17444 920 0 54 23 0 II-III d. C. Filosofia Sextus Empiricus II Pyrrhoniae hypotyposes Mutschmann, H., Leipzig, Teubner, 2:1914; 3:1961 29

Sextus Empiricus - Pyrrhoniae hypotyposes II

ΠΥΡΡΩΝΕΙΩΝ ΥΠΟΤΥΠΩΣΕΩΝ ΤΩΝ ΕΙΣ ΤΡΙΑ ΤΟ ΔΕΥΤΕΡΟΝ.

Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τῶν Πυρρωνείων ὑποτυπώσεων.

α΄ εἰ δύναται ζητεῖν ὁ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς

β΄ πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικοὺς ζητήσεως

γ΄ περὶ κριτηρίον

δ΄ εἰ ἔστι κριτήριον ἀληθείας

ε΄ περὶ τοῦ ὑφ' οὗ

Ϛ΄ περὶ τοῦ δι' οὗ

ζ΄ περὶ τοῦ καθ' ὃ η΄ περὶ ἀληθοῦς καὶ ἀληθείας

θ΄ εἰ ἔστι τι φύσει ἀληθές

ι΄ περὶ σημείου ια΄ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν

ιβ΄ περὶ ἀποδείξεως

ιγ΄ εἰ ἔστιν ἀπόδειξις

ιδ΄ περὶ συλλογισμῶν

ιε΄ περὶ ἐπαγωγῆς

ιϚ΄ περὶ ὅρων

ιζ΄ περὶ διαιρέσεων

ιη΄ περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως

ιθ΄ εἰ διαιρεῖται ὅλον εἰς μέρη

κ΄ περὶ γενῶν καὶ εἰδῶν

κα΄ περὶ κοινῶν συμβεβηκότων

κβ΄ περὶ σοφισμάτων

[1]

α΄ εἰ δύναται ζητεῖν ὁ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς.

   Ἐπεὶ δὲ τὴν ζήτησιν τὴν πρὸς τοὺς δογματικοὺς μετήλθομεν, ἕκαστον τῶν μερῶν τῆς καλουμένης φιλοσοφίας συντόμως καὶ ὑποτυπωτικῶς ἐφοδεύσωμεν, πρότερον ἀποκρινάμενοι πρὸς τοὺς ἀεὶ θρυλοῦντας ὡς μήτε ζητεῖν μήτε νοεῖν ὅλως οἷός τέ ἐστιν ὁ σκεπτικὸς περὶ τῶν δογματιζομένων [2] παρ' αὐτοῖς. φασὶ γὰρ ὡς ἤτοι καταλαμβάνει ὁ σκεπτικὸς τὰ ὑπὸ τῶν δογματικῶν λεγόμενα ἢ οὐ καταλαμβάνει· καὶ εἰ μὲν καταλαμβάνει, πῶς ἂν ἀποροίη περὶ ὧν κατειληφέναι λέγει; εἰ δ' οὐ καταλαμβάνει, ἄρα περὶ ὧν οὐ κατείληφεν οὐδὲ οἶδε [3] λέγειν. ὥσπερ γὰρ ὁ μὴ εἰδώς, εἰ τύχοι, τί ἐστι τὸ καθ' ὃ περιαιρουμένου ἢ τὸ διὰ δύο τροπικῶν θεώρημα, οὐδὲ εἰπεῖν τι δύναται περὶ αὐτῶν, οὕτως ὁ μὴ γινώσκων ἕκαστον τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς οὐ δύναται ζητεῖν πρὸς αὐτοὺς περὶ ὧν οὐκ οἶδεν. οὐδαμῶς ἄρα δύναται ζητεῖν ὁ σκεπτικὸς περὶ τῶν λεγομένων παρὰ τοῖς δογματικοῖς.

[4] οἱ δὴ ταῦτα λέγοντες ἀποκρινάσθωσαν ἡμῖν, πῶς λέγουσι νῦν τὸ καταλαμβάνειν, πότερον τὸ νοεῖν ἁπλῶς ἄνευ τοῦ καὶ ὑπὲρ τῆς ὑπάρξεως ἐκείνων περὶ ὧν ποιούμεθα τοὺς λόγους διαβεβαιοῦσθαι, ἢ μετὰ τοῦ νοεῖν καὶ ‹τὸ› τὴν ὕπαρξιν ἐκείνων τιθέναι περὶ ὧν διαλεγόμεθα. εἰ μὲν γὰρ καταλαμβάνειν εἶναι λέγουσιν ἐν τῷ λόγῳ τὸ καταληπτικῇ φαντασίᾳ συγκατατίθεσθαι, τῆς καταληπτικῆς φαντασίας οὔσης ἀπὸ ὑπάρχοντος, κατ' αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένης καὶ ἐναπεσφραγισμένης, οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος, οὐδὲ αὐτοὶ βουλήσονται τάχα μὴ δύνασθαι ζητεῖν περὶ [5] ἐκείνων ἃ μὴ κατειλήφασιν οὕτως. οἷον γοῦν ὅταν ὁ Στωικὸς πρὸς τὸν Ἐπικούρειον ζητῇ λέγοντα ὅτι διῄρηται ἡ οὐσία ἢ ὡς ὁ θεὸς οὐ προνοεῖ τῶν ἐν κόσμῳ ἢ ὅτι ἡ ἡδονὴ ἀγαθόν, πότερον κατείληφεν ἢ οὐ κατείληφεν; καὶ εἰ μὲν κατείληφεν, ὑπάρχειν αὐτὰ λέγων ἄρδην ἀναιρεῖ τὴν Στοάν· εἰ δ' οὐ κατείληφεν, οὐ δύναταί τι πρὸς [6] αὐτὰ λέγειν. τὰ δὲ παραπλήσια καὶ πρὸς τοὺς ἀπὸ τῶν ἄλλων αἱρέσεων ἀναγομένους λεκτέον, ὅταν τι ζητεῖν περὶ τῶν δοκούντων τοῖς ἑτεροδόξοις αὐτῶν ἐθέλωσιν. ὥστε οὐ δύνανται περί τινος ζητεῖν πρὸς ἀλλήλους. μᾶλλον δέ, εἰ χρὴ μὴ ληρεῖν, συγχυθήσεται μὲν αὐτῶν ἅπασα ὡς ἔπος εἰπεῖν ἡ δογματική, συντόνως δὲ προσαχθήσεται ἡ σκεπτικὴ φιλοσοφία, διδομένου τοῦ μὴ δύνασθαι ζητεῖν περὶ [7] τοῦ μὴ οὕτως κατειλημμένου. ὁ γὰρ περί τινος ἀδήλου πράγματος ἀποφαινόμενός τε καὶ δογματίζων ἤτοι κατειληφὼς αὐτὸ ἀποφαίνεσθαι περὶ αὐτοῦ λέξει ἢ μὴ κατειληφώς. ἀλλ' εἰ μὲν μὴ κατειληφώς, ἄπιστος ἔσται· εἰ δὲ κατειληφώς, ἤτοι αὐτόθεν καὶ ἐξ ἑαυτοῦ καὶ κατ' ἐνάργειαν ὑποπεσὸν αὑτῷ τοῦτο λέξει κατειληφέναι ἢ διά τινος ἐρεύνης [8] καὶ ζητήσεως. ἀλλ' εἰ μὲν ἐξ ἑαυτοῦ περιπτωτικῶς κατ' ἐνάργειαν λέγοι ὑποπεσεῖν αὑτῷ καὶ κατειλῆφθαι τὸ ἄδηλον, οὕτως ἂν οὐδὲ ἄδηλον εἴη ἀλλὰ πᾶσιν ἐπ' ἴσης φαινόμενον καὶ ὁμολογούμενον καὶ μὴ διαπεφωνημένον. περὶ ἑκάστου δὲ τῶν ἀδήλων ἀνήνυτος γέγονε παρ' αὐτοῖς διαφωνία· οὐκ ἄρα ἐξ ἑαυτοῦ καὶ κατ' ἐνάργειαν ὑποπεσὸν αὑτῷ κατειληφὼς ἂν εἴη τὸ ἄδηλον ὁ περὶ τῆς ὑπάρξεως αὐτοῦ διαβεβαιούμενός τε καὶ ἀποφαινόμενος δογματικός.

[9] εἰ δὲ διά τινος ἐρεύνης, πῶς οἷός τε ἦν ζητεῖν πρὸ τοῦ καταλαβεῖν ἀκριβῶς αὐτὸ κατὰ τὴν προκειμένην ὑπόθεσιν; τῆς μὲν γὰρ ζητήσεως χρῃζούσης τοῦ πρότερον ἀκριβῶς κατειλῆφθαι τὸ μέλλον ζητεῖσθαι καὶ οὕτω ζητεῖσθαι, τῆς δὲ καταλήψεως τοῦ ζητουμένου πράγματος δεομένης πάλιν αὐτῆς τοῦ προεζητῆσθαι πάντως αὐτό, κατὰ τὸν διάλληλον τρόπον τῆς ἀπορίας ἀδύνατον αὐτοῖς γίγνεται καὶ τὸ ζητεῖν περὶ τῶν ἀδήλων καὶ τὸ δογματίζειν, ἤν τε ἀπὸ τῆς καταλήψεως ἄρχεσθαι βούλωνταί τινες, μεταγόντων ἡμῶν αὐτοὺς ἐπὶ τὸ δεῖν αὐτὸ προεζητηκέναι πρὸ τοῦ κατειληφέναι, ἤν τε ἀπὸ τῆς ζητήσεως, ἐπὶ τὸ δεῖν πρὸ τοῦ ζητεῖν κατειληφέναι τὸ μέλλον ζητεῖσθαι, ὥστε διὰ ταῦτα μήτε καταλαμβάνειν αὐτοὺς δύνασθαί τι τῶν ἀδήλων μήτε ἀποφαίνεσθαι διαβεβαιωτικῶς ὑπὲρ αὐτῶν. ἐξ ὧν ἀναιρεῖσθαι μὲν τὴν δογματικὴν εὑρεσιλογίαν αὐτόθεν, οἶμαι, συμβήσεται, τὴν ἐφεκτικὴν δὲ εἰσάγεσθαι φιλοσοφίαν.

[10] εἰ δὲ φήσουσι μὴ τοιαύτην [λέγειν] κατάληψιν ἡγεῖσθαι ζητήσεως προσήκειν, νόησιν δὲ ἁπλῶς, οὐκ ἔστιν ἀδύνατον [ἐν] τοῖς ἐπέχουσι περὶ τῆς ὑπάρξεως τῶν ἀδήλων ζητεῖν. νοήσεως γὰρ οὐκ ἀπείργεται ὁ σκεπτικός, οἶμαι, ἀπό τε τῶν παθητικῶς ὑποπιπτόντων ‹καὶ› κατ' ἐνάργειαν φαινομένων αὐτῷ λόγων γινομένης καὶ μὴ πάντως εἰσαγούσης τὴν ὕπαρξιν τῶν νοουμένων· οὐ γὰρ μόνον τὰ ὑπάρχοντα νοοῦμεν, ὥς φασιν, ἀλλ' ἤδη καὶ τὰ ἀνύπαρκτα. ὅθεν καὶ ζητῶν καὶ νοῶν ἐν τῇ σκεπτικῇ διαθέσει μένει ὁ ἐφεκτικός· ὅτι γὰρ τοῖς κατὰ φαντασίαν παθητικὴν ὑποπίπτουσιν αὐτῷ, καθὸ φαίνεται αὐτῷ, συγκατατίθεται, [11] δεδήλωται. ὅρα δὲ μὴ καὶ νῦν οἱ δογματικοὶ ζητήσεως ἀπείργωνται. οὐ γὰρ τοῖς ἀγνοεῖν τὰ πράγματα ὡς ἔχει πρὸς τὴν φύσιν ὁμολογοῦσι τὸ ζητεῖν ἔτι περὶ αὐτῶν ἀνακόλουθον, τοῖς δ' ἐπ' ἀκριβὲς οἰομένοις ταῦτα γινώσκειν· οἷς μὲν γὰρ ἐπὶ πέρας ἤδη πάρεστιν ἡ ζήτησις, ὡς ὑπειλήφασιν, οἷς δὲ τὸ δι' ὃ πᾶσα συνίσταται ζήτησις ἀκμὴν ὑπάρχει, τὸ νομίζειν ὡς οὐχ εὑρήκασιν.

[12]    Οὐκοῦν ζητητέον ἡμῖν ἐστι περὶ ἑκάστου μέρους τῆς καλουμένης φιλοσοφίας συντόμως ἐπὶ τοῦ παρόντος. καὶ ἐπεὶ πολλὴ γέγονε παρὰ τοῖς δογματικοῖς διαφωνία περὶ τῶν μερῶν τῆς φιλοσοφίας, τῶν μὲν ἕν, τῶν δὲ δύο, τῶν δὲ τρία εἶναι λεγόντων, περὶ ἧς οὐκ ἂν εἴη προσῆκον πλείω νῦν διεξιέναι, τὴν δόξαν τῶν δοκούντων τελειότερον ἀνεστράφθαι κατὰ τὸ ἴσον ἐκθέμενοι κατ' αὐτὴν προσάξομεν τὸν λόγον.

[13]

β΄ πόθεν ἀρκτέον τῆς πρὸς τοὺς δογματικοὺς ζητήσεως.

   Οἱ Στωικοὶ τοίνυν καὶ ἄλλοι τινὲς τρία μέρη τῆς φιλοσοφίας εἶναι λέγουσι, λογικὸν φυσικὸν ἠθικόν· καὶ ἄρχονταί γε τῆς διδασκαλίας ἀπὸ τοῦ λογικοῦ, καίτοι πολλῆς καὶ περὶ τοῦ πόθεν ἄρχεσθαι δεῖ στάσεως γεγενημένης. οἷς ἀκολουθήσαντες ἀδοξάστως, ἐπεὶ τὰ ἐν τοῖς τρισὶ μέρεσι λεγόμενα κρίσεως χρῄζει καὶ κριτηρίου, ὁ δὲ περὶ κριτηρίου λόγος ἐμπεριέχεσθαι δοκεῖ τῷ λογικῷ μέρει, ἀρξώμεθα ἀπὸ τοῦ περὶ κριτηρίου λόγου καὶ τοῦ λογικοῦ μέρους, [14]

γ΄ περὶ κριτηρίου.

   ἐκεῖνο προειπόντες, ὅτι κριτήριον μὲν λέγεται τό τε ᾧ κρίνεσθαί φασιν ὕπαρξιν καὶ ἀνυπαρξίαν καὶ τὸ ᾧ προσέχοντες βιοῦμεν, πρόκειται δὲ ἡμῖν νῦν περὶ τοῦ κριτηρίου τῆς ἀληθείας εἶναι λεγομένου διαλαβεῖν· περὶ γὰρ τοῦ κατὰ τὸ ἕτερον σημαινόμενον ἐν τῷ περὶ τῆς σκέψεως λόγῳ διεξήλθομεν.

[15]    Τὸ κριτήριον τοίνυν περὶ οὗ ὁ λόγος ἐστὶν λέγεται τριχῶς, κοινῶς ἰδίως ἰδιαίτατα, κοινῶς μὲν πᾶν μέτρον καταλήψεως, καθ' ὃ σημαινόμενον καὶ τὰ φυσικὰ οὕτω προσαγορεύεται κριτήρια, ὡς ὅρασις· ἰδίως δὲ πᾶν μέτρον καταλήψεως τεχνικὸν ὡς κανὼν καὶ διαβήτης· ἰδιαίτατα δὲ πᾶν μέτρον καταλήψεως ἀδήλου πράγματος, καθ' ὃ τὰ μὲν βιωτικὰ οὐ λέγεται κριτήρια, μόνα δὲ τὰ λογικὰ καὶ ἅπερ οἱ δογματικοὶ φέρουσι πρὸς τὴν τῆς ἀληθείας κρίσιν.

[16] φαμὲν οὖν προηγουμένως περὶ τοῦ λογικοῦ κριτηρίου διεξιέναι. ἀλλὰ καὶ τὸ λογικὸν κριτήριον λέγοιτ' ἂν τριχῶς, τὸ ὑφ' οὗ καὶ τὸ δι' οὗ καὶ τὸ καθ' ὅ, οἷον ὑφ' οὗ μὲν ἄνθρωπος, δι' οὗ δὲ ἤτοι αἴσθησις ἢ διάνοια, καθ' ὃ δὲ ἡ προσβολὴ τῆς φαντασίας, καθ' ἣν ὁ ἄνθρωπος ἐπιβάλλει κρίνειν διά τινος τῶν προειρημένων.

[17]    Ταῦτα μὲν οὖν ἁρμόζον ἦν ἴσως προειπεῖν, ἵνα ἐννοήσωμεν, περὶ οὗ ἡμῖν ἐστιν ὁ λόγος· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν τὴν πρὸς τοὺς λέγοντας προπετῶς κατειληφέναι τὸ κριτήριον τῆς ἀληθείας, ἀπὸ τῆς διαφωνίας ἀρξάμενοι.

[18]

δ΄ εἰ ὑπάρχει τι κριτήριον ἀληθείας.

   Τῶν διαλαβόντων τοίνυν περὶ κριτηρίου οἱ μὲν εἶναι τοῦτο ἀπεφήναντο, ὡς οἱ Στωικοὶ καὶ ἄλλοι τινές, οἱ δὲ μὴ εἶναι, ὡς ἄλλοι τε καὶ ὁ Κορίνθιος Ξενιάδης καὶ Ξενοφάνης ὁ Κολοφώνιος, λέγων

   δόκος δ' ἐπὶ πᾶσι τέτυκται· [19] ἡμεῖς δ' ἐπέσχομεν, πότερον ἔστιν ἢ οὐκ ἔστιν. ταύτην οὖν τὴν διαφωνίαν ἤτοι ἐπικριτὴν εἶναι φήσουσιν ἢ ἀνεπίκριτον· καὶ εἰ μὲν ἀνεπίκριτον, αὐτόθεν [εἶναι] δώσουσι τὸ δεῖν ἐπέχειν, εἰ δὲ ἐπικριτήν, τίνι κριθήσεται λεγέτωσαν, μήτε κριτήριον ὁμολογούμενον ἡμῶν ἐχόντων, μήθ' ὅλως [20] εἰ ἔστιν εἰδότων ἀλλὰ ζητούντων. καὶ ἄλλως, ἵνα ἡ γενομένη περὶ τοῦ κριτηρίου διαφωνία ἐπικριθῇ, δεῖ κριτήριον ἡμᾶς ἔχειν ὡμολογημένον, δι' οὗ δυνησόμεθα κρίνειν αὐτήν· καὶ ἵνα κριτήριον ὁμολογούμενον ἔχωμεν, δεῖ πρότερον ἐπικριθῆναι τὴν περὶ τοῦ κριτηρίου διαφωνίαν. οὕτω δὲ εἰς τὸν διάλληλον ἐμπίπτοντος τρόπον τοῦ λόγου, ἄπορος ἡ εὕρεσις τοῦ κριτηρίου γίνεται, μήτε ἐξ ὑποθέσεως ἡμῶν ἐώντων αὐτοὺς κριτήριον λαμβάνειν, ἐάν τε κριτηρίῳ τὸ κριτήριον κρίνειν ἐθέλωσιν, εἰς ἀπειρίαν αὐτοὺς ἐκβαλλόντων. ἀλλὰ καί, ἐπεὶ ἡ μὲν ἀπόδειξις δεῖται κριτηρίου ἀποδεδειγμένου, τὸ δὲ κριτήριον ἀποδείξεως κεκριμένης, εἰς τὸν διάλληλον ἐκβάλλονται τρόπον.

[21]    Οἰόμενοι οὖν ἱκανὰ καὶ ταῦτα εἶναι δεικνύναι τὴν τῶν δογματικῶν προπέτειαν κατὰ τὸν περὶ τοῦ κριτηρίου λόγον, ἵνα καὶ ποικίλως αὐτοὺς ἐλέγχειν ἔχωμεν, οὐκ ἄτοπον προσκαρτερῆσαι τῷ τόπῳ. οὐ μὴν ἑκάστῃ τῶν περὶ κριτηρίου δοξῶν ἁμιλληθῆναι προαιρούμεθα εἰδικῶς (ἀμύθητος γὰρ ἡ διαφωνία γέγονεν, καὶ οὕτως εἰς ἀμέθοδον καὶ ἡμᾶς λόγον ἐμπεσεῖν ἀναγκαῖον ἔσται), ἀλλ' ἐπεὶ τὸ κριτήριον περὶ οὗ ζητοῦμεν τρισσὸν εἶναι δοκεῖ, τό τε ὑφ' οὗ καὶ τὸ δι' οὗ καὶ τὸ καθ' ὅ, ἕκαστον τούτων ἐπελθόντες ἐν μέρει τὴν ἀκαταληψίαν αὐτοῦ παραστήσομεν· οὕτω γὰρ ἐμμέθοδος ἅμα καὶ τέλειος ἡμῖν ὁ λόγος ἔσται. ἀρξώμεθα δὲ ἀπὸ τοῦ ὑφ' οὗ· δοκεῖ γάρ πως συναπορεῖσθαι τούτῳ καὶ τὰ λοιπά.

[22]

ε΄ περὶ τοῦ ὑφ' οὗ.

   Ὁ ἄνθρωπος τοίνυν δοκεῖ μοι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, οὐ μόνον ἀκατάληπτος, ἀλλὰ καὶ ἀνεπινόητος εἶναι. ἀκούομεν γοῦν τοῦ παρὰ Πλάτωνι Σωκράτους διαρρήδην ὁμολογοῦντος μὴ εἰδέναι, πότερον ἄνθρωπός ἐστιν ἢ ἕτερόν τι. παριστάναι τε βουλόμενοι τὴν ἔννοιαν αὐτοῦ πρῶτον μὲν [23] διαφωνοῦσιν, εἶτα καὶ ἀσύνετα λέγουσιν. ὁ μὲν γὰρ Δημόκριτός φησιν ὅτι ἄνθρωπός ἐστιν ὃ πάντες ἴσμεν. ὅσον δ' ἐπὶ τούτῳ οὐ γνωσόμεθα τὸν ἄνθρωπον, ἐπεὶ καὶ κύνα ἴσμεν, καὶ παρὰ τοῦτο ἔσται καὶ ὁ κύων ἄνθρωπος. τινάς τε ἀνθρώπους οὐκ ἴσμεν· διὸ οὐκ ἔσονται ἄνθρωποι. μᾶλλον δέ, ὅσον ἐπὶ τῇ ἐννοίᾳ ταύτῃ, οὐδεὶς ἔσται ἄνθρωπος· εἰ γὰρ ἐκεῖνος μέν φησι δεῖν ὑπὸ πάντων γινώσκεσθαι τὸν ἄνθρωπον, οὐδένα δὲ ἄνθρωπον ἴσασι πάντες [24] ἄνθρωποι, οὐδεὶς ἔσται κατ' αὐτὸν ἄνθρωπος. καὶ ὅτι ταῦτα οὐ σοφιζόμενοι λέγομεν, ἐκ τῆς πρὸς αὐτὸν ἀκολουθίας φαίνεται. μόνα γὰρ κατ' ἀλήθειαν ὑπάρχειν φησὶν ὁ ἀνὴρ τὰ ἄτομα καὶ τὸ κενόν, ἅπερ φησὶν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ πᾶσι τοῖς συγκρίμασιν ὑπάρχειν, ὥστε ὅσον μὲν ἐπὶ τούτοις οὐκ ἐπινοήσομεν τὴν τοῦ ἀνθρώπου ἰδιότητα, ἐπειδὴ κοινὰ πάντων ἐστίν. ἀλλ' οὐδὲ ἄλλο τι ὑπόκειται παρὰ ταῦτα· οὐκ ἄρα ἕξομεν δι' οὗ τὸν ἄνθρωπον διακρῖναί τε ἀπὸ τῶν ἄλλων [25] ζῴων καὶ εἰλικρινῶς νοῆσαι δυνησόμεθα. ὁ δ' Ἐπίκουρός φησιν ἄνθρωπον εἶναι τὸ τοιουτονὶ μόρφωμα μετὰ ἐμψυχίας. καὶ κατὰ τοῦτον δέ, ἐπεὶ ὁ ἄνθρωπος δείξει ἐμφανίζεται, ὁ μὴ δεικνύμενος οὐκ ἔστιν ἄνθρωπος, καὶ εἰ μὲν γυναῖκα δείκνυσί τις, ὁ ἀνὴρ οὐκ ἔσται ἄνθρωπος, εἰ δὲ ἄνδρα, ἡ γυνὴ ἄνθρωπος οὐκ ἔσται. τὰ δὲ αὐτὰ ἐπιχειρήσομεν καὶ ἀπὸ τῆς διαφορᾶς τῶν περιστάσεων ἃς ἴσμεν ἐκ τοῦ τετάρτου τρόπου τῆς ἐποχῆς.

[26] ἄλλοι ‹δὲ› ἔφασκον ἄνθρωπον εἶναι ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἐπεὶ οὖν δείκνυται ἐν τῷ πρώτῳ τῆς ἐποχῆς τρόπῳ, ὅτι οὐδέν ἐστι ζῷον ἄλογον, ἀλλὰ καὶ νοῦ καὶ ἐπιστήμης δεκτικά ἐστι πάντα ὅσον ἐπὶ τοῖς ὑπ' αὐτῶν λεγομένοις, [27] οὐ γνωσόμεθα, τί ποτε λέγουσιν. τά τε κείμενα ἐν τῷ ὅρῳ συμβεβηκότα ἤτοι κατ' ἐνέργειαν λέγουσιν ἢ δυνάμει. εἰ μὲν οὖν κατ' ἐνέργειαν, οὐκ ἔστιν ἄνθρωπος ὁ μὴ ἐπιστήμην ἤδη τελείαν ἀνειληφὼς καὶ ἐν τῷ λόγῳ τέλειος ὢν καὶ ἐν αὐτῷ τῷ ἀποθνῄσκειν καθεστώς· τοῦτο γὰρ τὸ ἐνεργείᾳ θνητόν ἐστιν. εἰ δὲ δυνάμει, οὐκ ἔσται ἄνθρωπος οὔτε ὁ τὸν λόγον ἔχων τέλειον οὔτε ὁ νοῦν καὶ ἐπιστήμην ἀνειληφώς· [καὶ] τοῦτο δὲ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. καὶ ταύτῃ ἄρα ἀσύστατος πέφηνεν ἡ ἐπίνοια τοῦ ἀνθρώπου.

[28] ὁ γὰρ Πλάτων, ὅταν ἀποφαίνηται τὸν ἄνθρωπον εἶναι ζῷον ἄπτερον δίπουν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, οὐδὲ αὐτὸς ἀξιοῖ διαβεβαιωτικῶς τοῦτο ἐκτίθεσθαι· εἰ γὰρ καὶ ὁ ἄνθρωπος ἕν τί ἐστι τῶν κατ' αὐτὸν γινομένων μέν, ὄντως δὲ οὐδέποτε ὄντων, ἀδύνατον δὲ περὶ τῶν μηδέποτε ὄντων διαβεβαιωτικῶς ἀποφαίνεσθαι κατ' αὐτόν, οὐδὲ ὁ Πλάτων ἀξιώσει τὸν ὅρον ἐκτίθεσθαι δοκεῖν ὡς διαβεβαιούμενος, ἀλλ' ὥσπερ εἴωθεν κατὰ τὸ πιθανὸν λέγων.

[29]    Εἰ μέντοι καὶ δοίημεν κατὰ συγχώρησιν, ὅτι ἐπινοεῖσθαι δύναται ὁ ἄνθρωπος, ἀκατάληπτος εὑρεθήσεται. συνέστηκε μὲν γὰρ ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ τὸ σῶμα καταλαμβάνεται τάχα οὔτε ἡ ψυχή· οὐδὲ ὁ ἄνθρωπος ἄρα.

[30] καὶ ὅτι μὲν τὸ σῶμα οὐ καταλαμβάνεται, δῆλον ἐντεῦθεν· τὰ συμβεβηκότα τινὶ ἕτερά ἐστιν ἐκείνου ᾧ συμβέβηκεν. ὅταν οὖν χρῶμα ἤ τι παραπλήσιον ἡμῖν ὑποπίπτῃ, τὰ συμβεβηκότα τῷ σώματι εἰκὸς ἡμῖν ὑποπίπτειν, ἀλλ' οὐκ αὐτὸ τὸ σῶμα. τό γέ τοι σῶμα τριχῇ διαστατὸν εἶναι λέγουσιν· ὀφείλομεν οὖν τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ βάθος καταλαμβάνειν, ἵνα τὸ σῶμα καταλάβωμεν. εἰ γὰρ τοῦτο ἡμῖν ὑπέπιπτεν, ἐγινώσκομεν ἂν καὶ τὰ ὑπάργυρα [31] χρυσία. οὐδὲ τὸ σῶμα ἄρα. ἵνα δὲ καὶ τὴν περὶ τοῦ σώματος ἀμφισβήτησιν παρῶμεν, πάλιν ὁ ἄνθρωπος εὑρίσκεται ἀκατάληπτος διὰ τὸ ἀκατάληπτον εἶναι τὴν ψυχήν. ὅτι δὲ ἀκατάληπτός ἐστιν αὕτη, δῆλον ἐντεῦθεν· τῶν περὶ ψυχῆς διαλαβόντων, ἵνα τὴν πολλὴν καὶ ἀνήνυτον μάχην παραλίπωμεν, οἱ μὲν μὴ εἶναι τὴν ψυχὴν ἔφασαν, ὡς οἱ περὶ τὸν Μεσσήνιον Δικαίαρχον, [32] οἱ δὲ εἶναι, οἱ δὲ ἐπέσχον. ταύτην οὖν τὴν διαφωνίαν εἰ μὲν ἀνεπίκριτον εἶναι λέξουσιν οἱ δογματικοί, δώσουσιν αὐτόθεν τὴν τῆς ψυχῆς ἀκαταληψίαν, εἰ δὲ ἐπικριτήν, τίνι ἐπικρινοῦσιν αὐτὴν εἰπάτωσαν. αἰσθήσει μὲν γὰρ οὐ δύνανται διὰ τὸ νοητὴν ὑπ' αὐτῶν εἶναι λέγεσθαι· εἰ δὲ λέξουσιν ὅτι διανοίᾳ, ἐροῦμεν ὅτι, ἐπεὶ τῆς ψυχῆς τὸ ἀδηλότατόν ἐστιν ἡ διάνοια, ὡς δεικνύουσιν οἱ περὶ μὲν τῆς ὑπάρξεως τῆς ψυχῆς ὁμοφωνοῦντες, περὶ δὲ τῆς διανοίας διαφερόμενοι, [33] εἰ τῇ διανοίᾳ τὴν ψυχὴν ἐθέλουσι καταλαμβάνειν καὶ τὴν περὶ αὐτῆς διαφωνίαν ἐπικρίνειν, τῷ μᾶλλον ζητουμένῳ τὸ ἧττον ζητούμενον ἐπικρίνειν τε καὶ βεβαιοῦν ἐθελήσουσιν, ὅπερ ἄτοπον. οὐδὲ τῇ διανοίᾳ τοίνυν ἐπικριθήσεται ἡ περὶ τῆς ψυχῆς διαφωνία. οὐδενὶ ἄρα. εἰ δὲ τοῦτο, καὶ ἀκατάληπτός ἐστιν. ὅθεν οὐδὲ ὁ ἄνθρωπος καταλαμβάνοιτ' ἄν.

[34]    Ἵνα δὲ καὶ δῶμεν, ὅτι καταλαμβάνεται ὁ ἄνθρωπος, μήποτε οὐκ ‹ἂν› ἐνδέχοιτο δεῖξαι, ὅτι ὑπ' αὐτοῦ κρίνεσθαι δεῖ τὰ πράγματα. ὁ γὰρ λέγων, ὅτι ὑπ' ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἤτοι ἄνευ ἀποδείξεως τοῦτο λέξει ἢ μετὰ ἀποδείξεως. οὔτε δὲ μετὰ ἀποδείξεως· δεῖ γὰρ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι καὶ κεκριμένην, διὰ δὲ τοῦτο καὶ ὑπό τινος κεκριμένην. ἐπεὶ οὖν οὐκ ἔχομεν εἰπεῖν ὁμολογουμένως, ὑφ' οὗ κριθῆναι δυνήσεται αὐτὴ ἡ ἀπόδειξις (ζητοῦμεν γὰρ τὸ κριτήριον τὸ ὑφ' οὗ), οὐ δυνησόμεθα τὴν ἀπόδειξιν ἐπικρίνειν, διὰ δὲ τοῦτο οὐδὲ τὸ κριτήριον, [35] περὶ οὗ ὁ λόγος, ἀποδεικνύναι. εἰ δὲ ἀναποδείκτως λεχθήσεται, ὅτι ὑπὸ τοῦ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα, ἄπιστον ἔσται, ὥστε οὐχ ἕξομεν διαβεβαιοῦσθαι, ὅτι τὸ ὑφ' οὗ κριτήριόν ἐστιν ὁ ἄνθρωπος. ὑπὸ τίνος δὲ καὶ κριθήσεται, ὅτι τὸ ὑφ' οὗ κριτήριον ὁ ἄνθρωπός ἐστιν; οὐ γὰρ δὴ ἀκρίτως τοῦτο λέγοντες πιστευθήσονται. ἀλλ' εἰ [36] μὲν ὑπ' ἀνθρώπου, τὸ ζητούμενον συναρπασθήσεται. εἰ δ' ὑπὸ ἑτέρου ζῴου, πῶς ἐκεῖνο πρὸς τὴν κρίσιν τοῦ ἄνθρωπον εἶναι τὸ κριτήριον παραλαμβάνεται; εἰ μὲν γὰρ ἀκρίτως, οὐ πιστευθήσεται, εἰ δὲ μετὰ κρίσεως, πάλιν ἐκεῖνο ὑπό τινος ὀφείλει κριθῆναι. ἀλλ' εἰ μὲν ὑφ' ἑαυτοῦ, μένει ἡ αὐτὴ ἀτοπία (τὸ ζητούμενον γὰρ διὰ τοῦ ζητουμένου κριθήσεται)· εἰ δὲ ὑπὸ ἀνθρώπου, ὁ διάλληλος εἰσάγεται τρόπος· εἰ δὲ ὑπό τινος παρὰ ταῦτα ἄλλου, πάλιν ἐκείνου τὸ κριτήριον ἀπαιτήσομεν τὸ ὑφ' οὗ, καὶ μέχρις ἀπείρου. καὶ διὰ τοῦτο ἄρα οὐχ ἕξομεν λέγειν, ὡς ὑπὸ ἀνθρώπου δεῖ κρίνεσθαι τὰ πράγματα.

[37]    Ἔστω δὲ καὶ πεπιστώσθω τὸ δεῖν ὑπὸ τοῦ ἀνθρώπου κρίνεσθαι τὰ πράγματα. οὐκοῦν, ἐπεὶ πολλὴ τῶν ἀνθρώπων ἐστὶ διαφορά, πρότερον οἱ δογματικοὶ συμφωνησάτωσαν, ὅτι τῷδε τῷ ἀνθρώπῳ δεῖ προσέχειν, εἶθ' οὕτω καὶ ἡμᾶς αὐτῷ συγκατατίθεσθαι κελευέτωσαν. εἰ δ'

   ἔστ' ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ ‑ τοῦτο δὴ τὸ τοῦ λόγου ‑ περὶ αὐτοῦ διαφωνήσουσιν, πῶς [38] ἡμᾶς ἐπείγουσι προπετῶς τινι συγκατατίθεσθαι; ἢν γὰρ καὶ λέγωσιν ὅτι τῷ σοφῷ πιστευτέον, ἐρωτήσομεν αὐτούς, ποίῳ σοφῷ. πότερον τῷ κατὰ Ἐπίκουρον ἢ τῷ κατὰ τοὺς Στωικοὺς ἢ ‹τῷ Κυρηναϊκῷ ἢ› τῷ Κυνικῷ; οὐχ ἕξουσι γὰρ συμφώνως [39] εἰπεῖν. εἰ δὲ ἀξιώσει τις ἡμᾶς τῆς περὶ τοῦ σοφοῦ ζητήσεως ἀποστάντας ἁπλῶς τῷ συνετωτέρῳ τῶν ὄντων ἁπάντων πιστεύειν, πρῶτον μὲν καὶ περὶ τοῦ τίς συνετώτερός ἐστι τῶν ἄλλων διαφωνήσουσιν, εἶτα κἂν δοθῇ συμφώνως δύνασθαι ληφθῆναι, τίς ἐστι τῶν τε ὄντων καὶ τῶν γεγονότων συνετώτερος, οὐδ' οὕτως ἔσται πίστεως οὗτος ἄξιος.

[40] ἐπεὶ γὰρ πολλὴ καὶ σχεδὸν ἄπειρός ἐστιν ἐπίτασίς τε καὶ ἄνεσις κατὰ σύνεσιν, φαμὲν ὅτι τούτου τοῦ ἀνθρώπου ὃν λέγομεν εἶναι τῶν γεγονότων τε καὶ ὄντων συνετώτερον, ἕτερον συνετώτερον ἐνδέχεται γενέσθαι. ὥσπερ οὖν τῷ νῦν εἶναι λεγομένῳ φρονιμωτέρῳ τῶν τε ὄντων καὶ τῶν γεγονότων διὰ τὴν σύνεσιν αὐτοῦ πιστεύειν ἀξιούμεθα, οὕτω καὶ τῷ μετ' αὐτὸν ἐσομένῳ συνετωτέρῳ τούτου μᾶλλον [τούτου] χρὴ πιστεύειν. καὶ ἐκείνου γενομένου πάλιν ἄλλον ἐλπίζειν χρὴ συνετώτερον αὐτοῦ γενήσεσθαι, κἀκείνου [41] ἄλλον, καὶ μέχρις ἀπείρου. καὶ ἄδηλον, πότερόν ποτε συμφωνήσουσιν ἀλλήλοις οὗτοι ἢ διάφωνα λέξουσιν. διόπερ, κἂν τῶν γεγονότων τε καὶ ὄντων συνετώτερος εἶναι ὁμολογηθῇ τις, ἐπεὶ οὐκ ἔχομεν εἰπεῖν διαβεβαιωτικῶς, ὅτι οὐδεὶς ἔσται τούτου ἀγχινούστερος (ἄδηλον γάρ), ἀεὶ δεήσει τὴν τοῦ μετὰ ταῦτα ἐσομένου συνετωτέρου κρίσιν περιμένειν [42] καὶ μηδέποτε συγκατατίθεσθαι τῷ κρείττονι. ἵνα δὲ καὶ κατὰ συγχώρησιν δῶμεν, ὅτι οὐδεὶς τοῦ ὑποτιθεμένου συνετοῦ συνετώτερος οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ἔσται, οὐδὲ ὣς πιστεύειν αὐτῷ προσήκει. ἐπεὶ γὰρ μάλιστα οἱ συνετοὶ φιλοῦσιν ἐν τῇ τῶν πραγμάτων κατασκευῇ τοῖς σαθροῖς παριστάμενοι πράγμασιν ὑγιῆ καὶ ἀληθῆ ταῦτα δοκεῖν εἶναι ποιεῖν, ὅταν τι λέγῃ οὗτος ὁ ἀγχίνους, οὐκ εἰσόμεθα πότερόν ποτε, ὡς ἔχει τὸ πρᾶγμα φύσει, οὕτω λέγει, ἢ ψεῦδος αὐτὸ ὑπάρχον ὡς ἀληθὲς παρίστησι καὶ ἡμᾶς πείθει φρονεῖν ὡς περὶ ἀληθοῦς, ἅτε δὴ συνετώτερος τῶν ἀνθρώπων ἁπάντων ὑπάρχων καὶ διὰ τοῦτο ὑφ' ἡμῶν ἐλέγχεσθαι μὴ δυνάμενος. οὐδὲ τούτῳ τοίνυν συγκαταθησόμεθα ὡς ἀληθῶς τὰ πράγματα κρίνοντι, διὰ τὸ οἷόν τε μὲν εἶναι αὐτὸν ἀληθῆ λέγειν, οἴεσθαι δ' ὅτι δι' ὑπερβολὴν ἀγχινοίας τὰ ψευδῆ τῶν πραγμάτων ὡς ἀληθῆ βουλόμενος παριστᾶν ἅ φησι λέγει. διὰ ταῦτα μὲν οὖν οὐδὲ τῷ τῶν ἁπάντων ἀγχινουστάτῳ δοκοῦντι ὑπάρχειν ἐν τῇ κρίσει τῶν πραγμάτων χρὴ πιστεύειν.

[43]    Εἰ δὲ φήσει τις, ὅτι τῇ τῶν πολλῶν συμφωνίᾳ χρὴ προσέχειν, λέξομεν ὅτι τοῦτ' ἔστι μάταιον. πρῶτον μὲν γὰρ σπάνιον ἴσως ἐστὶ τὸ ἀληθές, καὶ διὰ τοῦτο ἐνδέχεται ἕνα τῶν πολλῶν φρονιμώτερον εἶναι. εἶτα καὶ παντὶ κριτηρίῳ πλείους ἀντιδοξοῦσι τῶν κατ' αὐτὸ συμφωνούντων· οἱ γὰρ ὁποιονοῦν ἀπολιπόντες κριτήριον ἕτερον τοῦ συμφωνεῖσθαι δοκοῦντος παρά τισιν ἀντιδοξοῦσί τε αὐτῷ καὶ κατὰ πολὺ πλείους εἰσὶ τῶν περὶ αὐτοῦ συμφωνούντων.

[44] χωρὶς δὲ τούτων, οἱ συμφωνοῦντες ἤτοι ἐν διαφόροις εἰσὶ διαθέσεσιν ἢ ἐν μιᾷ. ἐν διαφόροις μὲν οὖν οὐδαμῶς ὅσον ἐπὶ τῷ λεγομένῳ. πῶς γὰρ ἂν τὰ αὐτὰ ἔλεγον περὶ αὐτοῦ; εἰ δὲ ἐν μιᾷ, ἐπεὶ καὶ ὁ εἷς ὁ λέγων ἕτερόν τι μίαν ἔχει διάθεσιν καὶ οὗτοι πάντες οἱ συμφωνοῦντες μίαν, ὅσον ἐπὶ ταῖς διαθέσεσιν αἷς προσέχομεν οὐδὲ κατὰ πλῆθος [45] εὑρίσκεται διαφορά τις. διόπερ οὐ χρὴ τοῖς πολλοῖς προσέχειν μᾶλλον ἢ τῷ ἑνί, πρὸς τῷ καὶ ἀκατάληπτον εἶναι, καθάπερ ἐν τῷ τετάρτῳ τρόπῳ τῆς σκέψεως ὑπεμνήσαμεν, τὴν κατὰ πλῆθος διαφορὰν τῶν κρίσεων, ἀπείρων τῶν κατὰ μέρος ἀνθρώπων ὑπαρχόντων καὶ ἡμῶν μὴ δυναμένων ἁπάντων αὐτῶν τὰς κρίσεις ἐπελθεῖν καὶ ἀποφήνασθαι, τί μὲν οἱ πλείους τῶν ἀνθρώπων ἁπάντων ἀποφαίνονται, τί δὲ οἱ ἐλάττους. καὶ κατὰ τοῦτο οὖν ἄτοπος ἡ κατὰ τὸ πλῆθος πρόκρισις τῶν κρινόντων.

[46]    Εἰ δ' οὐδὲ τῷ πλήθει προσέξομεν, οὐχ εὑρήσομεν οὐδένα ὑφ' οὗ κριθήσεται τὰ πράγματα, καίτοι τοσαῦτα κατὰ συγχώρησιν δόντες. διόπερ ἐξ ἁπάντων τούτων ἀκατάληπτον εὑρίσκεται τὸ κριτήριον ὑφ' οὗ κριθήσεται τὰ πράγματα.

[47]    Συμπεριγραφομένων δὲ τούτῳ καὶ τῶν ἄλλων κριτηρίων, ἐπεὶ ἕκαστον αὐτῶν ἤτοι μέρος ἢ πάθος ἢ ἐνέργημά ἐστι τοῦ ἀνθρώπου, ἀκόλουθον μὲν ἦν ἴσως ἐπί τι τῶν ἑξῆς προϊέναι τῷ λόγῳ, ὡς καὶ περὶ ἐκείνων ἱκανῶς εἰρημένων ἐν τούτοις· ἵνα δὲ μηδὲ τὴν εἰδικὴν ὡς πρὸς ἕκαστον ἀντίρρησιν φεύγειν δοκῶμεν, ὀλίγα καὶ περὶ αὐτῶν ἐξ ἐπιμέτρου λέξομεν. πρότερον δὲ περὶ τοῦ κριτηρίου τοῦ δι' οὗ καλουμένου διαλεξόμεθα.

[48]

Ϛ΄ περὶ τοῦ δι' οὗ.

   Πολλὴ μὲν οὖν καὶ ἄπειρος σχεδὸν ἡ περὶ αὐτὸ γέγονε διαφωνία παρὰ τοῖς δογματικοῖς· ἡμεῖς δὲ πάλιν τοῦ ἐμμεθόδου προνοούμενοι φαμὲν ὅτι, ἐπεὶ κατ' αὐτοὺς ἄνθρωπός ἐστι τὸ ὑφ' οὗ κρίνεται τὰ πράγματα, οὐδὲν δὲ οὗτος ἔχοι ἂν δι' οὗ κρίνειν δυνήσεται (καθάπερ καὶ αὐτοὶ συνομολογοῦσιν) ἢ αἴσθησιν καὶ διάνοιαν, ἐὰν δείξωμεν, ὅτι οὔτε δι' αἰσθήσεως μόνης δύναται κρίνειν οὔτε διὰ μόνης τῆς διανοίας οὔτε δι' ἀμφοτέρων αὐτῶν, συντόμως πρὸς ἁπάσας τὰς κατὰ μέρος δόξας εἰρήκαμεν· πᾶσαι γὰρ [49] δοκοῦσιν εἰς τὰς τρεῖς ταύτας ἀναφέρεσθαι στάσεις. ἀρξώμεθα δὲ ἀπὸ τῶν αἰσθήσεων.

   Οὐκοῦν ἐπεὶ τινὲς μὲν κενοπαθεῖν τὰς αἰσθήσεις φασίν (οὐδὲν γὰρ ὑποκεῖσθαι ὧν ἀντιλαμβάνεσθαι δοκοῦσιν), οἱ δὲ πάντα ὑποκεῖσθαι ὑφ' ὧν οἴονται κινεῖσθαι λέγουσιν, οἱ δὲ τὰ μὲν ὑποκεῖσθαι, τὰ δὲ μὴ ὑποκεῖσθαι, τίνι συγκαταθησόμεθα οὐχ ἕξομεν· οὔτε γὰρ τῇ αἰσθήσει τὴν διαφωνίαν ἐπικρινοῦμεν, ἐπεὶ περὶ αὐτῆς ζητοῦμεν, πότερον κενοπαθεῖ ἢ ἀληθῶς καταλαμβάνει, οὔτε ἑτέρῳ τινί, ἐπεὶ μηδὲ ἔστιν ἄλλο τι κριτήριον δι' οὗ χρὴ κρίνειν κατὰ [50] τὴν προκειμένην ὑπόθεσιν. ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται, πότερον κενοπαθεῖ ἡ αἴσθησις ἢ καταλαμβάνει τι· ᾧ συνεισέρχεται τὸ μὴ δεῖν ἡμᾶς τῇ αἰσθήσει μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων, περὶ ἧς οὐκ [51] ἔχομεν εἰπεῖν, εἰ καὶ τὴν ἀρχὴν καταλαμβάνει τι. ἀλλ' ἔστω κατὰ συγχώρησιν τὰς αἰσθήσεις ἀντιληπτικὰς εἶναι· οὐδὲν γὰρ ἧττον καὶ οὕτως ἄπιστοι εὑρεθήσονται πρὸς τὴν κρίσιν τῶν ἐκτὸς ὑποκειμένων πραγμάτων. αἱ γοῦν αἰσθήσεις ὑπεναντίως κινοῦνται ὑπὸ τῶν ἐκτός, οἷον ἡ γεῦσις ὑπὸ τοῦ αὐτοῦ μέλιτος ὁτὲ μὲν πικράζεται, ὁτὲ δὲ γλυκάζεται, καὶ ἡ ὅρασις τὸ αὐτὸ χρῶμα ὁτὲ μὲν αἱμωπὸν, ὁτὲ δὲ [52] λευκὸν εἶναι ‹δοκεῖ›. ἀλλ' οὐδὲ ἡ ὄσφρησις ἑαυτῇ συμφωνεῖ· τὸ γοῦν μύρον ὁ μὲν κεφαλαλγικὸς ἀηδὲς εἶναί φησιν, ὁ δὲ μὴ οὕτως ἔχων ἡδύ. καὶ οἱ θεόληπτοι δὲ καὶ οἱ φρενιτίζοντες ἀκούειν δοκοῦσί τινων διαλεγομένων αὐτοῖς, ὧν ἡμεῖς οὐκ ἐπακούομεν. καὶ τὸ αὐτὸ ὕδωρ τοῖς μὲν φλεγμαίνουσιν ἀηδὲς εἶναι δοκεῖ δι' ὑπερβολὴν θερμότητος, [53] τοῖς δ' ἄλλοις χλιαρόν. πότερον οὖν πάσας τὰς φαντασίας ἀληθεῖς εἶναι φήσει τις, ἢ τάσδε μὲν ἀληθεῖς, τάσδε δὲ ψευδεῖς, ἢ καὶ ψευδεῖς ἁπάσας, εἰπεῖν ἀμήχανον, μηδὲν ἡμῶν ἐχόντων κριτήριον ὡμολογημένον δι' οὗ κρινοῦμεν ὃ προκρίνειν μέλλομεν, ἀλλὰ μηδὲ ἀποδείξεως εὐπορούντων ἀληθοῦς τε καὶ κεκριμένης, διὰ τὸ μέχρι νῦν ζητεῖσθαι τὸ τῆς ἀληθείας κριτήριον, δι' οὗ καὶ τὴν ἀληθῆ [54] ἀπόδειξιν ἐπικρίνεσθαι προσήκει. διὰ ταῦτα καὶ ὁ ἀξιῶν τοῖς μὲν κατὰ φύσιν ἔχουσιν [ἐν τούτοις] πιστεύειν, τοῖς δὲ παρὰ φύσιν διακειμένοις μηδαμῶς, ἄτοπος ἔσται· οὔτε γὰρ ἀναποδείκτως τοῦτο λέγων πιστευθήσεται, οὔτε ἀπόδειξιν [55] ἀληθῆ καὶ κεκριμένην ἕξει διὰ τὰ προειρημένα. εἰ μέντοι καὶ συγχωρήσειέ τις τὰς μὲν τῶν κατὰ φύσιν ἐχόντων φαντασίας εἶναι πιστάς, τὰς δὲ τῶν παρὰ φύσιν διακειμένων ἀπίστους, καὶ οὕτως ἀδύνατος εὑρεθήσεται ἡ διὰ τῶν αἰσθήσεων μόνων κρίσις τῶν ἐκτὸς ὑποκειμένων. ἡ ὅρασις γοῦν καὶ ἡ κατὰ φύσιν ἔχουσα τὸν ‹αὐτὸν› πύργον ὁτὲ μὲν στρογγύλον, ὁτὲ δὲ τετράγωνον εἶναι λέγει, καὶ ἡ γεῦσις τὰ αὐτὰ σιτία ἐπὶ μὲν τῶν κεκορεσμένων ἀηδῆ, ἐπὶ δὲ τῶν πεινώντων ἡδέα φησὶν εἶναι, καὶ ἡ ἀκοὴ παραπλησίως τῆς αὐτῆς φωνῆς νυκτὸς μὲν ὡς εὐμεγέθους ἀντιλαμβάνεται, [56] ἡμέρας δὲ ‹ὡς› ἀμαυρᾶς, καὶ ἡ ὄσφρησις ἐπὶ μὲν τῶν πολλῶν δυσώδη ἐπὶ δὲ τῶν βυρσοδεψῶν οὐδαμῶς τὰ αὐτὰ εἶναι δοκεῖ, καὶ ἡ αὐτὴ ἁφὴ εἰσιόντων μὲν ἡμῶν εἰς τὸ βαλανεῖον θερμαίνεται ὑπὸ τῆς παραστάδος, ἐξιόντων δὲ ψύχεται. διόπερ ἐπεὶ καὶ κατὰ φύσιν ἔχουσαι αἱ αἰσθήσεις ἑαυταῖς μάχονται, καὶ ἡ διαφωνία ἐστὶν ἀνεπίκριτος, ἐπεὶ μὴ ἔχομεν ὡμολογημένον ‹κριτήριον›, δι' οὗ κρίνεσθαι δύνανται, τὰς αὐτὰς ἀπορίας ἀκολουθεῖν ἀνάγκη. καὶ ἄλλα δὲ πλείω μεταφέρειν πρὸς τὴν τούτου κατασκευὴν ἐνδέχεται ἐκ τῶν προειρημένων ἡμῖν περὶ τῶν τῆς ἐποχῆς τρόπων. διόπερ οὐκ ἂν εἴη ἀληθὲς ἴσως τὸ τὴν αἴσθησιν μόνην δύνασθαι κρίνειν τὰ ἐκτὸς ὑποκείμενα.

[57]    Οὐκοῦν ἐπὶ τὴν διάνοιαν μετέλθωμεν τῷ λόγῳ. οἱ τοίνυν ἀξιοῦντες τῇ διανοίᾳ μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων πρῶτον μὲν ἐκεῖνο οὐκ ἕξουσιν δεικνύναι, ὅτι καταληπτόν ἐστι τὸ εἶναι διάνοιαν. ἐπεὶ γὰρ ὁ μὲν Γοργίας οὐδὲν εἶναι φάσκων οὐδὲ διάνοιαν εἶναί φησι, τινὲς δὲ ταύτην ἀποφαίνονται ὑπάρχειν, πῶς οὖν ἐπικρινοῦσι τὴν διαφωνίαν; οὔτε γὰρ διανοίᾳ, ἐπεὶ τὸ ζητούμενον συναρπάσουσιν, οὔτε ἄλλῳ τινί· οὐδὲν γὰρ ἄλλο εἶναί φασι κατὰ τὴν ὑπόθεσιν τὴν νῦν ὑποκειμένην, δι' οὗ κρίνεται τὰ πράγματα. ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται, πότερον ἔστι διάνοια ἢ οὐκ ἔστιν· ᾧ συνεισέρχεται τὸ μὴ δεῖν μόνῃ τῇ διανοίᾳ προσέχειν ἐν τῇ τῶν πραγμάτων [58] κρίσει, τῇ μηδέπω κατειλημμένῃ. ἀλλὰ κατειλήφθω ἡ διάνοια, καὶ ὡμολογήσθω τὸ εἶναι ταύτην καθ' ὑπόθεσιν· λέγω ὅτι οὐ δύναται κρίνειν τὰ πράγματα. εἰ γὰρ μηδ' ἑαυτὴν ἀκριβῶς ὁρᾷ, ἀλλὰ διαφωνεῖ περί τε τῆς οὐσίας αὑτῆς καὶ τοῦ τρόπου τῆς γενέσεως καὶ τοῦ τόπου ἐν ᾧ ἔστιν, πῶς ἂν δυνηθείη τῶν ἄλλων τι ἀκριβῶς καταλαμβάνειν; [59] διδομένου δὲ καὶ τοῦ τὴν διάνοιαν κριτικὴν εἶναι τῶν πραγμάτων, οὐχ εὑρήσομεν πῶς κατ' αὐτὴν κρινοῦμεν. πολλῆς γὰρ οὔσης τῆς κατὰ διάνοιαν διαφορᾶς, ἐπειδὴ ἑτέρα μέν ἐστιν ἡ Γοργίου διάνοια, καθ' ἥν φησι μηδὲν εἶναι, ἑτέρα δὲ ἡ Ἡρακλείτου, καθ' ἣν λέγει πάντα εἶναι, ἑτέρα δὲ ἡ τῶν λεγόντων τάδε μὲν εἶναι τάδε δὲ μὴ εἶναι, πῶς ἐπικρίνωμεν τὴν τῶν διανοιῶν διαφορὰν οὐχ ἕξομεν, οὐδὲ δυνησόμεθα εἰπεῖν, ὅτι τῇ μὲν τοῦδε διανοίᾳ κατακολουθεῖν [60] προσήκει, τῇ τοῦδε δὲ οὐδαμῶς. ἤν τε γὰρ διανοίᾳ τινὶ κρίνειν τολμῶμεν, τῆς διαφωνίας μέρει συγκατατιθέμενοι τὸ ζητούμενον συναρπάσομεν· ἤν τε ἑτέρῳ τινί, ψευσόμεθα ὅτι μόνῃ τῇ διανοίᾳ δεῖ κρίνειν τὰ πράγματα.

[61] λοιπὸν ἐκ τῶν περὶ τοῦ κριτηρίου τοῦ ὑφ' οὗ [λεγομένων] ῥηθέντων δεικνύναι δυνησόμεθα, ὅτι μήτε τὴν ἀγχινουστέραν τῶν ἄλλων διάνοιαν εὑρεῖν δυνάμεθα, ὅτι τε ἂν εὕρωμεν τῶν τε γεγενημένων καὶ οὐσῶν διανοιῶν ἀγχινουστέραν διάνοιαν, ἐπεὶ ἄδηλόν ἐστιν, εἰ πάλιν [62] ταύτης ἑτέρα ἔσται ἀγχινουστέρα, οὐ δεῖ προσέχειν αὐτῇ, ὅτι τε κἂν ὑποθώμεθα διάνοιαν ἧς ἐντρεχεστέρα οὐκ ἂν γένοιτο, οὐ συγκαταθησόμεθα τῷ δι' αὐτῆς κρίνοντι, εὐλαβούμενοι μὴ ψευδῆ τινα λόγον προφερόμενος διὰ τὸ ὀξυτάτης διανοίας μετεσχηκέναι δύναται ἡμᾶς πείθειν ὅτι ἔστιν ἀληθής. οὐκοῦν οὐδὲ τῇ διανοίᾳ μόνῃ δεῖ κρίνειν τὰ πράγματα.

[63]    Λείπεται λέγειν ὅτι δι' ἀμφοτέρων. ὃ πάλιν ἐστὶν ἀδύνατον· οὐ μόνον γὰρ οὐχ ὁδηγοῦσιν αἱ αἰσθήσεις τὴν διάνοιαν πρὸς κατάληψιν, ἀλλὰ καὶ ἐναντιοῦνται αὐτῇ. ἀμέλει γοῦν ἐκ τοῦ τὸ μέλι τοῖσδε μὲν πικρὸν τοῖσδε δὲ γλυκὺ φαίνεσθαι ὁ μὲν Δημόκριτος ἔφη μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν, ὁ δὲ Ἡράκλειτος ἀμφότερα. καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεών τε καὶ αἰσθητῶν ὁ αὐτὸς λόγος. οὕτως ἀπὸ τῶν αἰσθήσεων ὁρμωμένη ἡ διάνοια διάφορά τε καὶ μαχόμενα ἀποφαίνεσθαι ἀναγκάζεται. τοῦτο δὲ ἀλλότριόν ἐστι κριτηρίου καταληπτικοῦ. εἶτα κἀκεῖνο λεκτέον· [64] ἤτοι πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς πάντων διανοίαις κρινοῦσι τὰ πράγματα ἢ τισίν. ἀλλ' εἰ μὲν πάσαις λέξει τις, ἀδύνατα ἀξιώσει τοσαύτης μάχης ἐν ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις ἐμφαινομένης, ἄλλως τε καὶ ἐπεὶ τῆς Γοργίου διανοίας ἀπόφασίς ἐστι τὸ μὴ δεῖν μήτε αἰσθήσει μήτε διανοίᾳ προσέχειν, περιτραπήσεται ὁ λόγος. εἰ δὲ τισίν, πῶς κρινοῦσιν ὅτι ταῖσδε μὲν ταῖς αἰσθήσεσι καὶ ‹τῇδε› τῇ διανοίᾳ προσέχειν δεῖ, ταῖσδε δὲ οὔ, μὴ ἔχοντες κριτήριον ὡμολογημένον, δι' οὗ τὰς διαφόρους αἰσθήσεις τε καὶ [65] διανοίας ἐπικρινοῦσιν; ἢν δὲ λέγωσιν, ὅτι τὰς αἰσθήσεις καὶ τὰς διανοίας τῇ διανοίᾳ καὶ ταῖς αἰσθήσεσι κρινοῦμεν, ‹..........› τισὶ δὲ μή, τὸ ζητούμενον συναρπάζουσιν· περὶ γὰρ τοῦ εἰ δύναταί τις διὰ τούτων κρίνειν ζητοῦμεν.

[66] εἶτα κἀκεῖνο ῥητέον, ὅτι ἤτοι ταῖς αἰσθήσεσι τάς τε αἰσθήσεις καὶ τὰς διανοίας κρινοῦσιν, ἢ ταῖς διανοίαις τάς τε αἰσθήσεις καὶ τὰς διανοίας, ἢ ταῖς τε αἰσθήσεσι τὰς αἰσθήσεις καὶ ταῖς διανοίαις τὰς διανοίας, ἢ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας, τῇ δὲ διανοίᾳ τὰς αἰσθήσεις. εἰ μὲν οὖν ταῖς αἰσθήσεσιν ἢ τῇ διανοίᾳ ἀμφότερα κρίνειν ἐθελήσουσιν, οὐκέτι δι' αἰσθήσεως καὶ διανοίας κρινοῦσιν, ἀλλὰ δι' ἑνὸς τούτων, ὅπερ ἂν ἕλωνται· καὶ παρακολουθήσουσιν αὐτοῖς αἱ ἔμπροσθεν [67] εἰρημέναι ἀπορίαι. εἰ δὲ ταῖς αἰσθήσεσι τὰς αἰσθήσεις καὶ τῇ διανοίᾳ τὰς διανοίας ἐπικρινοῦσιν, ἐπειδὴ μάχονται καὶ αἰσθήσεις αἰσθήσεσι καὶ διάνοιαι διανοίαις, ἥντινα ἂν λάβωσιν ἀπὸ τῶν μαχομένων αἰσθήσεων πρὸς τὴν κρίσιν τῶν ἄλλων αἰσθήσεων, τὸ ζητούμενον συναρπάσουσιν· μέρος γὰρ τῆς διαφωνίας ὡς πιστὸν ἤδη λήψονται πρὸς τὴν [68] τῶν ἐπ' ἴσης αὐτῷ ζητουμένων ἐπίκρισιν. ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν διανοιῶν λόγος. εἰ δὲ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας ἐπικρινοῦσι, τῇ διανοίᾳ δὲ τὰς αἰσθήσεις, ὁ διάλληλος εὑρίσκεται τρόπος, καθ' ὅν, ἵνα μὲν αἱ αἰσθήσεις ἐπικριθῶσι, δεῖ προκεκρίσθαι τὰς διανοίας, ἵνα δὲ αἱ διάνοιαι [69] δοκιμασθῶσι, χρὴ προδιευκρινεῖσθαι τὰς αἰσθήσεις. ἐπεὶ οὖν μήτε ὑπὸ τῶν ὁμογενῶν τὰ ὁμογενῆ κριτήρια δύναται ἐπικρίνεσθαι μήτε ὑπὸ ἑνὸς γένους ἀμφότερα τὰ γένη μήτε ὑπὸ τῶν ἑτερογενῶν ἐναλλάξ, οὐ δυνησόμεθα προκρίνειν διάνοιαν διανοίας ἢ αἴσθησιν αἰσθήσεως. διὰ δὲ τοῦτο οὐδὲ ἕξομεν διὰ τίνος κρινοῦμεν· εἰ γὰρ μήτε πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις κρίνειν δυνησόμεθα, μήτε εἰσόμεθα ποίαις μὲν δεῖ κρίνειν, ποίαις δὲ μή, οὐχ ἕξομεν δι' οὗ κρινοῦμεν τὰ πράγματα. ὥστε καὶ διὰ ταῦτα ἀνύπαρκτον ἂν εἴη τὸ κριτήριον τὸ δι' οὗ.

[70]

ζ΄ περὶ τοῦ καθ' ὅ.

   Ἴδωμεν οὖν ἑξῆς περὶ τοῦ κριτηρίου καθ' ὃ κρίνεσθαι λέγουσι τὰ πράγματα. πρῶτον τοίνυν ἐκεῖνο ἔστιν εἰπεῖν περὶ αὐτοῦ, ὅτι ‹......› ἀνεπινόητός ἐστιν ἡ φαντασία. λέγουσι γὰρ φαντασίαν εἶναι τύπωσιν ἐν ἡγεμονικῷ. ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγεμονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύματος, ὡς φασίν, οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ' εἰσοχὴν καὶ ἐξοχήν, ὡς ἐπὶ τῶν σφραγίδων ὁρῶμεν, οὔτε κατὰ τὴν τερατολογουμένην ἑτεροιωτικήν· οὐ γὰρ ἂν μνήμην τοσούτων ἀναδέξαιτο θεωρημάτων ὅσα συνίστησι τέχνην, ἐν ταῖς ἐπιγινομέναις ἑτεροιώσεσι [71] τῶν προϋποκειμένων ἀπαλειφομένων. εἰ μέντοι καὶ ἐπινοηθῆναι δύναιτο ἡ φαντασία, ἀκατάληπτος ἔσται· ἐπεὶ γὰρ πάθος ἐστὶν ἡγεμονικοῦ, τὸ δὲ ἡγεμονικὸν οὐ καταλαμβάνεται, ὡς ἐδείξαμεν, οὐδὲ τὸ πάθος αὐτοῦ καταληψόμεθα.

[72] εἶτα εἰ καὶ δοίημεν, ὅτι καταλαμβάνεται ἡ φαντασία, οὐ δύναται κρίνεσθαι [καὶ] κατ' αὐτὴν τὰ πράγματα· οὐ γὰρ δι' ἑαυτῆς ἐπιβάλλει τοῖς ἐκτὸς καὶ ‹δι' αὐτῆς› φαντασιοῦται ἡ διάνοια, ὡς φασίν, ἀλλὰ διὰ τῶν αἰσθήσεων, αἱ δὲ αἰσθήσεις τὰ μὲν ἐκτὸς ὑποκείμενα οὐ καταλαμβάνουσιν, μόνα δέ, εἰ ἄρα, τὰ ἑαυτῶν πάθη. καὶ ἡ φαντασία οὖν τοῦ πάθους τῆς αἰσθήσεως ἔσται, ὅπερ διαφέρει τοῦ ἐκτὸς ὑποκειμένου· οὐ γὰρ τὸ αὐτό ἐστι τὸ μέλι τῷ γλυκάζεσθαί με καὶ τὸ ἀψίνθιον τῷ πικράζεσθαι, ἀλλὰ διαφέρει.

[73] εἰ δὲ διαφέρει τοῦτο τὸ πάθος τοῦ ἐκτὸς ὑποκειμένου, ἡ φαντασία ἔσται οὐχὶ τοῦ ἐκτὸς ὑποκειμένου, ἀλλ' ἑτέρου τινὸς διαφέροντος αὐτοῦ. εἰ οὖν κατὰ ταύτην κρίνει ἡ διάνοια, φαύλως κρίνει καὶ οὐ κατὰ τὸ ὑποκείμενον. διόπερ ἄτοπόν ἐστι τὸ κατὰ τὴν φαντασίαν τὰ ἐκτὸς κρίνεσθαι [74] λέγειν. ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ὅτι ἡ ψυχὴ καταλαμβάνει διὰ τῶν αἰσθητικῶν παθῶν τὰ ἐκτὸς ὑποκείμενα, διὰ τὸ ὅμοια τὰ πάθη τῶν αἰσθήσεων εἶναι τοῖς ἐκτὸς ὑποκειμένοις. πόθεν γὰρ εἴσεται ἡ διάνοια, εἰ ὅμοιά ἐστι τὰ πάθη τῶν αἰσθήσεων τοῖς αἰσθητοῖς, μήτε αὐτὴ τοῖς ἐκτὸς ἐντυγχάνουσα, μήτε τῶν αἰσθήσεων αὐτῇ τὴν φύσιν αὐτῶν δηλουσῶν ἀλλὰ τὰ ἑαυτῶν πάθη, καθάπερ [75] ἐκ τῶν τρόπων τῆς ἐποχῆς ἐπελογισάμην. ὥσπερ γὰρ ὁ ἀγνοῶν μὲν Σωκράτην, εἰκόνα δὲ τούτου θεασάμενος οὐκ οἶδεν, εἰ ὁμοία ἐστὶν ἡ εἰκὼν τῷ Σωκράτει, οὕτω καὶ ἡ διάνοια τὰ μὲν πάθη τῶν αἰσθήσεων ἐποπτεύουσα, τὰ δὲ ἐκτὸς μὴ θεωροῦσα, οὐδὲ εἰ ὅμοιά ἐστι τὰ τῶν αἰσθήσεων πάθη τοῖς ἐκτὸς ὑποκειμένοις εἴσεται. οὐδὲ καθ' ὁμοίωσιν ἄρα δυνήσεται ταῦτα κρίνειν κατὰ τὴν φαντασίαν.

[76] ἀλλὰ δῶμεν κατὰ συγχώρησιν, πρὸς τῷ ἐπινοεῖσθαι τὴν φαντασίαν καὶ καταλαμβάνεσθαι, ἔτι καὶ ἐπιδεκτικὴν εἶναι τοῦ κρίνεσθαι κατ' αὐτὴν τὰ πράγματα, καίτοι τοῦ λόγου πᾶν τὸ ἐναντίον ὑπομνήσαντος. οὐκοῦν ἤτοι πάσῃ φαντασίᾳ πιστεύσομεν ‹καὶ κατ' αὐτὴν ἐπικρινοῦμεν, ἤ τινι. ἀλλ' εἰ μὲν πάσῃ, δῆλον ὅτι καὶ τῇ Ξενιάδου φαντασίᾳ πιστεύσομεν›, καθ' ἣν ἔλεγε πάσας τὰς φαντασίας ἀπίστους εἶναι, καὶ περιτραπήσεται ὁ λόγος εἰς τὸ μὴ εἶναι πάσας τὰς φαντασίας ὥστε καὶ κατ' αὐτὰς [77] κρίνεσθαι δύνασθαι τὰ πράγματα. εἰ δέ τισιν, πῶς ἐπικρινοῦμεν ὅτι ταῖσδε μὲν ταῖς φαντασίαις πιστεύειν προσήκει, ταῖσδε δὲ ἀπιστεῖν; εἰ μὲν γὰρ ἄνευ φαντασίας, δώσουσιν, ὅτι παρέλκει ἡ φαντασία πρὸς τὸ κρίνειν, εἴγε χωρὶς αὐτῆς κρίνεσθαι δύνασθαι [τὰ] πράγματά τινα λέξουσιν· εἰ δὲ μετὰ φαντασίας, πῶς λήψονται τὴν φαντασίαν, ἣν παραλαμβάνουσι πρὸς τὴν τῶν ἄλλων φαντασιῶν [78] κρίσιν; ἢ πάλιν αὐτοῖς ἄλλης φαντασίας δεήσει πρὸς τὴν κρίσιν τῆς ἑτέρας φαντασίας, καὶ εἰς τὴν ἐκείνης κρίσιν ἄλλης, καὶ εἰς ἄπειρον. ἀδύνατον δὲ ἄπειρα ἐπικρῖναι· ἀδύνατον ἄρα εὑρεῖν, ποίαις μὲν φαντασίαις ὡς κριτηρίοις δεῖ χρῆσθαι, ποίαις δὲ οὐδαμῶς. ἐπεὶ οὖν, κἂν δῶμεν ὅτι κατὰ τὰς φαντασίας δεῖ κρίνειν τὰ πράγματα, ἑκατέρωθεν περιτρέπεται ὁ λόγος, καὶ ἐκ τοῦ πᾶσι πιστεύειν καὶ ἐκ τοῦ τισὶ μὲν πιστεύειν ὡς κριτηρίοις, τισὶ δὲ ἀπιστεῖν, συνάγεται τὸ μὴ δεῖν τὰς φαντασίας πρὸς τὴν κρίσιν τῶν πραγμάτων ὡς κριτήρια παραλαμβάνειν.

[79]    Ταῦτα μὲν ἀρκεῖ νῦν εἰπεῖν ὡς ἐν ὑποτυπώσει καὶ πρὸς τὸ κριτήριον καθ' ὃ κρίνεσθαι τὰ πράγματα ἐλέγετο. εἰδέναι δὲ χρή, ὅτι οὐ πρόκειται ἡμῖν ἀποφήνασθαι, ὅτι ἀνύπαρκτόν ἐστι τὸ κριτήριον [τὸ] τῆς ἀληθείας (τοῦτο γὰρ δογματικόν)· ἀλλ' ἐπεὶ οἱ δογματικοὶ πιθανῶς δοκοῦσι κατεσκευακέναι, ὅτι ἔστι τι κριτήριον ἀληθείας, ἡμεῖς αὐτοῖς πιθανοὺς δοκοῦντας εἶναι λόγους ἀντεθήκαμεν, οὔτε ὅτι ἀληθεῖς εἰσι διαβεβαιούμενοι οὔτε ὅτι πιθανώτεροι τῶν ἐναντίων, ἀλλὰ διὰ τὴν φαινομένην ἴσην πιθανότητα τούτων τε τῶν λόγων καὶ τῶν παρὰ τοῖς δογματικοῖς κειμένων τὴν ἐποχὴν συνάγοντες.

[80]    Εἰ μέντοι καὶ δοίημεν καθ' ὑπόθεσιν εἶναί τι τῆς ἀληθείας κριτήριον, ἄχρηστον εὑρίσκεται καὶ μάταιον, ἐὰν ὑπομνήσωμεν ὅτι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἀνύπαρκτος μέν ἐστιν ἡ ἀλήθεια, ἀνυπόστατον δὲ τὸ ἀληθές.

[81] ὑπομιμνῄσκομεν δὲ οὕτως. λέγεται διαφέρειν τῆς ἀληθείας τὸ ἀληθὲς τριχῶς, οὐσίᾳ συστάσει δυνάμει· οὐσίᾳ μέν, ἐπεὶ τὸ μὲν ἀληθὲς ἀσώματόν ἐστιν (ἀξίωμα γάρ ἐστι καὶ λεκτόν), ἡ δὲ ἀλήθεια σῶμα (ἔστι γὰρ ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντική, ἡ δὲ ἐπιστήμη πὼς ἔχον ἡγεμονικὸν ὥσπερ καὶ ἡ πὼς ἔχουσα χεὶρ πυγμή, τὸ δὲ ἡγεμονικὸν [82] σῶμα· ἔστι γὰρ κατ' αὐτοὺς πνεῦμα)· συστάσει δέ, ἐπεὶ τὸ μὲν ἀληθὲς ἁπλοῦν τί ἐστιν, οἷον 'ἐγὼ διαλέγομαι', ἡ δὲ ἀλήθεια ἀπὸ πολλῶν ἀληθῶν [83] γνώσεων συνίσταται· δυνάμει δέ, ἐπεὶ ἡ μὲν ἀλήθεια ἐπιστήμης ἔχεται, τὸ δὲ ἀληθὲς οὐ πάντως. διόπερ τὴν μὲν ἀλήθειαν ἐν μόνῳ σπουδαίῳ φασὶν εἶναι, τὸ δὲ ἀληθὲς καὶ ἐν φαύλῳ· ἐνδέχεται γὰρ [84] τὸν φαῦλον ἀληθές τι εἰπεῖν. ταῦτα μὲν οἱ δογματικοί. ἡμεῖς δὲ πάλιν τῆς κατὰ τὴν συγγραφὴν προαιρέσεως στοχαζόμενοι πρὸς μόνον τὸ ἀληθὲς νῦν τοὺς λόγους ποιησόμεθα, ἐπεὶ συμπεριγράφεται τούτῳ καὶ ἡ ἀλήθεια, σύστημα τῆς τῶν ἀληθῶν γνώσεως εἶναι λεγομένη. πάλιν δέ, ἐπεὶ τῶν λόγων οἱ μέν εἰσι καθολικώτεροι, δι' ὧν αὐτὴν τὴν ὑπόστασιν τοῦ ἀληθοῦς κινοῦμεν, οἱ δὲ εἰδικοί, δι' ὧν δείκνυμεν, ὅτι οὐκ ἔστιν ἐν φωνῇ τὸ ἀληθὲς ἢ ἐν λεκτῷ ἢ ἐν τῇ κινήσει τῆς διανοίας, τοὺς καθολικωτέρους ἐκθέσθαι μόνους ὡς πρὸς τὸ παρὸν ἀρκεῖν ἡγούμεθα. ὥσπερ γὰρ τείχους θεμελίῳ κατενεχθέντι καὶ τὰ ὑπερκείμενα πάντα συγκαταφέρεται, οὕτω τῇ τοῦ ἀληθοῦς ὑποστάσει διατρεπομένῃ καὶ αἱ κατὰ μέρος τῶν δογματικῶν εὑρεσιλογίαι συμπεριγράφονται.

[85]

θ΄ εἰ ἔστι τι φύσει ἀληθές.

   Διαφωνίας τοίνυν οὔσης περὶ τοῦ ἀληθοῦς παρὰ τοῖς δογματικοῖς, ἐπεί τινες μέν φασιν εἶναί τι ἀληθές, τινὲς δὲ μηδὲν εἶναι ἀληθές, οὐκ ἐνδέχεται τὴν διαφωνίαν ἐπικρῖναι, ἐπειδὴ ὁ λέγων εἶναί τι ἀληθὲς οὔτε ἄνευ ἀποδείξεως τοῦτο λέγων πιστευθήσεται διὰ τὴν διαφωνίαν· ἤν τε καὶ ἀπόδειξιν βούληται φέρειν, ἢν μὲν ψευδῆ ταύτην εἶναι συνομολογήσῃ, ἄπιστος ἔσται, ἀληθῆ δὲ τὴν ἀπόδειξιν εἶναι λέγων εἰς τὸν διάλληλόν τε ἐμπίπτει λόγον καὶ ἀπόδειξιν αἰτηθήσεται ‹τοῦ› ἀληθῆ αὐτὴν ὑπάρχειν, καὶ ἐκείνης ἄλλην, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι· ἀδύνατον ἄρα γνῶναι καὶ ὅτι ἔστι τι ἀληθές.

[86] καὶ μὴν τό 'τι', ὅπερ φασὶν εἶναι πάντων γενικώτατον, ἤτοι ἀληθὲς ἢ ψεῦδός ἐστιν ἢ οὔτε ψεῦδος οὔτε ἀληθές, ἢ καὶ ψεῦδος καὶ ἀληθές. εἰ μὲν οὖν ψεῦδος αὐτὸ εἶναι φήσουσιν, ὁμολογήσουσιν, ὅτι πάντα ἐστὶ ψευδῆ. ὥσπερ γάρ, ἐπεὶ τὸ ζῷον ἔμψυχόν ἐστι, καὶ πάντα τὰ ζῷα τὰ κατὰ μέρος ἔμψυχά ἐστιν, οὕτως, εἰ τὸ γενικώτατον πάντων (τό 'τι') ψεῦδός ἐστι, καὶ πάντα τὰ κατὰ μέρος ἔσται ψευδῆ καὶ οὐδὲν ἀληθές. ᾧ συνεισάγεται τὸ μηδὲν εἶναι ψεῦδος· καὶ γὰρ αὐτὸ τὸ 'πάντα ἐστὶ ψευδῆ' καὶ τὸ 'ἔστι τι ψεῦδος' τῶν πάντων καθεστὼς ψεῦδος ἔσται. εἰ δὲ ἀληθές ἐστι τό 'τι', πάντα ἔσται ἀληθῆ· ᾧ συνεισάγεται πάλιν τὸ μηδὲν εἶναι ἀληθές, εἴγε καὶ αὐτὸ τοῦτο τὶ ὑπάρχον (λέγω [87] δὲ τὸ μηδὲν εἶναι ἀληθές) ἀληθές ἐστιν. εἰ δὲ καὶ ψεῦδός ἐστι καὶ ἀληθὲς τό 'τι', ἕκαστον τῶν κατὰ μέρος καὶ ψεῦδος ἔσται καὶ ἀληθές. ἐξ οὗ συνάγεται τὸ μηδὲν φύσει εἶναι ἀληθές· τὸ γὰρ φύσιν ἔχον τοιαύτην ὥστε ἀληθὲς εἶναι, πάντως οὐκ ἂν εἴη ψεῦδος. εἰ δ' οὔτε ψεῦδός ἐστιν οὔτε ἀληθὲς τό 'τι', ὁμολογεῖται ὅτι καὶ πάντα τὰ ἐπὶ μέρους μήτε ψευδῆ μήτε ἀληθῆ εἶναι λεγόμενα οὐκ ἔσται ἀληθῆ. καὶ διὰ ταῦτα μὲν οὖν ἄδηλον ἡμῖν ἔσται, [88] εἰ ἔστιν ἀληθές. πρὸς τούτοις ἤτοι φαινόμενά ἐστι μόνον τὰ ἀληθῆ, ἢ ἄδηλα μόνον, ἢ τῶν ἀληθῶν τὰ μὲν ἄδηλά ἐστι, τὰ δὲ φαινόμενα· οὐδὲν δὲ τούτων ἐστὶν ἀληθές, ὡς δείξομεν· οὐδὲν ἄρα ἐστὶν ἀληθές. εἰ μὲν οὖν φαινόμενα μόνον ἐστὶ τὰ ἀληθῆ, ἤτοι πάντα τὰ φαινόμενα λέξουσιν εἶναι ἀληθῆ ἢ τινά. καὶ εἰ μὲν πάντα, περιτρέπεται ὁ λόγος· φαίνεται γάρ τισι τὸ μηδὲν εἶναι ἀληθές. εἰ δέ τινα, ἀνεπικρίτως μὲν οὐ δύναταί τις λέγειν, ὅτι τάδε μέν ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ, κριτηρίῳ δὲ χρώμενος ἤτοι φαινόμενον εἶναι λέξει τοῦτο τὸ κριτήριον ἢ ἄδηλον. καὶ ἄδηλον μὲν οὐδαμῶς· μόνα γὰρ ὑπόκειται [89] νῦν ἀληθῆ τὰ φαινόμενα. εἰ δὲ φαινόμενον, ἐπεὶ ζητεῖται, τίνα μὲν φαινόμενά ἐστιν ἀληθῆ, τίνα δὲ ψευδῆ, καὶ τὸ λαμβανόμενον φαινόμενον πρὸς τὴν κρίσιν τῶν φαινομένων πάλιν ἑτέρου δεήσεται κριτηρίου φαινομένου, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἐπικρίνειν· ἀδύνατον ἄρα καταλαβεῖν, εἰ φαινόμενά ἐστι [90] μόνον τὰ ἀληθῆ. ὁμοίως δὲ καὶ ὁ λέγων τὰ ἄδηλα μόνον εἶναι ἀληθῆ πάντα μὲν οὐ λέξει εἶναι ἀληθῆ (οὐ γὰρ καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἀληθὲς εἶναι λέξει ἢ τὸ περιττοὺς τούτους ὑπάρχειν)· εἰ δέ τινα, τίνι κρινοῦμεν, ὅτι τάδε μὲν τὰ ἄδηλά ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ; φαινομένῳ μὲν γὰρ οὐδαμῶς· εἰ δὲ ἀδήλῳ, ἐπεὶ ζητοῦμεν, τίνα τῶν ἀδήλων ἐστὶν ἀληθῆ καὶ τίνα ψευδῆ, δεήσεται καὶ τοῦτο τὸ ἄδηλον ἀδήλου ἑτέρου τοῦ ἐπικρινοῦντος αὐτό, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. διόπερ οὐδὲ ἄδηλα [91] μόνον ἐστὶ τἀληθῆ. λείπεται λέγειν, ὅτι τῶν ἀληθῶν τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα· ἔστι δὲ καὶ τοῦτο ἄτοπον. ἤτοι γὰρ πάντα τά τε φαινόμενα καὶ τὰ ἄδηλά ἐστιν ἀληθῆ, ἤ τινα φαινόμενα καί τινα ἄδηλα. εἰ μὲν οὖν πάντα, πάλιν περιτραπήσεται ὁ λόγος, ἀληθοῦς εἶναι διδομένου καὶ τοῦ μηδὲν εἶναι ἀληθές, λεχθήσεταί τε ἀληθὲς καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας καὶ τὸ περιττοὺς [92] τούτους ὑπάρχειν. εἰ δέ τινα τῶν φαινομένων καί τινα τῶν ἀδήλων ἐστὶν ἀληθῆ, πῶς ἐπικρινοῦμεν, ὅτι τῶν φαινομένων τάδε μέν ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ; εἰ μὲν ‹γὰρ› διὰ φαινομένου, εἰς ἄπειρον ἐκβάλλεται ὁ λόγος· εἰ δὲ δι' ἀδήλου, ἐπεὶ καὶ τὰ ἄδηλα δεῖται κρίσεως, πάλιν τοῦτο ‹τὸ› ἄδηλον διὰ τίνος κριθήσεται; εἰ ‹μὲν› γὰρ διὰ φαινομένου ὁ διάλληλος εὑρίσκεται τρόπος, εἰ δὲ δι' ἀδήλου, ὁ εἰς ἄπειρον [93] ἐκβάλλων. ὁμοίως δὲ καὶ περὶ τῶν ἀδήλων λεκτέον· ὁ μὲν γὰρ ἀδήλῳ τινὶ κρίνειν αὐτὰ ἐπιχειρῶν εἰς ἄπειρον ἐκβάλλεται, ὁ δὲ φαινομένῳ ἢ ἀεὶ φαινόμενον προσλαμβάνων εἰς ἄπειρον, ἢ ἐπὶ ἄδηλον μεταβαίνων εἰς τὸν διάλληλον. ψεῦδος ἄρα ἐστὶ τὸ λέγειν τῶν ἀληθῶν τὰ μὲν [94] εἶναι φαινόμενα τὰ δὲ ἄδηλα. εἰ οὖν μήτε τὰ φαινόμενά ἐστιν ἀληθῆ μήτε τὰ ἄδηλα μόνα, μήτε τινὰ μὲν φαινόμενα, τινὰ δὲ ἄδηλα, οὐδέν ἐστιν ἀληθές. εἰ δὲ μηδέν ἐστιν ἀληθές, τὸ δὲ κριτήριον δοκεῖ πρὸς τὴν κρίσιν τοῦ ἀληθοῦς χρησιμεύειν, ἄχρηστον καὶ μάταιόν ἐστι τὸ κριτήριον, κἂν δῶμεν αὐτῷ κατὰ συγχώρησιν ἔχειν τινὰ ὑπόστασιν. καὶ εἴγε ἐφεκτέον περὶ τοῦ εἰ ἔστι τι ἀληθές, ἀκόλουθόν ἐστι τοὺς λέγοντας ὡς διαλεκτική ἐστιν ἐπιστήμη ψευδῶν καὶ ἀληθῶν καὶ οὐδετέρων προπετεύεσθαι.

[95]    Ἀπόρου δὲ τοῦ κριτηρίου τῆς ἀληθείας φανέντος, οὔτε περὶ τῶν ἐναργῶν εἶναι δοκούντων, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἔτι οἷόν τέ ἐστι διισχυρίζεσθαι, οὔτε περὶ τῶν ἀδήλων· ἐπεὶ γὰρ ἀπὸ τῶν ἐναργῶν ταῦτα καταλαμβάνειν οἱ δογματικοὶ νομίζουσιν, ἐὰν ἐπέχειν περὶ τῶν ἐναργῶν καλουμένων ἀναγκαζώμεθα, πῶς ἂν περὶ [96] τῶν ἀδήλων ἀποφαίνεσθαι τολμήσαιμεν; ἐκ πολλοῦ δὲ τοῦ περιόντος καὶ πρὸς τὰ ἄδηλα τῶν πραγμάτων ἰδίως ἐνστησόμεθα. καὶ ἐπειδὴ ταῦτα διὰ σημείου τε καὶ ἀποδείξεως καταλαμβάνεσθαι καὶ κρατύνεσθαι δοκεῖ, διὰ βραχέων ὑπομνήσομεν, ὅτι καὶ περὶ τοῦ σημείου καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν προσήκει. ἀρξώμεθα δὲ ἀπὸ σημείου· καὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι δοκεῖ.

[97]

ι΄ περὶ σημείου.

   Τῶν πραγμάτων τοίνυν κατὰ τοὺς δογματικοὺς τὰ μέν ἐστι πρόδηλα, τὰ δὲ ἄδηλα, καὶ τῶν ἀδήλων τὰ μὲν καθάπαξ ἄδηλα, τὰ δὲ πρὸς καιρὸν ἄδηλα, τὰ δὲ φύσει ἄδηλα. καὶ πρόδηλα μὲν εἶναί φασι τὰ ἐξ ἑαυτῶν εἰς γνῶσιν ἡμῖν ἐρχόμενα, οἷόν ἐστι τὸ ἡμέραν εἶναι, καθάπαξ δὲ ἄδηλα, ἃ μὴ πέφυκεν εἰς τὴν ἡμετέραν πίπτειν κατάληψιν, ὡς τὸ ἀρτίους [98] εἶναι τοὺς ἀστέρας, πρὸς καιρὸν δὲ ἄδηλα ἅπερ τὴν φύσιν ἔχοντα ἐναργῆ παρά τινας ἔξωθεν περιστάσεις κατὰ καιρὸν ἡμῖν ἀδηλεῖται, ὡς ἐμοὶ νῦν ἡ τῶν Ἀθηναίων πόλις, φύσει δὲ ἄδηλα τὰ μὴ ἔχοντα φύσιν ὑπὸ τὴν ἡμετέραν πίπτειν ἐνάργειαν, ὡς οἱ νοητοὶ πόροι· οὗτοι γὰρ οὐδέποτε ἐξ ἑαυτῶν φαίνονται, ἀλλ' εἰ ἄρα, ἐξ ἑτέρων καταλαμβάνεσθαι ἂν νομισθεῖεν, οἷον τῶν ἱδρώτων ἤ τινος παραπλησίου.

[99] τὰ μὲν οὖν πρόδηλα μὴ δεῖσθαι σημείου φασίν· ἐξ ἑαυτῶν γὰρ αὐτὰ καταλαμβάνεσθαι. ἀλλ' οὐδὲ τὰ καθάπαξ ἄδηλα ἅτε δὴ μηδὲ τὴν ἀρχὴν καταλαμβανόμενα. τὰ δὲ πρὸς καιρὸν ἄδηλα καὶ τὰ φύσει ἄδηλα διὰ σημείων μὲν καταλαμβάνεσθαι, οὐ μὴν διὰ τῶν αὐτῶν, ἀλλὰ τὰ μὲν πρὸς καιρὸν ἄδηλα διὰ τῶν ὑπομνηστικῶν, τὰ δὲ [100] φύσει ἄδηλα διὰ τῶν ἐνδεικτικῶν. τῶν οὖν σημείων τὰ μέν ἐστιν ὑπομνηστικὰ κατ' αὐτοὺς, τὰ δ' ἐνδεικτικά. καὶ ὑπομνηστικὸν μὲν σημεῖον καλοῦσιν ὃ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι' ἐναργείας ἅμα τῷ ὑποπεσεῖν, ἐκείνου ἀδηλουμένου, ἄγει ἡμᾶς εἰς ὑπόμνησιν τοῦ συμπαρατηρηθέντος αὐτῷ καὶ νῦν ἐναργῶς μὴ ὑποπίπτοντος, ὡς ἔχει ἐπὶ τοῦ καπνοῦ καὶ [101] τοῦ πυρός. ἐνδεικτικὸν δέ ἐστι σημεῖον, ὥς φασιν, ὃ μὴ συμπαρατηρηθὲν τῷ σημειωτῷ δι' ἐναργείας, ἀλλ' ἐκ τῆς ἰδίας φύσεως καὶ κατασκευῆς σημαίνει τὸ οὗ ἐστι σημεῖον, ὡσπεροῦν αἱ περὶ τὸ σῶμα κινήσεις σημεῖά εἰσι τῆς ψυχῆς. ὅθεν καὶ ὁρίζονται τοῦτο τὸ σημεῖον οὕτως 'σημεῖόν ἐστιν ἐνδεικτικὸν ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον, ἐκκαλυπτικὸν [102] τοῦ λήγοντος.' διττῆς οὖν οὔσης τῶν σημείων διαφορᾶς, ὡς ἔφαμεν, οὐ πρὸς πᾶν σημεῖον ἀντιλέγομεν, ἀλλὰ πρὸς μόνον τὸ ἐνδεικτικὸν ὡς ὑπὸ τῶν δογματικῶν πεπλάσθαι δοκοῦν. τὸ γὰρ ὑπομνηστικὸν πεπίστευται ὑπὸ τοῦ βίου, ἐπεὶ καπνὸν ἰδών τις σημειοῦται πῦρ καὶ οὐλὴν θεασάμενος τραῦμα γεγενῆσθαι λέγει. ὅθεν οὐ μόνον οὐ μαχόμεθα τῷ βίῳ ἀλλὰ καὶ συναγωνιζόμεθα, τῷ μὲν ὑπ' αὐτοῦ πεπιστευμένῳ ἀδοξάστως συγκατατιθέμενοι, τοῖς δ' ὑπὸ τῶν δογματικῶν ἰδίως ἀναπλαττομένοις ἀνθιστάμενοι.

[103]

   Ταῦτα μὲν οὖν ἥρμοζεν ἴσως προειπεῖν ὑπὲρ τῆς σαφηνείας τοῦ ζητουμένου· λοιπὸν δὲ ἐπὶ τὴν ἀντίρρησιν χωρῶμεν, οὐκ ἀνύπαρκτον δεῖξαι τὸ ἐνδεικτικὸν σημεῖον πάντως ἐσπουδακότες, ἀλλὰ τὴν φαινομένην ἰσοσθένειαν τῶν φερομένων λόγων πρός τε τὴν ὕπαρξιν αὐτοῦ καὶ τὴν ἀνυπαρξίαν ὑπομιμνῄσκοντες.

[104]

ια΄ εἰ ἔστι τι σημεῖον ἐνδεικτικόν.

   Τὸ σημεῖον τοίνυν, ὅσον ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ παρὰ τοῖς δογματικοῖς, ἀνεπινόητόν ἐστιν. αὐτίκα γοῦν οἱ ἀκριβῶς περὶ αὐτοῦ διειληφέναι δοκοῦντες, οἱ Στωικοί, βουλόμενοι παραστῆσαι τὴν ἔννοιαν τοῦ σημείου, φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος. καὶ τὸ μὲν ἀξίωμά φασιν εἶναι λεκτὸν αὐτοτελὲς ἀποφαντὸν ὅσον ἐφ' ἑαυτῷ, ὑγιὲς δὲ συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον [105] ἐπὶ ψεῦδος. τὸ γὰρ συνημμένον ἤτοι ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές, οἷον 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν', ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ψεῦδος, οἷον 'εἰ πέταται ἡ γῆ, πτερωτή ἐστιν ἡ γῆ,' ἢ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ψεῦδος, οἷον 'εἰ ἔστιν ἡ γῆ, πέταται ἡ γῆ', ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ἀληθές, οἷον 'εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ'. τούτων δὲ μόνον τὸ ἀπὸ ἀληθοῦς ἀρχόμενον καὶ λῆγον ἐπὶ ψεῦδος μοχθηρὸν [106] εἶναί φασιν, τὰ δ' ἄλλα ὑγιῆ. προκαθηγούμενον δὲ λέγουσι τὸ ἐν συνημμένῳ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπὶ ἀληθὲς ἡγούμενον. ἐκκαλυπτικὸν δέ ἐστι τοῦ λήγοντος, ἐπεὶ τὸ 'γάλα ἔχει αὕτη' τοῦ 'κεκύηκεν αὕτη' δηλωτικὸν εἶναι δοκεῖ ἐν τούτῳ τῷ συνημμένῳ [107] 'εἰ γάλα ἔχει αὕτη, κεκύηκεν αὕτη'. ταῦτα μὲν οὗτοι· ἡμεῖς δὲ λέγομεν πρῶτον, ὅτι ἄδηλόν ἐστιν, εἰ ἔστι ‹τι› λεκτόν. ἐπεὶ γὰρ τῶν δογματικῶν οἱ μὲν Ἐπικούρειοί φασι μὴ εἶναί ‹τι› λεκτὸν, οἱ δὲ Στωικοὶ εἶναι, ὅταν λέγωσιν οἱ Στωικοὶ εἶναί τι λεκτόν, ἤτοι μόνῃ φάσει χρῶνται ἢ καὶ ἀποδείξει. ἀλλ' εἰ μὲν φάσει, ἀντιθήσουσιν αὐτοῖς οἱ Ἐπικούρειοι φάσιν τὴν λέγουσαν, ὅτι οὐκ ἔστι τι λεκτόν· εἰ δὲ ἀπόδειξιν παραλήψονται, ἐπεὶ ἐξ ἀξιωμάτων συνέστηκε λεκτῶν ἡ ἀπόδειξις, ἐκ τῶν λεκτῶν δὲ συνεστῶσα οὐ δυνήσεται πρὸς πίστιν τοῦ λεκτὸν εἶναι παραλαμβάνεσθαι (ὁ γὰρ μὴ διδοὺς εἶναι λεκτὸν πῶς συγχωρήσει [108] σύστημα λεκτῶν ὑπάρχειν;) ‑ διὰ τοῦ ζητουμένου τοίνυν τὸ ζητούμενον πιστοῦσθαι βούλεται ὁ ἐκ τῆς ὑπάρξεως τοῦ συστήματος τῶν λεκτῶν εἶναί τι λεκτὸν πειρώμενος κατασκευάζειν. εἰ οὖν μήτε ἁπλῶς μήτε δι' ἀποδείξεως ἐνδέχεται παριστᾶν ὅτι ἔστι τι λεκτόν, ἄδηλόν ἐστιν ὅτι ἔστι τι λεκτόν. ὁμοίως δὲ καὶ εἰ ἔστιν ἀξίωμα· [109] λεκτὸν γάρ ἐστι τὸ ἀξίωμα. μήποτε δὲ καὶ εἰ καθ' ὑπόθεσιν εἶναί τι λεκτὸν δοθείη, τὸ ἀξίωμα ἀνύπαρκτον εὑρίσκεται, συνεστηκὸς ἐκ λεκτῶν μὴ συνυπαρχόντων ἀλλήλοις. οἷον γοῦν ἐπὶ τοῦ 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν', ὅτε λέγω τὸ 'ἡμέρα ἔστιν', οὐδέπω ἔστι τὸ 'φῶς ἔστιν', καὶ ὅτε λέγω τὸ 'φῶς ἔστιν', οὐκέτι ἔστι τὸ 'ἡμέρα ἔστιν'. εἰ οὖν τὰ μὲν συγκείμενα ἔκ τινων ἀδύνατον ὑπάρχειν μὴ συνυπαρχόντων ἀλλήλοις τῶν μερῶν αὐτῶν, τὰ δὲ ἐξ ὧν σύγκειται τὸ ἀξίωμα οὐ συνυπάρχει ἀλλήλοις, οὐχ ὑπάρξει [110] τὸ ἀξίωμα. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, τὸ ὑγιὲς συνημμένον ἀκατάληπτον εὑρεθήσεται. ὁ μὲν γὰρ Φίλων φησὶν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπὸ ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος, οἷον ἡμέρας οὔσης καὶ ἐμοῦ διαλεγομένου τὸ 'εἰ ἡμέρα ἔστιν, ἐγὼ διαλέγομαι', ὁ δὲ Διόδωρος, ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται ἀρχόμενον ἀπὸ ἀληθοῦς λήγειν ἐπὶ ψεῦδος· καθ' ὃν τὸ μὲν εἰρημένον συνημμένον ψεῦδος εἶναι δοκεῖ, ἐπεὶ ἡμέρας μὲν οὔσης ἐμοῦ δὲ σιωπήσαντος ἀπὸ ἀληθοῦς ἀρξάμενον [111] ἐπὶ ψεῦδος καταλήξει, ἐκεῖνο δὲ ἀληθές 'εἰ οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα, ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα'· ἀεὶ γὰρ ἀπὸ ψεύδους ἀρχόμενον τοῦ 'οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα' εἰς ἀληθὲς καταλήξει κατ' αὐτὸν τὸ 'ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα'. οἱ δὲ τὴν συνάρτησιν εἰσάγοντες ὑγιὲς εἶναί φασι συνημμένον, ὅταν τὸ ἀντικείμενον τῷ ἐν αὐτῷ λήγοντι μάχηται τῷ ἐν αὐτῷ ἡγουμένῳ· καθ' οὓς τὰ μὲν εἰρημένα συνημμένα ἔσται μοχθηρά, ἐκεῖνο δὲ ἀληθές 'εἰ ἡμέρα ἔστιν, ἡμέρα [112] ἔστιν'. οἱ δὲ τῇ ἐμφάσει κρίνοντές φασιν ὅτι ἀληθές ἐστι συνημμένον οὗ τὸ λῆγον ἐν τῷ ἡγουμένῳ περιέχεται δυνάμει· καθ' οὓς τὸ 'εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστι' καὶ πᾶν τὸ διαφορούμενον [ἀξίωμα] συνημμένον ἴσως ψεῦδος ἔσται· [113] αὐτὸ γάρ τι ἐν ἑαυτῷ περιέχεσθαι ἀμήχανον. ταύτην τοίνυν τὴν διαφωνίαν ἐπικριθῆναι ἀμήχανον ἴσως εἶναι δόξει. οὔτε γὰρ ἀναποδείκτως προκρίνοντές τινα τῶν στάσεων τῶν προειρημένων πιστοὶ ἐσόμεθα οὔτε μετὰ ἀποδείξεως. καὶ γὰρ ἡ ἀπόδειξις ὑγιὴς εἶναι δοκεῖ, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκῇ τὸ συμπέρασμα αὐτῆς ὡς λῆγον ἡγουμένῳ, οἷον οὕτως 'εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν. εἴπερ ἡμέρα ἔστι, [114] φῶς ἔστιν· καὶ ἡμέρα ἔστι καὶ φῶς ἔστιν'. ζητουμένου δὲ περὶ τοῦ πῶς κρινοῦμεν τὴν ἀκολουθίαν τοῦ λήγοντος πρὸς τὸ ἡγούμενον, ὁ διάλληλος εὑρίσκεται τρόπος. ἵνα μὲν γὰρ ἡ κρίσις τοῦ συνημμένου ἀποδειχθῇ, τὸ συμπέρασμα τοῖς λήμμασι τῆς ἀποδείξεως ἀκολουθεῖ, ὡς προειρήκαμεν· ἵνα δὲ πάλιν τοῦτο πιστευθῇ, δεῖ τὸ συνημμένον [115] καὶ τὴν ἀκολουθίαν ἐπικεκρίσθαι· ὅπερ ἄτοπον. ἀκατάληπτον ἄρα τὸ ὑγιὲς συνημμένον. ἀλλὰ καὶ τὸ προκαθηγούμενον ἄπορόν ἐστιν. τὸ μὲν γὰρ προκαθηγούμενον, ὥς φασιν, ἐστὶ τὸ ἡγούμενον ἐν τοιούτῳ συνημμένῳ, ὃ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ [116] λήγει ἐπὶ ἀληθές. εἰ δὲ ἐκκαλυπτικόν ἐστι τοῦ λήγοντος τὸ σημεῖον, ἤτοι πρόδηλόν ἐστι τὸ λῆγον ἢ ἄδηλον. εἰ μὲν οὖν πρόδηλον, οὐδὲ τοῦ ἐκκαλύψοντος δεήσεται, ἀλλὰ συγκαταληφθήσεται αὐτῷ, καὶ οὐκ ἔσται αὐτοῦ σημειωτόν, διόπερ οὐδὲ ἐκεῖνο τούτου σημεῖον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων διαπεφώνηται ἀνεπικρίτως, ποῖα μέν ἐστιν αὐτῶν ἀληθῆ ποῖα δὲ ψευδῆ, καὶ ὅλως εἰ ἔστι τι αὐτῶν ἀληθές, ἄδηλον ἔσται, εἰ εἰς ἀληθὲς λήγει τὸ συνημμένον. ᾧ συνεισέρχεται καὶ τὸ ἄδηλον εἶναι εἰ προκαθηγεῖται τὸ ἐν αὐτῷ ἡγούμενον.

[117] ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν, οὐ δύναται ἐκκαλυπτικὸν εἶναι τοῦ λήγοντος, εἴγε πρὸς τὸ σημεῖόν ἐστι τὸ σημειωτὸν καὶ διὰ τοῦτο συγκαταλαμβάνεται αὐτῷ. τὰ γὰρ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται· καὶ ὥσπερ τὸ δεξιὸν πρὸ τοῦ ἀριστεροῦ ὡς δεξιὸν ἀριστεροῦ καταληφθῆναι οὐ δύναται, οὐδὲ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν πρός τι παραπλησίως, οὕτως οὐδὲ τὸ σημεῖον πρὸ τοῦ σημειωτοῦ [118] ὡς σημειωτοῦ καταληφθῆναι δυνατὸν ἔσται. εἰ δ' οὐ προκαταλαμβάνεται τὸ σημεῖον τοῦ σημειωτοῦ, οὐδὲ ἐκκαλυπτικὸν αὐτοῦ δύναται ὑπάρχειν τοῦ ἅμα αὐτῷ καὶ μὴ μετ' αὐτὸ καταλαμβανομένου. οὐκοῦν καὶ ὅσον ἐπὶ τοῖς κοινότερον λεγομένοις ὑπὸ τῶν ἑτεροδόξων ἀνεπινόητόν ἐστι τὸ σημεῖον. καὶ γὰρ πρός τι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ, πρὸς ᾧ [119] φασιν αὐτὸ εἶναι, τοῦτο εἶναι λέγουσιν. ὅθεν εἰ μὲν πρός τι ἐστὶ καὶ πρὸς τῷ σημειωτῷ, συγκαταλαμβάνεσθαι πάντως ὀφείλει τῷ σημειωτῷ, καθάπερ τὸ ἀριστερὸν τῷ δεξιῷ καὶ τὸ ἄνω τῷ κάτω καὶ τὰ ἄλλα ‹τὰ› πρός τι. εἰ δὲ ἐκκαλυπτικόν ἐστι τοῦ σημειωτοῦ, προκαταλαμβάνεσθαι αὐτοῦ πάντως ὀφείλει, ἵνα προεπιγνωσθὲν εἰς ἔννοιαν ἡμᾶς [120] ἀγάγῃ τοῦ ἐξ αὐτοῦ γινωσκομένου πράγματος. ἀδύνατον δὲ ἐννοῆσαι πρᾶγμα μὴ δυνάμενον πρὸ ἐκείνου γνωσθῆναι, οὗ προκαταλαμβάνεσθαι ἀνάγκην ἔχει· ἀδύνατον ἄρα ἐπινοεῖν τι καὶ πρός τι ὂν καὶ ἐκκαλυπτικὸν ἐκείνου ὑπάρχον πρὸς ᾧ νοεῖται. τὸ δὲ σημεῖον καὶ πρός τι φασὶν εἶναι καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ· ἀδύνατον ἄρα ἐστὶν ἐπινοῆσαι τὸ σημεῖον.

[121]    Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαφωνία γέγονε παρὰ τοῖς πρὸ ἡμῶν, τῶν μὲν λεγόντων εἶναί τι σημεῖον ἐνδεικτικόν, τῶν δὲ μηδὲν εἶναι σημεῖον ἐνδεικτικὸν φασκόντων. ὁ λέγων οὖν εἶναί τι σημεῖον ἐνδεικτικὸν ἤτοι ἁπλῶς ἐρεῖ καὶ ἀναποδείκτως, ψιλῇ φάσει χρώμενος, ἢ μετὰ ἀποδείξεως. ἀλλ' εἰ μὲν φάσει μόνῃ χρήσεται, ἄπιστος ἔσται, εἰ δὲ ἀποδεῖξαι βουλήσεται, τὸ ζητούμενον συναρπάσει.

[122] ἐπεὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι λέγεται, ἀμφισβητουμένου τοῦ πότερον ἔστι τι σημεῖον ἢ οὐκ ἔστιν, ἀμφισβήτησις ἔσται καὶ περὶ τοῦ πότερον ἔστιν ἀπόδειξις ἢ οὐδαμῶς, ὥσπερ καθ' ὑπόθεσιν ζητουμένου εἰ ἔστι ζῷον, ζητεῖται καὶ περὶ τοῦ εἰ ἔστιν ἄνθρωπος· ζῷον γὰρ ὁ ἄνθρωπος. ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ἐπ' ἴσης ζητουμένου ἢ δι' ἑαυτοῦ ἀποδεικνύναι· οὐδὲ δι' ἀποδείξεως [123] ἄρα δυνήσεταί τις διαβεβαιοῦσθαι, ὅτι ἔστι σημεῖον. εἰ δὲ μήτε ἁπλῶς μήτε μετὰ ἀποδείξεως οἷόν τέ ἐστι περὶ τοῦ σημείου διαβεβαιωτικῶς ἀποφαίνεσθαι, ἀδύνατόν ἐστι περὶ αὐτοῦ καταληπτικὴν ἀπόφασιν ποιήσασθαι· εἰ δὲ μὴ καταλαμβάνεται μετὰ ἀκριβείας τὸ σημεῖον, οὐδὲ σημαντικὸν εἶναι λεχθήσεταί τινος ἅτε δὴ μηδὲ αὐτὸ ὁμολογούμενον· διὰ δὲ τοῦτο οὐδὲ σημεῖον ἔσται. ὅθεν καὶ κατὰ τοῦτον τὸν ἐπιλογισμὸν ἀνύπαρκτον ἔσται τὸ σημεῖον καὶ ἀνεπινόητον.

[124]    Ἔτι μέντοι κἀκεῖνο ῥητέον. ἤτοι φαινόμενα μόνον ἐστὶ τὰ σημεῖα ἢ ἄδηλα μόνον, ἢ τῶν σημείων τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα. οὐδὲν δὲ τούτων ἐστὶν ὑγιές· οὐκ ἄρα ἔστι σημεῖον. ὅτι μὲν οὖν ἄδηλα οὐκ ἔστι πάντα τὰ σημεῖα, ἐντεῦθεν δείκνυται. τὸ ἄδηλον οὐκ ἐξ ἑαυτοῦ φαίνεται, ὡς οἱ δογματικοί φασιν, ἀλλὰ δι' ἑτέρου ὑποπίπτει. καὶ τὸ σημεῖον οὖν, εἰ ἄδηλον εἴη, ἑτέρου δεήσεται σημείου ἀδήλου, ἐπεὶ μηδὲν φαινόμενόν ἐστι σημεῖον κατὰ τὴν προκειμένην ὑπόθεσιν, κἀκεῖνο ἄλλου, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα σημεῖα λαμβάνειν· ἀδύνατον ἄρα τὸ σημεῖον καταληφθῆναι ἄδηλον ὄν. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτον ἔσται, μὴ δυνάμενον σημαίνειν τι καὶ σημεῖον [125] εἶναι διὰ τὸ μὴ καταλαμβάνεσθαι. εἰ δὲ πάντα τὰ σημεῖα φαινόμενά ἐστιν, ἐπεὶ καὶ πρός τι ἐστὶ τὸ σημεῖον καὶ πρὸς τῷ σημειωτῷ, τὰ δὲ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις, τὰ σημειωτὰ εἶναι λεγόμενα σὺν τοῖς φαινομένοις καταλαμβανόμενα φαινόμενα ἔσται· ὥσπερ γὰρ ἅμα ὑποπιπτόντων τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ οὐ μᾶλλον τὸ δεξιὸν τοῦ ἀριστεροῦ ἢ τὸ ἀριστερὸν τοῦ δεξιοῦ φαίνεσθαι λέγεται, οὕτω συγκαταλαμβανομένων τοῦ τε σημείου καὶ τοῦ σημειωτοῦ οὐ μᾶλλον τὸ σημεῖον ἢ τὸ σημειωτὸν [126] φαίνεσθαι ῥητέον. εἰ δὲ φαινόμενόν ἐστι τὸ σημειωτόν, οὐδὲ σημειωτὸν ἔσται μὴ δεόμενον τοῦ σημανοῦντος αὐτὸ καὶ ἐκκαλύψοντος. ὅθεν ὥσπερ ἀναιρουμένου δεξιοῦ οὐδὲ ἀριστερὸν ἔστιν, οὕτως ἀναιρουμένου τοῦ σημειωτοῦ οὐδὲ σημεῖον εἶναι δύναται, ὥστε ἀνύπαρκτον εὑρίσκεται τὸ σημεῖον, εἴπερ φαινόμενα μόνα εἶναι λέγοι [127] τις τὰ σημεῖα. λείπεται λέγειν, ὅτι τῶν σημείων τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα· καὶ οὕτως δὲ αἱ ἀπορίαι μένουσιν. τῶν τε γὰρ φαινομένων σημείων τὰ σημειωτὰ εἶναι λεγόμενα φαινόμενα ἔσται, καθὰ προειρήκαμεν, καὶ μὴ δεόμενα τοῦ σημανοῦντος οὐδὲ σημειωτὰ ὅλως ὑπάρξει, ὅθεν οὐδὲ ἐκεῖνα σημεῖα ἔσται, μηδὲν σημαίνοντα· [128] τά τε ἄδηλα σημεῖα χρῄζοντα τῶν ἐκκαλυψόντων αὐτά, ἐὰν μὲν ὑπὸ ἀδήλων σημαίνεσθαι λέγηται, εἰς ἄπειρον ἐκπίπτοντος τοῦ λόγου ἀκατάληπτα εὑρίσκεται καὶ διὰ τοῦτο ἀνύπαρκτα, ὡς προειρήκαμεν· ἐὰν δὲ ὑπὸ φαινομένων, φαινόμενα ἔσται σὺν τοῖς φαινομένοις αὐτῶν σημείοις καταλαμβανόμενα, διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτα. ἀδύνατον γὰρ εἶναί τι πρᾶγμα, ὃ καὶ ἄδηλόν ἐστι φύσει καὶ φαινόμενον, τὰ δὲ σημεῖα περὶ ὧν ἐστιν ὁ λόγος, ἄδηλα ὑποτεθέντα, φαινόμενα εὑρέθη κατὰ τὴν περιτροπὴν [129] τοῦ λόγου. εἰ οὖν μήτε πάντα τὰ σημεῖα φαινόμενά ἐστι μήτε πάντα ἄδηλα, μήτε τῶν σημείων τινὰ μέν ἐστι φαινόμενα, τινὰ δὲ ἄδηλα, καὶ παρὰ ταῦτα οὐδὲν ἔστιν, ὡς καὶ αὐτοί φασιν, ἀνύπαρκτα ἔσται τὰ λεγόμενα σημεῖα.

[130]    Ταῦτα μὲν οὖν ὀλίγα ἀπὸ πολλῶν ἀρκέσει νῦν εἰρῆσθαι πρὸς ὑπόμνησιν τοῦ μὴ εἶναι σημεῖον ἐνδεικτικόν· ἑξῆς δὲ καὶ τὰς ὑπομνήσεις τοῦ εἶναί τι σημεῖον ἐκθησόμεθα, ἵνα τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων λόγων παραστήσωμεν. ἤτοι οὖν σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου φωναὶ φερόμεναι ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν ἄσημοί εἰσιν, πῶς ἂν κινήσειαν τὴν ὕπαρξιν τοῦ σημείου; [131] εἰ δὲ σημαίνουσί τι, ἔστι σημεῖον. ἔτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ λόγοι οἱ κατὰ τοῦ σημείου ἢ οὐκ ἀποδεικτικοί. ἀλλ' εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐκ ἀποδεικνύουσι τὸ μὴ εἶναι σημεῖον· εἰ δὲ ἀποδεικτικοί, ἐπεὶ ἡ ἀπόδειξις τῷ γένει σημεῖόν ἐστιν, ἐκκαλυπτικὴ οὖσα τοῦ συμπεράσματος, ἔσται σημεῖον. ὅθεν καὶ συνερωτᾶται λόγος τοιοῦτος· εἰ ἔστι τι σημεῖον, ἔστι σημεῖον, καὶ εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον· τὸ γὰρ μὴ εἶναι σημεῖον δι' ἀποδείξεως, ἣ δή ἐστι σημεῖον, δείκνυται. ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι [132] σημεῖον· ἔστιν ἄρα σημεῖον. τούτῳ δὲ τῷ λόγῳ παράκειται τοιοῦτος λόγος. εἰ οὐκ ἔστι τι σημεῖον, οὐκ ἔστι σημεῖον· καὶ εἰ ἔστι σημεῖον ὅ φασιν οἱ δογματικοὶ σημεῖον εἶναι, οὐκ ἔστι σημεῖον. τὸ γὰρ σημεῖον περὶ οὗ ὁ λόγος, κατὰ τὴν ἐπίνοιαν αὐτοῦ καὶ πρός τι εἶναι λεγόμενον καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ, ἀνύπαρκτον εὑρίσκεται, [133] ὡς παρεστήσαμεν. ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον· οὐκ ἄρα ἔστι σημεῖον. καὶ περὶ τῶν φωνῶν δὲ τῶν ὑπὲρ τοῦ σημείου αὐτοὶ ἀποκρινάσθωσαν οἱ δογματικοί, πότερον σημαίνουσί τι ἢ οὐδὲν σημαίνουσιν. εἰ μὲν γὰρ οὐδὲν σημαίνουσιν, οὐ πιστοῦται τὸ εἶναι σημεῖον· εἰ δὲ σημαίνουσιν, ἀκολουθήσει αὐταῖς τὸ σημειωτόν. τοῦτο δὲ ἦν τὸ εἶναί τι σημεῖον· ᾧ ἕπεται τὸ ‹μὴ› εἶναι σημεῖον, ὡς ὑπεμνήσαμεν, κατὰ τὴν τοῦ λόγου περιτροπήν.

   Πλὴν ἀλλ' οὕτω πιθανῶν καὶ πρὸς τὸ εἶναι σημεῖον καὶ πρὸς τὸ μὴ εἶναι λόγων φερομένων, οὐ μᾶλλον εἶναι σημεῖον ἢ μὴ εἶναι ῥητέον.

[134]

ιβ΄ περὶ ἀποδείξεως.

   Φανερὸν μὲν οὖν ἐκ τούτων, ὅτι οὐδὲ ἡ ἀπόδειξις ὁμολογούμενόν τι πρᾶγμά ἐστιν· εἰ γὰρ περὶ τοῦ σημείου ἐπέχομεν, καὶ ἡ ἀπόδειξις δὲ σημεῖόν τί ἐστι, καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν ἀνάγκη. καὶ γὰρ εὑρήσομεν τοὺς περὶ τοῦ σημείου λόγους ἠρωτημένους ἐφαρμόζεσθαι δυναμένους καὶ κατὰ τῆς ἀποδείξεως, ἐπεὶ καὶ πρός τι εἶναι δοκεῖ καὶ ἐκκαλυπτικὴ τοῦ συμπεράσματος, οἷς ἠκολούθει [135] τὰ πρὸς τὸ σημεῖον ἡμῖν εἰρημένα σχεδὸν ἅπαντα. εἰ δὲ δεῖ καὶ ἰδίως περὶ ἀποδείξεως εἰπεῖν, συντόμως ἐπελεύσομαι τὸν περὶ αὐτῆς λόγον, πρότερον σαφηνίσαι πειραθεὶς διὰ βραχέων, τί φασιν εἶναι τὴν ἀπόδειξιν.

   Ἔστιν οὖν, ὡς φασίν, ἡ ἀπόδειξις λόγος δι' ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. σαφέστερον δὲ ὃ λέγουσιν ἔσται διὰ τούτων. λόγος ἐστὶ σύστημα ἐκ λημμάτων [136] καὶ ἐπιφορᾶς· τούτου δὲ λήμματα μὲν εἶναι λέγεται τὰ πρὸς κατασκευὴν τοῦ συμπεράσματος συμφώνως λαμβανόμενα ἀξιώματα, ἐπιφορὰ δὲ [συμπέρασμα] τὸ ἐκ τῶν λημμάτων κατασκευαζόμενον ἀξίωμα. οἷον ἐν τούτῳ τῷ ‹λόγῳ› 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν' τὸ μὲν 'φῶς ἄρα ἔστιν' συμπέρασμά ἐστι, τὰ δὲ λοιπὰ λήμματα.

[137] τῶν δὲ λόγων οἱ μέν εἰσι συνακτικοὶ οἱ δὲ ἀσύνακτοι, συνακτικοὶ μέν, ὅταν τὸ συνημμένον τὸ ἀρχόμενον μὲν ἀπὸ τοῦ διὰ τῶν τοῦ λόγου λημμάτων συμπεπλεγμένου, λῆγον δὲ εἰς τὴν ἐπιφορὰν αὐτοῦ, ὑγιὲς ᾖ, οἷον ὁ προειρημένος λόγος συνακτικός ἐστιν, ἐπεὶ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ταύτῃ 'ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν' ἀκολουθεῖ τὸ 'φῶς ἔστιν' ἐν τούτῳ τῷ συνημμένῳ '[εἰ] ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν.' ἀσύνακτοι [138] δὲ οἱ μὴ οὕτως ἔχοντες. τῶν δὲ συνακτικῶν οἱ μέν εἰσιν ἀληθεῖς οἱ δὲ οὐκ ἀληθεῖς, ἀληθεῖς μέν, ὅταν μὴ μόνον τὸ συνημμένον ἐκ τῆς τῶν λημμάτων συμπλοκῆς καὶ τῆς ἐπιφορᾶς, ὡς προειρήκαμεν, ὑγιὲς ᾖ, ἀλλὰ καὶ τὸ συμπέρασμα καὶ τὸ διὰ τῶν λημμάτων αὐτοῦ συμπεπλεγμένον ἀληθὲς ὑπάρχῃ, ὅ ἐστιν ἡγούμενον ἐν τῷ συνημμένῳ. ἀληθὲς δὲ συμπεπλεγμένον ἐστὶ τὸ πάντα ἔχον ἀληθῆ, ὡς τὸ 'ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν.' [139] οὐκ ἀληθεῖς δὲ οἱ μὴ οὕτως ἔχοντες. ὁ γὰρ τοιοῦτος λόγος 'εἰ νὺξ ἔστι, σκότος ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· σκότος ἄρα ἔστιν' συνακτικὸς μέν ἐστιν, ἐπεὶ τὸ συνημμένον τοῦτο ὑγιές ἐστιν '[εἰ] νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ‹ἔστιν· σκότος› ἄρα ἔστιν', οὐ μέντοι ἀληθής. τὸ γὰρ ἡγούμενον συμπεπλεγμένον ψεῦδός ἐστι, τὸ 'νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος ἔστι,' ψεῦδος ἔχον ἐν ἑαυτῷ τὸ 'νὺξ ἔστιν·' ψεῦδος γάρ ἐστι συμπεπλεγμένον τὸ ἔχον ἐν ἑαυτῷ ψεῦδος. ἔνθεν καὶ ἀληθῆ λόγον εἶναί φασι τὸν δι' ἀληθῶν [140] λημμάτων ἀληθὲς συνάγοντα συμπέρασμα. πάλιν δὲ τῶν ἀληθῶν λόγων οἱ μέν εἰσιν ἀποδεικτικοὶ, οἱ δ' οὐκ ἀποδεικτικοί, καὶ ἀποδεικτικοὶ μὲν οἱ διὰ προδήλων ἄδηλόν τι συνάγοντες, οὐκ ἀποδεικτικοὶ δὲ οἱ μὴ τοιοῦτοι. οἷον ὁ μὲν τοιοῦτος λόγος 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν' οὐκ ἔστιν ἀποδεικτικός· τὸ γὰρ φῶς εἶναι, ὅπερ ἐστὶν αὐτοῦ συμπέρασμα, πρόδηλόν ἐστιν. ὁ δὲ τοιοῦτος 'εἰ ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας, εἰσὶ νοητοὶ πόροι· ἀλλὰ μὴν ἱδρῶτες ῥέουσι διὰ τῆς ἐπιφανείας· εἰσὶν ἄρα νοητοὶ πόροι' ἀποδεικτικός ἐστι, τὸ συμπέρασμα ἔχων ἄδηλον, τὸ 'εἰσὶν ἄρα νοητοὶ [141] πόροι'. τῶν δὲ ἄδηλόν τι συναγόντων οἱ μὲν ἐφοδευτικῶς μόνον ἄγουσιν ἡμᾶς διὰ τῶν λημμάτων ἐπὶ τὸ συμπέρασμα, οἱ δὲ ἐφοδευτικῶς ἅμα καὶ ἐκκαλυπτικῶς. οἷον ἐφοδευτικῶς μὲν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι δοκοῦντες, οἷός ἐστιν ὁ τοιοῦτος 'εἴ τίς σοι ‹θεῶν› εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος· οὑτοσὶ δὲ ὁ θεός (δείκνυμι δὲ καθ' ὑπόθεσιν τὸν Δία) εἶπέ σοι ὅτι πλουτήσει οὗτος· πλουτήσει ἄρα οὗτος'· συγκατατιθέμεθα γὰρ τῷ συμπεράσματι οὐχ οὕτως διὰ τὴν τῶν λημμάτων [142] ἀνάγκην ὡς πιστεύοντες τῇ τοῦ θεοῦ ἀποφάσει. οἱ δὲ οὐ μόνον ἐφοδευτικῶς ἀλλὰ καὶ ἐκκαλυπτικῶς ἄγουσιν ἡμᾶς ἐπὶ τὸ συμπέρασμα, ὡς ὁ τοιοῦτος 'εἰ ῥέουσι διὰ τῆς ἐπιφανείας ἱδρῶτες, εἰσὶ νοητοὶ πόροι. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ δεύτερον ἄρα·' τὸ γὰρ ῥεῖν τοὺς ἱδρῶτας ἐκκαλυπτικόν ἐστι τοῦ πόρους εἶναι, διὰ τὸ προειλῆφθαι ὅτι [143] διὰ ναστοῦ σώματος ὑγρὸν οὐ δύναται φέρεσθαι. ἡ οὖν ἀπόδειξις καὶ λόγος εἶναι ὀφείλει καὶ συνακτικὸς καὶ ἀληθὴς καὶ ἄδηλον ἔχων συμπέρασμα [καὶ] ἐκκαλυπτόμενον ὑπὸ τῆς δυνάμεως τῶν λημμάτων, καὶ διὰ τοῦτο εἶναι λέγεται ἀπόδειξις λόγος δι' ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον. διὰ τούτων μὲν οὖν σαφηνίζειν εἰώθασι τὴν ἔννοιαν τῆς ἀποδείξεως.

[144]

ιγ΄ εἰ ἔστιν ἀπόδειξις.

   Ὅτι δὲ ἀνύπαρκτός ἐστιν ἡ ἀπόδειξις, ἀπ' αὐτῶν ὧν λέγουσιν ἐπιλογίζεσθαι δυνατόν, ἕκαστον τῶν περιεχομένων ἐν τῇ ἐννοίᾳ διατρέποντα. οἷον γοῦν ὁ λόγος σύγκειται ἐξ ἀξιωμάτων, τὰ δὲ σύνθετα πράγματα οὐ δύναται ὑπάρχειν, ἐὰν μὴ τὰ ἐξ ὧν συνέστηκεν ἀλλήλοις συνυπάρχῃ, ὡς πρόδηλον ἀπὸ κλίνης καὶ τῶν παραπλησίων, τὰ δὲ μέρη τοῦ λόγου ἀλλήλοις οὐ συνυπάρχει. ὅτε γὰρ λέγομεν τὸ πρῶτον λῆμμα, οὐδέπω ὑπάρχει οὔτε τὸ ἕτερον λῆμμα οὔτε ἡ ἐπιφορά· ὅτε δὲ τὸ δεύτερόν φαμεν, τὸ μὲν πρότερον λῆμμα οὐκέτι ὑπάρχει, ἡ δὲ ἐπιφορὰ οὐδέπω ἔστιν· ὅτε δὲ τὴν ἐπιφορὰν προφερόμεθα, τὰ λήμματα αὐτῆς οὐκέτι ὑφέστηκεν. οὐ συνυπάρχει ἄρα ἀλλήλοις τὰ μέρη τοῦ λόγου· ὅθεν οὐδὲ ὁ λόγος ὑπάρχειν δόξει.

[145] χωρὶς δὲ τούτων ὁ συνακτικὸς λόγος ἀκατάληπτός ἐστιν· εἰ γὰρ οὗτος κρίνεται ἀπὸ τῆς τοῦ συνημμένου ἀκολουθίας, ἡ δὲ κατὰ τὸ συνημμένον ἀκολουθία ἀνεπικρίτως διαπεφώνηται καὶ ἔστιν ἴσως ἀκατάληπτος, ὡς ἐν τῷ περὶ σημείου λόγῳ ὑπεμνήσαμεν, καὶ ὁ συνακτικὸς [146] λόγος ἀκατάληπτος ἔσται. οἵ γε μὴν διαλεκτικοί φασιν ἀσύνακτον λόγον γίγνεσθαι ἤτοι παρὰ διάρτησιν ἢ παρὰ ἔλλειψιν ἢ παρὰ τὸ κατὰ μοχθηρὸν ἠρωτῆσθαι σχῆμα ἢ κατὰ παρολκήν. οἷον κατὰ διάρτησιν μὲν, ὅταν μὴ ἔχῃ τὰ λήμματα ἀκολουθίαν πρὸς ἄλληλά τε καὶ τὴν ἐπιφοράν, ὡς ὁ τοιοῦτος 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται· [147] Δίων ἄρα περιπατεῖ'. παρὰ δὲ παρολκήν, ὅταν εὑρίσκηται λῆμμα παρέλκον πρὸς τὴν τοῦ λόγου συναγωγήν, οἷον 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν, ἀλλὰ καὶ Δίων περιπατεῖ· φῶς ἄρα ἔστιν'. παρὰ δὲ τὸ ἐν μοχθηρῷ ἠρωτῆσθαι σχήματι, ὅταν μὴ ᾖ τὸ σχῆμα τοῦ λόγου συνακτικόν, οἷον ὄντων συλλογιστικῶν, ὡς φασί, τούτων 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν', 'εἰ ἡμέρα ἔστι, ‹φῶς ἔστιν›· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν', ὁ λόγος ἀσύνακτός ἐστιν οὗτος 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν φῶς [148] ἔστιν· ἡμέρα ἄρα ἔστιν'. ἐπεὶ γὰρ ἐπαγγέλλεται τὸ συνημμένον ἐντὸς τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, εἰκότως τοῦ ἡγουμένου προσλαμβανομένου ἐπάγεται καὶ τὸ λῆγον, καὶ τοῦ λήγοντος ἀνῃρημένου ἀναιρεῖται καὶ τὸ ἡγούμενον· εἰ γὰρ ἦν τὸ ἡγούμενον, ἦν ἂν καὶ τὸ λῆγον. τοῦ δὲ λήγοντος προσλαμβανομένου οὐ πάντως τίθεται καὶ τὸ ἡγούμενον· οὐδὲ γὰρ ὑπισχνεῖτο τὸ συνημμένον τῷ λήγοντι ἀκολουθεῖν τὸ ἡγούμενον, ἀλλὰ τῷ [149] ἡγουμένῳ τὸ λῆγον μόνον. διὰ τοῦτο οὖν ὁ μὲν ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον συνάγων συλλογιστικὸς εἶναι λέγεται, καὶ ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τῷ ἡγουμένῳ συνάγων· ὁ δὲ ἐκ συνημμένου καὶ τοῦ λήγοντος τὸ ἡγούμενον συνάγων ἀσύνακτος, ὡς ὁ προειρημένος, παρὸ καὶ ἀληθῶν ὄντων τῶν λημμάτων αὐτοῦ ψεῦδος συνάγει, ὅταν λυχνιαίου φωτὸς ὄντος νυκτὸς λέγηται. τὸ μὲν γὰρ 'εἰ ἡμέρα ἔστι, φῶς ἔστι' συνημμένον ἀληθές ἐστιν, καὶ ἡ 'ἀλλὰ μὴν φῶς ἔστι' πρόσληψις, ἡ δὲ 'ἡμέρα ἄρα ‹ἔστιν›' [150] ἐπιφορὰ ψευδής. κατὰ παράλειψιν δέ ἐστι μοχθηρὸς λόγος, ἐν ᾧ παραλείπεταί τι τῶν πρὸς τὴν συναγωγὴν τοῦ συμπεράσματος χρησιμευόντων· οἷον ὑγιοῦς ὄντος, ὡς οἴονται, τοῦ λόγου τούτου 'ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακὸς ἢ ἀδιάφορος· οὔτε δὲ κακός ἐστιν οὔτε ἀδιάφορος· ἀγαθὸς ἄρα ἐστίν', φαῦλός ἐστι παρὰ ἔλλειψιν οὗτος ὁ λόγος 'ἤτοι ἀγαθός ἐστιν ὁ πλοῦτος ἢ κακός· οὐκ ἔστι [151] δὲ κακός· ἀγαθὸς ἄρα ἐστίν'. ἐὰν οὖν δείξω ὅτι οὐδεμία διαφορὰ τῶν ἀσυνάκτων διακρίνεσθαι δύναται κατ' αὐτοὺς ἀπὸ τῶν συνακτικῶν, ἔδειξα ὅτι ἀκατάληπτός ἐστιν ὁ συνακτικὸς λόγος, ὡς περιττὰς εἶναι τὰς κατὰ διαλεκτικὴν ‹παρ'› αὐτοῖς φερομένας ἀπειρολογίας. δείκνυμι δὲ οὕτως.

[152]    Ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος ἐλέγετο ἐγνωρίσθαι ἐκ τοῦ μὴ ἔχειν ἀκολουθίαν τὰ λήμματα αὐτοῦ πρὸς ἄλληλά ‹τε› καὶ τὴν ἐπιφοράν. ἐπεὶ οὖν τῆς γνώσεως τῆς ἀκολουθίας ταύτης δεῖ προηγεῖσθαι τὴν κρίσιν τοῦ συνημμένου, ἀνεπίκριτον δέ ἐστι τὸ συνημμένον, ὡς ἐπελογισάμην, ‹ἀδιάκριτος› ἔσται καὶ ὁ κατὰ διάρτησιν ἀσύνακτος [153] λόγος. καὶ γὰρ ὁ λέγων κατὰ διάρτησιν ἀσύνακτον εἶναί τινα λόγον, φάσιν μὲν προφερόμενος μόνην ἀντιτιθεμένην αὑτῷ φάσιν ἕξει τὴν ἀντικειμένην τῇ προειρημένῃ· ἀποδεικνὺς δὲ διὰ λόγου ἀκούσεται, ὅτι δεῖ τὸν λόγον τοῦτον πρότερον συνακτικὸν εἶναι, εἶθ' οὕτως ἀποδεικνύειν, ὅτι ἀσυνάρτητα τὰ λήμματα τοῦ διηρτῆσθαι λεγομένου λόγου. οὐ γνωσόμεθα δὲ εἰ ἔστιν ἀποδεικτικός, μὴ ἔχοντες συνημμένου σύμφωνον κρίσιν, ᾗ κρινοῦμεν εἰ ἀκολουθεῖ τῇ διὰ τῶν λημμάτων τοῦ λόγου συμπλοκῇ τὸ συμπέρασμα. καὶ κατὰ τοῦτο οὖν οὐχ ἕξομεν διακρίνειν τῶν συνακτικῶν τὸν κατὰ διάρτησιν μοχθηρὸν εἶναι λεγόμενον.

[154] τὰ δὲ αὐτὰ ἐροῦμεν πρὸς τὸν λέγοντα μοχθηρὸν εἶναι λόγον τινὰ παρὰ τὸ ἐν φαύλῳ σχήματι ἠρωτῆσθαι· ὁ γὰρ κατασκευάζων ὅτι μοχθηρόν τι σχῆμά ἐστιν, οὐχ ἕξει ὁμολογούμενον συνακτικὸν λόγον δι' οὗ δυνήσεται συνάγειν [155] ὅ φησιν. δυνάμει δὲ ἀντειρήκαμεν διὰ τούτων καὶ πρὸς τοὺς πειρωμένους παρ' ἔλλειψιν ἀσυνάκτους λόγους εἶναι δεικνύναι. εἰ γὰρ ὁ ἐντελὴς ‹καὶ› ἀπηρτισμένος ἀδιάκριτός ἐστι, καὶ ὁ ἐλλιπὴς ἄδηλος ἔσται. καὶ ἔτι ὁ διὰ λόγου δεικνύναι τινὰ ἐλλιπῆ βουλόμενος λόγον, μὴ ἔχων συνημμένου κρίσιν ὡμολογημένην, δι' ἧς κρίνειν δυνήσεται τὴν ἀκολουθίαν τοῦ ὑπ' αὐτοῦ λεγομένου λόγου, οὐ δυνήσεται κεκριμένως καὶ ὀρθῶς λέγειν ὅτι ἐλλιπής ἐστιν.

[156] ἀλλὰ καὶ ὁ κατὰ παρολκὴν λεγόμενος εἶναι μοχθηρὸς ἀδιάκριτός ἐστιν ἀπὸ τῶν ἀποδεικτικῶν. ὅσον γὰρ ἐπὶ τῇ παρολκῇ καὶ οἱ θρυλούμενοι παρὰ τοῖς Στωικοῖς ἀναπόδεικτοι ἀσύνακτοι εὑρεθήσονται, ὧν ἀναιρουμένων ἡ πᾶσα διαλεκτικὴ ἀνατρέπεται· οὗτοι γάρ εἰσιν οὕς φασιν ἀποδείξεως μὲν μὴ δεῖσθαι πρὸς τὴν ἑαυτῶν σύστασιν, ἀποδεικτικοὺς δὲ ὑπάρχειν ‹διὰ› τοῦ καὶ τοὺς ἄλλους συνάγειν λόγους. ὅτι δὲ παρέλκουσιν, ἔσται σαφὲς ἐκθεμένων ἡμῶν τοὺς ἀναποδείκτους καὶ οὕτως ὅ φαμεν ἐπιλογιζομένων.

[157]    Πολλοὺς μὲν ‹οὖν› ἀναποδείκτους ὀνειροπολοῦσιν, πέντε δὲ τούτους μάλιστα ἐκτίθενται, εἰς οὓς οἱ λοιποὶ πάντες ἀναφέρεσθαι δοκοῦσιν, πρῶτον ‹τὸν› ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον συνάγοντα, οἷον 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν'. δεύτερον τὸν ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου συνάγοντα, οἷον 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐκ ἔστι δὲ φῶς· [158] οὐκ ἄρα ἡμέρα ἔστιν'. τρίτον τὸν ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐκ τῆς συμπλοκῆς τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον 'οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα νὺξ ἔστιν'. τέταρτον τὸν ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐπεζευγμένων τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον 'ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα νὺξ ἔστιν'. πέμπτον τὸν ἐκ διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐπεζευγμένων τὸ λοιπὸν συνάγοντα, οἷον 'ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν· οὐχὶ δὲ νὺξ ἔστιν· ἡμέρα ἄρα ἔστιν'.

[159]    Οὗτοι μὲν οὖν εἰσιν οἱ θρυλούμενοι ἀναπόδεικτοι, πάντες δέ μοι δοκοῦσιν ἀσύνακτοι εἶναι κατὰ παρολκήν. αὐτίκα γοῦν, ἵνα ἀπὸ τοῦ πρώτου ἀρξώμεθα, ἤτοι ὁμολογεῖται ὅτι ἀκολουθεῖ τὸ 'φῶς ἔστιν' τῷ 'ἡμέρα ἔστιν' ἡγουμένῳ αὐτῷ ἐν τῷ 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν' συνημμένῳ, ἢ ἄδηλόν ἐστιν. ἀλλ' εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δώσομεν τὸ συνημμένον ὡς ὁμολογούμενον· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι ὄντος τοῦ 'ἡμέρα ἔστιν' ἐξ ἀνάγκης ἔσται καὶ τὸ 'φῶς ἔστιν,' εἰπόντων ἡμῶν ὅτι ἡμέρα ἔστιν, συνάγεται καὶ τὸ φῶς ἔστιν, ὡς ἀρκεῖν τὸν τοιοῦτον λόγον 'ἡμέρα ἔστι, φῶς ἄρα ἔστιν', καὶ παρέλκειν τὸ 'εἰ ἡμέρα [160] ἔστι, φῶς ἔστιν' συνημμένον. ὁμοίως δὲ φερόμεθα καὶ ἐπὶ τοῦ δευτέρου ἀναποδείκτου. ἤτοι γὰρ ἐνδέχεται τοῦ λήγοντος μὴ ὄντος εἶναι τὸ ἡγούμενον, ἢ οὐκ ἐνδέχεται. ἀλλ' εἰ μὲν ἐνδέχεται, οὐκ ἔσται ὑγιὲς τὸ συνημμένον· εἰ δὲ οὐκ ἐνδέχεται, ἅμα τῷ τεθῆναι τὸ 'οὐχὶ τὸ λῆγον' τίθεται καὶ τὸ 'οὐχὶ τὸ ἡγούμενον', καὶ παρέλκει πάλιν τὸ συνημμένον, τῆς συνερωτήσεως τοιαύτης γινομένης 'οὐχὶ [161] φῶς ἔστιν, οὐκ ἄρα [ὅτι] ἡμέρα ἔστιν'. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τρίτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι οὐκ ἐνδέχεται τὰ ἐν τῇ συμπλοκῇ συνυπάρξαι ἀλλήλοις, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς· εἰ δὲ πρόδηλον, ἅμα τῷ τεθῆναι τὸ ἕτερον ἀναιρεῖται τὸ λοιπόν, καὶ παρέλκει τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, οὕτως ἡμῶν ἐρωτώντων 'ἡμέρα ἔστιν, [162] οὐκ ἄρα νὺξ ἔστιν'. τὰ δὲ παραπλήσια λέγομεν καὶ ἐπὶ τοῦ τετάρτου καὶ ἐπὶ τοῦ πέμπτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι ἐν τῷ διεζευγμένῳ τὸ μὲν ἀληθές ἐστι τὸ δὲ ψεῦδος μετὰ μάχης τελείας, ὅπερ ἐπαγγέλλεται τὸ διεζευγμένον, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ διεζευγμένον· εἰ δὲ πρόδηλον, τεθέντος ἑνὸς ἀπ' αὐτῶν φανερόν ἐστιν ὅτι τὸ λοιπὸν οὐκ ἔστιν, καὶ ἀναιρεθέντος ἑνὸς πρόδηλον ὅτι τὸ λοιπὸν ἔστιν, ὡς ἀρκεῖν συνερωτᾶν οὕτως 'ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν', 'οὐχὶ ἡμέρα ἔστιν, νὺξ ἄρα ἔστιν', καὶ παρέλκειν τὸ διεζευγμένον.

[163]    Παραπλήσια δὲ λέγειν ἔνεστι καὶ περὶ τῶν κατηγορικῶν καλουμένων συλλογισμῶν, οἷς μάλιστα χρῶνται οἱ ἀπὸ τοῦ Περιπάτου. οἷον γοῦν ἐν τούτῳ τῷ λόγῳ 'τὸ δίκαιον καλόν, τὸ καλὸν ‹δὲ› ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν' ἤτοι ὁμολογεῖται καὶ πρόδηλόν ἐστιν ὅτι τὸ καλὸν ἀγαθόν ἐστιν, ἢ ἀμφισβητεῖται καὶ ἔστιν ἄδηλον. ἀλλ' εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δοθήσεται κατὰ τὴν τοῦ λόγου συνερώτησιν, καὶ διὰ τοῦτο οὐ συνάξει ὁ συλλογισμός· εἰ δὲ πρόδηλόν ἐστιν ὅτι πᾶν ὅπερ ἂν ᾖ καλόν, τοῦτο πάντως καὶ ἀγαθόν ἐστιν, ἅμα τῷ λεχθῆναι ὅτι τόδε τι καλόν ἐστι συνεισάγεται καὶ τὸ ἀγαθὸν αὐτὸ εἶναι, ὡς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν 'τὸ δίκαιον καλόν, τὸ δίκαιον ἄρα ἀγαθόν', καὶ παρέλκειν τὸ ἕτερον λῆμμα ἐν ᾧ τὸ καλὸν ἀγαθὸν [164] εἶναι ἐλέγετο. ὁμοίως δὲ καὶ ἐν τῷ τοιούτῳ λόγῳ 'Σωκράτης ἄνθρωπος, πᾶς ἄνθρωπος ζῷον, Σωκράτης ἄρα ζῷον,' εἰ μὲν οὔκ ἐστι πρόδηλον αὐτόθεν, ὅτι πᾶν ὅ τι περ ἂν ᾖ ἄνθρωπος, τοῦτο καὶ ζῷόν ἐστιν, οὐχ ὁμολογεῖται ἡ καθόλου πρότασις, οὐδὲ δώσομεν αὐτὴν ἐν τῇ [165] συνερωτήσει. εἰ δὲ ἕπεται τῷ ἄνθρωπον εἶναι τὸ καὶ ζῷον αὐτὸν ὑπάρχειν, καὶ διὰ τοῦτο ἀληθής ἐστιν ὁμολογουμένως ἡ 'πᾶς ἄνθρωπος ζῷον' πρότασις, ἅμα τῷ λεχθῆναι ὅτι Σωκράτης ἄνθρωπος συνεισάγεται καὶ τὸ ζῷον αὐτὸν εἶναι, ὡς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν 'Σωκράτης ἄνθρωπος, Σωκράτης ἄρα ζῷον,' καὶ παρέλκειν τὴν [166] 'πᾶς ἄνθρωπος ζῷον' πρότασιν. παραπλησίαις δὲ μεθόδοις καὶ ἐπὶ τῶν ἄλλων πρώτων κατηγορικῶν λόγων χρῆσθαι δυνατόν ἐστιν, ἵνα μὴ νῦν ἐνδιατρίβωμεν.

   Πλὴν ἐπεὶ παρέλκουσιν οὗτοι οἱ λόγοι ἐν οἷς τὴν ὑποβάθραν τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ τίθενται, ὅσον ἐπὶ τῇ παρολκῇ διατρέπεται πᾶσα ἡ διαλεκτική, μὴ δυναμένων ἡμῶν διακρῖναι τοὺς παρέλκοντας καὶ διὰ τοῦτο ἀσυνάκτους λόγους ἀπὸ τῶν συνακτικῶν καλουμένων συλλογισμῶν.

[167] εἰ δὲ οὐκ ἀρέσκει τισὶ λόγους μονολημμάτους εἶναι, οὐκ εἰσὶν ἀξιοπιστότεροι Ἀντιπάτρου, ὃς οὐδὲ τοὺς τοιούτους λόγους ἀποδοκιμάζει.

   Διὰ ταῦτα μὲν οὖν ἀνεπίκριτός ἐστιν ὁ παρὰ τοῖς διαλεκτικοῖς συνακτικὸς καλούμενος λόγος. ἀλλὰ καὶ ὁ ἀληθὴς λόγος ἀνεύρετός ἐστι διά τε τὰ προειρημένα καὶ ἐπεὶ πάντως ὀφείλει εἰς ἀληθὲς λήγειν. τὸ γὰρ συμπέρασμα τὸ ἀληθὲς εἶναι λεγόμενον ἤτοι φαινόμενόν ἐστιν ἢ ἄδηλον.

[168] καὶ φαινόμενον μὲν οὐδαμῶς· οὐ γὰρ ἂν δέοιτο τοῦ διὰ τῶν λημμάτων ἐκκαλύπτεσθαι δι' ἑαυτοῦ προσπίπτον καὶ οὐχ ἧττον τῶν λημμάτων αὐτοῦ φαινόμενον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων ἀνεπικρίτως διαπεφώνηται, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν, διόπερ καὶ ἀκατάληπτά ἐστιν, ἀκατάληπτον ἔσται καὶ τὸ συμπέρασμα τοῦ ἀληθοῦς εἶναι λεγομένου λόγου. εἰ δὲ καὶ τοῦτο ἀκατάληπτόν ἐστιν, οὐ γνωσόμεθα, πότερον ἀληθές ἐστι τὸ συναγόμενον ἢ ψεῦδος. ἀγνοήσομεν οὖν, πότερον ἀληθής ἐστιν ὁ λόγος ἢ ψευδής, καὶ ἀνεύρετος ἔσται ὁ ἀληθὴς [169] λόγος. ἵνα δὲ καὶ ταῦτα παρῶμεν, ὁ διὰ προδήλων ἄδηλον συνάγων ἀνεύρετός ἐστιν. εἰ γὰρ ἕπεται τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἡ ἐπιφορά, τὸ δ' ἑπόμενον καὶ τὸ λῆγον πρός τι ἐστὶ καὶ πρὸς τὸ ἡγούμενον, τὰ δὲ πρός τι συγκαταλαμβάνεται ἀλλήλοις, ὡς παρεστήσαμεν, εἰ μὲν ἄδηλόν ἐστι τὸ συμπέρασμα, ἄδηλα ἔσται καὶ τὰ λήμματα, εἰ δὲ πρόδηλά ἐστι τὰ λήμματα, πρόδηλον ἔσται καὶ τὸ συμπέρασμα ἅτε συγκαταλαμβανόμενον αὐτοῖς προδήλοις οὖσιν, ὡς μηκέτι ἐκ προδήλων ἄδηλον συνάγεσθαι.

[170] διὰ δὲ ταῦτα οὐδὲ ἐκκαλύπτεται ὑπὸ τῶν λημμάτων ἡ ἐπιφορά, ἤτοι ἄδηλος οὖσα καὶ μὴ καταλαμβανομένη, ἢ πρόδηλος καὶ μὴ δεομένη τοῦ ἐκκαλύψοντος. εἰ τοίνυν ἡ ἀπόδειξις λόγος εἶναι λέγεται κατὰ συναγωγήν, τουτέστι συνακτικός, διά τινων ὁμολογουμένως ἀληθῶν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον, ὑπεμνήσαμεν δὲ ἡμεῖς, ὅτι οὔτε λόγος τις ἔστιν οὔτε συνακτικὸς οὔτε ἀληθὴς οὔτε διά τινων προδήλων ἄδηλον συνάγων οὔτε ἐκκαλυπτικὸς τοῦ συμπεράσματος, φανερόν ἐστιν ὅτι ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις.

[171]    Καὶ κατ' ἐκείνην δὲ τὴν ἐπιβολὴν ἀνύπαρκτον ἢ καὶ ἀνεπινόητον εὑρήσομεν τὴν ἀπόδειξιν. ὁ γὰρ λέγων εἶναι ἀπόδειξιν ἤτοι γενικὴν τίθησιν ἀπόδειξιν ἢ εἰδικήν τινα· ἀλλ' οὔτε τὴν γενικὴν οὔτε εἰδικὴν ἀπόδειξιν τιθέναι δυνατόν, ὡς ὑπομνήσομεν· παρὰ δὲ ταύτας ἄλλο τι νοεῖν οὐκ ἐνδέχεται· οὐκ ἄρα δύναταί τις ὡς ὑπάρχουσαν τιθέναι [172] τὴν ἀπόδειξιν. ἡ μὲν οὖν γενικὴ ἀπόδειξις ἀνυπόστατός ἐστι διὰ τάδε. ἤτοι ἔχει λήμματά τινα καί τινα ἐπιφορὰν ἢ οὐκ ἔχει. καὶ εἰ μὲν οὐκ ἔχει, οὐδὲ ἀπόδειξίς ἐστιν· εἰ δὲ λήμματά τινα ἔχει καὶ ἐπιφοράν τινα, ἐπεὶ πᾶν τὸ ἀποδεικνύμενον οὕτω καὶ ἀποδεικνύον ἐπὶ μέρους ἐστίν, εἰδικὴ ἔσται ἀπόδειξις· οὐκ ἄρα ἔστι τις γενικὴ [173] ἀπόδειξις. ἀλλ' οὐδὲ εἰδική. ἤτοι γὰρ τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς σύστημα ἀπόδειξιν ἐροῦσιν, ἢ τὸ σύστημα τῶν λημμάτων μόνον· οὐθέτερον δὲ τούτων ἐστὶν ἀπόδειξις, ὡς παραστήσω· οὐκ ἄρα ἔστιν εἰδικὴ ἀπόδειξις.

[174] τὸ μὲν οὖν σύστημα τὸ ἐκ τῶν λημμάτων καὶ τῆς ἐπιφορᾶς οὔκ ἐστιν ἀπόδειξις, πρῶτον μὲν ὅτι μέρος τι ἔχουσα ἄδηλον, τουτέστι τὴν ἐπιφοράν, ἄδηλος ἔσται, ὅπερ ἄτοπον· εἰ γὰρ ἄδηλός ἐστιν ἡ ἀπόδειξις, αὐτὴ δεήσεται τοῦ ἀποδείξοντος αὐτὴν μᾶλλον ἢ ἑτέρων ἔσται ἀποδεικτική.

[175] εἶτα καὶ ἐπεὶ πρός τι φασὶν εἶναι τὴν ἀπόδειξιν καὶ πρὸς τὴν ἐπιφοράν, τὰ δὲ πρός τι πρὸς ἑτέροις νοεῖται, ὡς αὐτοί φασιν, ἕτερον εἶναι δεῖ τὸ ἀποδεικνύμενον τῆς ἀποδείξεως· εἰ οὖν τὸ συμπέρασμά ἐστι τὸ ἀποδεικνύμενον, οὐ νοηθήσεται ἡ ἀπόδειξις σὺν τῷ συμπεράσματι. καὶ γὰρ ἤτοι συμβάλλεταί τι πρὸς τὴν ἀπόδειξιν ἑαυτοῦ τὸ συμπέρασμα ἢ οὐδαμῶς· ἀλλ' εἰ μὲν συμβάλλεται, ἑαυτοῦ ἔσται ἐκκαλυπτικόν, εἰ δὲ οὐ συμβάλλεται ἀλλὰ παρέλκει, οὐδὲ μέρος τῆς ἀποδείξεως ἔσται, ἐπεὶ κἀκείνην κατὰ παρολκὴν [176] ἐροῦμεν εἶναι μοχθηράν. ἀλλ' οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξις ἂν εἴη· τὶς γὰρ ἂν εἴποι τὸ οὕτω λεγόμενον 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν' [φῶς ἔστιν] ἢ λόγον εἶναι ἢ διάνοιαν ὅλως ἀπαρτίζειν; οὐκ ἄρα οὐδὲ τὸ σύστημα τῶν λημμάτων μόνον ἀπόδειξίς ἐστιν. οὐδὲ ἡ εἰδικὴ ἄρα ἀπόδειξις ὑπόστασιν ἔχει. εἰ δὲ μήτε ἡ εἰδικὴ ἀπόδειξις ὑφέστηκε μήτε ἡ γενική, παρὰ δὲ ταύτας οὐκ ἔστιν ἐννοεῖν ἀπόδειξιν, ἀνυπόστατός ἐστιν ἡ ἀπόδειξις.

[177]    Ἔτι ἐκ τούτων τὸ ἀνυπόστατον τῆς ἀποδείξεως ἔνεστιν ὑπομιμνῄσκειν. εἰ γὰρ ἔστιν ἀπόδειξις, ἤτοι φαινομένη φαινομένου ἐστὶν ἐκκαλυπτικὴ ἢ ἄδηλος ἀδήλου ἢ ἄδηλος φαινομένου ἢ φαινομένη ἀδήλου· οὐδενὸς δὲ τούτων ἐκκαλυπτικὴ δύναται ἐπινοεῖσθαι· ἀνεπινόητος ἄρα [178] ἐστίν. εἰ μὲν γὰρ φαινομένη φαινομένου ἐκκαλυπτική ἐστιν, ἔσται τὸ ἐκκαλυπτόμενον ἅμα φαινόμενόν τε καὶ ἄδηλον, φαινόμενον μέν, ἐπεὶ τοιοῦτον εἶναι ὑπετέθη, ἄδηλον δέ, ἐπεὶ δεῖται τοῦ ἐκκαλύψοντος καὶ οὐκ ἐξ ἑαυτοῦ ὑποπίπτει ἡμῖν σαφῶς. εἰ δὲ ἄδηλος ἀδήλου, αὐτὴ δεήσεται τοῦ ἐκκαλύψοντος αὐτὴν καὶ οὐκ ἔσται ἐκκαλυπτικὴ ἑτέρων, ὅπερ [179] ἀφέστηκε τῆς ἐννοίας τῆς ἀποδείξεως. διὰ δὲ ταῦτα οὐδὲ ἄδηλος προδήλου δύναται εἶναι ἀπόδειξις· ἀλλ' οὐδὲ πρόδηλος ἀδήλου· ἐπεὶ γὰρ πρός τι ἐστίν, τὰ δὲ πρός τι ἀλλήλοις συγκαταλαμβάνεται, συγκαταλαμβανόμενον τῇ προδήλῳ ἀποδείξει τὸ ἀποδείκνυσθαι λεγόμενον πρόδηλον ἔσται, ὡς περιτρέπεσθαι τὸν λόγον καὶ μὴ εὑρίσκεσθαι πρόδηλον αὐτὴν ἀδήλου ἀποδεικτικήν. εἰ οὖν μήτε φαινομένη φαινομένου ἐστὶν ἡ ἀπόδειξις μήτε ἄδηλος ἀδήλου μήτε ἄδηλος προδήλου μήτε πρόδηλος ἀδήλου, παρὰ δὲ ταῦτα οὐδὲν εἶναι λέγουσιν, λεκτέον μηδὲν εἶναι τὴν ἀπόδειξιν.

[180]    Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαπεφώνηται περὶ τῆς ἀποδείξεως· οἱ μὲν γὰρ μηδὲ εἶναι λέγουσιν αὐτήν, ὡς οἱ μηδὲν ὅλως εἶναι φάσκοντες, οἱ δὲ εἶναι, ὡς οἱ πολλοὶ τῶν δογματικῶν· ἡμεῖς δὲ μὴ μᾶλλον εἶναι αὐτὴν ἢ μὴ [181] εἶναι φαμέν. καὶ ἄλλως ἡ ἀπόδειξις δόγμα πάντως περιέχει, περὶ παντὸς δὲ δόγματος διαπεφωνήκασιν, ὥστε περὶ πάσης ἀποδείξεως ἀνάγκη εἶναι διαφωνίαν. εἰ γὰρ τῆς ἀποδείξεως τοῦ εἶναι κενὸν λόγου ἕνεκεν ὁμολογουμένης καὶ τὸ εἶναι κενὸν συνομολογεῖται, δῆλον ὅτι οἱ ἀμφισβητοῦντες περὶ τοῦ εἶναι κενὸν καὶ περὶ τῆς ἀποδείξεως αὐτοῦ ἀμφισβητοῦσιν· καὶ περὶ τῶν ἄλλων δογμάτων, ὧν εἰσιν αἱ ἀποδείξεις, ὁ αὐτὸς λόγος. πᾶσα τοίνυν ἀπόδειξις ἀμφισβητεῖται [182] καὶ ἐν διαφωνίᾳ ἐστίν. ἐπεὶ οὖν ἄδηλός ἐστιν ἡ ἀπόδειξις διὰ τὴν διαφωνίαν τὴν περὶ αὐτῆς (τὰ γὰρ διάφωνα, καθὸ διαπεφώνηται, ἄδηλά ἐστιν), οὐκ ἔστιν ἐξ ἑαυτῆς προῦπτος ἀλλ' ἐξ ἀποδείξεως ὀφείλει ἡμῖν συνίστασθαι. ἡ οὖν ἀπόδειξις δι' ἧς κατασκευάζεται ἡ ἀπόδειξις, ὁμολογουμένη μὲν καὶ προῦπτος οὐκ ἔσται (ζητοῦμεν γὰρ νῦν εἰ ἔστιν ἀπόδειξις ὅλως), διαφωνουμένη δὲ καὶ ἄδηλος οὖσα δεήσεται ἀποδείξεως ἄλλης, κἀκείνη ἄλλης, καὶ μέχρις ἀπείρου. ἀδύνατον δὲ ἄπειρα ἀποδεῖξαι· ἀδύνατον ἄρα [183] παραστῆσαι ὅτι ἔστιν ἀπόδειξις. ἀλλ' οὐδὲ διὰ σημείου δύναται ἐκκαλύπτεσθαι. ζητουμένου γὰρ τοῦ εἰ ἔστι σημεῖον, καὶ ἀποδείξεως τοῦ σημείου δεομένου πρὸς τὴν ἑαυτοῦ ὕπαρξιν, ὁ δι' ἀλλήλων εὑρίσκεται τρόπος, τῆς μὲν ἀποδείξεως σημείου δεομένης, τοῦ δὲ σημείου πάλιν ἀποδείξεως· ὅπερ ἄτοπον. διὰ δὲ ταῦτα οὐδὲ ἐπικρῖναι δυνατόν ἐστι ‹τὴν› περὶ τῆς ἀποδείξεως διαφωνίαν, ἐπεὶ χρῄζει μὲν κριτηρίου ἡ ἐπίκρισις, ζητήσεως δὲ οὔσης περὶ τοῦ εἰ ἔστι κριτήριον, ὡς παρεστήσαμεν, καὶ διὰ τοῦτο ἀποδείξεως τοῦ κριτηρίου δεομένου τῆς δεικνυούσης ὅτι ἔστι τι κριτήριον, ὁ διάλληλος τρόπος τῆς ἀπορίας εὑρίσκεται πάλιν.

[184] εἰ οὖν μήτε δι' ἀποδείξεως μήτε διὰ σημείου μήτε διὰ κριτηρίου ἔστιν ὑπομνῆσαι ὅτι ἔστιν ἀπόδειξις, ἀλλ' οὐδ' ἐξ ἑαυτῆς πρόδηλός ἐστιν, ὡς παρεστήσαμεν, ἀκατάληπτον ἔσται εἰ ἔστιν ἀπόδειξις. διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτος ἔσται ἡ ἀπόδειξις· νενόηται μὲν γὰρ σὺν τῷ ἀποδεικνύναι, ἀποδεικνύναι δὲ οὐκ ἂν δύναιτο μὴ καταλαμβανομένη. διόπερ οὐδὲ ἀπόδειξις ἔσται.

[185]    Ταῦτα μὲν ὡς ἐν ὑποτυπώσει καὶ πρὸς τὴν ἀπόδειξιν ἀρκέσει λελέχθαι. οἱ δὲ δογματικοὶ τοὐναντίον κατασκευάζοντές φασιν, ὅτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ κατὰ τῆς ἀποδείξεως ἠρωτημένοι λόγοι ἢ οὐκ ἀποδεικτικοί· καὶ εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐ δύνανται δεικνύναι ὅτι οὐκ ἔστιν ἡ ἀπόδειξις· εἰ δὲ ἀποδεικτικοί εἰσιν, αὐτοὶ οὗτοι τὴν ὑπόστασιν [186] τῆς ἀποδείξεως ἐκ περιτροπῆς εἰσάγουσιν. ὅθεν καὶ τοιοῦτον συνερωτῶσι λόγον· 'εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις· ἔστιν ἄρα ἀπόδειξις'. ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτον ἐρωτῶσι τὸν λόγον· 'τὸ τοῖς ἀντικειμένοις ἑπόμενον οὐ μόνον ἀληθές ἐστιν, ἀλλὰ καὶ ἀναγκαῖον· ἀντίκειται δὲ ταῦτα ἀλλήλοις "ἔστιν ἀπόδειξις ‑ οὐκ ἔστιν ἀπόδειξις", ὧν ἑκατέρῳ ἀκο[187]λουθεῖ τὸ εἶναι ἀπόδειξιν· ἔστιν ἄρα ἀπόδειξις'. ἔνεστι μὲν οὖν πρὸς ταῦτα ἀντιλέγειν, οἷον γοῦν, ἐπεὶ μὴ νομίζομέν τινα λόγον εἶναι ἀποδεικτικόν, καὶ τοὺς κατὰ τῆς ἀποδείξεως λόγους οὐ πάντως φαμὲν ἀποδεικτικοὺς εἶναι ἀλλὰ φαίνεσθαι ἡμῖν πιθανούς· οἱ δὲ πιθανοὶ οὐκ ἐξ ἀνάγκης εἰσὶν ἀποδεικτικοί. εἰ δὲ ἄρα καὶ ἀποδεικτικοί εἰσιν (ὅπερ οὐ διαβεβαιούμεθα) πάντως καὶ ἀληθεῖς. ἀληθεῖς δέ εἰσι λόγοι δι' ἀληθῶν ἀληθὲς συνάγοντες· οὐκοῦν ἀληθής ἐστιν αὐτῶν ἡ ἐπιφορά. ἦν δέ γε αὕτη 'οὐκ ἔστιν ἄρα ἀπόδειξις'· ‹ἀληθὲς› ἄρα ἔστι τὸ 'οὐκ ἔστιν ἀπόδειξις' [188] ἐκ περιτροπῆς. δύνανται δὲ οἱ λόγοι, καθάπερ καὶ τὰ καθαρτικὰ φάρμακα ταῖς ἐν τῷ σώματι ὑποκειμέναις ὕλαις ἑαυτὰ συνεξάγει, οὕτω καὶ αὐτοὶ τοῖς ἄλλοις λόγοις τοῖς ἀποδεικτικοῖς εἶναι λεγομένοις καὶ ἑαυτοὺς συμπεριγράφειν. τοῦτο γὰρ οὐκ ἔστιν ἀπεμφαῖνον, ἐπεὶ καὶ ἡ φωνὴ αὕτη ἡ 'οὐδέν ἐστιν ἀληθές' οὐ μόνον τῶν ἄλλων ἕκαστον ἀναιρεῖ, ἀλλὰ καὶ ἑαυτὴν ἐκείνοις συμπεριτρέπει. ὅ τε λόγος οὗτος δύναται δείκνυσθαι ἀσύνακτος 'εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα', καὶ διὰ πλειόνων μέν, ὡς δὲ πρὸς τὸ παρὸν ἀρκούντως διὰ τοῦδε τοῦ ἐπιχειρήματος.

[189] εἰ ὑγιές ἐστι τὸ συνημμένον τοῦτο 'εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις', δεῖ τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος, τουτέστι τὸ 'οὐκ ἔστιν ἀπόδειξις', μάχεσθαι τῷ 'ἔστιν ἀπόδειξις'· τοῦτο γάρ ἐστι τοῦ συνημμένου τὸ ἡγούμενον. ἀδύνατον δέ ἐστι κατ' αὐτοὺς συνημμένον ὑγιὲς εἶναι ἐκ μαχομένων ἀξιωμάτων συνεστώς. τὸ μὲν γὰρ συνημμένον ἐπαγγέλλεται ὄντος τοῦ ἐν αὐτῷ ἡγουμένου εἶναι καὶ τὸ λῆγον, τὰ δὲ μαχόμενα τοὐναντίον, ὄντος τοῦ ἑτέρου αὐτῶν ὁποιουδήποτε ἀδύνατον εἶναι τὸ λοιπὸν ὑπάρχειν. ὄντος ἄρα ὑγιοῦς τοῦδε τοῦ συνημμένου 'εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις' οὐ δύναται ὑγιὲς εἶναι τοῦτο ‹τὸ› συνημμένον 'εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις.' [190] πάλιν δ' αὖ συγχωρούντων ἡμῶν καθ' ὑπόθεσιν ὑγιὲς εἶναι τόδε τὸ συνημμένον 'εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις', δύναται συνυπάρχειν τὸ 'εἰ ἔστιν ἀπόδειξις' τῷ 'οὐκ ἔστιν ἀπόδειξις'. εἰ δὲ δύναται αὐτῷ συνυπάρχειν, οὐ μάχεται αὐτῷ. ἐν ἄρα τῷ 'εἰ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις' συνημμένῳ οὐ μάχεται τὸ ἀντικείμενον τοῦ ἐν αὐτῷ λήγοντος τῷ ἐν αὐτῷ ἡγουμένῳ, ὥστε οὐκ [191] ἔσται ὑγιὲς πάλιν τοῦτο τὸ συνημμένον, ἐκείνου κατὰ συγχώρησιν ὡς ὑγιοῦς τιθεμένου. μὴ μαχομένου δὲ τοῦ 'οὐκ ἔστιν ἀπόδειξις' τῷ 'ἔστιν ἀπόδειξις' οὐδὲ τὸ διεζευγμένον ὑγιὲς ἔσται τὸ 'ἤτοι ἔστιν ἀπόδειξις ἢ οὐκ ἔστιν ἀπόδειξις'· τὸ γὰρ ὑγιὲς διεζευγμένον ἐπαγγέλλεται ἓν τῶν ἐν αὐτῷ ὑγιὲς εἶναι, τὸ δὲ λοιπὸν ἢ τὰ λοιπὰ ψεῦδος ἢ ψευδῆ μετὰ μάχης. ἢ εἴπερ ὑγιές ἐστι τὸ διεζευγμένον, πάλιν φαῦλον εὑρίσκεται τὸ 'εἰ οὐκ ἔστιν ἀπόδειξις, ἔστιν ἀπόδειξις' συνημμένον, ἐκ μαχομένων συνεστώς. οὐκοῦν ἀσύμφωνά τέ ἐστι καὶ ἀλλήλων ἀναιρετικὰ τὰ ἐν τῷ λόγῳ [192] τῷ προειρημένῳ λήμματα· διόπερ οὐκ ἔστιν ὑγιὴς ὁ λόγος. ἀλλ' οὐδὲ ὅτι ἀκολουθεῖ τι τοῖς ἀντικειμένοις δύνανται δεικνύναι, μὴ ἔχοντες κριτήριον ἀκολουθίας, ὡς ἐπελογισάμεθα.

   Ταῦτα δὲ ἐκ περιουσίας λέγομεν. εἰ γὰρ πιθανοὶ μέν εἰσιν οἱ ὑπὲρ τῆς ἀποδείξεως λόγοι (ἔστωσαν γάρ), πιθαναὶ δὲ καὶ αἱ πρὸς τὴν ἀπόδειξιν λεγόμεναι ἐπιχειρήσεις, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ἀποδείξεως, μὴ μᾶλλον εἶναι ἀπόδειξιν ἢ μὴ εἶναι λέγοντας.

[193]

ιδ΄ περὶ συλλογισμῶν.

   Διὸ καὶ περὶ τῶν θρυλουμένων συλλογισμῶν ἴσως περιττόν ἐστιν διεξιέναι, τοῦτο μὲν συμπεριτρεπομένων αὐτῶν τῇ ὑπάρξει τῆς ἀποδείξεως (δῆλον γὰρ ὅτι ἐκείνης μὴ οὔσης οὐδὲ ἀποδεικτικὸς λόγος χώραν ἔχει), τοῦτο δὲ καὶ δυνάμει διὰ τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων ἀντειρηκότων ἡμῶν πρὸς αὐτούς, ὅτε περὶ τῆς παρολκῆς διαλεγόμενοι μέθοδόν τινα ἐλέγομεν δι' ἧς ἐνδέχεται δεικνύναι, ὅτι πάντες οἱ ἀποδεικτικοὶ λόγοι τῶν τε Στωικῶν καὶ τῶν [194] Περιπατητικῶν ἀσύνακτοι τυγχάνουσιν ὄντες. ἐξ ἐπιμέτρου δὲ οὐ χεῖρον ἴσως καὶ ἰδίᾳ περὶ αὐτῶν διαλαβεῖν, ἐπεὶ μάλιστα ἐπ' αὐτοῖς μέγα φρονοῦσιν. πολλὰ μὲν οὖν ἔστι λέγειν τὸ ἀνυπόστατον αὐτῶν ὑπομιμνῄσκοντας· ὡς ἐν ὑποτυπώσει δὲ ἀρκεῖ τῇδε τῇ μεθόδῳ χρῆσθαι κατὰ αὐτῶν. λέξω δὲ καὶ νῦν περὶ τῶν ἀναποδείκτων· τούτων γὰρ ἀναιρουμένων καὶ οἱ λοιποὶ σύμπαντες λόγοι διατρέπονται, τὴν ἀπόδειξιν τοῦ συνάγειν ἀπ' αὐτῶν ἔχοντες.

[195]    Ἡ πρότασις τοίνυν αὕτη 'πᾶς ἄνθρωπος ζῷον' ἐκ τῶν κατὰ μέρος ἐπαγωγικῶς βεβαιοῦται· ἐκ γὰρ τοῦ Σωκράτην ἄνθρωπον ὄντα καὶ ζῷον εἶναι, καὶ Πλάτωνα ὁμοίως καὶ Δίωνα καὶ ἕκαστον τῶν κατὰ μέρος, δυνατὸν εἶναι δοκεῖ διαβεβαιοῦσθαι καὶ ὅτι πᾶς ἄνθρωπος ζῷόν ἐστιν, ὡς εἰ κἂν ἕν τι τῶν κατὰ μέρος ἐναντιούμενον φαίνοιτο τοῖς ἄλλοις, οὐκ ἔστιν ὑγιὴς ἡ καθόλου πρότασις, οἷον γοῦν, ἐπεὶ τὰ μὲν πλεῖστα τῶν ζῴων τὴν κάτω γένυν κινεῖ, μόνος δὲ ὁ κροκόδειλος τὴν ἄνω, οὔκ ἐστιν ἀληθὴς [196] ἡ 'πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ' πρότασις. ὅταν οὖν λέγωσι 'πᾶς ἄνθρωπος ζῷον, Σωκράτης δ' ἄνθρωπος, Σωκράτης ἄρα ζῷον', ἐκ τῆς καθόλου προτάσεως τῆς 'πᾶς ἄνθρωπος ζῷον' τὴν κατὰ μέρος πρότασιν συνάγειν βουλόμενοι, τὴν 'Σωκράτης ἄρα ζῷον', ἣ δὴ βεβαιωτικὴ τῆς καθολικῆς προτάσεώς ἐστι κατὰ τὸν ἐπαγωγικὸν τρόπον, ὡς ὑπεμνήσαμεν, εἰς τὸν διάλληλον ἐμπίπτουσι λόγον, τὴν μὲν καθολικὴν πρότασιν δι' ἑκάστης τῶν κατὰ μέρος ‹......› [197] ἐκ τῆς καθολικῆς συλλογιστικῶς. παραπλησίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου 'Σωκράτης ἄνθρωπος, οὐδεὶς δὲ ἄνθρωπος τετράπους, Σωκράτης ἄρα οὔκ ἐστι τετράπους' τὴν μὲν 'οὐδεὶς ἄνθρωπος τετράπους' πρότασιν ἐκ τῶν κατὰ μέρος ἐπαγωγικῶς βουλόμενοι βεβαιοῦν, ἑκάστην δὲ τῶν κατὰ μέρος ἐκ τῆς 'οὐδεὶς ἄνθρωπος τετράπους' συλλογίζεσθαι θέλοντες, τῇ κατὰ τὸν διάλληλον ἀπορίᾳ περιπίπτουσιν.

[198] ὁμοίως δὲ ἐφοδευτέον καὶ τοὺς λοιποὺς τῶν παρὰ τοῖς Περιπατητικοῖς λεγομένων ἀναποδείκτων. ἀλλὰ καὶ τοὺς τοιούτους 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν'· τό τε γὰρ 'εἰ ἡμέρα ἔστι, φῶς ἔστι' συνακτικόν ἐστιν, ὡς φασί, τοῦ 'φῶς ἔστι', τό τε 'φῶς ἔστι' μετὰ τοῦ 'ἡμέρα ἔστι' βεβαιωτικόν ἐστι τοῦ 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν'. οὐ γὰρ ἂν ὑγιὲς ἐνομίσθη τὸ προειρημένον συνημμένον εἶναι, εἰ μὴ πρότερον τεθεώρητο συνυπάρχον ἀεὶ τὸ 'φῶς ἔστι' [199] τῷ 'ἡμέρα ἔστιν'. εἰ οὖν δεῖ προκατειληφέναι, ὅτι ἡμέρας οὔσης πάντως ἔστι καὶ φῶς, εἰς τὸ συνθεῖναι τὸ 'εἰ ἡμέρα ἔστι, φῶς ἔστι' συνημμένον, διὰ δὲ τοῦ συνημμένου τούτου συνάγεται τὸ ὅτι ἡμέρας οὔσης φῶς ἔστιν, τὴν μὲν συνύπαρξιν τοῦ ἡμέραν εἶναι καὶ τοῦ φῶς εἶναι συνάγοντος τοῦ 'εἰ ἡμέρα ἔστι, φῶς ἔστι' συνημμένου ὅσον ἐπὶ τῷ προκειμένῳ ἀναποδείκτῳ, τὸ δὲ συνημμένον τῆς συνυπάρξεως τῶν προειρημένων βεβαιούσης, κἀνταῦθα ὁ διάλληλος τρόπος τῆς ἀπορίας ἀνατρέπει τὴν ὑπόστασιν τοῦ [200] λόγου. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου λόγου 'εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐχὶ δὲ φῶς ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν'. ἐκ μὲν γὰρ τοῦ μὴ ἄνευ φωτὸς ἡμέραν θεωρεῖσθαι ὑγιὲς ἂν εἶναι νομισθείη τὸ 'εἰ ἡμέρα ἔστι, φῶς ἔστι' συνημμένον, ὡς εἴγε καθ' ὑπόθεσιν ἡμέρα μὲν φανείη ποτέ, φῶς δὲ μή, ψεῦδος ἂν λεχθείη τὸ συνημμένον εἶναι· ὅσον δὲ ἐπὶ τῷ προειρημένῳ ἀναποδείκτῳ τὸ μὴ εἶναι ἡμέραν φωτὸς μὴ ὄντος διὰ τοῦ 'εἰ ἡμέρα ἔστι, φῶς ἔστι' συνάγεται, ὥστε ἑκάτερον αὐτῶν πρὸς τὴν ἑαυτοῦ βεβαίωσιν χρῄζει τοῦ τὸ ἕτερον βεβαίως εἰλῆφθαι, ἵνα δι' αὐτοῦ [201] πιστὸν γένηται κατὰ τὸν διάλληλον τρόπον. ἀλλὰ καὶ ἐκ τοῦ μὴ δύνασθαι ἀλλήλοις συνυπάρχειν τινά, οἷον ἡμέραν, εἰ τύχοι, καὶ νύκτα, τό τε ἀποφατικὸν τῆς συμπλοκῆς, τὸ 'οὐχ ἡμέρα ἔστι καὶ νὺξ ἔστι', καὶ τὸ διεζευγμένον, τὸ 'ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν', ὑγιῆ νομίζοιτο ἂν εἶναι. ἀλλὰ τὸ ‹μὴ› συνυπάρχειν αὐτὰ βεβαιοῦσθαι νομίζουσι διά τε τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς καὶ τοῦ διεζευγμένου, λέγοντες 'οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν'· 'ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν· ἀλλὰ μὴν νὺξ ἔστιν· οὐκ ἄρα ἡμέρα ἔστιν', ἢ 'οὐχὶ [202] δὲ νὺξ ἔστιν· ἡμέρα ἄρα ἔστιν'. ὅθεν ἡμεῖς πάλιν ἐπιλογιζόμεθα, ὅτι εἰ μὲν πρὸς τὴν βεβαίωσιν τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ χρῄζομεν τοῦ προκατειληφέναι, ὅτι τὰ ἐν αὐτοῖς περιεχόμενα ἀξιώματά ἐστιν ἀσυνύπαρκτα, τὸ δὲ ἀσυνύπαρκτα ταῦτα εἶναι συνάγειν δοκοῦσι διά τε τοῦ διεζευγμένου καὶ τοῦ τῆς συμπλοκῆς ἀποφατικοῦ, ὁ δι' ἀλλήλων εἰσάγεται τρόπος, μὴ δυναμένων ἡμῶν μήτε τοῖς προειρημένοις τροπικοῖς πιστεύειν ἄνευ τοῦ τὸ ἀσυνύπαρκτον τῶν ἐν αὐτοῖς περιεχομένων ἀξιωμάτων καταλαβεῖν, μήτε τὸ ἀσυνύπαρκτον αὐτῶν διαβεβαιοῦσθαι πρὸ τῆς τῶν συλλογισμῶν διὰ τῶν [203] τροπικῶν συνερωτήσεως. διόπερ οὐκ ἔχοντες, πόθεν ἀρξόμεθα τῆς πίστεως διὰ τὸ παλίνδρομον, λέξομεν μήτε τὸν τρίτον μήτε τὸν τέταρτον μήτε τὸν πέμπτον τῶν ἀναποδείκτων ὅσον ἐπὶ τούτοις ὑπόστασιν ἔχειν.

   Τοσαῦτα μὲν καὶ περὶ συλλογισμῶν ἐπὶ τοῦ παρόντος ἀρκέσει λελέχθαι.

[204]

ιε΄ περὶ ἐπαγωγῆς.

   Εὐπαραίτητον δὲ εἶναι νομίζω καὶ τὸν περὶ ἐπαγωγῆς τρόπον. ἐπεὶ γὰρ ἀπὸ τῶν κατὰ μέρος πιστοῦσθαι βούλονται δι' αὐτῆς τὸ καθόλου, ἤτοι πάντα ἐπιόντες τὰ κατὰ μέρος τοῦτο ποιήσουσιν ἢ τινά. ἀλλ' εἰ μὲν τινά, ἀβέβαιος ἔσται ἡ ἐπαγωγή, ἐνδεχομένου τοῦ ἐναντιοῦσθαι τῷ καθόλου τινὰ τῶν παραλειπομένων κατὰ μέρος ἐν τῇ ἐπαγωγῇ· εἰ δὲ πάντα, ἀδύνατα μοχθήσουσιν, ἀπείρων ὄντων τῶν κατὰ μέρος καὶ ἀπεριορίστων. ὥσθ' οὕτως ἑκατέρωθεν, οἶμαι, συμβαίνει σαλεύεσθαι τὴν ἐπαγωγήν.

[205]

ιϚ΄ περὶ ὅρων.

   Ἀλλὰ καὶ ἐπὶ τῇ περὶ ὅρων δὴ τεχνολογίᾳ μέγα φρονοῦσιν οἱ δογματικοί, ἣν τῷ λογικῷ μέρει τῆς καλουμένης φιλοσοφίας ἐγκαταλέγουσιν. φέρε οὖν καὶ περὶ ὅρων ὀλίγα ἐπὶ τοῦ παρόντος εἴπωμεν.

   Πρὸς πολλὰ τοίνυν χρησιμεύειν τοὺς ὅρους τῶν δογματικῶν δοκούντων, δύο τὰ ἀνωτάτω κεφάλαια ‹ἃ› περιληπτικὰ [206] πάσης λέγουσιν ἀναγκαιότητος αὐτῶν ἴσως εὑρήσεις· ἢ γὰρ ὡς πρὸς κατάληψιν ἢ ὡς πρὸς διδασκαλίαν ἐν πᾶσι παραδεικνύουσι τοὺς ὅρους ἀναγκαίους. ἐὰν οὖν ὑπομνήσωμεν, ὅτι πρὸς οὐδέτερον τούτων χρησιμεύουσι, περιτρέψομεν, οἶμαι, πᾶσαν τὴν γεγενημένην περὶ αὐτῶν παρὰ [207] τοῖς δογματικοῖς ματαιοπονίαν. εὐθέως οὖν, εἰ ὁ μὲν ἀγνοῶν τὸ ὁριστὸν οὐχ οἷός τέ ἐστι τὸ μὴ γινωσκόμενον αὐτῷ ὁρίσασθαι, ὁ δὲ γινώσκων, εἶθ' ὁριζόμενος οὐκ ἐκ τοῦ ὅρου τὸ ὁριστὸν κατείληφεν ἀλλ' ἐπὶ προκατειλημμένῳ τούτῳ τὸν ὅρον ἐπισυντέθεικεν, πρὸς κατάληψιν τῶν πραγμάτων ὁ ὅρος οὐκ ἔστιν ἀναγκαῖος. καὶ γὰρ ἐπεὶ πάντα μὲν ὁρίζεσθαι θέλοντες καθάπαξ οὐδὲν ὁρισόμεθα διὰ τὴν ‹εἰς› ἄπειρον ἔκπτωσιν, τινὰ δὲ καταλαμβάνεσθαι καὶ δίχα τῶν ὅρων ὁμολογοῦντες οὐκ ἀναγκαίους πρὸς κατάληψιν τοὺς ὅρους ἀποφαίνομεν, καθ' ὃν τρόπον τὰ μὴ ὁρισθέντα κατελήφθη, δυναμένων ἡμῶν πάντα χωρὶς [208] τῶν ὅρων καταλαμβάνειν, ἢ καθάπαξ οὐδὲν ὁρισόμεθα [διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν] ἢ οὐκ ἀναγκαίους τοὺς ὅρους ἀποφανοῦμεν. διὰ δὲ ταῦτα οὐδὲ πρὸς διδασκαλίαν αὐτοὺς εὕροιμεν ἂν ἀναγκαίους· ὡς γὰρ ὁ πρῶτος τὸ πρᾶγμα γνοὺς ἔγνω τοῦτο χωρὶς ὅρου, κατὰ τὸ παραπλήσιον καὶ ὁ διδασκόμενος αὐτὸ δύναται χωρὶς ὅρου διδαχθῆναι.

[209] ἔτι ἀπὸ τῶν ὁριστῶν ἐπικρίνουσι τοὺς ὅρους, καί φασι μοχθηροὺς ὅρους εἶναι τοὺς περιέχοντάς τι τῶν μὴ προσόντων τοῖς ὁριστοῖς, ἤτοι πᾶσιν ἢ τισίν. διόπερ ὅταν εἴπῃ τις τὸν ἄνθρωπον εἶναι ζῷον λογικὸν ἀθάνατον ἢ ζῷον λογικὸν θνητὸν γραμματικόν, ὅπου μὲν μηδενὸς ὄντος ἀνθρώπου ἀθανάτου, ὅπου δὲ τινῶν μὴ γραμματικῶν [210] ὄντων, φασὶ μοχθηρὸν εἶναι τὸν ὅρον. τάχα δὲ καὶ ἀνεπίκριτοί εἰσιν οἱ ὅροι διὰ τὴν ἀπειρίαν τῶν κατὰ μέρος, ἐξ ὧν ἐπικρίνεσθαι ὀφείλουσιν· εἶτα οὐκ ἂν καταληπτικοί τε καὶ διδακτικοὶ τούτων εἶεν ἐξ ὧν ἐπικρίνονται δηλονότι προεπεγνωσμένων, εἴγε ἄρα, καὶ προκατειλημμένων. πῶς δὲ οὐκ ἂν εἴη γελοῖον τὸ λέγειν ὡς οἱ ὅροι χρησιμεύουσι πρὸς κατάληψιν ἢ διδασκαλίαν ἢ σαφήνειαν [211] ὅλως, ἀσάφειαν ἡμῖν ἐπεισκυκλοῦντες τοσαύτην; οἷον γοῦν, ἵνα τι καὶ παίξωμεν, εἴ τις παρά του βουλόμενος πυθέσθαι εἰ ἀπήντηται αὐτῷ ἄνθρωπος ἐπὶ ἵππου ὀχούμενος καὶ κύνα ἐφελκόμενος, τὴν ἐρώτησιν οὕτω ποιήσαιτο 'ὦ ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἀπήντητό σοι ζῷον γελαστικὸν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν, ζῴῳ θνητῷ χρεμετιστικῷ τὰ σφαιρώματα ἐφηδρακός, ἐφελκόμενον ζῷον τετράπουν ὑλακτικόν;' πῶς οὐκ ἂν εἴη καταγέλαστος, εἰς ἀφασίαν οὕτω γνωρίμου πράγματος ἐμβαλὼν τὸν ἄνθρωπον διὰ τοὺς ὅρους; οὐκοῦν ἄχρηστον [212] εἶναι τὸν ὅρον ὅσον ἐπὶ τούτοις λεκτέον, εἴτ' οὖν λόγος εἶναι λέγοιτο διὰ βραχείας ὑπομνήσεως εἰς ἔννοιαν ἡμᾶς ἄγων τῶν ὑποτεταγμένων ταῖς φωναῖς πραγμάτων, ὡς δῆλόν γε (οὐ γάρ;) ἐκ τῶν μικρῷ πρόσθεν ἡμῖν εἰρημένων, εἴτε λόγος ὁ τὸ τί ἦν εἶναι δηλῶν, εἴτε ὃ βούλεταί τις. καὶ γὰρ τί ἐστιν ὁ ὅρος βουλόμενοι παριστᾶν εἰς ἀνήνυτον ἐμπίπτουσι διαφωνίαν, ἣν διὰ τὴν προαίρεσιν τῆς γραφῆς παρίημι νῦν, εἴγε καὶ δοκεῖ διατρέπειν τοὺς ὅρους ‹ὅσα ἐν τούτοις περὶ τοῦ ἄχρηστον εἶναι τὸν ὅρον ἐλέγομεν›. Τοσαῦτα μὲν καὶ περὶ ὅρων ἀπόχρη μοι νῦν λελέχθαι.

[213]

ιζ΄ περὶ διαιρέσεως.

   Ἐπεὶ δέ τινες τῶν δογματικῶν τὴν διαλεκτικὴν εἶναί φασιν ἐπιστήμην συλλογιστικὴν ἐπαγωγικὴν ὁριστικὴν ‹διαιρετικήν›, διελέχθημεν δὲ ἡμεῖς ἤδη, μετὰ τοὺς περὶ τοῦ κριτηρίου καὶ τοῦ σημείου καὶ τῆς ἀποδείξεως λόγους, περί τε συλλογισμῶν καὶ ἐπαγωγῆς καὶ περὶ ὅρων, οὐκ ἄτοπον ἡγούμεθα εἶναι καὶ περὶ διαιρέσεως βραχέα διαλαβεῖν. γίνεσθαι τοίνυν τὴν διαίρεσίν φασι τετραχῶς· ἢ γὰρ ὄνομα εἰς σημαινόμενα διαιρεῖσθαι ἢ ὅλον εἰς μέρη ἢ γένος εἰς εἴδη ἢ εἶδος εἰς τὰ καθ' ἕκαστον. ὅτι δὲ οὐδενὸς τούτων ἔστιν ἐπιστήμη διαιρετική, ῥᾴδιον ἴσως ἐπελθεῖν. ιη΄ περὶ τῆς ὀνόματος εἰς σημαινόμενα διαιρέσεως.

[214]    Εὐθέως οὖν τὰς ἐπιστήμας τῶν φύσει φασὶν εἶναι, τῶν θέσει δὲ οὐδαμῶς, καὶ εἰκότως. ἡ μὲν γὰρ ἐπιστήμη βέβαιόν τι καὶ ἀμετάπτωτον πρᾶγμα εἶναι θέλει, τὰ δὲ θέσει ῥᾳδίαν ἔχει καὶ εὐμετάπτωτον τὴν μεταβολήν, ταῖς ἐναλλαγαῖς τῶν θέσεων, αἵ εἰσιν ἐφ' ἡμῖν, ἑτεροιούμενα. ἐπεὶ οὖν τὰ ὀνόματα θέσει σημαίνει καὶ οὐ φύσει (πάντες γὰρ ἂν συνίεσαν πάντα τὰ ὑπὸ τῶν φωνῶν σημαινόμενα, ὁμοίως Ἕλληνές τε καὶ βάρβαροι, πρὸς τῷ καὶ ἐφ' ἡμῖν εἶναι τὰ σημαινόμενα οἷς ἂν βουλώμεθα ὀνόμασιν ‹καὶ› ἑτέροις ἀεὶ δηλοῦν τε καὶ σημαίνειν), πῶς ἂν δυνατὸν εἴη διαιρετικὴν ὀνόματος εἰς σημαινόμενα ἐπιστήμην εἶναι; ἢ πῶς ἐπιστήμη σημαινόντων τε καὶ σημαινομένων, ὡς οἴονταί τινες, ἡ διαλεκτικὴ δύναιτ' ἂν ὑπάρχειν; [215]

ιθ΄ περὶ ὅλου καὶ μέρους.

   Περὶ δὲ ὅλου καὶ μέρους διαλεξόμεθα μὲν καὶ ἐν τοῖς φυσικοῖς δὴ λεγομένοις, ἐπὶ δὲ τοῦ παρόντος περὶ τῆς λεγομένης διαιρέσεως τοῦ ὅλου εἰς τὰ μέρη αὐτοῦ τάδε λεκτέον. ὅταν λέγῃ τις διαιρεῖσθαι τὴν δεκάδα εἰς μονάδα καὶ δύο καὶ τρία καὶ τέσσαρα, οὐ διαιρεῖται εἰς ταῦτα ἡ δεκάς. ἅμα γὰρ τῷ τὸ πρῶτον αὐτῆς ἀρθῆναι μέρος, ἵνα κατὰ συγχώρησιν νῦν τοῦτο δῶμεν, οἷον τὴν μονάδα, οὐκέτι ὑπόκειται ἡ δεκάς, ἀλλ' ἐννέα καὶ ὅλως ἕτερόν τι [216] παρὰ τὴν δεκάδα. ἡ οὖν τῶν λοιπῶν ἀφαίρεσίς τε καὶ διαίρεσις οὐκ ἀπὸ τῆς δεκάδος γίνεται ἀλλ' ἀπό τινων ἄλλων, καθ' ἑκάστην ἀφαίρεσιν ἑτεροιουμένων. τάχα οὖν οὐκ ἐνδέχεται τὸ ὅλον διαιρεῖν εἰς τὰ λεγόμενα εἶναι αὐτοῦ μέρη. καὶ γὰρ εἰ διαιρεῖται τὸ ὅλον εἰς μέρη, φιλεῖ τὰ μέρη ἐμπεριέχεσθαι τῷ ὅλῳ πρὸ τῆς διαιρέσεως, οὐ περιέχεται δὲ ἴσως. οἷον γοῦν, ἵνα ἐπὶ τῆς δεκάδος στήσωμεν πάλιν τὸν λόγον, τῆς δεκάδος μέρος φασὶ πάντως εἶναι τὰ ἐννέα· διαιρεῖται γὰρ εἰς ἓν καὶ ἐννέα. ἀλλὰ καὶ τὰ ὀκτὼ ὁμοίως· διαιρεῖται γὰρ εἰς ὀκτὼ καὶ δύο. καὶ τὰ ἑπτὰ ὁμοίως καὶ ἓξ καὶ πέντε καὶ τέσσαρα καὶ τρία καὶ [217] δύο καὶ ἕν. εἰ οὖν ταῦτα πάντα ἐν τῇ δεκάδι περιέχεται καὶ συντιθέμενα μετ' αὐτῆς πεντεκαιπεντήκοντα γίνεται, ἐν τοῖς δέκα περιέχεται πεντεκαιπεντήκοντα· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε περιέχεται ἐν τῇ δεκάδι τὰ λεγόμενα αὐτῆς εἶναι μέρη, οὔτε ἡ δεκὰς εἰς ἐκεῖνα διαιρεῖσθαι δύναται [218] ὡς ὅλον εἰς μέρη, ἃ μηδὲ ὅλως ἐν αὐτῇ θεωρεῖται. τὰ δὲ αὐτὰ ἀπαντήσεται καὶ ἐπὶ τῶν μεγεθῶν, ὅταν τὸ δεκάπηχυ μέγεθος, εἰ τύχοι, διαιρεῖν ἐθέλοι τις. οὐκ ἐνδέχεται οὖν ἴσως διαιρεῖν οὐδὲ ὅλον εἰς μέρη.

[219]

κ΄ περὶ γενῶν καὶ εἰδῶν.

   Οὐκοῦν ὁ περὶ τῶν γενῶν καὶ τῶν εἰδῶν ὑπολείπεται λόγος, περὶ οὗ πλατύτερον μὲν ἐν ἄλλοις διαλεξόμεθα, ὡς ἐν συντόμῳ δὲ νῦν ταῦτα λέξομεν. εἰ μὲν ἐννοήματα εἶναι τὰ γένη καὶ τὰ εἴδη λέγουσιν, αἱ κατὰ τοῦ ἡγεμονικοῦ καὶ τῆς φαντασίας ἐπιχειρήσεις αὐτοὺς διατρέπουσιν· εἰ δὲ ἰδίαν ὑπόστασιν αὐτοῖς ἀπολείπουσιν, τί πρὸς [220] τοῦτο ἐροῦσιν; εἰ ἔστι τὰ γένη, ἤτοι τοσαῦτά ἐστιν ὅσα τὰ εἴδη, ἢ ἕν ἐστι κοινὸν πάντων τῶν εἰδῶν αὐτοῦ λεγομένων εἶναι [εἶδος ἤγουν] γένος. εἰ μὲν οὖν τοσαῦτά ἐστι τὰ γένη ὅσα τὰ εἴδη αὐτῶν, οὐκέτ' ἂν εἴη κοινὸν γένος, ὃ εἰς αὐτὰ διαιρεθήσεται. εἰ δὲ ἓν εἶναι λέγοιτο ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ γένος, ἤτοι ὅλου αὐτοῦ ἕκαστον εἶδος αὐτοῦ μετέχει ἢ μέρους αὐτοῦ. ἀλλ' ὅλου μὲν οὐδαμῶς· ἀμήχανον γάρ ἐστιν ἕν τι ὑπάρχον ‹ἐν› ἄλλῳ καὶ ἄλλῳ κατὰ ταὐτὸ περιέχεσθαι οὕτως ὡς ὅλον ἐν ἑκάστῳ θεωρεῖσθαι τῶν ἐν οἷς εἶναι λέγεται. εἰ δὲ μέρους, πρῶτον μὲν οὐκ ἀκολουθήσει τῷ εἴδει τὸ γένος πᾶν, ὡς ὑπολαμβάνουσιν, οὐδὲ ὁ ἄνθρωπος ἔσται ζῷον ἀλλὰ μέρος ζῴου, οἷον οὐσία, οὔτε δὲ ἔμψυχος οὔτε [221] αἰσθητική. εἶτα μέντοι καὶ ἤτοι ταὐτοῦ λέγοιτο ἂν μετεσχηκέναι πάντα τὰ εἴδη μέρους τοῦ γένους αὐτῶν, ἢ ἑτέρου καὶ ἑτέρου. ἀλλὰ ταὐτοῦ μὲν οὐκ ἐνδέχεται διὰ τὰ προειρημένα. εἰ δὲ ἄλλου καὶ ἄλλου, οὔτε ὅμοια ἀλλήλοις ἔσται τὰ εἴδη κατὰ γένος, ὅπερ οὐ προσδέξονται, ἄπειρόν τε ἔσται γένος ἕκαστον εἰς ἄπειρα τεμνόμενον (οὐ μόνον τὰ εἴδη ἀλλὰ καὶ τὰ καθ' ἕκαστον, ἐν οἷς καὶ αὐτοῖς μετὰ τῶν εἰδῶν αὐτοῦ θεωρεῖται· οὐ γὰρ μόνον ἄνθρωπος ἀλλὰ καὶ ζῷον ὁ Δίων εἶναι λέγεται). εἰ δὲ ταῦτα ἄτοπα, οὐδὲ κατὰ μέρος μετέσχηκε τὰ εἴδη τοῦ γένους αὐτῶν ἑνὸς ὄντος.

[222] εἰ δὲ μήτε ὅλου μετέσχηκεν ἕκαστον εἶδος τοῦ γένους μήτε μέρους αὐτοῦ, πῶς ἂν λέγοιτο ἓν εἶναι γένος ἐν πᾶσι τοῖς εἴδεσιν αὐτοῦ, ὥστε καὶ εἰς αὐτὰ διαιρεῖσθαι; τάχα οὐκ ἂν ἔχοι τις λέγειν μὴ οὐχὶ ἀναπλάσσων τινὰς εἰδωλοποιήσεις, αἳ ταῖς ἐκείνων αὐτῶν ἀνεπικρίτοις διαφωνίαις κατὰ τὰς σκεπτικὰς ἐφόδους περιτραπήσονται.

[223]    Πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον. τὰ εἴδη τοῖα ἢ τοῖά ἐστιν· τούτων τὰ γένη ἤτοι καὶ τοῖα καὶ τοῖα, ἢ τοῖα μὲν τοῖα δὲ οὐ, ἢ οὔτε τοῖα οὔτε τοῖα. οἷον ἐπεὶ τῶν τινῶν τὰ μέν ἐστι σώματα τὰ δὲ ἀσώματα, καὶ τὰ μὲν ἀληθῆ τὰ δὲ ψευδῆ, καὶ ἔνια μὲν λευκά, εἰ τύχοι, ἔνια δὲ μέλανα, καὶ ἔνια μὲν μέγιστα ἔνια δὲ σμικρότατα, καὶ τὰ ἄλλα ὁμοίως, τὸ τὶ λόγου ἕνεκεν, ὅ φασιν εἶναί τινες γενικώτατον, [224] ἢ πάντα ἔσται ἢ τὰ ἕτερα ἢ οὐδέν. ἀλλ' εἰ μὲν οὐδέν ἐστιν ὅλως τὸ τὶ, οὐδὲ τὸ γένος, πέρας ἔχει ἡ ζήτησις. εἰ δὲ πάντα εἶναι ῥηθείη, πρὸς τῷ ἀδύνατον εἶναι τὸ λεγόμενον, καὶ τῶν εἰδῶν καὶ τῶν καθ' ἕκαστον ἐν οἷς ἐστι δεήσει πάντα εἶναι. ὡς γάρ, ἐπεὶ τὸ ζῷον, ὡς φασίν, οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, ἕκαστον τῶν εἰδῶν αὐτοῦ καὶ οὐσία εἶναι λέγεται καὶ ἔμψυχος καὶ αἰσθητική, οὕτως εἰ τὸ γένος καὶ σῶμά ἐστι καὶ ἀσώματον καὶ ψευδὲς καὶ ἀληθὲς καὶ μέλαν, εἰ τύχοι, καὶ λευκὸν καὶ σμικρότατον καὶ μέγιστον καὶ τἆλλα πάντα, ἕκαστον τῶν εἰδῶν καὶ τῶν καθ' ἕκαστον πάντα ἔσται· ὅπερ οὐ θεωρεῖται. ψεῦδος [225] οὖν καὶ τοῦτο. εἰ δὲ τὰ ἕτερα μόνα ἐστί, τούτων τὸ γένος τῶν λοιπῶν οὐκ ἔσται γένος, οἷον εἰ σῶμα τὸ τὶ, τῶν ἀσωμάτων, καὶ εἰ λογικὸν τὸ ζῷον, τῶν ἀλόγων, ὡς μήτε ἀσώματόν τι εἶναι ζῷον μήτε ἄλογον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὅπερ ἄτοπον. οὐκοῦν οὔτε καὶ τοῖον καὶ τοῖον τὸ γένος, οὔτε τοῖον μὲν τοῖον δὲ οὔ, οὔτε μὴν οὔτε τοῖον οὔτε τοῖον δύναται εἶναι [γένος]· εἰ δὲ τοῦτο, οὐδὲ ἔστιν ὅλως τὸ γένος. εἰ δὲ λέγοι τις ὅτι δυνάμει πάντα ἐστὶ τὸ γένος, λέξομεν, ὡς τὸ δυνάμει τι ὂν δεῖ τι καὶ ἐνεργείᾳ εἶναι, οἷον οὐ δύναταί τις γραμματικὸς εἶναι εἰ μὴ καὶ ἐνεργείᾳ. καὶ τὸ γένος οὖν εἰ δυνάμει πάντα ἐστίν, ἐρωτῶμεν αὐτοὺς τί ἐστιν ἐνεργείᾳ, καὶ οὕτω μένουσιν αἱ αὐταὶ ἀπορίαι. τἀναντία μὲν γὰρ πάντα ἐνεργείᾳ εἶναι οὐ [226] δύναται. ἀλλ' οὐδὲ τὰ μὲν καὶ ἐνεργείᾳ τὰ δὲ δυνάμει μόνον, οἷον σῶμα μὲν ἐνεργείᾳ, δυνάμει δὲ ἀσώματον. δυνάμει γάρ ἐστιν ὃ οἷόν τέ ἐστιν ἐνεργείᾳ ὑποστῆναι, τὸ δὲ σῶμα ἐνεργείᾳ ‹ὂν› ἀδύνατόν ἐστιν ἀσώματον γενέσθαι κατ' ἐνέργειαν, ὥστε εἰ λόγου χάριν σῶμά ‹τι› ἔστιν ἐνεργείᾳ, οὔκ ἐστιν ἀσώματον δυνάμει, καὶ τὸ ἀνάπαλιν. οὐκοῦν οὐκ ἐνδέχεται τὸ γένος τὰ μὲν ἐνεργείᾳ εἶναι τὰ δὲ δυνάμει μόνον. εἰ δὲ οὐδὲν ὅλως ἐστὶν ἐνεργείᾳ, οὐδὲ ὑφέστηκεν. οὐκοῦν οὐδέν ἐστι τὸ γένος, ὃ διαιρεῖν εἰς τὰ εἴδη λέγουσιν.

[227] ἔτι καὶ τοῦτο θεάσασθαι ἄξιον. ὥσπερ γὰρ, ἐπεὶ ὁ αὐτός ἐστιν Ἀλέξανδρος καὶ Πάρις, οὐκ ἐνδέχεται τὸ μὲν 'Ἀλέξανδρος περιπατεῖ' ἀληθὲς εἶναι, τὸ δὲ 'Πάρις περιπατεῖ' ψεῦδος, οὕτως εἰ τὸ αὐτό ἐστι τὸ ἄνθρωπον εἶναι Θέωνι καὶ Δίωνι, εἰς σύνταξιν ἀξιώματος ἀγομένη ἡ 'ἄνθρωπος' προσηγορία ἢ ἀληθὲς ἢ ψεῦδος ἐπ' ἀμφοτέρων ποιήσει τὸ ἀξίωμα. οὐ θεωρεῖται δὲ τοῦτο· τοῦ μὲν γὰρ Δίωνος καθημένου Θέωνος δὲ περιπατοῦντος τὸ 'ἄνθρωπος περιπατεῖ' ἐφ' οὗ μὲν λεγόμενον ἀληθές ἐστιν, ἐφ' οὗ δὲ ψεῦδος. οὐκ ἄρα κοινή ἐστιν ἀμφοτέρων ἡ 'ἄνθρωπος' προσηγορία, οὐδὲ ἡ αὐτὴ ἀμφοῖν, ἀλλ' εἰ ἄρα, ἰδία ἑκατέρου.

[228]

κα΄ περὶ κοινῶν συμβεβηκότων.

   Παραπλήσια δὲ λέγεται καὶ περὶ τῶν κοινῶν συμβεβηκότων. εἰ γὰρ ἓν καὶ τὸ αὐτὸ συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ὁρᾶν, ἐὰν καθ' ὑπόθεσιν φθαρῇ μὲν Δίων, Θέων δὲ περιῇ καὶ ὁρᾷ, ἤτοι τὴν ὅρασιν τοῦ ἐφθαρμένου Δίωνος ἄφθαρτον μένειν ἐροῦσιν, ὅπερ ἀπεμφαίνει, ‹ἢ› τὴν αὐτὴν ὅρασιν ἐφθάρθαι τε καὶ μὴ ἐφθάρθαι λέξουσιν, ὅπερ ἄτοπον· οὐκ ἄρα ἡ Θέωνος· ὅρασις ἡ αὐτή ἐστι τῇ Δίωνος, ἀλλ' εἰ ἄρα, ἰδία ἑκατέρου. καὶ γὰρ εἰ ταὐτὸν συμβέβηκε Δίωνί τε καὶ Θέωνι τὸ ἀναπνεῖν, οὐκ ἐνδέχεται τὴν ἐν Θέωνι ἀναπνοὴν εἶναι, τὴν ἐν Δίωνι δὲ μὴ εἶναι· ἐνδέχεται δὲ τοῦ μὲν φθαρέντος τοῦ δὲ περιόντος· οὐκ ἄρα ἡ αὐτή ἐστιν.

   Περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον νῦν ἀρκέσει συντόμως λελέχθαι.

[229]

κβ΄ περὶ σοφισμάτων.

   Οὐκ ἄτοπον δὲ ἴσως καὶ τῷ περὶ τῶν σοφισμάτων ἐπιστῆσαι λόγῳ διὰ βραχέων, ἐπεὶ καὶ εἰς τὴν τούτων διάλυσιν ἀναγκαίαν εἶναι λέγουσι τὴν διαλεκτικὴν οἱ σεμνύνοντες αὐτήν. εἰ γὰρ τῶν τε ἀληθῶν καὶ ψευδῶν λόγων, φασίν, ἐστὶν αὕτη διαγνωστική, ψευδεῖς δὲ λόγοι καὶ τὰ σοφίσματα, καὶ τούτων ἂν εἴη διακριτικὴ λυμαινομένων τὴν ἀλήθειαν φαινομέναις πιθανότησιν. ὅθεν ὡς βοηθοῦντες οἱ διαλεκτικοὶ σαλεύοντι τῷ βίῳ καὶ τὴν ἔννοιαν καὶ τὰς διαφορὰς καὶ τὰς ἐπιλύσεις δὴ τῶν σοφισμάτων μετὰ σπουδῆς ἡμᾶς πειρῶνται διδάσκειν, λέγοντες σόφισμα εἶναι λόγον πιθανὸν καὶ δεδολιευμένον ὥστε προσδέξασθαι τὴν ἐπιφορὰν ἤτοι ψευδῆ ἢ ὡμοιωμένην ψευδεῖ ἢ ἄδηλον ἢ ἄλλως ἀπρόσδεκτον, [230] οἷον ψευδῆ μὲν ὡς ἐπὶ ‹τούτου› τοῦ σοφίσματος ἔχει 'οὐδεὶς δίδωσι κατηγόρημα πιεῖν· κατηγόρημα δέ ἐστι τὸ ἀψίνθιον πιεῖν· οὐδεὶς ἄρα δίδωσιν ἀψίνθιον πιεῖν', ἔτι δὲ ὅμοιον ψευδεῖ ὡς ἐπὶ τούτου 'ὃ μήτε ἐνεδέχετο μήτε ἐνδέχεται, τοῦτο οὐκ ἔστιν ἄτοπον· οὔτε δὲ ἐνεδέχετο οὔτε ἐνδέχεται τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει· ‹οὐκ ἄρα [231] ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει›'. ἔτι δὲ ἄδηλον οὕτως 'οὐχὶ καὶ ἠρώτηκά τί σε πρῶτον, καὶ οὐχὶ οἱ ἀστέρες ἄρτιοί εἰσιν· ἠρώτηκα δέ τί σε πρῶτον· οἱ ἄρα ἀστέρες ἄρτιοί εἰσιν'. ἔτι δὲ ἀπρόσδεκτον ἄλλως, ὡς οἱ λεγόμενοι σολοικίζοντες λόγοι, οἷον 'ὃ βλέπεις, ἔστιν· βλέπεις δὲ φρενιτικόν· ἔστιν ἄρα φρενιτικόν'. 'ὃ ὁρᾷς, ἔστιν· ὁρᾷς δὲ φλεγμαίνοντα τόπον· ἔστιν ἄρα φλεγμαίνοντα τόπον'.

[232] εἶτα μέντοι καὶ τὰς ἐπιλύσεις αὐτῶν [ὁρᾶν ἤτοι] παριστᾶν ἐπιχειροῦσι, λέγοντες ἐπὶ μὲν τοῦ πρώτου σοφίσματος, ὅτι ἄλλο διὰ τῶν λημμάτων συγκεχώρηται καὶ ἄλλο ἐπενήνεκται. συγκεχώρηται γὰρ τὸ μὴ πίνεσθαι κατηγόρημα, καὶ εἶναι κατηγόρημα τὸ ἀψίνθιον πίνειν, οὐκ αὐτὸ τὸ ἀψίνθιον. διὸ δέον ἐπιφέρειν 'οὐδεὶς ἄρα πίνει τὸ ἀψίνθιον πίνειν', ὅπερ ἐστὶν ἀληθές, ἐπενήνεκται 'οὐδεὶς ἄρα ἀψίνθιον πίνει', ὅπερ ἐστὶ ψεῦδος, οὐ συναγόμενον ἐκ [233] τῶν συγκεχωρημένων λημμάτων. ἐπὶ δὲ τοῦ δευτέρου, ὅτι δοκεῖ μὲν ἐπὶ ψεῦδος ἀπάγειν ὡς ποιεῖν τοὺς ἀνεπιστάτους ὀκνεῖν αὐτῷ συγκατατίθεσθαι, συνάγει δὲ ἀληθές, τὸ 'οὐκ ἄρα ἄτοπόν ἐστι τὸ ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει'. οὐδὲν γὰρ ἀξίωμα ἄτοπόν ἐστιν, ἀξίωμα δέ ἐστι τὸ 'ὁ ἰατρός, καθὸ ἰατρός ἐστι, φονεύει'. διὸ οὐδὲ τοῦτο ἄτοπον. [234] ἡ δὲ ἐπὶ τὸ ἄδηλον ἀπαγωγή, φασίν, ὅτι ἐκ τοῦ γένους τῶν μεταπιπτόντων ἐστίν. μηδενὸς γὰρ προηρωτημένου κατὰ τὴν ὑπόθεσιν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἀληθὲς γίνεται, ψευδοῦς τῆς συμπλοκῆς οὔσης παρὰ τὸ ἐμπεπλέχθαι ψεῦδος τὸ 'ἠρώτηκά τί σε πρῶτον' ἐν αὐτῇ. μετὰ δὲ τὸ ἐρωτηθῆναι τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, τῆς προσλήψεως ἀληθοῦς γενομένης 'ἠρώτηκα δέ τί σε πρῶτον', διὰ τὸ ἠρωτῆσθαι πρὸ τῆς προσλήψεως τὸ ἀποφατικὸν τῆς συμπλοκῆς ἡ τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς πρότασις γίνεται ψευδὴς τοῦ ἐν τῷ συμπεπλεγμένῳ ψεύδους γενομένου ἀληθοῦς· ὡς μηδέποτε δύνασθαι συναχθῆναι τὸ συμπέρασμα μὴ συνυπάρχοντος τοῦ ἀποφατικοῦ τῆς συμπλοκῆς τῇ προσλήψει.

[235] τοὺς δὲ τελευταίους, φασὶν ἔνιοι, τοὺς σολοικίζοντας λόγους, ἀτόπως ἐπάγεσθαι παρὰ τὴν συνήθειαν.

   Τοιαῦτα μὲν οὖν τινες διαλεκτικοί φασι περὶ σοφισμάτων (καὶ γὰρ ἄλλοι ἄλλα λέγουσιν)· ταῦτα δὲ τὰς μὲν τῶν εἰκαιοτέρων ἀκοὰς ἴσως δύναται γαργαλίζειν, περιττὰ δέ ἐστι καὶ μάτην αὐτοῖς πεπονημένα. καὶ τοῦτο δυνατὸν μὲν ἴσως καὶ ἀπὸ τῶν ἤδη λελεγμένων ἡμῖν ὁρᾶν· ὑπεμνήσαμεν γάρ, ὅτι μὴ δύναται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ τοὺς διαλεκτικοὺς καταλαμβάνεσθαι, ποικίλως· τε ἄλλως καὶ τῷ τὰ μαρτύρια τῆς συλλογιστικῆς δυνάμεως αὐτῶν, τὴν ἀπόδειξιν καὶ τοὺς ἀναποδείκτους διατρέπεσθαι λόγους.

[236] εἰς δὲ τὸν προκείμενον τόπον ἰδίως καὶ ἄλλα μὲν πολλὰ λέγειν ἔνεστιν, ὡς δὲ ἐν συντόμῳ νῦν τόδε λεκτέον. ὅσα μὲν σοφίσματα ἰδίως ἡ διαλεκτικὴ δύνασθαι δοκεῖ διελέγχειν, τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν· ὅσων δὲ ἡ διάλυσις χρησιμεύει, ταῦτα ὁ μὲν διαλεκτικὸς οὐκ ἂν διαλύσειεν, οἱ δὲ ἐν ἑκάστῃ τέχνῃ τὴν ἐπὶ τῶν πραγμάτων [237] παρακολούθησιν ἐσχηκότες. εὐθέως γοῦν, ἵνα ἑνὸς ἢ δευτέρου μνησθῶμεν παραδείγματος, ἐρωτηθέντος [ἰατρῷ] τοιούτου σοφίσματος 'κατὰ τὰς νόσους ἐν ταῖς παρακμαῖς τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον· ἐπὶ πάσης δὲ τυπώσεως νόσου πρὸ τῆς πρώτης διατρίτου πάντως γίνεται παρακμή· ἀναγκαῖον ἄρα πρὸ τῆς πρώτης διατρίτου τήν τε ποικίλην δίαιταν καὶ τὸν οἶνον ὡς τὸ πολὺ παραλαμβάνειν' ὁ μὲν διαλεκτικὸς οὐδὲν ἂν εἰπεῖν [238] ἔχοι πρὸς διάλυσιν τοῦ λόγου, καίτοι χρησίμην οὖσαν, ὁ δὲ ἰατρὸς διαλύσεται τὸ σόφισμα, εἰδὼς ὅτι παρακμὴ λέγεται διχῶς, ἥ τε τοῦ ὅλου νοσήματος καὶ ἡ ἑκάστης ἐπιτάσεως μερικῆς ἀπὸ τῆς ἀκμῆς ῥοπὴ πρὸς τὸ κρεῖσσον, καὶ πρὸ μὲν τῆς πρώτης διατρίτου ὡς τὸ πολὺ γίνεται παρακμὴ ἡ τῆς ἐπιτάσεως τῆς μερικῆς, τὴν δὲ ποικίλην δίαιταν οὐκ ἐν ταύτῃ δοκιμάζομεν ἀλλ' ἐν τῇ παρακμῇ τοῦ ὅλου νοσήματος. ὅθεν καὶ διηρτῆσθαι λέξει τὰ λήμματα τοῦ λόγου, ἑτέρας μὲν παρακμῆς ἐν τῷ προτέρῳ λήμματι λαμβανομένης, τουτέστι τῆς τοῦ ὅλου πάθους, ἑτέρας δὲ ἐν τῷ δευτέρῳ, τουτέστι τῆς μερικῆς.

[239] πάλιν τε ἐπί τινος πυρέσσοντος κατὰ πύκνωσιν ἐπιτεταμένην ἐρωτηθέντος τοῦ τοιούτου λόγου 'τὰ ἐναντία τῶν ἐναντίων ἰάματά ἐστιν· ἐναντίον δὲ τῇ ὑποκειμένῃ πυρώσει τὸ ψυχρόν· κατάλληλον ἄρα τῇ ὑποκειμένῃ πυρώσει [240] τὸ ψυχρόν' ὁ μὲν διαλεκτικὸς ἡσυχάσει, ὁ δὲ ἰατρός, εἰδὼς τίνα μέν ἐστιν προηγουμένως προσεχῆ πάθη, τίνα δὲ συμπτώματα τούτων, ἐρεῖ μὴ ἐπὶ τῶν συμπτωμάτων προκόπτειν τὸν λόγον (ἀμέλει γοῦν πρὸς τὴν ἐπίχυσιν τοῦ ψυχροῦ πλείονα γίνεσθαι συμβαίνειν τὴν πύρωσιν) ἀλλ' ἐπὶ τῶν προσεχῶν παθῶν, καὶ τὴν μὲν στέγνωσιν εἶναι προσεχῆ, ἥτις οὐ τὴν πύκνωσιν ἀλλὰ τὸν χαλαστικὸν τρόπον τῆς ἐπιμελείας ἀπαιτεῖ, τὸ δὲ τῆς ἐπακολουθούσης θερμασίας οὐ προηγουμένως προσεχές, ὅθεν μηδὲ τὸ [241] κατάλληλον εἶναι δοκοῦν αὐτῇ. καὶ οὕτως μὲν ἐπὶ τοῖς σοφίσμασι τοῖς χρησίμως ἀπαιτοῦσι τὴν διάλυσιν οὐδὲν ἕξει λέγειν ὁ διαλεκτικός, ἐρωτήσας δὲ ἡμᾶς τοιούτους λόγους 'εἰ οὐχὶ καὶ καλὰ κέρατα ἔχεις καὶ κέρατα ἔχεις, κέρατα ἔχεις· οὐχὶ δὲ καλὰ κέρατα ἔχεις καὶ [242] κέρατα ἔχεις· κέρατα ἄρα ἔχεις.' 'εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται, ἢ ἐν ᾧ οὐκ ἔστιν· οὔτε δὲ ἐν ᾧ ἔστιν (μένει γάρ), οὔτε [δὲ] ἐν ᾧ μὴ ἔστιν (πῶς γὰρ ἂν ἐνεργοίη τι ἐν ἐκείνῳ, ἐν ᾧ μηδὲ τὴν ἀρχὴν [243] ἔστιν;) οὐκ ἄρα κινεῖταί τι.' 'ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν ὂν οὐ γίνεται (ἔστι γάρ)· ἀλλ' οὐδὲ τὸ μὴ ὄν· (τὸ μὲν γὰρ γινόμενον πάσχει τι, [244] τὸ δὲ μὴ ὂν οὐ πάσχει)· οὐδὲν ἄρα γίνεται.' 'ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός· μέλαν δὲ τὸ ὕδωρ ἐστίν. μέλαινα ἄρα ἐστὶν ἡ χιών.' καὶ τοιούτους τινὰς ἀθροίσας ὕθλους συνάγει τὰς ὀφρῦς, καὶ προχειρίζεται τὴν διαλεκτικήν, καὶ πάνυ σεμνῶς ἐπιχειρεῖ κατασκευάζειν ἡμῖν δι' ἀποδείξεων συλλογιστικῶν, ὅτι γίνεταί τι, καὶ ὅτι κινεῖταί τι, καὶ ὅτι ἡ χιών ἐστι λευκή, καὶ ὅτι κέρατα οὐκ ἔχομεν, καίτοι γε ἀρκοῦντος ἴσως τοῦ τὴν ἐνάργειαν αὐτοῖς ἀντιτιθέναι πρὸς τὸ θραύεσθαι τὴν διαβεβαιωτικὴν θέσιν αὐτῶν διὰ τῆς ἐκ τῶν φαινομένων ἰσοσθενοῦς αὐτῶν ἀντιμαρτυρήσεως. ταῦτά τοι καὶ ἐρωτηθεὶς φιλόσοφος ‹τις› τὸν κατὰ τῆς κινήσεως λόγον σιωπῶν περιεπάτησεν, καὶ οἱ κατὰ τὸν βίον ἄνθρωποι πεζάς τε καὶ διαποντίους στέλλονται πορείας κατασκευάζουσί τε ναῦς καὶ οἰκίας καὶ παιδοποιοῦνται τῶν κατὰ τῆς κινήσεως καὶ γενέσεως ἀμελοῦντες [245] λόγων. φέρεται δὲ καὶ Ἡροφίλου τοῦ ἰατροῦ χαρίεν ‹τι› ἀπομνημόνευμα· συνεχρόνισε γὰρ οὗτος Διοδώρῳ, ὃς ἐναπειροκαλῶν τῇ διαλεκτικῇ λόγους διεξῄει σοφιστικοὺς κατά τε ἄλλων πολλῶν καὶ τῆς κινήσεως. ὡς οὖν ἐκβαλών ποτε ὦμον ὁ Διόδωρος ἧκε θεραπευθησόμενος ὡς τὸν Ἡρόφιλον, ἐχαριεντίσατο ἐκεῖνος πρὸς αὐτὸν λέγων 'ἤτοι ἐν ᾧ ἦν τόπῳ ὁ ὦμος ὢν ἐκπέπτωκεν, ἢ ἐν ᾧ οὐκ ἦν· οὔτε δὲ ἐν ᾧ ἦν οὔτε ἐν ᾧ οὐκ ἦν· οὐκ ἄρα ἐκπέπτωκεν', ὡς τὸν σοφιστὴν λιπαρεῖν ἐᾶν μὲν τοὺς τοιούτους λόγους, τὴν δὲ ἐξ ἰατρικῆς ἁρμόζουσαν αὐτῷ προσάγειν θεραπείαν.

[246] ἀρκεῖ γάρ, οἶμαι, τὸ ἐμπείρως τε καὶ ἀδοξάστως κατὰ τὰς κοινὰς τηρήσεις τε καὶ προλήψεις βιοῦν, περὶ τῶν ἐκ δογματικῆς. περιεργίας καὶ μάλιστα ἔξω τῆς βιωτικῆς χρείας λεγομένων ἐπέχοντας. εἰ οὖν ὅσα μὲν εὐχρήστως ἂν ἐπιλυθείη, ταῦτα οὐκ ἂν διαλύσαιτο ἡ διαλεκτική, ὅσα δὲ ἐπιλύεσθαι δοίη τις ἂν ἴσως ὑπ' αὐτῆς σοφίσματα, τούτων ἡ διάλυσις ἄχρηστός ἐστιν, ἄχρηστός ἐστι κατὰ τὴν ἐπίλυσιν τῶν σοφισμάτων ἡ διαλεκτική.

[247]    Καὶ ἀπ' αὐτῶν δὲ τῶν παρὰ τοῖς διαλεκτικοῖς λεγομένων ὁρμώμενός τις οὕτως ἂν συντόμως ὑπομνήσειε περιττὰ εἶναι τὰ περὶ τῶν σοφισμάτων παρ' αὐτοῖς δὴ τεχνολογούμενα. ἐπὶ τὴν τέχνην τὴν διαλεκτικήν φασιν ὡρμηκέναι οἱ διαλεκτικοὶ οὐχ ἁπλῶς ὑπὲρ τοῦ γνῶναι τί ἐκ τίνος συνάγεται, ἀλλὰ προηγουμένως ὑπὲρ τοῦ δι' ἀποδεικτικῶν λόγων τὰ ἀληθῆ καὶ τὰ ψευδῆ κρίνειν ἐπίστασθαι· λέγουσι γοῦν εἶναι τὴν διαλεκτικὴν ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων.

[248] ἐπεὶ τοίνυν αὐτοί φασιν ἀληθῆ λόγον εἶναι τὸν δι' ἀληθῶν λημμάτων ἀληθὲς συνάγοντα συμπέρασμα, ἅμα τῷ ἐρωτηθῆναι λόγον ψεῦδος ἔχοντα τὸ συμπέρασμα εἰσόμεθα ὅτι ψευδής ἐστιν καὶ οὐ συγκαταθησόμεθα αὐτῷ. ἀνάγκη γὰρ καὶ αὐτὸν τὸν λόγον ἤτοι μὴ εἶναι συνακτικὸν [249] ἢ μηδὲ τὰ λήμματα ἔχειν ἀληθῆ. καὶ τοῦτο δῆλον ἐκ τῶνδε. ἤτοι ἀκολουθεῖ τὸ ἐν τῷ λόγῳ ψευδὲς συμπέρασμα τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ ἢ οὐκ ἀκολουθεῖ. ἀλλ' εἰ μὲν οὐκ ἀκολουθεῖ, οὐδὲ συνακτικὸς λόγος ἔσται· λέγουσι γὰρ συνακτικὸν γίνεσθαι λόγον, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτοῦ συμπλοκῇ τὸ ἐν αὐτῷ συμπέρασμα. εἰ δὲ ἀκολουθεῖ, ἀνάγκη καὶ τὴν διὰ τῶν λημμάτων συμπλοκὴν εἶναι ψευδῆ κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας· φασὶ γὰρ ὅτι τὸ ψεῦδος ψεύδει [250] μὲν ἀκολουθεῖ, ἀληθεῖ δὲ οὐδαμῶς. ὅτι δὲ ὁ μὴ συνακτικὸς ἢ μὴ ἀληθὴς λόγος κατὰ αὐτοὺς οὐδὲ ἀποδεικτικός ἐστιν, δῆλον ἐκ τῶν ἔμπροσθεν εἰρημένων. εἰ τοίνυν ἐρωτηθέντος λόγου, ἐν ᾧ ψεῦδός ἐστι τὸ συμπέρασμα, αὐτόθεν γινώσκομεν, ὅτι οὐκ ἔστιν ἀληθὴς οὐδὲ συνακτικὸς ὁ λόγος, ἐκ τοῦ συμπέρασμα ἔχειν ψευδές, οὐ συγκαταθησόμεθα αὐτῷ, κἂν μὴ γινώσκωμεν παρὰ τί τὸ ἀπατηλὸν ἔχει. ὥσπερ γὰρ οὐδ' ὅτι ἀληθῆ ἐστι τὰ ὑπὸ τῶν ψηφοπαικτῶν γινόμενα συγκατατιθέμεθα, ἀλλ' ἴσμεν ὅτι ἀπατῶσιν, κἂν μὴ γινώσκωμεν ὅπως ἀπατῶσιν, οὕτως οὐδὲ τοῖς ψευδέσι μέν, πιθανοῖς δὲ εἶναι δοκοῦσι λόγοις πειθόμεθα, [251] κἂν μὴ γινώσκωμεν ὅπως παραλογίζονται. ἢ ἐπεὶ οὐ μόνον ἐπὶ ψεῦδος ἀπάγειν τὸ σόφισμά φασιν, ἀλλὰ καὶ ἐπὶ ἄλλας ἀτοπίας, κοινότερον οὕτω συνερωτητέον. ὁ ἐρωτώμενος λόγος ἤτοι ἐπί τι ἀπρόσδεκτον ἡμᾶς ἄγει ἢ ἐπί τι τοιοῦτον ὡς χρῆναι αὐτὸ προσδέχεσθαι. ἀλλ' εἰ μὲν τὸ δεύτερον, οὐκ ἀτόπως αὐτῷ συγκαταθησόμεθα· εἰ δὲ ἐπί τι ἀπρόσδεκτον, οὐχ ἡμᾶς τῇ ἀτοπίᾳ δεήσει συγκατατίθεσθαι προπετῶς διὰ τὴν πιθανότητα, ἀλλ' ἐκείνους ἀφίστασθαι τοῦ λόγου τοῦ τοῖς ἀτόποις ἀναγκάζοντος συγκατατίθεσθαι, εἴγε μὴ ληρεῖν παιδαριωδῶς, ἀλλὰ τἀληθῆ [252] ζητεῖν, ὡς ὑπισχνοῦνται, προῄρηνται. ὥσπερ γὰρ εἰ ὁδὸς εἴη ἐπί τινα κρημνὸν φέρουσα, οὐκ ὠθοῦμεν αὑτοὺς εἰς τὸν κρημνὸν διὰ τὸ ὁδόν τινα εἶναι φέρουσαν ἐπ' αὐτόν, ἀλλ' ἀφιστάμεθα τῆς ὁδοῦ διὰ τὸν κρημνόν, οὕτω καὶ εἰ λόγος εἴη ἐπί τι ὁμολογουμένως ἄτοπον ἡμᾶς ἀπάγων, οὐχὶ τῷ ἀτόπῳ συγκαταθησόμεθα διὰ τὸν λόγον, ἀλλ' [253] ἀποστησόμεθα τοῦ λόγου διὰ τὴν ἀτοπίαν. ὅταν οὖν οὕτως ἡμῖν συνερωτᾶται λόγος, καθ' ἑκάστην πρότασιν ἐφέξομεν, εἶτα τοῦ ὅλου συνερωτηθέντος λόγου τὰ ‹ἡμῖν› δοκοῦντα ἐπάξομεν. καὶ εἴγε οἱ περὶ τὸν Χρύσιππον δογματικοὶ ἐν τῇ συνερωτήσει τοῦ σωρίτου προϊόντος τοῦ λόγου φασὶ δεῖν ἵστασθαι καὶ ἐπέχειν, ἵνα μὴ ἐκπέσωσιν εἰς ἀτοπίαν, πολὺ δήπου μᾶλλον ἂν ἡμῖν ἁρμόζον εἴη σκεπτικοῖς οὖσιν, ὑποπτεύουσιν ἀτοπίαν, μὴ προπίπτειν κατὰ τὰς συνερωτήσεις τῶν λημμάτων, ἀλλ' ἐπέχειν καθ' ἕκαστον ἕως τῆς ὅλης [254] συνερωτήσεως τοῦ λόγου. καὶ ἡμεῖς μὲν ἀδοξάστως ἀπὸ τῆς βιωτικῆς τηρήσεως ὁρμώμενοι τοὺς ἀπατηλοὺς οὕτως ἐκκλίνομεν λόγους, οἱ δογματικοὶ δὲ ἀδυνάτως ἕξουσι διακρῖναι τὸ σόφισμα ἀπὸ τοῦ δεόντως δοκοῦντος ἐρωτᾶσθαι λόγου, εἴγε χρὴ δογματικῶς αὐτοὺς ἐπικρῖναι, καὶ ὅτι συνακτικόν ἐστι τὸ σχῆμα τοῦ λόγου καὶ ὅτι τὰ λήμματά [255] ἐστιν ἀληθῆ ἢ οὐχ οὕτως ἔχει· ὑπεμνήσαμεν γὰρ ἔμπροσθεν, ὅτι οὔτε τοὺς συνακτικοὺς λόγους δύνανται καταλαμβάνειν οὔτε ἀληθὲς εἶναί τι κρίνειν οἷοί τέ εἰσι, μήτε κριτήριον μήτε ἀπόδειξιν ὁμολογουμένως ἔχοντες, ὡς ἐκ τῶν λεγομένων ὑπ' αὐτῶν ἐκείνων ὑπεμνήσαμεν. παρέλκει οὖν ὅσον ἐπὶ τούτοις ἡ θρυλουμένη παρὰ τοῖς διαλεκτικοῖς περὶ τῶν σοφισμάτων τεχνολογία.

[256]    Παραπλήσια δὲ καὶ ἐπὶ τῆς διαστολῆς τῶν ἀμφιβολιῶν λέγομεν. εἰ γὰρ ἡ ἀμφιβολία λέξις ἐστὶ δύο ἢ πλείω σημαίνουσα καὶ αἱ λέξεις σημαίνουσι θέσει, ὅσας μὲν χρήσιμόν ἐστιν ἀμφιβολίας διαλύεσθαι, τουτέστι τὰς ἔν τινι τῶν ἐμπειριῶν, ταύτας οἱ καθ' ἑκάστην τέχνην ἐγγεγυμνασμένοι διαλύσονται, τὴν ἐμπειρίαν ἔχοντες αὐτοὶ τῆς ὑπ' αὐτῶν πεποιημένης θετικῆς χρήσεως τῶν ὀνομάτων [257] κατὰ τῶν σημαινομένων, ὁ δὲ διαλεκτικὸς οὐδαμῶς, οἷον ὡς ἐπὶ ταύτης τῆς ἀμφιβολίας 'ἐν ταῖς παρακμαῖς τὴν ποικίλην δίαιταν καὶ τὸν οἶνον δοκιμαστέον'. ἤδη δὲ καὶ κατὰ τὸν βίον ἄχρι καὶ τοὺς παῖδας ὁρῶμεν διαστελλομένους ἀμφιβολίας, ὧν ἡ διαστολὴ χρησιμεύειν αὐτοῖς δοκεῖ. εἰ γοῦν τις ὁμωνύμους οἰκέτας ἔχων κελεύοι παιδίον κληθῆναι αὐτῷ τὸν Μάνην, εἰ τύχοι (τοῦτο γὰρ τοὔνομα τοῖς οἰκέταις ἔστω κοινόν), πεύσεται ὁ παῖς ποῖον. καὶ εἰ πλείονας καὶ διαφόρους τις οἴνους ἔχων λέγοι τῷ παιδίῳ 'ἔγχεόν μοι τοῦ οἴνου πιεῖν', ὁμοίως ὁ παῖς πεύσεται [258] ποίου. οὕτως ἡ ἐν ἑκάστοις ἐμπειρία τοῦ χρησίμου τὴν διαστολὴν εἰσάγει. ὅσαι μέντοι μὴ ἔν τινι τῶν βιωτικῶν ἐμπειριῶν εἰσιν ἀμφιβολίαι, ἀλλ' ἐν δογματικαῖς οἰήσεσι κεῖνται καὶ εἰσὶν ἴσως ἄχρηστοι πρὸς τὸ ἀδοξάστως βιοῦν, περὶ ταύτας ἰδίως ὁ διαλεκτικὸς ἔχων ἀναγκασθήσεται καὶ ἐν αὐταῖς ὁμοίως ἐπέχειν κατὰ τὰς σκεπτικὰς ἐφόδους, καθὸ πράγμασιν ἀδήλοις καὶ ἀκαταλήπτοις ἢ καὶ ἀνυποστάτοις [259] ἴσως εἰσὶ συνεζευγμέναι. ἀλλὰ περὶ μὲν τούτων καὶ εἰσαῦθις διαλεξόμεθα· εἰ δέ τις δογματικὸς πρός τι τούτων ἀντιλέγειν ἐπιχειροίη, κρατυνεῖ τὸν σκεπτικὸν λόγον, ἐκ τῆς ἑκατέρωθεν ἐπιχειρήσεως καὶ τῆς ἀνεπικρίτου διαφωνίας τὴν περὶ τῶν ζητουμένων ἐποχὴν καὶ αὐτὸς βεβαιῶν.

   Τοσαῦτα καὶ περὶ ἀμφιβολιῶν εἰπόντες αὐτοῦ που περιγράφομεν καὶ τὸ δεύτερον τῶν ὑποτυπώσεων σύνταγμα.