6360 351 1 20 0 0 IV d. C. Retorica Libanius XVII Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 86

Libanius - Declamatio XVII

Οὐκ ἀντεῖπε τῷ Φιλίππῳ γινομένῳ ἀμφικτύονι ὁ Αἰσχίνης μόνος πεμφθεὶς πυλαγόρας καὶ ἐπανελθὼν κρίνεται δημοσίων ἀδικημάτων.

[1]   Οὐκ ἦν, ὡς ἔοικεν, ἀρκοῦν Αἰσχίνῃ τούτῳ Πύλας ἀνοῖξαι Φιλίππῳ καὶ τοσοῦτον ἔθνος αὐτῷ παραδοῦναι ‹ὅσον› τὸ Φωκέων, ἀλλ' ὅπως καὶ τῶν ἐν τῇ πυλαίᾳ γένοιτο κύριος καὶ γένους τῶν παλαιῶν ἀμφικτυόνων ὁ Μακεδών, πρὸς τῷ προτέρῳ κατέπραξεν.

[2]

ἐμοὶ δὲ οὐ τοῦτο φαίνεται θαυμαστόν, εἴ τι τῶν Φιλίππου βέλτιον ἔχειν οὗτος ἐποίησεν, ἀλλ' ὅτι ῥᾷστόν ἐστι παρ' ὑμῖν δίκην τε ἀδικοῦντα μὴ δοῦναι καὶ κερδαίνοντα καθ' ὑμῶν αὖθις ἕτερα πιστεύεσθαι παρ' ὑμῶν. καὶ νῦν οὐ τοῦτο ἔστι χαλεπόν, τὰ μέγιστα ὑπ' Αἰσχίνου δεῖξαι βεβλαμμένην τὴν πόλιν, ἀλλ' ὑμᾶς πεῖσαι μισῆσαι τοὺς καθ' ὑμῶν τοῖς ἐχθροῖς ὑπηρετοῦντας. ὃ τοὺς πολλοὺς τῶν δυναμένων καὶ γράφεσθαι καὶ διελέγχειν ὀκνεῖν ποιεῖ.

[3] ἐγὼ δὲ βουλοίμην μὲν ἂν ὑμᾶς ἀλγῆσαι τοῖς πεπραγμένοις καὶ γνώμην ἔχειν οἵαν εἰκὸς τοὺς τὰ τοιαῦτα πεπονθότας· εἰ δ' οὖν ὑπὸ τοῦ πολλὰ ἐνεγκεῖν ἀδικούμενοι καὶ τοῦτο οἴσετε, ἀλλ' ἔμοιγε ἔσται τὰ πρὸς τὴν πόλιν δίκαια πεφυλαγμένα. καὶ πάλιν γενήσεται φανερὸν ὡς ὁ μὲν παραδιδοὺς κρίσει τὸν πεπονηρευμένον ἐφάνη, τῇ δὲ τῶν δικαζόντων ὀλιγωρίᾳ τὸ πρᾶγμα διεφθάρη.

[4]    Εἰ μὲν οὖν ἐν τῇ πυλαίᾳ συνέβαινεν εἶναι τὴν παροῦσαν ἐξέτασιν, οὐκ ἂν ‹ἦν› ἐξ ἴσου λόγος ἐμοί τε καὶ τούτῳ Φιλίππου τε ἀντὶ Φωκέων δικάζοντος καὶ τῶν ἐκείνου δορυφόρων περιεστηκότων, δῆλον γὰρ ὅτι τοῖς μὲν Αἰσχίνου λόγοις καὶ μηδὲν ἔχουσιν ἰσχυρὸν ὑπῆρχεν ἂν εὐδοκιμεῖν, ἐμοὶ δὲ καὶ πάντων δικαιότατα λέγοντι πανταχόθεν ἀπήντα ἂν θόρυβος καὶ πολὺς γέλως, εἰ μηδὲ τοσοῦτον ἠδυνήθην ἰδεῖν ὡς οὗ κρείττων ἐστὶν Αἰσχίνης, ἐνταῦθα αὐτὸν ἐτόλμησα διώκειν· ἐπεὶ δὲ Ἀθήνησι μὲν ἡ κρίσις, εἰσεληλύθατε δὲ κατὰ τοὺς νόμους τοῦ Σόλωνος, μέγας δὲ ὁ κίνδυνος τῶν ὅρκων παρορωμένων, ἴσως ἄν τι γένοιτο τῇ πόλει κέρδος ἀπὸ τῆς γραφῆς, ὥστε τὸν μὲν ἀμφοτέρων δοῦναι δίκην, καὶ ὧν πρεσβεύων ἔβλαψε καὶ ὧν πυλαγορῶν ἐζημίωσε, τοῖς δὲ τοῦτον ἐζηλωκόσι γενέσθαι δῆλον ὅτι τοῖς παρὰ τῶν πολεμίων λαμβάνουσιν εἰς τὴν ἐσχάτην συμφορὰν ἡ τόλμα τελευτᾷ.

[5]    Ὅτι μὲν οὖν ἐσκεμμένος Αἰσχίνης καὶ λόγους μακροὺς καὶ πιθανοὺς μεμελετηκὼς εἰσελήλυθεν αὐτός τε οὐκ ἀγνοῶ καὶ ὑμᾶς εἰδέναι νομίζω, ᾧ γὰρ περὶ τῆς σωτηρίας ὁ φόβος καὶ τὰ μὲν πράγματα πονηρά, λόγος δὲ ὑπὲρ τούτων ἁπλοῦς οὐδὲ εἷς, πᾶσα ἀνάγκη τούτῳ δι' ὧν ἂν γένοιτο παρακρούσασθαι τοὺς δικάζοντας παρεσκευάσθαι· δεῖ δὲ ὑμᾶς αὐτούς, ὅταν τοῦτο ποιῇ, μειζόνως ὀργίζεσθαι καὶ χαλεπῶς ἔχειν, εἰ τεχνίτης μὲν ὢν τοῦ λέγειν καὶ σοφισμάτων γέμων παντοδαπῶν πρὸς μὲν τὸν ἐχθρὸν τῆς τε πόλεως καὶ τῶν Ἑλλήνων ἁπάντων μυρίας ἔχων ἀφορμὰς λόγων καλὰς οὐδὲν οὔτε εἶπεν οὔτε ἐφθέγξατο, κατὰ δὲ τῶν πολιτῶν χρῆται τῇ τέχνῃ τοὺς αὐτοὺς ἀδικῶν τε καὶ πείθειν ἐπιχειρῶν ὡς οὐκ ἠδίκηνται. εἴτ' οὖν ἀποροίη λόγων, ὡς μηδὲ ἀναισχυντεῖν ἔχων διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων ἀποθνησκέτω, εἴθ' ὑπὲρ οὕτω δεινῶν ἀποτείνοι λόγους εὖ μεμηχανημένους, πάλιν ἐντεῦθεν ἁλισκέσθω κρύψας ἐν τῇ πυλαίᾳ τὴν δύναμιν.

[6]    Φεύγει μὲν οὖν Αἰσχίνης οὑτοσὶ καὶ ἡ γραφὴ καθ' ἑνὸς ἀπενήνεκται τοῦ σιγηροῦ πυλαγόρου, διαφεύγετε δὲ οὐδὲ ὑμεῖς, ὦ ἄνδρες δικασταί, τὴν αὐτὴν αἰτίαν. ὑμᾶς δ' εἰπὼν τὸν δῆμον λέγω, οἵτινες ὥσπερ ἐν νυκτὶ καὶ σκότῳ τὴν διάγνωσιν τοῦ ποῖός τις ἕκαστός ἐστι τῶν πολιτῶν ἀφῄρησθε. καὶ ὁ χρηστὸς ἔδοξε κακὸς καὶ ὁ μοχθηρὸς ἐπιεικὴς καὶ ὁ δίκαιος πονηρὸς καὶ ὁ βέλτιστος φαυλότατος. εἶθ' ὁ μὲν οὐκ ἐνοχλῶν ὑμῖν οὐδ' ἐπιτιμῶν ταχέως ἀπέρριπται, ὁ δὲ θρασὺς καὶ ἰταμὸς καὶ ἀκόντων ὑμῶν ἃ βούλεται ἕξειν ‹αὐχῶν› ἔντιμος καὶ μέγας καὶ λαμπρὸς καὶ τὰ ὑμέτερα πράττει κἀν τῇ πόλει κἀν τῇ πυλαίᾳ, κρίνεται δὲ ἕκαστος ἐκ τοῦ μισθοῦ τῶν γραφόντων, οὐκ ἐκ τῶν βεβιωμένων.

[7] ἐντεῦθεν οἱ μὲν ἐκ τῶν δημοτικῶν οἰκιῶν καὶ ὧν τῆς εὐνοίας πλεῖσται μαρτυρίαι, σχεδὸν ἠγνόηνται, τριταγωνισταὶ δὲ καὶ ναῦται καὶ γραφεῖς τυμπάνων λέγουσι, γράφουσι, πρεσβεύουσι, στρατηγοῦσι, πυλαγοροῦσιν. ἡ δ' ἐπὶ τῶν ἐκκλησιῶν ἁμαρτία μικρὸν ὕστερον φαίνεται, καὶ τὸ δεινότατον, οὐδὲ πάσχοντες τοῦτ' ᾔσθησθε.

[8] τεκμήριον δέ, ἔτι Φωκέων θρηνούντων, ἔτι τῶν ταλαιπώρων διοικιζομένων καὶ τῶν μὲν φευγόντων, τῶν δὲ σφαττομένων, τῶν δὲ Μακεδόνας τρεφόντων, καὶ ὑμῶν ἑνὶ τούτῳ τὴν αἰτίαν τῶν ἐκεῖ κακῶν ἀνατιθέντων καὶ βοώντων ἐνίων ἐπ' ἀγορᾶς, ὡς οὐ τὰ ὅπλα Φιλίππου τὰς πόλεις ἀπώλεσεν, ἀλλ' αἱ πείσασαι καθῆσθαι τὸν δῆμον ἐλπίδες καὶ τὸ ψήφισμα δέξασθαι τὸ Φωκεῦσιν ἀπειλοῦν, τὰ τοιαῦτα λεγόντων καὶ πεπεισμένων ἧκεν ὁ τῆς πυλαίας καιρὸς ἀπαιτῶν ῥήτορος εὔνοιαν.

[9]    Πῶς οὖν ἡμεῖς οἱ πεπληγμένοι; μᾶλλον δὲ μικρὸν ἄνωθεν, Φιλίππῳ πλεονέκτημα μὲν ἓν ἐγεγόνει μέγα καὶ οἷον οὔπω πρόσθεν ἀφ' οὗ παρῆλθεν εἰς τὴν ἀρχήν, Πυλῶν κρατῆσαι καὶ διασπεῖραι τὸ τῶν εἴσω Πυλῶν προβεβλημένον ἔθνος. τοῦτο δὲ δυνηθεὶς ταχὺ καὶ ῥᾳδίως ἀπὸ σπονδῶν, οὐχ ὅπλων, διὰ τουτονὶ τὸν πείθοντα πιστεύειν ἀντὶ τοῦ φυλάττεσθαι δεύτερον ἕτερον ζητεῖ τοῦ προτέρου μεῖζον, ἀντὶ τῶν ἀπολομένων τὰ ἐν πυλαίᾳ συνδιοικεῖν καὶ μετασχεῖν τοῦ τῶν ἀμφικτυόνων ὀνόματός τε καὶ σχήματος.

[10] Θετταλοὺς μὲν οὖν καί τινας ἑτέρους τῶν πάλαι μεμαθηκότων αἰσχρῶς κερδαίνειν ᾤετο αὑτὸν ὡς ἥδιστα δέξεσθαι καὶ γνησιώτερον Φωκέων ἀμφικτύονα κρινεῖν, τῶν δ' ἄλλων τοὺς οὐχ ἡδέως ταῦτα ὁρῶντας στενάξειν μὲν ἡσυχῆ πλὴν ἡμῶν, ἡμᾶς δὲ μόνους ὥσπερ τῆς παρ' ἡμῖν πολιτείας κινουμένης ἀπαντήσεσθαι καὶ βοήσεσθαι καὶ τὸν ἐπεξιόντα τοῖς Ἑλληνικοῖς θεσμοῖς ἀπώσεσθαι.

[11] ἵνα δὴ μὴ τοῦτο γένηται, τὸν ἐοικότα Θετταλοῖς Ἀθηναῖον τὸν καὶ ταῦτα χαριούμενον καὶ τὰ δεύτερα αὑτῷ προθύμως ἀνοίξοντα διαπράττεται παρ' ἡμῶν εἰς πυλαίαν ἐλθεῖν. τοῦτο δ' οὐ πολλοῦ πόνου, ἀλλὰ παρελθών τις καὶ πολὺ τοὺς ἄλλους φθάσας Αἰσχίνῃ, φησίν, ἐγχειρίζωμεν τὰ περὶ τὴν πυλαίαν. ἐπῄνεσαν οἱ παρεσκευασμένοι, τῶν δ' ἄλλων ὁ μὲν οὐδὲ προσέσχεν, ὁ δὲ οὐχ ὑπώπτευσεν, ὁ δὲ ἀπελθεῖν ἔσπευδε, τῷ δ' οὐκ ἔμελε τῶν κοινῶν, ὁ δ' ἀντιλέγων ἠνώχλει.

[12] τί δεῖ τὰ πολλὰ λέγειν; ἐχειροτονήθη παρ' Ἀθηναίοις τὰ Φιλίππῳ δοκοῦντα. καὶ ἐβάδιζεν ἐνθένδε πυλαγόρας χρησιμώτερος ἐκείνῳ πολὺ τοῦ Παρμενίωνος. ὁ μὲν γὰρ οὐκ ἂν πείθοι ῥᾳδίως δεσπότῃ χαρίζεσθαι δοκῶν· ὅταν δέ τις ἀπὸ τῶν ἠδικημένων τῷ λελυπηκότι συμπράττῃ, τὰ μέγιστα ὀνήσειεν ἂν οὐκ οὔσης ὑποψίας τῶν λόγων.

[13] ὡς οὖν ἧκεν οὗτος διὰ Φωκέων χαίρων καὶ τοὺς ἱερομνήμονας καὶ τὸν Φίλιππον εἶδε, τοῖς μέν, ὡς εἰκός, ἐνεδείξατο δεδοικέναι τὸν ἄνθρωπον, ὅπως, εἴ τις καὶ θαρρῶν ἐτύγχανεν, ἐκπλήττοιτο καὶ συγχωροίη, πρὸς δὲ αὐτὸν διελέγετο καὶ συνετίθετο τί δεῖ γενέσθαι καὶ τίς ὁ τούτων μισθός. τοῦ δ', ὡς εἰκός, φήσαντος πλουτεῖν καὶ διδόναι δύνασθαι τὰ λοιπὰ οὕτως ὡς ἔμελλεν ἐκείνῳ συνοίσειν συνετίθει.

[14] οἱ μὲν οὖν εἰδότες ἀκριβῶς Αἰσχίνην καὶ πρὸ τῶν ψήφων ἀμφικτύονα τὸν Φίλιππον ἐκάλουν, ποιήσειν γὰρ τοῦτον ὃ πεποίηκεν, οἱ δὲ τῷ τῆς πόλεως ἤθει τὸν πυλαγόραν κρίναντες μάτην, ἔφασκον, οὑτοσὶ Φίλιππος ἅπτεται τῆς τοῦ συνεδρίου κοινωνίας. ὁ γὰρ οὐκ ἐάσων οὐδ' ἐπιτρέψων, ἀλλ' ἀντικρούσων καὶ διακωλύσων τοὺς τῶν Ἑλλήνων ἁμαρτάνοντας πλησίον, ἀνὴρ Ἀθηναῖος, πόλεως ἐλευθέρας, κηδομένης τοῦ γένους, τὸ τῆς Ἑλλάδος περιστελλούσης ἀξίωμα.

[15] ταῦτα εἴκαζον Ἀθηναίῳ μὲν ἀνδρὶ πρέποντα, πόρρω δὲ τῆς Αἰσχίνου δωροδοκίας, ὡς εὐθὺς ἐπεδείχθη. καθημένων γὰρ τῶν ἀμφικτυόνων καὶ τῶν πάλαι καταισχυνάντων αὑτοὺς Θετταλῶν τε καὶ Θηβαίων πολλὰ μὲν τὸν Φίλιππον ἐπαινεσάντων, πολλὰ δὲ τῶν οὐκ ἔτ' ὄντων Φωκέων κατηγορησάντων καὶ τελευταῖον εἰπόντων, ὅτι τούτῳ μέντοι μεταδοτέον τοῦ συνεδρίου πολὺ βελτίονι Φωκέων βασιλεῖ καὶ δικαιοτέρῳ τὰς ἐκείνων ψήφους ἔχειν, εἰκὸς μὲν ἦν ἐπὶ τούτοις τὸν ἡμέτερον πυλαγόραν σχετλιάσαι καὶ μαρτύρασθαι μὲν ἥρωας, καλέσαι δ' ἐν Πυθοῖ τὸν Πύθιον, πάντα δ' ἐμπλῆσαι βοῆς ἐπιτιμῶντα, μεμφόμενον, αἰτιώμενον, κλείοντα τὸ συνέδριον τῷ βαρβάρῳ· ὁ δὲ τί ποιεῖ καὶ πῶς τὴν παρ' ὑμῶν χειροτονίαν ἐτίμησεν;

[16] εἰπὲ τοῖς δικασταῖς ἀναβάς, Αἰσχίνη, τοὺς λόγους τοὺς τοῦ κοινοῦ τῶν Ἑλλήνων, οὓς διὰ τῆς σῆς φωνῆς ὁ τῶν Ἀθηναίων ἐποιήσατο δῆμος. ἀπορεῖς καὶ κύπτεις εἰς γῆν. ἀλλ' οὐ τότε γε ἦν ἀπορία λόγων ἀνδρὶ καὶ δικαίῳ καὶ φιλέλληνι καὶ κοσμοῦντι τοὺς ἐκπέμψαντας οἷς προῃρεῖτο.

[17] ὁ δὲ πῶς σιγῶν εἱστήκει τοιούτων ἀκούων, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων, ἐφ' οἷς τις ‹ἂν› ἀνέκραγεν; ἄφωνος ἦν τῆς πυλαίας ἁρπαζομένης, ἄφωνος τῶν σεμνοτάτων συνταραττομένων, ἄφωνος τοῦ θεσμοῦ διορυττομένου καὶ τοσαύτης μέθης ἐπὶ τὸ συνέδριον φερομένης καὶ τοῦ καθαρωτάτου τῶν ἐν Ἕλλησι καλῶν μέλλοντος καταρρυπαίνεσθαι μίξει βαρβάρων Ἀθηναῖος ὤν, εἴπερ ἐστί, πυλαγόρας ὤν, κακῶς μέν, ἀλλ' ἀπεσταλμένος, τὰ συμφέροντα τῆς πόλεως γνώμῃ καὶ φωνῇ σώζειν ταχθείς, ὥσπερ ἔξωθέν ποθεν ἐπελθὼν Πέρσης ἢ Σκύθης, ᾧ βραχὺς λόγος τῶν παρ' ἡμῖν ‹νομίμων› ἀνατρεπομένων, οὕτως οὐδὲν οὔτε μικρὸν οὔτε μεῖζον ἐφθέγξατο οὔτε ἔγρυξεν, ὥσπερ οἰκέτης ἐφεστηκότος δεσπότου καὶ κελεύοντος σιγᾶν. τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, δύναται χρυσίον δοθὲν ἢ προσδοκώμενον.

[18] ἰσχύσαντος δὴ τοῦ κακῶς φρονοῦντος καὶ διεφθαρμένου μέρους ἠκολούθησε καὶ τὸ δυνάμενον ‹ἄν›, εἴ τις εἴρητο λόγος γενναῖος, μηδὲν τῶν αἰσχρῶν ἀνασχέσθαι. νῦν δ' ὁρῶντες τὸν ἐκ τῆς μεγίστης καὶ ἐνδοξοτάτης πόλεως ἐφεστηκότα Φιλίππῳ ἐν τῷ συνεδρίῳ τῇ σιωπῇ πολλῆς παρανοίας ἡγοῦντο μείζω ὑμῶν ἀξιοῦν φρονεῖν. γίγνεται Φίλιππος ἀμφικτύων ἀντὶ τῶν ἀθλίων Φωκέων. καὶ τοῦτο ὠνεῖται παρ' ἐκείνου δεύτερον, μᾶλλον δὲ τρίτον· Θρᾴκη, Φωκίς, πυλαία. κἂν ἀφίκησθε εἰς ἐκεῖνον τὸν τόπον κατὰ τὸν παλαιὸν νόμον, ὄψεσθε τὸν Ἀμύντου τὰ τῶν Ἑλλήνων διοικοῦντα.

[19]    Οὕτω δὴ διαθεὶς τὸν ἀμφικτύονα Αἰσχίνης καὶ λαμπρότητα χρόνῳ μακρῷ βεβαιωθεῖσαν συγχέας ἃ μὲν ὑπὲρ τούτων ἔλαβεν, αὐτὸς ἂν εἰδείη, ἀλλὰ δεῦρό γε ἥκει σεμνότερος γεγονὼς καὶ τῶν ‹ἀνταγωνιστῶν› ἀγανακτούντων αἰσθόμενος οὐ δέδοικε τῶν τε ἐπιτηδείων δεδιέναι λεγόντων, εἰδέναι γὰρ τὸ πεπραγμένον οὐκ ἀνεκτόν, καταγελᾷ.

[20] καὶ τοῦτό γε εἰκότως, ὦ ἄνδρες Ἀθηναῖοι, τοιοῦτόν ἐστιν. ὅταν γάρ τις ἐνθάδε ζῶν μὴ τῷ κατὰ τοὺς νόμους ζῆν, ἀλλ' ἐκ τῆς τῶν τυράννων φιλίας τὴν ἀσφάλειαν ἔχῃ, μέχρις ἂν ἐκείνοις εὖ πράττειν ὑπάρχῃ, καὶ τούτοις ἔνι θαρρεῖν. ποιοῦσι τοίνυν μετ' ἐκείνων οἷς ὑπηρετοῦσι καὶ τὰ αὑτῶν μείζω τῶν νόμων.

[21] οὕτω τοίνυν ἐστὶ θρασὺς ὥστ' οὐδέ φησιν ἀδικεῖν οὐδὲν ὑμᾶς. οὔτε γὰρ πόλιν σύμμαχον ὑμῶν ἀπεστερηκέναι οὔτε χώραν οὔτε λιμένας, οὐ προσόδους, οὐ τεῖχος, ἀλλ' οὐδ' ἐκβεβληκέναι τῆς ἀμφικτυονίας τὴν πόλιν οὐδ' ὅλως οὐδὲν τὰ ὑμέτερα ἐλάττω πεποιηκέναι.

[22] ἐβουλόμην ἀληθῆ σοι τοῦτον εἶναι τὸν λόγον, Αἰσχίνη, καὶ μηδὲν χεῖρον ἔχειν τῶν ἡμετέρων ἀπὸ τῆς σῆς πολιτείας. οὕτω γὰρ ἂν ἐσώζετο μέν μοι Θρᾴκη καὶ Κερσοβλέπτης, σύμμαχος ἀνὴρ καὶ φίλος, ἐσώζοντο δ' ἂν οἱ Θηβαίων ἀντίπαλοι Φωκεῖς, καὶ πολλὰ τείχη καὶ ὅπλα καὶ σώματα καὶ τόπος μεγάλην φέρων ῥοπήν. νῦν δὲ κἂν τρὶς ἀποθάνῃς, ἔτ' ὀφείλεις δίκην.

[23]    Ἀλλ' ὑπὲρ μὲν ἐκείνων ἐν ταῖς τῆς πρεσβείας εὐθύναις ἐγώ τε ἐξελέγξω καὶ οἵδε ὀργιοῦνται· ὅτι δὲ καὶ νῦν ἠδίκηνται κοινῇ τῆς πυλαίας προδεδομένης, πάνυ σαφὴς καὶ βραχὺς ὁ λόγος. μὴ γάρ μοι καταλέγων πλῆθος ἀδικημάτων ἐφ' οἷς σε οὐκ εἰσήγαγον, δι' ὃ κρίνῃ τοῦτο ἐκκλέψῃς, ἀλλ' εἰ μὲν οὐκ ἀδίκημα τοῦτο δείξεις, ἀποφεύγοις, εἰ δὲ οὐκ ἂν δύναιο, τί σοι κέρδος, εἰ μὴ πάντας ἀδικεῖς τοὺς τρόπους; οὗτοι γὰρ οὐ τοῦ μὴ κατὰ πάντα ἠδικῆσθαι χάριν εἰώθασιν ἔχειν τε καὶ εἰδέναι, τοῦ δὲ καὶ ὁπωσοῦν ἠδικῆσθαι δίκην λαμβάνειν, ἐπεὶ καὶ τοῖς εὖ ποιοῦσιν ἴσασιν ἀποδιδόναι χάριν, κἂν ἐξ ἑνὸς εὐεργέται δεικνύωνται τρόπου.

[24] εἰ δὲ μὴ ταῦτα οὕτως ἔγνωστο παρὰ πᾶσιν ἀνθρώποις, ἐξῄρητ' ἂν ἐκ τῶν ἀνθρωπείων καὶ τιμωρία καὶ χάρις οὐκ ἀρκοῦντος οὐδενὸς διὰ παντὸς εἴδους χρηστῶν τε καὶ πονηρῶν ἔργων ἢ εὖ ποιεῖν ἢ κακοῦν. τίς οὖν ἐστιν ὅρος ἀπολογίας δίκαιος; τὸν μὲν αἰτίαν ἔχοντα ἀπεκτονέναι δεικνύειν ὡς οὐκ ἀπέκτονεν ἢ ὡς δικαίως, τὸν δὲ προδεδωκέναι, διδάσκειν ὡς οὐ προδέδωκε, τὸν δὲ πατάξαι, ὡς οὐκ ἔπληξε, τὸν δὲ κλέψαι, ὡς οὐ κέκλοφεν.

[25] οὕτω δὴ καὶ περὶ τοῦ παρόντος νῦν πράγματος. ἐπέμφθης, Αἰσχίνη, πυλαγόρας. ἦλθες εἰς πυλαίαν. εὗρες εἰσαγόμενον εἰς τὰ ἀπόρρητα τῶν Ἑλλήνων ἄνδρα βάρβαρον παρὰ τοὺς νόμους. ἐσίγησας γλῶτταν ἔχων καὶ λέγειν ἐπιστάμενος. τοῦτό φαμεν ἠδικῆσθαι τὴν πόλιν. οὐκοῦν ταύτην ἔλεγχε τὴν αἰτίαν. τὰ δὲ τείχη καὶ χωρία καὶ τοὺς λιμένας ἔα νῦν. ἁλίσκῃ γὰρ ἐπὶ τῷ τὴν ὑπάρχουσαν τῇ πόλει δόξαν ἀπὸ τῆς σιγῆς ἀπολωλεκέναι.

[26]    Τοῦτο δὲ ὅσου τοῖς Ἀθηναίοις ἄξιον, γνοίη τις ἄν, εἰ σκέψαιτο πρὸς αὑτόν, ὅτι καὶ τὸν σῖτον τὴν ἀρχὴν διενείμαμεν καὶ τὰς ἀποικίας τὰς πολλὰς ἐξεπέμψαμεν καὶ νεκροὺς ἀδικουμένους ἐθάψαμεν καὶ δυστυχοῦντας ἀνθρώπους ἐδεξάμεθα καὶ Μαραθῶνι τὸν κοινὸν τῶν Ἑλλήνων ἐλύσαμεν κίνδυνον, οὐχ ἵν' ἡμῖν ἐφ' ἑκάστῳ τούτων παρὰ τῶν εὖ πασχόντων ἀργύριον γένηται καὶ πλουτήσειεν ἡ πόλις, ἀλλ' ὅπως ἀκούσαιμεν τὸ πολλῶν ἐντιμότερον χρημάτων, πατέρες καὶ τροφεῖς τοῦ γένους, καὶ γένηται τοῖς ποιηταῖς ᾄδειν περὶ τῶν Ἀθηνῶν, ἃ δὴ καὶ ᾖσαν ἔρεισμα τῆς Ἑλλάδος τὴν πόλιν καλέσαντες.

[27] ποῦ τοίνυν ἔρεισμα; πῶς οἷόν τε τοῦθ' ἡμῖν εἶναι τὸ πρόσρημα τὸ καλὸν καὶ ὑψηλὸν καὶ στεφάνου παντὸς ἀκριβέστερον κηρύττον τὴν ἀρετήν, ὅταν ἐν τοῖς τῶν Ἑλλήνων κακοῖς ἡσυχάζωμεν καὶ παροινουμένων τῶν μεγίστων παρόντες σιωπῶμεν; οὐδεὶς γὰρ ὡς Αἰσχίνης ἐσίγησεν ἐρεῖ οὐδὲ τοὔνομα ζητήσει τοῦ πυλαγόρου οὐδ' ἐν τούτῳ στήσει τὴν μέμψιν, ἀλλ' ἐπὶ τὴν πόλιν ἀνοίσει τὴν τοῦ πεμφθέντος κακίαν, ὥσπερ, οἶμαι, καὶ τὰς τῶν ἀγαθόν τι ποιούντων ἀρετὰς κοινὰς ὀνομάζουσι τῆς πόλεως, οἷον τἀριστείδου, τὰ Κόνωνος, τὰ Θεμιστοκλέους. οὐκοῦν καὶ νῦν Ἀθηναῖοι Φίλιππον ὁρῶντες ἀμφικτύονα γενόμενον παρεῖσαν, εἰσεδέξαντο, τοὺς εἰσάγοντας εὖ φρονεῖν ἡγοῦντο.

[28]    Κοῦφον δὲ λέγει καὶ οὐδεμίαν ἔχον τῇ πόλει βλάβην τὸ πεπραγμένον. ἀλλ' ἄλλους ‹ἄλλα›, Αἰσχίνη, μειζόνως λυπεῖ, οἷον Θετταλοὺς τὸ μὴ λαβεῖν, ὥσπερ, οἶμαι, καὶ Ἀθηναίους τὸ περὶ δόξαν ζημιοῦσθαι. μετριώτερος ἂν ἦσθα καὶ νῦν χωρία καὶ λιμένας προδούς. τὸ μὲν γὰρ ἄριστον μήθ' οὕτως μήτ' ἐκείνως μηδ' ὅλως ἀδικεῖν τὴν ἐνεγκοῦσαν, εἰ δ' ἡ φύσις οὖσα πονηρὰ καθέλκεται καὶ οὐκ ἂν ὁ μοχθηρὸς δύναιτο σωφρονεῖν, εἰς τὰ ἄλλα βλαπτέτω τῆς δόξης ἀπεχόμενος.

[29] ἐγὼ δὲ τοσοῦτον ἀφέστηκα τοῦ πρᾴως ἂν τὰ νῦν ἐνεγκεῖν διὰ τὸ μὴ περὶ τὰ ἄλλα βεβλάφθαι τὴν πόλιν, ὥστ' οὐδ' εἰ κτησάμενος ἡμῖν μετὰ τῆς παρούσης ἀδοξίας χώραν καὶ συμμάχους καὶ προσόδους ἐτύγχανεν Αἰσχίνης, οὐδ' οὕτως ἂν ἧττον ἐφ' οἷς ἠδικούμεθα ὠργιζόμην. καὶ ταῦτα δεδίδαγμαι παρὰ τῶν νόμων οὓς οἱ ἡμέτεροι πατέρες ἔθηκαν οὐ γράψαντες, ὥσπερ ὁ Σόλων καὶ ὁ Δράκων, ἀλλὰ πράξαντες καὶ παραδόντες ἡμῖν τὰ ἔργα μιμεῖσθαι.

[30]    Πάντα μὲν οὖν διεξιέναι τῶν ἀμηχάνων, οὗ δὲ οὐδεὶς ἂν χρόνος ἐπιλαθέσθαι ποιήσειεν, ἧκεν ἄγων ποτὲ τὴν Ἀσίαν καὶ τῆς Εὐρώπης τὸ πλέον ἐφ' ἡμᾶς ὁ Πέρσης. ὡς δὲ πολλοῖς ὀλίγους καταχώσας τοὺς Λακεδαιμονίων ἐν Πύλαις ἤλαυνεν ἐπὶ τὴν χώραν, τὴν μὲν γῆν ἀφεῖσαν οἱ τότε Ἀθηναῖοι, τὴν θάλατταν δὲ ἀντὶ τῆς πόλεως εἶχον. ὁ δὲ ὧν κατέσκαπτε τὴν πόλιν, τούτων ἡττᾶτο ναυμαχῶν. οἰόμενος δὲ αὐτοὺς μάχῃ μὲν οὐκ ἂν ἁλῶναι, δωρεαῖς δ' ἂν ἴσως ἕτοιμος ἦν τὰ μὲν δοῦναι, τὰ δὲ ἀποδοῦναι, ἀποδοῦναι μὲν γῆν καὶ πόλιν, δοῦναι δὲ χρήματα ἀμύθητα καὶ τὸ ἄρχειν τῶν Ἑλλήνων καὶ φίλῳ χρῆσθαι τῷ τῆς Ἀσίας δεσπότῃ.

[31] πῶς οὖν οἱ τότε ταῦτα ἀκούοντες; πάντα ἡγοῦντο βλάβην καὶ οὐκ ἐδέχοντο τὸ τὰ αὑτῶν οὕτω κομίσασθαι μεῖζον εἰς συμφορὰν ἡγούμενοι τοῦ τὸν ἅπαντα χρόνον ἐπὶ τῶν τριήρων σαλεύειν. οὕτω πανταχοῦ τὸ καλὸν πρὸ τοῦ κέρδους ἐδίωκον, Αἰσχίνη. δεῖ δὲ καὶ ἡμᾶς νῦν ὑπὸ σοῦ φανῆναι μηδὲν εἰς τοῦτο βεβλαμμένους. ἀλλ' οὐκ ἂν δύναιο. δικαίως ἄρα εἰσαγγέλλῃ.

[32]    Φέρε δὴ καὶ αὐτῶν ὧν οὐδέν φησιν εἰργάσθαι κακῶν πᾶσιν αὐτὸν ἐνεχόμενον δείξωμεν.

   Ὅτι μὲν οὖν καὶ χωρία καὶ πόλεις καὶ ὅρμους καὶ χρήματα καὶ αἰχμαλώτους καὶ πολλὰ ἕτερα προειληφὼς τῆς πόλεως Φίλιππος εἰς τοῦθ' ἧκεν ὕβρεως ὥστε καὶ τριήρεις ἀπὸ τοῦ Μαραθῶνος ἀφέλκειν, οὐδεὶς ἀγνοεῖ τῶν πάντων· ὅτι δὲ τῷ μετασχεῖν τῆς ἀμφικτυονίας ἧττον ἂν ἐῴη καθ' ἑαυτοῦ κινεῖσθαι τοὺς Ἕλληνας παρών τε καὶ συγκαθήμενος καὶ τὰ μὲν πείθων, τὰ δὲ ἀπειλῶν, τὰ δὲ ἀντιλέγων, τὰ δὲ ὑπισχνούμενος, οὐδὲ τοῦτο ἀμφισβητήσιμον.

[33] ὁ τοίνυν ὧν ἂν ἐξέπεσεν, εἰ μὴ τοῦ τελευταίου τετυχήκει, ταῦθ' ὅπως αὑτῷ βέβαια μενεῖ παρασκευάσας πῶς οὐκ ἂν εἴη πολλὰ χωρία καὶ πολλοὺς ἡμᾶς ἀπεστερηκὼς τόπους; καὶ γὰρ ἐκεῖνα νομίζοιτ' ἂν εἰκότως δεδωκέναι τὰ μεταστάντα ἂν ὡς ὑμᾶς καὶ ὑμῶν ἀφῃρῆσθαι τὰ παρ' ἐκείνῳ μενοῦντα.

[34] οὐ τοίνυν ἡ βλάβη μόνον τοῦ παρελθόντος χρόνου οὐδὲ τοσοῦτον κεκέρδακε Φίλιππος ὅσον μηκέτι φοβεῖσθαι περὶ ὧν ἀδικῶν ἐκτήσατο, ἀλλὰ ταῦτ' ὄντα μὲν αὑτῷ διατηρήσει καὶ διὰ τῆς καλῆς ταύτης τοῦ συνεδρίου μετουσίας ἔτ' ἀσφαλέστερος ἔσται καὶ μείζων τὰ μὲν ὅπλα καὶ τὰς μηχανὰς ἐπάγων τοῖς οὔπω κατεστραμμένοις, τοὺς δ' ἐν τῇ πυλαίᾳ καθ' αὑτοῦ παροξύνοντας οὐχ ἕξων. βασιλεὺς γὰρ καὶ τύραννος πανταχοῦ φοβερόν, οὐ στρατεύων μόνον, ἀλλὰ καὶ δικάζων καὶ βουλευόμενος. τίς δὲ τῶν ἀδικουμένων ὀδύραιτ' ἂν ἃ πέπονθε ψήφους ἔχοντος Φιλίππου καὶ κολακευομένου καὶ πείθοντος ἃ βούλοιτο τὸ κοινόν; τὸν οὖν οἷς ἔχει μὲν οὐκ ἀγαπήσοντα, ἀεὶ δέ τινος ἐπιθυμήσοντα, σιγᾶν δὲ τοὺς παθόντας ἀναγκάσοντα φῶμεν εἰληφέναι τι παρὰ τοῦ κακῶς σεσιγηκότος Αἰσχίνου ἢ μή;

[35] εἰώθαμεν πρέσβεις πέμπειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καταβοᾶν Φιλίππου, καὶ τοῦτο οὐκ ὀλιγάκις ὠφέλησε τὴν πόλιν, πρεσβεῖαι, λόγοι, κατηγορίαι καὶ τὸ ἀνεγέρθητε καὶ τὸ μόνος ἐκεῖνος τῶν Ἑλλήνων ἐχθρός. οἴεσθε οὖν ἐξεῖναι τοιαῦτα ἔτι πρεσβεύεσθαι; οὐκ ἔστι. τίς γὰρ ἀνέξεται; τίς προσέξει; ‹τίς› οὐκ αἴνιγμα τὸ πρᾶγμα ἡγήσεται; ὑμεῖς τοῦτον τὸν ἐπίορκον καὶ πανοῦργον καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἐχθρὸν ἐγκατεστήσατε τῇ πυλαίᾳ ῥᾳδίως, καὶ οὐδὲ ῥῆμα ἐναντίον ἀφήκατε, δῆλον ὡς χρηστὸν καὶ δίκαιον καὶ τιμῶν ἄξιον. εἶτα οὐκ αἰσχύνεσθε κακῶς λέγοντες νῦν ὃν οὐκ ἐπέσχετε, ἡνίκα τῶν μεγίστων ἐτύγχανεν; οὐκοῦν τὴν οὐκ ἀναγκαίαν Αἰσχίνου σιγὴν ἀνάγκη μετὰ ταῦτα τὸν δῆμον ἅπαντα μιμεῖσθαι καὶ μηκέτι ἐγκαλεῖν τῷ τοσαῦτα ἠδικηκότι;

[36] καίτοι τοῦτο πόσου ποτ' ἂν ἐπρίατο Φίλιππος ‹τὸ› μηδένα μηκέτι παρ' ὑμῶν εἰς τὰς ἄλλας πόλεις βαδίζειν ἐπ' ἐλέγχῳ τῶν ἐκείνου κακουργημάτων, ἀλλ' εἶναι τοῖς τὰ ἐκείνου παρ' ἑκάστοις πράττουσι λαμπρὰν τὴν τῶν ἐναντιωσομένων ἐρημίαν; ἔστιν οὖν οὕτω τις εὐήθης, ὃν σὺ πείθεις ὡς ταὐτόν ἐστιν ἡμῖν τε καὶ Φιλίππῳ συμφέρον; οὐχ οἷόν τε, ἀλλ' ὥσπερ τὸ τῇ πόλει λυσιτελοῦν ἐκείνῳ δυσχερές, οὕτω τὸ Φιλίππῳ βοηθοῦν ἡμῖν ἐναντίωμα καὶ βλάβος.

[37]    Ἑώρων γάρ, φησίν, ὡρμηκότας τοὺς ἀμφικτύονας καὶ χαρίσασθαι βεβουλευμένους. τοῦτο τοίνυν ἐστὶ δι' ὃ ἐχρῆν ἀντειπεῖν, ὅτι ὡρμήκεσαν καί τι ἐκεκίνηντο. εἰ δὲ οὐδὲν ἐτύγχανον ἐντεθυμημένοι τοιοῦτον, οὐδ' ἐδέοντο τοῦ καθέξοντος οἱ σωφρονοῦντες. ὁ ἱππεὺς ἐν ταῖς ἀμετρίαις ἀνακόψει τὸν ἵππον, φυλάττοντι δὲ τὸ μέτρον οὐ μαχεῖται τὸν χαλινὸν ἀνέλκων. τὰ νοσοῦντα τῶν σωμάτων δεῖται φαρμάκων, τὰ δ' ὑγιαίνοντα πόρρωθεν ὁ ἰατρὸς ὄψεται. ἰατρὸς ἔστω καὶ ὁ πυλαγόρας νοσούντων τῶν ἀμφικτυόνων. διὰ γὰρ τοῦτο πέμπεται λόγῳ παύσων τὰ ἁμαρτανόμενα. σὺ δὲ εἴας ἐνισχύσαι τῷ συνεδρίῳ τὸ νόσημα.

[38]    Κρεῖττον γὰρ ἦν, φησίν, ‹ἢ› ἐξαιρεθῆναι. καὶ πόθεν τοῦτο εἰδὼς λέγεις ὡς ἀνιάτως εἶχον; εἰ μὲν γὰρ ὅσα προσῆκεν ἀκηκοότες καὶ λόγου δεινοῦ καταπαῦσαι ὁρμὴν ἐπὶ τῶν αὐτῶν ἔμενον, σαφῶς ἂν ἃ φῂς ἐδέδεικτο· σιγῶντος δὲ εἰ μηδὲν ἀμείνους ἐγίγνοντο, τί σημεῖον τοῦ καὶ μετὰ τοὺς λόγους ὁμοίως ἂν ἁμαρτεῖν;

[39] μέγα δύναται, ὦ ἄνδρες Ἀθηναῖοι, λόγου φύσις, μέγα. οὗτος καὶ στάσιν ἐκοίμισε καὶ πόλεμον ἀνεῖλε τὰ ὅπλα ἐκ τῶν χειρῶν ἐκβάλλων καὶ θυμούμενον ἐπράυνε καὶ λύπην ἔσβεσε καὶ δάκρυον ἔστησε καὶ τοὺς ἡσυχίᾳ χαίροντας ἔπεισεν ὡς ἀμείνων εἰρήνης ὁ πόλεμος, καὶ τοὺς φρίττοντας τὰς παρὰ τῶν ἰατρῶν τομὰς ἀνδρείως παρέχειν τῷ σιδήρῳ τὸ σῶμα.

[40] ναῦς ᾤετο δεῖν ποιησάμενος Κροῖσος ἐπιθέσθαι ταῖς νήσοις, ἀλλὰ Βίαντος ὡς οὐ συμφέρον διδάξαντος ἀπέστη τοῦ πλεῖν. ἡμεῖς ποτε καὶ Θηβαῖοι παρεταξάμεθα πρὸς μάχην καὶ μελλόντων χρήσεσθαι τοῖς δόρασιν ἐφάνησαν Κορίνθιοι διαλλακταὶ καὶ ἀπήλθομεν πρὸ τῶν τραυμάτων. ἔδοξαν Μιτυληναῖοι τὰ μέγιστα τὴν πόλιν ἀδικεῖν ἐν τῷ πρὸς Πελοποννησίους πολέμῳ καὶ πρὸς τοσοῦτον ἦλθεν ὀργῆς ὁ πρᾳότατος τῶν Ἀθηναίων δῆμος ὥστε ψήφισμα ἐνίκησε τὴν πόλιν ἡβηδὸν ἀνελεῖν, καὶ τοῦτο φέρουσα τριήρης ἔπλει. ἐκκλησία δευτέρα καὶ Διοδότου λόγος ἐπιεικέστερος, καὶ ψήφισμα ἐλύθη ψηφίσματι.

[41] καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλ' ἔτι καὶ νῦν ἑτέρων μὲν ἐπιθυμοῦντες εἰς τὰς ἐκκλησίας ἀναβαίνετε πολλάκις, ἕτερα δ' ἀπέρχεσθε ἐψηφισμένοι τῶν λογισμῶν παριόντων τὰς ἐπιθυμίας. τί οὖν θαυμαστὸν βουληθῆναι μὲν τὰ χείρω τοὺς ἀμφικτύονας, ποιῆσαι δὲ κύρια τὰ βελτίω μαθόντας τὴν ἐν οἷς ἐβούλοντο βλάβην;

[42]    Οὕτω χρηστέον, Αἰσχίνη, τῇ δεινότητι τῶν λόγων κατὰ τῶν ἐχθρῶν ὑπὲρ τῶν δικαίων, πρὸς μὲν τοὺς ἄλλους Ἕλληνας ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων, οὐ μὰ Δία, κατὰ τῶν συμμάχων ὑπὲρ τῶν βαρβάρων, οὐκ ἐν ταῖς ἐκκλησίαις ἐπὶ παρακρούσει τῶν πολιτῶν, καὶ μάλιστα μὲν πανταχοῦ τὰ δίκαια τιμᾶν, εἰ δ' ἄρα δεῖ που καὶ σοφίσασθαι, οὗ πλεονεκτήσειεν ἄν τις τῶν ἐχθρῶν, ἐνταῦθα καιρὸς τῶν κλεμμάτων.

[43] σοὶ δὲ οὐδὲν ἔδει σοφισμάτων οὐδὲ ποικίλων, Αἰσχίνη, λόγων, ἀλλ' ὑπῆρχεν ἀφθονία δικαίων, μεθ' ἧς ἄν τις καὶ τῶν ἰδιωτῶν οὐ χαλεπῶς ἐξέωσε Φίλιππον ὅτι, ὦ ἄνδρες ἀμφικτύονες, τουτὶ τὸ πρᾶγμα πάνδεινόν ἐστι. πατεῖτε παλαιοὺς ὅρκους, ἔθη συγχεῖτε τίμια, κινεῖτε νόμους ἀρχαίους ὑπ' ἀνδρῶν τεθέντας θεοφιλῶν οἳ κατὰ τὸν ἐξαίσιον ἐκεῖνον κατακλυσμὸν λέγονται ‹γεγονέναι›. τύραννον, ὦ Γῆ καὶ Πύθιε, ‹καὶ› βάρβαρον ‹δέξονται› οἳ μηδὲ τῶν Ἑλλήνων μηδένα τῶν ἔξω τοῦ καταλόγου. ταῦτα οὐκ ἠπίστασο; ταῦτα οὐκ ἦν εἰπεῖν ῥᾷστον; οὐκ ᾔδεις ὡρισμένον γένεσί τισι τὸν ἀριθμόν; Ἴωνες, Δωριεῖς, Βοιωτοί, Περραιβοί, Μάγνητες, Ἀχαιοί, Φθιῶται, Μηλιεῖς, Δόλοπες, Αἰνιᾶνες, Δελφοί, Φωκεῖς, ἕως ἐπέτρεπεν Αἰσχίνης. τοῦτ' οὖν οὐκ ἀρκοῦν εἰς συμφοράν, ἀλλὰ προσεῖναι δεῖ τούτῳ τὸ καὶ τἀκείνων ἔχειν τὸν ἀνῃρηκότα; καὶ πόσῳ βέλτιον ἐνδεῖν τινος εἰς τὸν ἀριθμὸν ἢ κακῶς ἀναπληροῦν τὸ μέρος;

[44]    Ἀλλ' οὐκ ἂν προσεῖχον τοῖς δικαίοις. ἴσως μὲν καὶ τούτοις ἄν, εἰ καὶ μὴ πάντες, ἀλλ' εἰσὶν οἳ προσεῖχον ἄν, οὐ γὰρ δὴ πάντας ἐτύγχανε τεθεραπευκὼς ὁ Φίλιππος, ἀλλ' αὐτὸ δὴ τοῦτο καὶ διέστησε μάλιστα τὸ τοὺς μὲν εὖ πεπονθέναι, τοὺς δὲ ἀπημελῆσθαι. εἰ δ' οὖν ἄτιμον ἅπασιν ἐγεγόνει τὸ δίκαιον, ἀλλ' †ὁ φόβος γε τοῦ λυσιτελεῖν σφισιν ἐν ἀμφικτύονος σχήματι δεσπότην ἐφεστάναι ταῖς συνόδοις. μὴ γὰρ δὴ νομίζετε, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ μὲν ὑμετέρᾳ πόλει τοῦτ' εἶναι σφαλερόν, τοῖς δ' ἄλλοις ἀσφάλειαν ἔχειν, ἀλλ' ἴσον ἅπασι κίνδυνον. δεινὴ γὰρ ἡ φιλοτιμία τἀνθρώπου καὶ τὸ πρὸς τοὺς ἐλευθερίας ἐπιθυμοῦντας μῖσος. ταῦτ' οὖν ἐκείνους ἔπειθεν ἂν μηδὲν οὕτω θαυμάζειν ὥστε αὑτοὺς ἀπολλύναι.

[45] ἀλλὰ μάταιος ἅπας λόγος καὶ πολλὴ φλυαρία καὶ μία σπουδὴ Φίλιππον ἀμφικτύονα ‹γίγνεσθαι›. γιγνέσθω μέν, Αἰσχίνη, γιγνέσθω δὲ ἀντιλεγόντων Ἀθηναίων. κτάσθω μὲν ἐκεῖνος δόξαν, ἡμεῖς δὲ ἡμῖν αὐτοῖς τὴν οὖσαν φυλάττωμεν. ὁ μὲν τὴν πυλαίαν προσλαμβανέτω, τὸ δὲ ἀκόντων Ἀθηναίων φαινέσθω.

[46] μὴ ποίει δῆμον οὐδὲν ἐοικότα Θετταλοῖς Θετταλῶν ζηλωτὴν μηδὲ πολὺ διαφέροντα Θηβαίων Θηβαίων μιμητήν. χαρίζονται ἐκεῖνοι βαρβάρῳ. τί θαυμαστόν; πατέρων ἀκολουθοῦσι παραδείγμασι. μετὰ γῆν, μεθ' ὕδωρ, μετ' ἀπαρχὰς δουλείας τὴν πυλαίαν προπεπώκασιν. ἡμῖν δὲ οὐκ ἔστιν ἀναχώρησις, οὐ γὰρ ἐῶσιν οἱ ὑπὲρ τοῦ καλοῦ πόλεμοι καὶ τρόπαια τὰ μὲν ἐν γῇ, τὰ δ' ἐν θαλάττῃ, τὰ μὲν οἴκοι, τὰ δ' ἐν τῇ ὑπερορίᾳ. οὐκ ἐᾷ Δᾶτις οὐδὲ Ξέρξης οὐδὲ Μαρδόνιος οὐδὲ Μασίστιος οὐδὲ ὁ δίφρος οὐδ' ὁ ἀκινάκης οὐδὲ Κύπρος οὐδὲ Παμφυλία. τὸ γὰρ ἐξ ἀγαθῶν πεφυκέναι πολλὴν εἰς τὸ τὴν ἀρετὴν ἐπιτηδεύειν ἀνάγκην ἔχοι ἄν.

[47] καὶ τοῦτο ἡγησάμην, Αἰσχίνη, ‹δεῖν προφέρεσθαι› τῶν παλαιῶν ἐκείνων λόγους παρ' ἀνδρὸς πυλαγόρου μαχομένους ἀνοίᾳ χαριζομένῃ βαρβάροις. καλὸν ἦν καὶ τοῦτο τοὺς ἐπιγιγνομένους ἀκούειν, ὅτι πάντες καιροὶ τοὺς προγόνους ἀγαθοὺς εὕρισκον, οἱ τῶν πολέμων, οἱ τῶν ἔργων, οἱ τῶν λόγων. σὺ δὲ σιγήσας ἐκεῖ καὶ καταισχύνας τούτους αἰτιᾷ τῆς σαυτοῦ κακίας τοὺς ἀμφικτύονας, οἳ οὐ δήπου σοι τὸ στόμα ἐνέφραττον.

[48]    Ἔδεισα γάρ, φησί, μὴ πόλεμος ἡμῖν ἀπὸ τῶν ἐμῶν γένηται λόγων καὶ τοσαῦται πόλεις ἀπεχθανόμεναι κοινῇ στρατείαν ἐπὶ τὴν πόλιν ποιήσωνται. ὅτε δὴ Φωκέας ἀπώλλυς, ἐκεῖνο οὐκ ἐδεδοίκεις μὴ μεγάλους ποιήσῃς τοὺς ἄλλους τοὺς ἀπεχθῶς πρὸς τὴν πόλιν ἔχοντας.

[49] ἀλλ' ἐῶ τοῦτο, ἐκεῖνο δὲ ἀπόκριναί μοι· πότερον πάλαι φιλοῦντες τὸν Φίλιππον καὶ ἡμῖν ἐγκαλοῦντες νῦν ἐπέθεντ' ἂν καιρὸν ἥκειν νομίσαντες ἢ τῆς δυσμενείας ἐντεῦθεν ἀρχόμενοι; εἰ μὲν γὰρ καὶ πρότερον ἠμύναντ' ἂν ἡμᾶς ἡδέως, εἶχον ἀρκοῦντα καιρὸν τὴν Φιλίππου βούλησιν καὶ οὐδὲν ἔδει περιμένειν ἃ μηδεὶς ᾔδει γενησόμενα. εἰ γὰρ ἐκεῖνοι πέμψαντες ὡς Φίλιππον ἠξίουν αὐτὸν ἐφ' ἡμᾶς ἡγεῖσθαι φάσκοντες ἑτοίμως ἀκολουθήσειν λέγοντες τὸ πλῆθος αὑτῶν καὶ τὴν παρασκευήν, ἆρ' ἂν ὑμῖν εἰς τὴν ὑστεραίαν ἀναβαλέσθαι δοκεῖ ἔχων μὲν κατεπτηχότας τοὺς ὁμόρους, τοὺς δὲ ἀπολωλότας, ἔχων δὲ τούς οἱ παρεπομένους; οὐχ οὕτως ἀργὸς ἐκεῖνος καὶ δεδομένους καιροὺς εἰδὼς διαφθείρειν. ἀλλ' ἕτερον μὲν οὐδὲν ᾐτιῶντο, τὴν πολλὴν δὲ ὑπὲρ τῆς πυλαίας πρόνοιαν ἀξίαν ἡγοῦντο πολέμου οἳ διὰ τὸ φεύγειν τοὺς τοῦ πολέμου πόνους περιορῶντες τὴν μὲν Ἑλλάδα ταπεινὴν γινομένην, ἕνα δὲ ἄνθρωπον αὐξόμενον;

[50] εἴ γε ἦν ἡδὺ πόλεμος τοῖς Ἕλλησι καὶ ὅπλων μελέτη καὶ δόξης ἔρως καὶ σωμάτων ἄσκησις, ἦν ἂν καὶ Φιλίππῳ μέγα τι τὸ διασώσασθαι τὴν πατρῴαν ἀρχήν· νῦν δ' ἐκβεβλήκασι τῶν ψυχῶν τὸ φιλοτιμεῖσθαι τοῖς ὑπὲρ τῶν δικαίων ἀγῶσι καὶ κρεμάσαντες τὰς ἀσπίδας κάθηνται ἀκούοντες τῶν ἐπαινούντων τὸν Φίλιππον καὶ οὐδὲ τοὺς ἀπολλυμένους τῶν Ἑλλήνων ποσῶς ἐλεοῦσιν, ἵνα μὴ πολεμεῖν ἀναγκασθῶσιν. ἐκ ποίας οὖν μεταβολῆς οἱ τοὺς ἀναγκαίους οὐχ ὑπομένοντες πολέμους, οὗ λογισμὸς οὐδεὶς ἡγεῖτο, τοῦτον ᾑροῦντο ἄν;

[51] οὐχ ὁρᾷς τοὺς μάλιστα Φιλίππῳ χαριζομένους, τοὺς καταπτύστους Θετταλούς, ἐκ τοῦ φυγεῖν τὸ πολεμεῖν τοῦτο πεποιηκότας; οἵ, ἵνα Φωκεῦσιν ἀντ' ἐκείνων πολεμῇ Φίλιππος, δουλείας ἐπρίαντο τὴν ἀνάπαυσιν.

[52] εἰ δὲ καὶ ῥᾷστος ἦν ὁ πρὸς ἡμᾶς πόλεμος καὶ τὸ στρατεύεσθαι καὶ πονεῖν τοῖς ἀμφικτύοσιν ἄλυπον, ἆρ' ἂν ὑμῖν δοκοῦσι βουληθῆναι μὴ εἶναι τὰς Ἀθήνας; οὐκ ἔστι. διὰ τί; τὸ μέλλον μὲν ἄδηλον, λύσις δὲ πᾶσιν ἀτυχημάτων ἁπάντων ἥδε ἡ πόλις ἡ τοῖς αὐτοῖς ἐγκαλοῦσά τε καὶ βοηθοῦσα. ἴσασιν οὖν ὡς ὑμῶν μὲν ἀντικαθημένων Φιλίππῳ μένει τὸ σῶσον αὐτοὺς ἐν τοῖς δυσκόλοις, ἀπολωλότων δέ, ὃ μὴ γένοιτο, συναπόλλυται κἀκείνοις ἡ τοῦ θαρρεῖν ἀφορμή. ὥστ' εἰ καὶ σφόδρα ὑμᾶς ἐμίσουν, ἀλλὰ τὸ σφῶν αὐτῶν σκοποῦντες ἀπείχοντ' ἄν.

[53] καὶ μὴν οὐδ' αὐτὸ τοῦτο δύναμαι συνιδεῖν, ὡς ἀπηχθάνοντο ἄν. ἡ γὰρ ἐκείνων πρὸς τὸν Φίλιππον οὐδὲν ἧττον ἐφαίνετ' ἂν χάρις, ὃ μάλιστα ἔσπευδον, καὶ τοῦ παρ' ὑμῖν ἀντιπεσόντος, μᾶλλον δὲ πολλῷ μείζων ἐγίγνετ' ἂν ἡ χάρις ἐκ τῆς ἀντιλογίας. σημεῖον γὰρ τοῦ μὴ φαῦλον τὸ διδόμενον εἶναι τὸ γίνεσθαι λόγους ὑπὲρ τοῦ μὴ καλῶς δίδοσθαι.

[54]    Καὶ τί περὶ ταῦτα διατρίβω τὸ ἰσχυρότατον ἀφείς; ἡμῖν γὰρ οὐ τοῦτον παρέδωκαν οἱ πρόγονοι τὸν νόμον τὰ μὲν ἀσφαλέστατα νομίζειν ἄριστα, ἀλλὰ τὰ μὲν πρέποντα τῇ πόλει καὶ μετὰ κινδύνων ἄριστα, τὰ δ' ἀλλότρια τῶν ἡμετέρων ἠθῶν καὶ μετὰ ῥᾳστώνης δεινότατα. δεῖ δὴ τὸν τὰ κοινὰ ἀξιοῦντα πράττειν οὐκ ἐκφοβεῖν ὑμᾶς, ὥσπερ τοὺς παῖδας, οὐδὲ τραγῳδεῖν τοὺς ἐν τῷ πολεμεῖν ἱδρῶτας, ἀλλ' ἕν τι ἐκεῖνο νομίζειν καὶ δεινὸν καὶ χαλεπόν, εἰ ὑμεῖς τι φεύξεσθε τῶν καλῶν δι' ἡσυχίαν.

[55] Αἰσχίνης δ', οἶμαι, κεκέρδακεν οὐ γεγονὼς ἐπὶ τῶν Μηδικῶν. τὰ γὰρ αὐτὰ ἂν ἐπεπόνθει. τί φῄς; ἐπολεμήσαμεν ἄν; ὑπὲρ δὲ τῶν Ἑλληνικῶν δικαίων οὐκ ἐπολεμήσαμεν πολλῷ ταῖς παρασκευαῖς Λακεδαιμονίων λειπόμενοι; πρῴην δὲ ὑπὲρ Εὐβοέων οὐκ ἐπλεύσαμεν; Ὀλυνθίοις δὲ δύναμιν οὐκ ἐπέμψαμεν; ἵππαρχοι δὲ φίλοι καὶ ταξίαρχοι. τί ταῦτα βούλεται, Αἰσχίνη, τὸ μηδὲ ὄνομα ἀνέχεσθαι πολέμου; ἕως ἂν ᾖ τῶν Ἀθηναίων ἡ πόλις, εὐχέσθω μὲν ἐν εἰρήνῃ διάγειν, δεχέσθω δὲ τοὺς ὑπὲρ τοῦ καλοῦ πολέμους καὶ τὸ μὲν ἥμερον ἡγείσθω, τὸ δὲ ἀναγκαῖον. καὶ ταυτὶ μὲν ὡς πολεμησάντων ἂν τῶν Ἑλλήνων εἰρήσθω, ὅτι δὲ ἥκιστ' ἂν αὑτοὺς εἰς τοῦτο ταραχῆς ἐνέβαλον, ἄρτι δεικνύων ἐπαυσάμην.

[56]    Ἀλλ' ὁ Φίλιππος, φησίν, αὐτὸς πάντως ἂν ἐπῄει. πῶς τοῦτο λέγεις, Αἰσχίνη; οὐ διελυσάμεθα τὸν πόλεμον; οὐ πρεσβεῖαι γεγόνασιν; οὐ τοὺς ὅρκους ἀπειλήφατε; βραδέως μὲν καὶ ἣ Φιλίππῳ συνέφερεν, εἰρήνη δ' οὖν ἐστιν, ὡς ὁ ὑμέτερος λόγος. πῶς οὖν ἐν εἰρήνῃ πόλεμος; οὐ γὰρ δὴ καὶ τοῦτο ὡμολογήσαμεν, κοινωνεῖν αὐτὸν καὶ τῆς ἀμφικτυονίας. εἰ δ' ἀεί τι προσλαμβάνειν ἀξιώσει διὰ τὴν εἰρήνην, οὐδὲν εἰρήνης δέομαι πολέμου χαλεπωτέρας.

[57] ἐστράτευσεν ἂν ὁ Φίλιππος ἀντιλεγόντων, δεδωκότων δὲ αὐτῷ τὴν πυλαίαν τοῦτο οὐ ποιήσει δυνηθείς; τὰς σπονδὰς γὰρ αἰδεσθήσεται. πάνυ γε· τοῦτ' ἄν σοι μαρτυρήσαιεν Ἀμφιπολῖται καὶ Πυδναῖοι. ὧν τοὺς μὲν ἐν αὐτοῖς τοῖς ὅρκοις ἀπέσφαξε, τοὺς δὲ ἐξήλασε παρ' ὧν εἰλήφει τὴν πόλιν. οὐκ Ὀλυνθίοις ὁμοῦ τε ἀπελογεῖτο καὶ μηχανὰς προσῆγεν; οὐ Φωκέας ἀπειλῶν Θηβαίοις ἀπώλλυεν; οὐκ ἔνθα ἂν λάβῃ καιρὸν πλεονεξίας, καταγελᾷ τῶν θεῶν; τίνος οὖν ἡμᾶς ἀπήλλαξας πολέμου τῇ σιωπῇ;

[58]    Ἀεὶ δεῖ τηρεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ποιεῖν ὅπως μὴ δυνήσεται Φίλιππος. ὡς δυνηθέντα γε οὐκ ἔστιν ὃ κωλύσει. ἔσται δ' ὑμῶν μὲν ἐπιτρεπόντων μέγας, ἐγρηγορότων δὲ καὶ παροξυνομένων οὐχ ὅπως μείζων ἢ νῦν, ἀλλ' οὐδ' ὅσος ἐστὶ νῦν. ἀναμιμνησκέσθω δὲ τῆς εἰς Πύλας βοηθείας, ἣ Φωκέων αὐτὸν ἀπεκρούσατο, καὶ μηδὲν τοῖς παροῦσιν ἐπαιρέσθω. τὸ γὰρ δι' ἀπάτης ληφθὲν οὔπω δεῖγμα τῆς τοῦ κεκρατηκότος ῥώμης.

[59] ἀλλ' εἰ καὶ σφόδρα ἔρρωται τοῖς πεζεταίροις, οὓς ἀκούω πίνειν εἰδέναι ‹μᾶλλον› ἢ μάχεσθαι, μείζων, ὦ ἄνδρες Ἀθηναῖοι, συμμαχία τὸ τῶν θεῶν εὐμενές, καὶ ἔγωγε μετὰ τούτων μόνος ἂν παρατάξασθαι δεξαίμην ἢ μετὰ πολλῶν μυριάδων. αὐτὸς ὁ Πύθιος, οὗ τὸν ἱερὸν χραίνει τόπον, ἡμῖν ἂν αὑτόν τε καὶ τὴν αὑτοῦ συμμαχίαν ἔδωκεν, ὁ Ἡρακλῆς αὐτοῦ που τιμώμενος παλαιὸς ἡμῶν συστρατιώτης, ἡ λαχοῦσα τὴν χώραν θεὸς ἡ ξυλίνῳ τείχει κρείττονι τοῦ Βαβυλωνίου τειχίσασα τὴν πόλιν.

[60]    Ταῦτα χρῆν ἐνθυμούμενον Αἰσχίνην χρήσασθαι τοῖς οὖσι λόγοις καὶ ἐλέγξαι τὸ πρωτεῖον ἡμῶν πρὸς τοὺς ἄλλους Ἕλληνας. μᾶλλον δὲ ἠγνόει μὲν τούτων οὐδέν, πεπρακὼς δὲ τὴν σιγὴν οὐκ ἔμελλε φθέγξεσθαι. ἐχαρίζετο μὲν οὖν ὁπόσα οἱ λοιποὶ τῷ μηδὲν ἀντειπεῖν, ὅταν γάρ τις παρὼν ἔργοις αἰσχροῖς τὸ καθ' ἑαυτὸν μὴ διακωλύῃ, τὴν τοῦ συνεργοῦ δόξαν ἐκτήσατο, ὁ γὰρ ἐξὸν ἐπισχεῖν μὴ κωλύσας ‹ἐν οἷς› ἐπέτρεψε δέδρακεν, ἐσκόπει δὲ ὅπως ἂν μήτ' ἐκεῖνος ἀτυχήσειε τῆς μετουσίας αὑτῷ τε γένοιτ' ἄν τις παρ' ὑμῖν καταφυγή.

[61] πῶς οὖν; πῶς τοῦτο συνέλθοι ἄν; οἱ μὲν ἄλλοι λεγόντων, ὦ Φίλιππε, καὶ ἐπαινούντων γένος τε τὸ σὸν καὶ προαίρεσιν καὶ τύχην, παρ' ἐμοῦ δὲ ἀρκείτω σιγή, ἣ καὶ σοὶ δώσει τὴν πυλαίαν κἀμοί τινα λόγον Ἀθήνησιν. ἤδη γὰρ ὑμᾶς οἴεται ἡττᾶσθαι λόγου. οὐκ εἶπες αὐτὸν γίνεσθαι δεῖν, ἀλλ' οὐκ ἀντεῖπες γινομένῳ τοῦτο δέ ἐστι καὶ ποιῆσαι Φίλιππον ἀμφικτύονα καὶ φόβον ὁμολογῆσαι πολύν. παρεδήλους γὰρ ὡς ἀντειπεῖν μὲν ἔδει, σιγᾶν δὲ ἦν ἀνάγκη καὶ ὅτι χρὴ Φίλιππον παρὰ τῆς αὑτοῦ δυνάμεως ταῦτα οἴεσθαι λαβεῖν, οὐ παρὰ τῶν Ἑλλήνων. ἆρ' ἐλάττω σιγῶν ἠδίκηκας ἢ εἰ συνειπὼν ἐτύγχανες;

[62]    Ἀλλ' ἔστιν ὑμῖν, φησίν, ἀντειπεῖν, εἰ βούλεσθε, καὶ οὐδεὶς ὑμᾶς τοῦτ' ἀφῄρηται. οἶδα ὅτι βούλει τοὺς ἀντεροῦντας φανῆναι καὶ πυλαγόρας ἑτέρους ἐλθόντας αἰτιάσασθαι τὰ πράγματα, ὅπως ἀκριβέστερον εἰδῇ Φίλιππος, ἡλίκων αὐτῷ παρακεχώρηκας, καί σοι γένηται πρὸς οἷς εἴληφας μισθὸς δεύτερος.

[63] ἀλλ' οὐ λύει τοῦτο τὴν σὴν κακίαν, εἴ τις ἕτερος γένοιτο δίκαιος, οὐδὲ τὸ χρηστῶν ἡμᾶς πολιτῶν εὐπορεῖν σωτηρίαν δεῖ τοῖς πονηροῖς εἶναι. οὐδὲ γάρ, εἰ στρατηγῶν καὶ σαθρὸν ὁρῶν τῶν πολεμίων τὸ τεῖχος, οἷον ἐκ πρώτης ἂν καταπεσεῖν μηχανῆς, ἀπῆγες τὸ στρατόπεδον πρὶν ἐξελεῖν, ἦν ἄν σοι τοῦτο πρὸς ἀπολογίαν τὸ ἐξεῖναι πέμψασιν ἑλεῖν. εἰ γὰρ τὸν πρῶτον τοῦτο ἔσωζε, καὶ τὸν δεύτερον ἂν καὶ τὸν τρίτον καὶ πάντας ἑξῆς, καὶ οὕτως ἂν ἡ πόλις εἱστήκει τῶν ἀεὶ ῥᾳθυμούντων ἐκ τῶν οὔποτε μὲν προσβαλλόντων, ἑλεῖν δέ, εἰ προσβάλοιεν, δυναμένων ἀποφευγόντων.

[64] ἀλλὰ τοῦτο οὐκ ἔστι πυλαγόρας δίκαιος, ἀλλ' εἰ μὲν αὐτὸς οὐδὲν τῶν προσηκόντων ἐλλέλοιπας, σώζου· εἰ δ' ἑτέρου δεῖ τινος τὸ σὸν πράξοντος, ἀποθάνοις. τοῦτον ἡμεῖς οὐκ ἄκοντα ἐξεπέμψαμεν οὐδὲ βοῶντα καὶ διαμαρτυρόμενον ὡς οὐκ ἂν δύναιτο τὰ τοιαῦτα ὑπηρετεῖν. οὐδὲ γὰρ ἄλλον οὐδένα, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν οὐ βουλομένων τὰ ὑμέτερα πράττειν βιάζεσθε, ἀλλ' ἔξεστι καλουμένῳ φυγεῖν καὶ οὐδεὶς κίνδυνος. Αἰσχίνης δὲ πρὶν οὓς ἄξιον ὑμᾶς ἰδεῖν αὐτὸν ὑπισχνούμενος, καὶ ἦσαν οἱ χειροτονοῦντες, οἳ καὶ νῦν αὐτὸν ἐξαιτησόμενοι πάρεισιν.

[65] ἔστι δὲ ὄνειδος, ὦ ἄνδρες Ἀθηναῖοι, κοινὸν τοὺς τὰ μέγιστα ἐγχειριζομένους εἰς τὴν ἑτέρων σώζεσθαι χάριν οὐκ ἔχοντας ἀπὸ τῶν πεπραγμένων. Φίλιππος ἀμφικτύων διὰ τοῦ πυλαγόρου, κεκληρονομηκὼς οὐ πατρῴας τάξεως, ἀλλὰ τῆς Φωκέων, οἳ μισοῦνται παρὰ Θηβαίων, ὅτι τὴν πόλιν ἡμῶν οἱ μὲν ἠξίουν κατασκάπτειν, οἱ δὲ οὐκ ἐπέτρεπον. Φίλιππος ἀμφικτύων, καὶ βαδίζει τύραννος ἐκ Πέλλης ἱερομνήμων. τί τῶν καινῶν εἶναι δοκούντων πρότερον ἐπεῖδεν ὁ ἥλιος; ποίαν γῆν ὑπὲρ θαλάττης, ποῖον δι' ἠπείρου πλοῦν; Φίλιππος ἀμφικτύων καὶ τὸ παλαιῷ θεσμῷ τετειχισμένον συνέδριον ἀνεῖται βαρβάροις.

[66] τῆς κοινωνίας Ἑλλήνων ᾔτει βασιλεὺς κοινωνεῖν ἀσελγὴς καὶ θρασὺς καὶ τῶν ἀμφικτυόνων ἐχθρὸς καὶ πολέμους ἐπὶ τούτῳ ἐκφέρειν ἀξιῶν. ὁ δὲ δούλου βασιλέως ἀπόγονος Ἀλεξάνδρου τοῦ κηρυκεύοντος Ξέρξῃ κάθηται καὶ δικάζει καὶ φέρει ψῆφον ὡς Ἀθηναῖος, ὡς Λακεδαιμόνιος. καὶ Ἀλέξανδρος μὲν ἐκεῖνος ἐπιτήδειος ὢν τοῖς Ἕλλησι καὶ τὴν ἐπωνυμίαν ἐντεῦθεν λαβὼν οὐδὲν τοσοῦτον οὔτε ᾔτησεν οὔτε ἤλπισεν, ὁ δ' ἀπ' αὐτῶν τῶν ἐναντιωμάτων καλούμενος ὁ τῶν Ἑλλήνων ὄλεθρος ἐν Πύλαις σεμνός, ἐγγὺς τοῦ Λεωνίδου τάφου.

[67] ταῦτα πιστεύσειεν ἄν, εἰ πύθοιτο βασιλεύς, ὅτι οἱ τὸν σὸν προπάτορα τὸν καλύψαντα τῇ δυνάμει γῆν καὶ θάλασσαν τρέμοντα τῆς Εὐρώπης ἐξελάσαντες καὶ δραπετεύειν ἐφ' ἑνὸς ἀναγκάσαντες πλοίου καταλύσαντες ἐκεῖνο τὸ φρόνημα προσκυνοῦσι Φίλιππον, ὁ δὲ διέβη μὲν Πηνειόν, ἧκε δὲ διὰ Θετταλῶν, πολλὴν δ' ἐρημίαν περὶ Πύλας ἐργασάμενος γέγονεν εἷς τῶν γνησιωτάτων Ἑλλήνων; εἰ ταῦτα ἀκούσειεν, οὐκ ἂν ὡς ἀπατῶντα τὸν μηνυτὴν διασχίσειε; τί λέγεις; οἱ μικρὸν ὕδωρ καὶ βῶλον γῆς οὐ δόντες τὸν τῆς γῆς, ὡς αὐτοί φασιν, ὀμφαλὸν δεδώκασι; καὶ οἱ τὸν τῶν κηρύκων οὐκ αἰδεσθέντες νόμον, ὅτε τοῦτον ἐμνημόνευσαν, ὑπῆλθον δουλείας ζυγὸν καὶ τοὺς μὲν ἀπέκτειναν, Φίλιππον δὲ στεφανοῦσι;

[68] Αἰσχίνης τοίνυν αὐτὸ πράξας ἐφῖκται. εἰπέ μοι, πρὸς θεῶν ἐγχωρίων, εἰπέ μοι, εἰ, ὅτε τούτων γινομένων ἐσίγησας, ἐξαίφνης ἐπιστάντες πρέσβεις ἀπὸ τῆς Ἀσίας ἔλεγον, ὅτι ὁ βασιλεὺς ὁ μέγας ἔχων ὅπλα ὅσα οὐδεὶς ἄλλος ἀνθρώπων οὐ δούλην μὲν λαβεῖν τὴν Ἑλλάδα βούλεται οὐδὲ ἐπιθυμεῖ δένδρων τῶν ὑμετέρων οὐδὲ τῶν ἄλλων ἀγαθῶν, τοσοῦτον δὲ ἐπαγγέλλει καὶ ἡγεῖται ζηλωτὸν ἓν τὸ ἐγγραφῆναι τοῖς ἀμφικτύοσιν, ἆρ' ἂν ἐσίγησας ἢ ῥήτωρ ἂν ἦσθα; εἰ μὲν γὰρ ταὐτὸν ἂν ἐποίεις, θεᾶσθε τὸν πυλαγόραν· εἰ δ' εὐθὺς ἀντεῖπες ἐκείνοις, τί ἂν εἶπες, εἴ τις ἐπύθετο· διὰ τί πρὸ τοῦ δεσπότου τὸν δοῦλον ἄγεις; ἢ ὅτι τῷ μὲν συγγέγονας, τῷ δὲ οὔπω;

[69]    Οὐ γέγονεν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον ἔργον οὐδ' ὃ μᾶλλον ἔδειξε κακῶς πράττουσαν τὴν Ἑλλάδα. ἀλλ' ἤκουον Ἀμφίπολιν εἰλῆφθαι. δεινὸν μέν, ἀλλ' ἐπὶ Θρᾴκης. ἤκουον Ποτίδαιαν. ἔποικοι μὲν Ἀθηναίων, ἀλλ' ἐπὶ Θρᾴκης. τοιούτοις ἐμαυτὸν παρεμυθούμην καὶ περὶ Πύδνης καὶ Μεθώνης καὶ τῶν ἄλλων πάντων· ἥρπασεν, ἐψεύσατο, ἐπιώρκησεν, ὑφείλετο. κακούργου ταῦτά ἐστιν, οὐ βασιλέως, βαλαντιοτόμου τινός, οὐχ ἡγεμόνος. πρὸς δὲ τὸ νῦν ἀποπνίγομαι βλέπων εἰς τὰ ὑμέτερα πρόσωπα. Φίλιππος μεθ' ἡμέραν τοσοῦτον ἔργον ᾔτησε περὶ Δελφοὺς καὶ οὐχ ἥμαρτεν, ἀλλὰ τῶν μὲν λεγόντων, τοῦ δὲ σιωπῶντος εἴληφεν.

[70] ὦ Δευκαλίων καὶ Ἀμφικτύων καὶ Ἀκρίσιε καὶ Στρόφιε καὶ Εὐρύλοχε, οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσι σὺ μὲν κατέδειξας, οἱ δὲ ἀνενεώσαντο τὸ νῦν καταγέλαστον συνέδριον. πάλιν Κιρραῖοι, πάλιν Ἀκραγαλλίδαι, μᾶλλον δὲ πολλῷ δεινότερα. οἱ μὲν γὰρ ἔξωθεν προσπίπτοντες τοῖς Πυθῶδε ἰοῦσιν ὅ τι δύναιντο ἐλῄστευον, ὁ δὲ οὐ θεωροῖς τισιν ἐνοχλήσας οὐδὲ ἀργύριον ἢ σκεῦος ὁδοιπόρων ὑφελόμενος, ἀλλ' Ὄλυνθον καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις καὶ πρῶτος εἰσαγαγὼν νόμον εἶναι πόλεων πράσεις ὑπ' αὐτῶν τῶν πεπιστευμένων τιμὴν ‹τῶν› ἀδικημάτων ἔχει καὶ γέγονεν ἀμφικτύων.

[71] καὶ παρὰ μὲν ἑκάστης τῶν πόλεων κατὰ τῶν πονηρῶν αἱ κολάσεις, κοινοὶ δὲ ἐν ταῖς πόλεσιν ἔπαινοι τῷ μιαρῷ, ὃν οὐδὲ τοῖς Μακεδόνων αὐτῶν ἱεροῖς προσιέναι προσήκει τοσούτου γέμοντα τοῦ μύσους. οὐκ ἔστι τοῖς ἡταιρηκόσι μετασχεῖν ἱερῶν. οἶδεν ἐν Θήβαις τὴν τούτου νεότητα Παμμένης. καὶ Θηβαῖοι τοῦτο οὐκ ἀγνοοῦντες κολακεύουσιν ὅμως. οὐκ ἔστιν ἀνδροφόνοις ἅψασθαι βωμῶν. ὁ δ' ἀπὸ τῶν ἀδελφῶν ἤρξατο τῆς μιαιφονίας, οὓς ἐλαύνων καὶ σφάττων καὶ ἐξαιτῶν, ἕως ἐξέπεσον, διετέλεσεν.

[72] ὁ κινῶν ἀνάθημα εὐθὺς ἀπαχθεὶς ἀποθνήσκει. Φίλιππος δὲ οὐδ' ἂν αὐτὸς δύναιτο τὸ πλῆθος εἰπεῖν μὴ ὅτι τῶν ἀναθημάτων, ἀλλ' οὐδὲ τῶν ἱερῶν. τίς γὰρ τοσαῦτα σεσύληκε; τίς κατέσκαψε; τίς ἐνέπρησε; τίς ἀφωμοίωσε τὰς πόλεις τοῖς ἀοικήτοις τόποις οὐ νόμῳ πολέμου προσιών, ἀλλ' ἀναμιγνὺς φιλίᾳ σίδηρον, συνθήκαις ὅπλα, ὅρκοις φόνους.

[73] ἐνθυμεῖσθε ὁπόσα νῦν διὰ τοῦτον πολλαχοῦ γῆς δάκρυα πατέρων ἐπὶ παισί, παίδων ἐπὶ πατράσιν, ἐπ' ἀνδράσι γυναικῶν, ἀλωμένων, πτωχευόντων, προσαιτούντων, ἐλεουμένων, οὐδὲ τοῦτο ἐχόντων. ἐνθυμεῖσθε τίνα γνώμην ἕξειν εἰκὸς τοὺς Ἀτρεστίδᾳ δεδομένους τοὺς ὀψὲ δουλεύειν μανθάνοντας. ὁ τοῖς θαυματοποιοῖς ἐν δείπνῳ διανέμων τὰ ἀπὸ Ὀλύνθου σώματα τῆς ὠμότητος ἆθλον εἴληφε τὴν πυλαίαν.

[74]    Καὶ τί λέγω τοὺς ἀλλαχοῦ; χθές τις ἐμοὶ προσελθὼν τῶν ἐκεῖθεν δεῦρο καταφευγόντων περὶ τῆς εἰσαγγελίας πεπυσμένος ἤρετο, εἰ ταῦτα ἀληθῆ καὶ εἰ Φίλιππος ἀμφικτύων καὶ εἰ σιγῶντος Αἰσχίνου. γνοὺς δὲ ταῦτα οὕτως ἔχειν ἀμφότερα δακρύσας ἀπῆλθεν εἰπὼν οὐδέν. τοιοῦτον ἡμῖν ἀμφικτύονα πεποίηκεν Αἰσχίνης, ᾧ μηδ' ἰδεῖν τὴν πυλαίαν θέμις, καὶ τοσαύτης ἀκαθαρσίας ἐνέπλησε τὸν ἁγιώτατον τῶν χώρων.

[75] ἐπέβη τῆς ἀκροπόλεως Ξέρξης, ἀλλ' Ἀθηναίων ἐκλελοιπότων τὴν πόλιν, ἀλλὰ μισούντων αὐτόν, ἀλλὰ πολεμούντων, ἀλλὰ ναυμαχούντων, ἀλλ' ἡδέως ἂν διασπασαμένων. Φίλιππος δὲ εἰς τὴν πυλαίαν ὡς φίλος, ὡς χρηστός, ὡς εὐσεβής, ὡς δίκαιος εἰσῆκται. ἐχέτω τὸν τόπον ὡς ἐχθρός, ὡς πολέμιος. ἀπόντων Ἑλλήνων, ἐξεληλαμένων, ἐκβεβλημένων, οἴκοι μενόντων μόνος ἐχέτω, μόνος δικαζέτω, μὴ κοινωνὸς καλείσθω μηδὲ μέρος ἔστω τῶν ἀρχαίων ἀμφικτυόνων. οἴσω τὴν δυστυχίαν, τὴν δὲ χάριν οὐ φέρω.

[76]    Καὶ ταχύ γε, ὦ ἄνδρες Ἀθηναῖοι, καθεδεῖται μόνος. οἶδα ἐγὼ τὸν ἄνθρωπον. οὐκ ἀγαπήσει ταῖς ψήφοις Φωκέων οὐδ' ἀνέξεται ψῆφον ἑτέραν ὁρῶν ἰσχύουσαν καὶ νῦν μὲν αὑτῷ συμπνέουσαν, νῦν δὲ ἀνθισταμένην. εὑρήσει προφάσεις κατὰ τῶν συνιόντων, εὑρήσει Φωκέας ἑτέρους, πάλιν ἀποκόψει μέλος.

[77] οὐ μὴν ἀλλ' εἰ καὶ τὰ μάλιστα συνέξει καὶ φρουρήσει καὶ διατηρήσει τοὺς ἔτι σωζομένους, ἀλλὰ τό γε ἐλευθέρως συνεῖναι καὶ καθῆσθαι καὶ λέγειν καὶ ψηφίζεσθαι τοῖς ἄλλοις ἀπολεῖται καὶ δεινὴ κατασχήσει τὸ συνέδριον ἀνωμαλία τοῦ μὲν τὸν τῆς τυραννίδος ἐφελκομένου τύφον, τῶν δὲ καταφερομένων εἰς ταπεινότερον σχῆμα. μεστοῦ δὲ ὄντος τοῦ πέριξ τόπου πολλῶν μὲν ἱππέων, πολλῶν δὲ ὁπλιτῶν, ξένων, κολάκων, μαγείρων, σκηνῆς χρυσοπάστου, τῆς ἄλλης θεραπείας ἴσως ἐκεῖ καὶ Καλλίαν τις ὄψεται τιμώμενον τὸν ἐνθένδε ἐλαυνόμενον, ὃν ὁ τρόπος Ἀθήνηθεν μὲν ἐξέβαλε, τῷ Φιλίππῳ δὲ συνήρμοσεν.

[78]    Ἐμοὶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ γένοιτο τὴν πυλαίαν, μὴ Δελφοὺς ἰδεῖν, μὴ Πύθια τοσαύτης μεταστάσεως πάντα κεκινηκυίας καὶ τοσούτου νεωτερισμοῦ πάντα ἄνω καὶ κάτω πεποιηκότος. σκοτεινὸν μὲν τὸ ἔαρ, ἀτερπὲς δὲ τὸ φθινόπωρον, δακρύων δὲ γέμουσα ἡ πανήγυρις. ὑμεῖς δέ, εἰ δύναισθε διὰ Φωκίδος ἐρήμης εἰς Δελφοὺς ἰέναι, σιδηροῖ τινες ἂν εἴητε. δεῖ γὰρ ἀπὸ τῶν ὅρων εὐθὺς ἀρξαμένους μέχρι τοῦ νεὼ θρηνεῖν οὐ τείχους ἑστηκότος, οὐκ οἰκίας μενούσης, οὐ κώμης ἀνδρῶν ὁρωμένης, ‹πρεσβυτῶν δὲ καὶ γυναίων καὶ παιδαρίων› μόνων λελειμμένων.

[79] τίς ἔτι πυλαγόρας αἱρήσεται βαδίζειν διὰ τοσούτων κακῶν παρὰ τὸν τούτων αὐτόχειρα; σόν, Αἰσχίνη, τὸ ἔργον, τῆς σῆς ψυχῆς ἡ διακονία. τρυφῶν πορεύσῃ, γελῶν, κροτῶν. ὁρῶμεν ὅσον δύναται πρεσβευτοῦ πονηρία. μᾶλλον δέ, τί ταῦτα λέγω; οὐκ ἀποκτενεῖτε; οὐ καταψηφιεῖσθε; φωνῆς δ' ἀνέξεσθε τῆς ὑπὲρ ὑμῶν οὐδαμοῦ φαινομένης; ἐν μὲν τῇ σκηνῇ μεγαλόφωνος κἀν τοῖς καθαρμοῖς κἀν τοῖς θιάσοις, ἐν οἷς δ' ἂν βοηθεῖν τῇ πόλει δεήσῃ, τῶν σκιῶν ἀφωνότερος.

[80] ταχύ γ' ἂν οὗτος τὸν Κυναίγειρον ἢ τὸν Κόδρον ἐμιμήσατο καὶ τὸ σῶμα ὑπὲρ ὑμῶν ἐπέδωκεν ἢ τοῦ θεοῦ χρήσαντος ἢ μάχης ἐπειγούσης ὃς ἀπ' ὀλίγων ῥημάτων οὐκ ἐπήμυνε τῇ πατρίδι οὐδ' ἐλογίσατο πρὸς αὑτὸν ὅτι ἐμὲ μέντοι, τὸν Ἀτρομήτου καὶ Γλαυκοθέας, τὸν τὰ νεήλατα καὶ σῦκα τεθαυμακότα, τὸν ἀναιδῆ τριταγωνιστήν, τὸν παμπόνηρον γραμματέα, ἐκόσμησεν ὁ τῶν Ἀθηναίων δῆμος πρεσβευτήν, πυλαγόραν, σύμβουλον, τὰ κάλλιστα τῆς δημοκρατίας ἔδωκεν. ἀλλ' ὡς εἶδε Φίλιππον καὶ χρυσόν, ἐπελάθετο πάντων.

[81] τοῦτον οὖν ἀφήσετε; τίνος ὑμᾶς ἔχοντα προγόνων ἀρετῆς ἀναμνῆσαι; ποίων ἀναθημάτων; ποίων τροπαίων; ποίων στρατηγιῶν; ἐγὼ μὲν οὐχ ὁρῶ πλὴν εἰ ταῦτα ἄξιον αἰδεσθῆναι, τὰς πέδας τοῦ πατρὸς καὶ τὸν κλοιὸν τῆς μητρὸς καὶ τοὺς ἐμβάτας τούτου καὶ τὰ ἀπὸ τῶν θεατῶν τραύματα καὶ τὴν ἀναίδειαν Κυρηβίωνος καὶ τὴν πορνείαν Νικίου. οὐκοῦν οὗτοι μὲν κρυπτόμενοι μᾶλλον ἢ δεικνύντες αὑτοὺς τοῦτον ἂν ὠφελοῖεν, περὶ δὲ τῶν πολιτευομένων ἐκεῖνο λέγω· παυσάσθωσαν τὴν μὲν πόλιν μικρὰν ποιοῦντες, τοὺς δὲ πολεμίους μεγάλους, ὡς ἐν τῷ ταύτης μεγέθει μᾶλλον ἂν θεραπεύοιντο.

[82]    Καὶ μὴν κἀκεῖνο αὐτοὺς ἐρωτᾶτε· ὑμεῖς δὲ πυλαγοροῦντες ἐσιγήσατ' ἂν ἢ οὔ; ἢ γὰρ κακοὺς ὄντας εὑρήσετε καὶ τούτῳ προσομοίους ἢ κατηγόρους Αἰσχίνου, ὃς δελεάσας τὸν δῆμον λόγοις ἐν Ἀρκαδίᾳ ῥηθεῖσιν εὗρεν ὧν ἐβούλετο μείζω καὶ πιστευθεὶς ἀπέδοτο λέγων μὲν περὶ Φωκέων, μὴ λέγων δὲ νῦν μὲν ἐν πυλαίᾳ, πρότερον δὲ ἐν Μακεδονίᾳ περὶ τῆς Ἀμφιπόλεως. οὕτω πάλαι τοῦτον ἠπίστατο τῆς προδοσίας τὸν τρόπον.

[83]    Οὐ παύσεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς ἐμπόροις τούτοις τὰ νεῦρα τῆς πόλεως ἐγχειρίζοντες; οὐ τοὺς μέν, εἰ μὴ ἀποκτεῖναι βούλεσθε, ἐπὶ τὴν σκηνὴν ἀποπέμψετε καὶ τὸν πρότερον βίον, ἐπὶ Κρέοντα καὶ τὸν Οἰνόμαον, παρὰ τὸν Θεόδωρον καὶ τὸν Ἀριστόδημον, ἐπιστήσετε δὲ τοῖς ὑμετέροις ἄνδρας εἰς τὸν Περικλέα βλέποντας;

[84] δῆμος ἔχων τὸν Παιανιέα Δημοσθένην Αἰσχίνην πυλαγόραν ἐκπέμπει τὸν Κοθωκίδην; οὐκ ἂν ἤνεγκαν ἐκείνου τὸν θυμὸν οὐδὲ τὴν γνώμην οὐδὲ τὸ ῥεῦμα τῶν λόγων. ἐνίκησεν ἂν Θηβαίους, ἐκράτησεν ἂν Θετταλῶν, κατέπληξεν ἂν τοὺς ἄλλους, ἐξήλεγξεν ἂν τὴν τοῦ Πύθωνος δόξαν. ἀλλὰ νῦν ὁρᾶτε τὸ συμβάν. πυλαγόρας Αἰσχίνης καὶ Φίλιππος ἀμφικτύων. βέλος δὲ οὐδέν, Ἄπολλον, ἐξ οὐρανοῦ μιμούμενον τὰς τοῦ Παρνασσοῦ κορυφὰς αἳ τοῖς βαρβάροις ἄνωθεν καταθέουσαι προσέπεσον καὶ τὸ ὄρος ἀντὶ στρατοπέδου πρὸς τοὺς ἐπιόντας ἤρκεσεν;

[85] ἀλλ' εἰ καὶ μήπω ταῦτα, πολλὰ χρὴ τοιαῦτα προσδοκᾶν. μέγας ἦν καὶ Ἰάσων ἐκεῖνος ὁ Θετταλὸς καὶ ταῖς παρασκευαῖς καὶ ταῖς ἐλπίσι καὶ τῆς τῶν Πυθίων διαθέσεως ὠρέγετο. ἀλλ' ὅμως τὰ μὲν ἦν πλησίον, ὁ δὲ ἔκειτο, καὶ τοσοῦτον ἴσχυσαν ἄνδρες ἑπτά.