430 38 0 1 0 0 II-III d. C. Storiografia Cassius Dio VI Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae VI

[24]   ὅτι πρὸς Φαλίσκους οἱ Ῥωμαῖοι πολλὰς μάχας μαχεσάμενοι καὶ πολλὰ καὶ παθόντες καὶ δράσαντες τῶν μὲν πατρίων ἱερῶν ὠλιγώρησαν, πρὸς δὲ τὰ ξενικὰ ὡς καὶ ἐπαρκέσοντά σφισιν ὥρμησαν. φιλεῖ γάρ πως τὸ ἀνθρώπειον ἐν ταῖς συμφοραῖς τοῦ μὲν συνήθους, κἂν θεῖον ᾖ, καταφρονεῖν, τὸ δὲ ἀπείρατον θαυμάζειν. παρ' ἐκείνου μὲν γὰρ ἅτε μηδὲν ἐς τὸ παρὸν ὠφελεῖσθαι νομίζοντες οὐδὲ ἐς τὸ ἔπειτα χρηστὸν οὐδὲν προσδέχονται, παρὰ δὲ δὴ τοῦ ξένου πᾶν ὅσον ἂν ἐθελήσωσιν ὑπὸ τῆς καινοτομίας ἐλπίζουσιν. M. 43 (p. 153).

[23]

[4]    ἐς γὰρ τοῦτο φιλοτιμίας κἀκ τούτου καὶ φιλονεικίας ἀλλήλοις ἀφίκοντο, ὥστε μηκέτι καθ' ἓν πάντας, ὥσπερ εἰώθεσαν, ἀλλ' ἐκ περιτροπῆς ἰδίᾳ ἕκαστον αὐτῶν ἄρχειν, ἀφ' οὗ οὐδὲν χρηστὸν ἐγίγνετο· τό τε γὰρ οἰκεῖον, οὐ τὸ κοινὸν ἑκάστου αὐτῶν σκοποῦντος, καὶ βλαβῆναί πῃ τὸ δημόσιον μᾶλλον ἢ τὸν συνάρχοντα εὐδοκιμῆσαι ἐθέλοντος, πολλὰ καὶ δυσχερῆ συνέβαινεν. M. 44 (ib.).

[5]    ὅτι δημοκρατία ἐστὶν οὐ τὸ πάντας τῶν αὐτῶν ἁπλῶς τυγχάνειν, ἀλλὰ τὸ ‹τὰ› κατ' ἀξίαν ἕκαστον φέρεσθαι. M. 45 (p. 154).

[24]

[2]    ὅτι τὴν τῶν Φαλίσκων πόλιν πολιορκοῦντες οἱ Ῥωμαῖοι ταύτῃ προσκαθήμενοι διετρίβησαν, εἰ μὴ τοιόνδε τι ἐγένετο. γραμματιστής τις ἐν αὐτῇ παῖδας οὔτ' ὀλίγους οὔτ' ἀφανεῖς παιδεύων, εἴθ' ὑπ' ὀργῆς ἢ καὶ κέρδους ἐλπίδι πάντας σφᾶς ἔξω τε τοῦ τείχους ὡς καὶ ἐπ' ἄλλο τι ἐξήγαγεν (τοσοῦτον γάρ που τῆς ἀδείας αὐτοῖς περιῆν ὥστε καὶ τότε συμφοιτᾶν) καὶ πρὸς τὸν Κάμιλλον ἐκόμισε, πᾶσάν οἱ τὴν πόλιν δι' αὐτῶν παραδιδόναι λέγων· οὐ [3] γὰρ περιοίσειν ἔτι τοὺς ἔνδον, τῶν φιλτάτων σφίσι ἐχομένων. οὐ μέντοι καὶ ἐπέρανέ τι· ὁ γὰρ Κάμιλλος τῆς τε ἀρετῆς ἅμα τῆς τῶν Ῥωμαίων καὶ τῶν συμπτωμάτων τῶν ἀνθρωπίνων ἐνθυμηθεὶς οὐκ ἠξίωσεν ἐκ προδοσίας αὐτοὺς ἑλεῖν, ἀλλὰ καὶ τὼ χεῖρε ἐς τοὐπίσω τοῦ προδότου δήσας παρέδωκεν αὐτὸν αὐτοῖς τοῖς παισὶν ὀπισθόχειρα ἀπαγαγεῖν οἴκαδε. γενομένου δὲ τούτου οἱ Φαλίσκοι οὐκέτ' ἀντέσχον, ἀλλὰ καίτοι καὶ δυσάλωτοι ὄντες καὶ ἐκ περιουσίας τὸν πόλεμον διαφέροντες, ὅμως ἐθελονταὶ ὡμολόγησαν αὐτῷ, θαυμαστήν τινα φιλίαν παρ' αὐτοῦ προσδοκήσαντες ἕξειν, οὗγε καὶ πολεμίου οὕτω δικαίου ἐπεπείραντο. V. 11 (p. 578).

[4]    ὁ οὖν Κάμιλλος ἐπιφθονώτερος ἔτι καὶ μᾶλλον ἐκ τούτων τοῖς πολίταις γενόμενος ἐγράφη τε ὑπὸ τῶν δημάρχων ὡς μηδὲν ἐκ τῆς λείας τῆς τῶν Οὐηίων τὸ δημόσιον ὠφελήσας, καὶ ἑκουσίως πρὸ τῆς δίκης ὑπεξέσχεν. V. 12 (ib.). 6 Suid. s. v. ὑπεξέσχεν.

[6]    οὕτω γὰρ αὐτὸν οὐ τὸ πλῆθος μόνον, οὐδ' ὅσοι φιλοτιμίαν τινὰ πρὸς τὴν ἀξίωσιν αὐτοῦ εἶχον, ἀλλὰ καὶ οἱ πάνυ φίλοι συγγενεῖς τε αὐτῷ ὄντες ἐβάσκαινον ὥστε μηδ' ἀποκρύπτεσθαι· δεομένου γὰρ αὐτοῦ τῶν μὲν καὶ συναγωνίσασθαί οἱ τῶν δὲ τήν γε ἀπολύουσαν θέσθαι, ... ἁλόντι δ' αὐτῷ χρημάτων τε τιμήσειν καὶ τὴν καταδίκην συνεκτίσειν ὑπέσχοντο. διὰ μὲν δὴ ταῦτα εὐχήν τε ὑπ' ὀργῆς ἐποιήσατο χρείαν αὐτοῦ τὴν πόλιν σχεῖν, καὶ πρὸς τοὺς Ῥουτούλους πρὶν κατηγορηθῆναι μετέστη. M. 46 (p. 154)