2497 193 0 14 1 0 IV d. C. Retorica Libanius XVIII Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 29

Libanius - Declamatio XVIII

Νόμος τὸν ξενίας ἁλόντα πιπράσκεσθαι· ἑάλω ξενίας ὁ Δημοσθένης. ἔπεμψε Φίλιππος ὠνούμενος αὐτόν. γράφει Δημάδης διδόναι, Ὑπερίδης δημόσιον εἶναι. Ὑπερίδης.

[1]   Οἵας μὲν ἐκτίνω τὰς χάριτας, ὦ ἄνδρες Ἀθηναῖοι, Δημοσθένει τῆς πολιτείας καὶ τῆς φιλίας, ἔνεστιν ὑμῖν ἀπὸ τοῦ ψηφίσματος καταμανθάνειν, δοῦλον αὐτὸν εἶναι γράφω καὶ τὸ τούτου δεινότερον, Ἀθηναίων ἁπάντων, ἀλλ' οὐχ ὅ τι πείσεται δεινὸν Δημοσθένης, τοῦτο σκοπῶ, μέλει γάρ μοι ἐλάχιστον τῆς τούτου συμφορᾶς, ἀλλ' εἰ Φίλιππός τινα παρ' ὑμῶν ὠνήσεται νῦν μὲν δοῦλον ὄντα, πρότερον δ' ἄριστον εἶναι δοκοῦντα τῶν δημαγωγῶν.

[2] Φίλιππος μὲν οὖν οὐδὲν διαπράττεται θαυμαστὸν τὸν ἐχθρὸν ὠνήσασθαι προαιρούμενος, ὑμῖν δ' αἴσχιστόν ἐστι προέσθαι δοῦλον ἐσόμενον τὸν κατὰ πολὺ σεμνότερον τῶν ἐλευθέρων καὶ οὐδὲ παρὰ τὸν τῆς δουλείας καιρὸν πεπαυμένον τῆς εἰς τὸν δῆμον εὐνοίας, ἀλλὰ μένοντα καὶ παρὰ τὰς συμφορὰς ἐν τῷ τῶν ἐλευθέρων σχήματι.

[3] Δημοσθένης μὲν οὖν οὕτως ἔχει μεγαλοφροσύνης ὥστε, κἂν ἀποκτείνειν αὐτὸν ἐθέλητε καὶ τιμᾶν αὐτῷ τῶν ἐσχάτων, ἕτοιμός ἐστιν ὑπομένειν. ἀλλὰ χρὴ πρὸς τὸ συμφέρον ὑμᾶς ἐκλογίζεσθαι. τῷ μὲν γὰρ δοκεῖν δοῦλον ἀποδώσεσθε, ἔργῳ δὲ τὴν ἐλευθερίαν τὴν κοινὴν μετὰ Δημοσθένους Φιλίππῳ προήσεσθε.

[4] ξένος ὢν Δημοσθένης, τοῦτο γὰρ αὐτὸν δεῖ καλεῖν ἑαλωκότα, τὴν πόλιν ἔστερξε τὴν ὑμετέραν ὡς τῶν αὐτοχθόνων εἷς, ὡς Ἀθηναῖος γνήσιος, καὶ διὰ τοῦτο πολὺν ἔλαθε χρόνον καὶ κατὰ μηδέν τι ταῖς Ἀθήναις προσήκων ἐν τοῖς εὐνουστάτοις καὶ τοῖς εὐγενεστάτοις τῶν πολιτῶν ἐκρίνετο. ὠδύρετο Φωκέας ὁ ξένος, ἔκλαιε τὸ Χαλκιδέων γένος ὁ μὴ πολίτης, ἐμίσει Φίλιππον ὁ ἀλλότριος, ὑπὲρ Ἀθηναίων ὡς Ἀθηναῖος ἐπολιτεύετο. ἀλλ' ἤλεγξεν αὐτὸν ξένον ὄντα Φίλιππος. οἱ γοῦν ἐκείνῳ χαριζόμενοι παρῆγον αὐτὸν εἰς τὸ δικαστήριον καὶ ἄνθρωπος πολλάκις ἐστεφανωμένος ἀρετῆς καὶ εὐνοίας ἕνεκεν ἐκρίνετο καὶ ἡλίσκετο. καὶ ὁ πρότερον δουλεύοντας Θετταλοὺς καὶ τὴν Θρᾴκην ὀδυρόμενος πολλάκις νῦν δοῦλός ἐστι.

[5] καὶ δουλευέτω, ἀλλ' ἐν Ἀθήναις, ἀλλ' ἐνθάδε, παρ' οἷς κατέγνωσται, δουλευέτω τοῖς δικασταῖς, τοῖς μαρτυροῦσι, τοῖς γραψαμένοις, τοῖς κατηγορήσασιν. ἠδίκησε τὸν δῆμον εἰς τὴν πολιτείαν ἐγγραφείς. ὁ δῆμος οὖν ἔστω κύριος, οἱ πεπονθότες ἔστωσαν δεσπόται τοῦ σώματος. τί τὸν κοινὸν οἰκέτην ὑπερορίζεις;

[6]    Εἴρηται, φησί, πιπράσκειν τὸν τῆς ξενίας ἁλόντα. καὶ Φίλιππός ἐστιν ὠνητής. πρότερον μὲν γάρ, ὡς ἔοικεν, ὠνεῖτο τὰς πόλεις, νυνὶ δὲ καὶ τοὺς δημαγωγούς. ἐγὼ δ' οἶδα πάντας τοὺς ἀδικήσαντας ἐνταῦθα τὴν τιμωρίαν ὑπομένοντας καὶ οὐδεὶς οὔτε τῶν τὰ μεγάλα δεδρακότων οὔτε τῶν τὰ μετριώτερα παρ' ἄλλοις τὴν δίκην ὑπομένει, ἀλλὰ κέκριταί τις ἐνταῦθα, καὶ τοῖς ἐπιτιμίοις ὑπεύθυνος γίγνεται. ὥσπερ οὖν ‹ἄν›, εἰ τὴν τῆς ξενίας κρίσιν ἔγραφε παρ' ἄλλοις εἰσάγειν, παρηνόμει καταλύων τὰ δικαστήρια, τὸν αὐτὸν τρόπον ἀκύρους τοὺς νόμους ποιεῖ ἐν οἷς τὸν ἁλόντα ξενίας ἄλλοις πιπράσκεσθαι παραινεῖ.

[7] τίς τῶν ἑαλωκότων ἐπὶ φόνῳ παρ' ἄλλοις δίδωσι δίκην; τίς τῶν ἐπὶ προδοσίᾳ κατεγνωσμένων ὡς ἄλλους κολασθησόμενος ἀφικνεῖται; τίς τῶν ἀστρατεύτων ἢ τῶν τὰς τάξεις ἀπολιπόντων; οὐδὲ εἷς. εἰ μὲν οὖν ἄλλοι τινὲς τῶν πονηρῶν παρ' ἄλλοις τισὶ δίκην ὑπέσχον, πίπρασκε καὶ Δημοσθένην ἔξω μακράν, εἰ βούλει, τῆς Ἀττικῆς ἀπάγων, μᾶλλον δὲ καὶ τῆς Ἑλλάδος· εἰ δ' οὐδείς, ὃ κατὰ τῶν ἄλλων γραφόμενον ἔδοξεν ἂν εἶναι παράνομον, τοῦτο οὐ δεῖ νόμιμον κατὰ μόνου Δημοσθένους λογίζεσθαι.

[8] ἀτιμοῦταί τις. ἀλλ' ἐν Ἀθήναις. ὀφλισκάνει τις δίκην χρημάτων. ἀλλ' οὐ παρ' ἄλλοις τὴν ζημίαν ἐκτίνει. αἱ διδόμεναι δωρεαὶ τοῖς εὐεργετήσασιν ὑμῶν τὴν πόλιν οὐκ ἀπ' ἄλλων δίδονται. οὕτω καὶ τὰς τιμωρίας δεῖ πράττεσθαι παρ' ὑμῖν οὓς ἠδικήκασιν. ὅτε μὲν οὖν ἐλεύθερος ἐδόκει Δημοσθένης καὶ δημαγωγὸς ἀγαθός, οὐ Φίλιππος αὐτὸν ἐστεφάνου οὐδ' ἐκεῖνος αὐτῷ παρεῖχε τὰς δωρεάς, ἀλλ' ὁ δῆμος αὐτός· ἐπειδὴ δὲ δεδυστύχηκεν, ὡς ἁλοὺς δουλεύσων πέμπεται.

[9] καὶ ἰδίᾳ μὲν ἡμεῖς ὁπόταν πιπράσκωμεν εὔνους οἰκέτας, ὀκνοῦμεν ἀλλαχῆ τούτους ἀποδίδοσθαι, τῆς δὲ Δημοσθένους δουλείας ἄλλοις παραχωρήσομεν; καὶ Φίλιππος μὲν οἰκέτου ὢν ἀδοξότερος καὶ τῶν ἀνδραπόδων ἀγενέστερος οὐδένα τῶν πονηρῶν τῶν παρ' αὑτῷ πρὸς ὑμᾶς ἀποστέλλει δίκην ὑφέξοντα, ὑμεῖς δὲ εἰς Μακεδονίαν τοὺς ἁλόντας ξενίας πέμπετε ὥσπερ ἀποροῦντες δεσποτῶν;

[10]    Ἀλλ' οὐ διώρισε, φησίν, ὁ νομοθέτης ὅποι δεῖ πιπράσκεσθαι. οὐχ ὥρισεν, ἀλλ' οὐδ' ἐπέτρεψε. τὸ τοίνυν μὴ συγχωρεῖν ἄντικρυς ἴσον ἐστὶ τῷ κεκωλυκέναι. εἰ μὲν γὰρ ἐπέτρεπεν ἀλλαχῆ πιπράσκειν, οὐκ ἂν ἐν τῷ νόμῳ παρεσιώπησεν, ὁ δὲ τοῦτο προσθεῖναι κατοκνήσας σαφῶς ἀπεῖπεν. ἐρωτῶ γάρ σε· πότερα ἐλεεῖ τὸν ξενίας ἁλόντα ἢ τοὐναντίον μεμίσηκεν; εἰ μὲν γὰρ ἐλεεῖ, πῶς οἰκτείρειν ἐστὶ τὸ πιπράσκειν ἀλλαχῆ; εἰ δὲ μισεῖ, μόνως οὕτως ὑπομένει δίκην ἀξίαν, ἂν ὑμεῖς ἔχητε δουλεύοντα. ἐξελήλυθε τῆς πόλεως τὸ σῶμα, καὶ ἡ τιμωρία παύεται. εἰ γὰρ Φιλοκράτης ἑάλω ξενίας, ἔδει τοῦτον ἀλλαχῆ πιπράσκεσθαι. εἰ γὰρ Δημάδης, εἰ γὰρ Ἡγήμων, εἰ γὰρ Αἰσχίνης, εἰσὶ γάρ, εἰσὶ δωροδόκοι, πονηροί, ἀλλ' οὖν γε πολὺν χρόνον σύνοικοι γεγόνασιν ὑμῖν.

[11]    Ὅταν δὲ τὸ ἀξίωμα ἐννοήσω τοῦ δούλου, γίγνεται γάρ τις καὶ δοῦλος ἔνδοξος, οὐ φέρω τὸ καινὸν τῆς πράσεως. ἥκει τις ὠνησόμενος Δημοσθένην. τὸν ὠνητὴν ἀνακρίνατε, τὸν ἔμπορον ἐξετάσατε. εἰ μέν ἐστι Πελοποννήσιος, εἰ μέν ἐστιν ἐκ τῆς Ἑλλάδος, εἰ Βυζάντιος, εἰ Περίνθιος, πιπράσκω, φιλοῦντας ἕξει δεσπότας καὶ χάριν εἰδότας, ταχέως ἐλευθερωθήσεται ὑπὲρ ἐλευθερίας ἐλευθερίαν λαβών, προσοφείλουσιν αὐτῷ ταύτην τὴν χάριν οἱ κύριοι· ἂν δὲ Ἕλληνα πιπράσκω βαρβάροις, ἂν τὸν ἐμὸν οἰκέτην παραχωρήσω Μακεδόσιν, ἂν Φιλίππῳ, πολλὰ ὠνεῖται δι' ἑνὸς σώματος, τὴν παρρησίαν, τὸ βῆμα, τὰς ἐκκλησίας τὰς Δημοσθένους τὰς παλαιάς, τὴν ἀρχαίαν τύχην τοῦ δημαγωγοῦ, τὸν Πειραιᾶ, τὰς τριήρεις, τὸ φρόνημα τῶν Ἀθηναίων, τοὺς ὅρκους οὓς ὤμοσε. Μαραθῶνα τούτῳ συμπιπράσκεις, Σαλαμῖνα, τὰς Πλαταιάς, πάντα τὰ Δημοσθένους ῥήματα.

[12] ὢ τῆς καινῆς ἐμπορίας, ὢ τῆς παραδόξου πράσεως. ἃ μὴ δύναταί τις πολέμῳ λαβεῖν χρημάτων λαμβάνει. κἂν τὴν Ἀθηναίων τύχην ἐξαγώγιμόν τις βούληται λαβεῖν, λαμβάνει σὺν Δημοσθένει. τί οὖν ἔτι μάχομαι; τί οὖν ἔτι κινδυνεύω; τὸ ἆθλόν μου τῶν κατορθωμάτων ἀφαιρῇ. ἐξέταζε τοὺς ἐν Θήβαις ἁλισκομένους. πολυπραγμόνει τοὺς ἐν Θετταλοῖς δυστυχοῦντας. Ἀθήνησι δὲ κἂν ἁλῷ τις ξενίας, ἐνδοξότερός ἐστι τῶν παρ' ὑμῖν ἐλευθέρων Μακεδόνων.

[13]

ἀλλὰ σὺ μὲν οὐ πέμψεις Ἀθηναίοις Ἀντίπατρον οὐδὲ Παρμενίωνα οὐδ' ἄλλον, ἂν παρέχωσι χρήματα, σὺ δ' ἄξεις οἰκέτην ἐμόν, ὃν αὐτὸς ἐκτησάμην ἐκ καταδίκης; οὐδείς ἐστιν οἰκέτης πονηρός, ἵνα κριθῇ τῆς Μακεδόνων δουλείας ἄξιος. μέγα τοῦτο ἐπιτίμιον, ὑπὲρ τὴν πρᾶσιν, μᾶλλον δὲ καὶ θανάτου χαλεπώτερον. λύεις τὸν νόμον τῆς αὐτομολίας, λύεις τὸν νόμον τῆς προδοσίας.

[14]    Ταῦτα πάντα ἐν τούτῳ τῷ ψηφίσματι γέγραπται. ἀλλ' ὅτε μὲν ἐλεύθερος Δημοσθένης ἐδόκει, οὐδὲ πρεσβεύειν εἰς Μακεδονίαν ὑπέμεινε τὴν ἀδοξίαν τῆς πρεσβείας οὐ φέρων, ἀλλὰ καὶ καταναγκαζόντων ὑμῶν πολλάκις ἐξώμνυτο, νυνὶ δὲ ἐπειδὴ κατέγνωσται, πεμφθήσεται; ἔστω τις ἐξωμοσία καὶ τοῖς οἰκέταις δικαία μηδὲ τούτου τύχῃ Δημοσθένης, εὐμενοῦς δὲ κυρίου καὶ φιλανθρώπου καὶ τὰς τῶν δυστυχούντων συμφορὰς ἐλεεῖν δεδιδαγμένου.

[15]    Τοῦτ' οὖν λογίζεσθε, ποῖ πιπράσκεται, τίς ὁ ὠνούμενος, τὸν ἔμπορον τοῦ σώματος, τὴν διάνοιαν ἀφ' ἧς ὠνήσασθαι βούλεται. οὐ γὰρ ἀπορῶν οἰκετῶν ὁ Φίλιππος ὠνήσασθαι τοῦτον ἐσπούδακεν. εἰ γὰρ μηδὲν ἄλλο, ὁ πόλεμος αὐτῷ δίδωσιν οἰκέτας πολλοὺς καὶ χορηγὸς οὗτος τῶν ἀνδραπόδων γίγνεται. καὶ πολλοὶ δουλεύουσι Φιλίππῳ Φιλίππου κρείττονες, ἐνδοξότεροι τοῦ δεσπότου. ἀλλὰ τέχνη τοῦτο καὶ σόφισμα καὶ πολέμου καινὸς τρόπος καὶ μηχάνημα.

[16] ἐγὼ ταύτην τὴν ὠνὴν ὑπολαμβάνω πολιορκίαν καὶ προσβολήν. τοῦτο τὸ ἀργύριον ἔθνη καὶ πόλεις ἀπολώλεκεν. ὡς Θετταλῷ μοι προσφέρεται Φίλιππος. ἐν τῇ τάξει με τῶν Δολόπων ἔχει καὶ ἀργύριον ἀριθμεῖ. καὶ νόμον μὲν ὑμεῖς τεθείκατε, ἄν τις ὡς Φίλιππον ὅπλα ἄγων ἁλῷ ἢ σκεύη τριηραρχικά, θάνατον εἶναι τὴν ζημίαν, ὑπὲρ ἀψύχων χαλεπαίνετε, ἀγώγιμον δὲ ἄνθρωπον πέμποντες ἐκεῖ τριήραρχον γενόμενον ὑπὲρ τῶν ὅλων οὐκ αἰδούμεθα;

[17] ἑάλω Μιλτιάδης, ἑάλω, ἀλλ' ἐν Ἀθήναις ἔδωκε δίκην. ἐζημιοῦτο Περικλῆς, ἀλλ' οὐ Λακεδαιμονίοις ἐξέτισε τὰ χρήματα. σὺ δὲ τοῖς ἐχθροῖς παραδίδως. ξένος Δημοσθένης, οἱ δὲ ὑπὸ τῇ Καδμείᾳ πεσόντες οὐκ ἦσαν ξένοι; ἀλλ' ἐθάπτοντο ὑφ' ἡμῶν. εἶτα ἀποθανόντας μὲν τοὺς ξένους οἰκτείρομεν, ζῶντας δὲ οὐκ ἐλεήσομεν; ἧκόν ποτε φυγάδες πρὸς ἡμᾶς Ἡρακλέους ἔγγονοι καὶ τῆς πατρῴας εὐεργεσίας ἐκομίσαντο τὸν μισθόν, ἀνέλαβον τὴν ἀρχὴν τὴν πατρῴαν εὔνοιαν διηγούμενοι. οὗτος δ' οὐκ ἀλλοτρίοις, ἀλλ' οἰκείοις θαρρῶν κατορθώμασιν ἐκπεσεῖται τῶν Ἀθηνῶν ἐπ' ἐξαγωγῇ πωλούμενος;

[18] [ἔξω] πιπράσκεται Δημοσθένης, ἀλλ' οὐ Φίλιππον ὠνεῖσθαι δεῖ. ἐπιτήδειος οὗτος δυστυχεῖν, ἀλλ' οὐ Φίλιππος ἐντρυφᾶν τοῖς ἡμετέροις οἰκέταις. ἀδοξότερός ἐστι Δημοσθένους ἑαλωκότος. ξένος οὗτος, ἀλλ' ἐκεῖνος πολέμιος. δοῦλος, ἀλλ' ἐκεῖνος ἐχθρός. ἀδίκως οὗτος εἰς τὴν πόλιν ἑαυτὸν ἐνέγραψεν, ἐκεῖνος δὲ ἀδίκως αὑτὸν εἰς τὴν τῶν Ἑλλήνων ἀρχὴν ἐγγράφει. ἔκλεψεν οὗτος γένος, ἐκεῖνος δυναστείαν. Παιανιεὺς οὗτος ἐκλήθη ποτέ, ἐκεῖνος δὲ βασιλεὺς ἀδίκως κέκληται.

[19] ἀφαιρεῖταί μου Φίλιππος τὴν ἐν θαλάττῃ πολιτείαν, ἀποστερεῖ με ‹Δημοσθένης› τῆς τοῦ γένους ἀρετῆς. ὁ μὲν ἐρασθεὶς νόμων, ἐθῶν εἰσῆλθεν εἰς τὴν πολιτείαν, ὁ δὲ μισῶν ἐχθρῶς σφετερίζεται τὰ τῶν Ἀθηνῶν κτήματα. τοῦτον ἐδίωξάν τινες ἐνταῦθα ξενίας γραφήν, ἐκεῖνον οἱ πατέρες ἡμῶν πολλὰς ἐδίωξαν γραφάς, ξενίας, ἀσεβείας, ὅτι βάρβαρος ὢν καὶ μηδέν τι ταῖς Ἀθήναις προσήκων καὶ πολλῷ τῶν βαρβάρων ἀγενέστερος ἡγεμονίας καὶ δυναστείας κατὰ μηδὲν αὐτῷ προσηκούσης ἀμφισβητεῖν ἐσπούδακεν.

[20]    Ἀλλ' ἐπειδὴ μεμαθήκατε διότι μὴ δεῖ πωλεῖν ἀλλαχῆ Δημοσθένη μηδὲ τοῖς πολεμίοις, ὑπολείπεταί μοι λοιπὸν δεικνύειν ὅτι δημόσιον αὐτὸν εἶναι δεῖ τῶν Ἀθηναίων.

   Ἀλλ' ὁ νόμος, φησί, διείρηκε πιπράσκειν, σὺ δὲ κατέχειν ἀξιοῖς παρὰ τὴν ἐκείνου γνώμην ‹καὶ› δημόσιον αὐτὸν εἶναι γράφεις. ἐγὼ δέ, εἰ καὶ παράνομον φήσει τις εἶναι τὸ ψήφισμα τοὐμόν, ἀλλ' εἰ λυσιτελές ἐστιν, ἀνάγκην εἶναί φημι προσέσθαι. καὶ γὰρ εἰ λύεταί τι τῶν νομίμων, τὸ τῆς πατρίδος συμφέρον κυριώτερον εἶναί φημι γραμμάτων πολλῶν. ὁπότε γὰρ καὶ τοὺς νόμους αὐτοὺς ὑπὲρ τοῦ κοινῇ συμφέροντος τιθέμεθα, πῶς ἀδικοῦμεν, εἰ τὸ κοινῇ συνοῖσον τῶν νόμων προτιμῶμεν;

[21]

εἶτ', εἰ μὲν ἐκώλυον αὐτὸν εἶναι δοῦλον, παρηνόμουν ‹ἂν› τὴν ζημίαν ἀφαιρῶν ἣν ἐπὶ τοῖς ἁλοῦσι τῆς ξενίας τεθείκαμεν. εἰ δὲ τὴν δουλείαν προστίθημι, κατ' ἀμφότερα τὸ ψήφισμα δεόντως γέγραπται, ὅτι τε φυλάττει τὴν δίκην τὴν ὑπὸ τῶν νόμων τῶν παλαιῶν τοῖς ξένοις ὁρισθεῖσαν καὶ ὅτι κύριον ἀποφαίνεται τοῦτον τοῦ Δημοσθένους, ὃς ἐκ τῆς τούτου δουλείας τὰ μέγιστ' ὠφεληθήσεται. καὶ τὸ μὲν ἄλλῳ αὐτὸν ἴσως ἐστὶ τοῖς νόμοις ὑπεναντίον, τὸ δὲ τῷ δήμῳ δουλεύειν ἀναγκάζειν κατὰ τὴν τοῦ νόμου γνώμην ἐστὶ γεγραμμένον. αὐτοῦ εἶναι δεῖ κυρίους ὑμᾶς ὧν καὶ πρότερον πολίτης ἔδοξε. πάντας ἠδίκησεν Ἀθηναίους. οὐκοῦν πάντες ἔστωσαν δεσπόται τοῦ σώματος.

[22]

δημεύετε πολλάκις ὑμεῖς οὐσίας τῶν καταδίκων, ἀλλ' ἔνεστιν ὠνήσασθαι τῷ δήμῳ τὰ κτήματα. ὥσπερ οὖν ἐπ' ἐκείνῳ δέδωκεν ὁ νόμος κύριον γενέσθαι τὸν δῆμον τῶν δημευομένων κτημάτων, οὕτω καὶ τοῦτο συγκεχώρηκεν, ἐπὰν δημόσιον εἶναί τις γράφῃ τὸν ξενίας ἑαλωκότα.

[23] τί οὖν ἔσται Δημοσθένης χρήσιμος δημόσιος γενόμενος; ὃ καὶ πρότερον ἦν ἐν τοῖς ἐλευθέροις ἀριθμούμενος. τὴν γὰρ τύχην μεταβέβληκεν, οὐ τὴν προαίρεσιν, καὶ γέγονεν ἀλλότριος τῆς δόξης, οὐ τῆς εἰς τὸν δῆμον εὐνοίας. οὐ γὰρ ὁμοῦ τῷ τῆς ἐλευθερίας ἀποστερηθῆναι πέπαυται καὶ τοῦ τοῦτον ὠφελεῖν, ἀλλ' ἐπὶ τῆς αὐτῆς ‹μένει› τάξεως. τὴν μὲν γὰρ καταδίκην οὐχ ὑμῖν λογιζόμενος, τοῖς δὲ ψηφισαμένοις καὶ τοῖς κατηγορήσασι πρὸς ὑμᾶς ὅμηρα πολλὰ τῆς εὐνοίας ἔχει, στεφάνους, κηρύγματα, φιλοτιμίας, δωρεάς, ἄλλα δι' ἃ πᾶσι παραινέσει, σύμβουλον αὑτὸν τῶν ἀρχόντων ἀποδείξεται, διδάσκαλον τῶν στρατηγῶν.

[24] οὐδέν τι δεινόν, ἂν παρὰ τῶν οἰκετῶν τὰ μάλιστα συνοίσοντα τῇ πατρίδι μανθάνωσιν. ἐμοὶ δὲ δοκεῖ καὶ πάντων ἀτοπώτατον εἶναι τοῖς πολεμίοις τοιούτους συμβούλους προΐεσθαι. δοῦλος, ἀλλ' εὔνους. δοῦλος, ἀλλὰ λέγειν ἱκανώτατος. δοῦλος, ἀλλὰ παρρησίαν ἔχει τῶν ἐλευθέρων μείζονα. ἐπιπλήξει τοῖς δεσπόταις, νουθετήσει, σωφρονίζειν ὑμᾶς καὶ παρὰ τὴν δουλείαν πειράσει.

[25] ταῦτα πολλάκις ‹ἐρεῖ›· οὐ τὸ ἐμὲ γενέσθαι δοῦλον δεινόν ἐστιν, ἀλλ' ἐκεῖνο δεινὸν ὡς ἀληθῶς δῆμον ἐκ προγόνων ἐλεύθερον, δῆμον αὐτόχθονα, ἄρχειν εἰωθότα, ἡγεμόνα δεδειγμένον, ναυμαχίας ναυμαχήσαντα πολλάς, ‹πολλὰς› πεζομαχίας πεζομαχήσαντα, πανταχοῦ μέγαν γενόμενον, πιστὸν τοῖς Ἕλλησι γενόμενον σύμμαχον, φοβερὸν τοῖς βαρβάροις πολέμιον, τοῦτον ἀποστῆναι τῆς ἐλευθερίας Μακεδόσι. μὴ περιίδητε Δημοσθένη ξενίας ἁλόντα μηδὲ ὠνητὴν Φίλιππον γενόμενον δημαγωγοῦ παλαιοῦ.

[26]

πολλάκις ἀκούειν τούτων τῶν ῥημάτων καλόν. ‹καλὸν› ὑπὸ οἰκέτου χρηστοῦ σωφρονίζεσθαι. ἐρημία τῶν ἐλευθέρων ἐστὶ δημαγωγῶν. πέπρανται πάντες ἐκεῖνοι ξενίας ἑαλωκότες οὐκ ἐν δικαστηρίοις, ἀλλ' ἐν τῇ ἀληθείᾳ καὶ τῷ λογισμῷ. καὶ τὸ δεινότατον, αὑτοὺς πιπράσκουσι χρήματα ἐπὶ τοῖς ἰδίοις σώμασι λαμβάνοντες καὶ τὴν ἐλευθερίαν τοῖς ἐχθροῖς προπίνοντες. οἰκέτου δέομαι χρηστοῦ, τοὺς γὰρ ἐλευθέρους οὐκ ἔχω. οὐχ ὁρᾶτε κτήματα λαμβάνοντας αὐτοὺς ἀπὸ Βοιωτίας καὶ προσόδους ἀπὸ τῶν συμμάχων τῶν ἀπολωλότων καὶ τῶν ἀναιρουμένων πόλεων ἀπαρχὰς λαμβάνοντας, ἵν' ὅμηρα τῆς πολιτείας ἔχοντες εἰσαεὶ μένωσιν ἐπὶ τῆς προδοσίας;

[27]    Ἐπὶ τούτῳ δ' εἰκότως τὰς ἐλπίδας πεποιήμεθα. τί γὰρ οὐκ ἐπολιτεύσατο τῶν δεόντων; τί δ' οὐκ ὤνησε τὴν πόλιν; τίνος ἀπέστη τῶν χρησίμων; ἐν ποίοις καιροῖς οὐκ ἐπιτηδειότατον αὑτὸν παρέσχεν; οὐ τὸ κατ' αὐτὸν σώζεται μὲν Ὄλυνθος καὶ τὸ Χαλκιδέων γένος, μένει δὲ Εὔβοια τὴν ἀρχαίαν ἐλευθερίαν ἔχουσα, κέκλεινται δὲ Πύλαι τοῖς βαρβάροις κάλλιον ἢ ὑπὸ Λακεδαιμονίων ἐκλείσθησαν; Λεωνίδας μὲν γὰρ ἔπεσε μαχόμενος, Δημοσθένης δ' ‹οὐκ› ἔπεσε πολιτευόμενος.

[28]

   Ἔα ταῦτα, ἀλλὰ τὴν σιτοπομπίαν ὅρα καὶ τὴν Βυζαντίων πόλιν ἐκ τῶν χειρῶν ἡρπασμένην τοῦ Μακεδόνος, Χερρόνησον ὅρα, Πέρινθον, τοὺς ἐμπόρους, τοὺς ἀδεῶς ὑμῖν τὸν σῖτον κομίζοντας. ἔχεις καὶ χορηγίας ἐξετάζειν, ἔχεις καὶ λειτουργίας. γέγονεν ὑμῖν Δημοσθένης νομοθέτης τὴν αὐτὴν τάξιν Σόλωνι λαβών. οὗτος ὁ τοσοῦτος, ὁ τοιοῦτος, ὁ τῶν στρατηγῶν, ὁ τῶν δημαγωγῶν ἀμείνων τῶν παλαιῶν νῦν εἰς Μακεδονίαν ἀπαχθήσεται καθάπερ ‹ἂν› Ἀθηνῶν κατεσκαμμένων; τί γὰρ ἂν ἄλλο πλέον ἔπαθεν ἁλούσης τῆς πατρίδος; οὐ ταὐτὰ ἃ καὶ νῦν πείσεται;

[29] ἄξει τις αὐτὸν διὰ Βοιωτῶν, οὓς αὐτὸς σέσωκεν. ἄξει τις αὐτὸν διὰ Θετταλίας, ὑπὲρ ἧς ἐπολιτεύσατο. διὰ Φωκίδος. τοῦτο τὸ θέαμα Δημοσθένει τῆς δουλείας χαλεπώτερον κώμας ἀντὶ πόλεων ἰδεῖν γεγενημένας. ὄψεται τὸν πατρῷον θεὸν ὑβρισμένον. μετὰ τοῦτο εἰς Μακεδονίαν ἀπαχθήσεται ‹ὁ› πολλάκις οὐδὲ ἀνδράποδον σπουδαῖον ἐξ αὐτῆς εἶναι λέγων.

[30] ὄψεται Φίλιππος αὐτὸν οὐκ οἰκέτου σχῆμα ἔχοντα, τοῦτο γὰρ οἰστὸν ‹ἂν› ἦν, ἀλλ' αἰχμαλώτου καὶ νενικημένου. ἐρεῖ· σὺ μὲν ἐλευθέραν τὴν πόλιν τῶν Ἀθηναίων ἐφύλαξας, ἐκεῖνοι δέ σε ὡς κακουργότατον τῶν οἰκετῶν πιπράσκουσιν. ἔδει σε μιμήσασθαι Φιλοκράτην, ἔδει σε μιμήσασθαι Δημάδην. ἦς ἂν ἐλεύθερος καὶ Φιλίππου φίλος· νῦν δὲ ταῦτα ἐπίχειρά σοι τῆς ἔχθρας τῆς πρὸς ἡμᾶς, καταδίκη καὶ δουλεία καὶ πρᾶσις καὶ τοῖς ἐχθροῖς ἔκδοσις. δούλευε αὐτὸς ἀντ' Ἀθηναίων. ἐκείνους γὰρ οὐκ εἴασας ταύτης τῆς δυστυχίας μετασχεῖν.

[31] λαμβάνετε τὸν μετὰ ταῦτα προπηλακισμὸν τῷ λογισμῷ. οὐ πάσας μὲν βασάνους εἰκός ἐστιν ὑποστήσεσθαι τὸν Ἀθηναίων δημαγωγόν; ταῦτα ἀνθρώπινα καὶ οἰστὰ Δημοσθένει, ἐκεῖνο δὲ πάντων χαλεπώτατον, ἂν Φίλιππον ἐπαινεῖν ἀναγκασθῇ καὶ σεμνύνειν Μακεδόνας εἰς ἀπολογίαν ἁμαρτημάτων.

[32] ἀδικήσει καὶ Πύθων ἀμυνόμενος τὸν ἄνθρωπον ὑπὲρ δημηγορίας πολλῆς, Εὐθυκράτης ἐφησθήσεται Δημοσθένει, Λασθένης ‹καὶ› εἴ τις ἄλλος προδότης ταῦτ' ἐροῦσιν· ἡμεῖς ἄμεινον ἐπολιτευσάμεθά σου, Δημόσθενες. τοιγαροῦν ἐλεύθεροι διατελοῦμεν τὴν Φιλίππου φιλανθρωπίαν ἔχοντες ἀντὶ τῆς πατρίδος.

[33] περιάξει Φίλιππος πανταχοῦ τὸν ἄνθρωπον, δείξει τοῖς συμμάχοις, φήσει ταῦτα· τοῦτον ὠνησάμην ἐξ Ἀθηνῶν· οὐκ ἔλαβε Δημοσθένης, ἀλλ' ὁ δῆμος ἔλαβεν. οὗτος οὐκ ἀπέδοτο τὴν πόλιν, ἀλλ' ἐκεῖνοι τοῦτον πεπράκασιν. ἔχω πάντα. προντοίμασταί μοι τὸ ἔργον. ἐκ τῆς ὠνῆς ἑάλωκεν ἡ τῶν Ἀθηναίων πόλις. κατὰ συμβόλαιον ἐώνημαι τὴν πόλιν. ταῦτ' αἰσχρὰ καὶ ἀνάξια τῆς ἡμετέρας φιλανθρωπίας καὶ προσέτι ὄλεθρον σαφῆ φέροντα τῇ πόλει. εἰ δὲ κατέχοιμεν αὐτόν, ἀπαθὴς ἡ πόλις ἔσται τῶν κινδύνων.

[34]    Ὑπολείπεταί μοι παραμυθήσασθαι Δημοσθένη τὴν ὑπὲρ τῆς δουλείας παραμυθίαν. δουλεύεις, Δημόσθενες, οὐ πρῶτος οὐδὲ μόνος ἐν ταύτῃ τῇ δυστυχίᾳ γενόμενος. ἄνθρωπος εἶ. ποικίλαι τῶν ἀνθρωπίνων μεταβολαί. ἐδούλευσε Νικίας ὁ στρατηγὸς ἐν Σικελίᾳ καὶ Συρακουσίοις ἐδούλευσε καὶ νοσῶν ἐδούλευσεν. ἐδούλευσεν ὁ σὸς ὁμώνυμος Δημοσθένης κακούμενος, προπηλακιζόμενος ὑπὲρ Σφακτηρίας ὀργιζομένων τῶν δεσποτῶν καὶ πολλάκις θέλων ἀποθανεῖν οὐκ ἐτύγχανε ταύτης τῆς φιλανθρωπίας, ἀλλὰ μόγις τεταλαιπωρηκὼς ἤδη τῷ σώματι ταύτης μετέσχε τῆς δωρεᾶς. μετὰ στρατηγοὺς δουλεύσεις, Δημόσθενες, μετὰ τοὺς καλῶς ναυμαχήσαντας.

[35] εἰ βούλει, μνήσθητι καὶ τῶν θεῶν. Ἡρακλῆς ὁ πᾶσαν ἐλευθερώσας τὴν οἰκουμένην καὶ τὴν γῆν θηρίων ‹ἀγρίων› ἄγονον καὶ πονηρῶν ἀνδρῶν καθαρὰν παρασκευάσας, ὁ πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλασσαν ἐμβατὴν τῇ τόλμῃ γενέσθαι καταναγκάσας, ὁ κατὰ τοὺς ὅρους τῆς οἰκουμένης στήλας ἱδρυσάμενος τῶν ἰδίων κατορθωμάτων αὐτὸς ἐδούλευσε. καὶ τίνι; Εὐρυσθεὺς αὐτοῦ δεσπότης ἐγένετο ἀγενέστερος οὐχ Ἡρακλέους μόνον, ἀλλὰ καὶ ἄλλων μυρίων γενόμενος. ἀλλ' ἔφερεν Ἡρακλῆς τὰ τοῦ δεσπότου προστάγματα καὶ δουλεύειν ἑνὶ σώματι φορητὴν δυστυχίαν ὑπελάμβανεν.

[36] οὐκ ἄπειρος εἶ, Δημόσθενες, οὐδὲ τοῦ πατρῴου θεοῦ οὐδὲ τῶν κατ' ἐκεῖνον δημηγοριῶν. ἐδούλευσεν Ἀπόλλων ὁ τοῦ Διὸς υἱός, ὁ πᾶσιν ἀνθρώποις προσημαίνων τὰ μέλλοντα, ἀλλὰ μάντις ὢν καὶ θεὸς θνητοῖς ἐδούλευσε. μετὰ τούτων ἔσται Δημοσθένης ἀριθμούμενος.