3500 133 0 0 1 13 II d. C. Dialogo Pseudo-Lucianuss Charidemus Macleod, M.D., Cambridge, Mass., Harvard University Press, 1967 11

Pseudo-Lucianus - Charidemus

ΧΑΡΙΔΗΜΟΣ Η ΠΕΡΙ ΚΑΛΛΟΥΣ

[1] ΕΡΜΙΠΠΟΣ   Περιπάτους ἔτυχον χθές, ὦ Χαρίδημε, ποιούμενος ἐν τῷ προαστείῳ ἅμα μὲν καὶ τῆς παρὰ τῶν ἀγρῶν χάριν ῥᾳστώνης, ἅμα δὲ ‑ ἔτυχον γάρ τι μελετῶν ‑ καὶ δεόμενος ἡσυχίας. ἐντυγχάνω δὴ Προξένῳ τῷ Ἐπικράτους· προσειπὼν δὲ ὥσπερ εἰώθειν, ἠρώτων ὅθεν τε πορεύοιτο καὶ ὅποι βαδίζοι. ὁ δὲ ἥκειν μὲν ἔφη καὶ αὐτὸς ἐκεῖ παραμυθίας χάριν, ἥπερ εἰώθει πρὸς τὴν ὄψιν γίνεσθαι τῶν ἀγρῶν, ἀπολαύσων δὲ καὶ τῆς τούτους ἐπιπνεούσης εὐκράτου καὶ κούφης αὔρας, ἀπὸ συμποσίου μέντοι καλλίστου γεγονότος ἐν Πειραιεῖ ἐν Ἀνδροκλέους τοῦ Ἐπιχάρους τὰ ἐπινίκια τεθυκότος Ἑρμῇ, ὅτι δὴ βιβλίον ἀναγνοὺς ἐνίκησεν ἐν Διασίοις.

[2] ἔφασκε δὴ ἄλλα τε πολλὰ γεγενῆσθαι ἀστεῖα καὶ χαρίεντα, καὶ δὴ καὶ κάλλους ἐγκώμια εἰρῆσθαι τοῖς ἀνδράσιν, ἃ ἐκεῖνον μὲν μὴ δύνασθαι εἰπεῖν ὑπό τε γήρως ἐπιλελησμένον ἄλλως τε καὶ οὐκ ἐπὶ πολὺ λόγων μετεσχηκότα, σὲ δ' ἂν ῥᾳδίως εἰπεῖν ἅτε καὶ αὐτὸν ἐγκεκωμιακότα καὶ τοῖς ἄλλοις παρ' ὅλον τὸ συμπόσιον προσεσχηκότα τὸν νοῦν.

ΧΑΡΙΔΗΜΟΣ   Γέγονε ταῦτα, ὦ Ἕρμιππε. οὐ μέντοι γε οὐδ' ἐμοὶ ῥᾴδιον ἐπ' ἀκριβείας ἅπαντα διεξιέναι· οὐ γὰρ οἷόν τε ἦν πάντων ἀκούειν θορύβου πολλοῦ γινομένου τῶν τε διακονουμένων τῶν τε ἑστιωμένων, ἄλλως τε καὶ τῶν δυσχερεστέρων ὂν μεμνῆσθαι λόγους ἐν συμποσίῳ γενομένους· οἶσθα γὰρ ὡς ἐπιλήσμονας ποιεῖ καὶ τοὺς λίαν μνημονικωτάτους. πλὴν ἀλλὰ σὴν χάριν ὡς ἂν οἷός τε ὦ τὴν διήγησιν πειράσομαι ποιεῖσθαι, μηδὲν παραλείπων ὧν ἂν ἐνθυμηθῶ.

ΕΡΜΙΠΠΟΣ

[3]    Τούτων μὲν δὴ ἕνεκα οἶδά σοι χάριν. ἀλλ' εἴ μοι τὸν πάντα λόγον ἐξ ἀρχῆς ἀποδοίης, ὅ τι τε ἦν ὅπερ ἀνέγνω βιβλίον Ἀνδροκλῆς τίνα τε νενίκηκε καὶ τίνας ὑμᾶς εἰς τὸ συμπόσιον κέκληκεν, οὕτως ἂν ἱκανὴν καταθοῖο τὴν χάριν.

ΧΑΡΙΔΗΜΟΣ   Τὸ μὲν δὴ βιβλίον ἦν ἐγκώμιον Ἡρακλέους ἔκ τινος ὀνείρατος, ὡς ἔλεγε, πεποιημένον αὐτῷ· νενίκηκε δὲ Διότιμον τὸν Μεγαρόθεν ἀνταγωνισάμενον αὐτῷ περὶ τῶν ἀσταχύων, μᾶλλον δὲ περὶ τῆς δόξης.

ΕΡΜΙΠΠΟΣ

   Τί δ' ἦν ὃ ἐκεῖνος ἀνέγνω βιβλίον;

ΧΑΡΙΔΗΜΟΣ

   Ἐγκώμιον τοῖν Διοσκούροιν. ἔφασκε δὲ καὶ αὐτὸς ἐκ μεγάλων κινδύνων ὑπ' ἐκείνων σεσωσμένος ταύτην αὐτοῖς καταθεῖναι τὴν χάριν, ἄλλως τε καὶ ὑπ' ἐκείνων παρακεκλημένος ἐπ' ἄκροις ἱστίοις ἐν τοῖς ἐσχάτοις κινδύνοις φανέντων.

[4] παρῆσαν μέντοι τῷ συμποσίῳ καὶ ἄλλοι πολλοὶ οἱ μὲν συγγενεῖς αὐτῷ, οἱ δὲ καὶ ἄλλως συνήθεις, οἱ δὲ λόγου τε ἄξιοι τό τε συμπόσιον ὅλον κεκοσμηκότες καὶ κάλλους ἐγκώμια διελθόντες Φίλων τε ἦν ὁ Δεινίου καὶ Ἀρίστιππος ὁ Ἀγασθένους καὶ τρίτος αὐτός· συγκατέλεκτο δὲ ἡμῖν καὶ Κλεώνυμος ὁ καλὸς ὁ τοῦ Ἀνδροκλέους ἀδελφιδοῦς, μειράκιον ἁπαλόν τε καὶ τεθρυμμένον· νοῦν μέντοι γε ἐδόκει ἔχειν· πάνυ γὰρ προθύμως ἠκροᾶτο τῶν λόγων. πρῶτος δὲ ὁ Φίλων περὶ τοῦ κάλλους ἤρξατο λέγειν προοιμιασάμενος οὕτω.

ΕΡΜΙΠΠΟΣ   Μηδαμῶς, ὦ ἑταῖρε, μὴ πρὶν τῶν ἐγκωμίων ἄρξῃ πρὶν ἄν μοι καὶ τὴν αἰτίαν ἀποδῷς ὑφ' ἧς εἰς τούτους προήχθητε τοὺς λόγους.

ΧΑΡΙΔΗΜΟΣ

   Εἰκῆ διατρίβεις ἡμᾶς, ὦγαθέ, πάλαι δυναμένους τὸν ἅπαντα λόγον διελθόντας ἀπαλλαγῆναι. πλὴν ἀλλὰ τί τις ἂν χρήσαιτο, ὁπότε φίλος τις ὢν βιάζοιτο; ἀνάγκη γὰρ ὑφίστασθαι πᾶν ὁτιοῦν.

[5] ἣν δὲ ζητεῖς αἰτίαν τῶν λόγων, αὐτὸς ἦν Κλεώνυμος ὁ καλός· καθημένου γὰρ αὐτοῦ μεταξὺ ἐμοῦ τε καὶ Ἀνδροκλέους τοῦ θείου, πολὺς ἐγίνετο λόγος τοῖς ἰδιώταις περὶ αὐτοῦ ἀποβλέπουσί τε εἰς αὐτὸν καὶ ὑπερεκπεπληγμένοις τὸ κάλλος. σχεδὸν οὖν πάντων ὀλιγωρήσαντες κάθηντο διεξιόντες ἐγκώμια τοῦ μειρακίου. ἀγασθέντες δὲ ἡμεῖς τῶν ἀνδρῶν τὴν φιλοκαλίαν καὶ ἅμα ἐπαινέσαντες αὐτοὺς ἀργίας τε πολλῆς εἶναι ὑπολαβόντες λόγοις ἀπολείπεσθαι τῶν ἰδιωτῶν περὶ τῶν καλλίστων, ᾧ μόνῳ τούτων οἰόμεθα προέχειν, καὶ δὴ ἡπτόμεθα τῶν περὶ κάλλους λόγων. ἔδοξεν οὖν ἡμῖν οὐκ ὀνομαστὶ λέγειν τὸν ἔπαινον τοῦ παιδός ‑ οὐ γὰρ ἂν ἔχειν καλῶς, ἐμβαλεῖν γὰρ ἂν αὐτὸν εἰς πλείω τρυφήν ‑ ἀλλ' οὐδὲ μὴν ὥσπερ ἐκείνους οὕτως ἀτάκτως, ὅπερ ἕκαστος τύχοι, λέγειν, ἀλλ' ἕκαστον εἰπεῖν ἰδίᾳ ὅσ' ἂν ἀπομνημονεύοι περὶ τοῦ προκειμένου.

[6]    καὶ δὴ ἀρξάμενος ὁ Φίλων πρῶτος οὑτωσὶ τὸν λόγον ἐποιεῖτο· Ὡς ἔστι δεινόν, εἰ πάνθ' ὅσα πράττομεν ἑκάστης ἡμέρας, ὡς περὶ καλῶν, ποιούμεθα τὴν σπουδήν, αὐτοῦ δὲ κάλλους οὐδένα ποιησόμεθα λόγον, ἀλλ' οὕτω καθεδούμεθα σιγῇ ὥσπερ δεδοικότες μὴ λάθωμεν ἡμᾶς αὐτοὺς ὑπὲρ οὗ σπουδάζομεν τὸν ἅπαντα χρόνον εἰπόντες. καίτοι ποῦ τις ἂν χρήσαιτο πρεπόντως τοῖς λόγοις, εἰ περὶ τῶν μηδενὸς ἀξίων σπουδάζων περὶ τοῦ καλλίστου σιγῴη τῶν ὄντων; ἢ πῶς ἂν τὸ ἐν λόγοις καλὸν σῴζοιτο κάλλιον μᾶλλον ἢ πάντα τἆλλα παρέντας περὶ αὐτοῦ λέγειν τοῦ τέλους ἡμᾶς τῶν ἑκάστοτε πραττομένων; ἀλλ' ἵνα μὴ δόξω λέγειν μὲν ὡς χρὴ περὶ τοῦτο διακεῖσθαι εἰδέναι, εἰπεῖν δὲ μηδὲν ἐπίστασθαι περὶ αὐτοῦ, ὡς οἷόν τε βραχέα περὶ τούτου πειράσομαι διελθεῖν.

   κάλλους γὰρ δὴ πάντες μὲν ἐπεθύμησαν τυχεῖν, πάνυ δ' ἠξιώθησαν ὀλίγοι τινές· οἳ δὲ ταύτης ἔτυχον τῆς δωρεᾶς, εὐδαιμονέστατοι πάντων ἔδοξαν γεγενῆσθαι καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων τὰ εἰκότα τετιμημένοι. τεκμήριον δέ· τῶν γοῦν θεῶν ἐξ ἡρώων γενομένων Ἡρακλῆς τέ ἐστιν ὁ Διὸς καὶ Διόσκουροι καὶ Ἑλένη, ὧν ὁ μὲν ἀνδρείας ἕνεκα ταύτης λέγεται τυχεῖν τῆς τιμῆς, Ἑλένη δὲ τοῦ κάλλους χάριν αὐτή τε μεταβαλεῖν εἰς θεὸν καὶ τοῖς Διοσκούροις αἰτία γενέσθαι πρὶν αὐτὴν εἰς οὐρανὸν ἀνελθεῖν τοῖς ὑπὸ γῆν συνεξητασμένοις.

[7] ἀλλὰ μὴν ὅστις ἀνθρώπων ἠξιώθη τοῖς θεοῖς ὁμιλεῖν, οὐκ ἔστιν εὑρεῖν, πλὴν ὅσοι μετεσχήκασι κάλλους· Πέλοψ τε γὰρ τούτου χάριν τοῖς θεοῖς ἀμβροσίας μετέσχε, καὶ Γανυμήδης ὁ τοῦ Δαρδάνου οὕτω κεκρατηκέναι λέγεται τοῦ πάντων ὑπάτου θεῶν, ὥστ' αὐτὸν οὐκ ἀνασχέσθαι συμμετασχεῖν αὐτῷ τινα τῶν ἄλλων θεῶν τῆς θήρας τῶν παιδικῶν, ἀλλ' αὐτῷ μόνῳ πρέπουσαν ἡγούμενον εἶναι εἰς Γάργαρον καταπτάντα τῆς Ἴδης ἀναγαγεῖν ἐκεῖσε τὰ παιδικά, ὅπου συνέσεσθαι τὸν ἅπαντα ἔμελλε χρόνον. τοσαύτην δ' ἐπιμέλειαν ἀεὶ πεποίηται τῶν καλῶν, ὥστ' οὐ μόνον αὐτοὺς ἠξίωσε τῶν οὐρανίων ἀναγαγὼν ἐκεῖσε, ἀλλὰ καὶ αὐτὸς ἐπὶ γῆς ὅ τι τύχοι γινόμενος συνῆν ἑκάστοτε τοῖς ἐρωμένοις, καὶ τοῦτο μὲν γενόμενος κύκνος συνεγένετο Λήδᾳ, τοῦτο δ' ἐν εἴδει ταύρου τὴν Εὐρώπην ἁρπάζει, εἰκασθεὶς δ' Ἀμφιτρύωνι γεννᾷ τὸν Ἡρακλέα. καὶ πολλά τις ἂν ἔχοι λέγειν τεχνάσματα τοῦ Διὸς ὅπως ἂν οἷς ἐπεθύμει συγγένοιτο μηχανωμένου.

[8] τὸ δὲ δὴ μέγιστον καὶ οἷον ἄν τις θαυμάσαι, ὁμιλῶν γὰρ τοῖς θεοῖς ‑ οὐ γὰρ ἀνθρώπων γε οὐδέσι πλὴν εἰ μὴ τοῖς καλοῖς ‑ ἐν δ' οὖν τούτοις δημηγορῶν οὕτω πεποίηται σοβαρὸς τῷ κοινῷ τῶν Ἑλλήνων ποιητῇ καὶ θρασὺς καὶ καταπληκτικός, ὥστ' ἐν μὲν τῇ προτέρᾳ δημηγορίᾳ τὴν Ἥραν, καίτοι πρότερον πάντ' εἰωθυῖαν ἐπιτιμᾶν αὐτῷ, ὅμως δ' αὐτὴν οὕτως ἐφόβησεν, ὥστ' ἤρκεσεν αὐτῇ τὸ μηδὲν παθεῖν, ἀλλὰ μέχρι λόγων στῆναι τὴν ὀργὴν τῷ Διί· τοὺς δ' ἅπαντας θεοὺς ἐν τῇ ὑστέρᾳ πάλιν οὐχ ἧττον κατέστησε φοβηθῆναι γῆν ἀνασπάσειν αὐτοῖς ἀνδράσι καὶ θάλατταν ἀπειλήσας. μέλλων δὲ συνέσεσθαι καλοῖς οὕτω γίγνεται πρᾶος καὶ ἥμερος καὶ τοῖς πᾶσιν ἐπιεικής, ὥστε πρὸς ἅπασι τοῖς ἄλλοις καὶ αὐτὸ τὸ Ζεὺς εἶναι καταλιπών, ὅπως μὴ φαίνοιτο τοῖς παιδικοῖς ἀηδής, ἑτέρου τινὸς ὑποκρίνεται σχῆμα, καὶ τούτου καλλίστου καὶ οἵου τὸν ὁρῶντα προσαγαγέσθαι. τοσοῦτον αἰδοῦς καὶ τιμῆς παρέχεται τῷ κάλλει.

[9]    καὶ οὐχ ὁ μὲν Ζεὺς οὕτω μόνος ἑάλω τοῦ κάλλους, τῶν δ' ἄλλων οὐδεὶς θεῶν, ἵνα μᾶλλον ἔχειν δοκῇ ταῦτα κατηγορίαν Διός, οὐχ ὑπὲρ τοῦ κάλλους εἰρῆσθαι· ἀλλ' εἴ τις ἀκριβῶς ἐθελήσει σκοπεῖν, πάντας ἂν εὕροι θεοὺς ταὐτὰ πεπονθότας Διί, οἷον τὸν μὲν Ποσειδῶ τοῦ Πέλοπος ἡττημένον, Ὑακίνθου δὲ τὸν Ἀπόλλω, τὸν Ἑρμῆν δὲ τοῦ Κάδμου.

[10] καὶ θεαὶ δ' ἐλάττους οὐκ αἰσχύνονται φαινόμεναι τούτου, ἀλλ' ὥσπερ φιλοτιμίαν αὐταῖς ἔχειν δοκεῖ τὸ τῷ δεῖνι συγγενομένην καλῷ διηγεῖσθαι παρεσχῆσθαι τοῖς ἀνθρώποις. ἔτι δὲ ‑ τῶν μὲν γὰρ ἄλλων ἁπάντων ἐπιτηδευμάτων ἑκάστη θεῶν, ἑκάστου προστάτις οὖσα, οὐχ ἑτέραις ἀμφισβητεῖ περὶ ὧν ἄρχει, ἀλλ' Ἀθηνᾶ μὲν τοῖς ἀνθρώποις ἡγουμένη τὰ ἐς πολέμους πρὸς Ἄρτεμιν οὐ διαμάχεται περὶ θήρας, ὡς δ' αὔτως Ἀθηνᾷ κἀκείνη παραχωρεῖ τῶν πολεμικῶν, τῶν δὲ γάμων Ἥρα Ἀφροδίτῃ, οὐδ' αὐτὴ πρὸς αὐτῆς ἐνοχλουμένη περὶ ὧν ἐφορεύει. ἑκάστη δ' ἐπὶ κάλλει τοσοῦτον φρονεῖ καὶ πάσας ὑπερβάλλεσθαι δοκεῖ, ὥστε καὶ ἡ Ἔρις αὐτὰς ἀλλήλαις ἐκπολεμῶσαι βουλομένη οὐδὲν ἄλλο προὔβαλεν αὐταῖς ἢ κάλλος, οὕτως οἰομένη ῥᾳδίως ὅπερ ἤθελε καταστήσειν, ὀρθῶς καὶ φρονίμως τοῦτο λογιζομένη. σκέψαιτο δ' ἄν τις ἐντεῦθεν τὴν τοῦ κάλλους περιουσίαν· ὡς γὰρ ἐλάβοντο τοῦ μήλου καὶ τὴν ἐπιγραφὴν ἀνελέξαντο, ἑκάστης αὐτῆς ὑπολαβούσης εἶναι τὸ μῆλον, μηδεμιᾶς δὲ τολμώσης τὴν ψῆφον καθ' αὑτῆς ἐνεγκεῖν, ὡς ἄρ' αἰσχροτέρα τῆς ἑτέρας εἴη τὴν ὄψιν, ἀνέρχονται παρὰ τὸν τῶν μὲν πατέρα, τῆς δ' ἀδελφόν τε καὶ, σύνοικον Δία ἐπιτρέψουσαι τὴν δίκην αὐτῷ. ἔχων δὲ καὶ αὐτὸς ἥτις ἐστὶν ἀποφήνασθαι καλλίστη καὶ, πολλῶν ἀνδρείων ὄντων καὶ σοφῶν καὶ φρονίμων ἔν τε Ἑλλάδι καὶ τῇ βαρβάρῳ, ὅδ' ἐπιτρέπει τὴν κρίσιν Πάριδι τῷ Πριάμου ψῆφον ἐναργῆ καὶ καθαρὰν ἐξενεγκών, ὅτι καὶ φρονήσεως καὶ σοφίας καὶ ῥώμης ὑπερέχει τὸ κάλλος.

[11]    τοσαύτην δ' ἐπιμέλειαν ἀεὶ πεποίηνται καὶ σπουδὴν ἀκούειν εἶναι καλαί, ὥστε καὶ τὸν ἡρώων τε κοσμήτορα καὶ θεῶν ποιητὴν οὐκ ἄλλοθέν ποθεν ἢ παρὰ τοῦ κάλλους πεπείκασιν ὀνομάζειν. ἥδιον ἂν οὖν ἀκούσαι λευκώλενος ἡ Ἥρα ἢ "πρέσβα θεὰ θυγάτηρ μεγάλου Κρόνου", Ἀθηνᾶ δ' οὐκ ἂν βουληθείη Τριτογένεια πρὸ τοῦ Γλαυκῶπις καλεῖσθαι, Ἀφροδίτη τε τιμήσαιτ' ἂν τοῦ παντὸς καλεῖσθαι Χρυσῆ. ἅπερ ἅπαντ' εἰς κάλλος τείνει.

[12]    καίτοι ταῦτ' οὐ μόνον ἀπόδειξιν ἔχει πῶς οἱ κρείττους ἔχουσι περὶ τοῦτο, ἀλλὰ καὶ μαρτύριόν ἐστιν ἀψευδὲς τοῦ κρεῖττον εἶναι πάντων τῶν ἄλλων. οὐκοῦν Ἀθηνᾶ μὲν ἀνδρείας ἅμα καὶ φρονήσεως προέχειν ἐπιψηφίζει· ἀμφοτέρων γὰρ προΐστατο τούτων· Ἥρα δ' ἁπάσης ἀρχῆς καὶ δυναστείας αἱρετώτερον ἀποφαίνει συνηγοροῦντ' αὐτῇ καὶ τὸν Δία παραλαβοῦσα. εἰ τοίνυν οὕτω μὲν θεῖον καὶ σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ περισπούδαστον τοῖς θεοῖς, πῶς ἂν ἡμῖν ἔχοι καλῶς μὴ καὶ αὐτοὺς μιμουμένους τοὺς θεοὺς ἔργῳ τε καὶ λόγῳ πᾶν ὅ τι ἔχομεν συναίρεσθαι τῷ κάλλει;

[13]    Ταῦτα μὲν ὁ Φίλων περὶ τοῦ κάλλους εἶπεν ἐπιθεὶς τοῦτο τῇ τελευτῇ, ὡς καὶ πλείω ἂν τούτων εἰρήκει, εἰ μὴ τὸ μακρολογεῖν ἠπίστατο τῶν ἀδοκίμων ἐν συμποσίῳ. μετ' ἐκεῖνον δ' εὐθὺς Ἀρίστιππος ἥπτετο τῶν λόγων πολλὰ πρότερον παρακληθεὶς ὑπ' Ἀνδροκλέους· οὐ γὰρ ἐβούλετο λέγειν τὸ μετὰ Φίλων' εὐλαβούμενος λέγειν. ἤρξατο δὲ ἐντεῦθεν·

[14]    Πολλοὶ πολλάκις ἄνθρωποι τὸ περὶ τῶν βελτίστων καὶ ἡμῖν συμφερόντων ἀφέντες λέγειν ἐφ' ἑτέρας τινὰς ὥρμησαν ὑποθέσεις, ἀφ' ὧν αὐτοῖς μὲν δοκοῦσι δόξαν προσάγειν, τοῖς δ' ἀκροαταῖς τοὺς λόγους οὐδὲν λυσιτελοῦντας ποιοῦνται, καὶ διεληλύθασιν οἱ μὲν περὶ τῶν αὐτῶν ἐρίζοντες ἀλλήλοις, οἱ δὲ διηγούμενοι τὰ οὐκ ὄντα, ἕτεροι δὲ περὶ τῶν οὐδαμῶς ἀναγκαίων λογοποιοῦντες, οὓς ἐχρῆν ταῦτα πάντα καταλιπόντας ὅπως τι βέλτιον τύχωσιν εἰπόντες σκοπεῖν· οὓς νῦν ἐγὼ περὶ τῶν ὄντων οὐδὲν ὑγιὲς ἐγνωκέναι νομίζων ἄλλως τε καὶ τὸ τινῶν ἀγνοίας τῶν βελτίστων κατηγοροῦντα τοῖς αὐτοῖς περιπίπτειν τῶν εὐηθεστέρων οἰόμενος εἶναι πάντῃ, τὴν αὐτὴν λυσιτελεστάτην καὶ καλλίστην τοῖς ἀκούουσιν ὑπόθεσιν ποιήσομαι τῶν λόγων καὶ ἣν πᾶς ὁστισοῦν ἂν φαίη κάλλιστ' ἂν ἔχειν ἀκούειν [καλλίστην].

[15]    εἰ μὲν οὖν περί τινος ἑτέρου τοὺς λόγους ἐποιούμεθα νῦν, ἀλλὰ μὴ περὶ κάλλους, ἤρκεσεν ἂν ἡμῖν ἀκούσασιν ἑνὸς εἰπόντος ἀπηλλάχθαι περὶ αὐτοῦ· τοῦτο δ' ἄρα τοσαύτην ἀφθονίαν παρέχεται τοῖς βουλομένοις ἅπτεσθαι τῶν περὶ τούτου λόγων, ὥστ' οὐκ, εἰ μὴ κατ' ἀξίαν τις ἐφίκοιτο τῷ λόγῳ, νομίζειν δυστυχεῖν, ἀλλ' ἢν πρὸς πολλοῖς ἄλλοις κἀκεῖνός τι δυνηθῇ συμβαλέσθαι πρὸς τοὺς ἐπαίνους, τῆς ἀμείνονος οἴεσθαι πειρᾶσθαι τύχης. τὸ γὰρ οὕτω μὲν περιφανῶς ὑπὸ τῶν κρειττόνων τετιμημένον, οὕτω δὲ τοῖς ἀνθρώποις θεῖον καὶ περισπούδαστον, πᾶσι δὲ τοῖς οὖσιν οἰκειότατον κόσμον, καὶ οἷς μὲν ἂν παρῇ παρὰ πάντων σπουδαζομένων, ὧν δ' ἀφίσταται μισουμένων καὶ οὐδὲ προσβλέπειν ἀξιουμένων, τίς ἂν εἴη τοσοῦτον λόγων μετεσχηκὼς ὥστ' ἐπαινέσαι πρὸς ἀξίαν ἀρκέσαι; οὐ μὴν ἀλλ' ἐπειδήπερ οὕτω πολλῶν αὐτῷ δεῖ τῶν ἐπαινεσόντων ὥστε μόλις ἂν τῆς ἀξίας τυχεῖν, οὐδὲν ἀπεικὸς καὶ ἡμᾶς ἐγχειρεῖν τι λέγειν περὶ αὐτοῦ, μέλλοντάς γε μετὰ Φίλωνα ποιεῖσθαι τοὺς λόγους. οὕτω δὴ σεμνότατον καὶ θειότατον τῶν ὄντων ἐστὶν ὥστε ‑ ἵν' ὅσα θεοὶ καλοὺς τετιμήκασι, παραλείπω.

[16]    ἀλλ' οὖν ἐν τοῖς ἄνω χρόνοις ἐκ Διὸς Ἑλένη γενομένη οὕτως ἐθαυμάσθη παρὰ πᾶσιν ἀνθρώποις, ὥστ' ἔτι τῆς ἡλικίας οὖσαν ἐντὸς κατά τινα χρείαν ἐν Πελοποννήσῳ γενόμενος ὁ Θησεὺς οὕτω τῆς ὥρας ἰδὼν ἠγάσθη, ὥστ' οὔσης αὐτῷ καὶ βασιλείας ἀσφαλεστάτης καὶ δόξης οὐ τῆς τυχούσης ὅμως οὐκ ᾤετο βιωτὸν αὐτῷ ταύτης ἐστερημένῳ, παρελθεῖν δὲ πάντας εὐδαιμονίᾳ, εἰ ταύτην αὐτῷ γένοιτο συνοικεῖν. οὕτω δὲ διανοηθεὶς τὸ μὲν παρὰ τοῦ πατρὸς λαβεῖν ἀπειπών, μὴ γὰρ ἂν αὐτὴν αὐτὸν ἐκδοῦναι μήπω ἡλικίας ἡμμένην, τὴν δ' ἀρχὴν ὑπερφρονήσας ἐκείνου καὶ παριδών, ὀλιγωρήσας δὲ καὶ τῶν ἐν Πελοποννήσῳ πάντων δεινῶν, κοινωνοῦντ' αὐτῷ τῆς ἁρπαγῆς καὶ Πειρίθουν παραλαβών, βίᾳ λαβὼν αὐτὴν τοῦ πατρὸς εἰς Ἄφιδναν ἐκόμισε τῆς Ἀττικῆς, καὶ τοσαύτην ἔσχε χάριν αὐτῷ τῆς συμμαχίας ταυτησί, ὥσθ' οὕτως ἐφίλησε τὸν ἅπαντα χρόνον ὥστε καὶ τοῖς ἐπιγενομένοις παράδειγμα γενέσθαι τὴν Θησέως καὶ Πειρίθου φιλίαν. ἐπειδὴ δὲ ἔδει κἀκεῖνον ἐν Ἅιδου γενέσθαι τὴν Δήμητρος μνηστευσόμενον κόρην, ἐπειδὴ πολλὰ παραινῶν οὐκ ἠδυνήθη ταύτης αὐτὸν τῆς πείρας ἀποσχέσθαι καταπεῖσαι, συνηκολούθησεν αὐτῷ ταύτην πρέπουσαν οἰόμενος αὐτῷ καταθήσειν τὴν χάριν περὶ τῆς ψυχῆς ὑπὲρ αὐτοῦ κινδυνεῦσαι.

[17] ἐπανελθοῦσαν δ' εἰς Ἄργος, αὖθις ἀποδημοῦντος αὐτοῦ, ἐπειδὴ καθ' ὥραν ἦν γάμων, καίτοι γε ἔχοντες καλάς τε καὶ εὖ γεγονυίας ἐκ τῆς Ἑλλάδος σφίσιν αὐτοῖς ἄγεσθαι γυναῖκας οἱ τῆς Ἑλλάδος βασιλεῖς, οἱ δὲ συνελθόντες ἐμνηστεύοντο ταύτην τὰς ἄλλας ἁπάσας ὑπεριδόντες ὡς φαυλοτέρας. γνόντες δ' ὅτι περιμάχητος ἔσται, καὶ δείσαντες μὴ πόλεμος γένηται τῇ Ἑλλάδι, μαχομένων πρὸς ἀλλήλους, ὀμωμόκασιν ὅρκον τουτονὶ ψήφῳ κοινῇ, ἦ μὴν ἐπικουρήσειν τῷ ταύτης ἀξιωθέντι μηδ' ἐπιτρέψειν ἤν τις ἀδικεῖν ἐγχειρῇ, ἕκαστος οἰόμενος ταύτην αὑτῷ τὴν συμμαχίαν παρασκευάζειν. τῆς μὲν οὖν ἰδίας γνώμης ἀπέτυχον πάντες πλὴν Μενελάου, τῆς κοινῆς δ' ἐπειράθησαν αὐτίκα· οὐ πολλῷ γὰρ ὕστερον ἔριδος γενομένης ταῖς θεαῖς περὶ κάλλους, ἐπιτρέπουσι τὴν κρίσιν Πάριδι τῷ Πριάμου, ὁ δὲ τῶν μὲν σωμάτων τῶν θεῶν ἡττηθείς, τῶν δωρεῶν δ' ἀναγκασθεὶς γενέσθαι κριτής, καὶ διδούσης Ἥρας μὲν τὴν τῆς Ἀσίας ἀρχήν, τὸ δ' ἐν πολέμοις Ἀθηνᾶς κράτος, Ἀφροδίτης δὲ τὸν τῆς Ἑλένης γάμον, καὶ φαύλοις μὲν ἀνθρώποις γενέσθαι ἄν ποτε νομίσας οὐκ ἐλάττω βασιλείαν, Ἑλένης δ' οὐδένα τῶν ἐπιγιγνομένων ἀξιωθῆναι, προείλετο τὸν ταύτης γάμον.

[18]    γενομένης δὲ τῆς ὑμνουμένης ἐκείνης στρατείας κατὰ τῶν Τρώων καὶ τῆς Εὐρώπης τότε πρῶτον κατὰ τῆς Ἀσίας ἐλθούσης, ἔχοντες οἵ τε Τρῶες ἀποδόντες τὴν Ἑλένην ἀδεῶς οἰκεῖν τὴν αὑτῶν, οἵ θ' Ἕλληνες ταύτην αὐτοὺς ἐάσαντες ἔχειν ἀπαλλάττεσθαι τῶν ἐκ πολέμου καὶ στρατείας δυσχερῶν, οἱ δ' οὐκ ἠβουλήθησαν ἀμφότεροι, οὐκ ἄν ποτε νομίσαντες εὑρεῖν ἀφορμὴν καλλίω πολέμου περὶ ἧς ἀποθανοῦνται. καὶ θεοὶ δὲ τοὺς αὑτῶν παῖδας σαφῶς εἰδότες ἀπολουμένους ἐν τῷ πολέμῳ οὐκ ἀπέτρεψαν μᾶλλον, ἀλλ' ἐνήγαγον εἰς τοῦτο οὐκ ἐλάττω δόξαν αὐτοῖς οἰόμενοι φέρειν τοῦ θεῶν παῖδας γενέσθαι τὸ μαχομένους ὑπὲρ Ἑλένης ἀποθανεῖν. καὶ τί λέγω τοὺς αὐτῶν παῖδας; αὐτοὶ πρὸς αὑτοὺς μείζω καὶ δεινότερον ἐνεστήσαντο τοῦ πρὸς Γίγαντας αὐτοῖς γενομένου πολέμου· ἐν ἐκείνῳ μὲν γὰρ μετ' ἀλλήλων, ἐνταῦθα δὲ ἐμάχοντο πρὸς ἀλλήλους. οὗ τί γένοιτ' ἂν ἐναργέστερον δεῖγμα, ὅσῳ τῶν ἀνθρωπίνων ἁπάντων ὑπερέχει τὸ κάλλος παρ' ἀθανάτοις κριταῖς; ὅταν γὰρ ὑπὲρ μὲν τῶν ἄλλων οὐδενὸς ἁπάντων οὐδαμοῦ τὸ παράπαν φαίνωνται διενεχθέντες, ὑπὲρ δὲ κάλλους οὐ μόνον τοὺς υἱοὺς ἐπιδεδωκότες, ἀλλ' ἤδη καὶ ἀλλήλοις ἐναντία πεπολεμηκότες, ἔνιοι δὲ καὶ τρωθέντες, πῶς οὐχ ἁπάσαις ψήφοις προτιμῶσιν ἁπάντων τὸ κάλλος;

[19]    ἀλλ' ἵνα μὴ δόξωμεν ἀπορίᾳ τῶν περὶ κάλλους λόγων περὶ ταὐτὰ διατρίβειν ἀεί, ἐφ' ἕτερον βούλομαι μεταβῆναι οὐδαμῶς ἔλαττον ὄν, ὥστε δεῖξαι τὴν τοῦ κάλλους ἀξίαν, τῶν πρότερον εἰρημένων, τὴν Ἀρκάδος Ἱπποδάμειαν Οἰνομάου, ὅσους τοῦ ταύτης κάλλους ἁλόντας μᾶλλον αἱρουμένους ἀπέφηνεν ἀποθνήσκειν ἢ ταύτης διῳκισμένους τὸν ἥλιον προσορᾶν. ὡς γὰρ ἐλάβετο τῆς ἡλικίας ἡ παῖς καὶ τὰς ἄλλας ὁ πατὴρ οὐκ ὀλίγῳ τῷ μέσῳ παρενεγκοῦσαν ἑώρα, τῆς μὲν ὥρας αὐτῆς ἁλοὺς ‑ τοσοῦτον γὰρ αὐτῇ περιῆν, ὥστε καὶ τὸν γεγεννηκόθ' ὑπηγάγετο παρὰ φύσιν ‑ καὶ διὰ τοῦτ' ἀξιῶν αὐτὴν ἔχειν παρ' ἑαυτῷ, βούλεσθαι δ' ἐκδιδόναι πλαττόμενος αὐτὴν τῷ ταύτης ἀξίῳ, τὰς παρ' ἀνθρώπων φεύγων αἰτίας, μηχανήν τινα μηχανᾶται τῆς ἐπιθυμίας ἀδικωτέραν καὶ ἣν ᾤετο ῥᾳδίως ὅπερ ἐβούλετο καταστήσειν· ὑπὸ γὰρ ἅρματι, ὡς οἷόν τε μάλιστα ἦν, εἰς τάχος ὑπὸ τῆς τέχνης ἐξειργασμένῳ τοὺς ἐν Ἀρκαδίᾳ ζεύξας ἐν τῷ τότε ταχίστους ἵππους ἡμιλλᾶτο πρὸς τοὺς μνηστῆρας τῆς κόρης ἆθλον τῆς νίκης παρελθοῦσιν αὐτοῖς αὐτὴν προτιθεὶς ἢ στέρεσθαι τῆς κεφαλῆς ἡττηθέντας. καὶ ἠξίου δ' αὐτὴν αὐτοῖς συναναβαίνειν τὸ ἅρμα, ὅπως ἀποσχολούμενοι περὶ ταύτην ἀμελοῖεν τῆς ἱππικῆς. οἱ δ', ἀποτυχόντος τοῦ πρώτως ἁψαμένου τοῦ δρόμου καὶ τῆς κόρης ἐκπεσόντος μετὰ τοῦ ζῆν, τὸ μὲν ἀποκνῆσαι πρὸς τὸν ἀγῶνα ἢ μεταθεῖναί τι τῶν βεβουλευμένων μειρακιῶδες εἶναι ὑπολαβόντες, τὴν δ' ὠμότητα μισήσαντες Οἰνομάου ἄλλος ἄλλον ἔφθανεν ἀποθνῄσκων ὥσπερ δεδοικὼς μὴ τοῦ τεθνάναι περὶ τῆς κόρης ἁμάρτῃ. καὶ προῆλθέ γε μέχρι τρισκαίδεκα νέων ὁ φόνος· θεοὶ δ' ἐκεῖνον τῆς πονηρίας μισήσαντες ταυτησὶ τούς τε τεθνεῶτας ἅμα καὶ τὴν κόρην ἐλεοῦντες, τοὺς μὲν ὅτι κτήματος ἀπεστέρηνται τοιούτου, τὴν κόρην δ' ὅτι τῆς ὥρας οὐ κατὰ καιρὸν ἀπολαύοι, κηδόμενοί τε τοῦ νέου, ὅστις ἔμελλε ‑ Πέλοψ δ' ἦν οὗτος ‑ ἀγωνιεῖσθαι, ἅρμα τε χαρίζονται τούτῳ κάλλιον τέχνης πεποιημένον ἵππους τε ἀθανάτους, δι' ὧν ἔμελλε τῆς κόρης κύριος εἶναι, καὶ γέγονέ γε, τὸν κηδεστὴν ἐπὶ τέρμασι τῆς νίκης ἀπεκτονώς.

[20]    Οὕτω τὸ τοῦ κάλλους χρῆμα ἀνθρώποις τε θεῖον εἶναι δοκεῖ καὶ τιμώμενον ὑπὸ πάντων καὶ θεοῖς ἐσπούδασται πολλαχόσε. διὸ δὴ καὶ ἡμῖν οὐκ ἂν ἔχοι τις μέμφεσθαι δικαίως προὔργου λογισαμένοις τὸ ταῦτα περὶ κάλλους διεξελθεῖν. οὕτω μὲν δὴ καὶ Ἀρίστιππος διῆλθε τὸν λόγον.

ΕΡΜΙΠΠΟΣ [21]    Σὺ δὴ λοιπός, Χαρίδημε. ὅπως δ' ὥσπερ κορωνίδα τῶν τοῦ κάλλους καλῶν ἐπιθήσῃ τὸν λόγον.

ΧΑΡΙΔΗΜΟΣ   Μηδαμῶς, ὦ πρὸς θεῶν, περαιτέρω προελθεῖν με βιάσῃ· ἱκανὰ γὰρ δηλῶσαι τὴν συνουσίαν καὶ τὰ νῦν εἰρημένα, ἄλλως τ' οὐδ' ὅσαπερ εἶπον ἀπομνημονεύοντα. ῥᾷον γὰρ ἄν τις μνημονεύοι τῶν ἑτέροις εἰρημένων ἢ τῶν αὑτῷ.

ΕΡΜΙΠΠΟΣ

   Ταῦτα μὲν δή ἐστιν ὧν ἐξ ἀρχῆς ἐπεθυμοῦμεν ἐπιτυχεῖν· οὐ γὰρ δὴ τοσοῦτον ἡμῖν τῶν λόγων ἐκείνων ὅσον ἐμέλησε τῶν σῶν ἀκοῦσαι. ὥστ', ἢν τούτων ἀποστερήσῃς, κἀκεῖνα μάτην ἔσῃ πεπονηκώς. ἀλλὰ πρὸς Ἑρμοῦ τὸν ἅπαντα λόγον, ὥσπερ ὑπέστης ἐξ ἀρχῆς, ἀπόδος.

ΧΑΡΙΔΗΜΟΣ

   Βέλτιον μὲν ἦν τούτοις ἀπαλλάττειν με τῶν δυσχερῶν ἀγαπῶντα· ἐπεὶ δ' οὕτω προθυμῇ καὶ τῶν ἡμετέρων ἀκοῦσαι λόγων, καὶ τοῦθ' ὑπηρετεῖν ἀνάγκη. ὧδε τοίνυν καὶ αὐτὸς ἐποιησάμην τὸν λόγον·

[22]    Εἰ μὲν πρῶτος αὐτὸς ἦρχον περὶ τοῦ κάλλους λέγειν, προοιμίων ἂν ἐδεόμην συχνῶν, ἐπεὶ δ' ἐπὶ πολλοῖς ἔρχομαι τοῖς πρότερον εἰρηκόσιν ἐρῶν, οὐδὲν ἀπεικὸς τοῖς ἐκείνων κεχρημένον ὡς προοιμίοις ἐπιφέρειν ἑξῆς τὸν λόγον, ἄλλως τ' οὐδ' ἑτέρωσε τῶν λόγων γινομένων, ἀλλ' ἐνταῦθα καὶ τῆς αὐτῆς ἡμέρας, ὥστ' ἐνεῖναι καὶ τοὺς παρόντας λαθεῖν ὡς ἄρ' οὐχ ἕκαστος ἰδίᾳ λογοποιοῦσιν, ἀλλὰ τὸν αὐτὸν ἕκαστος ἐπὶ μέρους διεξέρχονται λόγον. ἑτέρῳ μὲν οὖν ἤρκει γ' ἂν εἰς εὐφημίαν ἅπερ ὑμῶν ἕκαστος ἔτυχεν εἰπὼν περὶ τοῦ κάλλους ἰδίᾳ, τούτῳ δὲ τοσοῦτον περίεστιν ὥστε καὶ τοῖς ἐπιγιγνομένοις ἔξω τῶν νῦν εἰρημένων οὐ δεῖν ἐπαίνων τῶν εἰς αὐτό· πλεῖστα γὰρ πολλαχόθεν, αὐτὰ πρῶτα δεῖν λέγειν ἕκαστα, δόξαν παρίστησιν, ὥσπερ ἀνθέων εὐτυχοῦντι λειμῶνι, ἀεὶ τῶν φαινομένων ἄρτι προσαγομένων τοὺς δρεπομένους. ἐγὼ δ' ἐκ πάντων ἐκλέξας ὅσα μοι δοκῶ μὴ βέλτιον εἶναι παραλιπεῖν, λέξω διὰ βραχέων, ὅπως τῷ τε κάλλει τὰ γιγνόμενα ἀποδώσω ὑμῖν τε τὸ μακρολογεῖν παραλιπὼν δράσω κεχαρισμένα.

[23] τοῖς μὲν οὖν ἢ δι' ἀνδρείαν ἢ καθ' ἑτέραν τινὰ τῶν ἀρετῶν ἡμῶν προέχειν δοκοῦσιν, ἢν μὴ τῷ καθ' ἡμέραν ποιεῖν εὖ ἀναγκάζωσιν ἡμᾶς εὖ αὐτοῖς διακεῖσθαι, βασκαίνομεν μᾶλλον, ἐξ ὧν τἂν οὐ καλῶς αὐτοῖς τὰ πράγματα πραττόμενα σχοίη· καλοὺς δ' οὐ μόνον οὐ φθονοῦμεν τῆς ὥρας, ἀλλ' εὐθύς τε ἰδόντες ἁλισκόμεθα ὑπεραγαπῶμέν τε οὐδ' ἀποκνοῦμεν ὥσπερ κρείττοσιν, ὅσον ἂν ἡμῖν ἐξῇ, δουλεύοντες αὐτοῖς. ἥδιον ἂν οὖν ὑπακούσαι τις ὥρας εὐτυχηκότι ἢ προστάξειε τῷ μὴ τοιούτῳ, καὶ πλείω χάριν ἂν εἰδείη τῷ πολλὰ προστάττοντι μᾶλλον ἢ τῷ μηδ' ὁτιοῦν ἐπαγγέλλοντι.

[24]    καὶ τῶν μὲν ἄλλων ἀγαθῶν, ὧν ἂν ἐνδεεῖς ὦμεν, οὐ περαιτέρω σπουδάζομεν τοῦ τυχεῖν, κάλλους δ' ἡμῖν οὐδεὶς οὐδεπώποτε γέγονε κόρος, ἀλλ' ἐάν τε τὸν Ἀγλαΐης, τὸν εἰς Ἴλιόν ποτε συναναβάντα τοῖς Ἀχαιοῖς, ἐάν θ' Ὑάκινθον τὸν καλὸν ἢ τὸν Λακεδαιμόνιον Νάρκισσον κάλλει νικῶμεν, οὐκ ἀρκεῖν ἡμῖν δοκοῦμεν, ἀλλὰ δεδοίκαμεν μὴ λάθωμεν τοῖς ἐπιγιγνομένοις ἂν καταλιπόντες ὑπερβολήν.

[25] σχεδὸν δ' ὡς εἰπεῖν πάντων τῶν ἐν ἀνθρώποις πραγμάτων ὥσπερ κοινὸν παράδειγμα τὸ κάλλος ἐστί, καὶ οὔτε στρατηγοῖς εἰς κάλλος ἠμέληται τὰ στρατεύματα συντάττειν οὔτε ῥήτορσι τοὺς λόγους συντιθέναι οὔτε μὴν γραφεῦσι τὰς εἰκόνας γεγραφέναι. ἀλλὰ τί ταῦτα λέγω, ὧν τὸ κάλλος τέλος ἐστίν; ὧν γὰρ εἰς χρείαν ἥκομεν ἀναγκαίως, οὐκ ἐλλείπομεν οὐδὲν σπουδῆς εἰς ὅσον ἔξεστι κάλλιστα κατασκευάζειν· τῷ τε γὰρ Μενέλεῳ οὐ τοσοῦτον ἐμέλησε τῆς χρείας τῶν οἴκων, ἢ ὅσον τοὺς εἰσερχομένους ἐκπλήττειν, καὶ διὰ τοῦθ' οὕτω πολυτελεστάτους ἅμα κατεσκεύασε καὶ καλλίστους, καὶ τῆς γνώμης οὐχ ἥμαρτεν· ὁ γὰρ Ὀδυσσέως οὕτως ἀγασθῆναι λέγεται τούτους, κατὰ πύστιν τοῦ πατρὸς εἰς αὐτὸν ἀφιγμένος, ὥστ' εἰπεῖν Πεισιστράτῳ τῷ

   Ζηνός που τοιήδε γ' Ὀλυμπίου ἔνδοθεν αὐλή. Νεστορίδῃ, αὐτός θ' ὁ τοῦ μειρακίου πατὴρ οὐκ ἄλλου του χάριν μιλτοπαρῄους ἦγε τὰς ναῦς συστρατευόμενος τοῖς Ἕλλησιν ἐπὶ Τροίαν ἢ ὅπως τοὺς ὁρῶντας ἐκπλήττειν ἔχῃ. καὶ σχεδὸν εἴ τις ἑκάστην ἐξετάζειν βούλεται τῶν τεχνῶν, εὑρήσει πάσας ἐς τὸ κάλλος ὁρώσας καὶ τούτου τυγχάνειν τοῦ παντὸς τιθεμένας.

[26]    τοσοῦτον δὲ τὸ κάλλος τῶν ἄλλων ἁπάντων ὑπερέχειν δοκεῖ ὥστε τῶν μὲν ἢ δικαιοσύνης ἢ σοφίας ἢ ἀνδρείας μετεχόντων πολλά τις ἂν εὕροι τιμώμενα μᾶλλον, τῶν δὲ ταύτης τῆς ἰδέας κεκοινωνηκότων βέλτιόν ἐστιν εὑρεῖν οὐδέν, ὥσπερ δὴ καὶ τῶν μὴ μετεσχηκότων ἀτιμότερον οὐδέν· μόνους γοῦν τοὺς μὴ καλοὺς ὀνομάζομεν αἰσχρούς, ὡς οὐδὲν ὄν, εἴ τί τις ἔχων τύχοι πλεονέκτημα τῶν ἄλλων κάλλους ἐστερημένος.

[27] τοὺς μὲν οὖν ἢ δημοκρατουμένοις τὰ κοινὰ διοικοῦντας ἢ τυράννοις ὑποτεταγμένους τοὺς μὲν δημαγωγούς, τοὺς δὲ κόλακας καλοῦμεν, μόνους δὲ τοὺς ὑπὸ ταύτῃ τῇ δυνάμει γενομένους θαυμάζομέν τε φιλοπόνους τε καὶ φιλοκάλους ὀνομάζομεν καὶ κοινοὺς νομίζομεν εὐεργέτας τοὺς τῶν καλῶν ἐπιμελητάς. ὅτε τοίνυν οὕτω μὲν σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ τοῖς πᾶσιν ἐν εὐχῆς μέρει τυχεῖν κέρδος τε νομίζουσι τὸ τούτῳ τι διακονῆσαι δυνηθῆναι, πῶς ἡμᾶς εἰκότως οὐκ ἄν τις ἐμέμψατο, εἰ τοσοῦτον ἔχοντες κέρδος κερδαίνειν ἔπειθ' ἑκοντὶ προϊέμεθα, μηδ' αὐτὸ τοῦτο αἰσθέσθαι δυνηθέντες, ὅτι ζημιούμεθα;

[28]    Τοσοῦτον μὲν δὴ κἀγὼ τὸν λόγον ἐποιησάμην, πολλὰ τῶν ἐνόντων μοι περὶ κάλλους εἰπεῖν ἀφελών, ἐπειδὴ τὴν συνουσίαν ἐπὶ πολὺ παρατεινομένην ἑώρων.

ΕΡΜΙΠΠΟΣ   Εὐδαίμονές γε, οἳ τοιαύτης ἀπολελαύκατε τῆς συνουσίας· σχεδὸν δ' ἤδη κἀγὼ οὐδὲν ἔλαττον ὑμῶν ἔσχηκα διὰ σέ.