12508 898 1 17 29 0 III d. C. Commentarium Porphyrius Quaestionum Homericarum liber I (recensio X) Sodano, A.R., Naples, Giannini, 1970 44

Porphyrius - Quaestionum Homericarum liber I (recensio X)

[3]    Ἔμπορος: ἀλλοτρίας νηὸς ἐπιβάτης μὴ ἔχων ἰδίαν ναῦν, ὡς καὶ ἀλλαχοῦ "ἔμπορος εἰλήλουθας νηὸς ἐπ' ἀλλοτρίας". οὐ γὰρ κατὰ συνήθειαν τέτακται παρ' Ὁμήρῳ, ἀλλ' ἐπὶ τῶν ἐπ' ἀλλοτρίας νηὸς παρόντων, οὕσπερ συνήθως ἐπιβάτας νῦν λέγομεν. ὅπερ γὰρ παρὰ τῷ ποιητῇ τῶν ἐπὶ τοῖς ἅρμασιν οἱ μὲν μαχόμενοι "παραβάται", οἱ δὲ τὰς ἡνίας ἔχοντες "ἡνίοχοι", τοῦτο ἐπὶ τῶν ἐν τριήρεσιν οἱ ἐπιβάται καὶ ἐπίκωποι παρὰ τοῖς Ἀττικοῖς. ἐπίκωποι δὲ οἱ τὰς κώπας ἔχοντες καὶ τὰ πηδάλια.

[4]    Οὐ μέντοι ὁ "ἔμπορος" ἀπὸ τοῦ πορίζειν πεποίηται παρ' Ὁμήρῳ, ἀλλ' ἀπὸ τοῦ πόρου, τουτέστι τῆς πορείας. τὸν δὲ πόρον κυρίως ἐπὶ τοῦ ὕδατος τάττει, λέγων· "πόρους ἁλὸς ἐξερεείνων" καὶ τὸ "Θρύον Ἀλφειοῖο πόρον" καὶ "ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο", τὴν δι' ὑγροῦ διάβασιν. ὡς οὖν τὸ μὴ ἐν ἰδίῳ οἴκῳ γαμεῖν ἀλλ' ἐν ἀλλοτρίῳ ἐγγαμεῖν λέγουσιν, οὕτως τὸ ἐπ' ἀλλοτρίας νηὸς τὸν πλοῦν ποιεῖσθαι [καὶ] ἐμπορεύεσθαι. καλεῖται "ἔμπορος" ὁ τοιοῦτος.

[5]    Οὐ γὰρ νηὸς ἐπήβολος: Ἀττικὴν εἶναι τὴν λέξιν φησὶν ὁ Πορφύριος· δηλοῖ δὲ τὸν ἐπιτυχῆ, ἀπὸ τοῦ βάλλειν, τουτέστι τοῦ σκοποῦ τυγχάνειν, ἐξ οὗ καὶ τὸ "σὺ δ' ἐνὶ φρεσὶ βάλεο σῇσι", τουτέστιν ἐπιτυχῶς λάμβανε. καὶ ἡ βουλὴ δὲ οἱονεὶ βολή τις οὖσα, ὅθεν ἔφη· "σῇ δ' ἥλω βουλῇ πόλις Πριάμοιο ἄνακτος", ὡς εἰ ἔφη· τοῖς σοῖς ὅπλοις ἢ τοῖς σοῖς τόξοις ἢ βέλεσιν. [6] λύσεις ἐντεῦθεν καὶ τὸ "ἡ δὲ Φερὰς ἐπέβαλεν ἐπειγομένη Διὸς οὔρῳ"· μετῆκται γὰρ ἀπὸ τῶν πόρρω τὴν ἐπιβολὴν ποιουμένων· ἡ ναῦς οὖν ἐπιβολὴν ἐποιεῖτο ὥστε τυχεῖν τῶν Φερῶν. χρῶνται δὲ ταύτῃ τῇ λέξει καὶ οἱ μεθ' Ὅμηρον· Ἄρχιππος· "νῦν [7] δ' ὡς ἐγενόμην χρημάτων ἐπήβολος", ἀντὶ τοῦ ἐπιτυχὴς καὶ κύριος. τί οὖν αἱ λέξεις σημαίνουσι δεδήλωται.

   Τὸ δὲ "ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι" σὺν βαρύτητι εἴρηται, λέγοντος τοῦ Τηλεμάχου ὅτι· ἐν ἀλλοτρίῃ πλευσοῦμαι νηί· οὐ γάρ εἰμι, φησίν, ἐπιτυχὴς ἰδίας νεὼς οὐδὲ κέκτημαι ἰδίους ἐρέτας· τοῦτο γὰρ ὑμῖν ὠφελιμώτατον εἶναι ἐφάνη, τουτέστι τὸ ἐμὲ μὴ ἔχειν ἰδίαν ναῦν ἀλλ' ἔμπορον πλεῖν· ἀναφέρει δὲ εἰς ἐκεῖνο, ὅτι εἰς πενίαν αὐτὸν κατέστησαν. προεῖπε γάρ· "Ἀντίνο', οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ' ὑμῖν δαίνυσθαί τ' ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον. ἢ οὐχ ἅλις, ὡς τὸ πρόσθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματ' ἐμά, μνηστῆρες, ἐγὼ δ' ἔτι νήπιος [8] ᾖα;" ἔστιν οὖν δυνάμει τὸ νόημα· ἀντὶ τοῦ ναυκλήρου δι' ὑμᾶς ἐπιβάτης γέγονα τοὺς κατηναλωκότας μου τὸν πλοῦτον.

   Τοῦ ποιητοῦ πολλάκις ἐπισημαινομένου περὶ τῶν πυρῶν, ἃς οἱ Τρῶες ἐποιοῦντο ἐκ τῆς τοιαύτης τοῦ Ἕκτορος παραγγελίας· "ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε , ὥς κεν παννύχιοι μέσφ' ἠοῦς ἠριγενείης καίωμεν πυρὰ πολλά, σέλας δ' εἰς οὐρανὸν ἵκῃ", καὶ πάλιν· "ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο ‹Τρῶες› ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι, κειάμενοι πυρὰ πολλὰ κατὰ στρατόν", καὶ πάλιν· "ἤτοι ὅτ' ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, θαύμαζε πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρό", εἰκότως ἀσαφέστατόν ἐστι τὸ τοῦ Δόλωνος, [9] ὅτι ἐρωτηθεὶς "πῶς δ' αἱ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;" ἀποκρίνεται· "φυλακὰς δ' ἃς εἴρεαι, ἥρως, οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει· ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη οἵ τ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις". τί γὰρ βούλεται τὸ "ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι", προδεδηλωμένου ὅτι πολλὰς πυρὰς ἔκαιον; ὃ ἀποροῦντας οὐκ ἔστι ῥᾳδίως συνιδεῖν. λύοντες οὖν ἐλέγομεν ἡμεῖς ὅτι τῶν ἐν πεδίῳ πυρῶν νῦν οὐ ποιεῖσθαι τὸν λόγον ἀλλὰ βούλεσθαι εἰπεῖν ὡς ὅσοι Τρῶες αὐθιγενεῖς καὶ οὐ ξένοι ἀλλ' ἑστίαν ἔχοντες, ὅπερ ἐν ἄλλοις περὶ τῶν αὐτῶν λέγει· "Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσοι ἔασι", τουτέστιν [10] ὅσοι πῦρ τε καὶ ἑστίας ἔχοντες, ὡς καὶ ἐν ἄλλοις· "ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος", τουτέστιν εἰς τὴν αὑτοῦ ἑστίαν· ἑστία γὰρ ὁ οἶκος· ὃ γὰρ εἶπεν· "ἦλθε μὲν αὐτὸς ἐφέστιος", μεταλαβὼν ἔφη· "ἦλθ' Ὀδυσσεὺς καὶ οἶκον ἱκάνετο". καὶ πάλιν ἀντὶ τοῦ οἶκος· "ἑστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω". ὁ οὖν κεκτημένος οἰκίαν ἐφέστιος· ὁ δὲ ἄπολις καὶ φυγὰς "ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος". καὶ ἐπὶ τοῦ εἰς ἀλλοτρίαν οἰκίαν ἐνοικοῦντος "ἀλλ' ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων". τὸ οὖν "ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι" δηλοῖ ὅσαι Τρώων ἑστίαι, ἐξ οὗ [11] ὅσοι Τρώων ἐφέστιοι καὶ πολῖται καὶ ἑστιούχῳ Διὶ θύουσιν ‑ ὥσπερ καὶ ὁ Φήμιος "Διὸς μεγάλου ποτὶ βωμὸν ἑρκείου" καταφεύγει, ᾧ δηλονότι κατὰ πᾶσαν τὴν ἡμέραν ἔθυον ‑ . ὅτι γὰρ τοὺς πολίτας εἶπε μὴ λείπειν ἐνταῦθα τὰς ‹φυλακὰς› διὰ τοῦ "πυρὸς ἐσχάραι", δηλοῖ τὰ ἐπαγόμενα· "οἷσιν ἀνάγκη οἵ τ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλειτοι ἐπίκουροι εὕδουσι· Τρωσὶ γὰρ ἐπιτροπέουσι φυλάσσειν". ἐκ τούτων λύσεις καὶ τὸ περὶ τῶν Φαιάκων εἰρημένον· "πᾶσι γὰρ ἐπίστιόν ἐστιν [12] ἑκάστῳ"· λέγει γάρ· οὐδεὶς ξένος ἐστίν, ἀλλὰ πάντες πολῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ ψιλοῦ ἐξενήνεκται, ὡς τὸ δέχεσθαι δέκεσθαι καὶ οὐχὶ οὐκί.

   Οὐκ οἶδ' ὅθεν τῶν γραμματικῶν τινες τὸ "αἰόλον" ἐπὶ τοῦ ποικίλου παρ' Ὁμήρῳ ἀκούειν ἀξιοῦσιν· οὕτω γοῦν τὸ "αἰολοπώλους" ἀποδιδόασι καὶ "πόδας αἰόλος ἵππος" καὶ τὸ "αἰόλον ὄφιν". οὐκ ἔστι δὲ οὕτως ἀλλὰ σημαίνει τὸν ταχύν, γενόμενον ἀπὸ τῆς ἀέλλης, ἥτις ἀπὸ τοῦ ἄειν καὶ τοῦ εἰλεῖν πεποίηται, ὡς αὐτὸς ἐξηγήσατο εἰπών· "ὅν περ ἄελλαι χειμέριαι εἰλέωσιν", τουτέστιν εἰλῶσιν, [13] ὡς καὶ ἐπὶ τοῦ Βορέου ἔφη· "εἴλει γὰρ Βορέης ἄνεμος". ἡ μὲν οὖν ἄελλα ἀπὸ τοῦ ἄειν καὶ εἰλεῖν πεποίηται, ἡ δὲ θύελλα ἀπὸ τοῦ θύειν καὶ εἰλεῖν, θύειν δὲ τὸ σφοδρῶς καὶ ἀκαθέκτως ὁρμᾶν δίκην μαινομένων· "ἦ γὰρ ὅ γ' ὀλοῇσι φρεσὶ θύει" καὶ "θῦνε διὰ προμάχων", ὅθεν καὶ Θυάδες αἱ Βάκχαι. ὡς οὖν "ἀελλόπος" Ἶρις λέγεται, ἣν μεταλαβὼν "ποδήνεμον" προσηγόρευσε (καὶ τὰς ἀέλλας εἰς τοὺς ἀνέμους μεταλαμβάνει), οὕτως τὸν ποδώκη ἵππον μεταλαμβάνων "πόδας αἰόλος ἵππος" ἔφη· καὶ ὥσπερ εἰπὼν "ἀργίποδας κύνας" κατὰ περίληψιν ἀλλαχοῦ ἔφη "καὶ κύνας ἀργούς", οὕτω τοὺς πόδας αἰόλους ἵππους [14] κατὰ περίληψιν "αἰολοπώλους" εἶπε. καὶ "αἰόλαι" οὖν "εὐλαὶ" ἀπὸ τοῦ ταχέως εἰλεῖσθαι εἴρηνται καὶ "σφῆκες μέσον αἰόλοι" οἱ κατὰ μέσον συνεχῶς κινούμενοι καὶ εἰλούμενοι. καὶ "κορυθαιόλος" οὖν ὁ συνεχῶς κινῶν τὴν κόρυθα, ὃ μεταποιῶν ἐπὶ τοῦ Ἄρεος ἔφη· "ἶσος Ἐνυαλίῳ κορυθάϊκι". λύσεις δ' ἐντεῦθεν καὶ τὸ "ὡς δ' ὅτε γαστέρ' ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα αἰόλλῃ"· δηλοῖ οὖν τὸ εἰλεῖν καὶ συνεχῶς στρέφειν. ἐκ δὲ τοῦ "κορυθάϊκι" λύσεις τὸ "Δωριέες τε τριχάϊκες", οἱ συνεχῶς τὰς τρίχας διὰ [15] τὸ δραστικὸν κινοῦντες· καρηκομόωντες γὰρ εἴρηνται οἱ Ἀχαιοί.

   Οὐ δεῖ δυσχεραίνειν, εἰ τῶν νῦν παιδευτῶν τοὺς πολλοὺς λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν δοκοῦντα εἶναι ἀκριβέστατον καὶ πολυγράμματον Καλλίμαχον ἔλαθεν ἡ διαφορὰ τῆς ἁρματροχίας, ἣν ἔχει πρὸς τὴν χωρὶς τοῦ ρ λεγομένην ἁματροχίαν. ἔστι δὲ ἁματροχία τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι, οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ τοὺς δρόμους ἔλεγον. ἁρματροχία δὲ τῶν τροχῶν τὸ ἴχνος. ἄμφω δὲ παρ' Ὁμήρῳ κεῖται, τὰς δυνάμεις αὐτοῦ τοῦ ποιητοῦ ἐξηγησαμένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ ἡ ἁματροχία, παρίστησιν ἐπὶ τοῦ Μενελάου λέγων "τῇ ῥ' εἶχε Μενέλαος [16] ἁματροχίας ἀλεείνων"· ὑπελείπετο γὰρ διὰ τὸν ῥωχμὸν τῆς γῆς καὶ τὴν ῥῆξιν τὴν συνέμπτωσιν τοῦ δρόμου φυλαττόμενος. τοῦτο γὰρ μεταλαβὼν ἐν ἄλλοις ἐξηγήσατο εἰπὼν "αἰὲν ὁμοστιχάει". καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου τῆς τροφοῦ καὶ συμβαδίζοντος μετὰ δρόμου αὐτῇ φησι· "παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροις ἀτιτάλλω, κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε", τουτέστιν ἤδη μοι ἔξω συντρέχειν δυνάμενον καὶ βάδην σὺν ἐμοὶ πορευόμενον, οὐκ ἐπικολπίδιον· "ἡ δέ με χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε". ἁματροχία μὲν οὖν οὕτως· μετὰ δὲ τοῦ ρ ἁρματροχία ὅτι τὸ ἀπὸ τῶν τροχῶν δηλοῖ, αὐτὸς πάλιν παρίστησι λέγων· "οὐδέ τι πολλὴ γίνετ' ἐπισσώτρων ἁρματροχίη κατόπισθεν ἐν λεπτῇ κονίῃ"· διὰ γὰρ τὸ λεπτὸν [17] καὶ ὀλίγον τῆς κόνεως μὴ πολὺ γίνεσθαι τὸ τῶν ἐπισσώτρων ἴχνος φησίν. ἐξηγήσατο δὲ πῶς γίνεται ἴχνος, ὅτι λειπόμενον ὀπίσω τοῦ ἱεμένου εἰς τὸ ἔμπροσθεν. ἀγνοήσας δὲ ταῦτα ὁ Καλλίμαχός φησιν· "ἀλλὰ θεόντων ὡς ἀνέμων οὐδεὶς εἶδεν ἁματροχίας". βούλεται μὲν γὰρ εἰπεῖν ὡς οὐδεὶς εἶδεν ἴχνος διὰ τὸ θεῖν ὡς ἀνέμους· ἁματροχίαι δὲ οὐ δηλοῦσι τὰ ἴχνη τῶν θεόντων ἁρμάτων, ἀλλ' αἱ μετὰ τοῦ ρ λεγόμεναι ἁρματροχίαι.

[18]    Νῦν [i. e. in v. I 4: cf. app. crit.] δοκεῖ πρὸς μηδεμίαν χρείαν δυοῖν ἀνέμων εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξήσεως ἕνεκα, ἔδει τοὺς τέσσαρας, ὡς ἐν ἄλλοις· "σὺν δ' Εὖρός τε Νότος τ' ἔπεσον Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων". λύει δὲ τὴν ἀπορίαν αὐτός, ὡς καὶ Ἀπολλώνιος ὁ τοῦ Μόλωνος παρέστησε. δύο γὰρ πάθεσι χειμαζομένους ποιήσας τοὺς Ἀχαιούς, φόβῳ μὲν ἐφ' οἷς εἴρηκε "θεσπεσίη ἔχε φύζα, φόβου κρυόεντος ἑταίρη", λύπῃ δὲ ἐν οἷς ἐπάγει "πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι" ‑ δεδίασι γὰρ τὰ μέλλοντα, βαρέως δὲ φέρουσι τὰ γεγονότα οἱ ἄριστοι ‑ , δύο οὖν πάθεσι [19] συνεχομένους εἰπὼν τοὺς Ἕλληνας, προσηκόντως ἀπεικάζει πελάγει δυσὶ πνεύμασιν ἐξεγειρομένῳ. τὸ "θεσπεσίη" δ' "ἔχε φύζα" δηλοῖ τὸν οὐ προσγενόμενον αὐτοῖς διὰ δειλίαν φόβον, ἀλλ' ἐκ βουλήσεως θεῶν, ὥς που καὶ ἐν ἄλλοις αὐτὸς ἀντέθηκεν εἰπών· "γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο", τουτέστι θείᾳ βουλήσει καὶ οὐ συμφύτῳ κακίᾳ. εἰ δὲ καὶ ἐπίθετον ἄλλων τὸ τῆς θεσπεσίας, ὡς τὸ "θεσπέσιον πλοῦτον" καὶ "θεσπεσίη φύζα", ἐκ κοινοῦ ἔσται ἡ κακότης· [20] γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι· δηλοῦται οὕτως ἡ θεία. [φύζα δέ ἐστιν ἡ φυγή. φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν προσεταιρίζεται]. καὶ τὸ μὲν "βεβολήατο" τὴν βούλησιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆσθαι δηλοῖ τὸ σῶμα.

   Ἐπεὶ παραβολῆς ἐμνήσθημεν, σκέψαι τὴν τοῦ ποιητοῦ ἐν ταύτῃ χρῆσιν. ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονος τρωθέντος [21] χρησάμενος τῇ παραβολῇ ταύτῃ· "ὡς δ' ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα" καὶ ἀνταποδόσει· "ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο", ἐπὶ τοῦ Κύκλωπος δυνάμει τὰ τῆς παραβολῆς μεταφέρων χρῆται, ἐν οἷς λέγει· "Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιν"· ἔστι δὲ τῆς παραβολῆς τὸ "ὠδίνων", τῆς δ' ἀνταποδόσεως τὸ "ὀδύνῃσι". πάλιν δὲ εἰπὼν ἐπὶ τῆς τοῦ Ἕκτορος κατὰ τῶν Ἑλλήνων ὁρμῆς·

        "ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,

   ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσει",

κατὰ τὴν αὐτὴν φαντασίαν πεποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διομήδην·

   "νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ"·

ὁ δὲ ὄβριμος οἰκεῖος ἀψύχῳ ὁρμῇ· οὐ γὰρ "θρασὺν" ἔφη οὐδὲ "κορυθαιόλον", οἷς ἰδίοις αὐτὸν προσαγορεύειν εἴωθε. πάλιν ἐπὶ τοῦ Νέστορος σκεπτομένου ποῖ τράπηται "ἢ μεθ' ὅμιλον ἴοι Δαναῶν ταχυπώλων, ἠὲ μετ' Ἀτρεΐδην [22] Ἀγαμέμνονα", ὅλην τὴν παραβολὴν διεξελθὼν "ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται οὐδετέρωσε, πρίν τινα καταβήμεναι ἐκ Διὸς οὖρον", εἶτα ἐπ' Ἀγήνορος προτραπέντος μὲν ὑπὸ Ἀπόλλωνος ὑποστῆναι Ἀχιλλέα, ὅμως δὲ τὴν θέαν αὐτοῦ καταπλαγέντος, ἠρκέσθη τῷ ὀνόματι· "πολλὰ δέ οἱ κραδίη πόρφυρε κιόντι". πάλιν τε εἰπὼν ἐπὶ τῆς Ἥρας· "ὡς δ' ὅταν ἀΐξῃ νόος ἀνέρος, ὅστ' ἐπὶ πολλὴν γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ ἔνθα ἴῃ ἢ ἔνθα, μενοινήσειέ τε πολλά, ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη", καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήσας παραβολήν, ἀπὸ δὲ τοῦ πέτεσθαι ἀποδοὺς τὴν ἀνταπόδοσιν, συντέμνων τὰ αὐτὰ ἐν ἄλλοις φησίν· "ὡσεὶ πτερὸν ἠὲ νόημα". θαυμαστὸν [23] δὲ αὐτῷ κἀκεῖνο· ἐκ μεταφορᾶς γάρ τι τολμηρότερον φθεγξάμενος οἰκείαν ἐπάγει παραβολήν, κρατύνων δὲ αὐτὴν ὡς εὔλογον ἔσχε τὴν τόλμαν. εἰπὼν "κραδίη δέ οἱ ἔνδον ὑλάκτει", ἐπάγει· "ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρ' ἀγνοιήσασ' ὑλάει μέμονέν τε μάχεσθαι". καὶ ἐπὶ τῶν στρατοπέδων ἀντικαθημένων "τῶν δὲ στίχες εἵατο πυκναὶ ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι" εἰπών, ἐπήγαγεν· "οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ' αὐτῆς". ἐπί τε τῶν Τρώων ἔτι ποικιλώτερον κέχρηται· ἀρξάμενος γὰρ ἀπὸ μεταφορᾶς ὁμοίωσίν τε αὐτῇ τὴν ἀκόλουθον ἐπάγει καὶ ἐπ' ἀμφοῖν τὴν παραβολήν· "Τρῶες μὲν κλαγγῇ"· τοῦτο μὲν δὴ ἡ μεταφορά· τὸ δ' "ὄρνιθες ὣς" ἡ ὁμοίωσις· εἶθ' ἡ παραβολή· "ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό, αἵτ' ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον, κλαγγῇ ταίγε πέτονται ἐπ' Ὠκεανοῖο ῥοάων", ᾗ [24] σχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ ἀνταπέδωκεν, ὡς τῆς ὁμοιώσεως ἅμα καὶ μεταφορᾶς προεχουσῶν τὴν ἀνταπόδοσιν. πάλιν τε αὐτοῦ παρατηρητέον ἐκεῖνο· τάς τε γὰρ οἰκείως τιθεμένας φωνὰς ἐπὶ τῶν πραγμάτων πολλάκις εἰς τὰς παραβολὰς μετατίθησι καὶ τὰς ἐπὶ τῶν παραβολῶν εἰς τὰ πράγματα. οἷον ἔθνη στρατιωτῶν λέγεται, σμήνη δὲ μελισσῶν, παραβαλὼν δὲ τὰ πλήθη τῶν στρατιωτῶν ὀνόματι ἐπὶ τῶν μελισσῶν κέχρηται·

   "ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων",

ὃ πλήθους ἀνθρώπων ἐστὶν ὄνομα. οὕτως ὀλοοιτρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκτορος ἀπεικάζων ἀναθρώσκειν τέ φησι τὸν λίθον καὶ πέτεσθαι, καὶ τελευτῶν, ὡς ἀπ' αὐτοῦ τοῦ στρατιώτου ἀφιγμένου ἀλλ' οὐχὶ τοῦ λίθου, ἐπάγει· "ὅδ' ἀσφαλέως θέει ἔμπεδον, εἰσόκεν ἔλθῃ". οὕτω καὶ ἐπὶ τοῦ κύματος, [25] ὃ τάξεσιν ἀπεικάζει στρατοπέδου, προειπών· "ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὑποκινήσαντος", μετάγει ἀπὸ τῶν στρατιωτῶν ἐπὶ τὰ ἑξῆς· "πόντῳ μὲν κορύσσεται τὰ πρῶτα". ἀνάπαλιν δὲ τὰς τῶν παραβολῶν μετατίθησι φωνὰς ἐπὶ τὰ πράγματα, ὡς ἐπὶ τοῦ Ἀχιλλέως "ὡς δ' ὅτ' ἀριζήλη φωνή, ὅτε τ' ἴαχε σάλπιγξ" ‹εἰπών›, ἐπάγει μετατιθεὶς ἀπὸ τῆς σάλπιγγος ἐπὶ τὸν ἄνθρωπον· "οἵδ' ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο". κεκινδύνευται αὐτῷ ἐκεῖνα, οἷον "σιδήρειος δ' ὀρυμαγδὸς χάλκεον οὐρανὸν ἷκε δι' αἰθέρος ἀτρυγέτοιο"· ὡς γὰρ ἐξ ἀντιτυπίας χαλκοῦ καὶ σιδήρου τὴν φαντασίαν εἰς τὸν ἐκ πόντου ἦχον κεκίνηκεν.

   Πολλῆς ταραχῆς πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα· "τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν [26] τεύχεσι λαμπόμενοι· δίχα δέ σφιν ἥνδανε βουλὴ" μέχρι τοῦ "ἐν [27] δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν". ταράσσει γὰρ τοὺς πολλούς· οἱ δύο στρατοὶ ἆρά γε πολέμιοί εἰσι τῶν κατοικούντων καὶ ἀλλήλοις φίλοι ἢ εἷς μὲν τῶν ἐκ τῆς πόλεως, ὁ δ' ἕτερος πολέμιος; καὶ πρὸς τίνας διχονοοῦσιν; ἆρά γε πρὸς ἀλλήλους ἢ πρὸς τοὺς ἔνδον; καὶ ἐπὶ τίνων τὸ "οἳ δ' οὔπω πείθοντο"; ἆρά γε τῶν εἴσω ἢ τοῦ ἑτέρου στρατοῦ; καὶ πάλιν ἐπὶ τίνος τὸ "λόχῳ δ' ὑπεθωρήσσοντο"; ἆρά γε ὁ ἕτερος τῶν στρατῶν ἢ οἱ ἔνδον; καὶ τίνων οἱ σκοποί; καὶ τίνων ἡ λεία; πῶς τε, εἰ τῶν ἔνδον ἡ λεία, ὁ λόχος παρ' αὐτῶν; καὶ τίνες οἱ ἐπεξιόντες; ἆρα οἱ δύο στρατοὶ ἢ οἱ ἕτεροι; ὅλως τε τίς ἡ διατύπωσις τῆς πλάσεως; ἐν τῷ δευτέρῳ τῶν Ἐξηγητικῶν [28] φησιν Ἀλέξανδρος ὁ Κοτιαεὺς ὅτι· "δύο στρατοὶ παρεκάθηντο τὴν πόλιν πολέμιοι, ἢ πορθεῖν ἀξιοῦντες αὐτὴν ἢ τὰ ἡμίση λαβόντες ἀπιέναι· οἱ δ' ἔνδον ὄντες οὐκ ἐδέχοντο τὴν πρόκλησιν. οἱ οὖν πολέμιοι", φησίν, "ἐνέδραν τινὰ ἐποιήσαντο τοῖς ποιμνίοις καὶ τοῖς βουκολίοις, ἃ ἦν κτήματα τῶν ἐν τῇ πόλει". εἶτα ἀξιοῖ τὸ μὲν "οἳ δ' οὔπω πείθοντο" ἀκούειν περὶ τῶν ἐν τῇ πόλει, τὸ δὲ "λόχῳ δ' ὑπεθωρήσσοντο" περὶ τῶν πολεμίων, καὶ τὸ "οἳ δ' ἴσαν" περὶ τῶν πολεμίων τῶν εἰς τὴν ἐνέδραν ἀπιόντων· οἱ δὲ σκοποὶ τῶν πολεμίων εἰσί· τὸ δὲ "οἳ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν" ἐπὶ τῶν ἐν τῇ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ ἐν ἐκκλησίᾳ βουλευόμενοι, τὰ τείχη φρουρεῖν παραδόντες τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ "ἱράων προπάροιθε καθήμενοι" σημαίνει ἐκκλησιῶν, ἐν αἷς εἴρουσι καὶ ἐκκλησιάζουσιν. ὅτε δ' αὐτοῖς ἐμηνύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχουσι [29] καὶ ἐξελθόντες συμβάλλουσι μάχην. εἶχε δ' ἂν πιθανότητα ἡ διατύπωσις, εἰ μὴ πρῶτον μὲν βεβιασμένη ἡ ἀπόδοσις ἦν τοῦ τοιούτου στίχου· "οἳ δ' οὔπω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο". τὸ μὲν γὰρ "οἳ δ' οὔπω πείθοντο" ἀξιοῖ περὶ τῶν ἔνδον ἀκούειν, τὸ δὲ "λόχῳ δ' ὑπεθωρήσσοντο" περὶ τῶν ἐκτός, ἵν' ᾖ τὸ "οἳ δ' οὔπω πείθοντο ‹λόχῳ δ' ὑπεθωρήσσοντο›" ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν εἰς λόχον ἐθωρήσσοντο οἱ τὰς προκλήσεις ποιούμενοι. [τὸ δὲ "οἳ δ' οὔπω πείθοντο" ἂν ἀκούωσιν ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν, βίαιον]. πάλιν δὲ μεταξὺ τοῦ "λόχῳ δ' ὑπεθωρήσσοντο" ‹καὶ τοῦ› "οἳ δ' ἴσαν" ἐμβεβλῆσθαι φάσκειν περὶ τῶν ἔνδον, ὅτι οἱ ἀπόλεμοι ἐτειχοφυλάκουν ὑπ' ἀσθενείας, ἔστιν ἐλεγχόντων τὸν ποιητὴν μὴ δυνάμενον φράζειν ἀταράχως. πάντως δὲ λόχος οὐκ ἐκ πάντων ἦν τῶν ἐν τοῖς δύο στρατοπέδοις, ἀλλὰ τινῶν· πῶς οὖν ὑπεξίασιν οἱ ἐν τῇ πόλει, φανερῶς τε καὶ ἀδεῶς τῶν πολιορκούντων κωλυόντων; ἀμείνους οὖν οἱ [30] οὕτω διατυπώσαντες τὸ πλάσμα· δύο στρατοὶ ἐπελθόντες πόλει τὴν λείαν περιήλασαν, καὶ τὴν πόλιν πολιορκοῦντες ἀξιοῦσι τῶν ἐν αὐτῇ κτημάτων λαβεῖν τὸ ἥμισυ ἐφ' ᾧ τε καταθέσθαι τὸν πόλεμον. οἱ δ' ἐν τῇ πόλει οὐκ ἐπείθοντο, ἀλλ' ἐνεδρεύσοντες ἐπὶ πότον ἐρχόμενα τὰ τετράποδα ἀπήλασαν. οἱ πολέμιοι δὲ στρατοί, καίπερ ἐκκλησιάζοντες, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάντες ἐπῆλθον αὐτοῖς. ὅτι γὰρ αὐτοί εἰσι (λέγω δὲ οἱ στρατοί) ἐκκλησιάζοντες, δεδήλωκε περὶ αὐτῶν εἰπών· "δίχα δέ σφισιν ἥνδανε βουλή". ἀκολούθως εἴρηται ἐπὶ τῶν ἐντός, ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰς δὲ λόχον καθωπλίζοντο, παραδόντες τοῖς ἀστρατεύτοις τὴν φρουρὰν τῶν τειχῶν. καὶ τὸ "οἳ δ' ἴσαν" ἐπὶ τῶν ἐκ τῆς πόλεως ἀκολούθως ἐπῆκται, λάθρα ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν προσδοκῆσαι τοῖς ἔξω ἀνοχὰς ἔχουσι τοῦ πολέμου καὶ ἐκκλησιάζουσιν. αὐτῶν τε οἱ σκοποὶ τῶν εἰς τὸν λόχον ἐξελθόντων. καὶ οἱ τερπόμενοι ταῖς σύριγξι νομεῖς εἰ [31] μὲν τῶν πολεμίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐν τῇ πόλει, παρὰ λόγον· οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλ' οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν ἀκολούθως, ἀπελθόντων τῶν στρατῶν, παρακάθηται μὲν οὐδεὶς τὴν πόλιν, μάχη δὲ περὶ τὸν λόχον γίνεται. ἄλλοι δὲ ἠξίουν τῶν δύο στρατῶν τὸν μὲν φίλιον εἶναι τῶν ἔνδον, τὸν δὲ πολέμιον, καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεσθαι τὴν πόλιν, τὸν δὲ φίλιον ἀξιοῦντα τὰ ἡμίση δοῦναι τῶν ἐν τῇ πόλει κτημάτων, τοὺς δὲ πολεμίους μήπω πείθεσθαι ἀλλὰ βουλεύεσθαι· ὧν βουλευομένων, λόχον αὐτῶν [τῇ πόλει] συστῆσαι τοὺς τῶν ἔνδον φίλους στρατιώτας. τετάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδοχή, ὡς ἐπιόντι σοι κατ' αὐτὰ τὰ ἔπη ἔσται δῆλον, ὥστε ἡ β΄ ἀπόδοσις ἔχει τὰ τῆς Ὁμηρικῆς διανοίας. ἐκεῖνο μέντοι παρελθεῖν οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμενίσκον [32] στίζειν ἠξίουν ἐπὶ τοῦ "τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατ' ἐφεσταότες μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας" μετὰ τὸ "ῥύατο", εἶτα συνῆπτον τὸ ἑξῆς· "ἐφεσταότες μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας". "ἐὰν γὰρ τοῖς ἄνω", φασί, "συνάψωμεν, σολοικισμὸς ἔσται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτερον, τὸ δὲ "ἑσταότες" ἀρσενικόν". ἐδυνάμην οὖν φάναι πρὸς αὐτούς, ὅτι καὶ οὕτως Ὅμηρος πολλὰ σχηματίζει· καὶ αὐτὸς γὰρ λέγει "κλυτὸς Ἱπποδάμεια" καὶ "θῆλυς ἀϋτμὴ" καὶ "ὀλοώτατος ὀδμὴ" καὶ "ὄπα χάλκεον" καὶ "ἁλὸς πολιοῖο", [33] καὶ ἐπὶ δυϊκῶν· "οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ". ἄλλως τε ἐν τοῖς τέκνοις καὶ οἱ ἀνέρες εἰσί· τί οὖν κωλύει πρὸς τὸ σημαινόμενον ἀπηντηκέναι, ὡς ἐπ' ἄλλων μυρίων; οἷον· "νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη· τὸ μὲν οὔ ποτ' ἐρωεῖ"· πρὸς γὰρ τὸ νέφος ἡ ἀπόδοσις. πάλιν· "ἠδ' ἐπὶ δεξιά, ἠδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, τὸ μοί ἐστι ταλαύρινον πολεμίζειν"· πρὸς γὰρ τὸ σάκος ἡ ἀναφορά. καὶ εἰπὼν "ἐπ' εἰροπόκοις ὀΐεσιν", ἐπάγει "τὰ δ' ἐρῆμα φοβεῖται"· πρὸς γὰρ τὰ πρόβατα τὸ σχῆμα. καὶ ἐνταῦθα οὖν πρὸς τοὺς παῖδας φαίη ἄν τις εἶναι τὴν ἀναφοράν. ἐν δὲ τοῖς ὑποκειμένοις καὶ β΄ σχήματα ἔμιξεν, ἐπὶ τοῦ "διάνδιχ' ἅπαντα δάσασθαι κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον [34] ἐντὸς ἐέργει"· τὸ γὰρ "ἅπαντα" πρὸς τὰ κτήματα ἀναφέρεται, τὸ δὲ "ὅσην" πρὸς τὴν κτῆσιν. ἐμοὶ δὲ δοκεῖ παραπλήσιόν τι νῦν κἀνθάδε πεπονθέναι τὴν φράσιν τῷ λεγομένῳ Ἀλκμανικῷ σχήματι, ὅπερ ἐστὶ τοιοῦτον· "ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός τε", "εἰ δέ κ' Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων". ὥσπερ γὰρ ἐν τούτοις ἐν μέσῳ κεῖται ὃ ἔδει ἐπάγεσθαι, οὕτω καὶ ἐπὶ τῶν νῦν ζητουμένων. εἰ γοῦν τὸ "ἐφεσταότες" ἐπαγάγωμεν τῷ "μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας", οὐδ' ἂν ἔτι ζητοῖτο· μόνῳ δὲ τούτῳ διαφέρει τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς [35] παρὰ ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.

[36]    Τὸ "συναγείρεται" κατ' οὐδὲν ἀναγκαῖον ἐγράφη διὰ τοῦ γ, ἁμαρτημάτων [37] ὂν γραφικῶν ‹...› ἐπιεικῶς. τὸ γὰρ "συναείρεται" μᾶλλον σημαίνει προσεχῶς τὸ συνάγει καὶ συναρμόζει. καὶ ἐν ἄλλοις "σὺν δ' ἤειρεν ἱμᾶσι", συνήγαγε τοὺς ἵππους.

[39]    Ὁ μὲν οὖν Ἀριστοφάνης βούλεται τὸν ἰχθῦν, ὥστε καταφαγεῖν τὸν τοῦ Λυκάονος δημὸν [ἢ διαφαγόντα], θρώσκειν κατὰ κῦμα καὶ ὑπαΐσσειν [40] τὴν φρῖκα· καί φησιν· "ἐπιπολῆς ἐπινήξεται, τῷ ἀφρῷ τοῦ ὕδατος ὑποδεδυκώς, ἐπειδὴ καὶ τῶν ἀποθανόντων τὰ σώματα, ἕως ἂν εἴη πρόσφατα, ἄνωθεν ἐπιπλεῖν εἴωθε". πρῶτον μὲν οὖν οὐκ ἔστιν ἐπινοῆσαι νηχόμενον ἰχθῦν ὑπεράνω μὲν ὕδατος, ὑποκάτω δὲ ἀφροῦ τοῦ ὕδατος, οὐδὲ τούτων μεταξὺ νεκρὸν ἄνδρα φερόμενον. ἀλλ' οὐδὲ τὴν φρῖκα ἀκούειν δύναμαι τὸν ἀφρόν, Ὁμήρου μὲν "μέλαιναν φρῖκα" λέγοντος· τούτου δὲ ἀξιοῦντος λευκότατον ἀκούειν, ἐπί τε τοῦ Πρωτέως λέγει πάλιν Ὅμηρος "μελαίνῃ φρικὶ καλυφθείς", καὶ ἀλλαχοῦ· "ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθῦς θινὶ ἐπὶ φυκιόεντι μέλαν τέ ἑ κῦμ' ἐκάλυψε", καὶ ἀλλαχοῦ τῆς φρικὸς μνημονεύσας ἐπάγει· "μελανεῖ δέ τε πόντος ὑπ' αὐτῆς". καὶ ἔστιν ἡ φρὶξ κινουμένου τοῦ πνεύματος ἀρχή. Σιμωνίδης δὲ αὐτὴν καὶ δεῖξαι πειρώμενος [41] οὕτως ἔφη· "εἶσ' ἅλα στίζουσα πνοιά". τὸ δὲ λέγειν ὅτι τὰ πρόσφατα σώματα φέρεται τῶν κυμάτων ἐπιπολῆς, ψεῦδος. τοὐναντίον ἐν ἀρχῇ μὲν γὰρ διὰ στερρότητα καὶ πυκνότητα τοῦ σώματος ἰσχυρότερος ὢν τοῦ στηρίζοντος ὕδατος ὁ νεκρὸς διισταμένου καταδύεται, σχήματι καταβαίνων καὶ βάρει· πληρούμενος δὲ τῆς ὑγρότητος, πλείω τόπον ἐπιλαμβάνων τῷ σχήματι μετέωρος αἴρεται, βάρει τοῦ φέροντος ἐλαττούμενος. τίς οὖν ὁ νοῦς τῶν ἐπῶν; διττὴ γὰρ ἡ γραφή· ἐν οἷς μὲν γὰρ γράφει "μέλαιναν φρῖχ' ὑπαΐξει", ἐν οἷς δὲ γράφει "μέλαιναν φρῖχ' ὑπαλύξει". κἂν μὲν κρατήσῃ τὸ "ὑπαΐξει", φήσομεν λέγειν αὐτόν· τῶν πηδώντων τις κατὰ τὸ [42] κῦμα ἰχθύων ὑπὸ τὴν φρῖκα ἀίξει, τουτέστιν ἐκ τοῦ ἄνωθεν θρώσκειν παυσάμενος ὑπὸ τὴν φρῖκα ὑποδύεται καὶ ὁρμήσει κάτω, συγκαταφερόμενος τῷ νεκρῷ, ὃς φάγῃ ἂν τοῦ Λυκάονος τὸν δημόν. τοῦτο μὲν οὖν, εἰ ἐπιπολῆς τοῦ κύματος θρώσκειν ὑπακούομεν· εἰ δ' ἐκ βάθους ἀναπηδῶντα ἐπὶ τὸ κῦμα, ἔσται ὡς ἐπὶ τοῦ λίθου εἴρηκεν "ὕψι τ' ἀναθρώσκων πέτεται", ἐπὶ τοῦ ἰχθύος τὸ ὑψοῦ τὸ ἐκ βυθοῦ κάτωθεν κατὰ κύματος θορεῖν, μὴ μέντοι ὑπερθορεῖν τὴν φρῖκα, ἀλλ' ὑπ' αὐτὴν ὄντα ἅπτεσθαι τοῦ νεκροῦ, εἰ ἐπιπολῆς φέροιτο. εἰ δ' "ὑπαλύξει" γράφοιτο, φησὶ Πολύκλειτος τὸν νοῦν ἔσεσθαι· [43] καταδύσεται μὲν εἰς τὸ βάθος τοῦ κύματος ὁ ἰχθῦς, φεύγων τῆς φρικὸς τὴν ψυχρότητα. καὶ γὰρ αὐτῷ πολεμιωτάτη· τοῦ γοῦν χειμῶνος ἐκ τοῦ πελάγους εἰς τὴν γῆν καταίρουσιν οἱ ἰχθύες· πολλοὺς δὲ αὐτῶν καὶ φωλεύειν κατὰ τοῦ βάθους διὰ τὴν αὐτὴν αἰτίαν ἱστορεῖ γὰρ καὶ ὁ Ἀριστοτέλης ἐν τῷ ἑβδόμῳ Περὶ ζώων φύσεως· ψυχροτάτη δ' ἡ φρίκη, καὶ μάλιστα ἂν βόρειος ᾖ. γενόμενος δ' ἐν τῷ βάθει τοῦ Λυκάονος ἔδεται τὸ λίπος. οὐ δοκεῖ μοί τινα τούτων ὀρθῶς ἀποδεδωκέναι τὸν νοῦν τῶν ἐπῶν. οὐ γὰρ εὐθύς φησιν Ὅμηρος αὐτὸν σφαγέντα καὶ ῥιφέντα τοῦτο παθεῖν, ἵνα ἐκδεχώμεθα ὅτι κάτω ἐνεχθέντος ὁ ἰχθῦς κάτω χωρεῖν λέγεται εἰς τὰ βάθη τοῦ κύματος ἐπὶ τὴν βρῶσιν, ἀλλ' ἐξενεχθέντα ὑπὸ τοῦ Σκαμάνδρου ἐπὶ τὴν θάλασσαν, ὥστε οὐκέτι ὑποβρύχιον, ἄνωθεν δὲ αὐτὸν ἐπιπλεῖν ἀνάγκη. ἔχει γὰρ οὕτω τὰ ἔπη· "ἐνταυθοῖ νῦν κεῖσο μετ' ἰχθύσιν, οἵ σ' ὠτειλῆς αἷμ' ἀπολιχμήσονται [44] ἀκηδέες, οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον· θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ' ὑπαΐξει ἰχθῦς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν". νεοσφαγῆ μὲν οὖν ὄντα φησὶ κεῖσθαι μετ' ἰχθύσιν, ὡς ἂν κάτω ἀπενεχθέντα, ὅπου φησὶ τῆς ὠτειλῆς αὐτοῦ αἷμα ἀπολιχμήσεσθαι τοὺς ἰχθῦς· χρονίζοντα δὲ ἄταφον ἐκβληθῆναι εἰς θάλασσαν ὑπὸ τοῦ ποταμοῦ, ὅτε καὶ ἀναπλεῦσαι ἀνάγκη, καὶ θρώσκοντα οὐχ ὑπὲρ τὸ κῦμα ἰχθῦν ἀλλὰ κατὰ τὸ κῦμα ("κατὰ κῦμα" γὰρ ἔφη, οὐχ ὑπὲρ κῦμα) ὑπὸ τὴν φρῖκα ἀίξαι. τὸ γὰρ μέτρον τῆς εἰς τὰ ἄνω ὁρμῆς τοῦ ἰχθύος δηλῶν ἀφορίζει, ἀλλ' ἄχρι τῆς φρικός. οὐ γὰρ ἂν ἐπέθρωσκε κατὰ κῦμα, ἀλλ' ὑπὲρ τὸ κῦμα, εἰ καὶ τὴν φρῖκα ὑπερεπήδα. ἐκφερομένου οὖν ὑπὸ τῶν ἐκβολῶν τοῦ ποταμοῦ [45] πηδῆσαι κατὰ τὸ κῦμά φησι τὸν ἰχθῦν καὶ γενέσθαι ἄνω ὑπὸ τὴν φρῖκα, ἔνθα ἐντεύξεται τῷ νεκρῷ. οὕτως ἐξηγήσαντο καὶ οἱ Ἀριστάρχειοι λέγοντες· "ὑπὸ τὴν φρῖκα ἀίξει τις τῶν ἰχθύων κατὰ τὸ κῦμα κολυμβῶν, ὃς φάγοι ἂν τὸν Λυκάονος δημόν. πάντως γὰρ ἔδει τὸν μέλλοντα τοῦ ὑπερφερομένου νεκροῦ ἅπτεσθαι ἰχθῦν ἄνω μετέωρον ὑπὸ τὴν φρῖκα ἐλθεῖν". Φιλητᾶς δὲ τῇ "ὑπαλύξει" γραφῇ συντιθέμενός φησιν, ὅτι ὁ φαγὼν ἰχθῦς τὸν Λυκάονος δημὸν πιμελώδης γενόμενος τὸ κρύος ἐκφεύξεται. ἀγνοεῖ δὲ καὶ τοῦτο, ὅτι τὸ διανεστηκὸς τῆς θαλάσσης ἐπιπολῆς, οὐ τὸ κρύος φησὶν Ὅμηρος φρῖκα· "ὡς δ' ὅθ' ὑπὸ φρικὸς [46] Βορέω ἀναπάλλεται ἰχθῦς", τῆς ἐπιτρεχούσης κατὰ τὴν θάλασσαν πρὸ τῆς τοῦ ἀνέμου ἐμβολῆς. καὶ ἐπὶ τοῦ συὸς κατὰ μεταφοράν· "φρίξας εὖ λοφιήν"· καὶ "ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσιν".

   Ἠξίουν ἡμᾶς, παρατηροῦντας τὴν τοῦ ποιητοῦ ἐν πᾶσι λεπτουργίαν, ἰχνεύειν καὶ τὴν ἐν τοῖς ὀνόμασιν αὐτοῦ πρὸς αὑτὸν ὁμολογίαν. φωτὸς γὰρ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν ὄντος συμμέτρου δι' οὗ ὁρῶμεν τὰ πεφωτισμένα, τὴν τυφλότητα ὁτὲ μέν φησιν "ὀφθαλμοῦ ἀλάωσεν", ἀφῃρῆσθαι τὸ λεύσσειν παριστάς, [47] ὁτὲ δὲ "ὀφθαλμῶν μὲν ἄμερσε", τὸ τοῦ μαίρειν ἐστερῆσθαι λέγων σκοτεινόν· καὶ τὸ τοῦ μαίρειν ἀφῃρημένον εἴδωλον "ἀμαυρὸν" ἔφη· φωτὸς γὰρ παρουσίᾳ καὶ ὀφθαλμὸς ὁρῶν τὰ ὁρώμενα φαίνεται. διττῆς οὖν ὀφθαλμῶν οὔσης καὶ κατὰ Πλάτωνα ἐπιταράξεως ‑ ἢ γὰρ διὰ σκότος ἢ δι' ὑπερβολὴν τοῦ συμμέτρου φωτός ‑ , τὸ μὲν διὰ σκότος [καὶ] μὴ μαίρειν, εἴτουν μαρμαίρειν, ἀμέρδειν εἶπε καὶ ἀμαυρόν, τὸ δὲ διὰ στιλβηδόνα ἐπὶ τοῦ χαλκοῦ· "ὄσσε δ' ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν". ὅθεν καὶ ἐπίθετον τοῦ χαλκοῦ ἐφιλοτέχνησε, τὸ "νώροπα χαλκόν" [48] καὶ "ἤνοπι χαλκῷ", σημαίνων τὸν μὴ ἐῶντα τοὺς ὦπας ὁρᾶν διὰ τὴν προσοῦσαν στιλβηδόνα. εἰ δὲ τὸ μέρδειν τὸ μαίρειν ἐστὶ καὶ τὸ μὴ μέρδειν ποιοῦν ἀμέρδειν, τὸ ἄγαν μέρδειν σμερδαλέον ἂν εἴη, τῆς ζα ἐγκειμένης· ὡς τὸ ζαχρειής. ὅταν οὖν ἐπὶ τοῦ δράκοντος λέγῃ "σμερδαλέον δέδορκε", τὸ ἄγαν στίλβον τῶν ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ δράκων παρὰ τὸ δρακεῖν εἴρηται. τὸ "σμερδαλέω δὲ λέοντε" ἐπὶ τῆς ἐκφοβούσης αὐτῶν ἐνοράσεως ἐκδεξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ [49] λεύσσειν ὠνόμασται. αὐτὸς γὰρ ἡρμήνευσε τί τὸ σμερδαλέον ἐπ' αὐτῷ εἰπὼν "γλαυκιόων". καὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν "δεινή τε σμερδνή τε"· δεινὸν γὰρ καὶ φοβερὸν καὶ τὸ ἄγαν λαμπρὸν καὶ στίλβον, ὡς ἐπὶ τῆς γλαυκώπιδος Ἀθηνᾶς ἔφη· "δεινὼ δέ οἱ ὄσσε φάανθεν", ὅπερ ἐπ' ἄλλων ἔφη "ὄμματα μαρμαίροντα". "γλαυκιόωντες" δὲ οἱ λέοντες καὶ ἡ Ἀθηνᾶ "γλαυκῶπις" ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄσκιον καὶ διὰ τοῦτο λευκόν, ὑπ' αὐτοῦ εἴρηται· μέλαινα γὰρ ἡ σκιά· "σκιόωντο δὲ πᾶσαι ἀγυιαί", τουτέστι δύντος τοῦ ἡλίου συνεσκοτοῦντο· ὀξὺ δὲ τὸ λευκόν, ὡς τὸ μέλαν ἀμβλύ· [50] ἡ οὖν ὀξὺ ὁρῶσα γλαυκῶπις. ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλβηδόνος "γλαυκὴ" καὶ ἡ θάλασσα εἴρηται καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη "γλήνη" καὶ "τρίγληνα" τὰ ἐλλόβια ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλβειν, καὶ "ὃς γλήνεα πολλὰ κεχάνδει" τὰ μὴ ἐρρυπωμένα ἱμάτια ἀλλὰ στιλπνὰ διὰ καθαρότητα. καὶ ζοφουμένη θάλασσα "μελανεῖ δέ τε πόντος" λέγεται· ἀτάραχος γὰρ οὖσα καὶ διειδὴς "λευκὴ δὲ ἦν ἀμφὶ γαλήνη"· καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴρηται. καὶ ἐπεὶ τὸ μέλαν σκυθρωπόν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη· γέλως δὲ ἡ ἱλαρότης· "γέλασε δὲ [51] πᾶσα περὶ χθὼν" φησὶ "χαλκοῦ ὑπὸ στεροπῆς", τουτέστι λαμπρυνθεῖσα φαιδρὰ ἐγένετο. οὕτω νόει καὶ τὸ "κόρυθες καὶ θώρακες λαμπρὸν γανόωντες", ἀπὸ τῆς γῆς τῆς λαμπούσης καὶ διὰ τῆς στιλβηδόνος φαιδρυνομένης. καὶ ὁ "γαίων" δὲ τῷ "κύδεϊ", ὁ διαχεόμενος καὶ λαμπρυνόμενος διὰ τὴν δόξαν. ἐπεὶ δὲ φῶς ἐστιν ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον βλέπωσι, "φάεα" αὐτὰ καλεῖ· "κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά"· καὶ ἥμερον ζῷον ἄνθρωπος φώς, ζωῆς δὲ ἔτι μετέχων, ἀπὸ τοῦ ἐν τοῖς ὀφθαλμοῖς φωτός· ὅταν γὰρ ἀποθάνῃ· "κατὰ δὲ ὄσσε [52] ἐρεβεννὴ νὺξ ἐκάλυψεν"· ὅταν δὲ ἐξαγριωθῶσιν ὑπ' ὀργῆς καὶ ἐκκαυθῶσιν, ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς· "πυρὶ λαμπετόωντι ἐΐκτην", κρατησάσης δέ· "πῦρ ὀφθαλμοῖσι δέδορκε"· καὶ γὰρ τὸ φῶς ἀπὸ πυρός. καὶ τὸ ὕφαιμον δὲ ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἷμα σμερδαλέον [δὲ] εἴρηται· "σμερδαλέος δ' αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ", τουτέστιν ὕφαιμον βλέπων διὰ τὸ πυρωποὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός. καὶ ἐπὶ τοῦ πυρὸς δίκην μαινομένου εἰπὼν "μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται", ἐπάγει· "τὼ δέ οἱ ὄσσε λαμπέσθην". λοιπὸν δὲ καὶ κατὰ μεταφορὰν "σμερδαλέα" μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη, ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων· ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφανοῦς· "σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν" καὶ "σμερδνὸν [53] βοόων"· καὶ γὰρ ἐπ' ὀρχήσεως συντόνου μεταφέρων "μαρμαρυγὰς" ἔφη "θηεῖτο ποδῶν", τὰς ἐν τῇ κινήσει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ κινούμενον. καὶ οὐχὶ φιλόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρίσαντο τὸ διακριτικὸν ὄψεως, ἀλλὰ πρὸ αὐτῶν Ὅμηρος, μαρμαίρειν λέγων τὸ λάμπειν, ὅ ἐστι μερίζειν καὶ διαιρεῖν, ἀφ' οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον ἀλλὰ σκοτεινὸν "ἀμαυρόν". καὶ ὅτι παρὰ τὸ μερίζειν καὶ διακρίνειν καὶ διαιρεῖν κέκληκε τὸ φωτίζειν "μαρμαίρειν", δηλοῖ τὸ φῶς δάος καλέσας· "δάος μετὰ χερσὶν ἔχουσαι", ἀφ' οὗ αἱ δεκτικαὶ τοῦ φωτὸς δαΐδες καὶ δᾷδες.

[54]    "Ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ κνίσση μελδόμενος ἁπαλοτρεφέος σιάλοιο πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ' ὕδωρ". οἱ μὲν οὖν διορθοῦντες ἠξίουν μετὰ τοῦ ν γράφειν "κνίσσην μελδόμενος", ἀντὶ τοῦ τήκων ἀκούοντες, ἵν' ᾖ τὴν κνίσσαν τήκων ‹...› οὐκ εἶχον δὲ παρ' Ὁμήρῳ δεικνύναι οὐδετέρως τὸ κνίσσος λεγόμενον, ἀλλ' ἀεὶ θηλυκῶς· "κνίσση δ' οὐρανὸν ἷκεν" καὶ "κνίσσην [55] ἐκ πεδίου ἄνεμοι φέρον". μήποτ' οὖν οὐκ ἔστι "μελδόμενος" τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλδειν. ὅπερ οὖν λελυμένως ἔφη "μέλε' ἤλδανε ποιμένι λαῶν", σημαίνων τὸ εὐτραφῆ, λιπαρὰ ἐποίει εὐρύνουσα τὰ μέλη, τοῦτο συνελὼν "μελδόμενος" ἔφη, κατὰ μεταφορὰν τὰ μέρη τοῦ λέβητος μέλη λέγων, ἅπερ λιπαίνεσθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. τὸ οὖν ἀλειφόμενον λιπαίνεσθαι μέλδεσθαι ἔφη, ὡς ἐν ἄλλοις· "ἐν δ' ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο". τινὲς δὲ οὕτως· "κνίσσῃ μελδόμενος", ἀντὶ τοῦ κνίσσης μέλη ἀλδόμενος, δοτικὴν ἀντὶ τῆς γενικῆς λαβόντες, ἢ τῇ κνίσσῃ ζεούσῃ αὐξάνων τὰ μέλη, ἤτοι τὰ κρέη, ἢ αὐτὸς τῇ κνίσσῃ τοῦ εὐτραφοῦς χοίρου ὁ λέβης λιπαινόμενος [καὶ τηκόμενος].

[56]    Ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὁμήρου σαφηνίζειν αὐτὸν ἐξηγούμενον ἑαυτὸν ὑπεδείκνυον, ποτὲ μὲν παρακειμένως, ἄλλοτε δ' ἐν ἄλλοις. τῆς τε γὰρ εἰροκόμου παράκειται συνεζευγμένη ἡ ἐξήγησις· "γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν εἰροκόμῳ [προσεῖπε]". τίς οὖν ἡ εἰροκόμος; "ἥ οἱ" φησὶν "ἤσκειν εἴρια καλά"· ἡ γὰρ ἀσκοῦσα τὰ ἔρια, αὐτοῦ ἐξηγησαμένου, εἴη ἂν ἡ εἰροκόμος· ἀσκεῖν δὲ τὸ καλλωπίζειν, ὡς τὸ "χρυσὸν ... κέρασι περιχεύει ἀσκήσας, ἵν' ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα". καὶ πάλιν· "ἄλλους αἰδέσθητε περικτίονας ἀνθρώπους". τίνες οὖν οἱ περικτίονες; ἐπάγει· "οἳ περιναιετάουσι".

[57] "βοῦν ἦνιν εὐρυμέτωπον ἀδμήτην". ἆρ' οὖν "ἀδμήτην" ἄγαμον δηλοῖ; οὐχί, ἀλλὰ "τὴν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ", καὶ πάλιν "ἔνθ' οἵ γ' οὐκέτι πάμπαν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης". τί οὖν ἐστιν "ἦρχε"; "καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσεν". ἐπὶ δὲ τῆς Πηλιάδος μελίης καὶ φιλοτιμουμένῳ ἔοικε πολλαχόθεν τὴν κλῆσιν προσοῦσαν δεικνύναι· ἢ γὰρ ἀπὸ τοῦ μόνον αὐτὴν ἐπίστασθαι πῆλαι τὸν Ἀχιλλέα· "ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς", ἢ ἀπὸ τοῦ Πηλέως τοῦ πατρός· "τὴν πατρὶ φίλῳ τάμε Χείρων", ἢ ἀπὸ Πηλίου τοῦ ὄρους ὅθεν ἐτμήθη· "πατρὶ φίλῳ τάμε Χείρων Πηλίου ἐκ κορυφῆς". ἀλλ' ἐπεὶ μελίη τὸ δόρυ ἀπὸ τοῦ [58] δένδρου τῆς μελίας [καὶ "οὐδ' ἄρ' ἀπ' ἀσφάραγον μελίη τάμε"], δῆλον ὡς καὶ τὸ "μείλινον ἔγχος" ἐκ μελίας τοῦ δένδρου, οὐ μήν, ὡς οἱ πολλοί, τὸ μακρόν. καὶ "ἔγχεα ὀξυόεντα" τὰ ἐξ ὀξείας τοῦ δένδρου, ὡς καὶ Ἀρχίλοχος· "ὀξύη ποτᾶτο", ἀλλ' οὐ τὰ ὀξέα, ὡς οἱ γραμματικοὶ ἀποδεδώκασιν. πάλιν· "ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀλήϊον". διὰ τί οὖν Ἀλήϊον; ἆρά γε παρὰ τὸ ἄσπορον καὶ μὴ ἔχον λήια; οὐδαμοῦ, ἀλλ' ἐκ τοῦ οἶον αὐτὸν ἐν αὐτῷ ἀλᾶσθαι. καὶ τί οὖν τὸ οἶον ἀλᾶσθαι; ἐξηγεῖται· "πάτον ἀνθρώπων ἀλεείνων". ἐν δὲ τῷ [59] "καὶ μέν οἱ Λύκιοι τέμενος τάμον" ταχέως δεδήλωκεν ὅτι ἀπὸ τοῦ τετμῆσθαι καὶ ἀφωρίσθαι τὸ τέμενος λέγεται· "τέμενος τάμον". οὕτω καὶ κειμήλια ἔφη κεῖσθαι· ἀπὸ γὰρ τοῦ κεῖσθαι κειμήλια λέγεται. πάλιν πτωχὸν ἔφη πανδήμιον. τίς οὖν οὗτος; "ὃς κατὰ ἄστυ πτωχεύεσκ' Ἰθάκης", ἀλλ' οὐχ ὡς Ὀδυσσεὺς ἐν μιᾷ οἰκίᾳ. πάλιν δέ· "μετέπρεπε γαστέρι μάργῃ". τίς οὖν ἡ γαστριμαργία; ὥσπερ ὅρον ποιούμενος ἐπάγει· "ἀζηχὲς φαγέμεν καὶ πιέμεν", τὸ ἀδιαλείπτως ἐσθίειν καὶ πίνειν μεταλαβὼν εἰς τὸ ἀζηχές· ἐν ἄλλοις ἔφη "συνεχὲς αἰεί". καὶ ἐπὶ ἄλλου μὲν ἔφη ἐν πᾶσι διαπρέποντος "ὃ δ' ἔπρεπε καὶ διὰ πάντων", ἐπὶ δὲ τοῦ Ἴρου "μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ", ὅτι ἐπὶ τῇ γαστριμαργίᾳ [60] μόνῃ διέπρεπε. πόθεν οὖν Ἶρος καλεῖται; "οὕνεκ' ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι". καὶ πάλιν· "οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί;" τί οὖν τὸ ἐπιλλίζειν; τὸ διανεύειν ‑ "ἑλκέμεναι δὲ κέλονται" ‑ , ἀπὸ τοῦ τοὺς διανεύοντας ἐπίλλειν τοὺς ὀφθαλμούς· καὶ "ἰλλάδες" οἱ συνεστραμμένοι ἱμάντες, ὡς ἀλλαχοῦ ἔφη· "ἐν δὲ στρόφος ἦεν ἀορτήρ". "τὸν μὲν ἄκουρον ἐόντα βάλλ' ἀργυρότοξος Ἀπόλλων". τίς οὖν ὁ ἄκουρος; "μίαν οἴην παῖδα λιπόντα". [61] ὡσαύτως καὶ τὸ "κύμβαχος" ἐξηγεῖται ἐπάγων "ἐπὶ βρεχμόν τε καὶ ὤμους. δηθὰ μάλ' εἱστήκει". "γυῖα" δὲ ἐξηγεῖται· "πόδας καὶ χεῖρας ὕπερθεν"· καὶ "ἀμφιγυήεις" οὖν ὁ περὶ τὰ γυῖα βεβλαμμένος, ὃν καὶ "κυλλοποδίονα" προσεῖπε. καὶ τὸ "γυιώσω μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους", σκελεαγεῖς ποιήσω· ἐπάγει γάρ· "κατὰ δ' ἅρματα ἄξω". φιλοτιμεῖται καὶ τὸ λυκόφως ἐξηγήσασθαι, οἷόν ἐστι "ἦμος δ' οὔτ' ἄρ πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ"· οὐ γὰρ εἰ μηδέπω ἠώς, ἔτι ἦν ἡ νύξ, [62] ἀλλ' ἡ ἀμφιλύκη ἦν, ὁ βαθὺς ὄρθρος. ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ πρὸ ἀνατολῆς ἡλίου πεφωτισμένον διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διάστημα λέγει ἠῶ, δηλοῖ ἐπὶ τῆς νεὼς τοῦ Τηλεμάχου εἰπών· "παννυχίη μὲν ἄρ' ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον"· ἐπάγει· "ἠέλιος δ' ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην". καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθινοῦ φαμεν καὶ ἕωθεν, ὅπερ ὁ ποιητὴς "ἠῶθεν δ' ἀγορήνδε". ἕως οὖν καὶ ἠὼς τὸ πρὸ ἀνατολῆς ἡλίου, τὸ δὲ πρὸ τῆς ἕω λυκόφως καὶ "νὺξ ἀμφιλύκη". λέγει μέντοι καὶ τὸ ἀπὸ ἀνατολῆς ἡλίου ἄχρι μεσημβρίας διάστημα ἠῶ· "ἔσσεται ἢ ἠὼς [63] ἢ δείλη ἢ μέσον ἦμαρ", "ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ", "εὗδον παννύχιος καὶ ἐπ' ἠῶ καὶ μέσον ἦμαρ". λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέραν· "ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος", "ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη", περὶ οὗ φησιν "ἕνδεκα δ' ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ἐλθὼν ἐκ Λήμνοιο". ἠὼς δὲ καὶ ἡ θεός· "ὣς μὲν ὅτ' Ὠρίωνα ἕλετο ῥοδοδάκτυλος Ἠώς". πάλιν αὑτὸν ἐξηγεῖται παρακειμένως δι' ὧν ἐπάγει ἐν τούτοις· "Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός". τί οὖν τὸ κακῶς ὀρίνεσθαι τὸν θυμόν; ἐπάγει "δειδιότα". τί οὖν παρακολούθημα δέους; "σάρκες δὲ περιτρομέοντο μέλεσσιν"· ὁ δὲ δειλὸς κακός, ἀφ' οὗ τὸ "κακῶς". καὶ πάλιν τὸ δεδιέναι, ὅπερ πάθος ἐν τῇ ψυχῇ γίνεται, καὶ τὸ τρέμειν, ὅπερ ἐν τῷ [64] σώματι, ἐπιτέμνων ἔφη· "εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς". ἐπιμένων δὲ τῇ ψυχρᾷ φύσει τοῦ φόβου, κρυόεντα καλεῖ τὸν φόβον· "φόβου κρυόεντος ἑταίρη", καὶ ἐν ἄλλοις· "ψυχρὸν δέος εἷλε" καὶ "ῥίγησε δ' ὁ γέρων" φοβηθείς. εἰ δ' ὁ φόβος ψύχει, δῆλον ὡς τὸ θάρσος θάλπει· εἰκότως ἄρα "θαλπωρὴν" λέγει τὸ θάρσος. ἐκ δὴ τούτων παρακειμένας ἐχόντων τὰς ἐξηγήσεις δεῖ παρατηρεῖσθαι καὶ τὰ ἐν διαφόροις ἐπὶ τῆς αὐτῆς διανοίας παραλαμβανόμενα εἰς ἐξήγησιν τῶν ἀσαφεστέρων.

   Ὅτι μὲν ὁ "τηλύγετος" δηλοῖ παρ' αὐτῷ καὶ τὸν μόνον γενόμενον [65] παρίστησι τὰ ὑφ' Ἑλένης λεγόμενα περὶ Ἑρμιόνης·

   "παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν".

σημαίνει δὲ καὶ τὸν τηλοῦ τῆς ἡλικίας τῷ πατρὶ γεγονότα, ὡς ἐπὶ δυοῖν γηράσκοντι τῷ πατρὶ γενομένων ἔφη "ἄμφω τηλυγέτω· ὃ δ' ἐτείρετο γήραϊ λυγρῷ, υἱὸν δ' οὐ τέκετ' ἄλλον". ἐπὶ τοίνυν τοῦ Ἰδομενέως ὅταν λέγῃ "ἀλλ' οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς", ἐνδέχεται μὲν ἀκοῦσαι ἀπὸ τῶν μονογενῶν [66] παίδων κατὰ μεταφορὰν τὸν μεμονωμένον, ἐνδέχεται δὲ καὶ ὡς τηλοῦ γενεᾶς ὄντα, τουτέστι πρεσβύτην· ἔφη γὰρ περὶ αὐτοῦ·

   "ἔνθα μεσαιπόλιός περ ἐών, Δαναοῖσι κελεύσας

   Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε".

παρέχει δὲ τὴν ἀμφίβολον ἐκδοχὴν αὐτὸν ποιήσας λέγοντα τὸν Ἰδομενέα ἐπιόντος τοῦ Αἰνείου·

   "δεῦτε φίλοι, καί μ' οἴῳ ἀμύνετε· δείδια δ' αἰνῶς"·

ἐκ γὰρ τοῦ "οἴῳ ἀμύνετε" τηλύγετον ἔστιν ἐκδέξασθαι τὸν μόνον· ὅταν δὲ ὁ αὐτὸς πάλιν ἐπάγῃ "καὶ δ' ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον. εἰ γὰρ ὁμηλικίη γενοίμεθα τῷδ' ἐνὶ θυμῷ, αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην", ἀναμφίβολον γίνεται μὴ τὸ [μὴ] τηλύγετόν γε ἐοικέναι ἐπὶ τοῦ [μὴ] ὁμήλικος, ἀλλὰ πρεσβυτέρου καὶ τῆς τηλοτέρας γενεᾶς ὄντος, ὡς ἔφη ποτὲ ἐπὶ τοῦ μὴ ὁμήλικος

   "οὗτος δὲ προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων".

ἀλλ' Ἰδομενεὺς μὲν "μεσαιπόλιος" καὶ διὰ τοῦτο τῆς προτέρας γενεᾶς.

[67]    Τῷ δ' ἤδη δύο μὲν γενεαί: ἥ τε τῶν πατέρων, ὑφ' ὧν γεννηθεὶς ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν ‑ "ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη ... τῶν οἶος λιπόμην" ‑ , τριτάτης δὲ ἄρχει τῆς τῶν παίδων ἑαυτοῦ γενεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύσαντο. καὶ γὰρ ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ τῇ τρίτῃ [τῇ] ἐξ ἑωθινοῦ ἐξιὼν διὰ τρίτης ἀποδημεῖν λέγεται, καίτοι μίαν μόνην τὴν μέσην τελέσας.

[68] ἄλλως τε ἡ γενεὰ λ΄ ἔτη ἔχει· δύο οὖν γενεὰς πληρώσας, εἰς τρίτην κατελέγετο, ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν, οὐχ ὅτι δὴ ἀνθρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο περ‹ι›οδικὰς γενεάς, τουτέστι τὰς καλουμένας δύο γενεὰς ἀνθρωπείας, ὡσεὶ ἔλεγε δύο τριακονταετίας. οὕτω δὲ ζώντων τινῶν τῶν σὺν αὐτῷ ἀνθρώπων, ὅμως αἱ γενεαὶ ἂν εἶεν ἐφθαρμέναι, αὐτὸς δὲ ναύαρχος τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν.

[69]    Πρῶτος δοκεῖ Πλάτων λύπας ἡδοναῖς μιγνυμένας δεικνύναι ἐπ' ὀργαῖς καὶ πένθεσιν, Ὁμήρου πρῶτον τουτὶ συνεωρακότος καὶ τὸν Πλάτωνα διδάξαντος. ὀργὴν μὲν γὰρ οὐδέποτε Ὅμηρος εἴρηκε, χόλον δὲ αὐτὴν προσαγορεύει οἰκειότερον, ἀπὸ τῆς χολῆς, ἥτις ἐν τῷ πάθει κρατεῖ, ἄχος δὲ καὶ ἡδονὴν μεμίχθαι τῷ χόλῳ φησίν, ἄχος μὲν ὅταν λέγῃ·

[70] "Πηλεΐωνι δ' ἄχος γένετ', ἐν δέ οἱ ἦτορ

   στήθεσσι λασίοισι διάνδιχα μερμήριξεν,

   ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

   τοὺς μὲν ἀναστήσειεν, ὃ δ' Ἀτρεΐδην ἐναρίζοι".

ἄχους οὖν παρουσίαν ὁ χόλος ὑφίσταται, ὃν καὶ θυμὸν κέκληκεν·

   "ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν"·

θυμὸν γὰρ νῦν τὸν χόλον ἔφη, οὐχ ὡς ἀλλαχοῦ τὴν ψυχήν. καὶ πάλιν ἐπ' ἄλλου· "ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο". καὶ ὅτι οὐ γεννᾷ μόνον ὀργὴν ἡ λύπη, ἀλλὰ καὶ συμπαραμένει, δηλοῖ ἐπὶ τοῦ Ἀχιλλέως μηνίοντος λέγων "κούρης χωόμενος" καὶ ἐπάγων· "τῆς ὅ γε κεῖτ' ἀχέων". ὅτι δὲ καὶ ἡδονῇ συμμιγὴς ἡ ὀργὴ καὶ ὅτι ἔφεσίς ἐστι καὶ μέτοχος ἐπιθυμίας, ἐξηγεῖται λέγων· [71] "ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπόλοιτο καὶ χόλος, ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι", τουτέστι ἐν ἐφέσει γενέσθαι καὶ ἐπιθυμίᾳ τοῦ χαλεπαίνειν. πῶς οὖν ἡδονῆς μέτοχος; "ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός"· καρδίας γὰρ ἔπαρσιν εἶναι καὶ ὁρμὴν ἐγειρομένην τὴν ὀργήν, ὅπερ αὐτὸς ἐν ἄλλοις ἔφη· "ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ", καὶ ἐπὶ τοῦ Μελεάγρου·

   "ἀλλ' ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων

   οἰδάνει ἐν στήθεσσι νόον".

οὐ μὴν ὅτι [τὴν] αὐτὴν ἔφεσιν καὶ ἔπαρσιν ἀποδεδώκασιν, ἀλλὰ καὶ ζέσιν. διὸ καπνῷ τε ἀπεικάζει τὴν ἔπαρσιν καὶ τοῦ ὀργισθέντος τοὺς ὀφθαλμοὺς πυρὶ ἐοικέναι [72] φησίν. [καὶ μὴν ἡ λύπη μελαίνει τοὺς ὀφθαλμούς, μελαίνει δὲ καὶ ὁ καπνός· "ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ".] τὸ οὖν ἄχος, τὸ τῆς ὀργῆς αἴτιον, καπνίζον τὴν ὀργήν, μελαίνει τὰς φρένας· "μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο". τὸ δ' ἄχος καὶ τὸ ἄχνυσθαι ὅτι μελαίνει, φησὶν "ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν". τὸ δ' ἄχθεσθαι τοῦ ἄχνυσθαι πλεονασμῷ δηκτικῆς ἀγανακτήσεως διαφέρει, λύπη δὲ ἑκάτερον. ἐπιμένων δὲ τῇ ἐξάψει τῇ ἐπὶ τῶν ὀργιζομένων ἔφη· "κεῖνος δ' οὐκ ἐθέλει σβέσαι χόλον, ἀλλ' ἔτι μᾶλλον [73] πιμπλάνεται μένεος", [ὁμοίως τῷ "μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο"]. κατηγορεῖ δὲ τοῦ πάθους ἀγριότητα·

           "αὐτὰρ Ἀχιλλεὺς

   ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν",

καὶ πάλιν· "χόλος δέ μιν ἄγριος ᾕρει", πρὸς ὃ καὶ ὁ παραινῶν ἔφη ὡς ἐπ' ἀγρίου θηρίου· "ἀλλ' Ἀχιλλεῦ, δάμασσον θυμὸν μέγαν". καὶ πάλιν ἐνδεικνύμενος τὴν θηριωδίαν φησίν·

   "εἰ δὲ σύ γ' εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ

   ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας

   ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο".

   καὶ ὅτι τῶν ἐν κινήσει ἀλλ' οὐκ ἐν σχέσει ἐστὶν ὁ χόλος, καθάπερ καὶ τὴν ὀργὴν τῶν ἐν κινήσει φασὶν εἶναι οἱ φιλόσοφοι, δηλοῖ τὰ τοιαῦτα·

   "Ἀτρεΐωνα δ' ἔπειτα χόλος λάβεν, αἶψα δ' ἀναστὰς

   ἠπείλησε μῦθον",

καὶ πάλιν·

   "Πηλεΐδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν

   Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο",

ὡς ἂν δυναμένου [74] καὶ παύσασθαι. ὅταν δ' ἐν σχέσει γένηται καὶ ἡσυχάζῃ, κότον καλεῖ. διό·

   "εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,

   ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ",

ὡς ἐγχωροῦν ἐᾶσαι μὲν τὸν χόλον, περιποιεῖν δὲ τὸν κότον, μηνίειν δὲ εἰκότως, ἀφ' οὗ κινηθέντος πάλιν χόλος. ταὐτὸν καὶ θυμός, ὅταν μὴ τὴν ψυχὴν σημαίνῃ, δηλοῖ τῷ χόλῳ· ἀλλ' ὁ μὲν θυμὸς ἀπὸ τοῦ θύειν, ὁ δὲ χόλος ἀπὸ τῆς χολῆς καὶ τοῦ χολᾶν προσηγόρευται. εἰπὼν γοῦν· "μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν", ἐπάγει·

   "θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων"·

καὶ πάλιν·

[75]    "ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν",

   καὶ πάλιν· "καὶ μάλα περ θυμῷ κεχολωμένον", εἰ μή τις ἐνταῦθα θυμὸν τὴν ψυχὴν λέγει, ὡς τὸ

   "ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν"·

τὸ δ'

           "ἄληκτόν τε κακόν τε

   θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν οὐρανίωνες

   οὕνεκα κούρης"

ἐπὶ τοῦ χόλου λέγει καὶ ἀντὶ τῆς ὀργῆς παραλαμβάνει. ὅτι δὲ παρὰ τὸ θύειν καὶ ἐγείρεσθαι καὶ ἡ ψυχὴ καὶ ἡ ὀργὴ θυμός, δηλοῖ λέγων· "Τρωσὶ θυμὸν ἐγεῖραι". θυμὸς δὲ καὶ χόλος, προσλαβὼν τὴν ἐπὶ τὸ δρᾶσαι κακὸν ἀγανάκτησιν, χώεσθαι λέγεται, καὶ ὁ ἐν τῷ τοιούτῳ πάθει "χωόμενος κῆρ"· αὐτίκα τὸν λοιμὸν ἐπάγει, καὶ δράσαντος ἐρωτῶσιν·

[76]    "ὅς κ' εἴπῃ ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων"·

διὸ καὶ ἐπὶ τοῦ δρᾶσαί τι πονηρὸν δυναμένου βασιλέως δι' ὀργὴν εἴρηται· "κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ". οὕτως εἴρηκε καὶ τὸ "σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος" ἀντὶ τοῦ ἀμυχὰς ποιήσεις, σπαράττων τὴν ψυχήν· οὕτω τὸ δραστικὸν δι' ἀγανάκτησιν περιέχει τὸ χώεσθαι. καὶ τοίνυν τὸ "χωόμενος δ' ὁ γέρων πάλιν ᾤχετο" ἀκουσόμεθα οὐδὲ ἁπλῶς ὀργιζόμενος, ἀλλὰ μετ' ἀγανακτήσεως ἀμυντικῆς· διὸ καὶ καταρᾶται, καὶ κατὰ τοῦτο ἀμυνόμενος. διὸ καὶ "χωόμενος κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς" Ἀχιλλεὺς τῇ ὀργῇ δηλοῦσθαι ποιεῖ τὴν τιμωρητικὴν διαγανάκτησιν· ἐπιβουλεύεται οὖν διὰ τῆς μητρὸς τοῖς Ἕλλησι καὶ οὐχ ἁπλῶς ὀργίζεται.

[77] ὅπερ γὰρ τὸ ἄχθεται πρὸς τὸ ἄχνυται ἔχει περιττεύουσαν ἀγανάκτησιν, τοῦτο τὸ χώεσθαι πρὸς τὸ χολοῦσθαι· "μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη", ἀντὶ τοῦ ὀργισθείη·

   "γαῖα δ' ὑπεστονάχιζε Διὶ ὣς τερπικεραύνῳ

   χωομένῳ",

καὶ ἐπάγει τὰ ἐκ τοῦ χώεσθαι· "ὅτε τ' ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ". ἐν κινήσει μὲν οὖν χόλος, θυμός· χώεσθαι οὖν ταὐτὸν θυμὸς καὶ χόλος· τὸ δὲ χώεσθαι ἀντὶ τοῦ σκύζεσθαι. εἰπὼν γοῦν "σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω χωομένης", ἐπάγει· "οὔ σευ ἐγὼ σκυζομένης ἀλέγω"· ἐπὶ τοῦ Ἀχιλλέως "χωόμενος κατὰ θυμὸν" εἰπών, ποιεῖ λέγοντα·

   "οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον".

ἐν δὲ σχέσει μῆνις †μὲν κότος ὢν καὶ μῆνις μὲν ὁπόταν μὴ τὸ μένος [78] δηλοῖ ταὐτόν · ἔστι γὰρ καὶ μένος ὀργὴ ἐναπόθετος καὶ ἔμμονος· πάλιν δὲ μῆνις, προσειληφυῖα τὸ ἐπιτηρητικὸν μετ' ἀγανακτήσεως ‹καὶ› κακοποιίας, κότος γίνεται, ὡς τὴν μὲν μῆνιν ἐκ τοῦ χόλου ἐναποκεῖσθαι, τὸν δὲ κότον ἐκ τοῦ χώεσθαι. ὅτι δὲ παρὰ τὸ μένειν ἡ μῆνις· "αὐτὰρ ὃ μήνιε [παρὰ] νηυσὶ παρήμενος ὠκυπόροισι" καὶ "ἀλλὰ σὺ μὲν νηυσὶ παρήμενος ὠκυπόροισι μήνι' Ἀχαιοῖσι", καὶ διὰ τὸ μένειν καὶ κεῖσθαι ἡσυχάζοντα καὶ ἔχοντα σιγήν, φησὶ "κεῖτ' ἀπομηνίσας", παρὰ τὸ κεῖσθαι τὸν μηνίοντα· καὶ ὁ πᾶς χρόνος μηνιθμός· "πάνθ' ὑπὸ μηνιθμόν". ὅτι δὲ μένος καὶ μῆνις ταὐτόν· "Ἀτρεΐδη, σὺ δὲ παῦε τεὸν μένος". τίς οὖν ἐστι μῆνις; χόλος, φησί, μὴ ἀφεθείς· ἐπάγει γοῦν· "αὐ[79]τὰρ [80] ἐγώ γε λίσσομ' Ἀχιλλῆϊ μεθέμεν χόλον"· καὶ πάλιν ἀντὶ τοῦ φάναι μὴ μήνιε ἔφη· "ἔα δὲ χόλον θυμαλγέα", καὶ παυσαμένῳ μήνιδός φησι "μεταλλήξαντι χόλοιο". καὶ ὁ μεθεὶς τὸν χόλον καὶ ἀμήνιτος μεθήμων· "ἀλλὰ μάλ' οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων"· καὶ ὁ ἄγαν τηρῶν καὶ ὁ ἀναφαίρετος τὸν χόλον "ἀιὲν ἐπιζαφελῶς χαλεπαίνει"· ζαφελὲς γὰρ τὸ ἀναφαίρετον, καὶ ζαφελὴς οὖν χόλος ἡ μῆνις, "ὅτε κέν τιν' ἐπιζαφελῶς χόλος ἵκοι"· περὶ γὰρ τῶν μηνιόντων ὁ λόγος. [καὶ τὸ μένος δὲ παρὰ τὸ μένειν, μένειν δὲ ἀκίνητον καὶ ἄτρομον καὶ μὴ φεύγειν· "ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα ἄτρομον". ὅτι γὰρ παρὰ τὸ μένειν· "ἔτι μοι μένος ἔμπεδόν ἐστι". καὶ μένος οὖν χειρῶν τὸ ἔμμονον ἔργον πρὸς τὸ [81] δράξασθαι· "οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον"· καὶ ὅτι παρὰ τὸ μένειν τὸ μένος· "Ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν", "οὔτε Τρώων βίας ὑπεδείδισαν οὔτε ἰωκάς, ἀλλ' ἔμενον νεφέλῃσι ἐοικότες". ὅτι δὲ τὸ μένος σθένος· "πάντως, οἷον ἐμὸν μένος καὶ χεῖρες ἄαπτοι" εἰπόντος τοῦ Διός, φησίν· "εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν". ὡς οὖν [παρὰ] τὸ σθένος μένος, οὕτω καὶ χόλος μένων μένος καὶ μῆνις. εἰπὼν γοῦν "χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις", ἐπάγει· "οὐ γάρ τ' αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων".] ὅτι δὲ μῆνις ἐπιτηροῦσα καιρὸν τιμωρίας κότον δηλοῖ· "ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ"· τὸ γὰρ "ὄφρα τελέσσῃ" ἕως [82] ἂν κατεργάσηται καὶ κακώσῃ τὸν λυπήσαντα. ὅτι δὲ παρὰ τὸ ἐγκεῖσθαι κότος εἴρηται, ἐξηγεῖται· "ὅ τοι κότον ἔνθετο θυμῷ", καὶ ὅτι ἐπιτηρητικὸν ὁ κότος εἰς τὸ δρᾶσαί τι πονηρόν· "Ζεὺς δέ σφιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆσδ' ἀπάτης κοτέων· τὰ μὲν ἔσσετ' οὐκ ἀτέλεστα", ὁμοίως τῷ "ἔχει κότον, ὄφρα τελέσσῃ". καὶ πάλιν "ὀλλῦσαι Τρῶας, τοῖσι κότον αἰνὸν ἔθεσθε"· ἔθεσθε δὲ ἐν τῷ θυμῷ ἀκουστέον· τὸ γὰρ αὐτό ἐστι τῷ "κότον ἔνθετο θυμῷ". καὶ εἰπὼν ὅτι τῷ Ἀγαμέμνονι "καὶ ἐκπάγλως κοτέοντο νεμέσηθέν τ' ἐνὶ θυμῷ", προσάγει τὰ ἐκ τοῦ κότου ἔργα·

   "Ἀτρεΐδη νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ

[83]    πᾶσιν ἐλέγχιστον θέμεναι".

καὶ τὰ "οὐδ' ὄθομαι κοτέοντος" οὐκοῦν ἀκουσόμεθα τῆς εἰς τὸ δρᾶν ἐγκειμένης μήνιδος μὴ φροντίζειν· διὸ καὶ αὐτὸς ἐπαπειλεῖ ἐπεξελθὼν καὶ ἐπάγει· "ὄφρ' ἐῢ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν". [καὶ ὅτι μὲν ἡ μῆνις μέγαν χόλον δηλοῖ· "πὰρ Διὸς αἰγιόχοιο χόλος [δὲ] καὶ μῆνις ἐτύχθη"· ὅτι δὲ μῆνις ἀγανάκτησιν ἀμυντικὴν περιέχουσά ἐστιν ὁ κότος, παρίστησι διὰ τούτων·

   "εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν

   ἱερῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις"·

μηνίσας οὖν ὁ θεὸς εἰς κότον μεθίσταται.] εἴρηται τοίνυν ὅτι ἡ μὲν κατὰ κίνησιν πρόσκαιρος ὀργὴ χόλος καὶ θυμός, ἡ δὲ [κίνησις] μετ' ἀγανακτήσεως [84] δραστικῆς ἐνεργείας χώεσθαι λέγεται καὶ σκύζεσθαι, ὡς ἀπόθετος μὲν χόλος μένος καὶ μῆνις, ‹μῆνις› δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα κότος, καὶ ὅπως ὁρμὴ ἐπηρμένη μετὰ λύπης καὶ ὀρέξεως ἡ ὀργή, καὶ ὅπως κατὰ αὔξησιν τοῦ θυμοῦ γίνεται. καὶ πάντα ὅσα ἔγκειται παρατηρεῖν μᾶλλον ἠξίουν τοὺς τὰς μικρὰς ἐξηγήσεις περὶ τὴν μῆνιν καταβαλλομένους.

   Γελοίως ὁ Ἀπίων τοὺς ἱπποκορυστὰς ἀπέδωκε τοὺς κόρυθας ἔχοντας [85] ἱππείαις θριξὶ κεκοσμημένας. εἰ δὲ παρὰ τὴν κόρυν συνέκειτο, κἂν ἱπποκόρυθες ἐλέγοντο. νῦν δὲ σημαίνει τὸν ἐφ' ἵππων ὁπλίτην. κορυστὴς γὰρ ἀπὸ μέρους ὁπλίτης καὶ μαχητής· "πρῶτος δ' Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστήν", "ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύο Αἴαντε κορυσταί". καὶ τὸν Ἄρεα δὲ ἔφη χαλκοκορυστήν·

   "Ἀργεῖοι δ' ὑπ' Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ",

τὸν ὁπλίτην σημαίνων καὶ ἀντίθετον τῷ ἱπποκορυστής. ἐκ δὲ τοῦ κορύεσθαι, ὅπερ ἐν πλεονασμῷ τοῦ θ ἔφη "κορθύεται", ἥ τε περικεφαλαία κόρυς καὶ κορύνη, ἀμυντήριον ἐκ κεφαλῆς ῥοπὴν ἔχον καὶ βάρος, παρὸ καὶ ῥόπαλον λέγεται, καὶ κορυνήτης ὁ τῇ κορύνῃ χρώμενος. ἔμπαλιν δὲ τὸ εἰς τὸ σκηρίπτεσθαι ἐπιτήδειον ξύλον [86] σκηπάνιον καὶ σκῆπτρον. καὶ ἐπὶ τοῦ δόρατος τοῦ ἐπερεισθέντος τῇ γῇ "οὔδει ἐνισκίμφθη"· ὥσπερ δὲ ἐπὶ τοῦ δόρατος, ‹ᾧ› καταχρῶνται εἰς τὸ σκηρίπτεσθαι, "στῆ δ' ἄρ' ἐπὶ μελίας χαλκογλώχινος ἐρεισθείς", οὕτω ἐπὶ τοῦ ῥοπάλου, ὅταν λέγῃ "δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστί", ὥστε σκηρίπτεσθαι. ἐν δὲ τῷ ἱπποκορυστὴς δύναται ἵππου γενικὴ συγκεῖσθαι ἀντὶ τοῦ ἱππεύς, ὡς τὸ "ἐν δ' ἄρα τοῖσιν ἀρήϊος ἵστατ' Ἀχιλλεύς, ὀτρύνων ἵππους ‹τε› καὶ ἀνέρας ἀσπιδιώτας"· τοὺς γὰρ ἵππους τοῖς ἀσπιδιώταις ἀνδράσιν ἀντιτιθείς, τουτέστι τοῖς ὁπλίταις, ἐμήνυσεν ὅτι ἀντὶ τῶν ἱππέων τοὺς ἵππους ἔφη. ᾧ τρόπῳ καὶ ἐν τῇ συνηθείᾳ λέγομεν ἡ ἵππος τῶν Περσῶν ἐνίκησεν, ἀντὶ τοῦ οἱ ἱππεῖς· ἡγεμονικώτεροι δὲ τῶν πεζῶν οὗτοι. διὸ ὀτρύνει "ἵππους τε καὶ ἀνέρας". καὶ τὸ εὕδειν οὖν ἀνέρας ἱπποκορυστὰς [87] κατ' ἐπικράτειαν εἰρημένον δηλοῖ· οὐ μόνον οἱ ἱππεῖς ἀλλὰ καὶ οἱ πεζοὶ οὐδ' οἱ ἄνδρες μόνον ἀλλὰ καὶ αἱ γυναῖκες ἐκάθευδον.

   Παρατηρεῖν δεῖ ‹ὅτι›, ὅταν ἐκ προσώπου τινὸς μετάγειν λόγους [88] μέλλῃ τινὰς ὁ ποιητής, καὶ προλέγει προσημαίνων οἷος ἔσται ὁ λόγος ἢ μεθ' οἵας διαθέσεως λεγόμενος. οὕτω γὰρ ὅρον λαβόντες παρὰ τοῦ ποιητοῦ ἐπὶ τοῖς αὐτοῖς οἷσπερ ὁ ποιητὴς παρήγγειλε τῶν λεγομένων ἀκουσόμεθα. οἷον εἰπόντος "τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη", ὑβριστικοὺς προσδεκτέον ἔσεσθαι τοὺς λόγους, οἷοι ἂν γένοιντο ὑπὸ τοῦ ὑποβλεπομένου· καὶ πάλιν προειπόντος· "καί μιν νεικείων ἔπεα πτερόεντα", θεωρητέον [89] εἰ οἱ μέλλοντες ἐπάγεσθαι λόγοι ὀνείδη παρέχουσιν. ὅταν δὲ "ὅ σφιν εὖ φρονέων ἀγορήσατο καὶ μετέειπε", φρονίμους προσδεκτέον λόγους· φρονίμου γάρ ἐστι ‹τὸ› τὰς αἰτίας τῶν ἐνεστηκότων εἰπεῖν καὶ τὸ μετὰ ταῦτα ἐπάγειν τὰ ποιητέα. τὸ μὲν οὖν "ἀγορήσατο" δηλοῖ τὴν ἐξήγησιν καὶ φανέρωσιν τῶν ἑστηκότων, ὡς ὁ λέγων "οὔτ' ἄρ' ὅ γ' εὐχωλῆς ἐπιμέμφεται οὔθ' ἑκατόμβης, ἀλλ' ἕνεκ' ἀρητῆρος ὃν ἠτίμησ' Ἀγαμέμνων", τὸ δὲ "μετέειπε" τὸ [90] μετὰ ταῦτα ἐπαγαγεῖν τὸ ποιητέον· ἐπάγει γάρ·

   "οὐδ' ὅ γε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει,

   πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι"

καὶ τὰ ἑξῆς. καὶ τὰ ἐπὶ τοῦ Νέστορος·

   "ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει"

διήγησιν ἔχει τῶν ἐνεστηκότων ἅπερ "ἀγορήσατο", ἐπὶ δὲ τοῦ "ἀλλὰ πίθεσθε καὶ ὔμμες" μετὰ τὸ διηγήσασθαι τὰ ἐνεστηκότα εἶπεν ἃ δεῖ πράττειν. πάλιν ὅταν προείπῃ·

   "καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσι",

δεῖ ἡμᾶς τῶν μελλόντων λέγεσθαι λόγων ἀκούειν ὡς κούφων καὶ ἐπηρμένων, ὑψηλολογοῦντος διὰ τὴν νίκην τοῦ Ὀδυσσέως· τοιοῦτον [91] γὰρ τὸ "τούτων νῦν ἐφίκεσθε, νέοι", καὶ τὰ ἑξῆς· προθεωροῦντι γὰρ ἔοικεν ὁ ποιητὴς ἑαυτὸν καὶ προδιατιθέναι τι τοὺς ἀκουσομένους περὶ τοῦ [90] εἴδους τῶν λόγων. ἐκ δὲ τούτου πολλὰ ἔνεστι λύειν τῶν παρεωραμένων τοῖς γραμματικοῖς. αὐτίκα τὸ ἐπὶ τοῦ Διός· "αὐτίκ' ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων". μὴ νοήσαντές τινες ὅτι περὶ τοῦ μέλλοντος τρόπου τοῦ λόγου εἴρηκεν, ἀλλοκότους ἐξηγήσεις ποποίηνται· [91] φησὶ γὰρ ὅτι παραβλητικοῖς ἐχρῆτο λόγοις ὁ Ζεύς, παραβάλλων καὶ ἀντεξετάζων τὴν Ἀφροδίτης Ἀλεξάνδρῳ ἐπικουρίαν πρὸς τὴν Ἥρας καὶ Ἀθηνᾶς τῷ Μενελάῳ γινομένην. τὸ οὖν "παραβλήδην" τὸ μετὰ τοῦ παραβάλλειν λέγει, ὅπερ εἰώθασι λέγειν συγκρίνειν. καὶ ὅτι τοῦθ' οὕτως ἔχει, δηλοῖ ὁ τοῦ Διὸς λόγος συγκριτικὸς ὤν· "δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τ' Ἀργείη καὶ ἀλαλκομενηῒς Ἀθήνη. ἀλλ' ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον· τῷ δ' αὖτε φιλομειδὴς Ἀφροδίτη αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει". καὶ οὐκ ἔστιν ἁπλῶς παραβολὴ καὶ ἀντεξέτασις, ἀλλ' οὕτως ἐρεθιστικὴ καὶ κέρτομος, ὡς προεῖπεν ἔσεσθαι· δοιαὶ μὲν Μενελάῳ, μία δὲ τῷ Ἀλεξάνδρῳ, καὶ ἡ μὲν Ἥρα κηδεμὼν τοῦ Ἄργους κἀκεῖ χρηματίζουσα καὶ διὰ τοῦτο καὶ τοῦ Μενελάου κήδεσθαι [92] ὀφείλουσα, ἡ δὲ Ἀθηνᾶ ἀλαλκομενηΐς, ἡ δὲ Ἀφροδίτη φιλομειδὴς καὶ οὐκ ἀπ' Ἰλίου· καὶ ὅμως αἱ μὲν νόσφι τοῦ Μενελάου κάθησθε, ἡ δὲ "αἰεὶ παρμέμβλωκε"· καὶ αἱ μὲν θεωροὶ εἰς τέρψιν τῶν ἀγώνων, ἡ δὲ αὐτῷ κῆρας ἀμύνει συμπαραμένουσα· "καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι". ὀρθῶς ἄρα προείρηκε ὅτι ἐρεθιστικὸς ὁ λόγος ἔσται καὶ χλευαστικὸς καὶ παραβλητικός. πάλιν ὅταν ἐπὶ τῆς Θέτιδος λέγῃ "ὣς ἔχετ' ἐμπεφυυῖα, καὶ ἤρετο δεύτερον αὖτις", τὸ "ἤρετο" οὐ χρὴ ἀκούειν ἀντὶ τοῦ ἠρώτα ἁπλῶς, ἀλλ' ἀντὶ τοῦ ἠρώτα τὸ ἀληθὲς μαθεῖν θέλουσα· ἐπάγει γὰρ "νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπ', ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ' ἐῢ εἰδῶ ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι", ἐπεὶ καὶ ἐν ἄλλοις ἔφη· "εἰρωτᾷς μ' ἐλθόντα θεὰ θεόν· [93] αὐτὰρ ἐγώ τοι νημερτέως τὸν μῦθον ἐνισπήσω". καὶ τὸ "εἴρεαι" τοίνυν "ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω" οὕτως ἀκουσόμεθα· εἰ τἀληθὲς ἀκοῦσαι βουλόμενος ἐξετάζεις. καὶ τὸ "Ἑρμείαν ἐρέεινε Καλυψώ, δῖα θεάων"· ἐπάγει γὰρ "αὔδα ὅ τι φρονέεις". τὸ ἐνισπεῖν δὲ παραπλησίως οὐ μὴν ἁπλῶς τὸ εἰπεῖν, ἀλλ' ἀληθῶς εἰπεῖν· "αἴ κ' ἐθέλῃσθα κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν", καὶ τὸ "νημερτέως τὸν μῦθον ἐνισπήσω", ἀναμαρτήτως τἀληθὲς ἐρῶ· κεῖται γὰρ ὡς εἰ ἔλεγεν ἐπαληθεύσομαί σοι ἀψευδῆ τὸν λόγον. καὶ τὸ "ἔννεπε" οὖν ἀληθῆ λέγε·

   "τίς γὰρ τῶν ὄχ' ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα",

καὶ τὸ "ἄειδε" πάλιν ἀληθῆ ἐν ποιήμασι λέγε· ἀοιδὴ γὰρ ἡ ποίησις. εἰπὼν γοῦν "ἀλλά γε [94] δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον", ἐπάγει· "αἴ κεν δή μοι τάδε κατὰ μοῖραν καταλέξῃς", ὅπερ ἐν ἄλλοις· "πάντα κατ' αἶσαν ἔειπες, ἀγακλεές". τί οὖν τὸ "κατ' αἶσαν" εἰπεῖν; φησὶν "οὐδ' ἂν ἔγωγε ἄλλα πάρεξ εἴποιμι παρακλιδόν, οὐδ' ἀπατήσω" [καὶ ὅταν δὲ προείπῃ "εἶθαρ δὲ προσηύδα", τὸ εὐθὺ καὶ ἀληθὲς καὶ φανερὸν ἀκουσόμεθα. ὅπερ πάλιν ἔφη "ἔπος ἀντίον ηὔδα", ἐξηγήσατο τὸ ἄντικρυς καὶ διαῤῥήδην, ὅπερ ἐν ἄλλοις ἔφη "ἄντικρυ δ' ἀπόφημι"]· τοῦ γὰρ εὐθέος λόγου δύναμις τὸ μὴ πάρεξ εἰπεῖν ἀλλὰ μηδὲ παρεκκλῖναι, καθάπερ ἐπὶ τῶν οὕτω βαδιζόντων. καὶ τὸ "ἀντίον" δὲ "ηὔδα" ἐξηγήσατο "τῶν οὐδέν τοι ἐγὼ κρύψω [95] ἔπος οὐδ' ἐπικεύσω"· οἱ γὰρ ἰθὺ καὶ κατεναντίον ἰόντες οὐ κρυπτάζονται, κρύπτουσι δὲ μάλιστα οἱ κλέπτοντες. ὅθεν ἐπὶ τοῦ ἀπατῶντος "κλέπτε νόῳ". ‹τί οὖν τὸ "κλέπτε νόῳ";› "ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ".

   Τὸ "κακοσσόμενος" οὐ σημαίνει τὸ [96] κακῶς ὑποβλεψάμενος· οὐ γὰρ οἷόν τε ‹τὸ› κακῶς συναλεῖψαι διὰ τὸ σύμφωνον οὐδ' ἔστιν ὅπου τὸ ὑποβλέψασθαι ὄσσεσθαι λέγει· ἀλλὰ σημαίνει τὸ "κακοσσόμενος" (ἐν συνθέτῳ γὰρ εἴρηται) κακόμαντις. ἐπεὶ γὰρ "ὄσσα" ἡ θεία φωνή, ἣν καὶ Διὸς ἄγγελον ἔφη ‑ "μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσ' ἰέναι, Διὸς ἄγγελος" ‑ , Διὸς ‹δὲ› ἄγγελοι καὶ οἱ μάντεις καὶ τῆς ὀπὸς τῶν θεῶν ἀκούουσιν, ἥτις ἐστὶν ὄσσα ‑ "ὣς [97] γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν" ‑ , ἀπὸ τῆς ὄσσης πεποίηκε τὸ "κακοσσόμενος", ἀντὶ τοῦ ὡς κακόμαντιν αὐτὸν ὀνειδίζων, ὡς εἰ ἔλεγε· κακὸν ἄγγελον τῆς Διὸς ὄσσης ἀποκαλῶν. οὐδὲ γάρ ἐστιν ἁπλῶς κακολογῶν, ὅτι οὐδὲ ὄσσαν ἁπλῶς τὴν φωνὴν σημαίνει, ἀλλὰ τὴν θείαν, ἀλλ' ἔστιν ὡς ἐπὶ κακῷ χρώμενον τῇ θείᾳ φωνῇ λοιδορῶν. εἴρηκε δὲ καὶ ἐν ἄλλοις·

   "οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ' ἱκάνω

   ἀλλ' ἀγαθὰ φορέουσα",

οὐ κακὸν κληδονιζομένη, καὶ "ὀσσόμενος πατέρ' ἐσθλὸν ἐνὶ φρεσὶ" σημαίνει ὁ ἐν αὑτῷ κληδονιζόμενος καὶ εὐχόμενος [98] θείας τυχεῖν φήμης περὶ τῆς ἐπανόδου τοῦ πατρός, καὶ τὸ "οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμός", ἀντὶ τοῦ προεμαντεύετο. καὶ ἔτι μᾶλλον ἀπὸ τῆς ὄσσης τὸ ὄσσεσθαι αὐτὸς ἐδήλωσεν ἐπὶ τῶν μνηστήρων λέγων "ἐς δ' ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ' ὄλεθρον"· τοῦτο ἐπ' ἄλλου ἐξηγήσατο εἰπών· "Ξάνθε, τί μοι θάνατον μαντεύεαι;" τὴν δὲ ὄσσαν ὅτι θεία φωνὴ ἐξηγεῖται λέγων· "ἢ ὄσσαν ἀκούσεις ἐκ Διός". λέγει δὲ αὐτὴν καὶ κληδόνα· "ἤλυθον, εἴ τινά μοι κληδόνα πατρὸς ἐνίσποις", κληδὼν δὲ παρὰ τὸ κλέος διδόναι καὶ φέρειν· "ἢ ὄσσαν ἀκούσεις, ἥ τε κλέος μάλιστα φέρει ἀνθρώποισι", καὶ αὐτὸς ὁ Τηλέμαχος "πατρὸς [99] ἐμοῦ", φησί, "κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω", καὶ

   "ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ' εἴης".

καὶ ἡ μεγάλη καὶ ἔνδοξος φήμη καὶ κληδὼν μέγα κλέος· "πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκ' Ἀχαιοὶ ἐς Τροίην νήεσσιν ἀναπλεύσασθαι ἔμελλον". τὴν δὲ ὄσσαν, οὖσαν θείαν φωνήν, καὶ "ὀμφὴν" προσαγορεύει· "θείη δέ μιν ἀμφέχυτ' ὀμφή", καὶ τὸ "ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί", ἐπειδὴ ἡ ὄσσα καὶ ἡ ὀμφὴ Διὸς ἄγγελός ἐστιν. ἔστι δέ τις ἄλλη ἡ δήμου φήμη, ἡ ὑπὸ τοῦ δήμου διαδιδομένη περί τινος ἀγγελίας, ὡς τὸ "εὐνήν τ' αἰδομένη [100] πόσιος δήμοιό τε φήμην", καὶ πάλιν "χαλεπὴ δ' ἔχε δήμου φήμη", καὶ "ἀγορὰ πολύφημος", ἐν ᾗ πολλὰ φατίζεται. ἤδη δὲ φήμην καὶ τὴν κληδόνα που εἴρηκεν· "φήμην δ' ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρίς". ὥστε ὄσσα μὲν καὶ ὀμφὴ καὶ κληδὼν ἐπὶ τοῦ αὐτοῦ, φήμη δὲ καὶ ἐπὶ τῆς θείας κληδόνος καὶ ἐπὶ τῆς ἀνθρωπίνης διαλαλήσεως· οἴεται γὰρ θείαν εἶναι φωνὴν Ὅμηρος, ἧς τοὺς μάντεις ἀκούειν ‑ "ὣς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν" ‑ , ταύτην δὲ διαδίδοσθαι μηδενὸς προκατάρξαντος ἀνθρώπου ἐκ τῆς οἰκείας βουλήσεως·

   "ὄσσα δ' ἄρ' ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,

   μνηστήρων στυγερὸν θάνατον καὶ κῆρ' ἐνέπουσα"·

παρὰ γὰρ τὴν ὄπα τὸ "ἐννέπουσα". τὸ μὲν οὖν "κακοσσόμενος" σημαίνει τὸ εἰρημένον, τὸ [101] δὲ "κρήγυον" οὐκ οἶδ' ὅπως σημαίνειν τὸ ἀληθὲς ἀποδεδώκασιν, αὐτοῦ ἀντιτιθέντος οὐ τῷ ψευδεῖ ἀλλὰ τῷ κακῷ τὸ "κρήγυον"· ἀντίκειται δὲ τῷ κακῷ οὐ τὸ ἀληθές, ἀλλὰ τὸ ἀγαθόν· "οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπες· αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι". ἔστι δὲ τὸ "κρήγυον" τὸ τῷ κέαρι ἡδὺ καὶ προσηνές, ὃ ταὐτὸν τῷ θυμῆρες. καὶ ἐν ἄλλῳ· "οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες", οὐ γὰρ παρὰ τὸ προσῆκον τὰ κακὰ ἠγόρευσας. καὶ ὁ "νηκερδὴς" οὖν ἐναντίος καὶ μὴ φειδόμενος τοῦ ἀγορεύειν τὰ κακὰ "οὐ πώποτε τὰ κρήγυα" λέγει. οἶμαι δὲ ὅμοιον εἶναι τὸ "μάντι κακῶν"

[102] τῷ "αἰναρέτη", ὃ σημαίνει κακωτικὴν ἀρετὴν κεκτημένε, καὶ τῷ "ὀλοόφρων"· σημαίνει γὰρ τὸν βλαπτικὴν ἔχοντα φρόνησιν· καὶ "οὐλόμενος" δὲ ὁ ὀλοὸν ἔχων τὸ μένος, "οὐλομένη" δὲ ἡ "μῆνις" ἡ ἐξ ὀλοοῦ μένους γενηθεῖσα· ὁ γὰρ ταύτην ἔχων ὀλοός· "ἀλλ' ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ' ἐπαρήγειν". ταῦτα μὲν οὖν ἔστι λέγειν τοῖς ἀγαθόν τι κεκτημένοις καὶ διὰ τοῦδε βλάπτουσι καὶ μὴ ὠφελοῦσιν· ἥ τε γὰρ ἀρετὴ καὶ ἡ φρόνησις καὶ τὸ μένος καὶ ἡ μαντικὴ τῶν ἀγαθῶν, οἱ δὲ μὴ δι' αὐτῶν ὠφελοῦντες ἀλλὰ λυποῦντες εἰκότως ὡς ἐπὶ κακῷ κεκτημένοι τὸ ἀγαθὸν διαβάλλονται. ἀλλὰ δὴ εἴωθε συντιθέναι [103] εἰς διαβολήν τινων ὡς δυσωνύμων, οἷον τὸ "Δύσπαρι" καὶ τὸ "μῆτερ ἐμή, δύσμητερ" καὶ "ἦ τάχα Ἶρος Ἄϊρος"· ἔστι γὰρ ὁ κακόϊρος, ὡς ἡ ἄμορφος γυνή, καὶ τὴν Ἴλιον "Κακοΐλιον οὐκ ὀνομαστήν"· διὰ γὰρ τοῦ "οὐκ ὀνομαστὴν" τὸ δυσώνυμον ἐπεσημήνατο.

   Πρόσσχες μοι καὶ τούτοις, εἰ προσήκουσαν παρ' ἡμῶν λαμβάνει τὴν λύσιν.

   "Ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην". τὸ "ἐσάγουσα" οὐκέτι κατὰ τὸ σύνηθές ἐστιν, οἷον εἰσφέρουσα (οὐ γὰρ εἰσάγειν μεθ' ἑαυτῆς λέγει τὴν Λαοδίκην), [104] ἀλλὰ πρὸς τὴν Λαοδίκην εἰσπορευομένη· εἰσῄει γὰρ πρὸς Λαοδίκην, ἀλλ' ἐπεὶ ταύτῃ ὁμοιωθεῖσα ἡ Ἀφροδίτη τὴν Ἑλένην ἐπὶ τὸ τεῖχος ἐξήγαγεν· "εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης ἔχε κρείων Ἑλικάων Λαοδίκην"· νομίζουσα γὰρ ὄντως εἰς τὸ τεῖχος ὑπὸ τῆς Λαοδίκης ἀπῆχθαι, εἰσῄει τὴν αἰτίαν τῆς ἐξόδου πολυπραγμονήσασα.

   Εἰς τὸ "τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες". τῷ "ἐξαγαγόντες" ὁμοίως τῷ "εἰσάγουσα θυγατρῶν εἶδος ἀρίστην" κέχρηται. ὡς γὰρ τοῦτο σημαίνει τὸ εἰσπορευομένη, [105] οὕτω τὸ "ἐξαγαγόντες" ἐκπορευθέντες τοῦ πεδίου. ἕνα τύμβον πάντων ἄκριτον ἐποιοῦντο, τουτέστι μὴ καθ' ἕκαστον τῶν τεθνηκότων διακρινομένων. [τὸ δὲ ἄκριτον ἀντὶ τοῦ ἀγνώριστον, ἀχώριστον, ὅμοιον τῷ λοιπῷ πεδίῳ.]

   Ἐξαίσιον: ἐξαίσιον τὴν παράνομον λέγει εὐχήν, τὴν ἔξω αἴσης καὶ μοίρας.

  [106] Εἰς τὸ "ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι". οὐκ ἔστι τὸ ἔδησεν ἀπὸ τοῦ δεσμοῦ οὐδ' Ἄρης ὁ πόλεμος νῦν ἢ θεός, ἀλλὰ τὸ μὲν ἔδησε κατὰ συγκοπὴν ἐδέησε, περισπαστέον δὲ τὸ "ἀρῆς", ἵν' ᾖ βλάβης, ὡς τὸ "Μέντορ, ἄμυνον ἀρήν"· ἐμοῦ γὰρ ἐδέησε καὶ χρείαν ἔσχε τῆς βλάβης βοηθὸν ἔχειν.

      "Οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα

   ἄνδρ' ἀπαρέσσασθαι, ὅτε τις πρότερον χαλεπήνῃ".

ἀμφίβολον διὰ τὴν αἰτιατικήν. ἔστι δὲ ὁ λόγος περὶ τοῦ βασιλέως, ὅτι οὐκ ἔστι νεμεσητόν, [107] εἰ βασιλεὺς ἄνδρα βλάψας καὶ τῆς ἀδικίας προϋπάρξας ἀπαρέσσεται αὐτόν. ἔστι δὲ τὸ ἀπαρέσσεται τὸ τῆς ἀρᾶς ἀπᾶραι, τουτέστι τῆς βλάβης ἀπαλλάξασθαι καὶ ἐξιλάσασθαι.

   Ἀγῶνα: νῦν τὸν ναὸν λέγει. ἀγὼν δὲ σημαίνει ε΄· τὸν τόπον, ὡς τὸ "λείηναν δὲ χορόν, καλὸν δ' εὔρυναν ἀγῶνα"· τὸ ἄθροισμα· "ἦλθε μετ' ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη"· τὸ πλῆθος, ὡς τὸ "λῦτο δ' ἀγών"· τὸ ἆθλον, ἀγῶνος ἆθλα· τὸν ναόν, ὡς ἐνταῦθα καὶ "αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα".

[108]    "Ἀλιτρὸς" ὁ ἀλιτήριος καὶ ἁμαρτωλός, "ἀποφώλια" δὲ τὰ ἀπαίδευτα. πῶς οὖν ἁμαρτωλός τε εἶ καὶ οὐκ ἀπαίδευτός φησιν; οὐκ ἔστιν οὕτως, ἀλλὰ λέγει· πάνυ ἥμαρτες, καίπερ οὐκ ὢν ἀπαίδευτος.

[109]    Εἰς τὸ "ἀλλά τιν' οἴω ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι δηΐου ἐκ πολέμοιο ὑπ' ἔγχεος ἡμετέροιο". οἱ φεύγοντες τεταμένον ἔχουσι τὸ γόνυ, οἱ δὲ καθήμενοι κεκαμμένον. ἀσπασίως οὖν, φησί, καθεδεῖται τῶν φευγόντων τις ἐκ τοῦ πολέμου, ὃς καὶ ἀναπαύσει αὑτὸν καὶ τὰ σκέλη, ἐκ τοῦ συντόνου τῆς φυγῆς δρόμου καθίσας.

   [110] "Ἑσταότος μὲν καλὸν ἀκουέμεν, οὐδὲ ἔοικεν

  ὑββάλλειν· χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα.

  ἀνδρῶν δ' ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι

  ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής".

  Ἀρίσταρχος οὖν ᾠήθη παραίτησιν εἶναι τὸν λόγον, ὡς διὰ τὸ τετρῶσθαι τοῦ Ἀγαμέμνονος συγχωρεῖν ἀξιοῦντος εἰ καθήμενος λέγει. καί φησι· "διὰ τοῦτο ἐνέθηκε τὸ

  "αὐτόθεν ἐξ ἕδρης, οὐδ' ἐν μέσσοισιν ἀναστάς"".

ἄτοπος δὲ ἡ παραίτησις· οὐ γὰρ τὸν πόδα ἀλλὰ τὴν χεῖρα τέτρωται, καὶ τὴν χεῖρα δὲ οὕτως ἔρρωτο, ὥστε ὀλίγον [111] ὕστερον αὐτὸς τὸν κάπρον ἀποσφάττει. κἂν προσκείμενον δὲ τῷ στίχῳ ᾖ τὸ "αὐτόθεν ἐξ ἕδρης", ἀκουσόμεθα ἐκ τοῦ τῶν ἀριστέων συνεδρίου, ὥστ' ἐν ἐκείνοις ὄντα λέγειν αὐτὸν καὶ οὐκ ἐν μέσῳ τῷ πλήθει. Ἀπολλώνιος μὲν οὖν ὁ διδάσκαλος ἡμῶν, καὶ αὐτὸς συγκαταθέμενος ὅτι ἕστηκεν ὁ Ἀγαμέμνων, "παραιτεῖται", φησί, "τὸν ὑποβολέα ὡς ἂν ἐκ τοῦ αὐτοσχεδίου λέγειν μέλλων· ἐμοῦ γάρ φησιν ἀκούσατε καὶ μηδείς μοι ὑποβαλλέτω ἵν' εἴπω· χαλεπὸν γὰρ τὸ ὑποβαλλόντων ἀκούειν τῷ ἐπιστήμονι τοῦ λέγειν· καὶ πῶς γὰρ ἄν τις ἐν πολλῷ ὁμάδῳ ἀκούσαι τοῦ ὑποβάλλοντος ἢ ὁ ἀκούσας εἴποι; ὥστε καὶ λιγὺν ὄντα δημηγόρον καὶ δύναμιν ἔχοντα τοῦ αὐτοσχεδιάζειν βλάπτεσθαι ἐμποδιζόμενον τῷ ἐξ ὑποβολῆς λέγειν ἐν πολλῷ θορύβῳ". [112] εἶχε δ' ἄν τινα λόγον ἡ ἐξήγησις, εἰ ἐγίνωσκεν Ὅμηρος τὸ τοιοῦτον εἶδος τῆς δημηγορίας, λέγω δὲ τὸ ἐξ ἀναγνώσεως καὶ γραφῆς ὑποβαλλόμενον. Ἀλέξανδρος δὲ ὁ Κοτιαεύς φησι λέγων· "καλῶς ἔχει τὸ ἑστῶτος τοῦ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν αὐτὸν καὶ ἐμποδίζειν (τοῦτο γὰρ σημαίνει τὸ ὑββάλλειν)· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν". τὸ γὰρ "χαλεπὸν ἐπιστάμενόν περ ἐόντα" κατὰ Ἀττικὴν συνήθειαν πλεονάζει τὸ "ἐόντα". ἐκείνοις γὰρ ἦν σύνηθες λέγειν "μὴ προδοὺς ἡμᾶς γένῃ" ἀντὶ τοῦ μὴ προδῷς, καὶ "παίζεις ἔχων" ἀντὶ τοῦ διαπαίζεις, καὶ ἐνταῦθα "χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα" ἀντὶ τοῦ τὸν ἐπιστάμενον θορυβεῖσθαι χαλεπόν, ὡς καὶ τοῦ ἐπιστήμονος ῥήτορος ἐν θορύβῳ χαλεπῶς δημηγοροῦντος. ἐμοὶ δὲ δοκεῖ δύνασθαί τινα οὕτως ἀποδιδόναι τὴν διάνοιαν· ἐκκλησίας ἀθροισθείσης, ὁ Ἀγαμέμνων παύει προοιμιαζόμενος τὸν θόρυβον, λέγων ὡς ἡ ἐκκλησία οὐ πρὸς [113] αὐτοὺς ἔχει τὴν ἀπότασιν, οὐδὲ δεῖ νῦν ὑποκρούειν ζητοῦντας μαθεῖν τίνος ἕνεκα συνεληλύθασιν· χαλεπὸν γὰρ θορυβεῖν τὸν ἐπιστάμενον τὰ ὄντα. τίνα δὲ ἦν τὰ ὄντα πάντες που ἐγίνωσκον, ὅτι ἐμήνισαν πρὸς ἀλλήλους Ἀχιλλεὺς καὶ Ἀγαμέμνων, καὶ ὅτι νῦν κατηλλάγησαν, καὶ ὅτι ἡ σύνοδος διὰ τοῦτο. [τὸ οὖν "ἐπιστάμενόν περ ἐόντα" τὰ ὄντα καὶ τὰ ἐνεστῶτα λέγει τὸν καθ' ἕκαστον αὐτῶν ἐπίστασθαι, ὡς ἔφη που· "ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα".] χαλεπὸν οὖν καὶ δεινὸν πρᾶγμά ἐστι τὸ ἐπιστάμενον τὰ ὄντα καὶ ἐνεστηκότα θορυβεῖν, πυνθανόμενον ὡς ἀγνοοῦντα ἢ ζητοῦντα περὶ ὧν οἶδεν ἀκούειν. καὶ ὅτι τοῦτο νοεῖ, δηλοῖ δι' ὧν ἐπάγει· "Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι σύνθεσθ' Ἀργεῖοι, ἠμὲν νέοι ἠδὲ γέροντες". [114] λέγει γὰρ ὅτι ἡ ἀπότασίς [115] μου τοῦ λόγου πρὸς τὸν Ἀχιλλέα ἐστίν, οὐ πρὸς ὑμᾶς τοὺς εἰδότας δι' ἃ συνεληλύθαμεν. ἔστιν οὖν ὁ νοῦς· μὴ θορυβεῖτε, ὦ ἄνδρες, ὑποκρούοντες διὰ τί συνεληλύθαμεν· ἐπίστασθε γὰρ τὰ πάντα, καὶ ὁ λόγος μοι τὰ νῦν οὐ πρὸς ὑμᾶς ἀλλὰ πρὸς τὸν Ἀχιλλέα ἔχει τὴν ἀπότασιν· χαλεπὸν γὰρ τοὺς εἰδότας τὴν αἰτίαν τῆς συνόδου ὡς μὴ εἰδότας θορυβεῖν καὶ διὰ τοῦτο ἐμποδίζειν καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι, πρὸς ὃν ὁ λόγος ὁ παρὼν ἕστηκε. πολλὰ τοιαῦτα καὶ παρὰ τοῖς ῥήτορσι προοίμια ἐπιγράφεται πρὸς τοὺς θορύβους.

[116]    Τὸ "νέον ἐρχομενάων" ἀποδεδώκασιν ἀντὶ τοῦ νεωστὶ ἐρχομένων ἀεί, ὡς τὸ "κεῖνος γὰρ νέον ἄλλοθεν εἰληλούθει". τί οὖν ἐστι τὸ νεωστὶ ἐξηγούμενοί φασιν ὅτι τὰς πτήσεις οὐ διηνεκεῖς ποιοῦνται, ἀλλ' εἰς βραχύ, ὥστε φαντασίαν ἀεὶ παρέχεσθαι ὡς ἀρτίως ἐξορμωμένων. ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μηνύειν μᾶλλον ὅτε πέτονται· πέτονται δὲ τοῦ ἦρος αἰεί, νέον δὲ τὸ ἔαρ ἐκάλουν καὶ νέον ἔτος ἀπὸ τοῦ ἦρος προσηγόρευον. αὐτός τε ἐν ἄλλοις ἐκ πλήρους ἔφη "ἔαρος νέον ἱσταμένοιο" πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόρας καλεῖ. αὗται οὖν κατὰ τὸ νέον ἔαρ ἔρχονται. ὅτι γὰρ τὸ ἔαρ δηλοῖ, ἐπάγει "βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν". θαυμάσαι δὲ ἔστι Ζηνόδοτον τὸ "βοτρυδὸν" ἐκλαβόντα ἐοικότως βότρυϊ τῷ ὀρνέῳ, ὅπερ αὑτὸ συστρέφει ἐν τῇ πτήσει. οὐδεὶς γὰρ τῶν παλαιῶν οὐδ' Ἀριστοτέλης βότρυν ζῶον ἔγραψε, κέχρηται δὲ Ὅμηρος ἐπ' ἀμπέλου [117] τῷ βότρυος ὀνόματι· "μέλανες δ' ἀνὰ βότρυες ἦσαν". βοτρυδὸν οὖν τὸ ἐοικότως βότρυϊ σταφυλῆς· κατὰ συστροφὰς γὰρ πέτονται· τάχα δὲ καὶ ὅτι ἐν σχήματι βοτρύων ἐκκρέμανται τῶν ἀνθέων, τῶν ῥαγῶν τὴν παχύτητα μιμούμεναι τῷ πολλὰς καθ' ἑνὸς ἐκκρέμασθαι. ἐπὶ μὲν οὖν τῶν μελισσῶν τὸ βοτρυδὸν λέγει, ἐπὶ δὲ τῶν Ἑλλήνων, οἷς τὰς μελίσσας παραβέβληκεν, "ἰλαδὸν εἰς ἀγορήν", κατὰ ἴλας καὶ συστροφάς, ὅτι ὡς συνήθεις καὶ τῆς πρὸς ἀλλήλους ἑταιρείας εἴχοντο· ἰσοδυναμεῖ οὖν ἄρα τὸ ἰλαδὸν τῷ βοτρυδόν.

   [118] Οὐκ ἔστι τὸ

  "Τρώων ἀνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος

  στήσεσθ' ἐν πολέμῳ"

πρὸς ἑκατὸν καὶ διακοσίους μάχεσθαι ἐν τῷ πολέμῳ, ὥς τινες ἀποδεδώκασιν, ἀλλ' ὡς εἰ ἔλεγεν· ἀντίσταθμοι καὶ ἰσοβαρεῖς ἑκατὸν καὶ διακοσίων ἕκαστος ἠπείλει γενέσθαι ἐν τῷ πολέμῳ. τῇ γὰρ διανοίᾳ ταύτῃ ἀκόλουθον τὸ "νῦν δ' οὐδ' ἑνὸς ἄξιοί εἰμεν Ἕκτορος"· ἀπὸ μὲν γὰρ τῶν ἐν τοῖς ζυγοῖς ἱσταμένων τε καὶ πιπρασκομένων εἴρηται. ἐπὶ μὲν οὖν τούτων ἔφασκεν ἕκαστον αὑτὸν λέγειν ἀντίσταθμον εἶναι ἑκατὸν καὶ διακοσίων, ἐπὶ δὲ τοῦ Ἕκτορος· "οὐδ' εἴ κεν σαυτὸν χρυσῷ ἐρύσασθαι ... Δαρδανίδης Πρίαμος", οἷον ἴσον χρυσῷ καὶ ἰσόσταθμον χρυσῷ· τὸ δ' "ἐρύσασθαι" ἀντὶ τοῦ στῆσαι.

[119]    Τὸ δὲ "μὴ τὸ χθιζὸν ἀποστήσωνται ... χρεῖος" ἀντὶ τοῦ ἶσον ἀπολάβωσιν, ὡς ἐν ζυγῷ τὸ ἶσον στήσαντες [120] καὶ ἀπομετρούμενοι ὄφλημα. χρεῖος γὰρ τὸ χρέος εἶπε καὶ ὄφλημα, οὐχ ἁπλῶς τὸ πρᾶγμα. φησὶν οὖν· δέδοικα μὴ ὡς δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, αὐτῷ σταθμῷ στήσαντες τὸ χρέος.

   Ἄξυλον ὕλην οἱ μὲν τὴν πολύξυλον ἀποδεδώκασιν, οἱ δὲ ἄξυλον. δηλοῖ γάρ, φασί, τὸ α καὶ τὸ ὁμοῦ, ὡς ἐπὶ τοῦ ἀκόλουθος (ἔστι γὰρ ὁμοκέλευθος) [121] καὶ "ἄβρομοι" ἅμα βρόμῳ καὶ "ἀΐαχοι" ἅμα ἰαχῇ. οὕτω καὶ ἄλοχος καὶ ἄκοιτις ἡ ὁμόλεχος καὶ ὁμόκοιτις. καὶ ἄξυλος οὖν ἡ ὁμόξυλος διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ στέρησιν τοῦ ξύλου· ἐπάγει γάρ· "οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν", ἀλλὰ κατὰ στέρησιν τοῦ ξυλίσασθαι, ἵνα ᾖ ἄξυλος ὕλη ἐξ ἧς οὐδείς πω ἐξυλεύσατο, τουτέστιν ἀφ' ἧς ξύλον οὐδεὶς ἔκοψε. καὶ ἡ ἄκοιτις δὲ καὶ ἡ ἄλοχος, ὡς ἐμοὶ δοκεῖ, κυρίως ἡ παρθενικὴ [122] λέγεται, παρὰ τὸ λέχους ἑτέρου μὴ μετασχεῖν μηδὲ κοίτης. παρὸ καὶ λέγει "κουριδίης ἀλόχου", τῆς ἐκ παρθενίας ἀλλ' οὐ λέχους ἑτέρου μετασχούσης. λοιπὸν δ' ἡ κατάχρησις καὶ ἐπὶ τὰς ἄλλας μετήγαγεν, ὥσπερ κυρίως τὸ "ἀλεξῆσαι" τὸ ὑπὲρ τῶν ἀλόχων βοηθῆσαι· λέγει γὰρ Ἕκτωρ· "ἀλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα προφρονέως ῥύοισθε"· λοιπὸν δὲ ἐν καταχρήσει γέγονεν ἐπὶ τοῦ ὁπωσοῦν συμμαχεῖν. καὶ τὸ "ἀΐδηλον" δὲ "πῦρ" οὐκ ἔστι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ οὗ σημαίνει τὸ ἀφανιστικόν. οὕτως γοῦν ἔφη "σὺ δὲ κτείνεις ἀϊδήλως", ἀφανίζων καὶ ἀδήλους ποιῶν. οὐ κακῶς δὲ καὶ Σέκστος "ἀΐδηλον" ἀποδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεσόν. [ἡ παραβολὴ οὖν πρὸς [123] τὴν συνέχειαν τῶν πιπτόντων· τί δ' ὀξύτερον ἢ εὐκινητότερον πυρός;]

   Ἐλέγομεν περὶ τῶν παραβολῶν ὅτι πολλάκις τὰ οἰκεῖα τοῖς πράγμασιν ὀνόματα παρατίθησι τοῖς ἐν ταῖς παραβολαῖς ὁμοιώμασιν, ἐν πολλοῖς δὲ καὶ ἔμπαλιν. εἰς δὲ πίστιν τούτου παρακείσθω καὶ ταῦτα· συμβάλλουσι μὲν ἀλλήλοις στρατοὶ τὸν πόλεμον· "σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν", μίσγονται δὲ ποταμοὶ καὶ τὰ ὑγρά·

  "οἱ μὲν ἄρ' οἶνον ἔμισγον ἐνὶ κρατῆρσι καὶ ὕδωρ",

ὅθεν τὸ καταδεχόμενον [124] τοὺς ποταμοὺς χωρίον μισγάγκεια εἴρηται. ἀλλ' ὅμως αὐτὸς ἐναλλὰξ ἐπὶ μὲν τῶν ποταμῶν ἔφη τὸ συμβάλλειν, ὅπερ ἦν ἐπὶ τῶν ἀνθρώπων·

  "ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ",

ἐπὶ δὲ τῶν στρατῶν τὸ μίσγεσθαι, ὅπερ ἦν οἰκεῖον ποταμῷ·

  "ὣς τῶν μισγομένων γένετ' ἰαχή τε φόβος τε".

συνεχώρει δὲ τὸ μέτρον εἰπεῖν

  "ἐς μισγάγκειαν συμμίσγετον ὄβριμον ὕδωρ",

Ὁμηρικοῦ ὄντος τοῦ παρετυμολογεῖν, ὡς τὸ "τέμενος τάμον" καὶ "κειμήλια κεῖται" καὶ "ἅρπυιαι ἀνηρείψαντο" [καὶ "μένος οἴχεται ὃ πρὶν ἔχεσκεν" καὶ "φής που ἄτερ λαῶν πόλιν ἑξέμεν"]. ὁ δὲ προείλετο τὴν ἀντίδοσιν τῶν ὀνομάτων εἰς ἑνωτικὴν τοῦ φραζομένου πρὸς τὸ εἰκαζόμενον, εἴ γε αἱ αὐταὶ φωναὶ πρέπουσιν ἑκατέροις. ἐπὶ δὲ τῶν [125] Αἰάντων καὶ τολμήσας "νέφος" εἶπε καὶ κατὰ μεταφορὰν "πεζῶν", καὶ ὡς εὔλογον τὴν τόλμαν τῇ παραβολῇ ἐπιστώσατο καὶ τὰς φωνὰς ἤμειψεν, ἐπιποιῶν τὸ παραβληθὲν τῷ παραβαλλομένῳ. "ἦλθε δ' ἐπ' Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν"· προαναφωνήσας οὖν "νέφος πεζῶν" ἐξ αὐτοῦ πλάσσει παραβολήν·

  "ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ

  ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·

  τῷ δέ τ' ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα

  φαίνετ' ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,

  ...

  τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν

  δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες

  κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι".

  [126] τὸ μὲν "νέφος ἐρχόμενον" καὶ "ἰὸν" καὶ "ἄγον λαίλαπα" εἶπεν, ὅ ἐστι πρᾶγμα στρατιώτου, ἐπὶ δὲ τῆς φάλαγγος "κίνυντο", ὅπερ ἐπὶ νέφους τάττει κινήσει "πυκινὴν νεφέλην" καὶ "πυκιναὶ φάλαγγες" καὶ "κυάνεον νέφος" καὶ "κυάνεαι φάλαγγες". ἤμειψε καὶ ἐπὶ τοῦ λέοντος καὶ τῆς Πηνελόπης τὰς φωνάς·

  "ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ

  δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγουσι,

  τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος"·

  [125] μερμηρίζει μὲν γὰρ κυρίως ἄνθρωπος, ὁρμαίνει δὲ λέων, ὁ δ' ἐνήλλαξε. τῷ δὲ τήκεσθαι κυρίως ἐπὶ τῆς χιόνος χρησάμενος ἐνδιατρίβειν ὡς ἐναργεῖ πολλάκις οὐκ ὤκνησε καὶ τῷ αὐτῷ χρήσασθαι ἐπὶ τῆς διὰ λύπην τοῖς δακρύοις διαρρεομένης· "ὡς δὲ χιὼν κατατήκεται ... ἥν τ' Εὖρος κατέτηξε ... τηκομένης δ' ἄρα τῆς ... [126] ὣς τῆς τήκετο καλὰ παρήϊα δακρυχεούσης", καίτοι ἐν ἄλλοις εἰπών·

  "τῆς δ' ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί".

   Θαυμάσειέ τις ἂν τοὺς τὸν ποταμὸν οἰηθέντας, ὃν Ὅμηρος Αἴγυπτον ποταμὸν κέκληκε, διιπετῆ εἰρῆσθαι διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγὰς καὶ κατὰ τοὺς Αἰγυπτίους ἐν οὐρανῷ καὶ οὐρανόθεν ῥεῖν. λέγει γάρ· [127] "οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ' ἰδέειν... πρίν γ' ὅταν Αἰγύπτοιο, διιπετέος ποταμοῖο, αὖθις ὕδωρ ἔλθῃς". πρῶτον μὲν γὰρ καὶ τὸν Σπερχειὸν διιπετῆ λέγει· "υἱὸν Σπερχειοῖο, διιπετέος ποταμοῖο", καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ· "ἐγὼ δ' ἀπάνευθε διιπετέος ποταμοῖο", καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέγει·

  [128] "ὡς δ' ὅτ' ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο

  βέβρυχε μέγα κῦμα".

διιπετεῖς οὖν λέγει τοὺς ποταμοὺς τοὺς ἐκ Διὸς γεγεννημένους· τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γεννᾶσθαι χρῆται·

  "ὅστις ἐπ' ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικός".

[129] ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς·

  "Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς".

τοῦτο δὲ ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς πληροῦνται, ὥς που ἔφη "καί σφιν Διὸς ὄμβρος ἀέξει". ᾧ λόγῳ καὶ τὰς Νύμφας τοῦ Διὸς θυγατέρας λέγει· "Νύμφαι κρηναῖαι, κοῦραι Διός", ἔτι "Νύμφαι ὀρεστιάδες κοῦραι Διός", ἐπειδὴ καὶ τὰ ἐν τοῖς ὄρεσι φυτὰ τῷ τοῦ Διὸς ὕδατι τρέφεται. Ζηνόδωρος δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωσι· διὰ τοῦτο καὶ γράφει διειπετῆ διὰ τῆς ει διφθόγγου.

[130]    "Οὐ γὰρ ἔσαν λιμένες νηῶν ὀχοί, οὐδ' ἐπιωγαί".

τίνι διενηνόχασιν ἐπιωγαὶ τῶν λιμένων καὶ πόθεν τοὔνομα προσέβαλέ τις; ἔφη οὖν ὅτι "ἰωὴν" τὴν πνοὴν λέγει, ὥς που εἴρηκεν· "ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς", ποιήσας ἀπὸ τοῦ ἄειν, ὃ σημαίνει τὸ πνεῖν. ὅθεν, ἐπειδὴ καὶ ἐπὶ τοῦ φωνεῖν καταχρηστικῶς ἔφη "αὖε δ' ἑταίρους", καὶ τὴν φωνὴν "ἰωὴν" κέκληκε· "τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰωή", [καὶ τὸ "ἤυσεν" παρὰ τὸ ἄειν] καὶ μεταφορικῶς· "λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν". κυρίως οὖν τῆς πνοῆς [131] ἰωῆς οὔσης καὶ τοῦ ἄγνυσθαι σημαίνοντος τὸ κλᾶσθαι, εἴρηται· "Βορέω ὑπιωγῇ", ὅπου ἄγνυται ἡ πνοὴ τοῦ Βορέου. αἱ "ἐπιωγαὶ" οὖν ῥηθήσονται τόποι ἀλίμενοι μέν, δυνάμενοι δὲ διὰ τὴν ἀπὸ τῶν ἀνέμων σκέπην δέξασθαι νῆας.

   Πρὸς τοὺς ἀδυναμίαν Ὁμήρου κατηγοροῦντας ἐκ τοῦ πολλάκις τὰς [132] αὐτὰς ῥήσεις ποιεῖν ἢ λέγοντας τούς τε ἐκπέμποντας καὶ τοὺς πεμπομένους ἀγγέλους καὶ κήρυκας ἢ διηγουμένους πράξεις ἢ λόγους ῥηθέντας πρότερον, ἄξιον σημειοῦσθαι ὅτι ποικίλλων αὐτὸς ἑαυτὸν ἄλλως καὶ ἄλλως ἑρμηνεύει διὰ δύναμιν. οἷον εἰπὼν τὸ "ξυνὸς Ἐνυάλιος" καὶ ἐξηγησάμενος πῶς κοινός "καί τε κτανέοντα κατέκτα", ἄλλως τοῦτο λέγων φησίν· "ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλλ' ἄλλον", καὶ πάλιν ἄλλως "ἤ κε φέρῃσι μέγα κράτος, ἤ κε φεροίμην", "ἕλοιμί κεν ἤ κεν ἁλοίην", καὶ πάλιν "νίκη δ' ἐπαμείβεται ἄνδρας". πάλιν τὸ τειχίσαι πόλιν καὶ κύκλῳ περιβαλεῖν τὸ τεῖχος καὶ ὅλως τὰ κυκλοτερῶς συνέχοντά τι ἑρμηνεύων, λέγει· "ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει" καὶ "περὶ δ' ἕρκος [133] ἔλασσε" καὶ "ἤλασε τάφρον ἐπ' αὐτῷ", εἶτ' ἄλλως ἑρμηνεύων φησὶ "τεῖχος ἐς ἀμφίχυτον", τὸ πέριξ κεχυμένον. καὶ ἐπ' οἴκου κύκλῳ περιέχοντος· "περὶ δὲ κλισίη θέε πάντη", ὡς τὸ "περὶ δὲ χρύσεος θέε πόρκης", καὶ ἄλλως "ἐν δὲ μετώπῳ λευκὸν σῆμ' ἐτέτυκτο περίτροχον ἠΰτε μήνη". ὅρα δὲ ἄλλων ὀνομάτων ἀφθονίαν ἐν ἑνὶ καὶ ταὐτῷ μέρει· "ἄνδρα" φησὶ "βαλὼν" καὶ ἐπάγει "τὸν δὲ σκότος ὄσσ' ἐκάλυψεν", εἶτ' "Ἄξυλον δ' ἄρ' ἔπεφνε" καὶ ἐπιφέρει "ἀλλ' ἄμφω θυμὸν ἀπηύρα", ἔπειτ' ἄλλως "Δρῆσόν τ' Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριζεν", εἶτα "καὶ μὲν τῶν ὑπέλυσε μένος", αὖθις "Ἀστύαλον δ' ἄρ' ἔπεφνεν", ἔπειτα "Ἀντίλοχος δ' Ἄβληρον ἐνήρατο", μεθ' ἃ ἐπιφέρει "Φύλακον δ' ἕλε Λήϊτος ἥρως", εἶτα ἀνάπαλιν

  [134] "Ἄδρηστον δ' ἄρ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος

  ζωὸν ἕλεν",

ἔπειτα ἐξ ὑπαρχῆς "τὸν δὲ κρείων Ἀγαμέμνων οὔτα κατὰ λαπάρην", ἔπειτα ὁ Νέστωρ φησίν· "ἀλλ' ἄνδρας κτείνωμεν".