0 II d. C. Claudius Ptolemaeus

Claudius Ptolemaeus-De judicandi facultate et animi principatu

[10][3]

ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΠΕΡΙ ΚΡΙΤΗΡΙΟΥ ΚΑΙ ΗΓΕΜΟΝΙΚΟΥ

   Τὸ κριτήριον τῶν ὄντων ἐφοδεύσαιμεν ἂν κατὰ τὸ δέον, εἰ παραβάλλοιμεν αὐτὸ κριτηρίοις τισὶ τῶν ἰδίως ὑπ' αὐτὸ τεταγμένων· ἐπὶ τὰ καθόλου πάντα προοδοποιεῖσθαι μάλιστα πέφυκε διὰ τῶν κατὰ μέρος ὑπὸ τὸ αὐτὸ γένος λαμβανομένων. τὸ δὴ δικαστήριον, ἐγγυτάτω γὰρ ἡ τοιαύτη τῶν παραβολῶν, αὐτῷ τῷ κριτηρίῳ τὸ πρῶτον ἐφαρμοζέσθω, δικαστήριον δὲ λέγομεν νῦν οὐ τὸν τόπον οἷον Ἄρειον πάγον ἢ τὴν ἐκκλησίαν, ἀλλὰ τὴν σύνταξιν αὐτὴν ὡς τὸν δῆμον ἢ τὴν βουλήν.

   Καθάπερ τοίνυν ἐνταῦθα τῶν ὀφειλόντων ὑποκεῖσθαι πάντως τὸ μὲν διαμφισβητούμενόν ἐστιν ἡ πρᾶξις· ταύτην δὲ δηλωθεῖσάν πως δικάζει φέρ' εἰπεῖν ὁ ἄρχων, ἀκολουθῶν μὲν νόμῳ, τέλος δὲ ποιούμενος τὴν κοινωνίαν· καὶ ἔστιν ἡ μὲν πρᾶξις κατὰ τὸ κρινόμενον· ἡ δὲ δήλωσις, δι' οὗ κρίνεται τὸ κρινόμενον· ὁ δ' ἄρχων κατὰ τὸ κρῖνον· ὁ δὲ νόμος, ᾧ κρίνει τὸ κρῖνον· ἡ δὲ κοινωνία κατὰ τὸ οὗ ἕνεκεν· τὸν αὐτὸν τρόπον καὶ τὸ καθόλου καὶ ἁπλοῦν κριτήριον ἐκ τῶν ἴσων καὶ ὁμοειδῶν τοῖς εἰρημένοις εὔλογον [4] ἂν εἴη συνίστασθαι καὶ ἐνυπάρχειν αὐτῷ πάντως τό τε κρινόμενον καὶ τὸ δι' οὗ κρίνεται καὶ τὸ κρῖνον καὶ τὸ ᾧ κρίνεται καὶ οὗ ἕνεκεν ἡ κρίσις. οἷον εἰ τὸ κρινόμενον εἴη μέγεθος· τὸ μὲν δι' οὗ κρίνεται, πῆχυς ἢ ποὺς ἂν γένοιτο τὸ δὲ κρῖνον, ὁ ἀναμετρητής. ᾧ δὲ κρίνει, παραβολή τις ἢ ἐπιβολή. τὸ δ' οὗ ἕνεκεν, ἡ πηλικότης τοῦ μεγέθους.

   Καὶ πάλιν εἰ τὸ κρινόμενον θείη τις βάρος· τὸ μὲν δι' οὗ κρίνεται, ζυγός· τὸ δὲ κρῖνον, ὁ ζυγοστάτης· ᾧ δὲ κρίνει, ῥοπή· τὸ δ' οὗ ἕνεκεν, ἡ ὑπεροχὴ τοῦ βάρους. ὡσαύτως δ' εἰ κρίνοιτο σχέσις ἢ θέσις· τὸ μὲν δι' οὗ κρίνεται, στάθμη [ἢ] κανών· τὸ δὲ κρῖνον, οἰκοδόμος τέκτων· ᾧ δὲ κρίνει, παράθεσις ἀπότασις· τὸ δ' οὗ ἕνεκεν, ὀρθότης εὐθύτης· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

   Τὰ μὲν οὖν ἄκρα τοῦ ζητουμένου κριτηρίου καὶ αὐτόθεν εἴη δῆλα· τὸ μὲν ὂν ὡς ὑποκείμενον καὶ κρινόμενον· δηλότατον γὰρ καὶ γενικώτατον τοῦτο τῶν εἰς ἐπίσκεψιν ἐρχομένων· τὸ δ' οὗ ἕνεκεν ἡ ἀλήθεια. ταύτης γὰρ χάριν ἅπασα ζήτησις· οὐχ ὡς αὐτῆς κρινομένης, ‑ τίς γὰρ κρίσις αὐτοῦ πρὸς αὐτὸ τοῦ ἀληθοῦς; ‑ ἀλλ' ὡς ἑκάστου τῶν ὑποκειμένων, εἰ ἀληθὲς εἰπεῖν ὁ δ' ἄνθρωπος [5] ὀρέγεται φύσει τῆς ἀληθείας καθάπερ τῆς κοινωνίας, ἐν μὲν ταῖς πράξεσι φιλοικειότατός τις ὤν, ἐν δὲ τοῖς θεωρήμασι φιλαληθέστατος.

   Τὰ δὲ μεταξὺ τῶν ἄκρων, ὧν καὶ αὐτῶν μεσαίτατον μὲν γίνεται καὶ ἀρχὴ τὸ κρῖνον, περιοχὴ δὲ καὶ ὥσπερ ὄργανα· τό τε δι' οὗ κρίνεται τὸ κρινόμενον καὶ τὸ ᾧ κρίνει τὸ κρῖνον, λάβοιμεν ἂν ἀπὸ τῆς ἐνεργείας αὐτῆς ποιούμενοι τὴν ἐπὶ τὰ καθόλου ἔφοδον· ἐπεὶ γὰρ τάς τε ἐπιστάσεις καὶ τὰς ἀνακρίσεις καὶ τὰς γνώσεις ποιούμεθα τῶν ὄντων αἰσθηθέντες καὶ διανοηθέντες καὶ διαλεχθέντες ἤτοι πρὸς αὑτοὺς ἢ πρὸς ἄλλους, οὐκ ἀλόγως ἄν τις ἐφαρμόσειεν τὴν μὲν αἴσθησιν τῷ δι' οὗ κρίνεται τὸ κρινόμενον τὸν δὲ νοῦν τῷ κρίνοντι· τὸν δὲ λόγον ᾧ κρίνει τὸ κρῖνον. πέντε δὴ τούτων ὑποκειμένων τὸ μὲν ὂν καὶ ἡ ἀλήθεια καὶ ὁ νοῦς ὅροι τινὲς ἂν εἶεν καὶ ἀκρότητες ἁπλαῖ καὶ ἀμιγεῖς τὴν φύσιν· ἡ δ' αἴσθησις καὶ ὁ λόγος, διάστημα καὶ μεσότητες ὥσπερ πορισταὶ κατὰ τὰς πρὸς τὰ ἄκρα διαδόσεις· τῆς τε γὰρ αἰσθητικῆς δυνάμεως αἰσθητήρια μέν ἐστι τὰ τοῦ σώματος ὄργανα δι' ὧν ἅπτεται τῶν αἰσθητῶν· φαντασία δ' ἡ τύπωσις καὶ διάδοσις ἡ ἐπὶ τὸν νοῦν, οὗ τὴν κατοχὴν καὶ μνήμην τῶν διαδοθέντων καλοῦμεν ἔννοιαν· καὶ [6] μέχρι τῶν τοσούτων μόνον δυνάμεων φθάνει καὶ ἡ τῶν ἀλόγων ζῴων ψυχή. τοῦ δὲ λογικοῦ, καθὸ τὸ τῶν ἀνθρώπων ἴδιον ὥρισται, διάνοια μέν ἐστιν ὁ λόγος ὁ ἐνδιάθετος διέξοδός τις οὖσα καὶ ἀναπόλησις καὶ διάκρισις τῶν μνημονευθέντων· διάλεκτος δὲ τὰ τῆς φωνῆς σύμβολα, δι' ὧν προφέρεται τοῖς πλησίον τὰ διανοηθέντα· καὶ ἔστιν εἰκών τις· ὁ μὲν φθόγγος αὐτοῦ τοῦ νοῦ· τῆς δ' ἐννοίας ἡ φωνή· τῆς δὲ διανοίας ἡ διάλεκτος· καὶ ὅλως ὁ προφορικὸς λόγος τοῦ ἐνδιαθέτου· τούτου δ' ἡ μὲν ἁπλῆ καὶ ἀδιάρθρωτος ἐπιβολὴ γίνεται δόξα καὶ οἴησις, ἡ δὲ τεχνικὴ καὶ ἀμετάπιστος, ἐπιστήμη καὶ γνῶσις.

   Διατεινομένης οὖν ὅλης τῆς ἐκκειμένης τοῦ κριτηρίου πρὸς τὸ δικαστήριον παραβολῆς ἔοικε τὰ μὲν ὑποκείμενα τῶν αἰσθητῶν τοῖς δικαζομένοις· τὰ δὲ συμβεβηκότα τοῖς ὑποκειμένοις ταῖς πράξεσι τῶν δικαζομένων· τὰ δ' αἰσθητήρια τοῖς ὑπομνήμασιν· ἡ δ' αἴσθησις τοῖς δημηγόροις· ἡ δὲ φαντασία ταῖς ῥητορείαις αὐταῖς· ὁ δὲ νοῦς τοῖς δικασταῖς· ἡ δ' ἔννοια τῇ μνήμῃ καὶ ἀναγραφῇ τῶν ῥηθέντων· ὁ δὲ λόγος τῷ νόμῳ. τούτου δ' ὁ μὲν ἐνδιάθετος καὶ διανοητικὸς τῷ συμβουλίῳ καὶ τῷ τέλει τῆς γνώμης· ὁ δὲ διαλεκτικὸς τῇ ἀποφάσει καὶ ἀνακηρύξει τῆς [7] κρίσεως· καὶ ἡ μὲν δόξα τῇ ἀσαφεῖ πως καὶ ὑπόπτῳ κρίσει, πρὸς ἣν καὶ ἐκκαλέσαιτ' ἄν τις. ἡ δ' ἐπιστήμη τῇ τρανωτάτῃ καὶ ὁμολογουμένῃ· καὶ ἐπὶ πᾶσι τὸ τῆς ἀληθείας τέλος τῷ τῆς κοινωνίας. ἐκ πόσων μὲν οὖν καὶ οἵων καὶ τίνα τρόπον συνέστηκεν τὸ κριτήριον ὑποτετυπώσθω διὰ τῶν ἐφωδευμένων.

   Ἐπεὶ δ' ἡ μὲν αἴσθησις καὶ ὁ νοῦς ἀρχαί τινές εἰσι καὶ στοιχεῖα, τὰ δ' ἄλλα τούτων παρακολουθήματα δυνάμεις ὄντα καὶ ὄργανα καὶ ἐνεργήματα λαβοῦσιν ἡμῖν τὰς ἐκείνων ὁμοιότητάς τε καὶ διαφοράς, ὑπ' ὄψιν ἂν γένοιτο τὸ πᾶν.

   Πρῶτον δ' ἐπειδὴ καὶ τοῦτο αὐτὸ διαλεγόμενοί πως ποιοῦμεν, προσπαραμυθητέον ὅτι τοῖς μηδέπω διηρθρωκόσιν τὴν τῶν πραγμάτων φύσιν, ἀλλ' ἔτι ζητοῦσιν, ἀπαραποδιστότερον ἂν γένοιτο τὸ τὰς συνηθείας καὶ τοῖς πλείστοις καθωμιλημένας κατηγορίας ἐπιφέρειν ἑκάστῳ τῶν ὑποτιθεμένων· ὕστερον δ' ἂν εἴη τὸ οἰκειότερον αὐτῶν ἐπισκοπεῖν. τῶν γὰρ διὰ τοῦ λόγου σημασιῶν τὰς μὲν πρώτας εἰκὸς ὑπὸ τῶν μηδέπω παραδόσεώς τινος ἐπιτυχόντων φυσικῶς ἀναπεφωνῆσθαι πεποιημένας ἀπό τε τῆς τῶν προσπιπτόντων παθῶν, καὶ ἀπὸ τῆς τῶν φωνῶν ἰδιοτροπίας, τὰς δ' ἐφεξῆς ἀπ' ἐκείνων ἤδη κατὰ τὴν πρὸς τὸ οἰκεῖον ἐφαρμογὴν συνθέσεώς τινος καὶ ἤδη προσηγορίας τυχεῖν τῶν ἀνθρώπων διὰ τὸ κοινωνικὸν τῆς φύσεως πειρωμένων ἀεὶ διασημαίνειν ἀλλήλοις τὰ προσπίπτοντα μὴ παρόντα μόνον ἀλλὰ καὶ ἀπόντα· καὶ μὴ αὐτὰ μόνον, ἀλλὰ καὶ τὰς ἑαυτῶν πρὸς ἕκαστα διαθέσεις.

[8] ἐκείνοις μὲν οὖν κατὰ τὸ φυσικώτερον τέλος ἦν τῆς χρήσεως τῶν ὀνομάτων τὸ καὶ διὰ τῆς φωνῆς δύνασθαι σημαίνειν καὶ ἐπ' ὄψιν ἄγειν τὰ πράγματα τοῖς πλησίον, εἴτε δι' ἑνὸς ἢ πλειόνων εἴθ' ὁπωσδήποτε ἄλλως τὸ τοιοῦτον αὐτοῖς ἠδύνατο προχωρεῖν. ἤδη δὲ τοῖς ἐφεξῆς ἐπὶ πλεῖστον ἐπιμεληθεῖσι τῆς τῶν ὀνομάτων πολυχωρίας ἐπῆλθεν ἐκ περιουσίας καὶ περὶ τούτων αὐτῶν ὥσπερ νομοθετεῖν, καὶ τοῦτο ἡγεῖσθαι τὸ μέγιστον φιλοσοφίας, ὡς μηδενὶ ἂν συγχωρῆσαι μηδαμῶς ἑτέρως διασημαίνειν τὰ πράγματα, κἂν εὐθὺς ὦσιν αὐτοῖς τοῖς δηλουμένοις παρηκολουθηκότες, ὅπερ ἐστὶ μόνον ἴδιον τέλος τοῦ προφορικοῦ λόγου.

   Πρὸς μὲν γὰρ τὸ κρῖναί τι καὶ εὑρεῖν αὐτὸ ἕκαστον ὁ τῆς διανοίας ἐνδιάθετος αὐτάρκης· καὶ οὐδὲν ὁ προφορικὸς ἐνταῦθα συμβάλλεται· θορυβεῖ δὲ μᾶλλον καὶ περισπᾷ τὰς διασκέψεις, ὅταν ἐνεργῇ παραπλησίως ταῖς αἰσθητικαῖς κινήσεσι· διόπερ ἔν τε ταῖς ἠρεμίαις καὶ ταῖς ἡσυχίαις μᾶλλον εὑρίσκομεν τὰ ζητούμενα καὶ κατὰ τὰς ἀναγνώσεις αὐτάς, ἂν σφόδρα τισὶν ἐπιστήσωμεν, ἡσυχίαν ἄγομεν· πρὸς δὲ τὸ τοῖς ἐντυγχάνουσι ποιεῖσθαι τὰς τῶν ἐσκεμμένων παραδόσεις ἡ διάλεξις χρησίμη, καθ' ὃν ἂν δήποτε τρόπον μέντοι δύνηται, τὸ προκείμενον ἀπεργάζεται παρακολουθητικῶς· τῶν γὰρ ἄλλως † [9] φωνομαχίαις, αἱ μὲν οὐδέν τι χρήσιμοι πρὸς φιλοσοφίαν, ἀλλ' ἑτέρας τινὸς ἂν εἶεν ἀδολεσχίας πολυπράγμονος, ὅσαι ζητοῦσιν εἰ τέτριπται καὶ σημαίνει τί ἥδε ἡ λέξις· ἕτερον γάρ τι ταύταις πρόκειται τοῦ κατὰ φιλοσοφίαν· δηλοῦσαι δὲ χρήσιμοι μέν εἰσιν, οὐχ αὑτῶν δ' ἕνεκεν, ἀλλὰ τῆς τῶν σημαινομένων κρίσεως παραλαμβάνονται· ζητοῦσι γὰρ τί σημαίνει πρᾶγμα τόδε τοὔνομα κατὰ θέσιν καὶ οὐ κατὰ φύσιν· ὧν καὶ αὐτῶν αἱ μὲν μέχρι τῶν ὁρισμῶν μόνων συνιστάμεναι κεναί τινες ἂν εἶεν καὶ ἀτελεῖς, αἱ δ' ἐπισυνάπτουσαι τὰς αὐτῶν τῶν σημαινομένων ἐπισκέψεις οὐδέν τι πρὸς τὴν κρίσιν συμβαλλομένας ἔχουσι τὰς φωνάς, ἀλλὰ τῇ διανοίᾳ καὶ τῷ λόγῳ καταλείπουσι τὸ πᾶν· μένει γ' οὖν καὶ τὰ σημαινόμενα καὶ ἡ περὶ αὐτῶν κρίσις, κἂν μεταλάβωμεν ἢ τρόπον τινὰ συνανέλωμεν αὐτῶν τὰς κατηγορίας· καὶ διὰ τοῦτο οὐ μία πάντων διάλεκτος οὐδὲ τῶν αὐτῶν πραγμάτων αἱ αὐταὶ παρὰ πᾶσι φωναὶ σημαντικαί, διάφοροι δὲ καὶ ποικίλαι, καὶ πολλάκις ἐξαγόμεθα ταῖς ἀσυνήθεσιν, ἐὰν δυνώμεθα, χρῆσθαι πρὸς τοὺς μόνως ἂν οὐ παρακολουθήσαντας τοῖς σημαινομένοις.

[10]    Νῦν οὖν ἐπεὶ περὶ πραγμάτων ἡμῖν ἐστι καὶ οὐ περὶ λόγων ὁ λόγος, ἁπλούστερον ἡγούμεθα προσήκειν ἑαυτοῖς τὸ ὅσον ἐπὶ ταῖς κατηγορίαις αὐταῖς ἐπιβάλλειν τῇ προκειμένῃ σκέψει τὸ πρὸς αὐτὴν τὴν δήλωσιν χρήσιμον αὐτῶν περιβλεπομένοις ὥσπερ ἐπὶ τῶν χαρακτήρων καὶ πραγμάτων, καὶ ἐφ' ὧν μὲν ὑποκειμένων ἑνὸς πλείω σύνηθες ὀνόματα λέγειν, κἂν τὸ τυχὸν αὐτῶν εἴπωμεν ἢ ἀκούσωμεν μὴ διαφερομένοις· ἐφ' ὧν δὲ πλειόνων ἓν ὄνομα προσπαραμυθουμένοις ἕτερόν τι τῶν ἰδίων τοῦ σημαινομένου.

   Τό τε γὰρ ὡς ἐπὶ τὸ πολὺ καὶ σύνηθες τῶν κατηγορημάτων οὐ μόνον φυσικώτερον, ἀλλὰ καὶ τοῖς πλείστοις εὐπαρακολουθητότερον εἶναι συμβέβηκεν, ἂν μὴ κατοκνῶμεν ἐν ταῖς διαλέξεσι τὸ ἐφεξῆς ἀκούειν ἢ λέγειν, ὅπερ ἐπὶ τῶν ἀναγνώσεων ἐν ταῖς συναφαῖς τῶν συλλαβῶν, ἐάν τε διὰ μιᾶς, ἐάν τε διὰ πλειόνων μέλλῃ τὸ ὄνομα δηλωθήσεσθαι, ποιεῖν εἰώθαμεν· καὶ ἡ τοιαύτη πρόθεσις ἐξελοῦσα τὸ περὶ τὰς κατηγορίας ἐριστικὸν τῶν διαλεγομένων ἀκεραίαν καὶ ἀπερίσπαστον αὐτῶν συντηρεῖ τὴν περὶ τῶν ὑποκειμένων ἐπίσκεψιν.

[11]    Ἐπεὶ δ' ἅμα τινά τε ἄν τις τρόπον ἀδολώτατα διαλεχθείη, πεποιήκαμεν ὡς ἐν βραχυτάτοις δῆλον καὶ ὅτι πρὸς τὰ τῶν ὄντων κριτήρια τὸ διαλέγεσθαι τοῦτον ἔχει τὸν τρόπον, ὃν τὰ ὄργανα πρὸς τὰ τέλη· τοῦτο μὲν ἐάσωμεν ἐπὶ χώρας ὡς σύνεργόν τι καὶ οὐκ αὐτουργὸν τῶν καταλήψεων· περὶ δὲ τῶν προκειμένων τοῦ κριτηρίου στοιχείων ἐπισκοπεῖν καὶ διαθρεῖν πῃ κατὰ τὸ ἀκόλουθον τῆς φύσεως ἀρξώμεθα.

   Τῶν καθ' ὅλας διαφορὰς λαμβανομένων ἐν ἡμῖν μερῶν, τὸ μέν ἐστι σῶμα, τὸ δὲ ψυχή. καὶ σῶμα μὲν καλοῦμεν τὸ ἐξ ὀστέων καὶ σαρκῶν καὶ τῶν τοιούτων αἰσθητῶν, ψυχὴν δὲ τὸ τῶν ἐν τούτοις ἢ διὰ τούτων κινήσεως αἴτιον, οὗ τῶν δυνάμεων μόνων ἀντιλαμβανόμεθα· εἰ δὲ καὶ ταύτην σῶμα δεῖ καλεῖν, οὐ πολυπραγμονητέον νῦν· οὐ γὰρ τὰ ὀνόματα τῶν ὑποκειμένων φύσεων ζητοῦμεν ἐπὶ τοῦ παρόντος, ὡς ἔφαμεν, ἀλλὰ τὴν ἐν αὐταῖς διαφοράν, ἣν ἔργῳ κατανενοήκαμεν ἀμετάστατον οὖσαν, κἂν μυριάκις τις ἀντιστρέφῃ τὰς ὀνομασίας αὐτῶν ἢ νῦν μὲν τὴν ψυχὴν ἀσώματον εἶναι φάσκῃ κατὰ τοὺς νομοθετοῦντας σῶμα καλεῖσθαι τὸ αἰσθήσει γνώριμον, νῦν δὲ σῶμα κατὰ τοὺς τὸ ποιῆσαι καὶ παθεῖν οἷόν τε σῶμα ὁριζομένους. ἀλλ' ἐπειδή γε τοιαύτη τίς ἐστιν ἡ τῶν εἰρημένων φύσεων διαφορά, τὸ μὲν τῇ ψυχῇ διανοεῖσθαι καὶ μὴ τῷ σώματι, πᾶς ἂν ὁμολογήσειεν. ὅτι δὲ καὶ τάς τε αἰσθητικὰς καὶ τὰς ἄλλας πάσας κινήσεις τῇ ψυχῇ καὶ οὐ τῷ σώματι [12] ποιούμεθα, κατανοήσαιμεν ἂν εἰ καὶ κατὰ τὸ ποσὸν ἐπιβάλοιμεν αὐτῶν τῇ διαλύσει, καθ' ἣν ἡ μὲν ψυχὴ διὰ τὴν ὑπερβολὴν τῆς λεπτομερείας καθάπερ ὕδωρ ἢ πνεῦμα τοῦ συνέχοντος ἀνεθὲν εὐθὺς εἰς τὰ οἰκεῖα στοιχεῖα πέφυκε χωρεῖν, ὡς εὐλόγως ἂν μηκέτι τὰς ἀνθρωπικὰς ποιήσασθαι κινήσεις, τὸ δὲ σῶμα διὰ τὸ τῆς ὕλης παχυμερὲς ἐπιδιαμένον συχνὸν χρόνον ἐν ταῖς αὐταῖς καταστάσεσιν, ὅμως οὐδεμίαν φαίνεται ποιούμενον οὔτε αἴσθησιν οὔτε ὅλως κίνησίν τινα τῶν προτέρων. καλῶς οὖν ἂν ἔχοι προλαβεῖν, ὅτι πάντα μὲν τὰ τοιαῦτα τῆς ψυχῆς ἐστιν οἰκεῖα, τὸ δ' ἐνεργεῖν αὐτῇ τόνδε τὸν τρόπον διὰ τῆς τῶν σωμάτων συνοχῆς περιγίνεται.

   Καὶ εἰ μὲν οὐκ ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς ὕλης ἀλλ' ἀπὸ διαφόρων συνέστηκεν, ὑπὸ τῆς τούτων ἰδιότητος τὰ περιέχοντα ἑκάστην σώματα πρὸς τὸ οἰκεῖον τῆς οὐσίας διαμορφούμενα συνεργὰ γίνεται πρὸς τὰς δυνάμεις τῆς ψυχῆς· εἰ δὲ μία καὶ ἡ αὐτὴ πάσης ἐστὶν ὑπόστασις, τὸ ποικίλον τῶν δυνάμεων αὐτῆς ὑπὸ τῆς διαφορᾶς τῶν περιεχόντων σωμάτων ἀποτελεῖται καθάπερ τὸ ποικίλον τῶν ἀφ' ἑνὸς καὶ τοῦ αὐτοῦ πνεύματος γινομένων ἤχων [13] ὑπὸ τῆς ἀνισότητος ἢ ὁμοιότητος τῶν περιεχόντων ὀργάνων.

   εἴτε μέντοι τοῦτον τὸν τρόπον εἴτ' ἐκεῖνον τὸ αἰσθάνεσθαι καὶ τὸ διανοεῖσθαι τῇ ψυχῇ συμβέβηκε, φανερὸν ὅτι τὸ μὲν αἰσθητικὸν αὐτῆς, ὡς ἔφαμεν, ἁψάμενον διὰ τῶν τοῦ σώματος αἰσθητηρίων ἑκάστου τῶν αἰσθητῶν διαδίδωσι κατὰ τὴν φαντασίαν τὰ γινόμενα περὶ αὐτὴν πάθη τῷ νῷ, καὶ οὐθὲν ἐπιπολυπραγμονεῖ καθάπερ ἄγγελός τις. οὗτος δὲ παρ' ἐκείνου διαδεξάμενος ἐπισυνάπτει τὴν διανοητικὴν καὶ κριτικὴν ἐνέργειαν· ὅθεν ἀκολουθεῖ καὶ τὸ τῶν μὲν αὐτῶν αἴσθησίν τε εἶναι καὶ διάνοιαν, οὐ μέντοι κατὰ τὸν αὐτὸν τρόπον, ἀλλὰ διαφέρειν ἔν τε τῷ τὴν μὲν αἴσθησιν αὐτὸ μόνον κρίνειν τὰ πάθη καὶ οὐ τὰ ὑποκείμενα, τὸν δὲ νοῦν καὶ αὐτὴν τὴν αἴσθησιν ὑπ' αὐτῆς, ἐπεὶ τῶν πλείστων οὐ μία αἴσθησις, καὶ δι' αὐτῆς τὰ ὑποκείμενα, καὶ ἐν τῷ τὴν μὲν διατιθέντων μόνον τῶν αἰσθητῶν ἢ καὶ ἐπὶ ποσὸν ἀπαλλαγέντων ἀντιλαμβάνεσθαι, μὴ μέντοι δεῖσθαι τοῦ νοῦ πρὸς αὐτὰ τὰ πάθη, τοῦτον δὲ μηδὲν μὲν ἂν τὸ πρῶτον διανοηθῆναι χωρὶς τῆς αἰσθητικῆς διαδόσεως, εἰ μή τις ἐθέλοι τυφοποιεῖν, λαβόντα δὲ ἅπαξ [14] κρατεῖν καὶ μεμνῆσθαι τῶν πραγμάτων καὶ ἀπόντων οὕτως καὶ ἐπὶ τοσοῦτον, ὡς δόξαι ποτ' ἂν παρ' αὑτὸν τὴν πρώτην ἔννοιαν αὐτῶν λαβεῖν.

   Δυνάμει μὲν οὖν νοῦς αἰσθήσεως οὔτε πρότερον οὔτε ὕστερον, οὔτ' ἐν τῷ παντὶ οὔτ' ἐν τοῖς καθ' ἕκαστον· ἡ γὰρ οὐσία αὐτῶν καὶ ἦν ἀεὶ καὶ ἔσται καὶ ἐν τῷ παντὶ καὶ κατὰ τὴν ἀρχὴν τῆς ἑκάστου γενέσεως ‹ὡς› σπέρμα μέντοι καὶ οὐχ ὡς τέλος, ἐνεργείᾳ δὲ τοῦ διανοεῖσθαι πρότερον τὸ αἰσθάνεσθαι, τελειοῦται γὰρ ἢ μόνον ἢ θᾶττον. ἐν μὲν τοῖς ἀτελέσι τῶν ζῴων, μόνον· καὶ ἐπ' ἐνίων δὲ οὐ πάσαις αὐτοῦ ταῖς δυνάμεσιν· ἐν δὲ τοῖς τελειοτέροις τὰς φύσεις, θᾶττον· πρότερον γὰρ ἀρχόμεθα τοῦ δύνασθαι τῶν ὄντων αἰσθάνεσθαι, μετὰ πολὺ δὲ ὕστερον τοῦ διανοεῖσθαι· καὶ τοῖς μὲν αἰσθήσεως μετέχουσι τῶν ζῴων οὐ πάντως πρόσεστι καὶ τὸ διανοεῖσθαι. τῆς δὲ διανοίας πολὺ πρότερον καὶ πάντως ὕπεστιν αἴσθησις· ἀπ' αὐτῶν τούτων ἄν τις λάβοι καὶ ὅτι τιμιώτερόν ἐστι τὸ διανοεῖσθαι τοῦ αἰσθάνεσθαι, τοῦτ' ἔστιν ὅτι τοῦτο τοίνυν μόνοις τοῖς τελείοις τὰς φύσεις συμβέβηκε, τὸ δὲ καὶ τοῖς ἀτελέσι· καὶ ὅτι τὰ μὲν τελειότερα, βράδιον ἀπολαμβάνει τὴν οἰκείαν δύναμιν, τὰ δ' ἀτελέστερα, τάχιον· καὶ ὅτι τῆς τῶν ὑποκειμένων καταλήψεως τὸ πλεῖστον ἔχει κριτήριον καὶ τῶν αἰσθητῶν καὶ αὐτῆς τῆς αἰσθήσεως· καὶ γὰρ εἰ διὰ ταύτης ἕκαστα τὸ πρῶτον εἶδεν, ἀλλ' αὐτὸ μὲν καὶ ἀπούσης ἐκείνης ἔχει παρ' ἑαυτῷ τὰς περὶ τῶν ὁπωσοῦν ὑποπεσόντων [15] διακρίσεις, καὶ τὸ κριτήριον αὐτῶν ἀδιάψευστον· τὴν δ' αἴσθησιν καθάπαξ τε δεῖ τι παθεῖν, ἵνα τῶν αὐτῶν αἴσθηται· καὶ οὐδὲν ἧττον ὑπό τε τῶν ὁμοίων ἐναντίως καὶ ὑπὸ τῶν ἀνομοίων ὡσαύτως ἐνδέχεται πολλαχῇ διατεθῆναι.

   Οὔτ' οὖν ἀποδοκιμαστέον τὴν αἴσθησιν ὡς μηδὲν ἢ τὸ τυχὸν συμβαλλομένην πρὸς τὰς τῶν ὄντων ἐπιγνώσεις· οὔτ' αὖ προκριτέον αὐτῆς τὸ συμπέρασμα τοῦ τῆς διανοίας· ἀλλ' ἑκάστῳ τὸ ἴδιον ἔργον ἀπονεμητέον καὶ πρὸς ἃ πέφυκε διαλαμβάνειν ἀδιαψεύστως χρηστέον, τοῦτ' ἔστι τῇ μὲν αἰσθήσει πρὸς τὴν τῶν συμπιπτόντων αὐτῇ παθημάτων δήλωσιν, ‑ ἀληθεύει γὰρ περὶ ταῦτα καί φησιν αὐτὸ μόνον ἁπλῶς ὃ πέπονθεν· τὸ διαθὲν δ' ὅτι τοιοῦτον, ἐνίοτε ψεύδεται, ‑ τῇ δὲ διανοίᾳ καὶ πρὸς τὴν αὐτῶν τῶν παθημάτων καὶ πρὸς τὴν τῶν διαθέντων κρίσιν· συνάπτουσα γὰρ τῇ διαδόσει τὰς μνήμας τῶν ἑκάστῳ πράγματι συμβεβηκότων ἀπελέγχει κατὰ τὴν ἐφεξῆς ἀνάκρισιν τά τε τὸ οἰκεῖον πάθος ἐμποιήσαντα ταῖς αἰσθήσεσι καὶ τὰ τὸ ἀνοίκειον· κἂν ἀνοίκειον ᾖ τοῦ διαθέντος τὸ πάθος πότερον παρ' αὐτὴν τὴν αἴσθησιν γέγονε τὸ τοιοῦτον, ἢ παρά τι τῶν ἔξωθεν, ἐνιαχῇ μὲν διὰ τῶν αἰσθήσεων πάλιν ποιουμένη τὴν ἀνάκρισιν, ἢ τῶν ὁμοίων καὶ ἀπαθῶν, ὅταν περὶ αὐτὰς ᾖ τὸ αἴτιον, ἢ τῶν περὶ τὸ αὐτὸ ὑποκείμενον ἀνομοίων, ὅταν μὴ οὕτως ἔχῃ, τὰ πολλὰ [16] δὲ καὶ καθ' αὑτὴν τῷ λόγῳ προσβιβάζουσα καὶ ἀνευρίσκουσα διὰ τῆς συνεχοῦς καὶ ἀπηλλαγμένης τῶν αἰσθήσεων ἀνακινήσεως κατὰ τὴν ἐφεξῆς θεωρίαν τὸ οἰκεῖον ἑκάστῃ φύσει τῶν πραγμάτων· μάλιστα μέντοι προσακτέον τοῖς ἁπλοῖς καὶ ἀμιγέσι κρίμασιν, ὅταν ἀπαθεῖς ὦσι καὶ ἐναργεῖς αἱ τῶν φαντασιῶν διαδόσεις, ὡς ἀψευδεστάτοις κατά γε τὴν ἀνθρωπίνην δύναμιν· ἔστι γὰρ δήπου καὶ τῶν αἰσθήσεων καὶ τῶν διανοιῶν τὰ μὲν ἴδια κρίματα, τὰ δὲ κοινά· καὶ ἡ μὲν αἴσθησις πολυμερὴς καὶ τοῖς τόποις καὶ ταῖς δυνάμεσιν· ὁ δὲ νοῦς τὴν μὲν οὐσίαν ἀμέριστος δυνάμεσι δὲ δυσὶ ταῖς πρώταις κεχρημένος τῇ τε θεωρητικῇ καὶ τῇ πρακτικῇ.

   Καθ' αὑτὴν μὲν οὖν ἑκάστη τῶν δυνάμεων ὅταν τὸ ἴδιον καὶ οἰκεῖον μόνον ἐπισκοπῇ κατὰ τὸ τῶν συμπεπλεγμένων ἀπερίσπαστον ἀληθεύειν πέφυκεν· ὡς ὅταν ὄψις μὲν χρώματα· φωνὰς δ' ἀκοή· γεῦσις δὲ χυμούς· ἀτμοὺς δ' ὄσφρησις· ἁφὴ δὲ ποιότητας· καὶ πάλιν ὁ μὲν θεωρητικὸς νοῦς τό τε ταὐτὸν ἢ ἕτερον, καὶ τὸ ἴσον ἢ ἄνισον, καὶ τὸ ὅμοιον ἢ ἀνόμοιον· καὶ ὅλως τὰς τῶν εἰδῶν διαφοράς τε καὶ ἀδιαφορίας· ὁ δὲ πρακτικὸς τὸ οἰκεῖον [17] ἢ ἀνοίκειον καὶ κοινῶς τὰ πάθη· ἄλλαι δ' ἄλλαις συμπλακεῖσαι καὶ κοινωνήσασαι τῆς τῶν ὑποκειμένων κρίσεως, ‑ τοῦτ' ἔστιν ὅταν ἤτοι τῶν αὐτῶν πλείους ὦσιν ἀντιλήψεις, ὡς ἐν μὲν τοῖς αἰσθητοῖς ὄγκου, μεγέθους, πλήθους, σχήματος, θέσεως, τάξεως, κινήσεως· ἐν δὲ τοῖς νοητοῖς τοῦ τε ἀληθοῦς καὶ τοῦ αἱρετοῦ, καὶ τῶν τούτοις ἐναντίων ἢ μὴ τῶν αὐτῶν, ἀλλὰ πολυειδῶν ἃ κατὰ μετοχὴν τῶν πρώτων καὶ ἀμιγῶν συμβεβηκότων δεῖται πλειόνων ἀντιλήψεων· οἷον ἐν μὲν τοῖς αἰσθητοῖς, ὅτι τόδε ἄνθρωπος ἵππος, ὑγεία νόσος, ἐν δὲ τοῖς νοητοῖς, ὡς ἄνθρωπος ἵππῳ ταὐτὸν μέν, ὅτι ζῷον, ἕτερον δ' ὅτι λογικόν· καὶ πάλιν ἀγαθὸν μὲν ἡ ὑγεία, κακὸν δ' ἡ νόσος· ‑ ἤδη τινὰ χωροῦσι δισταγμὸν καὶ ψευδογραφίαν, ποτὲ μὲν συγχεόμεναι καὶ παραποδιζόμεναι κατὰ τὴν ἐπιβολὴν ἄλλαι πρὸς ἄλλων, ποτὲ δ' ἀπελεγχόμεναι καὶ διορθούμεναι κατὰ τὴν ἐφεξῆς συναφὴν καὶ ἀναπόλησιν.

   Τὰ μὲν οὖν ἀπολελυμένα καὶ πρῶτα κριτήρια χωρὶς λόγου τινὸς αὐτόθεν ἐστὶ καταληπτικὰ καὶ μὴ δεόμενα κατά γε τὴν ἐνάργειαν αὐτὴν ἑτέρας ἀρχῆς· ἀντιλαμβάνεται γὰρ πρῶτον μὲν αὐτῶν καὶ τῶν ἰδίων κινήσεων κατὰ τὴν ἐντὸς συναίσθησιν· ἔπειτα ἤδη τῶν πρώτων αἰσθητηρίων, καὶ τῶν ὅσα τῶν ἔξωθεν στερέμνια καὶ μετέχοντα [18] τῶν εἰδῶν, καὶ κατὰ τὴν διατεινομένην ἀπὸ τῶν αἰσθητῶν μνήμην ἤδη τῶν εἰδῶν αὐτῶν ὡς κεχωρισμένων τινῶν καὶ ἀπηλλαγμένων τῆς τῶν καθ' ἕκαστον ὑποστάσεως· ἀφ' ὧν αἱ παραποιήσεις καὶ μεταβάσεις ἐπὶ τὰ τῶν μηδ' ὅλως δι' αἰσθήσεων νενοημένων εἴδωλα καὶ φαντάσματα διατείνονται μεθ' ἡμέραν τε καὶ νύκτωρ· αἱ μὲν ἀπό τινος ὁμοιότητος καὶ ἀναλογίας, ὡς αἱ τῶν δαιμονίων μορφῶν, αἱ δὲ ἀπὸ συνθέσεως, ὡς αἱ τῶν γιγάντων ἢ τῶν καλουμένων νάνων καὶ εἴ τι παραπλήσιον τούτοις δὲ τοῖς ἁπλοῖς καὶ ἀσυλλογίστοις κριτηρίοις ἐπισυναφθεὶς ὁ τῆς διανοίας ἐνδιάθετος λόγος κατὰ μὲν τὴν ἀπολελυμένην ἐπιβολὴν καὶ αὐτὸς ἔτι δοξάζει μόνον, κατὰ δὲ τὴν ἐναργῆ καὶ τεχνικὴν διάκρισιν ἤδη τὴν ἐπιστημονικὴν ἕξιν ἀπολαμβάνει χωρίζων τε καὶ συνάγων τάς τε διαφορὰς καὶ τὰς ἀδιαφορίας τῶν ὄντων καὶ ἀνάγων ἀπὸ τῶν κατὰ μέρος ἐπὶ τὰ καθόλου καὶ ἀνωτάτω τά τε γένη καὶ τὰ εἴδη τῶν ὑποκειμένων· ὡς ὅταν ἀπὸ μὲν τῆς Πλάτωνος καὶ Δίωνος περιπτώσεως καὶ τῆς καθ' ἕκαστον τοῦ εἴδους ὁμοιότητος κοινόν τι γένος διανοηθῇ τὸν ἄνθρωπον, ἀπὸ δὲ τῆς ἀνθρώπου καὶ ἵππου, τὸ ζῷον, ἀπὸ δὲ τῆς ζῴου καὶ φυτοῦ, τὸ ὂν αὐτό, καὶ οὕτως ἐπὶ τὰ κάτω πάλιν [19] παραχωρήσῃ διακρίνων καὶ μερίζων ἀεὶ τὸ διῃρημένον κατ' εἶδος ὡς ἀδιαίρετον κατὰ γένος, ἕως ἂν ἐπὶ τὰ παντάπασιν ἀδιαίρετα καὶ μηδὲν ἔχοντα κοινὸν γένος ἐλθὼν σύμφωνα τὰ καθ' ἕκαστον εὕρῃ ταῖς ἀνηγμέναις ἀρχαῖς, περίοδόν τινα καὶ ἀνακύκλησιν ἀμετακίνητον καὶ ἀμετάπιστον ποιούμενος.

   Ἐπεὶ δ' οὐκ ἄκαιρον προσθεῖναί τινα τούτοις καὶ περὶ τῆς τῶν ἡγεμονικῶν τάξεως, προαγάγοιμεν ἂν ἑαυτοὺς καὶ τῷ τοιούτῳ μέρει τῆς ἐπισκέψεως, εἰ διέλοιμεν ἐν μέρει λαβόντες τὰς οἰκειότητας τῶν τε τῆς ψυχῆς διαφορῶν καὶ τῶν περιεχόντων τὰς δυνάμεις αὐτῆς σωμάτων· πρότερον δὲ πρὸς τὸ καθόλου κατὰ τὴν τοιαύτην μίξιν συμπίπτον ἀπίδωμεν λαβόντες ἀρχὴν ἁρμόζουσαν τῷ προκειμένῳ.

   Ὁρῶμεν δὴ καὶ τῶν ἁπλῶν στοιχείων, ἐξ ὧν αἱ συγκρίσεις, γῆν μὲν καὶ ὕδωρ ὑλικώτερα καὶ ὡς ἐπίπαν παθητά· πῦρ δὲ καὶ ἀέρα κινητικώτερα καὶ παθητά τε καὶ ποιητικά· τὸν δὲ αἰθέρα καὶ ἀεὶ ὡσαύτως ἔχοντα καὶ μόνον ποιητικόν· ἐπεὶ δὲ καὶ ἐν τοῖς συγκρίμασι σῶμα μὲν ἰδίως καλοῦμεν τὸ ὑλικώτερον καὶ ἀνενέργητον, ψυχὴν δὲ τὸ κινητικὸν κἀκείνου καὶ ἑαυτοῦ, τὸ μὲν σῶμα εὔλογον τετάχθαι κατὰ τὰ γῆς καὶ ὕδατος στοιχεῖα, τὴν δὲ ψυχὴν κατὰ τὰ πυρὸς καὶ ἀέρος καὶ αἰθέρος· μίγνυσθαι δὲ ψυχὴν σώματι μάλιστα μὲν ὅσῳ ἂν πλέον ἔχῃ τὸ σῶμα θερμοῦ ἢ ὑγροῦ, ἥκιστα δ' ὅσῳ ἂν πλέον ἔχῃ ψυχροῦ καὶ ξηροῦ [20] διὸ καὶ νεύροις μὲν ἢ ὀστέοις καὶ πᾶσι τοῖς ψυχροῖς καὶ γεώδεσιν οὐκ ἔνεστι δύναμις ψυχική· σαρκὶ δὲ καὶ αἵματι καὶ τοῖς ὑγροῦ καὶ θερμοῦ πλείονος κεκοινωνηκόσιν ἔνεστιν. ἀκόλουθον ἂν εἴη τούτοις καὶ τῆς ψυχῆς τὴν οὐσίαν αὐτὴν ἔχειν τινὰ διαφορὰν ἐφαρμόζουσαν τοῖς ποιοῦσιν αὐτὴν στοιχείοις· ὥστε ὅσῳ μέν ἐστιν ἀέρος καὶ πυρός, ταύτην καὶ πάσχειν καὶ ποιεῖν ἐν ταῖς οἰκείαις κινήσεσιν· ὅσῳ δ' αἰθέρος, ταύτην ἐνεργεῖν μόνον.

   Ὁμοίως δὲ καὶ τῶν σωμάτων τὰς διαφορὰς πρὸς τὰς τῶν οὐσιῶν τῆς ψυχῆς κατὰ μέρος δυνάμεις συμβάλλεσθαί τι· τὰς μὲν πιλωδεστέρας ἧττον καὶ δέχεσθαι καὶ ὁδοποιεῖν τὰς κινήσεις αὐτῆς δυναμένας, τὰς δ' εὐμεριστοτέρας καὶ εἰκτικωτέρας μᾶλλον· εἶναί τε καθόλου τὸ μὲν αἰσθητικὸν τῆς ψυχῆς περὶ τὴν ὡς ἐπίπαν παθητὴν οὐσίαν, τὸ δ' ὁρμητικὸν ἀπὸ τῆς παθητῆς τε καὶ ποιητικῆς, τὸ δὲ διανοητικὸν ἀπὸ τῆς μόνον ποιητικῆς· καὶ κατὰ μέρος δὲ τῶν αἰσθήσεων, τὴν μὲν ἁφὴν ὑλικωτέραν οὖσαν παρ' ὅλον τὸ σαρκῶδες καὶ ἔναιμον τοῦ σώματος διατετάσθαι, τὰς δ' ἄλλας παρὰ μόνα τὰ εὐχωρότερα καὶ ὑγρότερα τοὺς πόρους· τούτων τ' αὖ τὰς μὲν μᾶλλον εὐκινητοτέρας καὶ τιμιωτέρας, ὄψιν καὶ ἀκοήν, ἀνωτέρας τε οὔσας τῶν ἄλλων, [21] μᾶλλον τετάσθαι πρὸς τὸ διανοητικὸν τῆς ψυχῆς, τὰς δὲ ἧττον, κατωτέρω τε καὶ μᾶλλόν πως ἔχειν πρὸς τὸ ὁρμητικόν, οὗ καὶ αὐτοῦ τὸ μὲν ὀρεκτικὸν καὶ ἀεροειδέστερον περὶ τὴν γαστέρα καὶ τὸ ἦτρόν πως ἀναστρέφεσθαι, τὸ δὲ θυμικὸν καὶ πυροειδέστερον περὶ τὰ σπλάγχνα καὶ τὴν καρδίαν· τὸ δὲ διανοητικὸν ἀμέριστον ὂν τῇ οὐσίᾳ καθιδρῦσθαι μὲν ἐν τῇ κεφαλῇ καὶ περὶ τὸν ἐγκέφαλον, δυνάμεσι δὲ κεχρῆσθαι διαφόροις· τῇ μὲν δοξαστικῇ κατὰ τὴν πρὸς τὰς αἰσθήσεις συναφήν, τῇ δ' ἐπιστημονικῇ κατὰ τὴν ἐφ' αὑτῆς τῶν πραγμάτων ἀναπόλησιν. ὅτι δὲ ταῦτα οὕτως ἔχει κἂν μὴ τὸ εὔλογον καὶ οἰκεῖον τῶν φύσεων ἐφαρμόζωμεν, μάθοιμεν ἂν καὶ ἐπ' αὐτῶν τῶν καθ' ἑκάστην δύναμιν τῆς ψυχῆς κινήσεων, εἰ φιλαληθῶς ἐθέλοιμεν σκοπεῖν· τὰς γὰρ ἐπ' αὐταῖς γινομένας διατάσεις ἐάν τε πάσχωσιν ἐάν τε ποιῶσιν ἐν τοῖς κατειλεγμένοις μέρεσι τοῦ σώματος ἀεὶ συμβαινούσας κατανοήσομεν, τὰς μὲν αἰσθητικὰς ἐν ἑκάστῳ τῶν οἰκείων αἰσθητηρίων, τὰς δ' ὀρεκτικὰς ἐν τοῖς ὑπὸ τὰ σπλάγχνα, τὰς δὲ θυμικὰς ἐν τοῖς περὶ τὴν καρδίαν, ‑ ἐν τούτοις γὰρ ἡδοναὶ καὶ λῦπαι καὶ φόβοι καὶ ὀργαί, ‑ μόνας δὲ τὰς διανοητικὰς τῶν μὲν ἄλλων ἠρεμούντων, τῆς δὲ κορυφῆς πληρουμένης, ὥσπερ καὶ διαδόσεις ὑπὸ τῆς ἐντὸς ἀεὶ κινήσεως.

   Τούτων δὲ οὕτως ἐφωδευμένων, ὅτι μὲν ἡγεμονικὸν γίνεται τοῦ σώματος, ἐν ᾧ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, οὐδὲ εἷς ἂν ἀπορήσειεν· εἰ δ' αὐτὸ τὸ ἡγεμονικὸν οὕτως ἁπλῶς ληπτέον καὶ οὐχ ὡς τῶν πρός τι ὄν, ὡδί πως κατὰ τὸ [22] κεφαλαιῶδες διοριστέον· ἐὰν μὲν γὰρ τὸ βέλτιστον ἁπλῶς καὶ τιμιώτατον καλῶμεν ἡγεμονικόν, ἐν ἐγκεφάλῳ τοῦτο ἔσται. δέδεικται γὰρ ἡμῖν ἱκανῶς, ὅτι τὸ διανοητικὸν καὶ δυνάμει καὶ οὐσίᾳ τιμιώτερον καὶ θειότερόν ἐστιν ἔν τε τῷ παντὶ καὶ ἐν ἡμῖν· καὶ ὅτι τόπος αὐτοῦ τὰ ἀνωτάτω, τοῦ κόσμου μὲν ὁ οὐρανός, ἀνθρώπου δὲ ἡ κορυφή.

   δηλοῖ δὲ καὶ τὸ τῶν σπερμάτων γένος ἐκεῖθεν ἔχον τὴν ἀρχὴν καὶ μόνον τῶν ἄλλων εἰδοποιεῖν τε δυνάμενον τοὺς οἰκείους ταῖς οὐσίαις λόγους, καὶ μάλιστα πάντων ὡς ὕλῃ τῷ αἵματι χρώμενον· ἐὰν δὲ τό τινος ἄρχον, ἑκάστη τῶν ψυχικῶν δυνάμεων ἡγεμονικὸν ἔσται τοῦ οἰκείου ἔργου καὶ οὕτως πανταχῇ τοῦ σώματος ἐροῦμεν τὰ ἡγεμονικά.

   Καλῶς ἂν οὖν ἔχοι συγκεράσασί πως ἀμφότερα τὰ σημαινόμενα τοῦ ἡγεμονικοῦ, δύο ποιεῖν αὐτὰ λαβοῦσιν ἀπὸ τῶν κυριωτάτων· τὸ μὲν ὡς τοῦ ζῆν αὐτοῦ, τὸ δὲ ὡς τοῦ εὖ ζῆν αἰτιώτατον· καὶ τὸ μὲν ὡς κατὰ τὸ ἀναγκαῖον, τὸ δὲ ὡς κατὰ τὸ βέλτιον· κυριώτατον δὲ τῆς ψυχῆς πρὸς μὲν τὸ ζῆν μόνον τὸ περὶ τὴν καρδίαν· πρὸς δὲ τό τε ζῆν καὶ τὸ εὖ ζῆν, τὸ περὶ τὸν ἐγκέφαλον. ἀμφότερα μὲν γὰρ τὰ [23] εἰρημένα σώματα τρωθέντα μεθίησιν εὐθὺς διὰ τῆς ψυχῆς τὸ ζῆν· ἀλλ' ἡ μὲν καρδία διὰ φλεβῶν μεθ' αἵματος, ὁ δ' ἐγκέφαλος δι' ἀρτηριῶν μετὰ πνεύματος· ἔνθεν καὶ παρὰ τὸν ἐγκέφαλον ἄφεσις ταχίστη πασῶν καὶ τοσοῦτον ὅσον πνεῦμα ὕδατος τάχιον. οὐκέτι δ' ἀμφότερα καὶ τοῦ εὖ ζῆν ἐστιν αἴτια, μόνον δὲ δι' οὗ τὰς ὁρμὰς πρὸς τὸ βέλτιον διορθούμεθα· τοῦτο δ' ἐστὶν ἐν ᾧ τὸ διανοητικόν, ὅπερ ἦν ἐγκέφαλος. εἰ δὲ καὶ δευτερεῖά τινι τῶν ἄλλων τοῦ πρὸς τὸ εὖ ζῆν τέλους δοτέον, ἕτερον ἂν εἴη τὸ μετὰ τὸ διανοητικὸν δεύτερον· καὶ οὐδ' ὣς τὸ περὶ τὴν καρδίαν. μᾶλλον γὰρ αἱ αἰσθήσεις καὶ, εἰ μὴ πᾶσαι, μόναι γε αἱ πρὸς τὸ θεωρεῖν καὶ κρίνειν τὰ πράγματα πλεῖστον τῇ διανοίᾳ συμβαλλόμεναι, τοῦτ' ἔστιν ἀκοή τε καὶ ὄψις, αἳ καὶ αὐταὶ κατὰ τὴν κορυφὴν καὶ τὸν ἐγκέφαλόν εἰσι τεταμέναι τῶν γε ἄλλων ἀνωτάτω καὶ γειτνιῶσαι δι' οἰκειότητα τῷ πρώτῳ τοῦ καλῶς ζῆν αἰτιωτάτῳ.

   συνελόντι δ' ἐκ τούτων τὸ μὲν κατὰ τὸν ἐγκέφαλον ἡγεμονικώτατον ἔσται πάντων καὶ μόνον καὶ μᾶλλον τοῦ τε ζῆν αὐτοῦ καὶ τοῦ εὖ ζῆν ἅμα γινόμενον αἰτιώτατον δευτερεῖα δ' ἀμφοτέρων μὲν τῶν τελῶν οὐδὲν ἔσται τὸ [24] ληψόμενον, ἕτερον δὲ θατέρου, τὸ μὲν κατὰ τὴν καρδίαν μόνου τοῦ ζῆν, τοῦ δ' εὖ μόνου πάλιν αἱ κυριώταται τῶν αἰσθήσεων. [25]

κρινόμενον. δι' οὗ. κρῖνον. ᾧ. οὗ ἕνεκεν.

πρᾶξις  δήλωσις ἄρχων νόμῳ κοινωνία

μέγεθος πῆχυς γεωμέτρης παραβολῇ πηλικότης

βάρος ζυγός ζυγοστάτης ῥοπῇ ὑπεροχὴ τοῦ βάρους

θέσις στάθμη οἰκοδόμος παράθεσις εὐθύτης

πρόβλημα συλλογισμός νοῦς λόγῳ ἀλήθεια

ἀριθμός μονάς ἀριθμητικός μερισμῶν πολλαπλάσιον ποσότης

αἰσθητά αἴσθησις νοῦς λόγῳ ὄν

λε̣ξις γλωσσηματικόν πραγματικός ἀναλογία ὀρθογραφία

κριτήριον αἰσθητά συμβεβηκότα αἰσθητήρια

δικαστήριον δικαζόμενοι πράξεις ὑπομνήματα

αἴσθησις φαντασία νοῦς ἔννοια

δημηγόρος ῥητορεία δικαστής μνήμη

λόγος λόγος ἐνδιάθετος διαλεκτικός δόξα

νόμος συμβούλιον ἀνακήρυξις ἀσαφὴς κρίσις

ἐπιστήμη ἀλήθεια

τρανωτάτη κρίσις κοινωνία