1304 91 0 0 0 0 II-III d. C. Nat. Hist. Claudius Aelianus X Varia historia Hercher, R., Leipzig, Teubner, 1866 Rist. 1971, Graz, Akademische Druck-und Verlagsanstalt. 1

Claudius Aelianus - Varia historia X

   Φερενίκη τὸν υἱὸν ἦγεν ἐς Ὀλύμπια ἀθλεῖν. κωλυόντων δὲ αὐτὴν τῶν Ἑλλανοδικῶν τὸν ἀγῶνα θεάσασθαι, παρελθοῦσα ἐδικαιολογήσατο πατέρα μὲν Ὀλυμπιονίκην ἔχειν καὶ τρεῖς ἀδελφοὺς καὶ αὐτὴ παῖδα Ὀλυμπίων ἀγωνιστήν· καὶ ἐξενίκησε τὸν δῆμον καὶ τὸν εἴργοντα νόμον τῆς θέας τὰς γυναῖκας, καὶ ἐθεάσατο Ὀλύμπια.

[2]    Εὐβώταν τὸν Κυρηναῖον ἰδοῦσα Λαῒς ἠράσθη αὐτοῦ θερμότατα, καὶ περὶ γάμου λόγους προσήνεγκεν. ὃ δὲ φοβηθεὶς τὴν ἐξ αὐτῆς ἐπιβουλὴν ὑπέσχετο ταῦτα δράσειν· οὐ μὴν ὡμίλησεν αὐτῇ ὁ Εὐβώτας, σωφρόνως διαβιώσας. ἡ δὲ ὑπόσχεσις αὐτοῦ μετὰ τὴν ἀγωνίαν ἦν. νικήσας οὖν ἵνα μὴ δόξῃ διαφθεῖραι τὰς ὁμολογίας τὰς πρὸς τὴν ἄνθρωπον, εἰκόνα γραψάμενος τῆς Λαΐδος ἐς τὴν Κυρήνην ἐκόμισε, λέγων ἄγειν Λαΐδα καὶ μὴ παραβῆναι τὰς συνθήκας. ἀνθ' ὧν ἡ γυνὴ ἡ νόμῳ γημαμένη αὐτῷ παμμέγιστον ἀνδριάντα ἐν Κυρήνῃ ἀνέστησεν, αὐτὸν ἀμειβομένη τῆς σωφροσύνης.

[3]    Τὰ τῶν περδίκων νεόττια ἐπειδὰν τάχιστα τοὺς πόδας ἔξω ποιήσῃ τοῦ λέμματος, ἐντεῦθεν ἤδη δρομικώτατά ἐστι. τὰ δὲ τῶν νηττῶν νεόττια παραχρῆμα ἐξ ὠδίνων νήχεται. καὶ οἱ τῶν λεόντων δὲ σκύμνοι καταγράφουσι τοῖς ὄνυξι τὰς μήτρας τῶν μητέρων πρὸς φῶς ἐπειγόμενοι.

[4]    Ἀλέξανδρος ὁ Φιλίππου τρὶς τετρακόσια στάδια ἐφεξῆς μεθ' ὅπλων ὁδοιπορήσας, συμβαλὼν τοῖς πολεμίοις, πρὶν ἀναπαῦσαι τὸ στρατόπεδον, ἐκράτησε τῶν ἐχθρῶν.

[5]    Φρύγιος οὗτος ὁ λόγος· ἔστι γὰρ Αἰσώπου τοῦ Φρυγός. ὁ δὲ λόγος φησὶ τὴν ὗν ἐὰν αὐτῆς τις ἅψηται, βοᾶν καὶ μάλα γε εἰκότως· οὔτε γὰρ ἔρια ἔχει ὗς οὔτε γάλα οὔτε ἄλλο τι πλὴν τῶν κρεῶν. παραχρῆμα οὖν ὀνειροπολεῖν τὸν θάνατον, εἰδυῖαν ἐς ὅ τι τοῖς χρησομένοις αὐτῇ πέφυκε λυσιτελὴς εἶναι. ἐοίκασι δὲ τῇ ὑὶ τῇ Αἰσώπου οἱ τύραννοι ὑποπτεύοντες καὶ δεδοικότες πάντα· ἴσασι γὰρ ὅτι ὥσπερ οὖν αἱ ὗς ὀφείλουσι καὶ ἐκεῖνοι τὴν ψυχὴν πᾶσιν.

[6]    Ἐκωμῳδοῦντο ἐς λεπτότητα Σαννυρίων ὁ κωμῳδίας ποιητὴς καὶ Μέλητος ὁ τραγῳδίας ποιητὴς καὶ Κινησίας κυκλίων χορῶν καὶ Φιλητᾶς ποιητὴς ἑξαμέτρων. Ἀρχέστρατος δὲ ὁ μάντις ὑπὸ πολεμίων ἁλοὺς καὶ ἐπὶ ζυγὸν ἀναβληθεὶς ὀβολοῦ ὁλκὴν εὑρέθη ἔχων, ὥς φασι. καὶ Πανάρετος δὲ λεπτότατος ἦν· διετέλεσε μέντοι ἄνοσος. λέγουσι δὲ καὶ Ἱππώνακτα τὸν ποιητὴν οὐ μόνον γενέσθαι μικρὸν τὸ σῶμα ἀλλὰ καὶ λεπτόν. ἀλλὰ καὶ Φιλιππίδης, καθ' οὗ λόγος ἐστὶν Ὑπερίδῃ, λεπτότατος ἦν. ὅθεν καὶ τὸ πάνυ κατισχνῶσθαι τὸ σῶμα πεφιλιππιδῶσθαί φασιν ἔλεγον. μάρτυς Ἄλεξις.

[7]    Οἰνοπίδης ὁ Χῖος ἀστρολόγος ἀνέθηκεν ἐν Ὀλυμπίοις τὸ χαλκοῦν γραμματεῖον, ἐγγράψας ἐν αὐτῷ τὴν ἀστρολογίαν τῶν ἑνὸς δεόντων ἑξήκοντα ἐτῶν, φήσας τὸν μέγαν ἐνιαυτὸν εἶναι τοῦτον.

   Ὅτι Μέτων ὁ Λευκονοιεὺς ἀστρολόγος ἀνέστησε στήλας, καὶ τὰς τοῦ ἡλίου τροπὰς κατεγράψατο, καὶ τὸν μέγαν ἐνιαυτὸν ὡς ἔλεγεν εὗρε, καὶ ἔφατο αὐτὸν ἑνὸς δέοντα εἴκοσιν ἐτῶν.

[8]    Ἀριστοτέλης ὁ Κυρηναῖος ἔλεγε μὴ δεῖν εὐεργεσίαν παρά τινος προσίεσθαι· ἢ γὰρ ἀποδιδόναι πειρώμενον πράγματα ἂν ἔχειν ἢ μὴ ἀποδιδόντα ἀχάριστον φαίνεσθαι.

[9]    Φιλόξενος λίχνος ἦν καὶ γαστρὸς ἥττων. λοπάδος οὖν ποτε ἑψομένης ἐν καπηλείῳ τέως μὲν εὐφραίνετο καὶ ἑαυτὸν εἱστία τῇ ὀσμῇ· ἐπεὶ δὲ αὐτῷ ἐπετείνετο ἡ ὄρεξις καὶ ἡττᾶτο τῆς φύσεως (κακῆς γε οὔσης, ὦ θεοί), τηνικαῦτα οὐκ ἐνεγκὼν προσέταξε τὸν παῖδα πρίασθαι τὴν λοπάδα. ἐπεὶ δὲ ἔφατο πωλεῖν αὐτὴν τὸν κάπηλον πολλοῦ, 'ταύτῃ μᾶλλον ἡδίων ἔσται' φησίν, 'εἰ πλείονος αὐτὴν ὠνήσομαι.' χρὴ δὲ καὶ τῶν τοιούτων μνημονεύειν, οὐκ ἐς ζῆλον αὐτῶν, ἀλλ' ὥστε φεύγειν αὐτά.

[10]    Ὅτε ὑπήρχετο ἡ γραφικὴ τέχνη καὶ ἦν τρόπον τινὰ ἐν γάλαξι καὶ σπαργάνοις, οὕτως ἄρα ἀτέχνως εἴκαζον τὰ ζῷα, ὥστε ἐπιγράφειν αὐτοῖς τοὺς γραφέας 'τοῦτο βοῦς, ἐκεῖνο ἵππος, τοῦτο δένδρον.'

[11]    Ἤλγει τὸν ὦμον Διογένης ἢ τρωθεὶς οἶμαι ἢ ἐξ ἄλλης τινὸς αἰτίας. ἐπεὶ δὲ ἐδόκει σφόδρα ἀλγεῖν, τῶν τις ἀχθομένων αὐτῷ κατεκερτόμει λέγων 'τί οὖν οὐκ ἀποθνήσκεις, ὦ Διόγενες, καὶ σαυτὸν ἀπαλλάττεις κακῶν;' ὃ δὲ εἶπε 'τοὺς εἰδότας ἃ δεῖ πράττειν ἐν τῷ βίῳ καὶ ἃ δεῖ λέγειν, τούτους γε ζῆν προσήκει,' ὧν καὶ αὐτὸς ὡμολόγει εἶναι. 'σοὶ μὲν οὖν' ἔφη 'οὐκ εἰδότι τά τε λεκτέα καὶ τὰ πρακτέα ἀποθανεῖν ἐν καλῷ ἐστιν· ἐμὲ δὲ τὸν ἐπιστήμονα ἐκείνων πρέπει ζῆν.

[12]    Ἀρχύτας ἔλεγεν 'ὥσπερ ἔργον ἐστὶν εὑρεῖν ἰχθὺν ἄκανθαν μὴ ἔχοντα, οὕτω καὶ ἄνθρωπον μὴ κεκτημένον τι δολερὸν καὶ ἀκανθῶδες.

[13]    Αἰτιᾶται Κριτίας Ἀρχίλοχον ὅτι κάκιστα ἑαυτὸν εἶπεν. 'εἰ γὰρ μὴ' φησὶν 'ἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ ἐς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης, οὔθ' ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν ἐς Θάσον, οὔθ' ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο, οὔτε μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς ἐχθροὺς κακῶς ἔλεγε. πρὸς δὲ τούτοις' ἦ δ' ὃς 'οὔτε ὅτι μοιχὸς ἦν ᾔδειμεν ἂν εἰ μὴ παρ' αὐτοῦ μαθόντες, οὔτε ὅτι λάγνος καὶ ὑβριστής, καὶ τὸ ἔτι τούτων αἴσχιον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῷ, τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῷ φήμην.' ταῦτα οὐκ ἐγὼ Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κριτίας.

[14]    Σωκράτης ἔλεγεν ὅτι ἡ ἀργία ἀδελφὴ τῆς ἐλευθερίας ἐστί. καὶ μαρτύριον ἔλεγεν ἀνδρειοτάτους καὶ ἐλευθεριωτάτους Ἰνδοὺς καὶ Πέρσας, ἀμφοτέρους δὲ πρὸς χρηματισμὸν ἀργοτάτους εἶναι· Φρύγας δὲ καὶ Λυδοὺς ἐργαστικωτάτους, δουλεύειν δέ.

[15]    Τὰς Ἀριστείδου θυγατέρας ἔτι αὐτοῦ περιόντος ἐμνηστεύοντο οἱ τῶν Ἑλλήνων δοκοῦντες διαφέρειν. ἔβλεπον δὲ ἄρα οὐκ ἐς τὸν βίον Ἀριστείδου, οὐδὲ ἐθαύμαζον αὐτοῦ τὴν δικαιοσύνην, ἐπεὶ τούτων γε εἰ ἦσαν ζηλωταί, κἂν μετὰ ταῦτα ἐπέμειναν τῇ μνηστείᾳ. νῦν δὲ ὃ μὲν ἀπέθανεν, οἳ δὲ οὐδὲν ἡγήσαντο εἶναι πρᾶγμα κοινὸν πρὸς τὰς κόρας· ἀποθανὼν γὰρ ἐγνώσθη ὁ παῖς Λυσιμάχου ὅτι πένης ἦν. ὅπερ καὶ ἀνέστειλεν ἐκείνους τοὺς κακοδαίμονας ἐνδόξου τε ἅμα καὶ σεμνοτάτου γάμου, παρ' ἐμοὶ κριτῇ. παραπλήσιον δὲ καὶ ἐπὶ Λυσάνδρου· μαθόντες γὰρ αὐτὸν εἶναι πένητα, τὸν γάμον ἀπέδρασαν.

[16]    Ἐπεὶ ὁ Ἀντισθένης πολλοὺς προύτρεπεν ἐπὶ φιλοσοφίαν, οἳ δὲ οὐδὲν αὐτῷ προσεῖχον, τέλος ἀγανακτήσας οὐδένα προσίετο. καὶ Διογένην οὖν ἤλαυνεν ἀπὸ τῆς συνουσίας αὑτοῦ. ἐπεὶ δὲ ἦν λιπαρέστερος ὁ Διογένης καὶ ἐνέκειτο, ἐνταῦθα ἤδη καὶ τῇ βακτηρίᾳ καθίξεσθαι αὐτοῦ ἠπείλει· καί ποτε καὶ ἔπαισε κατὰ τῆς κεφαλῆς. ὃ δὲ οὐκ ἀπηλλάττετο, ἀλλ' ἔτι μᾶλλον ἐνέκειτο φιλοπόνως, ἀκούειν αὐτοῦ διψῶν, καὶ ἔλεγε 'σὺ μὲν παῖε, εἰ βούλει, ἐγὼ δὲ ὑποθήσω τὴν κεφαλήν· καὶ οὐκ ἂν οὕτως ἐξεύροις βακτηρίαν σκληράν, ὥστε με ἀπελάσαι τῶν διατριβῶν τῶν σῶν.' ὃ δὲ ὑπερησπάσατο αὐτόν.

[17]    Λέγει Κριτίας Θεμιστοκλέα τὸν Νεοκλέους πρὶν ἢ ἄρξασθαι πολιτεύεσθαι, τρία τάλαντα ἔχειν τὴν οὐσίαν τὴν πατρῴαν· ἐπεὶ δὲ τῶν κοινῶν προέστη εἶτα ἔφυγε, καὶ ἐδημεύθη αὐτοῦ ἡ οὐσία, κατεφωράθη ἑκατὸν ταλάντων πλείω οὐσίαν ἔχων. ὁμοίως δὲ καὶ Κλέωνα πρὸ τοῦ παρελθεῖν ἐπὶ τὰ κοινὰ μηδὲν τῶν οἰκείων ἐλεύθερον εἶναι· μετὰ δὲ πεντήκοντα ταλάντων τὸν οἶκον ἀπέλιπε.

[18]    Δάφνιν τὸν βουκόλον λέγουσιν οἳ μὲν ἐρώμενον Ἑρμοῦ, ἄλλοι δὲ υἱόν· τὸ δὲ ὄνομα ἐκ τοῦ συμβάντος σχεῖν. γενέσθαι μὲν αὐτὸν ἐκ Νύμφης, τεχθέντα δὲ ἐκτεθῆναι ἐν δάφνῃ. τὰς δ' ὑπ' αὐτοῦ βουκολουμένας βοῦς φασιν ἀδελφὰς γεγονέναι τῶν Ἡλίου, ὧν Ὅμηρος ἐν Ὀδυσσείᾳ μέμνηται. βουκολῶν δὲ κατὰ τὴν Σικελίαν ὁ Δάφνις, ἠράσθη αὐτοῦ νύμφη μία, καὶ ὡμίλησε καλῷ ὄντι καὶ νέῳ καὶ πρῶτον ὑπηνήτῃ, ἔνθα τοῦ χρόνου ἡ χαριεστάτη ἐστὶν ἥβη τῶν καλῶν μειρακίων, ὥς πού φησι καὶ Ὅμηρος. συνθήκας δὲ ἐποίησε μηδεμιᾷ ἄλλῃ πλησιάσαι αὐτόν, καὶ ἐπηπείλησεν ὅτι πεπρωμένον ἐστὶν αὐτὸν στερηθῆναι τῆς ὄψεως, ἐὰν παραβῇ· καὶ εἶχον ὑπὲρ τούτων ῥήτραν πρὸς ἀλλήλους. χρόνῳ δὲ ὕστερον βασιλέως θυγατρὸς ἐρασθείσης αὐτοῦ οἰνωθεὶς ἔλυσε τὴν ὁμολογίαν, καὶ ἐπλησίασε τῇ κόρῃ. ἐκ δὲ τούτου τὰ βουκολικὰ μέλη πρῶτον ᾔσθη, καὶ εἶχεν ὑπόθεσιν τὸ πάθος τὸ κατὰ τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ Στησίχορόν γε τὸν Ἱμεραῖον τῆς τοιαύτης μελοποιίας ὑπάρξασθαι.

[19]    Εὐρυδάμας ὁ Κυρηναῖος πυγμὴν ἐνίκησεν, ἐκκρουσθεὶς μὲν ὑπὸ τοῦ ἀνταγωνιστοῦ τοὺς ὀδόντας, καταπιὼν δὲ αὐτούς, ἵνα μὴ αἴσθηται ὁ ἀντίπαλος.

[20]    Ὅτι ὁ Πέρσης ἐπέστειλε πρὸς Ἀγησίλαον, φίλον αὐτὸν ἔχειν. ἀντεπέστειλε δὲ Ἀγησίλαος ὅτι οὐ δυνατὸν φίλον αὐτὸν Ἀγησιλάου ἰδίᾳ εἶναι· εἰ δὲ εἴη Λακεδαιμονίοις κοινῇ φίλος, δῆλον ὅτι καὶ αὐτοῦ ἔσται· ἐφ' ἅπασι γὰρ καὶ ἐκεῖνον ἀριθμεῖσθαι.

[21]    Ὅτι τὸν Πλάτωνα ἡ Περικτιόνη ἔφερεν ἐν ταῖς ἀγκάλαις· θύοντος δὲ τοῦ Ἀρίστωνος ἐν Ὑμηττῷ ταῖς Μούσαις ἢ ταῖς νύμφαις, οἳ μὲν πρὸς τὴν ἱερουργίαν ἦσαν, ἣ δὲ κατέκλινε Πλάτωνα ἐν ταῖς πλησίον μυρρίναις δασείαις οὔσαις καὶ πυκναῖς. καθεύδοντι δὲ ἐσμὸς μελιττῶν ἐν τοῖς χείλεσιν αὐτοῦ καθίσασαι ὑπῇδον, τὴν τοῦ Πλάτωνος εὐγλωττίαν μαντευόμεναι ἐντεῦθεν.

[22]    Ὅτι Διώξιππος παρόντος Ἀλεξάνδρου καὶ Μακεδόνων ῥόπαλον λαβών, Κόρραγον τὸν Μακεδόνα ὁπλίτην καταμονομαχήσας καὶ ἐκκρούσας αὐτοῦ τὸ ξυστὸν καὶ ἁρπάσας τὸν ἄνδρα σὺν τῇ πανοπλίᾳ, ἐπιβὰς ἐπὶ τὸν αὐχένα αὐτοῦ κειμένου τὴν μάχαιραν ἣν ὑπέζωστο ὑφαρπάσας ἀπέκτεινε τὸν ὁπλίτην. ἐμισήθη δὲ ὑπὸ Ἀλεξάνδρου. ὃ δὲ ἀπογνούς, ὡς μισηθεὶς ὑπὸ Ἀλεξάνδρου, καὶ ἀθυμήσας ἀπέθανεν.