[1] Οὕτω μὲν Βελισάριος, ἔτι τῶν πραγμάτων ᾐωρημένων, ξύν τε Οὐιττίγιδι καὶ Γότθων τοῖς δοκίμοις καὶ τοῖς Ἰλδιβάδου παισὶ τὰ χρήματα πάντα ἐπαγόμενος ἐς Βυζάντιον ἧκε, καί οἱ Ἴλδιγέρ τε καὶ Βαλεριανὸς καὶ Μαρτῖνος ξὺν Ἡρωδιανῷ εἵποντο μόνοι.
[2] βασιλεὺς δὲ Ἰουστινιανὸς Οὐίττιγιν μὲν ξὺν τῇ γυναικὶ ἀσμένως εἶδε, καὶ τῶν βαρβάρων τὸν ὅμιλον κάλλους [3] τε σώματος καὶ μεγέθους πέρι ἐθαύμασε. τὸν δὲ Θευδερίχου πλοῦτον ἀξιοθέατον ὄντα δεξάμενος ἐν Παλατίῳ τοῖς μὲν ἐκ βουλῆς ἐν παραβύστῳ θέαμα προὔθηκεν, ἐπὶ τῷ ὄγκῳ τῶν πεπραγμένων φιλοτιμούμενος, οὔτε δὲ ἐς τὸν δῆμον ἐξήνεγκεν οὔτε τὸν θρίαμβον Βελισαρίῳ παρέσχετο, ὥσπερ ἡνίκα Γελίμερά τε καὶ [4] Βανδίλους νενικηκὼς ἦλθε. πᾶσι μέντοι ἐν διηγήμασι Βελισάριος ἦν, νίκας τε δύο ἀναδησάμενος, οἵας οὔπω πρότερον ἀνθρώπων οὐδενὶ διαπεπρᾶχθαι ξυνέπεσε, καὶ βασιλεῖς μὲν ἀγαγὼν αἰχμαλώτους ἐς Βυζάντιον δύο, Γιζερίχου δὲ καὶ Θευδερίχου τό τε γένος καὶ τὰ χρήματα λάφυρον Ῥωμαίοις παρὰ δόξαν πεποιημένος, ὧν δὴ ἐπιφανέστερος ἔν γε βαρβάροις οὐδεὶς πώποτε γεγονὼς ἔτυχε, καὶ τὸν μὲν πλοῦτον ἐκ τῶν πολεμίων αὖθις ἐς τὴν πολιτείαν ἀποκομίσας, γῆς τε καὶ θαλάσσης τὴν ἡμίσειαν μάλιστα μοῖραν τῇ βασιλείᾳ ἐν [5] χρόνῳ ὀλίγῳ ἀνασωσάμενος. ἦν τε Βυζαντίοις πρὸς ἡδονὴν Βελισάριον ἐπὶ τῆς ἀγορᾶς ἐς ἡμέραν ἑκάστην ἐκ τῆς οἰκίας προϊόντα ἰδεῖν, ἢ ἐς αὐτὴν ἐπανήκοντα, [6] κόρον τε αὐτῶν τοῦ θεάματος τούτου οὐδεὶς ἔλαβε. πομπῇ γὰρ αὐτοῦ ἰσχυροτάτῃ ἡ πρόοδος ἐῴκει, ἐπεί οἱ Βανδίλων τε πλῆθος καὶ Γότθων τε καὶ Μαυρουσίων ἀεὶ εἵπετο. ἦν δὲ καὶ τὸ σῶμα καλός τε καὶ μέγας καὶ [7] εὐπρόσωπος πάντων μάλιστα. οὕτω δὲ πρᾷόν τε καὶ εὐπρόσοδον παρεῖχεν ἑαυτὸν τοῖς ἐντυγχάνουσιν ὥστε ἀνθρώπῳ πένητί τε λίαν καὶ ἀδόξῳ ἐμφερὴς εἶναι.
[8] ἔρως δὲ αὐτοῦ τῆς ἀρχῆς πρός τε στρατιωτῶν ἀεὶ καὶ ἀγροίκων ἄμαχός τις ἐγένετο, ὅτι δὴ ἐς μὲν τοὺς στρατιώτας φιλοδωρότατος ἐγεγόνει ἀνθρώπων ἁπάντων· τῶν τε γὰρ ἐν ξυμβολῇ ἠτυχηκότων χρήμασι μεγάλοις παρεμυθεῖτο τὰ πρότερα τραύματα καὶ τοῖς εὐδοκιμήσασι ψέλλιά τε καὶ στρεπτοὺς ἔχειν ἆθλα παρεῖχεν, ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν στρατιώτου ἐν τῇ μάχῃ ἀπολωλότος ἕτερον ἀντ' αὐτοῦ πρὸς Βελισαρίου αὐτίκα ὑπῆρχεν· ἐς δὲ τοὺς ἀγροίκους ὅτι δὴ τοσαύτῃ φειδοῖ τε καὶ προνοίᾳ ἐχρῆτο ὥστε βιασθῆναι μὲν αὐτοῖς οὐδὲν πώποτε στρατηγοῦντος Βελισαρίου τετύχηκε, πλουτεῖν δὲ παρὰ δόξαν ξυνέβαινε πᾶσιν οἷς ἂν αὐτοῦ ἐπιδημοίη στρατιᾶς [9] πλῆθος. ἀπεδίδοντο γὰρ αὐτοῖς κατὰ γνώμην τὰ ὤνια πάντα. καὶ ἡνίκα μὲν ἀκμάζοι τὰ λήϊα, ἐς τὸ ἀκριβὲς διεφύλασσε μή τινι παριοῦσα ἡ ἵππος λυμήνηται.
[10] τῶν δὲ ὡραίων ἐν τοῖς δένδροις ὄντων ἅψασθαι [11] αὐτῶν οὐδενὶ τὸ παράπαν ἐξουσία ἐγίνετο. καὶ μὴν καὶ σωφροσύνης ὑπερφυῶς μετεποιεῖτο. οὐδὲ γὰρ οὖν οὐδὲ ἄλλης ὅτι μὴ τῆς γεγαμημένης γυναικὸς [12] ἥπτετο. αἰχμαλώτους οὖν ἔκ τε Βανδίλων καὶ Γότθων ἑλὼν τοσαύτας τε τὸ πλῆθος καὶ τοιαύτας τὰ πρόσωπα, οἵας οὐδείς που ἀνθρώπων εἶδεν, οὔτε οἱ ἐς ὄψιν [13] αὐτῶν τινα ἥκειν οὔτε ἄλλως ἐντυχεῖν εἴασεν. ἦν δὲ πρὸς τοῖς ἄλλοις ἅπασιν ἀγχίνους τε διαφερόντως κἀν [14] τοῖς ἀπόροις ἐπινοῆσαι τὰ βέλτιστα ἱκανώτατος. ἐν μέντοι κινδύνοις πολέμου εὔψυχός τε ἦν ξὺν τῷ ἀσφαλεῖ καὶ ξὺν λογισμῷ εὐτολμότατος, ὀξύς τε καὶ μελλητὴς ἐν τῇ ἐπὶ τοὺς πολεμίους ἀεὶ ἐγχειρήσει, [15] κατὰ τὴν χρείαν ἑκάτερον. ἄνευ δὲ τούτων ἐν μὲν τοῖς δεινοῖς εὔελπίν τε τὴν διάνοιαν καὶ ταραχῆς παρείχετο κρείσσω, εὐημερῶν δὲ οὔτε ἐπῆρτο οὔτε ἐτρύφα· μεθύοντα γοῦν Βελισάριον οὐδείς ποτε εἶδεν.
[16] ὅσον μὲν οὖν χρόνον τοῦ Ῥωμαίων στρατοῦ ἔν τε Λιβύῃ καὶ Ἰταλίᾳ προὔστη, νικῶν τε διετέλει καὶ τὰ [17] ἐν ποσὶν ἀεὶ κτώμενος. ἐπεὶ δὲ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, ἔτι μᾶλλον ἢ πρότερον αὐτοῦ ἡ ἀρετὴ [18] ἐπὶ πλεῖστον ἐγνώσθη. αὐτός τε γὰρ πάσῃ ἀρετῇ προὔχων καὶ πλούτου μὲν πολλοῦ ἐξουσίᾳ, δυνάμει δὲ ὑπασπιστῶν τε καὶ δορυφόρων τοὺς πώποτε στρατηγοὺς ὑπεραίρων, φοβερὸς, ὡς τὸ εἰκὸς, ἄρχουσί τε [19] πᾶσι καὶ στρατιώταις ἐγένετο. ἀντιτείνειν τε γὰρ ἐπιτάττοντι, οἶμαι, οὐδεὶς ἐτόλμα, ἐπιτελῆ τε πράσσειν ὅσα ἐπιτάττοι οὐδαμοῦ ἀπηξίουν, τήν τε ἀρετὴν αἰσχυνόμενοι [20] καὶ δεδιότες τὴν δύναμιν. ἑπτακισχιλίους γὰρ ἱππέας ἐκ τῆς οἰκίας παρείχετο· ὧν δὴ ἀπόβλητος μὲν οὐδεὶς ἐγεγόνει, αὐτῶν δὲ ἕκαστος πρῶτός τε ἐν τῇ παρατάξει ἑστάναι καὶ προκαλεῖσθαι τοὺς τῶν πολε[21]μίων ἀρίστους ἠξίουν. Ῥωμαίων δὲ οἱ πρεσβύτεροι, ἡνίκα πρὸς Γότθων πολιορκούμενοι τὰ ποιούμενα ἐν ταῖς τοῦ πολέμου ξυμβολαῖς ἔβλεπον, ἐν θαύματι μεγάλῳ ποιούμενοι ἀνεφθέγγοντο ὡς οἰκία μία τὴν Θευδερίχου [22] δύναμιν καταλύοι. Βελισάριος μὲν οὖν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, ὥσπερ ἐρρήθη, δυνατὸς γεγονὼς τά τε ξυνοίσοντα τοῖς βασιλέως πράγμασιν ἐβουλεύετο καὶ τὰ δεδογμένα ἔπρασσεν ἀεὶ αὐτονόμῳ γνώμῃ.
[23] Οἱ δὲ ἄλλοι ἄρχοντες, ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ οὐδὲν ὅτι μὴ κέρδη οἰκεῖα ἐν νῷ ἔχοντες διαπράσσεσθαι, τούς τε Ῥωμαίους ληΐζεσθαι καὶ τοῖς στρατιώταις ἐνδιδόναι τοὺς κατηκόους ἤδη ἤρξαντο, καὶ οὔτε αὐτοὶ ἐφρόνουν τὰ δέοντα ἔτι οὔτε τοὺς στρατιώτας τῶν παραγγελλομένων ἐπακούοντας [24] εἶχον. διὸ δὴ πολλά τε αὐτοῖς ἡμαρτήθη καὶ τὰ πράγματα διεφθάρη Ῥωμαίοις ξύμπαντα ἐν χρόνῳ ὀλίγῳ. ἅπερ ἐγὼ ὅτῳ δὴ τρόπῳ ἐρῶν ἔρχομαι.
[25] Ἐπειδὴ Βελισάριον ἐκ Ῥαβέννης ἀναστάντα ὁδῷ ἰέναι Ἰλδίβαδος ἐπύθετο, τούς τε βαρβάρους ξυνῆγεν ἀμφ' αὑτὸν ἅπαντας καὶ τῶν Ῥωμαίων στρατιωτῶν [26] ὅσους νεώτερα πράγματα ἤρεσκε. καὶ τῆς μὲν ἀρχῆς ὡς μάλιστα ἐπεμελεῖτο, ἀνασώσασθαι δὲ Γότθων τῷ [27] γένει τὸ Ἰταλιωτῶν κράτος ἐν σπουδῇ ἐποιεῖτο. κατ' ἀρχὰς μὲν οὖν οὐ πλέον ἢ χίλιοι αὐτῷ εἵποντο καὶ πόλιν μίαν Τικινὸν εἶχον, κατὰ βραχὺ δὲ προσεχώρησαν αὐτῷ ἅπαντες ὅσοι ἐν τῇ Λιγουρίᾳ καὶ Βενετίαις [28] ἦσαν. ἦν δὲ Ἀλέξανδρός τις ἐν Βυζαντίῳ τοῖς δημοσίοις ἐφεστὼς λογισμοῖς· λογοθέτην τὴν τιμὴν ταύτην [29] ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι. οὗτος ἀεὶ τοῖς στρατιώταις τὴν εἰς τὸ δημόσιον ἐπεκάλει ζημίαν. τοιούτων δὲ ἀδικημάτων αὐτοὺς ὑπάγων, αὐτὸς μὲν ἔνδοξος ἐξ ἀδόξων ταχὺ γέγονεν, ἐκ πενήτων ἀτεχνῶς πλούσιος, ἀλλὰ καὶ βασιλεῖ χρήματα μεγάλα, εἴπερ τις ἄλλος, ἐπράξατο, τοὺς δὲ στρατιώτας ὀλίγους τε καὶ πτωχοὺς εἶναι καὶ ὀκνηρῶς εἰς τοὺς κινδύνους ἔχειν [30] αἰτιώτατος ἐγένετο ἀνθρώπων ἁπάντων. Βυζάντιοι δὲ αὐτὸν καὶ Ψαλίδιον ἐπίκλησιν ἐκάλουν, ὅτι δὴ αὐτῷ ῥᾴδιον ἦν ἀποτεμνομένῳ κύκλῳ τὸ χρυσοῦν νόμισμα ἔλασσον μὲν αὐτὸ ἐς ὅσον βούλοιτο ἐξεργάζεσθαι, φυλάσσειν δὲ καὶ ὣς τὸ κυκλοτερὲς σχῆμα ἐφ' [31] οὗπερ τὸ πρότερον ἦν. ψαλίδιον γὰρ τοῦτο καλοῦσι τὸ ὄργανον, ὅτῳ τις τὰ τοιαῦτα ἐργάζεται. τοῦτον βασιλεὺς τὸν Ἀλέξανδρον, ἐπειδὴ Βελισάριον μετεπέμψατο, [32] ἐς Ἰταλίαν πέμπει. ὁ δὲ γεγονὼς ἐν Ῥαβέννῃ λογισμοὺς προὔθηκε λόγον οὐκ ἔχοντας. τοὺς μὲν γὰρ Ἰταλιώτας οὔτε τῶν βασιλέως ἁψαμένους χρημάτων οὔτε τι ἄτοπον εἰς τὸ δημόσιον ὑπουργήσαντας ἐπὶ τὰς εὐθύνας ἐκάλει, τὴν ἐς Θευδέριχον καὶ τοὺς ἄλλους Γότθων ἄρχοντας ἀδικίαν ἐπικαλῶν, ἀναγκάζων τε ἀποτιννύναι, εἴ τι ἐκείνους ἐξαπατήσαντες, ὥσπερ [33] αὐτὸς ἔφασκεν, ἐκέρδαινον. τῶν δὲ στρατιωτῶν τά τε τραύματα καὶ τοὺς κινδύνους τῇ τῶν λογισμῶν μικρολογίᾳ παρὰ δόξαν ἠμείβετο. διὸ δὴ οἵ τε Ἰταλιῶται Ἰουστινιανῷ βασιλεῖ δύσνοι ἐγένοντο καὶ τῶν στρατιωτῶν οὐδεὶς ἔτι ἐς κίνδυνον πολέμου καθίστασθαι ἤθελεν, ἀλλ' ἐθελοκακοῦντες ἐπὶ μέγα χωρεῖν [34] ἐποίουν ἀεὶ τοῖς πολεμίοις τὰ πράγματα. οἱ μὲν οὖν ἄλλοι ἄρχοντες διὰ ταῦτα ἡσυχῆ ἔμενον, Βιτάλιος δὲ μόνος (ἔτυχε γὰρ ἐν Βενετίοις ἄλλο τε πλῆθος στρατιᾶς ἔχων καὶ βαρβάρων Ἐρούλων πολύν τινα ὅμιλον) διὰ μάχης ἐλθεῖν Ἰλδιβάδῳ ἐτόλμησε, δείσας, ὅπερ ἐγένετο, μὴ ἐπὶ μέγα δυνάμεως χρόνῳ τῷ ὑστέρῳ αὐτὸν ἥκοντα [35] οὐκέτι ἀναστέλλειν οἷοί τε ὦσι. μάχης δὲ καρτερᾶς ἀμφὶ πόλιν Ταρβήσιον γενομένης Βιτάλιος παρὰ πολὺ ἡσσηθεὶς ἔφυγεν, ὀλίγους μέν τινας σώσας, τοὺς δὲ πολλοὺς αὐτοῦ ἀπολέσας. ἐν ταύτῃ τῇ μάχῃ Ἔρουλοί τε πολλοὶ πίπτουσι καὶ Οὐίσανδος ὁ τῶν Ἐρούλων [36] ἀρχηγὸς θνήσκει. Θευδιμοῦνδος δὲ ὁ Μαυρικίου τοῦ Μούνδου υἱὸς, μειράκιον ὢν ἔτι, ἐς κίνδυνον μὲν θανάτου ἦλθεν, ὅμως δὲ ξὺν Βιταλίῳ διέφυγεν. Ἰλδιβάδου τε ὄνομα ἐκ τοῦ ἔργου τούτου παρά τε βασιλέα ἦλθε καὶ πάντας ἀνθρώπους.
[37] Ὕστερον δὲ Οὐραΐαν Ἰλδιβάδῳ προσκεκρουκέναι ξυνέπεσεν ἀπ' αἰτίας τοιᾶσδε. ἦν τῷ Οὐραΐᾳ γυνὴ πλούτῳ τε καὶ σώματος κάλλει τὰ πρωτεῖα φερομένη [38] ἐν τούτοις δὴ τοῖς βαρβάροις πασῶν μάλιστα. αὕτη ἐς τὸ βαλανεῖον κατῆλθέ ποτε, κόσμου τε περιβεβλημένη πολύ τι χρῆμα καὶ θεραπείαν ἐπαγομένη λόγου [39] πολλοῦ ἀξίαν. τήν τε Ἰλδιβάδου γυναῖκα ἐν ἱματίοις λιτοῖς ἐνταῦθα ἰδοῦσα, οὔτε ὡς ξυνοικοῦσαν βασιλεῖ προσεκύνησεν, ἀλλὰ καὶ ἄλλως ὑπεριδοῦσα ἐς αὐτὴν ὕβρισεν. ἔτι γὰρ Ἰλδίβαδος πενίᾳ ξυνῆν ὡς ἥκιστα [40] βασιλικοῖς ἐντυχὼν χρήμασι. περιαλγὴς δὲ γενομένη τῆς ὕβρεως τῇ ἀτοπίᾳ τοῦ Ἰλδιβάδου γυνὴ, παρά τε τὸν ἄνδρα δεδακρυμένη ἦλθε καί οἱ ἀμῦναι τὰ ἀνήκεστα πρὸς τῆς Οὐραΐου γυναικὸς παθούσῃ ἠξίου.
[41] διὸ δὴ τὰ μὲν πρῶτα Ἰλδίβαδος Οὐραΐαν ἐς τοὺς βαρβάρους διέβαλεν, ὡς δὴ ἐς τοὺς πολεμίους αὐτομολεῖν μέλλοι, ὀλίγῳ δὲ ὕστερον δόλῳ ἔκτεινε καὶ ἀπ' [42] αὐτοῦ ἐς τὸ Γότθων ἔχθος ἐνέπεσε. βουλομένοις γὰρ αὐτοῖς ὡς ἥκιστα ἦν οὕτως ἀνεπισκέπτως Οὐραΐαν ἐξ ἀνθρώπων ἀφανισθῆναι. πολλοί τε ἤδη ἐν σφίσιν αὐτοῖς ξυνιστάμενοι Ἰλδιβάδῳ ἅτε ἀνόσια εἰργασμένῳ ἐλοιδοροῦντο. τίσασθαι μέντοι τούτου δὴ τοῦ φόνου [43] αὐτὸν οὐδεὶς ἤθελεν. ἦν δέ τις ἐν αὐτοῖς Οὐέλας, Γήπαις μὲν γένος, ἐς δὲ τὸ τῶν βασιλέως δορυφόρων [44] ἀξίωμα ἥκων. οὗτος ἀνὴρ, μνησθεὶς γυναικὸς εὐπρεποῦς τὴν ὄψιν, ἐξαίσιόν τινα ἔρωτα ἤρα, ἐσταλμένου δὲ αὐτοῦ ἐπὶ τοὺς πολεμίους, ἐφ' ᾧ τινα ποιοίη ξὺν ἑτέροις τισὶν ἐπ' αὐτοὺς ἔφοδον, τὴν μνηστὴν ἑτέρῳ τῶν βαρβάρων τινὶ Ἰλδίβαδος, εἴτε ἀγνοίᾳ εἴτε τῳ [45] ἄλλῳ ἠγμένος, ξυνῴκισεν. ὡς δὲ ταῦτα ἐκ τοῦ στρατοπέδου ἐπανήκων Οὐέλας ἤκουσε, θυμοειδὴς ὢν φύσει, τὴν ἐκ τοῦ ἔργου ὕβριν οὐκ ἤνεγκεν, ἀλλὰ αὐτίκα κτεῖναι Ἰλδίβαδον ἔγνω, χαριεῖσθαι Γότθοις ἅπασι [46] ταύτῃ οἰόμενος. καί ποτε αὐτὸν Γότθων τοὺς ἀρίστους [47] ἑστιῶντα τηρήσας τῇ ἐπιβουλῇ ἐπεχείρησεν. ἀριστῶντα γὰρ τὸν βασιλέα πολλούς τε ἄλλους καὶ τοὺς δορυφόρους περιίστασθαι νόμος. ὁ μὲν οὖν τὴν χεῖρα ἐπιβαλὼν ἐς τὰ βρώματα ἐπὶ τῆς στιβάδος πρηνὴς ἔκειτο, Οὐέλας δὲ αὐτοῦ ἄφνω τῷ ξίφει τὸν τράχηλον [48] παίει. ὥστε, τῶν βρωμάτων ἔτι ἐχομένων ἐν τοῖς τοῦ ἀνθρώπου δακτύλοις, ἡ κεφαλὴ εἰς τὴν τράπεζαν καταρραγεῖσα ἐξέπληξέ τε καὶ ἐς θάμβος τι μέγα τοὺς [49] παρόντας ἤνεγκεν ἅπαντας. αὕτη μὲν τίσις Ἰλδίβαδον περιῆλθε τοῦ Οὐραΐα φόνου. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἕκτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
[2]
[1] Ἐράριχος δὲ ἦν τις ἐν τῷ Γότθων στρατῷ Ῥογὸς μὲν γένος, δύναμιν δὲ περιβεβλημένος ἐν τούτοις δὴ τοῖς βαρβάροις μεγάλην. οἱ δὲ Ῥογοὶ οὗτοι ἔθνος [2] μέν εἰσι Γοτθικὸν, αὐτόνομοί τε τὸ παλαιὸν ἐβίουν. Θευδερίχου δὲ αὐτοὺς τὸ κατ' ἀρχὰς ἑταιρισαμένου σὺν ἄλλοις τισὶν ἔθνεσιν, ἔς τε τὸ Γότθων ἀποκέκριντο γένος καὶ ξὺν αὐτοῖς ἐς τοὺς πολεμίους ἅπαντα ἔπρασσον.
[3] γυναιξὶ μέντοι ὡς ἥκιστα ἐπιμιγνύμενοι ἀλλοτρίαις, ἀκραιφνέσι παίδων διαδοχαῖς τὸ τοῦ ἔθνους ὄνομα ἐν [4] σφίσιν αὐτοῖς διεσώσαντο. τοῦτον Ἐράριχον, ἐπεὶ ἐς ταραχὴν ἐπὶ τῷ Ἰλδιβάδου φόνῳ καθεστήκει τὰ πράγματα, βασιλέα ἐκ τοῦ αἰφνιδίου οἱ Ῥογοὶ ἀνεῖπον.
[5] ὅπερ τοῖς Γότθοις οὐδαμῶς ἤρεσκεν, ἀλλὰ καὶ εἰς πολλὴν οἱ πλεῖστοι ἀθυμίαν κατέστησαν ἅτε τῶν ἐλπίδων σφίσι διεφθαρμένων, ἅσπερ ἐπὶ Ἰλδιβάδῳ τὰ πρότερα ἔσχον, ὃς δὴ τήν τε ἀρχὴν καὶ τὸ Ἰταλίας [6] κράτος Γότθοις ἀνασώσασθαι ἱκανὸς ἦν. Ἐράριχος μέντοι οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔδρασε· μῆνας γὰρ [7] πέντε ἐπιβιοὺς ἐτελεύτησε τρόπῳ τοιῷδε. Τουτίλας ἦν τις, Ἰλδιβάδου ἀνεψιὸς, ἐπὶ πλεῖστον ξυνέσεως ἥκων καὶ τὸ δραστήριον ὡς μάλιστα ἔχων καὶ λόγου ἐν Γότθοις πολλοῦ ἄξιος. οὗτος ὁ Τουτίλας Γότθων μὲν τηνικαῦτα τῶν ἐν Ταρβησίῳ ἄρχων ἐτύγχανεν.
[8] ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀφανισθῆναι Ἰλδίβαδον οὕτως, ὥσπερ ἐρρήθη, ἐπύθετο, πέμψας πρὸς Κωνσταντιανὸν ἐς Ῥάβενναν, τὰ πιστά οἱ δοθῆναι ὑπὲρ τῆς σωτηρίας ἐδεῖτο, ἐφ' ᾧ αὑτόν τε καὶ Γότθους, ὧν ἦρχε, ξὺν [9] Ταρβησίῳ παραδώσει Ῥωμαίοις. ἅπερ Κωνσταντιανὸς ἀσμένως ἀκούσας ὤμοσεν ἅπαντα καθάπερ ὁ Τουτίλας ᾔτησε, τακτή τε ἡμέρα ἐς τὸ ἔργον ἀμφοτέροις ξυνέκειτο, ἐν ᾗ ἔμελλε Τουτίλας τε καὶ Γότθοι οἱ ἐν Ταρβησίῳ φρουρὰν ἔχοντες δέξασθαι τῇ πόλει τινὰς τῶν Κωνσταντιανῷ ἐπιτηδείων καὶ σφᾶς γε αὐτοὺς ξὺν αὐτῇ ἐγχειρίσαι.
[10] Ἤδη δὲ Γότθοι τῇ Ἐραρίχου ἀρχῇ ἤχθοντο, οὐκ ἀξιόχρεων τὸν ἄνδρα ὁρῶντες τὸν πόλεμον πρὸς Ῥωμαίους διενεγκεῖν, καὶ αὐτὸν ἐκ τοῦ ἐμφανοῦς οἱ πλεῖστοι ἐκάκιζον ἅτε μεγάλων ἔργων ἐμπόδιον γεγονότα σφίσιν, ὅτι δὴ ἐκποδὼν Ἰλδίβαδον πεποίηται.
[11] τέλος δὲ ξυμφρονήσαντες πέμπουσι παρὰ Τουτίλαν ἐς Ταρβήσιον, ἐπὶ τὴν ἀρχὴν παρακαλοῦντες. πολὺν γὰρ ἤδη πόθον τῆς Ἰλδιβάδου ἀρχῆς ἐν αὐτοῖς ἔχοντες τὴν ἐλπίδα τῆς νίκης ἐπὶ Τουτίλαν τὸν ἐκείνου ξυγγενῆ ἔτρεπον, εὐέλπιδες ἐπὶ τῷ ἀνθρώπῳ γενόμενοι τῷ βούλεσθαι [12] ταὐτά. ὁ δὲ τοῖς παρ' αὐτὸν ἥκουσιν ἄντικρυς τὴν ἐς Ῥωμαίους ὁμολογίαν ἀποκαλύψας ἔφασκεν ὡς, ἢν Γότθοι Ἐράριχον τῆς κυρίας ἐντὸς κτείνουσιν, ἕψεταί τε αὐτοῖς καὶ πάντα ἐπιτελῆ ποιήσει ᾗ αὐτοὶ [13] βούλοιντο. ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπιβουλῇ ἐς τὴν Ἐραρίχου καταστροφὴν εἴχοντο. ταῦτα μὲν [14] ἐν τῷ Γότθων στρατοπέδῳ ἐγίνοντο. ἐν τούτῳ δὲ ὁ Ῥωμαίων στρατὸς ἐν τῷ ἀσφαλεῖ τῆς τῶν πολεμίων ἀπολαύοντες ἀσχολίας οὔτε ξυνίσταντο οὔτε τι δρᾶν [15] ἐς τοὺς βαρβάρους διενοοῦντο. Ἐράριχος δὲ Γότθους ἅπαντας συγκαλέσας πρέσβεις ἀνέπεισε πρὸς Ἰουστινιανὸν βασιλέα πέμψαι, δεησομένους ἐφ' ᾧ εἰρήνην πρὸς αὐτοὺς θήσεται, ἐφ' οἷσπερ Οὐιττίγιδι τὰ πρότερα σπένδεσθαι ἤθελεν· ὥστε τὰ ἐκτὸς Πάδου ποταμοῦ Γότθους ἔχοντας ἀπαλλάσσεσθαι Ἰταλίας τῆς ἄλλης.
[16] καὶ ἐπεὶ Γότθοι ταῦτα ἐπῄνεσαν, ἀπολέξας τινὰς τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, πρέσβεις ἔπεμψεν ἄλλους [17] τε καὶ Καβαλλάριον ὄνομα. οἱ δὲ πρὸς βασιλέα ταῦτα δῆθεν τῷ λόγῳ πράξειν ἔμελλον ἅπερ μοι ἔμπροσθεν εἴρηται, λάθρα δὲ αὐτοῖς ἄλλο μηδὲν πρὸς βασιλέα πράσσειν ἐπέστελλε, πλήν γε δὴ ὅπως χρήματά τε αὐτὸς πολλὰ λήψεται καὶ ἐς πατρικίους ἀνάγραπτος εἴη ἐφ' ᾧ Ἰταλίαν παραδοὺς ξύμπασαν τὸ τῆς ἀρχῆς [18] κατάθοιτο σχῆμα. οἱ μὲν οὖν πρέσβεις ἐπειδὴ ἐν Βυζαντίῳ ἐγένοντο, κατὰ ταῦτα ἔπρασσον. ἐν τούτῳ Γότθοι Ἐράριχον κτείνουσι δόλῳ. τελευτήσαντος δὲ αὐτοῦ παρέλαβε κατὰ τὰ ξυγκείμενα σφίσι τὴν ἀρχὴν Τουτίλας.
[3]
[1] Ἐπεὶ δὲ Ἰουστινιανὸς βασιλεὺς ἔμαθε τά τε ἀμφὶ Ἐραρίχῳ ξυνενεχθέντα καὶ ὅτι Γότθοι Τουτίλαν σφίσιν ἐς τὴν ἀρχὴν κατεστήσαντο, κακίζων τε καὶ ἐρεσχελῶν τοὺς ἐνταῦθα τοῦ στρατοῦ ἄρχοντας οὐκέτι [2] ἀνίει. διὸ δὴ φυλακτήρια καταστησάμενοι ἐν πόλει ἑκάστῃ Ἰωάννης τε ὁ Βιταλιανοῦ ἀδελφιδοῦς καὶ Βέσσας καὶ Βιτάλιος καὶ οἱ ἄλλοι ξύμπαντες ἐς Ῥάβενναν ξυνελέγοντο, οὗ δὴ Κωνσταντιανὸς καὶ Ἀλέξανδρος, οὗ πρόσθεν ἐμνήσθην, διατριβὴν εἶχον.
[3] ἐπειδή τε ἅπαντες ξυνελέγησαν, ἔδοξε σφίσιν ἄμεινον εἶναι πρῶτον ἐπὶ Βερώνην, ἣ ἐν Βενετίαις ἐστὶ, στρατεύεσθαι, καὶ ἐπειδὰν αὐτήν τε καὶ Γότθους τοὺς ἐνταῦθα ἐξέλωσιν, οὕτω δὴ ἐπί τε Τουτίλαν καὶ Τικινοὺς [4] ἰέναι. οὗτος μὲν οὖν ὁ Ῥωμαίων στρατὸς εἰς δισχιλίους τε καὶ μυρίους ξυνείλεκτο, ἄρχοντες δὲ αὐτῶν ἕνδεκα ἦσαν, ὧν οἱ πρῶτοι ἐτύγχανον Κωνσταντιανός τε καὶ Ἀλέξανδρος, οἳ καὶ εὐθὺ πόλεως [5] Βερώνης ἐχώρουν. γενόμενοι δὲ αὐτῆς ἄγχιστα, ὅσον ἀπὸ σταδίων ἑξήκοντα, ἐστρατοπεδεύσαντο ἐν τῷ ταύτῃ πεδίῳ. τούτου γὰρ πανταχόσε τοῦ χωρίου πεδία ἱππήλατά ἐστι, διήκοντα ἐς Μάντουαν πόλιν, ἥπερ διέχει πόλεως Βερώνης ἡμέρας ὁδῷ. ἦν δέ τις ἐν Βενέτοις [6] ἀνὴρ λόγιμος, Μαρκιανὸς ὄνομα, ὅσπερ ἐν φρουρίῳ μὲν κατῴκητο πόλεως Βερώνης οὐ πολλῷ ἄποθεν, εὐνοϊκῶς δὲ βασιλεῖ ἐς τὰ μάλιστα ἔχων τὴν πόλιν παραδοῦναι τῷ Ῥωμαίων στρατῷ ἐν σπουδῇ ἐποιεῖτο.
[7] καὶ, ἦν γάρ οἱ τῶν τις φυλάκων ἐκ παιδὸς γνώριμος, πέμψας παρ' αὐτὸν τῶν οἱ ἐπιτηδείων τινὰς χρήμασιν ἀναπείθει τὸν ἄνθρωπον τῇ πόλει τὸ βασιλέως στράτευμα [8] δέξασθαι. καὶ ἐπεὶ ταῦτα ὡμολόγει ὁ τῶν πυλῶν φύλαξ, πέμπει τοὺς πρὸς αὐτὸν πράξαντας ὁ Μαρκιανὸς παρὰ τοὺς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας, ἐφ' ᾧ τά τε ξυγκείμενα ἐσαγγείλωσι καὶ ξὺν αὐτοῖς [9] ἐς τὴν πόλιν εἰσβάλλωσι νύκτωρ. ἔδοξε δὲ τοῖς ἄρχουσι ξύμφορον εἶναι προτερῆσαι μὲν αὐτῶν ἕνα ξὺν ὀλίγοις τισίν· ἢν δέ γε ὁ φύλαξ αὐτοῖς ἀνακλίνῃ τὰς πύλας, ἔχεσθαί τε αὐτῶν καὶ τῇ πόλει ξὺν τῷ ἀσφαλεῖ τὸν [10] στρατὸν δέξασθαι. τῶν μὲν οὖν ἄλλων ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, Ἀρταβάζης δὲ μόνος Ἀρμένιος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, [11] ἐς τὴν πρᾶξιν οὔτι ἀκουσίως καθῆκεν αὑτόν. οὗτος ὁ ἀνὴρ Περσῶν μὲν ἡγεῖτο, οὓς Βελισάριος ἐς Βυζάντιον ἐκ τῆς Περσῶν γῆς σὺν τῷ Βλησχάμῃ ὀλίγῳ ἔμπροσθεν ἐτύγχανε πέμψας, τὸ Σισαυράνων ἐξελὼν [12] φρούριον. τότε δὲ ἄνδρας ἑκατὸν ἐκ τοῦ παντὸς στρατοπέδου ἀπολεξάμενος ἀωρὶ τῶν νυκτῶν ἄγχιστα [13] τοῦ περιβόλου ἐγένετο. καὶ ἐπεὶ ὁ φύλαξ ᾗπερ ξυνέκειτο ἀνεπέτασε σφίσι τὰς πύλας, οἱ μέν τινες ἐνταῦθα ἑστῶτες τὸ στράτευμα μετεπέμποντο, οἱ δὲ ἀναβάντες ἐπὶ τὸ τεῖχος τοὺς ταύτῃ φυλάσσοντας ἔκτειναν ἀπροσδόκητοι [14] ἐπιπεσόντες. ἐπεὶ δὲ Γότθοι ἅπαντες ᾔσθοντο τοῦ κακοῦ, διὰ πυλῶν ἑτέρων φεύγοντες ᾤχοντο. πέτρα δέ τις ἐς ἄγαν ὑψηλὴ πρὸ τοῦ περιβόλου ἀνέχει, ὅθεν ἅπαντα κατανοεῖν πάρεστι τὰ ἐν Βερώνῃ πρασσόμενα καὶ ἀπαριθμεῖσθαι τοὺς ταύτῃ ἀνθρώπους, καὶ μὴν [15] καὶ τοῦ πεδίου ἐπὶ πλεῖστον ὁρᾶν. ἐνταῦθα οἱ Γότθοι καταφυγόντες τὴν νύκτα ὅλην ἡσύχαζον. ὁ δὲ Ῥωμαίων στρατὸς ἀπὸ σταδίων τεσσαράκοντα τῆς πόλεως ἥκων οὐκέτι ἐπίπροσθεν ᾔει, τῶν ἐν τῇ πόλει χρημάτων [16] ἀλλήλοις ἀμφισβητούντων τῶν στρατηγῶν. ἔτι τε αὐτῶν ἀμφὶ ταύτῃ διαμαχομένων τῇ λείᾳ ἡμέρα τε ἤδη διαφανῶς γέγονε καὶ οἱ Γότθοι ἀπὸ τῆς ἄκρας ἐς τὸ ἀκριβὲς κατανενοηκότες τῶν τε ἀνὰ τὴν πόλιν πολεμίων καὶ ὅσον Βερώνης τὸ ἄλλο στράτευμα διέχον εἱστήκει, δρόμῳ ἐπὶ τὴν πόλιν ἐχώρουν δι' αὐτῶν τῶν πυλῶν ὅθεν ἀπαλλαγέντες πρότερον ἔτυχον. οὐδὲ γὰρ [17] αὐτῶν οἱ ἐσεληλυθότες ἔχεσθαι ἴσχυσαν. Ῥωμαῖοι μὲν οὖν ξυμφρονήσαντες τοῦ περιβόλου ἀμφὶ τὰς ἐπάλξεις κατέφυγον, τῶν δὲ βαρβάρων αὐτοῖς πλήθει πολλῷ ἐς χεῖρας ἰόντων οἵ τε ἄλλοι καὶ Ἀρταβάζης πάντων μάλιστα ἔργα θαυμαστὰ ἐνδεικνύμενοι καρτερώτατα [18] τοὺς ἐπιόντας ἠμύνοντο. καὶ τότε δὴ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ ὑπὲρ τῶν ἐν Βερώνῃ χρημάτων πρὸς ἀλλήλους διοικησάμενοι παντὶ τῷ ἄλλῳ [19] στρατῷ ἐπὶ τὴν πόλιν χωρεῖν ἔγνωσαν. ἀποκεκλεισμένας δὲ σφίσι τὰς πύλας εὑρόντες ἰσχυρότατά τε τοὺς πολεμίους ἀμυνομένους ὀπίσω κατὰ τάχος ἀπήλαυνον, καίπερ μαχομένους ἐντὸς τοῦ περιβόλου τοὺς ἑτέρους θεώμενοι καὶ δεομένους μὴ σφᾶς ἀπολιπεῖν, ἀλλ' αὐτοῦ μένειν, ἕως ἂν καταφυγόντες ἐς αὐτοὺς σώζοιντο.
[20] διὸ δὴ οἱ ἀμφὶ τὸν Ἀρταβάζην τῷ τε πλήθει βιαζόμενοι τῶν πολεμίων καὶ ἀπογνόντες τὴν ἀπὸ τῶν οἰκείων ἐπικουρίαν, ἀπὸ τοῦ τείχους ἔξω ἥλαντο ἅπαντες.
[21] οἷς μὲν οὖν καταπεσεῖν ἐφ' ὁμαλοῦ χωρίου ξυνέβη, οὗτοι δὴ ἀθῷοι ἐς τὸ Ῥωμαίων στρατόπεδον ἐκομίσθησαν, ἐν οἷς καὶ Ἀρταβάζης ἦν, ὅσοι μέντοι ἐς δυσχωρίας [22] κατέπεσον, αὐτοῦ ἅπαντες διεφθάρησαν. ἐπεί τε Ἀρταβάζης ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθε, πολλά τε ὀνειδίσας καὶ λοιδορησάμενος ἅπασι ξὺν αὐτοῖς ᾔει, τόν τε Ἠριδανὸν διαβάντες ἐν Φαβεντίᾳ πόλει ἐγένοντο, ἣ χώρας μὲν τῆς Αἰμιλίας ἐστὶ, σταδίους δὲ εἴκοσι καὶ ἑκατὸν Ῥαβέννης διέχει.
[4]
[1] Τουτίλας δὲ τὰ ἐν Βερώνῃ ξυμπεσόντα μαθὼν Γότθων τε τῶν ἐκ Βερώνης πολλοὺς μετεπέμπετο, καὶ ἐπεὶ παρῆσαν, παντὶ τῷ στρατῷ, ἐς πεντακισχιλίους ὄντι, ἐπὶ τοὺς ἐναντίους ᾔει. ὃ δὴ μαθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ παρόντα σφίσιν ἐν βουλῇ [2] ἐποιοῦντο. καὶ παρελθὼν Ἀρταβάζης ἔλεξε τοιάδε Μηδεὶς ὑμῶν, ἄνδρες ἄρχοντες, ὑπερφρονεῖν τῶν πολεμίων ἅτε ἡμῶν τῷ πλήθει ἐλασσουμένων τανῦν ἀξιούτω, μηδὲ, ὅτι πρὸς τοὺς Βελισαρίῳ δεδουλωμένους ἀγωνίζεται, λογισμῷ ἀναπεπτωκότι ἐπ' αὐτοὺς [3] ἴτω. πολλοὶ γὰρ δόξῃ οὐκ ἀληθεῖ ἐξηπατημένοι σφᾶς αὐτοὺς ἔσφηλαν, καὶ καταφρόνημά τισιν οὐκ ἐν δέοντι γινόμενον τὴν ὑπάρχουσαν αὐτοῖς καταλῦσαι δύναμιν ἴσχυσεν, ἐπεὶ καὶ ἄλλως ἡ προλαβοῦσα κακοπραγία [4] τούσδε τοὺς ἄνδρας ἐς εὐτυχίαν παρακαλεῖ. τύχη γὰρ εἰς ἀπόγνωσιν ἀγαθῶν ἐλπίδων ‹ἐλθοῦσα› ἐς [5] εὐτολμίας ὑπερβολὴν περιίσταται. καὶ ταῦτα οὐχ ὑποψίᾳ τανῦν ἠγμένος ἐν ὑμῖν εἴρηκα, ἀλλ' οἷς διακινδυνεύσας πρὸς αὐτοὺς ἔναγχος ἐκμεμάθηκα τὴν [6] τῶν ἀνδρῶν τόλμαν. καί με νομιζέτω μηδεὶς ξὺν ὀλίγοις τισὶν ἡσσηθέντα τῶν πολεμίων θαυμάσαι τὴν δύναμιν, ἐπεὶ ἀνδρῶν ἀρετὴ καὶ πλήθει ὑπεραιρόντων καὶ τούτῳ ἐλασσουμένων τοῖς γε πρὸς αὐτοὺς διαμαχησομένοις [7] ἔνδηλος γίνεται. οἶμαι τοίνυν ἡμῖν μᾶλλον ξυνοίσειν τοῦ ποταμοῦ τηρήσασι τὴν διάβασιν τοῖς βαρβάροις, ἐπειδὰν ἐς ἥμισυ διαβαίνοιεν, ἐς [8] χεῖρας ἰέναι ἢ πᾶσιν ἀθρόοις ἤδη γεγενημένοις. μηδενί τε ἄδοξος εἶναι ἡ τοιαύτη δεδόχθω νίκη. δόξαν τε γὰρ καὶ ἀδοξίαν ἡ τῶν πραγμάτων ἀπόβασις ὀνομάζειν φιλεῖ, καὶ τοὺς νενικηκότας εἰώθασιν ἐπαινεῖν ἄνθρωποι, οὐ διερευνώμενοι τῆς νίκης τὸν τρόπον.
[9] Ἀρταβάζης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄρχοντες τῷ διαμαχομένῳ τῆς γνώμης τῶν δεόντων οὐδὲν ἔπρασσον, ἀλλ' αὐτοῦ μένοντες τὸν καιρὸν ἔτριβον.
[10] Ἤδη δὲ ὁ τῶν Γότθων στρατὸς ἄγχιστα ἐγεγόνει, καὶ ἐπεὶ διαβαίνειν τὸν ποταμὸν ἔμελλον, ξυγκαλέσας Τουτίλας ἅπαντας τοιαῦτα παρεκελεύσατο Αἱ μὲν ἄλλαι ξύμπασαι μάχαι, ὦ ἄνδρες ξυγγενεῖς, ὁμοίαν τινὰ μάχην ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπαγγελλόμεναι τοῖς στρατοπέδοις ἐς τὴν ἀγωνίαν ὁρμῶσιν, ἡμεῖς δὲ τοῖς πολεμίοις οὐκ ἐξ ἀντιπάλου τῆς τύχης, ἀλλὰ πολλῷ τῷ διαλλάσσοντι χρώμενοι ἐς τὸν ἀγῶνα καθιστάμεθα [11] τόνδε. οἱ μὲν γὰρ ἡσσηθέντες, ἂν οὕτω τύχοι, οὐκ ἐς μακρὰν ἀναμάχεσθαι πρὸς ἡμᾶς ἕξουσιν. ἔν τε γὰρ τοῖς ὀχυρώμασιν Ἰταλίας ἁπάσης πλῆθος αὐτοῖς στρατιωτῶν ἀπολέλειπται καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου αὐτίκα δὴ μάλα ἐπιβοηθήσειν οὐδὲν ἀπεικός. ἡμῶν δὲ ταὐτὸ τοῦτο παθόντων τὸ Γότθων [12] ὄνομα μετὰ τῆς ἐλπίδος ἀπολωλέναι λελείψεται. ἐκ μυριάδων γὰρ εἴκοσιν ἐς πεντακισχιλίους ἡμᾶς ἀποκεκρίσθαι ξυμβέβηκε. τοσαῦτα ὑπειπὼν κἀκεῖνο ὑμᾶς ὑπομνῆσαι οὐκ ἄπο τρόπου οἴομαι εἶναι, ὡς ἡνίκα μὲν ξὺν Ἰλδιβάδῳ ὅπλα ἀνταίρειν βασιλεῖ ἔγνωτε, τὸ μὲν πλῆθος ὑμῖν οὐ πλέον ἢ ἐς χιλίους ξυμβιοῦν ἔτυχεν, ἡ δὲ χώρα περιίστατο ξύμπασα ἐς Τικινὸν [13] πόλιν. ἐπεὶ δὲ τῇ ξυμβολῇ γεγόνατε κρείσσους, ἐπίπροσθεν ἡμῖν τά τε τῆς στρατιᾶς καὶ τῆς χώρας κεχώρηκεν. ὥστε ἢν καὶ νῦν ἀνδραγαθίζεσθαι ᾖ βουλομένοις ὑμῖν, προϊόντος, ὡς τὸ εἰκὸς, τοῦ πολέμου [14] πάμπαν κρατήσειν τῶν ἐναντίων ἐλπίδα ἔχω. τοῖς γὰρ νενικηκόσιν ἀεὶ τὸ πλείοσί τε καὶ δυνατωτέροις γεγονέναι ξυμβαίνει. προθυμείσθω τοίνυν ὑμῶν ἕκαστος παντὶ σθένει τοῖς πολεμίοις ὁμόσε χωρεῖν τὴν μάχην ἐξεπιστάμενος τὴν νῦν οὐκ εὐδοκιμηκόσιν ἡμῖν [15] ἀναμάχεσθαι πρὸς τοὺς ἐναντίους ἀμήχανον. ἄξιον δὲ ἡμᾶς μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, τῇ τῶν ἀνδρῶν ἀδικίᾳ θαρροῦντας.
[16] οὕτω γὰρ αὐτοῖς τὰ ἐς τοὺς κατηκόους βεβίωται ὥστε Ἰταλιώταις τανῦν τῆς τετολμημένης οὐ δέον αὐτοῖς ἐς Γότθους προδοσίας κολάσεως οὐδεμιᾶς ἑτέρας προσδεῖ· οὕτω ξυλλήβδην εἰπεῖν ξύμπαντα αὐτοῖς τὰ [17] κακὰ πρὸς τῶν ὑποδεχθέντων γενέσθαι ξυνέβη. τί δ' ἂν πολεμίων εὐαλωτότερον γένοιτο οἷς γε τὰ ἐκ θεοῦ δῆτα πεπραγμένα οὐχ ὑγιῶς ἔχει; καὶ μὴν καὶ τῷ ἐξ ἡμῶν ἐς αὐτοὺς δέει ‹εὐ›έλπιδας ἂν ἡμᾶς ἐς [18] τὸν ἀγῶνα γίνεσθαι πρέποι. οὐ γὰρ ἐπ' ἄλλους τινὰς ἀνθρώπων χωροῦμεν ἢ ὅσοι ἔναγχος ἐν μέσῃ Βερώνῃ γενόμενοι μεθέντες τε οὐδενὶ λόγῳ, καίπερ διώκοντος τῶν πάντων αὐτοὺς οὐδενὸς, οὕτω δὴ αἰσχρῶς ἐς φυγὴν ὥρμηντο.
[19] Τοσαῦτα ὁ Τουτίλας παρακελευσάμενος τῶν οἱ ἑπομένων τριακοσίους ἐκέλευεν, ὅσον ἀπὸ σταδίων εἴκοσι τὸν ποταμὸν διαβαίνοντας, κατόπισθεν τοῦ τῶν πολεμίων στρατοπέδου γενέσθαι, καὶ ἐπειδὰν ἡ μάχη ἐν χερσὶ γένηται, κατὰ νώτου αὐτῶν ἰόντας βάλλειν τε καὶ ἐνοχλεῖν δυνάμει τῇ πάσῃ, ὅπως ἐκεῖνοι ξυνταραχθέντες [20] οὐδεμιᾶς ἀλκῆς μνήσονται. αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ αὐτίκα τὸν ποταμὸν διαβὰς εὐθὺ τῶν ἐναντίων [21] ἐχώρει· οἱ δὲ Ῥωμαῖοι εὐθὺς ὑπηντίαζον. ἐπειδή τε ἀμφότεροι ὁδῷ ἰόντες ἐγγυτέρω ἀλλήλων ἐγένοντο, Γότθος ἀνὴρ, Οὐάλαρις ὄνομα, μέγας τε τὸ σῶμα καὶ τὸ εἶδος φοβερὸς ἄγαν, ἔτι μέντοι δραστήριός τε καὶ ἀγαθὸς τὰ πολέμια, τὸν ἵππον ἐξελάσας πρὸ τοῦ ἄλλου στρατοῦ ἐν μεταιχμίῳ ἔστη, τεθωρακισμένος τε καὶ κράνος ἐν τῇ κεφαλῇ ἔχων, καὶ Ῥωμαίους ἅπαντας [22] προὐκαλεῖτο, εἴ τίς οἱ βούλοιτο ἐς χεῖρας ἰέναι. οἱ μὲν οὖν ἄλλοι κατωρρωδηκότες ἡσυχῆ ἔμενον, Ἀρταβάζης [23] δὲ αὐτῷ ἐς ἀγῶνα κατέστη μόνος. ἄμφω τοίνυν τὼ ἵππω κατ' ἀλλήλοιν ἐλάσαντε, ἐπειδὴ ἄγχιστα ἵκοντο, τὰ δόρατα ὤθουν, Ἀρταβάζης δὲ προτερήσας ἔφθασε [24] τὸν Οὐάλαριν ἐς πλευρὰν τὴν δεξιὰν παίσας. ὁ δὲ βάρβαρος καιρίαν τυπεὶς ὕπτιος ἐς τὴν γῆν πεσεῖν ἔμελλεν, ἀλλά οἱ τὸ δόρυ ἐξόπισθεν ἐπὶ τὸ ἔδαφος ἐπὶ πέτρας τινὸς ἐρεισθὲν πεσεῖν αὐτὸν οὐδαμῆ εἴα.
[25] ὁ δὲ Ἀρταβάζης ἐνέκειτο ἔτι μᾶλλον τὸ δόρυ ἐς τὰ τοῦ ἀνδρὸς ὠθῶν ἔγκατα. οὔπω γὰρ αὐτὸν ἤδη ἁλῶναι [26] καιρίᾳ πληγῇ ὑπετόπαζεν. οὕτω τε ξυνέβη Οὐαλάριδος τὸ τοῦ δόρατος ἄκρον σιδήριον σχεδόν τι ὀρθὸν γεγενημένον τοῦ Ἀρταβάζου θώρακος ἅπτεσθαι, κατὰ βραχύ τε προϊὸν διελθεῖν μὲν τὸν θώρακα ὅλον, ὀλισθῆσαν δὲ τοῦ δέρματος ἀμφὶ τὸν Ἀρταβάζου [27] αὐχένα ψαῦσαι. τύχῃ τέ τινι ἀρτηρίαν ἐνταῦθά πη οὖσαν ἐπίπροσθεν ἰὼν ὁ σίδηρος τέμνει, καὶ ῥύσις [28] αὐτίκα πολλοῦ αἵματος ἦν. αἴσθησις δὲ ὀδύνης οὐδεμία τῷ ἀνθρώπῳ ἐγίνετο, ἀλλ' αὐτὸς μὲν ἐς τὸ Ῥωμαίων στράτευμα τὸν ἵππον ἀπήλαυνεν, Οὐάλαρις δὲ [29] νεκρὸς αὐτοῦ ἔπεσε. καὶ Ἀρταβάζης δὲ, τοῦ αἵματος οὐκέτι λωφήσαντος, τρίτῃ ὕστερον ἡμέρᾳ ἐξ ἀνθρώπων ἠφάνιστο, Ῥωμαίοις τε κατέσεισε τὴν πᾶσαν ἐλπίδα, ἐπεὶ καὶ τότε ἀπόμαχος ἐν τῇ ξυμβολῇ ταύτῃ γενόμενος οὐκ ἐπὶ μικροῖς τὰ πράγματα αὐτὸς ἔσφηλεν.
[30] ὁ μὲν γὰρ ἔξω βελῶν γεγονὼς τοῦ τραύματος ἐπεμελεῖτο, [31] τὰ δὲ στρατεύματα ἄμφω ἐς χεῖρας ἦλθον. καρτερᾶς δὲ γενομένης τῆς ξυμβολῆς οἱ τριακόσιοι βάρβαροι κατόπισθεν τοῦ Ῥωμαίων στρατοῦ ὁδῷ ἰόντες ἐκ τοῦ αἰφνιδίου ἐφάνησαν, οὓς δὴ κατιδόντες Ῥωμαῖοι καὶ πολὺ πλῆθος εἶναι τῶν σφίσι μαχομένων οἰόμενοι ἔς τε ὀρρωδίαν ἔπεσον καὶ αὐτίκα ἐς φυγὴν [32] ὥρμηντο, ὥσπερ ἑκάστῳ δυνατὰ γέγονε. φεύγοντάς τε οἱ βάρβαροι οὐδενὶ κόσμῳ Ῥωμαίους ἔκτεινον, καὶ πολλοὺς μὲν αὐτῶν ζωγρήσαντες ἐν φυλακῇ εἶχον, τὰ δὲ σημεῖα ξύμπαντα ἔλαβον, ὅπερ οὔπω πρότερον Ῥωμαίοις ξυνέπεσε. τῶν τε ἀρχόντων ὡς ἕκαστός πη ἐδύνατο ξὺν ὀλίγοις τισὶν ἔφευγε, καὶ τὰς πόλεις ὅπη ἔτυχον διασωθέντες ἐφύλασσον.
[5]
[1] Χρόνῳ δὲ Τουτίλας οὐ πολλῷ ὕστερον στράτευμα ἐπί τε Ἰουστῖνον καὶ Φλωρεντίαν ἔπεμψεν, οἷς δὴ ἄρχοντας Γότθων τοὺς μαχιμωτάτους ἐπέστησε, Βλέδαν καὶ Ῥουδέριχον καὶ Οὐλίαριν. οἵπερ ἐπειδὴ ἐς Φλωρεντίαν ἦλθον, ἐγκαθεζόμενοι ἀμφὶ τὸ τεῖχος [2] ἐς πολιορκίαν καθίσταντο. Ἰουστῖνος δὲ ξυνταραχθεὶς ἐπεὶ τῶν ἐπιτηδείων ἐσκομισάμενος οὐδὲν ἔτυχεν, ἔπεμψεν ἐς Ῥάβενναν πρὸς τοὺς τοῦ Ῥωμαίων στρατοῦ [3] ἄρχοντας, βοηθεῖν σφίσι κατὰ τάχος δεόμενος. νύκτωρ τε ὁ σταλεὶς τοὺς πολεμίους λαθὼν ἐς Ῥάβεννάν τε [4] ἀφίκετο καὶ τὰ παρόντα σφίσιν ἀπήγγειλε. διὸ δὴ στράτευμα Ῥωμαίων λόγου ἄξιον εὐθὺς ἐς Φλωρεντίαν ᾔει, ὧν δὴ Βέσσας τε καὶ Κυπριανὸς καὶ Ἰωάννης ὁ [5] Βιταλιανοῦ ἀδελφιδοῦς ἡγοῦντο. ὅπερ ἐπεὶ Γότθοι πρὸς τῶν κατασκόπων ἐπύθοντο, λύσαντες τὴν προσεδρείαν, ἀνεχώρησαν εἰς χωρίον Μουκέλλιν ὄνομα, Φλωρεντίας [6] διέχον ἡμέρας ὁδόν. ἐπεὶ δὲ ὁ Ῥωμαίων στρατὸς Ἰουστίνῳ ξυνέμιξεν, ὀλίγους μέν τινας τῶν αὐτῷ ἑπομένων ἐπὶ φυλακῇ τῆς πόλεως αὐτοῦ εἴασαν, αὐτοὶ δὲ τοὺς ἄλλους ἐπαγόμενοι ἐπὶ τοὺς πολεμίους [7] ἐχώρουν. καὶ αὐτοῖς ὁδῷ πορευομένοις ξυμφορώτατον ἔδοξεν εἶναι τῶν ἀρχόντων ἕνα παντὸς τοῦ στρατοῦ τοὺς λογιμωτάτους ἀπολεξάμενον πρόσω ἰέναι καὶ αὐτὸν μὲν ἐξ ἐπιδρομῆς τοῖς πολεμίοις ἀπροσδόκητον ἐς χεῖρας ἐλθεῖν, τὸ δὲ ἄλλο στράτευμα σχολῇ βαδίζον ἐνταῦθα ἰέναι. κλήρους τε ἐπὶ τούτοις ἐμβεβλημένοι [8] τὴν τῆς τύχης ἐκαραδόκουν ἐς τοῦτο γνώμην. ὁ μὲν οὖν κλῆρος ἐκπεπήδηκεν ἐς Ἰωάννην, οὐκέτι δὲ βουλομένοις τοῖς ἄρχουσιν ἦν ἐπιτελεῖν τὰ ξυγκείμενα.
[9] διὸ δὴ ξὺν τοῖς ἑπομένοις Ἰωάννης ἠνάγκαστο ἐπίπροσθεν ἰὼν ἐπὶ τοὺς πολεμίους χωρεῖν. οἱ δὲ βάρβαροι τὴν τῶν ἐναντίων ἔφοδον γνόντες τὸ μὲν πεδίον, οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐτύγχανον, δέει πολλῷ ἀπολιπεῖν ἔγνωσαν, ἐς λόφον δὲ μέγαν τινὰ, ὃς ταύτῃ [10] ἀνέχει, ξὺν θορύβῳ ἀνέδραμον. ἐπεὶ δὲ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐνταῦθα ἐγένοντο, ἀναδραμόντες καὶ αὐτοὶ [11] ἐπὶ τοὺς πολεμίους ἔργου εἴχοντο. καρτερῶς δὲ τῶν βαρβάρων ἀμυνομένων ὠθισμός τε πολὺς γέγονε καὶ πολλοὶ ἑκατέρωθεν ἔργα ἐνδεικνύμενοι θαυμαστὰ ἔπιπτον.
[12] Ἰωάννου δὲ κραυγῇ τε καὶ ταραχῇ πολλῇ ἐπὶ τοὺς κατ' αὐτὸν πολεμίους ὁρμήσαντος ξυνέβη τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα πρός του τῶν πολεμίων ἀκοντίῳ βληθέντα πεσεῖν· ἀπ' αὐτοῦ τε Ῥωμαῖοι ἀποκρουσθέντες [13] ὀπίσω ἐχώρουν. ἤδη δὲ καὶ ὁ λοιπὸς τῶν Ῥωμαίων στρατὸς ἐς τὸ πεδίον ἀφικόμενοι φάλαγγά τε ποιησάμενοι ἵσταντο. καὶ εἰ μὲν φυγόντας τοὺς ἀμφὶ τὸν Ἰωάννην ἐδέξαντο, ξὺν αὐτοῖς ἂν ὁμόσε τοῖς πολεμίοις χωρήσαντες ἐνίκησάν τε τῇ ξυμβολῇ [14] καὶ σχεδόν τι ἅπαντας ἑλεῖν ἴσχυσαν. ἀλλὰ τύχῃ τινὶ ξυνέβη ἐς τὸ Ῥωμαίων στρατόπεδον φήμην οὐκ ἀληθῆ περιφέρεσθαι, ὡς δὴ Ἰωάννης πρός του τῶν αὐτοῦ δορυφόρων ἐν τῷ ἔργῳ τούτῳ ἐξ ἀνθρώπων ἀφανισθείη.
[15] ἐπεί τε ὁ λόγος ἐς τοὺς ἄρχοντας ἦλθε, μένειν ἐνταῦθα οὐκέτι ἠξίουν, ἀλλ' ἐς ὑπαγωγὴν αἰσχράν τινα ξύμπαντες [16] ᾔεσαν. οὐδὲ γὰρ ξυντεταγμένοι οὐδὲ κατὰ ξυμμορίας τινὰς, ἀλλ' αὐτὸς ἕκαστος ὥς πη ἐδύνατο ἐς φυγὴν ὥρμητο. καὶ πολλοὶ μὲν ἐν τῇ φυγῇ ταύτῃ ἀπώλοντο, ὅσοι μέντοι διεσώθησαν ἡμέρας πολλὰς [17] οὐδαμῆ διωκόμενοι ἔφευγον. χρόνῳ τε ὕστερον ὡς ἑκάστῳ ἔτυχεν ἐς ὀχυρώματά τινα ἐσελθόντες ἄλλο οὐδὲν ἀπήγγελλον τοῖς ἐντυγχάνουσιν ἢ ὅτι τεθνεὼς [18] Ἰωάννης εἴη. καὶ ἀπ' αὐτοῦ οὔτε ξυνεμίγνυντο ἔτι ἀλλήλοις οὔτε ξυνίστασθαι τὸ λοιπὸν ἐπὶ τοὺς πολεμίους διενοοῦντο, ἀλλ' ἕκαστος τοῦ κατ' αὐτὸν περιβόλου ἐντὸς ἔμενε καὶ τὰ ἐς πολιορκίαν ἡτοίμαζε, δεδιὼς [19] μὴ οἱ βάρβαροι ἐπ' αὐτὸν ἴωσι. Τουτίλας δὲ φιλοφροσύνην ἐς τοὺς αἰχμαλώτους πολλὴν ἐνδεικνύμενος, προσποιεῖσθαί τε αὐτοὺς ἴσχυσε καὶ τὸ λοιπὸν ἐθελούσιοι ξὺν αὐτῷ οἱ πλεῖστοι ἐπὶ Ῥωμαίους ἐστράτευον. καὶ ὁ χειμὼν ἔληγε, καὶ ἕβδομον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
[6]
[1] Ἔπειτα δὲ ὁ Τουτίλας Καισῆνάν τε καὶ Πέτραν τὰ φρούρια εἷλεν. ὀλίγον τε ὕστερον ἐς Τουσκίαν ἀφίκετο, καὶ τῶν ἐνταῦθα χωρίων ἀποπειρασάμενος, ἐπεί οἱ προσχωρεῖν οὐδεὶς ἤθελε, Τίβεριν ποταμὸν διαβὰς, ἐς μὲν τὰ Ῥώμης ὅρια οὐδαμῆ ἦλθεν, ἐς Καμπανοὺς δὲ καὶ Σαμνίτας αὐτίκα ἥκων Βενεβεντὸν πόλιν ἐχυρὰν παρεστήσατο οὐδενὶ πόνῳ, καὶ αὐτῆς τὰ τείχη ἐς ἔδαφος καθεῖλεν, ὅπως μὴ στράτευμα ἐκ Βυζαντίου ἧκον ἔκ τε ὀχυροῦ ὁρμώμενον πράγματα Γότθοις [2] παρέχειν δύνηται. μετὰ δὲ Νεαπολίτας πολιορκεῖν ἔγνω, ἐπεὶ αὐτὸν δέχεσθαι τῇ πόλει, καίπερ ἐπαγωγὰ πολλὰ λέγοντα, ὡς ἥκιστα ἤθελον. Κόνων γὰρ ἐνταῦθα ἐφύλασσε, Ῥωμαίων τε καὶ Ἰσαύρων χιλίους [3] ἔχων. καὶ αὐτὸς μὲν τῷ πλείονι τοῦ στρατοῦ ἐνστρατοπεδευσάμενος οὐ πολλῷ ἄποθεν τοῦ περιβόλου ἡσύχαζε, πέμψας δὲ τῆς στρατιᾶς μοῖραν, Κύμην τε τὸ φρούριον καὶ ἄλλα ἄττα ὀχυρώματα εἷλε, χρήματά τε [4] ἐνθένδε περιβαλέσθαι μεγάλα ἴσχυσε. καὶ γυναῖκας τῶν ἐκ βουλῆς ἐνταῦθα εὑρὼν οὔτε ὕβρισε καὶ ξὺν πολλῇ φιλοφροσύνῃ ἐλευθέρας ἀφῆκε, μέγα τε ἀπ' αὐτοῦ ὄνομα ἐπί τε ξυνέσει καὶ φιλανθρωπίᾳ ἐς Ῥωμαίους ἅπαντας ἔσχε. καὶ ἐπεί οἱ πολέμιον οὐδὲν ὑπηντίαζεν, ὀλίγους ἀεὶ τοῦ στρατοῦ περιπέμπων ἔργα [5] λόγου πολλοῦ ἄξια ἔπρασσε. Βριττίους μὲν καὶ Λευκανοὺς παρεστήσατο, καὶ Ἀπουλίαν ξὺν Καλαβρίᾳ ἔσχε, τούς τε δημοσίους φόρους αὐτὸς ἔπρασσε, καὶ τὰς τῶν χρημάτων προσόδους ἀντὶ τῶν τὰ χωρία κεκτημένων ἐφέρετο, καὶ τἄλλα καθίστη ἅτε τῆς Ἰταλίας [6] γεγονὼς κύριος. διὸ δὴ τῇ Ῥωμαίων στρατιᾷ χρόνοις τοῖς καθήκουσιν οὐ κομιζομένῃ τὰς συνειθισμένας συντάξεις [7] χρήματα μεγάλα βασιλεὺς ὤφειλε. καὶ ἀπ' αὐτοῦ οἱ μὲν Ἰταλιῶται τῶν τε προσηκόντων ἐκπεπτωκότες καὶ ἐς κινδύνου μέγεθος αὖθις ἐληλακότες ἐν πένθει μεγάλῳ ἐγίνοντο. οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσιν ἔτι μᾶλλον παρεῖχον, ἔν [8] τε ταῖς πόλεσιν ἄσμενοι ἔμενον. Κωνσταντιανὸς μὲν οὖν Ῥάβενναν εἶχεν, Ἰωάννης δὲ Ῥώμην, Σπολίτιον δὲ Βέσσας, καὶ Ἰουστῖνος Φλωρεντίαν, Κυπριανὸς δὲ Περυσίαν, καὶ τῶν ἄλλων ἕκαστος ὅπη φυγών τε καὶ διασωθεὶς κατ' ἀρχὰς ἔτυχε.
[9] Ταῦτα βασιλεὺς μαθών τε καὶ ἐν ξυμφορᾷ πεποιημένος τῶν Ἰταλίας πραιτωρίων ἔπαρχον Μαξιμῖνον ὡς τάχιστα κατεστήσατο, ἐφ' ᾧ τοῖς τε ἄρχουσιν ἐς τὸν πόλεμον ἐπιστάτης εἴη καὶ τοῖς στρατιώταις τὰ [10] ἐπιτήδεια κατὰ τὴν χρείαν πορίζηται. καί οἱ νεῶν ξυνέπεμψε στόλον, Θρᾳκῶν τε καὶ Ἀρμενίων στρατιωτῶν ἐμπλησάμενος. ἡγεῖτο δὲ τῶν μὲν Θρᾳκῶν Ἡρωδιανὸς, τῶν δὲ Ἀρμενίων Φάζας Ἴβηρ, Περανίου ἀδελφιδοῦς· [11] ξυνέπλεον δὲ αὐτοῖς καὶ Οὖννοι ὀλίγοι. Μαξιμῖνος μὲν οὖν ἄρας ἐκ Βυζαντίου παντὶ τῷ στόλῳ τῆς Ἑλλάδος ἐς τὴν Ἤπειρον ἦλθεν· ἔνθα δὴ τὸν καιρὸν κατατρίβων [12] ἐκάθητο οὐδενὶ λόγῳ. ἦν γὰρ πολεμίων ἔργων οὐδαμῶς ἔμπειρος καὶ ἀπ' αὐτοῦ δειλός τε καὶ μελλητὴς [13] ἐς τὰ μάλιστα. μετὰ δὲ καὶ Δημήτριον στρατηγὸν βασιλεὺς ἔπεμψεν, ὃς δὴ τὰ πρότερα ξὺν Βελισαρίῳ [14] ἐστράτευε καταλόγου πεζικοῦ ἄρχων. καταπλεύσας οὖν ὁ Δημήτριος ἐς Σικελίαν, ἐπεὶ Κόνωνά τε καὶ Νεαπολίτας πικρότατα πολιορκεῖσθαι τῶν ἐπιτηδείων παντάπασι σπανίζοντας ἤκουσε, βοηθεῖν μὲν κατὰ τάχος ἤθελεν, ἀδύνατος δὲ ὢν, ἐπεί οἱ στράτευμα βραχύ τε [15] καὶ οὐκ ἀξιόλογον εἵπετο, ἐπενόει τοιάδε. ναῦς ὅτι πλείστας ἐκ Σικελίας ἁπάσης ἀγείρας σίτου τε αὐτὰς ἐμπλησάμενος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔπλει, δόκησιν παρέχων τοῖς ἐναντίοις πάμπολύ τι στράτευμα ἐν [16] ταῖς ναυσὶν εἶναι. καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. μέγαν γὰρ σφίσιν ἐπιέναι στρατὸν ᾤοντο, τεκμαιρόμενοι ὅτι δὴ στόλου πολύ τι χρῆμα πλεῖν ἐκ [17] Σικελίας ἐπύθοντο. καὶ εἰ μὲν κατ' ἀρχὰς εὐθὺ Νεαπόλεως ἰέναι Δημήτριος ἤθελεν, οἶμαι ἂν αὐτὸν ἐκπλῆξαί τε τοὺς πολεμίους καὶ τὴν πόλιν διασώσασθαι, οὐδενός [18] οἱ ἀντιστατοῦντος. νῦν δὲ κατορρωδήσας τὸν κίνδυνον καταίρειν μὲν ἐς Νεάπολιν ἥκιστα ἔγνω, ἐς δὲ τὸν Ῥώμης καταπλεύσας λιμένα, στρατιώτας ἐνθένδε ἀγείρειν [19] ἐν σπουδῇ ἐποιεῖτο. οἱ δὲ ἅτε πρὸς τῶν βαρβάρων ἡσσημένοι τε καὶ μέγα δέος ἔτι ἀπ' αὐτῶν ἔχοντες, ἕπεσθαι Δημητρίῳ ἐπὶ Τουτίλαν τε καὶ Γότθους οὐδαμῆ ἤθελον. διὸ δὴ μόνοις τοῖς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκουσιν ἐς Νεάπολιν ἰέναι ἠνάγκαστο.
[20] ἦν δέ τις Δημήτριος ἕτερος, Κεφαληνὸς γένος, ναύτης μὲν τὸ παλαιὸν καὶ τῶν κατὰ θάλασσαν ἔργων τε καὶ κινδύνων ἀκριβῶς ἔμπειρος, πλεύσας δὲ ξὺν Βελισαρίῳ ἔς τε Λιβύην καὶ Ἰταλίαν ἐγένετο ἐς ταύτην δὴ τὴν ἐμπειρίαν δόκιμος, καὶ ἀπ' αὐτοῦ ἐπίτροπον βασιλεὺς [21] αὐτὸν Νεαπόλεως κατεστήσατο. ἐπειδή τε οἱ βάρβαροι τὸ χωρίον πολιορκεῖν ἤρξαντο, ἀσελγείᾳ πολλῇ ἐχόμενος ἐς τὸν Τουτίλαν συχνὰ ὕβριζε, λίαν τε ἀθυρόγλωσσος [22] ἐν τούτῳ τῷ πόνῳ ὁ ἀνὴρ ὤφθη. προϊόντος δὲ τοῦ κακοῦ καὶ τῆς ἀπωλείας τοῖς πολιορκουμένοις ἐπὶ μέγα χωρούσης γνώμῃ Κόνωνος ἐς λέμβον τινὰ λάθρα ἐσβὰς ἐτόλμησε παρὰ τὸν στρατηγὸν Δημήτριον [23] ἰέναι μόνος. ἐκ δὲ τοῦ παραδόξου σωθείς τε καὶ ξυγγενόμενος τῷ Δημητρίῳ ἐθάρσυνέ τε μάλιστα καὶ ἐς [24] ταύτην δὴ τὴν πρᾶξιν ἐνῆγε. Τουτίλας δὲ τὸν πάντα λόγον ἀμφὶ τῷ στόλῳ τούτῳ ἀκούσας δρόμωνας μὲν πολλοὺς ἄριστα πλέοντας ἐν παρασκευῇ εἶχεν, ἐπειδὴ δὲ κατῆραν ἐς τὴν ἐκείνῃ ἀκτὴν οἱ πολέμιοι Νεαπόλεως οὐ μακρὰν ἄποθεν, ἐλθὼν ἐκ τοῦ ἀπροσδοκήτου κατέπληξέ [25] τε καὶ ἐς φυγὴν ἅπαντας ἔτρεψε. καὶ αὐτῶν πολλοὺς μὲν ἔκτεινεν, ἐζώγρησε δὲ πλείστους, διέφυγον δὲ ὅσοι ἐς τῶν νεῶν τοὺς λέμβους ἐσπηδῆσαι κατ' ἀρχὰς ἴσχυσαν, ἐν τοῖς καὶ Δημήτριος ὁ στρατηγὸς ἦν. τὰς γὰρ ναῦς ἁπάσας σὺν αὐτοῖς φορτίοις, αὐτοῖς ἀνδράσιν, [26] οἱ βάρβαροι εἷλον. οὗ δὴ καὶ Δημήτριον τὸν Νεαπόλεως ἐπίτροπον εὗρον. γλῶσσάν τε καὶ χεῖρας ἄμφω ἀποτεμόντες οὐκ ἔκτειναν μὲν, οὕτω δὲ λωβησάμενοι ὅπη βούλοιτο ἀφῆκαν ἰέναι. ταύτην τε Τουτίλᾳ τὴν δίκην Δημήτριος γλώσσης ἀκολάστου ἐξέτισεν.
[7]
[1] Ὕστερον δὲ καὶ Μαξιμῖνος πάσαις ταῖς ναυσὶ Σικελίᾳ προσέσχεν. ἔς τε τὰς Συρακούσας ἀφικόμενος [2] ἡσυχῆ ἔμενε, κατορρωδῶν τὰ πολέμια. ἃ δὴ μαθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες σπουδῇ πολλῇ ἐς αὐτὸν ἔπεμπον, βοηθεῖν κατὰ τάχος δεόμενοι οἵ τε ἄλλοι καὶ Κόνων ἐκ Νεαπόλεως ἰσχυρότατα πρὸς τῶν βαρβάρων πολιορκούμενος. ἤδη γὰρ ἅπαντα σφᾶς τὰ [3] ἐπιτήδεια ἐπελελοίπει. ὁ δὲ τὸν καιρὸν ἅπαντα ἐν ταύτῃ δὴ κατατρίψας τῇ ὀρρωδίᾳ, ἐπειδὴ τάς τε βασιλέως ἀπειλὰς ἔδεισε καὶ κακιζόμενος πρὸς τῶν ἄλλων ἀπεῖπεν, αὐτὸς μὲν οὐδέν τι ἧσσον αὐτοῦ ἔμεινε, τὸν δὲ στρατὸν ἅπαντα ξύν τε Ἡρωδιανῷ καὶ Δημητρίῳ καὶ Φάζᾳ ἐς Νεάπολιν ἔπεμψε, σφοδρότατα ἐγκειμένης [4] ἤδη τῆς τοῦ χειμῶνος ὥρας. ἐπεὶ δὲ Νεαπόλεως ὁ Ῥωμαίων στόλος ἀγχοῦ ἐγένετο, κατέβαινε σκληρὸς [5] ἄνεμος, ἐξαίσιόν τινα χειμῶνα ἐγείρων. καὶ ὁ μὲν ζόφος ἅπαντα ἐνεδίδου, ὁ δὲ κλύδων τὰς κώπας ἀνασπᾶν ἢ ἄλλο τι ἐνεργεῖν τοὺς ναύτας οὐκ εἴα. διά τε τῶν ῥοθίων τὸν κτύπον ἔτι ἀλλήλων κατακούειν οὐκ ἦν, ἀλλὰ ξύγχυσίς τε λαμπρῶς ἐκράτει καὶ ἡ τοῦ πνεύματος ἐπρυτάνευε βία, ἥπερ αὐτοὺς ὡς ἥκιστα ἐθελουσίους ἐς τὴν ἀκτὴν ἤνεγκεν, οὗ δὴ ἐστρατοπεδεύοντο [6] οἱ πολέμιοι. ἐπιβαίνοντες οὖν κατ' ἐξουσίαν οἱ βάρβαροι τοῖς σκάφεσι τῶν ἐναντίων, ἔκτεινόν τε καὶ κατέδυον οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐζώγρησαν δὲ ἄλλους τε πολλοὺς καὶ Δημήτριον τὸν στρατηγόν.
[7] Ἡρωδιανὸς δὲ καὶ Φάζας ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσαν, ἐπεὶ αὐτῶν αἱ νῆες οὐ λίαν που ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου ἦλθον. τὰ μὲν οὖν ἀμφὶ [8] τῷ Ῥωμαίων στόλῳ ταύτῃ πη ἔσχε. Τουτίλας δὲ καλώδιον ἀναψάμενος ἐς τὸν Δημητρίου αὐχένα, ἔς τε τὸν Νεαπόλεως περίβολον εἷλκε καὶ παραινεῖν τοῖς πολιορκουμένοις ἐκέλευε μηκέτι ἀνονήτοις ἐλπίσι πιστεύοντας διαφθείρεσθαι, ἀλλὰ τὴν πόλιν ὅτι τάχιστα [9] Γότθοις ἐνδιδόντας μεγάλων ἀπηλλάχθαι κακῶν. ἀδύνατον γὰρ βασιλέα τὸ λοιπὸν ἄλλην σφίσιν ἐπικουρίαν πέμψαι, ἀλλ' ἐπὶ τῷ στόλῳ τούτῳ πᾶσαν αὐτοῖς τήν τε δύναμιν καὶ τὴν ἐλπίδα διολωλέναι. Δημήτριος [10] μὲν τοσαῦτα εἶπεν, ὅσα Τουτίλας ἐκέλευεν. οἱ δὲ πολιορκούμενοι τῷ τε λιμῷ ἤδη καὶ τῇ ἄλλῃ ἀπορίᾳ ὑπερφυῶς πιεζόμενοι, ἐπεὶ τό τε πάθος Δημητρίου εἶδον καὶ τοὺς λόγους ἅπαντας ἤκουσαν, ἀπογνόντες ἐλπίδος ἁπάσης ἔς τε οἰμωγὰς καὶ ἀμηχανίαν ἐνέπιπτον, ἦν τε ἡ πόλις θορύβου πολλοῦ καὶ κωκυτοῦ ἔμπλεως.
[11] Μετὰ δὲ καὶ Τουτίλας αὐτοὺς ξυγκαλέσας ἐς τὰς ἐπάλξεις ἔλεξε τοιάδε Οὐδεμίαν αἰτίαν ἢ μέμψιν ἐς ὑμᾶς ἔχοντες, ἄνδρες Νεαπολῖται, τανῦν ἐς πολιορκίαν τήνδε κατέστημεν, ἀλλ' ὅπως ἐχθίστων ὑμᾶς ἀπαλλάξαντες δεσποτῶν οἷοί τε ὦμεν τάς τε χάριτας ὑμῖν ἐκτιννύναι, ὧνπερ ἡμᾶς δεδρακότες ἐν τῷδε τῷ πολέμῳ [12] τὰ χαλεπώτατα πρὸς τῶν πολεμίων πεπόνθατε. μόνους γὰρ Ἰταλιωτῶν ὑμᾶς ἁπάντων εὔνοιάν τε τὴν μεγίστην ἐς Γότθων τὸ ἔθνος ἐπιδεδεῖχθαι καὶ ἀκουσίους μάλιστα ὑπὸ τοῖς ἐναντίοις γεγενῆσθαι ξυμβέβηκεν.
[13] ὥστε καὶ νῦν πολιορκεῖν ὑμᾶς ξὺν ἐκείνοις ἠναγκαςμένοι τὸ πιστὸν ὑμῶν, ὡς τὸ εἰκὸς, αἰσχυνόμεθα, καίπερ οὐκ ἐπὶ τῷ πονηρῷ Νεαπολιτῶν τὴν προσεδρείαν [14] ποιούμενοι. μὴ τοίνυν ἀχθόμενοι τοῖς ἐκ τῆς πολιορκίας δεινοῖς Γότθους οἴεσθε δεῖν δι' ὀργῆς ἔχειν. οἱ γὰρ τοὺς φίλους εὐεργετεῖν ἐπειγόμενοι οὐδεμίαν αἰτίαν εἰσὶν ἄξιοι πρὸς αὐτῶν φέρεσθαι, κἂν μὴ διὰ τῶν πρὸς ἡδονὴν ἀναγκάζωνται τὴν πρὸς [15] αὐτοὺς διαπράσσεσθαι χάριν. τῶν δὲ πολεμίων ὡς ἥκιστα ὑμᾶς δέος εἰσίτω, μηδὲ τοῖς προλαβοῦσιν ἠγμένοι κρατήσειν αὐτοὺς ἡμῶν οἴεσθε. τὰ γὰρ τοῦ βίου παράλογα τύχῃ τινὶ παρὰ δόξαν ἐλθόντα τῷ [16] χρόνῳ αὖθις καταρρεῖν εἴωθεν. οὕτω δὲ ὑμῖν εὖνοι καθέσταμεν ὥστε καὶ Κόνωνα καὶ πάντας στρατιώτας κακῶν ἀπαθεῖς ὅπη βούλοιντο συγχωροῦμεν ἰέναι, ἤν γε τὴν πόλιν ἐνδόντες ἡμῖν ἐνθένδε ἀπαλλάσσοιντο, πάντα τὰ σφέτερα αὐτῶν ἔχοντας· καὶ ὑπὲρ τούτων ἡμᾶς καὶ τῆς Νεαπολιτῶν σωτηρίας ὀμεῖσθαι [17] οὐδὲν κωλύσει. Τουτίλας μὲν τοσαῦτα εἶπεν, ἐπῄνεσαν δὲ οἵ τε Νεαπολῖται καὶ οἱ ξὺν τῷ Κόνωνι στρατιῶται πάντες. πολλὴ γὰρ αὐτοὺς ἀνάγκη τοῦ λιμοῦ [18] ἐπίεζε. πίστιν μέντοι ἐς βασιλέα φυλάσσοντες καὶ βοήθειάν τινα ἔτι παρέσεσθαι σφίσι καραδοκοῦντες τριάκοντα ἡμερῶν ὡμολόγουν ἐνδώσειν τὴν πόλιν.
[19] Τουτίλας δὲ πᾶσαν αὐτοῖς ἐκ βασιλέως ἀνασοβεῖν ἐλπίδα ἐθέλων τριῶν μηνῶν ἔταξε χρόνον, ἐφ' ᾧ δὴ μετὰ τοῦτον τὰ ὡμολογημένα ποιήσωσι. πρότερον δὲ οὐ προσβολήν τινα κατὰ τοῦ περιβόλου ποιήσεσθαι ἰσχυρίζετο, οὐδὲ ἄλλῃ τινὶ ἐπιβουλῇ ἐς αὐτοὺς χρῆσθαι.
[20] ταῦτα μὲν οὖν οὕτως ἐδέδοκτο. οἱ δὲ πολιορκούμενοι οὐκ ἀναμείναντες τὴν κυρίαν (λίαν γὰρ ἐβιάζοντο τῶν ἀναγκαίων τῇ ἀπορίᾳ) ὀλίγῳ ὕστερον τῇ πόλει Τουτίλαν τε καὶ τοὺς βαρβάρους ἐδέξαντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ ὄγδοον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
[8]
[1] Ἐπειδὴ δὲ Νεάπολιν Τουτίλας εἷλε, φιλανθρωπίαν ἐς τοὺς ἡλωκότας ἐπεδείξατο οὔτε πολεμίῳ [2] οὔτε βαρβάρῳ ἀνδρὶ πρέπουσαν. τοὺς μὲν γὰρ Ῥωμαίους λιμῷ νενοσηκότας λαβὼν, οἷς δὴ ὑπ' αὐτοῦ καὶ ἡ τοῦ σώματος ἰσχὺς ὀπίσω ἤδη ἐκεχωρήκει, δείσας μὴ βρώσεως ἐκ τοῦ αἰφνιδίου ἐς κόρον ἐλθόντες, ὡς [3] τὸ εἰκὸς, ἀποπνιγεῖεν, ἐπενόει τάδε. φυλακὰς ἔν τε τῷ λιμένι καὶ ταῖς πύλαις καταστησάμενος ἐκέλευε μηδένα [4] πη ἐνθένδε ἰέναι. αὐτὸς δὲ ἅπασι μικρολογίᾳ τινὶ προμηθεῖ ἐνδεεστέρως ἢ κατὰ τὴν ἐπιθυμίαν τὰ σιτία παρείχετο, προσεπιβάλλων ἡμέρᾳ ἑκάστῃ τοσοῦτον τοῦ μέτρου ὅσον οὐ δοκεῖν αἴσθησίν τινα τῶν ἐντιθεμένων [5] ἐς ἀεὶ γίγνεσθαι. οὕτω τε αὐτοῖς ἐπιρρώσας τὴν δύναμιν καὶ τὰς πύλας ἀναπετάσας ἕκαστον ὅπη [6] βούλοιτο ἀφῆκεν ἰέναι. Κόνωνα δὲ καὶ τοὺς ξὺν αὐτῷ στρατιώτας, ὅσους δὴ αὐτοῦ μένειν ἥκιστα ἤρεσκεν, ἐς ναῦς ἐμβιβάσας πλεῖν κατ' ἐξουσίαν ἐκέλευε. καὶ οἱ μὲν αἰσχύνην σφίσι φέρειν οἰόμενοι τὴν ἐς Βυζάντιον ἀναχώρησιν, πλεῖν κατὰ τάχος ἐπὶ Ῥώμης διενοοῦντο.
[7] τοῦ δὲ ἀνέμου σφίσιν ἀντιστατοῦντος ἀπαίρειν ἐνθένδε οὐδαμῆ ἔχοντες διηποροῦντο, δεδιότες μή τι Τουτίλαν τῶν ὡμολογημένων ὀλιγωρεῖν διὰ τὸ κεκρατηκέναι ξυμβαίη, καὶ κακόν τι μέγα πρὸς αὐτοῦ [8] λάβωσιν. ὧνπερ ἐπεὶ ὁ Τουτίλας ᾔσθετο, ξυγκαλέσας ἅπαντας παρηγόρει τε καὶ τὰ πιστὰ ἔτι μᾶλλον αὐτοῖς ἐπιρρώσας, θαρσεῖν μὲν ἤδη ἐκέλευε καὶ τῷ Γότθων στρατῷ φόβῳ οὐδενὶ ἀναμίγνυσθαι, τά τε ἐπιτήδεια ἐνθένδε ὠνεῖσθαι καὶ εἴ του ἄλλου δέοιντο, ἅτε παρὰ [9] φίλων κομίζεσθαι. ἐπεὶ δὲ τὸ πνεῦμα ἔτι σφίσιν ἀπ' ἐναντίας ἐφέρετο καὶ χρόνος ἐτρίβη συχνὸς, ἵππους τε καὶ ὑποζύγια παρασχόμενος, ἐφοδίοις τε αὐτοὺς δωρησάμενος, ἐς Ῥώμην ἐκέλευεν ὁδῷ ἰόντας πορεύεσθαι, πομπούς τινας τῶν ἐν Γότθοις δοκίμων σφίσι ξυμπέμψας.
[10] τὸ δὲ Νεαπόλεως τεῖχος καθελεῖν ἐς ἔδαφος ἐνεχείρησεν, ὅπως αὐτὴν μὴ καταλαβόντες αὖθις Ῥωμαῖοι ἔκ τε ἐχυροῦ ὁρμώμενοι πράγματα Γότθοις [11] παράσχωσιν. ἐν πεδίῳ γὰρ μᾶλλον ἐκ τοῦ εὐθέος διακρίνεσθαι μάχῃ πρὸς αὐτοὺς ἤθελεν ἢ τέχναις τισὶ καὶ σοφίσμασι διαμάχεσθαι. μοῖραν μέντοι αὐτοῦ καθελὼν πολλὴν τὸ λοιπὸν εἴασεν.
[12] Ὑπὸ τοῦτον τὸν χρόνον Ῥωμαῖός τις αὐτῷ προσελθὼν, Καλαβρὸς γένος, ᾐτιᾶτο τῶν δορυφόρων τῶν αὐτοῦ τινα τὴν παῖδα παρθένον οὖσαν οὔτι ἑκουσίαν [13] βιάσασθαι. καὶ ὃς τὸν ἄνθρωπον οὐκ ἀπαρνηθέντα τὸ ἔγκλημα τίσασθαι τῆς ἁμαρτάδος ἐν σπουδῇ ἔχων [14] ἐν δεσμωτηρίῳ καθεῖρξε. δείσαντες δὲ ἀμφ' αὐτὸν τῶν βαρβάρων οἱ δοκιμώτατοι (δραστήριος γάρ τις ἀνὴρ ἐτύγχανεν ὢν καὶ ἀγαθὸς τὰ πολέμια) ξυλλεγέντες εὐθὺς καὶ Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐδέοντο τῷ ἀνθρώπῳ [15] τὴν αἰτίαν ἀφεῖναι. ὁ δὲ πρᾴως τε καὶ ταραχῇ οὐδεμιᾷ τῶν λεγομένων τὴν μάθησιν ποιησάμενος ἔλεξε τοιάδε Οὐκ ἀπανθρωπίας ὑπερβολῇ εἴκων οὐδὲ ξυγγενῶν ὑπερηδόμενος ξυμφοραῖς, ἀλλ' ὡς ἔνι μάλιστα δεδιὼς μή τι Γότθοις ξυμβήσεται φλαῦρον, ἐς [16] λόγους τούσδε, ὦ ξυστρατιῶται, καθίσταμαι. ἐγὼ μὲν οὖν τοῦτο οἶδα, ὡς τῶν ἀνθρώπων ὁ πολὺς ὅμιλος τὰ τῶν πραγμάτων ὀνόματα μεταβάλλουσιν [17] ἐπὶ τοὐναντίον. φιλανθρωπίαν μὲν γὰρ καλεῖν τὴν παρανομίαν εἰώθασιν, ἐξ ἧς διεφθάρθαι τε τὰ χρηστὰ πάντα καὶ ξυντεταράχθαι ξυμβαίνει, σκαιὸν δὲ καὶ ἀτεχνῶς δύσκολον, ὃς ἂν τὰ νόμιμα περιστέλλειν ἐς τὸ ἀκριβὲς βούληται, ὅπως δὴ τοῖς ὀνόμασι τούτοις παραπετάσμασιν ἐς τὴν ἀσέλγειαν χρώμενοι ἀδεέστερον ἐξαμαρτάνειν τε ἱκανοὶ εἶεν καὶ τὴν μοχθηρίαν ἐνδείκνυσθαι.
[18] ὑμῖν δὲ παραινῶ μὴ τῆς ὑμῶν αὐτῶν σωτηρίας ἁμαρτάδα ἑνὸς ἀνδρὸς ἀνταλλάξασθαι, μηδὲ τοῦ μιάσματος τοῦδε αὐτοὶ τὸ μέρος οὐδὲν ἀδικοῦντες μεταλαχεῖν. τό τε γὰρ ἐξαμαρτεῖν καὶ τὸ διακωλύειν τὴν ἐς τοὺς ἐξημαρτηκότας τιμωρίαν, οἶμαι, ἐν ἴσῳ [19] ἐστί. βούλομαι τοίνυν οὑτωσὶ σκοπουμένους ὑμᾶς ποιήσασθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν, ὡς νῦν αἵρεσις ὑμῖν δυοῖν πρόκειται, ἢ τὸν ἄνδρα τοῦτον ὧν ἠδίκηκε μὴ δοῦναι τὴν δίκην, ἢ τὸ Γότθων γένος σεσῶσθαί τε καὶ τὸ τοῦ πολέμου κεκτῆσθαι [20] κράτος. σκέψασθε γάρ· ἦν ἡμῖν κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου στρατιωτῶν μὲν πλῆθος δόξῃ τε καὶ τῇ ἐς τοὺς κινδύνους ἐμπειρίᾳ λαμπρὸν, χρήματα δὲ ξυνελόντα εἰπεῖν ἀριθμοῦ κρείσσω, ἵππων δὲ καὶ ὅπλων περιουσίας ὑπερβολή τις, καὶ πάντα ὅσα ἔν γε Ἰταλιώταις ὀχυρώματά ἐστιν. καὶ ταῦτα γὰρ οὐκ ἀχρεῖα παντάπασιν εἶναι δοκεῖ τοῖς ἐς πόλεμον [21] καθισταμένοις ἐφόδια. ἐπεὶ δὲ ὑπὸ Θευδάτῳ ταττόμενοι, ἀνδρὶ τὸ δίκαιον περὶ ἐλάσσονος τῆς ἐς τὸ πλουτεῖν ἐπιθυμίας πεποιημένῳ, ἵλεων ἡμῖν αὐτοῖς τὸν θεὸν παρανομίᾳ τῇ ἐς τὴν δίαιταν ὡς ἥκιστα κατεστήσαμεν, ὅπη ποτὲ κεχώρηκεν ἡμῖν ἡ τύχη ἐπίστασθε δή που, ὑφ' οἵων τε καὶ ὁπόσων ἡσσημένοις [22] ἀνδρῶν. νῦν δὲ τὴν δίκην παρ' ἡμῶν ὁ θεὸς ὧν ἐξημάρτομεν ἱκανῶς ἔχων αὖθις ἡμῖν κατὰ τὸ βούλημα ῥυθμίζει τὸν βίον καὶ τὸ ξύμπαν εἰπεῖν ἄμεινον ἡμῖν ἢ κατ' ἐλπίδα τὰ πράγματα ἄγει, οἷς γε ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν νενικηκέναι τοὺς [23] πολεμίους τετύχηκε· περιστέλλειν οὖν τὴν τῆς νίκης πρόφασιν τῷ τὰ δίκαια πράσσειν ξυνοίσει μᾶλλον ἢ ἀπ' ἐναντίας αὐτῇ ἰόντας φθονεροὺς ἡμᾶς ἐφ' ἡμῖν [24] αὐτοῖς γεγενῆσθαι δοκεῖν. οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν ἀδικοῦντα καὶ βιαζόμενον ἐν τοῖς ἀγῶσιν εὐδοκιμεῖν, ἀλλὰ πρὸς τὸν βίον ἑκάστου ἡ τοῦ πολέμου πρυτανεύεται τύχη. Τουτίλας μὲν τοσαῦτα εἶπεν.
[25] ἐπαινέσαντες δὲ τὰ εἰρημένα οἱ Γότθων λόγιμοι τὸν δορυφόρον οὐκέτι ἐξῃτοῦντο, ἀλλ' εἴων ὅπως ποτὲ αὐτῷ πράσσειν δοκοίη. καὶ ὃς τὸν μὲν ἄνθρωπον οὐκ ἐς μακρὰν διεχρήσατο, τὰ δὲ χρήματα, ὅσα δὴ αὐτοῦ ἐτύγχανεν ὄντα, τῇ βιασθείσῃ παρέσχετο.
[9]
[1] Ἐν ᾧ δὲ ταῦτα Τουτίλας ἔπρασσεν, ἐν τούτῳ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ξὺν τοῖς στρατιώταις τὰ τῶν κατηκόων χρήματα ἥρπαζον, καὶ ὕβρεώς τε καὶ ἀσελγείας οὐδ' ὁτιοῦν ὑπελίποντο, ἀλλ' οἱ μὲν ἄρχοντες ἐν τοῖς ὀχυρώμασιν ἔχοντες ἐρωμένας ἐκώμαζον, οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσι παρεχόμενοι εἰς πᾶσαν ἰδέαν ἀτοπίας ἐνέπιπτον.
[2] τοῖς τε Ἰταλιώταις περιῆν ἅπασι πάσχειν τὰ χαλεπώτατα [3] πρὸς ἑκατέρων τῶν στρατοπέδων. τοὺς μὲν γὰρ ἀγροὺς ἐστέρηντο πρὸς τῶν πολεμίων, ὑπὸ δὲ τοῦ βασιλέως στρατοῦ ἔπιπλα πάντα. καὶ προσῆν αὐτοῖς αἰκίζεσθαί τε καὶ οὐδενὶ λόγῳ διαφθείρεσθαι, τῶν [4] ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένοις. οἱ γὰρ στρατιῶται ἀμύνειν σφίσι κακουμένοις πρὸς τῶν πολεμίων οὐδαμῆ ἔχοντες οὐχ ὅσον ἐρυθριᾶν ὡς ἥκιστα ἐπὶ τοῖς παροῦσιν ἐγίνωσκον, ἀλλὰ καὶ τοὺς βαρβάρους ποθεινοὺς [5] αὐτοῖς εἶναι οἷς ἐξημάρτανον ἀπειργάζοντο. οἷς δὴ Κωνσταντιανὸς ἀπορούμενος γράμματα Ἰουστινιανῷ βασιλεῖ ἔπεμψεν, ἄντικρυς ἀποφαίνων ὅτι δὴ Γότθων [6] τῷ πολέμῳ ἀντέχειν ἀδύνατος εἴη. οἵ τε ἄλλοι ἄρχοντες, ὥσπερ τὴν γνώμην ἐπιψηφίζοντες, ἐν τούτῳ δὴ τῷ γραμματείῳ τὴν ὁμολογίαν ἐσήμαινον τῆς ἐς τὴν ἀγωνίαν ὀκνήσεως. Ἰταλιώταις μὲν τὰ πράγματα ἐφέρετο τῇδε.
Τουτίλας δὲ Ῥωμαίων τῇ βουλῇ ἐπιστολὴν ἔπεμψεν.
[7] ἐδήλου δὲ ἡ γραφὴ τάδε Ὅσοι μὲν ἀδικοῦσι τοὺς πέλας ἢ προλαβούσης ἀγνοίας ἴσως ἢ λήθης ἐπιγενομένης τινὸς, τούτοις ἄξιον τοὺς τὰ δεινὰ πεπονθότας συγγνώμονας εἶναι. τὸ γὰρ τῆς ἁμαρτάδος ξυμπεσὸν [8] αἴτιον τῶν ἐγκλημάτων αὐτοῖς παραιτεῖται τὸ πλεῖστον. ἢν δέ τις ἐκ προνοίας ἀδικῇ μόνης, τούτῳ δὴ μηδὲ ἀντιλέγειν ποτὲ περὶ τῶν πεπραγμένων λελείψεται.
[9] οὐ γὰρ τοῦ ἔργου μόνον, ἀλλὰ καὶ τῆς γνώμης αὐτὸς [10] φέρεσθαι τὴν αἰτίαν δίκαιος ἂν εἴη. οὐκοῦν, ἐπειδὴ ταῦτα οὕτως ἔχει, λογίζεσθε ἤδη τί ποτε ἄρα ὑμῖν ἀπολελογῆσθαι πρὸς τὰ ἐς Γότθους εἰργασμένα ξυμβήσεται· πότερα ὑμᾶς ἀγνοεῖν τὰς Θευδερίχου τε καὶ Ἀμαλασούνθης εὐεργεσίας τετύχηκεν, ἢ χρόνῳ τε [11] αὐτὰς καὶ λήθῃ ἐν ὑμῖν ἐξιτήλους εἶναι; καίτοι οὐκ ἔστι τούτων οὐδέτερον. οὐ γὰρ ἐπὶ φαύλοις τισὶν οὐδὲ εἰς τοὺς ὑμετέρους τὰς χάριτας αὐτοὺς, κατὰ δὴ τὸν παλαιὸν χρόνον, ἐπιδεδεῖχθαι ξυνέβη, ἀλλ' ἐν τοῖς ἀναγκαιοτάτοις ἔς γε ὑμᾶς αὐτοὺς ἔναγχός [12] τε καὶ ἐξ ὑπογυίου, ὦ φίλοι Ῥωμαῖοι. ἀλλὰ τὴν Γραικῶν ἐς τὸ ὑπήκοον ἀρετὴν ἢ ἀκοῇ λαβόντες ἢ πείρᾳ μαθόντες οὕτω δὴ προήσεσθαι αὐτοῖς τὰ Γότθων τε καὶ Ἰταλιωτῶν πράγματα ἔγνωτε; καίτοι [13] ἐξεναγεῖσθε μὲν ὑμεῖς αὐτοὺς, οἶμαι, ἄριστα, ὁποίων δὲ αὐτῶν ἐτύχετε ξένων καὶ φίλων ἐπίστασθε δή που, [14] εἴ τι τῶν Ἀλεξάνδρου μέμνησθε λογισμῶν. ἐῶ γὰρ λέγειν τούς τε στρατιώτας καὶ τοὺς στρατιωτῶν ἄρχοντας, ὧν τῆς τε φιλοφροσύνης καὶ μεγαλοψυχίας ἀπώνασθε· ὧν δὴ αὐτοῖς ἕνεκα ἐς τοῦτο τύχης τὰ πράγματα [15] ἥκει. ὑμῶν δὲ οἰέσθω μηδεὶς μήτε ὑπὸ νέου φιλοτιμίας τὰ ὀνείδη ταῦτα ἐς αὐτοὺς φέρεσθαι μήτε με ἅτε βαρβάρων ἄρχοντα κομπωδεστέρους ποιεῖσθαι [16] τοὺς λόγους. οὐ γὰρ ἡμετέρας ἀρετῆς ἔργον εἶναί φημι τὴν τῶν ἀνδρῶν ἐπικράτησιν, ἀλλὰ τίσιν τινὰ ἰσχυρίζομαι τῆς εἰς ὑμᾶς ἀδικίας αὐτοὺς μετελθεῖν.
[17] καίτοι πῶς οὐκ ἂν τῶν ἀτοπωτάτων δόξειεν εἶναι τὸν μὲν θεὸν ὑπὲρ ὑμῶν αὐτοὺς τίννυσθαι, ὑμᾶς δὲ τῇ τούτων ἐμφιλοχωρεῖν ἀτοπίᾳ καὶ τῶν ἐντεῦθεν οὐκ ἐθέλειν ἀπηλλάχθαι κακῶν; δότε τοίνυν τινὰ πρόφασιν ὑμῖν μὲν αὐτοῖς τῆς ἐς τοὺς Γότθους ἀπολογίας, [18] ἡμῖν δὲ τῆς ἐς ὑμᾶς συγγνώμης. δώσετε δὲ, ἤν γε μὴ ἀναμενοῦντες τὸ τοῦ πολέμου πέρας, ἀλλ' ἔτι βραχείας τινὸς καὶ ταύτης ἀνονήτου ὑμῖν ἀπολελειμμένης ἐλπίδος ἕλησθε μὲν τὰ κρείσσω, ἐπανορθώσητε [19] δὲ τὰ ἐς ἡμᾶς οὐ δέον ὑμῖν πεπραγμένα. τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. ἐγχειρίσας δὲ αὐτὴν τῶν τισιν αἰχμαλώτων ὁ Τουτίλας ἐπὶ Ῥώμης ἐκέλευεν ἰόντας τοῖς ἐκ βουλῆς διδόναι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.
[20] Ἰωάννης δὲ τοὺς τὸ γράμμα τοῦτο ἰδόντας ἀποκρίνασθαί τι πρὸς Τουτίλαν διεκώλυσε. διὸ δὴ αὖθις ὁ Τουτίλας γράψας γραμμάτια πολλὰ, ὅρκους τε αὐτοῖς τοὺς δεινοτάτους ἐνθέμενος διαρρήδην ἀπώμοσε μήποτε Ῥωμαίων τινὰ κακόν τι ἐργάσασθαι Γότθους.
[21] οἵτινες μὲν οὖν ἀνθρώπων ἐς Ῥώμην τὰ βιβλίδια ταῦτα ἐκόμισαν οὐκ ἔχω εἰπεῖν. ἅπαντα γὰρ ἀωρὶ τῶν νυκτῶν ἐν τοῖς διαφανέσι τῆς πόλεως χωρίοις παγέντα, ἐπεὶ ἐγένετο ἡμέρα, ἐγνώσθη· οἱ δὲ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ὑποψίᾳ πολλῇ ἐς τῶν Ἀρειανῶν τοὺς ἱερέας ἐχόμενοι ἔξω τῆς πόλεως κατεστήσαντο [22] εὐθὺς ἅπαντας. Τουτίλας δὲ ταῦτα ἀκούσας μοῖραν μέν τινα τοῦ στρατοῦ πέμψας ἐς Καλαβρίαν ἀποπειράσασθαι τοῦ ἐν Δρυοῦντι φρουρίου ἐπέστελλεν. ἐπεὶ δὲ ὡς ἥκιστά οἱ προσχωρεῖν ἤθελον οἱ φυλακτήριον ταύτῃ ἔχοντες, τοὺς μὲν ἐνταῦθα ἐσταλμένους ἐκέλευεν ἐς πολιορκίαν καθίστασθαι, αὐτὸς δὲ τῷ πλείονι τοῦ [23] στρατοῦ ἐς τὰ ἐπὶ Ῥώμης χωρία ᾔει. ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθεν, ἔς τε ἀμηχανίαν ἐμπέπτωκε καὶ Βελισάριον ἐπὶ Τουτίλαν πέμψαι, καίπερ ἔτι Περσῶν ἰσχυρότατα ἐγκειμένων, ἠνάγκαστο. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἔνατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
[10]
[1] Οὕτω μὲν Βελισάριος τὸ δεύτερον ἐς Ἰταλίαν ᾔει. ἐπεὶ δὲ στρατιώτας ὡς μάλιστα ὀλίγους εἶχε (τοὺς γάρ οἱ ἑπομένους τοῦ ἐν Μήδοις στρατοπέδου ἀποστῆσαι οὐδαμῆ ἴσχυσε) Θρᾴκην ὅλην περιιὼν χρήματά τε [2] προϊέμενος, ξυνῆγε νέους ἐθελουσίους. ξυνῆν δὲ αὐτῷ βασιλέως γνώμῃ καὶ Βιτάλιος ὁ τῶν Ἰλλυριῶν στρατηγὸς, ἄρτι ἐπανήκων ἐξ Ἰταλίας, οὗ δὴ τοὺς Ἰλλυριοὺς [3] στρατιώτας ἀπολιπὼν ἔτυχεν. ἄμφω γοῦν ἐς τετρακισχιλίους ἀγείραντες ἐν Σάλωσιν ἐγένοντο, γνώμην ἔχοντες ἐπὶ Ῥαβέννης τὰ πρῶτα ἰέναι, τὸν δὲ [4] πόλεμον ἐνθένδε ὅπη ἂν δυνατὸν εἴη διενεγκεῖν. τὸ γὰρ ἐπὶ τὰ Ῥώμης χωρία ἀποβαίνειν οὐδαμῆ ἴσχυον, οὔτε τοὺς πολεμίους λανθάνοντες (ἐπεὶ αὐτοὺς ἔν τε Καλαβροῖς στρατοπεδεύεσθαι καὶ Καμπανοῖς ἤκουσαν) οὔτε αὐτοὺς τρόπῳ ὁτῳοῦν βιαζόμενοι. οὐ γὰρ ἐξ [5] ἀντιπάλου τῆς δυνάμεως ἐπ' αὐτοὺς ᾔεσαν. ἐν τούτῳ δὲ οἱ ἐν Δρυοῦντι πολιορκούμενοι τῶν ἀναγκαίων σφᾶς παντάπασιν ἐκλελοιπότων βαρβάροις τοῖς πολιορκοῦσιν ἐς λόγους ξυνῆλθον, ἐφ' ᾧ τὸ φρούριον ὁμολογίᾳ ἐνδώσουσι, τακτή τε ἀμφοτέροις ἐν τούτῳ ἡμέρα [6] ξυνέκειτο. Βελισάριος δὲ τὰ ἐπιτήδεια ἐς ἐνιαυτοῦ μῆκος ‹πλοίοις› ἐνθέμενος Βαλεντῖνον ξὺν αὐτοῖς πλεῖν εἰς Δρυοῦντα ἐκέλευε, καὶ τοὺς μὲν προτέρους φύλακας τοῦ φρουρίου ἐνθένδε ὑπεξαγαγεῖν ὅτι τάχιστα, οὓς δὴ νόσῳ τε ξυντετηκέναι καὶ λιμῷ ἔμαθε, τῶν δὲ ξυμπλεόντων τινὰς ἐπὶ τῷ φυλακτηρίῳ ἀντ' αὐτῶν καταστήσασθαι· ῥᾷον γὰρ οὕτως αὐτοὺς ἀκμῆτάς τε ὄντας καὶ οὐδενὸς τῶν ἀναγκαίων σπανίζοντας τὸ [7] φρούριον ξὺν τῷ ἀσφαλεῖ διαφυλάξειν. Βαλεντῖνος μὲν οὖν τῷ στόλῳ τούτῳ πνεύματος ἐπιφόρου ἐπιτυχὼν ἐς τὸν Δρυοῦντα κατέπλευσε τέτρασι πρότερον τῆς κυρίας ἡμέραις, ἀφύλακτόν τε τὸν λιμένα εὑρὼν αὐτοῦ τε ἐκράτησε καὶ πόνῳ οὐδενὶ ἐς τὸ φρούριον εἰσελθεῖν [8] ἴσχυσε. τοῖς γὰρ ὡμολογημένοις οἱ Γότθοι θαρσοῦντες οὐδέν τε μεταξὺ ἐναντίωμα ὑποτοπάζοντες σφίσιν ἔσεσθαι, ὀλιγώρως ἤδη τὰ ἐς τὸν Δρυοῦντα διαθέμενοι [9] ἡσυχῆ ἔμενον. τότε μέντοι καταπλέοντα ἐκ τοῦ αἰφνιδίου τὸν στόλον ἰδόντες ἔδεισάν τε καὶ τὴν προσεδρείαν διέλυσαν, μακράν τε ἄποθεν τοῦ χωρίου γενόμενοι ἐστρατοπεδεύσαντο καὶ πάντα ἐς Τουτίλαν τὰ ξυμβεβηκότα σφίσιν ἀνήνεγκαν. παρὰ τοσοῦτον μὲν [10] Δρυοῦντος τὸ φρούριον κινδύνου ἦλθε. τῶν δὲ ξὺν Βαλεντίνῳ τινὲς ληΐσασθαι βουλόμενοι τὰ ἐκείνῃ χωρία ἐπεκδρομὰς ἐποιήσαντο. τοῖς τε πολεμίοις τύχῃ τινὶ ὑπαντιάσαντες πρὸς τῇ τῆς θαλάσσης ἠϊόνι ἐς χεῖρας [11] ἦλθον. καὶ παρὰ πολὺ ἡσσηθέντες τῇ μάχῃ ἐς τὸ τῆς θαλάσσης ὕδωρ οἱ πολλοὶ ἔφυγον, ἵνα δὴ ἑβδομήκοντα καὶ ἑκατὸν ἀποβαλόντες ἐς τὸ φρούριον οἱ λοιποὶ ἀνεχώρησαν.
[12] Βαλεντῖνος δὲ τοὺς μὲν πάλαι φρουροὺς ἐνθένδε ἡμιθνῆτας εὑρὼν ὑπεξήγαγεν, ἑτέρους δὲ ἀντικαταστησάμενος ἀκραιφνεῖς, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, καὶ τὰ ἐπιτήδεια ἐς χρόνον αὐτοῖς ἀπολιπὼν ἐνιαύσιον, ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Σάλωνας [13] ἦλθε. καὶ Βελισάριος παντὶ τῷ στόλῳ ἐνθένδε ἄρας Πόλῃ προσέσχεν. οὗ δὴ τὸ στράτευμα διέπων χρόνον [14] τινὰ ἔμενε. Τουτίλας δὲ ἥκειν αὐτὸν ἐνταῦθα ἀκούσας, τήν τε δύναμιν ἐθέλων γνῶναι, ἥνπερ ἐπήγετο, ἐποίει τάδε. Βόνος ἦν τις Ἰωάννου ἀνεψιὸς φρουρᾶς [15] ἄρχων τῆς ἐν Γενούᾳ. τούτου δὲ ‹τῷ ὀνόματι› χρησάμενος γράμματα δῆθεν τῷ λόγῳ παρ' αὐτοῦ πρὸς Βελισάριον ἔγραψεν ἅτε παρακαλοῦντος αὐτὸν ὅτι τάχιστα παραγενέσθαι σφίσιν ἐν κινδύνοις τισὶ χαλεποῖς [16] οὖσιν. ἄνδρας τε ἀπολεξάμενος περιέργους ἐς τὰ μάλιστα πέντε τά τε γράμματα ἐνεχείρισε καὶ δύναμιν ἀκριβῶς κατανοεῖν τὴν Βελισαρίου ἐπέστελλεν, [17] ἐνδεικνυμένους ὅτι δὴ ἀπὸ Βόνου σταλεῖεν. Βελισάριος μὲν οὖν τοὺς ἄνδρας οἱ ἐς ὄψιν ἐλθόντας ξὺν φιλοφροσύνῃ [18] πολλῇ, ὥσπερ εἰώθει, εἶδεν. ἀναλεξάμενός τε τὰ γράμματα Βόνῳ ἀπαγγέλλειν ἐκέλευεν ὅτι δὴ παντὶ τῷ στρατῷ οὐκ εἰς μακρὰν ἥξει. οἱ δὲ περισκοπήσαντες ἅπαντα, καθάπερ σφίσιν ἐπέστελλε Τουτίλας, ἔς τε τὸ Γότθων στρατόπεδον ἐπανῆκον καὶ ὡς ἥκιστα λόγου ἀξίαν τὴν Βελισαρίου δύναμιν ἰσχυρίζοντο εἶναι.
[19] Ἐν τούτῳ δὲ Τουτίλας Τίβουριν πόλιν, Ἰσαύρων φρουρὰν ἔχουσαν, προδοσίᾳ εἷλε τρόπῳ τοιῷδε. τῶν τινες οἰκητόρων τὰς πύλας ξὺν τοῖς Ἰσαύροις ἐφύλασσον.
[20] οὗτοι Ἰσαύροις τοῖς ξυμφυλάσσουσι διάφοροι γεγενημένοι ἀπ' οὐδεμιᾶς πρὸς αὐτῶν γινομένης αἰτίας ἄγχιστά που ἐνστρατοπεδευομένους τοὺς πολεμίους [21] ἐπηγάγοντο νύκτωρ. οἱ μὲν οὖν Ἴσαυροι ξυμφρονήσαντες ἁλισκομένης τῆς πόλεως σχεδόν τι ἅπαντες διαφυγεῖν [22] ἴσχυσαν. τῶν δὲ οἰκητόρων οὐδενὸς οἱ Γότθοι ἐφείσαντο, ἀλλὰ ξὺν τῷ τῆς πόλεως ἱερεῖ ἅπαντας ἔκτειναν τρόπῳ δὴ ὅνπερ ἐξεπιστάμενος ἔγωγε ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπανθρωπίας ἀπολείπω μνημεῖα τῷ ὄπισθεν χρόνῳ· ἐν οἷς καὶ Κάτελλος ἀπώλετο [23] ἔν γε Ἰταλιώταις ἀνὴρ δόκιμος. καὶ οἱ μὲν βάρβαροι Τίβουριν ἔσχον, Ῥωμαῖοι δὲ οὐκέτι ἠδύναντο ἐκ Τούσκων τὰ ἐπιτήδεια διὰ τοῦ Τιβέριδος ἐσκομίζεσθαι. πρὸς γὰρ τῷ ποταμῷ ἡ πόλις κειμένη Ῥώμης ὕπερθεν ὡς ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐπιτείχισμα τὸ λοιπὸν τοῖς ἐνταῦθα εἰσπλεῖν βουλομένοις ἐγίνετο.
[11]
[1] Τὰ μὲν οὖν ἀμφὶ Τιβούρει οὕτω γενέσθαι ξυνέπεσε. Βελισάριος δὲ παντὶ τῷ στόλῳ ἐς Ῥάβενναν ἀφικόμενος Γότθους τε τοὺς παρόντας καὶ Ῥωμαίων στρατιώτας ξυναγαγὼν ἔλεξε τοιάδε Οὐ νῦν πρῶτον, ὦ ἄνδρες, τὰ τῆς ἀρετῆς ἔργα πρὸς τῆς κακίας διερρυηκέναι [2] ξυμβέβηκεν. ἄνωθεν γὰρ τοῦτο τοῖς ἀνθρωπίνοις ἐμπέφυκεν ἀτεχνῶς πράγμασι, πολλάς τε ἀνδρῶν ἀγαθῶν πράξεις μοχθηρία τῶν πονηροτάτων ἀναχαιτίζειν τε καὶ διαφθείρειν ἱκανῶς ἴσχυσεν. ὅπερ [3] καὶ νῦν τὰ βασιλέως πράγματα ἔσφηλεν. ᾧ δὴ τοσοῦτον τὰ ἡμαρτημένα ἐπανορθοῦν μέλει, ὥστε τὴν Περσῶν ἐπικράτησιν περὶ ἐλάσσονος τούτων ποιούμενος ἀποστεῖλαί με τανῦν εἰς ὑμᾶς ἔγνωκεν, ὅπως ἐπανορθώσω καὶ ἰάσωμαι εἴ τι τοῖς ἄρχουσι μὴ ὀρθῶς ἢ ἐς τοὺς στρατιώτας τοὺς αὐτοῦ ἢ εἰς Γότθους [4] εἴργασται. τὸ μὲν οὖν μηδὲν ὑφ' ὁτουοῦν ἁμαρτάνεσθαι οὔτε ἀνθρώπινον καὶ τῆς τῶν πραγμάτων φύσεως ἔξω, τὸ δὲ τὰ ἡμαρτημένα ἐπανορθοῦν βασιλεῖ τε διαρκῶς πρέπον καὶ παραψυχῆς τοῖς ἠγαπημένοις [5] ἱκανῶς ἄξιον. οὐ γὰρ ὅσον ὑμῖν τῶν δυσκόλων ἀπαλλαγῆναι ξυμβήσεται, ἀλλὰ καὶ τῆς βασιλέως εἰς ὑμᾶς εὐνοίας ξυνεῖναί τε καὶ ἀπολαύειν αὐτίκα προςέσται· οὗ τί ἂν ἀξιώτερον γένοιτο ἀνθρώπῳ τῶν [6] πάντων χρημάτων; ἐπειδὴ τοίνυν ἐπ' αὐτῷ τούτῳ ὑμῖν πάρειμι, προσήκει καὶ ὑμῶν ἕκαστον πάσῃ δυνάμει χρήσασθαι, ὅπως ἂν τῆς ἐντεῦθεν ὠφελείας [7] ἀπόναισθε. ὅτῳ τε ὑμῶν ξυγγενεῖς ἢ φίλοι παρὰ Τουτίλᾳ τῷ τυράννῳ τυγχάνουσιν ὄντες, μεταπεμψάσθω τούτους ὅτι τάχιστα τὴν βασιλέως δηλώσας γνώμην.
[8] οὕτω γὰρ ἂν ὑμῖν τά τε ἐκ τῆς εἰρήνης καὶ τὰ ἐκ τοῦ μεγάλου βασιλέως ἀγαθὰ γένοιτο· ὡς ἔγωγε οὔτε τῳ πολεμησείων ἐνθάδε ἀφῖγμαι οὔτ' ἂν ἑκών ποτε τοῖς [9] βασιλέως κατηκόοις πολέμιος εἴην. εἰ μέντοι καὶ νῦν παρὰ φαῦλον ἡγησάμενοι τὸ τὰ βελτίω σφίσιν αὐτοῖς ἑλέσθαι οἵδε ἀπ' ἐναντίας ἡμῖν ἴωσιν, ἀνάγκη καὶ ἡμᾶς αὐτοῖς ὡς μάλιστα ἀκουσίους ὡς πολεμίοις χρῆσθαι.
[10] τοσαῦτα μὲν Βελισάριος εἶπε. προσεχώρει δέ οἱ τῶν ἐναντίων οὐδεὶς οὔτε Γότθος οὔτε Ῥωμαῖος.
[11] ἔπειτα δὲ Θουριμούθ τε τὸν δορυφόρον καὶ τῶν ἑπομένων τινὰς ξύν τε Βιταλίῳ καὶ τοῖς Ἰλλυριοῖς στρατιώταις ἐς Αἰμιλίαν πέμψας, ἐκέλευεν ἀποπειρᾶσθαι [12] τῶν ταύτῃ χωρίων. Βιτάλιος οὖν ξὺν τῷ στρατῷ τούτῳ ἀμφὶ πόλιν Βονώνειαν γενόμενος τινά τε τῶν ἐνταῦθα φρουρίων ὁμολογίᾳ ἑλὼν ἐν Βονωνείᾳ πόλει [13] ἡσύχαζε. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰλλυριοὶ ξύμπαντες, ὅσοι ξὺν αὐτῷ ἐστρατεύοντο, ἐκ τοῦ αἰφνιδίου, κακὸν οὐδὲν οὔτε παθόντες οὔτε ἀκούσαντες, λάθρα ἐνθένδε ἀναχωρήσαντες ἐπ' οἴκου ἀπεκομίσθησαν.
[14] πρέσβεις τε παρὰ βασιλέα πέμψαντες συγγνώμην διδόναι σφίσιν ἐδέοντο, οὐκ ἄλλου του ἕνεκα εἰς τὰ οἰκεῖα τῷ τρόπῳ τούτῳ ἀφικομένοις ἢ ὅτι συχνὸν σφίσι χρόνον ἐν Ἰταλίᾳ στρατευομένοις τάς τε συντάξεις ὡς ἥκιστα κομιζομένοις χρήματα δὴ πολλὰ τὸ δημόσιον [15] ὤφειλε. στρατεύματος δὲ Οὐννικοῦ τοῖς Ἰλλυριοῖς ἐπισκήψαντος παῖδάς τε καὶ γυναῖκας ἐξηνδραποδίσθαι [16] τετύχηκεν. ἃ δὴ πυθόμενοι καὶ τῶν ἀναγκαίων ἔν γε Ἰταλιώταις σπανίζοντες ‹ἀνεχώρησαν›. οἷς δὴ βασιλεὺς τὰ πρῶτα χαλεπήνας, εἶτα συγγνώμων ἐγένετο. γνοὺς δὲ ὁ Τουτίλας τὴν τῶν Ἰλλυριῶν ἀναχώρησιν στράτευμα ἐπὶ Βονώνειαν ἔπεμψεν, ὡς Βιτάλιον καὶ [17] τοὺς ξὺν αὐτῷ ἀναρπάσοντας. ἀλλὰ Βιτάλιός τε καὶ Θουριμοὺθ προλοχίσαντες ἐνέδραις τισὶ τοὺς ἐπιόντας πολλοὺς μὲν διέφθειραν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν [18] ἔτρεψαν. ἔνθα Ναζάρης, ἀνὴρ λόγιμος, Ἰλλυριὸς γένος, στρατιωτῶν τε τῶν ἐν Ἰλλυριοῖς ἄρχων, ἔργα θαυμαστὰ ἐς τοὺς πολεμίους πάντων μάλιστα ἐπεδείξατο. οὕτω τε ὁ Θουριμοὺθ παρὰ Βελισάριον ἐς Ῥάβενναν ἦλθε.
[19] Τότε δὴ Βελισάριος τρεῖς τῶν δορυφόρων τῶν αὑτοῦ, Θουριμούθ τε καὶ Ῥικίλαν καὶ Σαβινιανὸν, ἔστειλε ξὺν χιλίοις στρατιώταις ἐς Αὔξιμον πόλιν, Μάγνῳ τε καὶ Ῥωμαίοις ἐνταῦθα πολιορκουμένοις ἐπαμυνοῦντας.
[20] οἱ δὲ Τουτίλαν τε λαθόντες καὶ τὸ τῶν πολεμίων στρατόπεδον νύκτωρ ἐν Αὐξίμῳ ἐγένοντο, ἐπεκδρομάς τέ τινας ποιεῖσθαι ἐπὶ τοὺς ἐναντίους διενοοῦντο.
[21] τῇ δὲ ὑστεραίᾳ πυθόμενοι ἀμφὶ ἡμέραν μέσην τῶν πολεμίων τινὰς ἄγχιστά πη εἶναι ἐξῆλθον μὲν ὡς ὑπαντιάσοντες, κατασκόπους δὲ πέμψαι πρότερον ἐπ' αὐτοὺς ἔγνωσαν, κατασκεψομένους τὴν δύναμιν, [22] ὡς μὴ ἀνεπισκέπτως ἐπ' αὐτοὺς ἴωσι. Ῥικίλας δὲ ὁ Βελισαρίου δορυφόρος (οἰνωμένος γὰρ τηνικαῦτα ἐτύγχανεν) ἄλλους μὲν ἐπὶ κατασκοπῇ οὐκ εἴα ἰέναι, μόνος δὲ αὐτὸς τὸν ἵππον ἐξελάσας κατὰ τάχος ᾔει.
[23] Γότθοις τε τρισὶν ἐντυχὼν ἐν χώρῳ κρημνώδει τὰ μὲν πρῶτα ὡς ἀντιταξόμενος ἔστη· ἐπὶ πλεῖστον γὰρ ἀνδρίας ἐτύγχανεν ἥκων· πολλοὺς δὲ πανταχόθεν ἰδὼν [24] ἐπ' αὐτὸν ἐπιρρέοντας ἐς φυγὴν ὥρμητο. τοῦ δέ οἱ ἵππου ἐν δυσχωρίᾳ ὀκλάσαντος, κραυγή τε πολλὴ τῶν πολεμίων γέγονε καὶ τὰ δοράτια ἠκόντιζον ἐπ' αὐτὸν ἅπαντες. ὧν δὴ Ῥωμαῖοι αἰσθόμενοι ἐβοήθουν δρόμῳ.
[25] καὶ Ῥικίλας μὲν δόρασι πολλοῖς κεκαλυμμένος θνήσκει, τρέψαντες δὲ τοὺς ἐναντίους οἱ ἀμφὶ Θουριμοὺθ, ἄραντές τε τὸν νεκρὸν, ἐς Αὔξιμον πόλιν ἐκόμισαν, οὐκ ἐπαξίως τῆς ἀρετῆς τὴν τοῦ βίου καταστροφὴν [26] κληρωσάμενον. ἔπειτα Σαβινιανός τε καὶ Θουριμοὺθ Μάγνῳ κοινολογησάμενοι ἀξύμφορον σφίσιν εὕρισκον εἶναι περαιτέρω διατριβήν τινα ἐνταῦθα ποιεῖσθαι, λογισάμενοι ὅτι δὴ οὔτε τοῖς πολεμίοις ‹πολλοῖς› γε οὖσιν ἀξιόμαχοί ποτε γένοιντο καὶ τὰς τῶν πολιορκουμένων καταδαπανῶντες τροφὰς ἁλώσιμον ἔτι θᾶσσον [27] τὴν πόλιν τοῖς ἐναντίοις ποιήσονται. καὶ ἐπεὶ ταῦτα ἐδέδοκτο, αὐτοὶ μὲν καὶ οἱ χίλιοι παρεσκευάζοντο εἰς τὴν ἄφοδον, ὡς νύκτωρ τῆς ἀποπορείας ἀρξόμενοι, αὐτίκα δὲ τῶν τις στρατιωτῶν αὐτομολήσας λάθρα ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἔκπυστα ἐποίησε τὰ [28] πρασσόμενα. Τουτίλας τοίνυν ἄνδρας δισχιλίους ἀριστίνδην ἀπολεξάμενος νυκτὸς ἐπιλαβούσης ἐφύλασσε τὰς ὁδοὺς, ἀπὸ σταδίων Αὐξίμου τριάκοντα, οὐδενὶ [29] αἴσθησιν παρεχόμενος. οἳ ἐπεὶ παριόντας ἀμφὶ νύκτα μέσην τοὺς πολεμίους εἶδον, σπασάμενοι τὰ ξίφη ἔργου [30] εἴχοντο. καὶ αὐτῶν διακοσίους μὲν ἔκτειναν, Σαβινιανὸς δὲ καὶ Θουριμοὺθ ξὺν τοῖς λοιποῖς ἅτε ἐν σκότῳ [31] λαθεῖν τε καὶ φυγεῖν ἐς τὴν Ἀρίμινον ἴσχυσαν. τῶν μέντοι ὑποζυγίων ἁπάντων Γότθοι ἐκράτησαν, ἃ τῶν στρατιωτῶν τήν τε θεραπείαν καὶ τὰ ὅπλα καὶ τὰ ἱμάτια ἔφερεν.
[32] Ἔστι δὲ πολίσματα δύο πρὸς τῇ ἀκτῇ τοῦ Ἰονίου κόλπου, Πίσαυρός τε καὶ Φανὸς, μεταξὺ τῆς τε Αὐξίμου καὶ Ἀριμίνου πόλεως κείμενα. ὧν δὴ τὰς οἰκίας τοῦδε τοῦ πολέμου κατ' ἀρχὰς Οὐίττιγις ἐμπρήσας τὰ τείχη καθεῖλεν ἄχρι ἐς ἥμισυ μάλιστα, ὅπως μὴ καταλαβόντες [33] αὐτὰ Ῥωμαῖοι πράγματα Γότθοις παρέξωσι. τούτων θάτερον, Πίσαυρον, Βελισάριος καταλαβεῖν ἔγνω· ἔδοξε γάρ οἱ ἐς ἵππων νομὰς ἐπιτηδείως τὸ χωρίον κεῖσθαι. πέμψας οὖν νύκτωρ τῶν οἱ ἐπιτηδείων τινὰς ἐς τὸ ἀκριβὲς εὖρός τε καὶ μῆκος πύλης ἑκάστης ξυνεμετρήσατο [34] λάθρα. τάς τε πύλας τεκτηνάμενος καὶ σιδήρῳ περιβαλὼν εἶτά τισιν ἀκατίοις ἐνθέμενος ἔπεμψεν, ἃς δὴ ἐκέλευε τοὺς ἀμφὶ Σαβινιανόν τε καὶ Θουριμοὺθ κατὰ τάχος τοῖς τείχεσιν ἐναρμόσαντας ἐντὸς τοῦ περιβόλου μένειν, ἔν τε τῷ ἀσφαλεῖ γενομένους ὅσα τοῦ περιβόλου κατεπεπτώκει, ὅτῳ δὴ ἀνοικοδομήσασθαι τρόπῳ, λίθους τε καὶ πηλὸν καὶ ἄλλο ὁτιοῦν ἐμβαλλομένους.
[35] οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν. Τουτίλας δὲ μαθὼν τὰ πρασσόμενα στρατῷ πολλῷ ἐπ' αὐτοὺς ἦλθε.
[36] καὶ ἀποπειρασάμενος χρόνον τε ἐνταῦθα διατρίψας τινὰ, ἐπεὶ ἐξελεῖν οὐχ οἷός τε ἦν, ἄπρακτος ἐν Αὐξίμῳ [37] εἰς τὸ στρατόπεδον ἀνεχώρησεν. ἐπεξῄει δὲ Ῥωμαίων ἔτι τοῖς πολεμίοις οὐδεὶς, ἀλλ' ἐντὸς τειχῶν ἕκαστοι ἔμενον. ἀλλὰ καὶ τῶν δορυφόρων τῶν αὑτοῦ δύο Βελισάριος ἐς Ῥώμην στείλας, Ἀρτασίρην τε, ἄνδρα Πέρσην, καὶ Βαρβατίωνα Θρᾷκα, ὡς ξυμφυλάξοντας Βέσσᾳ τὴν πόλιν, ὃς ἐνταῦθα ἐτύγχανεν ὢν, ἐπέστελλε [38] τοῖς πολεμίοις ὡς ἥκιστα ἐπεξιέναι. Τουτίλας δὲ καὶ ὁ Γότθων στρατὸς, ἐπεὶ οὐκ ἀξιόχρεων ἀντιτάξασθαι σφίσι τὴν Βελισαρίου δύναμιν ᾔσθοντο οὖσαν, τῶν [39] χωρίων τὰ ἐχυρώτατα ἐνοχλεῖν ἔγνωσαν. διὸ δὴ ἐν Πικηνοῖς ἀμφί τε Φίρμον καὶ Ἄσκουλον ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
[12]
[1] Βελισάριος δὲ ἀμύνειν τοῖς πολιορκουμένοις οὐδαμῆ ἔχων Ἰωάννην τὸν Βιταλιανοῦ ἀνεψιὸν ἐς Βυζάντιον ἔπεμψεν, ὅρκοις αὐτὸν δεινοτάτοις καταλαβὼν, ὡς ἐπανήκειν ὅτι τάχιστα ἐν σπουδῇ θήσεται, βασιλέως δεησόμενον στρατιάν τε πολλὴν σφίσι καὶ χρήματα μεγάλα πέμψαι, καὶ μέντοι καὶ ὅπλα καὶ [2] ἵππους. οἱ γὰρ στρατιῶται ὀλίγοι λίαν ὄντες οὐδὲ αὐτοὶ μάχεσθαι ἤθελον, χρήματά τε πολλὰ φάσκοντες τὸ δημόσιον σφίσιν ὀφείλειν καὶ αὐτοὶ ἁπάντων ἐνδεεῖς [3] εἶναι. καὶ ἦν δὲ οὕτως. καὶ γράμματα ὑπὲρ τούτων βασιλεῖ ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, ὦ βασιλεῦ κράτιστε, ἀνδρῶν τε καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων χωρίς. ὧν οὐδ' ἄν τις μὴ διαρκῶς ἔχων πόλεμον, οἶμαι, διενεγκεῖν οὐ [4] μή ποτε ἱκανὸς εἴη. Θρᾷκας μὲν γὰρ καὶ Ἰλλυριοὺς ἐνδελεχέστατα περιελθόντες στρατιώτας ‹ξυνήγομεν› κομιδῆ ὀλίγους οἰκτροὺς οὐδέ τι ὅπλων ἐν χερσὶν ἔχοντας καὶ μάχης ὄντας παντάπασιν ἀμελετήτους.
[5] ὁρῶμεν δὲ καὶ τοὺς ἀπολελειμμένους ἐνταῦθα οὔτε αὐτάρκεις ὄντας καὶ κατεπτηχότας τοὺς πολεμίους δεδουλωμένους τε τὸ φρόνημα τῷ πρὸς ἐκείνων πολλάκις ἡσσῆσθαι, οἵ γε οὐδὲ εἰκῆ τοὺς ἐναντίους διέφυγον, ἀλλὰ τούς τε ἵππους ἀφέντες καὶ τὰ ὅπλα ἐς [6] τὴν γῆν ῥίψαντες. χρημάτων δὲ πρόσοδον ἐξ Ἰταλίας πορίζεσθαι ἡμῖν ἀδύνατά ἐστι, πάλιν πρὸς τῶν πολεμίων [7] κατειλημμένης. διὸ δὴ καὶ ὑπερήμεροι γεγενημένοι ἐς τῶν στρατιωτῶν τὰς συντάξεις ἐπιτάττειν αὐτοῖς ἥκιστα ἔχομεν. ἀφείλετο γὰρ ἡμῶν τὴν παρρησίαν [8] τὸ ὄφλημα. εὖ δὲ καὶ τοῦτο, ὦ δέσποτα, ἴσθι, ὡς τῶν ὑπὸ σοὶ στρατευομένων οἱ πλείους πρὸς τοὺς [9] πολεμίους ηὐτομοληκότες τυγχάνουσιν ὄντες. εἰ μὲν οὖν ἔδει Βελισάριον ἐς Ἰταλίαν στέλλεσθαι μόνον, ἄριστά σοι τὰ ἐς τὸν πόλεμον παρεσκεύασται· εἰμὶ γὰρ ἐν Ἰταλιώταις ἤδη που μέσοις· εἰ δὲ περιεῖναι βούλει τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ τὰ ἄλλα ἐξαρτύεσθαι [10] δεῖ. στρατηγὸς γάρ τις, οἶμαι, τῶν ὑπουργούντων χωρὶς οὐκ ἂν γένοιτο. δορυφόρους τοίνυν καὶ ὑπασπιστὰς τοὺς ἐμοὺς μάλιστά μοι πάντων σταλῆναι προσήκει, ἔπειτα πάμπολύ τι πλῆθος Οὔννων τε καὶ ἄλλων βαρβάρων, οἷς καὶ χρήματα ἤδη δοτέον.
[11] Τοσαῦτα μὲν Βελισάριος ἔγραψεν. Ἰωάννης δὲ χρόνον ἐν Βυζαντίῳ διατρίψας πολὺν οὐδὲν μὲν διεπράξατο ὧν ἕνεκα ἦλθεν, ἔγημε δὲ τοῦ Γερμανοῦ βασιλέως [12] ἀνεψιοῦ παῖδα. ἐν τούτῳ δὲ Τουτίλας Φίρμον τε καὶ Ἄσκουλον ὁμολογίᾳ εἷλεν. ἐς Τούσκους τε ἀφικόμενος Σπολίτιόν τε καὶ Ἀσίσην ἐπολιόρκει. ἦρχε δὲ τοῦ μὲν ἐν Σπολιτίῳ φυλακτηρίου Ἡρωδιανὸς, τοῦ δὲ ἐν Ἀσίσῃ Σισίφριδος, Γότθος μὲν γένος, εὐνοϊκῶς δὲ λίαν ἔς τε Ῥωμαίους καὶ τὰ βασιλέως πράγματα [13] ἔχων. Ἡρωδιανὸς μὲν οὖν τοῖς πολεμίοις ἐς λόγους [14] ἦλθεν, ἐφ' ᾧ τριάκοντα ἡμέρας ἡσυχῆ μείνωσιν. ὧν ἢν μὴ ἐπικουρία τις αὐτοῖς ἐπιγένηται, αὑτόν τε καὶ τὴν πόλιν ξύν τε τοῖς στρατιώταις καὶ τοῖς ἐνοικοῦσι Γότθοις ἐνδώσειν. τόν τε παῖδα ὅμηρον ἐπὶ ταύτῃ [15] τῇ ὁμολογίᾳ παρέσχετο. ἐπειδὴ δὲ παρῆν μὲν ἡ κυρία, στράτευμα δὲ οὐδαμόθεν Ῥωμαίων ἦλθεν, Ἡρωδιανός τε καὶ ὅσοι φρουρὰν ἐνταῦθα εἶχον κατὰ τὰ ξυγκείμενα Τουτίλᾳ καὶ Γότθοις σφᾶς τε αὐτοὺς καὶ Σπολίτιον [16] ἐνεχείρισαν. φασὶ δὲ Ἡρωδιανὸν κατὰ τὸ ἐς Βελισάριον ἔχθος αὑτόν τε καὶ Σπολίτιον Γότθοις ἐνδοῦναι· λογισμοὺς γὰρ αὐτὸν Βελισάριος τῶν βεβιωμένων ἠπείλησε πράξειν. τὰ μὲν οὖν ἀμφὶ Σπολιτίῳ [17] ταύτῃ ἐχώρησε. Σισίφριδος δὲ ξὺν τοῖς ἑπομένοις ἐπεκδρομὴν ποιησάμενος, τῶν τε ξὺν αὐτῷ πλείστους ἀποβάλλει [18] καὶ αὐτὸς θνήσκει. Ἀσίσηνοί τε τοῖς παροῦσιν ἀπορούμενοι, αὐτίκα τὴν πόλιν τοῖς πολεμίοις ἐνέδοσαν. πέμψας δὲ καὶ παρὰ Κυπριανὸν εὐθὺς Τουτίλας, ἐνδοῦναί οἱ αὐτῷ Περυσίαν ἠξίου, δεδιττόμενος μὲν, ἢν ἀπειθήσῃ, χρήμασι δὲ αὐτὸν δωρήσασθαι μεγάλοις [19] ἐπαγγελλόμενος, ἤν γε ταῦτα ἐπιτελοίη. ἐπεί τέ οἱ πρὸς Κυπριανοῦ οὐδὲν προὐχώρει, τῶν ἐκείνου δορυφόρων ἕνα, Οὔλιφον ὄνομα, χρήμασιν ἀναπείθει [20] δόλῳ τὸν ἄνθρωπον διαχρήσασθαι. Οὔλιφος μὲν οὖν μόνῳ τῷ Κυπριανῷ ἐντυχὼν ἔκτεινέ τε αὐτὸν καὶ παρὰ Τουτίλαν φεύγων ᾤχετο. οὐδὲν δὲ ἧσσον οἱ Κυπριανοῦ στρατιῶται βασιλεῖ τὴν πόλιν ἐφύλασσον, διὸ δὴ Γότθοι ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν.
[13]
[1] Μετὰ δὲ Τουτίλας ἐπὶ Ῥώμην ᾔει, καὶ ἐπεὶ ἀγχοῦ ἐγένετο, ἐς πολιορκίαν καθίστατο. τοὺς μέντοι γεωργοὺς οὐδὲν ἄχαρι ἀνὰ πᾶσαν τὴν Ἰταλίαν εἰργάσατο, ἀλλὰ τὴν γῆν ἀδεῶς ἐκέλευεν, ᾗπερ εἰώθασιν, ἐς ἀεὶ γεωργεῖν, τοὺς φόρους αὐτῷ ἀποφέροντας ὅσους τὸ πρότερον ἔς τε τὸ δημόσιον καὶ ἐς τοὺς κεκτημένους [2] ἀποφέρειν ἠξίουν. Γότθων δέ τινων ἄγχιστα τοῦ Ῥώμης περιβόλου ἀφικομένων Ἀρτασίρης τε καὶ Βαρβατίων, πολλούς τε τῶν ἑπομένων ἐπαγαγόμενοι, Βέσσα ὡς ἥκιστα ἐπαινοῦντος, ἐπεκδρομὴν ἐπ' αὐτοὺς [3] ἐποιήσαντο. καὶ πολλοὺς μὲν εὐθὺς ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. οἷς δὴ ἐπισπόμενοι, ἔς τε τὴν δίωξιν ἐπὶ πλεῖστον ἐκπεπτωκότες ἐνέδραις [4] ὑπὸ τῶν πολεμίων ἐνέτυχον. οὗ δὴ τοὺς πλείστους ἀποβαλόντες αὐτοὶ ξὺν ὀλίγοις τισὶ διέφυγον μόλις, καὶ τὸ λοιπὸν ἐπεξιέναι τοῖς ἐναντίοις, καίπερ ἐγκειμένοις, [5] οὐκέτι ἐτόλμων. καὶ ἀπ' αὐτοῦ λιμός τις ἀκριβὴς τοὺς Ῥωμαίους ἐπίεζεν, οὐκέτι δυναμένους τι τῶν ἀναγκαίων ἐκ τῶν ἀγρῶν εἰσκομίζεσθαι, καὶ τῶν ἐκ θαλάσσης [6] ἀποκεκλεισμένων φορτίων. ἐπειδὴ γὰρ Γότθοι Νεάπολιν εἷλον, ναυτικὸν ἐνταῦθα καταστησάμενοι ἀκάτων πολλῶν κἀν ταῖς νήσοις ταῖς Αἰόλου καλουμέναις καὶ ὅσαι ἄλλαι τῇδε ἐπίκεινται, ἐς τὸ ἀκριβὲς τὸν διάπλουν [7] ἐφύλασσον. ὅσαι οὖν νῆες ἐκ Σικελίας ἀναγόμεναι ἔπλεον ἐπὶ τὸν Ῥωμαίων λιμένα, πᾶσαι γεγόνασιν [8] αὐτοῖς ἀνδράσιν ὑπὸ ταῖς ἐκείνων χερσί. Τουτίλας δὲ στράτευμα ἐς Αἰμιλίαν πέμψας, πόλιν Πλακεντίαν [9] ἐξελεῖν ἢ βίᾳ ἢ ὁμολογίᾳ ἐκέλευεν. αὕτη δὲ πρώτη μέν ἐστιν Αἰμιλίων τῆς χώρας, ὀχύρωμα ἰσχυρὸν ἔχουσα. πρὸς δὲ τῷ ποταμῷ Ἠριδανῷ κεῖται καὶ μόνη τῶν τῇδε χωρίων Ῥωμαίων κατήκοος οὖσα ἔτι ἐλέλειπτο. [10] ἐπεὶ δὲ ὁ στρατὸς οὗτος Πλακεντίας ἀγχοῦ ἐγένοντο, λόγους προὔφερον τοῖς ἐνταῦθα φρουροῖς, ὅπως τὴν [11] πόλιν ὁμολογίᾳ Τουτίλᾳ τε καὶ Γότθοις ἐνδοῖεν. ὡς δὲ οὐδὲν σφίσι προὐχώρει, αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, τῶν ἐπιτηδείων ἐνδεῖν τοὺς [12] ἐν τῇ πόλει αἰσθόμενοι.
Τότε τοῖς ἐν Ῥώμῃ τοῦ βασιλέως στρατοῦ ἄρχουσιν ὑποψία προδοσίας πέρι ἐγένετο ἐς Κέθηγον, πατρίκιον ἄνδρα καὶ πρῶτον τῆς Ῥωμαίων βουλῆς. διὸ δὴ ἐς Κεντουκέλλας [13] ἀπιὼν ᾤχετο. Βελισάριος δὲ περί τε τῇ Ῥώμῃ καὶ τοῖς ὅλοις πράγμασι δείσας, ἐπεὶ ἐκ Ῥαβέννης ἀμύνειν ἄλλως τε καὶ στρατῷ ὀλίγῳ ἀδύνατα ἦν, ἀπανίστασθαί τε ἐνθένδε καὶ τὰ ἐπὶ Ῥώμης χωρία καταλαβεῖν ἔγνω, ὅπως δὴ ἀγχοῦ γενόμενος τοῖς ταύτῃ κάμνουσιν ἐπιβοηθεῖν [14] οἷός τε εἴη. καί οἱ τὸ κατ' ἀρχὰς ἐς Ῥάβενναν ἀφικομένῳ μετέμελεν, ἃ δὴ Βιταλίῳ ἀναπεισθεὶς ἔδρασε πρότερον οὐκ ἐπὶ τῷ τῶν βασιλέως πραγμάτων ξυμφόρῳ, ἐπεὶ ἐνταῦθα καθείρξας αὑτὸν ἐδεδώκει τοῖς πολεμίοις κατ' ἐξουσίαν τὴν τοῦ πολέμου διοικεῖσθαι [15] ῥοπήν. καί μοι ἔδοξεν ἢ Βελισάριον ἑλέσθαι τὰ χείρω, ἐπεὶ χρῆν τότε Ῥωμαίοις γενέσθαι κακῶς, ἢ βεβουλεῦσθαι μὲν αὐτὸν τὰ βελτίω, ἐμπόδιον δὲ τὸν θεὸν γεγονέναι, Τουτίλᾳ τε καὶ Γότθοις ἐπικουρεῖν ἐν νῷ ἔχοντα, καὶ ἀπ' αὐτοῦ τῶν βουλευμάτων τὰ βέλτιστα [16] ἐς πᾶν τοὐναντίον Βελισαρίῳ ἀποκεκρίσθαι. οἷς μὲν γὰρ ἐπιπνεῖ ἐξ οὐρίας τὸ πνεῦμα τῆς τύχης καὶ τὰ χείριστα βουλευομένοις οὐδὲν ἀπαντιάσει δεινὸν, ἀντιπεριάγοντος αὐτὰ τοῦ δαιμονίου ἐς πᾶν ξύμφορον· [17] ἀνδρὶ δὲ, οἶμαι, κακοτυχοῦντι εὐβουλία οὐδαμῆ πάρεστι, παραιρουμένου αὐτὸν ἐπιστήμην τε καὶ ἀληθῆ δόξαν [18] τοῦ χρῆναι παθεῖν. ἢν δέ τι καὶ βουλεύσηταί ποτε τῶν δεόντων, ἀλλὰ πνέουσα τῷ βουλεύσαντι ἀπ' ἐναντίας εὐθὺς ἡ τύχη ἀντιστρέφει αὐτῷ τὴν εὐβουλίαν [19] ἐπὶ τὰ πονηρότατα τῶν ἀποβάσεων. ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε ἐκείνῃ ἔχει οὐκ ἔχω εἰπεῖν. Βελισάριος δὲ Ἰουστῖνον ἐπὶ τῇ Ῥαβέννης φυλακῇ καταστησάμενος ξὺν ὀλίγοις τισὶν αὐτὸς ἐνθένδε διά τε Δαλματίας καὶ τῶν ταύτῃ χωρίων κομίζεται ἐς Ἐπίδαμνον, ἵνα δὴ στράτευμα ἐκ Βυζαντίου καραδοκῶν ἡσυχῆ ἔμενε. γράψας τε βασιλεῖ γράμματα, τύχας τὰς παρούσας ἐσήγγελλεν.
[20] ὁ δέ οἱ οὐ πολλῷ ὕστερον Ἰωάννην τε τὸν Βιταλιανοῦ ἀνεψιὸν καὶ Ἰσαάκην Ἀρμένιον Ἀρατίου τε καὶ Ναρσοῦ ἀδελφὸν ξὺν στρατῷ ἔπεμψε βαρβάρων [21] τε καὶ Ῥωμαίων στρατιωτῶν. οἳ δὴ ἐς Ἐπίδαμνον ἀφικόμενοι Βελισαρίῳ ξυνέμιξαν. καὶ Ναρσῆν δὲ τὸν εὐνοῦχον παρὰ τῶν Ἐρούλων τοὺς ἄρχοντας ἔπεμψεν, ἐφ' ᾧ δὴ αὐτῶν τοὺς πολλοὺς πείσει ἐς Ἰταλίαν στρατεύεσθαι.
[22] καὶ αὐτῷ τῶν Ἐρούλων πολλοὶ εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον καὶ ξὺν αὐτῷ ἐς τὰ ἐπὶ Θρᾴκης χωρία ἦλθον. ἐνταῦθα γὰρ διαχειμάσαντες ἔμελλον ἅμα ἦρι ἀρχομένῳ παρὰ Βελισάριον στέλλεσθαι.
[23] ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης, ὃν ἐπίκλησιν ἐκάλουν Φαγᾶν, καὶ αὐτοῖς ἐν ταύτῃ τῇ πορείᾳ ξυνέβη τις τύχη μεγάλα Ῥωμαίους ἀγαθὰ ἐκ τοῦ ἀπροσδοκήτου [24] ἐργάσασθαι. βαρβάρων γὰρ Σκλαβηνῶν πολὺς ὅμιλος ἔτυχον ἔναγχος διαβάντες μὲν ποταμὸν Ἴστρον, ληϊσάμενοι δὲ τὰ ἐκείνῃ χωρία καὶ Ῥωμαίων ἐξανδραποδίσαντες [25] πάμπολυ πλῆθος. οἷς δὴ Ἔρουλοι ἐκ τοῦ αἰφνιδίου ἐς χεῖρας ἐλθόντες, νικήσαντές τε παρὰ δόξαν μέτρῳ σφᾶς πολλῷ ὑπεραίροντας, αὐτούς τε κτείνουσι καὶ τοὺς αἰχμαλώτους ἐς τὰ οἰκεῖα ξύμπαντας [26] ἀφῆκαν ἰέναι. τότε δὲ ὁ Ναρσῆς καί τινα εὑρὼν ἐπιβατεύοντα τοῦ Χιλβουδίου ὀνόματος, ἀνδρὸς ἐπιφανοῦς καὶ Ῥωμαίων ποτὲ στρατηγήσαντος, διελέγξαι τὴν ἐπιβουλὴν ῥᾳδίως ἔσχε. τοῦτο δὲ ὅ τί ποτε ἦν αὐτίκα δηλώσω.
[14]
[1] Χιλβούδιος ἦν τις ἐκ τῆς Ἰουστινιανοῦ βασιλέως οἰκίας ἐσάγαν μὲν δραστήριος τὰ πολέμια, ἐς τόσον δὲ χρημάτων κρείσσων ὥστε ἀντὶ μεγίστου κτήματος ἐν τῇ οὐσίᾳ τῇ αὑτοῦ εἶχε τὸ κεκτῆσθαι μηδέν· [2] τοῦτον βασιλεὺς τὸν Χιλβούδιον, ὅτε δὴ τέταρτον ἔτος τὴν αὐτοκράτορα εἶχεν ἀρχὴν, Θρᾴκης στρατηγὸν ἀνειπὼν, ἐπὶ τῇ τοῦ Ἴστρου ποταμοῦ φυλακῇ κατεστήσατο, φυλάσσειν κελεύσας ὅπως μηκέτι τοῖς ταύτῃ βαρβάροις ὁ ποταμὸς διαβατὸς ἔσται, ἐπεὶ αὐτοῦ τὴν διάβασιν πολλάκις ἤδη Οὖννοί τε καὶ Ἄνται καὶ Σκλαβηνοὶ [3] πεποιημένοι ἀνήκεστα Ῥωμαίους ἔργα εἰργάσαντο. Χιλβούδιος δὲ οὕτω τοῖς βαρβάροις φοβερὸς γέγονεν ὥστε ἐς τριῶν ἐνιαυτῶν χρόνον, ὅσον ξὺν ταύτῃ δὴ τῇ τιμῇ τὴν διατριβὴν ἐνταῦθα εἶχεν, οὐχ ὅσον διαβῆναι τὸν Ἴστρον ἐπὶ τοὺς Ῥωμαίους οὐδεὶς ἴσχυσεν, ἀλλὰ καὶ Ῥωμαῖοι ἐς ἤπειρον τὴν ἀντιπέρας σὺν Χιλβουδίῳ πολλάκις ἰόντες ἔκτεινάν τε καὶ ἠνδραπόδισαν τοὺς [4] ταύτῃ βαρβάρους. ἐνιαυτοῖς δὲ τρισὶν ὕστερον διέβη μὲν ὁ Χιλβούδιος τὸν ποταμὸν ᾗπερ εἰώθει ξὺν ὀλίγῳ [5] στρατῷ, Σκλαβηνοὶ δὲ πανδημεὶ ὑπηντίαζον. μάχης τε καρτερᾶς γενομένης Ῥωμαίων τε πολλοὶ ἔπεσον καὶ [6] Χιλβούδιος ὁ στρατηγός. καὶ τὸ λοιπὸν ὅ τε ποταμὸς ἐσβατὸς ἀεὶ τοῖς βαρβάροις κατ' ἐξουσίαν καὶ τὰ Ῥωμαίων πράγματα εὐέφοδα γέγονε, ξύμπασά τε ἡ Ῥωμαίων ἀρχὴ ἀνδρὸς ἑνὸς ἀρετῇ ἀντίρροπος γενέσθαι ἐν τῷ ἔργῳ τούτῳ οὐδαμῆ ἴσχυσε.
[7] Χρόνῳ δὲ ὕστερον Ἄνται καὶ Σκλαβηνοὶ διάφοροι ἀλλήλοις γενόμενοι ἐς χεῖρας ἦλθον, ἔνθα δὴ τοῖς [8] Ἄνταις ἡσσηθῆναι τῶν ἐναντίων τετύχηκεν. ἐν ταύτῃ δὲ τῇ μάχῃ Σκλαβηνὸς ἀνὴρ τῶν τινα πολεμίων ἄρτι γενειάσκοντα, Χιλβούδιον ὄνομα, αἰχμάλωτον εἷλεν, ἔς τε [9] τὰ οἰκεῖα λαβὼν ᾤχετο. οὗτος ὁ Χιλβούδιος προϊόντος τοῦ χρόνου εὔνους τε ὡς ἔνι μάλιστα τῷ κεκτημένῳ [10] ἐγένετο καὶ τὰ ἐς τοὺς πολεμίους δραστήριος. πολλάκις τε τοῦ δεσπότου προκινδυνεύσας ἠρίστευσέ τε διαφερόντως καὶ κλέος ἴσχυσε περιβαλέσθαι ἀπ' αὐτοῦ μέγα.
[11] ὑπὸ δὲ τὸν χρόνον τοῦτον Ἄνται ἐπισκήψαντες εἰς τὰ ἐπὶ Θρᾴκης χωρία πολλοὺς ἐληΐσαντο καὶ ἠνδραπόδισαν τῶν ἐκείνῃ Ῥωμαίων. οὕσπερ ἐπαγόμενοι ἀπεκομίσθησαν [12] εἰς τὰ πάτρια ἤθη. τούτων δὲ ἕνα τῶν αἰχμαλώτων εἰς φιλάνθρωπόν τινα ἤγαγεν ἡ τύχη καὶ πρᾷον δεσπότην. ἦν δὲ οὗτος ἀνὴρ κακοῦργός τε λίαν [13] καὶ οἷος ἀπάτῃ τοὺς ἐντυχόντας περιελθεῖν. ἐπειδή τε βουλόμενος ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπενόει τοιάδε. τῷ κεκτημένῳ ἐς ὄψιν ἥκων τῆς τε φιλανθρωπίας ἐπῄνεσε καὶ πολλὰ μέν οἱ διὰ τοῦτο πρὸς τοῦ θεοῦ ἰσχυρίσατο τἀγαθὰ ἔσεσθαι, καὶ αὐτὸν δὲ οὐδαμῆ ἀχάριστον δεσπότῃ φιλανθρωποτάτῳ φανήσεσθαι, ἀλλ', ἤν γε αὐτῷ τὰ βέλτιστα εἰσηγουμένῳ ἐπακούειν ἐθέλῃ, κύριον αὐτὸν οὐκ εἰς μακρὰν [14] καταστήσεσθαι χρημάτων μεγάλων. εἶναι γὰρ ἐν τῷ Σκλαβηνῶν ἔθνει Χιλβούδιον, τὸν Ῥωμαίων στρατηγήσαντα, ἐν ἀνδραπόδων λόγῳ, πάντας βαρβάρους λανθάνοντα [15] ὅστις ποτέ ἐστιν. ἢν τοίνυν αὐτῷ βουλομένῳ εἴη προέσθαι τε τὰς τοῦ Χιλβουδίου τιμὰς καὶ διακομίζειν τὸν ἄνθρωπον ἐς Ῥωμαίων τὴν γῆν, δόξαν τε ἀγαθὴν καὶ πλούτου αὐτὸν πάμπολυ χρῆμα περιβαλέσθαι [16] πρὸς βασιλέως οὐκ ἀπεικὸς εἶναι. ταῦτα ὁ Ῥωμαῖος εἰπὼν τὸν κεκτημένον εὐθὺς ἔπεισε, καὶ ξὺν αὐτῷ γίνεται ἐν Σκλαβηνοῖς μέσοις. ἐπεκηρυκεύοντο γὰρ ἤδη καὶ ἀλλήλοις ἀνεμίγνυντο ἀδεῶς οἱ βάρβαροι οὗτοι. χρήματα γοῦν πολλὰ τῷ Χιλβούδιον κεκτημένῳ προέμενοι τὸν ἄνδρα ὠνοῦντο καὶ ξὺν αὐτῷ ἀπιόντες [17] εὐθὺς ᾤχοντο. ἐπεί τε ἐν ἤθεσι τοῖς σφετέροις ἐγένοντο, ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὁ πριάμενος, εἰ [18] Χιλβούδιος αὐτὸς ὁ Ῥωμαίων στρατηγὸς εἴη. καὶ ὃς οὐκ ἀπηξίου τὰ ὄντα [λέγειν] καταλέγειν ξὺν τῷ ἀληθεῖ λόγῳ ἐφεξῆς ἅπαντα, ὡς εἴη μὲν καὶ αὐτὸς Ἄντης τὸ γένος, μαχόμενος δὲ ξὺν τοῖς ὁμογενέσι πρὸς Σκλαβηνοὺς, τότε πολεμίους σφίσιν ὄντας, πρός του τῶν ἐναντίων ἁλῴη, τανῦν δὲ, ἐπεὶ ἀφίκετο ἐς τὰ πάτρια ἤθη, ἐλεύθερος τὸ λοιπὸν κατά γε τὸν νόμον καὶ [19] αὐτὸς ἔσται. ὁ μὲν οὖν ὑπὲρ αὐτοῦ χρυσίον προέμενος εἰς ἀφασίαν ἐμπεπτωκὼς ἤσχαλλεν, ἐλπίδος ἀποτυχὼν [20] οὐ μετρίας τινός. ὁ δὲ Ῥωμαῖος τόν τε ἄνθρωπον παρηγορεῖν τήν τε ἀλήθειαν ἐκκρούειν ἐθέλων, ὡς μή τι αὐτῷ τῆς ἐς τὴν οἰκείαν ἐπανόδου χαλεπὸν εἴη, Χιλβούδιον μὲν ἐκεῖνον ἔτι τοῦτον δὴ τὸν ἄνδρα ἰσχυρίζετο εἶναι, δεδιότα δὲ ἅτε δὴ ὄντα ἐν μέσοις βαρβάροις ὡς ἥκιστα ἐθέλειν ἀποκαλύψαι τὸν πάντα λόγον, ἢν μέντοι γένηται ἐν γῇ τῇ Ῥωμαίων, οὐχ ὅσον οὐκ ἀποκρύψεσθαι τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ φιλοτιμήσεσθαι, ὡς τὸ εἰκὸς, ἐπὶ τούτῳ δὴ τῷ ὀνόματι. τὰ μὲν οὖν πρῶτα κρύφα ταῦτα ἐπράσσετο τῶν ἄλλων βαρβάρων.
[21] Ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς ἅπαντας ἦλθεν, ἠγείροντο μὲν ἐπὶ τούτῳ Ἄνται σχεδὸν ἅπαντες, κοινὴν δὲ εἶναι τὴν πρᾶξιν ἠξίουν, μεγάλα σφίσιν οἰόμενοι ἀγαθὰ ἔσεσθαι, κυρίοις ἤδη τοῦ Ῥωμαίων στρατηγοῦ [22] Χιλβουδίου γεγενημένοις. τὰ γὰρ ἔθνη ταῦτα, Σκλαβηνοί τε καὶ Ἄνται, οὐκ ἄρχονται πρὸς ἀνδρὸς ἑνὸς, ἀλλ' ἐν δημοκρατίᾳ ἐκ παλαιοῦ βιοτεύουσι, καὶ διὰ τοῦτο αὐτοῖς τῶν πραγμάτων ἀεὶ τά τε ξύμφορα καὶ τὰ δύσκολα ἐς κοινὸν ἄγεται. ὁμοίως δὲ καὶ τὰ ἄλλα ὡς εἰπεῖν ἅπαντα ἑκατέροις ἐστί τε καὶ νενόμισται [23] τούτοις ἄνωθεν τοῖς βαρβάροις. θεὸν μὲν γὰρ ἕνα τὸν τῆς ἀστραπῆς δημιουργὸν ἁπάντων κύριον μόνον αὐτὸν νομίζουσιν εἶναι, καὶ θύουσιν αὐτῷ βόας τε καὶ ἱερεῖα πάντα· εἱμαρμένην δὲ οὔτε ἴσασιν οὔτε ἄλλως ὁμολογοῦσιν ἔν γε ἀνθρώποις ῥοπήν τινα ἔχειν, ἀλλ' ἐπειδὰν αὐτοῖς ἐν ποσὶν ἤδη ὁ θάνατος εἴη, ἢ νόσῳ ἁλοῦσιν ἢ ἐς πόλεμον καθισταμένοις, ἐπαγγέλλονται μὲν, ἢν διαφύγωσι, θυσίαν τῷ θεῷ ἀντὶ τῆς ψυχῆς αὐτίκα ποιήσειν, διαφυγόντες δὲ θύουσιν ὅπερ ὑπέσχοντο, καὶ οἴονται τὴν σωτηρίαν ταύτης δὴ τῆς [24] θυσίας αὐτοῖς ἐωνῆσθαι. σέβουσι μέντοι καὶ ποταμούς τε καὶ νύμφας καὶ ἄλλα ἄττα δαιμόνια, καὶ θύουσι καὶ αὐτοῖς ἅπασι, τάς τε μαντείας ἐν ταύταις δὴ ταῖς θυσίαις ποιοῦνται. οἰκοῦσι δὲ ἐν καλύβαις οἰκτραῖς διεσκηνημένοι πολλῷ μὲν ἀπ' ἀλλήλων, ἀμείβοντες δὲ ὡς τὰ πολλὰ τὸν τῆς ἐνοικήσεως ἕκαστοι [25] χῶρον. ἐς μάχην δὲ καθιστάμενοι πεζῇ μὲν ἐπὶ τοὺς πολεμίους οἱ πολλοὶ ἴασιν ἀσπίδια καὶ ἀκόντια ἐν χερσὶν ἔχοντες, θώρακα δὲ οὐδαμῆ ἐνδιδύσκονται.
[26] τινὲς δὲ οὐδὲ χιτῶνα οὐδὲ τριβώνιον ἔχουσιν, ἀλλὰ μόνας τὰς ἀναξυρίδας ἐναρμοσάμενοι μέχρι ἐς τὰ αἰδοῖα, οὕτω δὴ ἐς ξυμβολὴν τοῖς ἐναντίοις καθίστανται. ἔστι δὲ καὶ μία ἑκατέροις φωνὴ ἀτεχνῶς βάρβαρος.
[27] οὐ μὴν οὐδὲ τὸ εἶδος ἐς ἀλλήλους τι διαλλάσσουσιν. εὐμήκεις τε γὰρ καὶ ἄλκιμοι διαφερόντως εἰσὶν ἅπαντες, τὰ δὲ σώματα καὶ τὰς κόμας οὔτε λευκοὶ ἐσάγαν ἢ ξανθοί εἰσιν οὔτε πη ἐς τὸ μέλαν αὐτοῖς παντελῶς τέτραπται, ἀλλ' ὑπέρυθροί εἰσιν ἅπαντες.
[28] δίαιταν δὲ σκληράν τε καὶ ἀπημελημένην, ὥσπερ οἱ Μασσαγέται, καὶ αὐτοὶ ἔχουσι, καὶ ῥύπου ᾗπερ ἐκεῖνοι ἐνδελεχέστατα γέμουσι, πονηροὶ μέντοι ἢ κακοῦργοι ὡς ἥκιστα τυγχάνουσιν ὄντες, ἀλλὰ κἀν τῷ ἀφελεῖ [29] διασώζουσι τὸ Οὐννικὸν ἦθος. καὶ μὴν καὶ ὄνομα Σκλαβηνοῖς τε καὶ Ἄνταις ἓν τὸ ἀνέκαθεν ἦν. Σπόρους γὰρ τὸ παλαιὸν ἀμφοτέρους ἐκάλουν, ὅτι δὴ σποράδην, [30] οἶμαι, διεσκηνημένοι τὴν χώραν οἰκοῦσι. διὸ δὴ καὶ γῆν τινα πολλὴν ἔχουσι· τὸ γὰρ πλεῖστον τῆς ἑτέρας τοῦ Ἴστρου ὄχθης αὐτοὶ νέμονται. τὰ μὲν οὖν ἀμφὶ τὸν λεὼν τοῦτον ταύτῃ πη ἔχει.
[31] Ἄνται δὲ τότε ἀγειρόμενοι, ὥσπερ ἐρρήθη, τὸν ἄνδρα τοῦτον ἠνάγκαζον ὁμολογεῖν σφίσιν ὅτι Χιλβούδιος [32] αὐτὸς ὁ Ῥωμαίων στρατηγὸς εἴη. ἀρνηθέντα τε κολάζειν ἠπείλουν. ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ βασιλεὺς Ἰουστινιανὸς πρέσβεις τινὰς παρὰ τούτους δὴ τοὺς βαρβάρους στείλας ἠξίου ξυνοικίζεσθαι ἅπαντας εἰς πόλιν ἀρχαίαν, Τούρριν ὄνομα, ἣ κεῖται μὲν ὑπὲρ ποταμὸν Ἴστρον, Τραϊανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος ἐν τοῖς ἄνω χρόνοις αὐτὴν δειμαμένου, ἔρημος δὲ ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, ληϊσαμένων [33] αὐτὴν τῶν ταύτῃ βαρβάρων. ταύτῃ γὰρ αὐτοὺς καὶ τῇ ἀμφ' αὐτὴν χώρᾳ Ἰουστινιανὸς βασιλεὺς ἅτε προσηκούσῃ τὸ ἐξ ἀρχῆς Ῥωμαίοις ὡμολόγει δεδωρήσεσθαι καὶ σφίσι ξυνοικιεῖν μὲν δυνάμει τῇ πάσῃ, χρήματα δὲ μεγάλα σφίσι προΐεσθαι, ἐφ' ᾧ οἱ ἔνσπονδοι τὸ λοιπὸν ὄντες Οὔννοις ἐμπόδιοι ἐς ἀεὶ γένωνται, [34] καταθεῖν βουλομένοις τὴν Ῥωμαίων ἀρχήν. ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπῄνεσάν τε καὶ πράξειν ἅπαντα ὑπέσχοντο, εἴπερ αὐτοῖς τὸν Χιλβούδιον στρατηγὸν Ῥωμαίων αὖθις καταστησάμενος ξυνοικιστὴν δοίη, αὐτὸν ἐκεῖνον ἰσχυριζόμενοι, ᾗπερ ἠβούλοντο, [35] Χιλβούδιον εἶναι. ταύταις δὲ ὁ ἄνθρωπος ἐπαρθεὶς ταῖς ἐλπίσιν ἤδη καὶ αὐτὸς ἤθελέ τε καὶ ἔφασκε Χιλβούδιος ὁ Ῥωμαίων στρατηγὸς εἶναι. ἐφ' οἷς δὴ αὐτὸν στελλόμενον ἐς Βυζάντιον Ναρσῆς ἐν ταύτῃ τῇ πορείᾳ [36] καταλαμβάνει. καὶ ξυγγενόμενος, ἐπεὶ φενακίζοντα τὸν ἄνθρωπον εὗρε (καίπερ τήν τε Λατίνων ἀφιέντα φωνὴν καὶ τῶν Χιλβουδίου γνωρισμάτων πολλὰ ἐκμαθόντα τε ἤδη καὶ προσποιεῖσθαι ἱκανῶς ἔχοντα) ἔν τε δεσμωτηρίῳ καθεῖρξε καὶ τὸν πάντα ἐξειπεῖν λόγον ἠνάγκασεν, οὕτω τε ἐς Βυζάντιον ξὺν αὑτῷ ἤγαγεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.
[15]
[1] Βασιλεὺς μὲν ταῦτα ἅπερ μοι δεδήλωται ἔπρασσεν. ἐν τούτῳ δὲ Βελισάριος Βαλεντῖνόν τε καὶ τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, Φωκᾶν ὄνομα, διαφερόντως ἀγαθὸν τὰ πολέμια, ξὺν στρατεύματι ἐς τὸν Ῥωμαίων λιμένα ἔπεμψεν, ἐφ' ᾧ τό τε ἐν Πόρτῳ φρούριον ξυμφυλάξουσι τοῖς ἐνταῦθα φρουροῖς, ὧνπερ Ἰννοκέντιος ἦρχε, καὶ ὅπη ἂν σφίσι δυνατὰ ᾖ ἐπεκδρομὰς ποιούμενοι ξυνταράξουσι τὸ τῶν πολεμίων [2] στρατόπεδον. οἱ μὲν οὖν ἀμφὶ Βαλεντῖνόν τε καὶ Φωκᾶν πέμψαντες λάθρα ἐς Ῥώμην σημαίνουσι Βέσσᾳ ὡς αὐτίκα δὴ ἐπιέναι τῶν ἐναντίων τῷ χαρακώματι ἐκ τοῦ αἰφνιδίου μέλλουσι· δεήσει οὖν καὶ αὐτὸν τῶν ἐν Ῥώμῃ στρατιωτῶν τοὺς μαχιμωτάτους ἀπολεξάμενον, ἡνίκα αἴσθηται τῆς ἐπιδρομῆς, βοηθεῖν δρόμῳ, ὅπως τι καὶ δρᾶν τοὺς βαρβάρους ἑκάτεροι δυνήσονται μέγα.
[3] Βέσσᾳ δὲ ταῦτα οὐδαμῆ ἤρεσκε, καίπερ ἐς τρισχιλίους στρατιώτας ξὺν αὑτῷ ἔχοντι. διὸ δὴ καὶ Βαλεντῖνός τε καὶ Φωκᾶς ξὺν πεντακοσίοις ἐκ τοῦ ἀπροσδοκήτου ἐπισκήψαντες τῷ τῶν πολεμίων στρατοπέδῳ ὀλίγους μέν τινας ἔκτειναν, αἴσθησίς τε τοῦ ἐνθένδε θορύβου [4] τοῖς πολιορκουμένοις ταχὺ γέγονεν. ὡς δὲ οὐδεὶς ἐκ τῆς πόλεως ἐπεξῄει, κατὰ τάχος ἐς τὸν λιμένα κακῶν [5] παντάπασιν ἀπαθεῖς ἀνεχώρησαν. πέμψαντές τε παρὰ Βέσσαν αὖθις ᾐτιῶντο μὲν ὄκνησίν τινα οὐ δέον αὐτῷ ἐμπεπτωκέναι, ἰσχυριζόμενοι δὲ ὡς ὀλίγῳ ὕστερον ἑτέραν ἐπεκδρομὴν ἐς τοὺς πολεμίους ποιήσονται παρεκάλουν καὶ αὐτὸν ἐς καιρὸν τοῖς βαρβάροις ἐπιθέσθαι [6] δυνάμει τῇ πάσῃ. ὁ δὲ οὐδέν τι ἧσσον τὸ μὴ τοῖς ἐναντίοις ἐπεξιόντα διακινδυνεύειν ἀπεῖπεν. οἱ μέντοι ἀμφὶ Βαλεντῖνόν τε καὶ Φωκᾶν ξὺν στρατῷ πλείονι τοῖς πολεμίοις ἐμπεσεῖσθαι διενοοῦντο καὶ ἐν παρασκευῇ [7] ἤδη ἐγένοντο. στρατιώτης δέ τις ὑπὸ Ἰννοκεντίῳ ταττόμενος αὐτόμολος παρὰ Τουτίλαν ἥκων ἀγγέλλει ὡς ἡμέρᾳ τῇ ἐπιγενησομένῃ ἔφοδος ἐκ τοῦ [8] Πόρτου ἐπ' αὐτοὺς ἔσται. καὶ ὃς τῶν χωρίων ὅσα ἐπιτηδείως ἐς τοῦτο εἶχεν, ἐνέδραις ἔγνω προλοχίζειν ἀνδρῶν μαχίμων. οὗ δὴ τῇ ὑστεραίᾳ Βαλεντῖνός τε καὶ Φωκᾶς ξὺν τοῖς ἑπομένοις ἐμπεπτωκότες τούς τε πλείστους ἀποβάλλουσι καὶ αὐτοὶ θνήσκουσιν. ὀλίγοι δέ τινες μόλις διαφυγόντες ἐς τὸν Πόρτον κομίζονται.
[9] Τότε καὶ Βιγίλιος, ὁ τῆς Ῥώμης ἀρχιερεὺς, ἐν Σικελίᾳ διατριβὴν ἔχων ναῦς ὅτι πλείστας σίτου ἐμπλησάμενος ἔπεμψεν, οἰόμενος ὅτῳ δὴ τρόπῳ τοῖς τὰ φορτία παραπέμπουσιν ἐς τὴν Ῥώμην ἐσιτητὰ εἶναι.
[10] αἱ μὲν οὖν νῆες αὗται ἔπλεον ἐπὶ τὸν Ῥωμαίων λιμένα, αἰσθόμενοι δὲ οἱ πολέμιοι χρόνῳ τε βραχεῖ προτερήσαντες ἐν τῷ λιμένι ἐγένοντο καὶ τῶν τειχῶν ἐντὸς σφᾶς αὐτοὺς ἔκρυψαν, ὅπως, ἐπειδὰν τάχιστα αἱ νῆες ἐνταῦθα κατάρωσι, κρατήσωσιν αὐτῶν οὐδενὶ πόνῳ. [11] ὅπερ κατιδόντες ὅσοι φρουρὰν ἐν Πόρτῳ εἶχον, ἔς τε τὰς ἐπάλξεις ἀνέβαινον ἅπαντες καὶ τὰ ἱμάτια σείοντες τοῖς ἐν ταῖς ναυσὶ σημαίνειν ἐβούλοντο μὴ πρόσω [12] ἰέναι, ἀλλ' ἑτέρωσε, ὅπη παρατύχῃ, ἐκτρέπεσθαι. οἱ δὲ τῶν ποιουμένων οὐ ξυνιέντες, ἀλλὰ χαίρειν τε τοὺς ἐν τῷ Πόρτῳ Ῥωμαίους οἰόμενοι καὶ σφᾶς ἐπὶ τὸν λιμένα παρακαλεῖν, τοῦ πνεύματος αὐτοῖς ἐπιφόρου [13] ὄντος, ἐντὸς τοῦ λιμένος κατὰ τάχος ἐγένοντο. ἔπλεον δὲ ταῖς ναυσὶν ἄλλοι τε Ῥωμαίων πολλοὶ καί τις ἐπίσκοπος Βαλεντῖνος ὄνομα. ἔκ τε τῶν ἐνεδρῶν ἀναστάντες οἱ βάρβαροι τῶν πλοίων ἁπάντων οὐδενὸς ἀμυνομένου [14] ἐκράτησαν. καὶ τὸν μὲν ἐπίσκοπον ζωγρήσαντες παρὰ τὸν Τουτίλαν ἤγαγον, τοὺς δὲ ἄλλους ἅπαντας ἔκτειναν, καὶ τὰς ναῦς σὺν τοῖς φορτίοις ἐφέλκοντες [15] ᾤχοντο. τούτου ὁ Τουτίλας ἀνεπυνθάνετο τοῦ ἱερέως ὅσα ἐβούλετο, ἐπενεγκών τε αὐτῷ, ὅτι δὴ ὡς ἥκιστα [16] ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψε. ταῦτα μὲν δὴ οὕτω γενέσθαι τετύχηκε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑνδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
[16]
[1] Βιγίλιος δὲ, ὁ τῆς Ῥώμης ἀρχιερεὺς, βασιλεῖ ἐς Βυζάντιον ἐκ Σικελίας μετάπεμπτος ἦλθεν. ἐτύγχανε γὰρ πολύν τινα χρόνον διὰ τοῦτο ἐν Σικελίᾳ ‹δια› τριβὴν [2] ἔχων. ὑπὸ τοῦτον τὸν χρόνον Ῥωμαῖοι ἐν Πλακεντίᾳ πολιορκούμενοι ἁπάντων ἤδη σφᾶς τῶν ἀναγκαίων παντάπασιν ἐπιλιπόντων ἐς βρώσεις οὐχ [3] ὁσίας τινὰς, βιαζόμενοι τῷ λιμῷ, ἦλθον. καὶ μὴν καὶ ἀλλήλων ἐγεύσαντο. καὶ διὰ τοῦτο σφᾶς τε αὐτοὺς καὶ [4] Πλακεντίαν ὁμολογίᾳ Γότθοις παρέδωκαν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε καὶ Ῥώμην πρὸς Τουτίλα πολιορκουμένην [5] ἅπαντα ἤδη τὰ ἀναγκαῖα ἐπελελοίπει. ἦν δέ τις ἐν τοῖς Ῥώμης ἱερεῦσιν, ὄνομα μὲν Πελάγιος, διάκονος δὲ τὴν τιμὴν, ὃς δὴ ἐν Βυζαντίῳ χρόνον διατρίψας συχνὸν φίλος μὲν ἐς τὰ μάλιστα Ἰουστινιανῷ βασιλεῖ γέγονε, χρήματα δὲ περιβεβλημένος μεγάλα ἐς [6] Ῥώμην ὀλίγῳ ἔμπροσθεν ἐτύγχανεν ἀφικόμενος. ἐν ταύτῃ τε τῇ πολιορκίᾳ τοῖς τῶν ἀναγκαίων ἀπορουμένοις πλεῖστα τῶν χρημάτων προέμενος, ὢν καὶ πρότερον ἔν γε Ἰταλιώταις ἅπασι δόκιμος, μεῖζον, ὡς τὸ [7] εἰκὸς, ἐπὶ φιλανθρωπίᾳ κλέος ἀπήνεγκε. τοῦτον Ῥωμαῖοι τὸν Πελάγιον, ἐπειδὴ τὰ ἀμήχανα τῷ λιμῷ ἔπασχον, πείθουσι παρὰ Τουτίλαν τε ἰέναι καὶ ἡμερῶν ὀλίγων τινῶν ἐκεχειρίαν διαπράξασθαι σφίσιν, ἐφ' ᾧ, ἢν μή τις αὐτοῖς ἐπικουρία ταύτης δὴ ἐντὸς τῆς ἐκεχειρίας ἐκ Βυζαντίου ἀφίκηται, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ [8] καὶ τὴν πόλιν Γότθοις ἐνδώσουσιν. ἐπὶ ταύτῃ δὴ τῇ πρεσβείᾳ Πελάγιος παρὰ Τουτίλαν ἦλθεν. ἥκοντά τε αὐτὸν ὁ Τουτίλας ἀσπασάμενος αἰδοῖ τε καὶ φιλοφροσύνῃ [9] πολλῇ πρῶτος ἔλεξεν ὧδε Πᾶσι μὲν, ὡς ἐπὶ πλεῖστον εἰπεῖν, νόμος βαρβάροις τὸ χρῆμα τῶν πρέσβεων σέβειν, ἐμοὶ δὲ τοὺς τῆς ἀρετῆς τι μεταποιουμένους, οἷος αὐτὸς εἶ, καὶ ἄλλως τιμᾶν ἐν [10] σπουδῇ ἄνωθεν γέγονε. τιμὴν δὲ καὶ ὕβριν ἐς ἄνδρα πρεσβευτὴν οὐ πρᾳότητι προσώπων οὐδὲ ῥημάτων ὄγκῳ τῶν ὑποδεξαμένων διακεκρίσθαι οἶμαι, ἀλλ' ἔν γε τῷ ἀληθίζεσθαι ἢ λόγοις οὐχ ὑγιαίνουσιν ἐς [11] αὐτὸν χρῆσθαι. τετιμῆσθαι μὲν γὰρ διαφερόντως ἐκείνῳ ξυμβαίνει, ὅτῳ ἂν ἐκ τοῦ εὐθέος ἀποκαλύψαντες τὸν ἀληθῆ λόγον, οὕτω τὸν ἄνθρωπον ἀποπέμποιντο, περιυβρίσθαι δὲ πάντων μάλιστα τῷ πρεσβευτῇ τούτῳ, ὃς ἂν ὑπούλων τε καὶ ξυμπεπλασμένων [12] ἀκούσας ῥημάτων ἀπιὼν οἴχοιτο. τριῶν τοίνυν ἐκτὸς, ὦ Πελάγιε, τῶν ἄλλων ἁπάντων, ὅτου ἂν [13] δεηθείης, οὐ μή ποτε πρὸς ἡμῶν ἀτυχήσεις. ἃ δὴ φυλασσόμενόν σε σιωπᾶν ἄμεινον, ὅπως μὴ σαυτῷ αἰτιώτατος γεγονὼς τοῦ μηδὲν ἀνύειν ὧν ἕνεκα ἦλθες [14] τὴν ὑπὲρ αὐτῶν μέμψιν ἡμῖν ἀναθήσεις. τῷ γὰρ μὴ ἐπιτηδείως τοῖς παροῦσιν αἰτεῖσθαι τὸ μηδὲν κατορθοῦν ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμπέφυκε. λέγω δὲ, ὅπως μήτε Σικελιωτῶν τινος ἕνεκα μήτε τῶν Ῥώμης περιβόλων, ἢ τῶν προσκεχωρηκότων ἡμῖν οἰκετῶν, τοὺς [15] λόγους ποιήσεις. οὐ γὰρ οἷόν τέ ἐστιν ἢ Γότθους φειδοῖ ἐς Σικελιωτῶν τινα χρήσεσθαι, ἢ τόδε τὸ τεῖχος ἑστάναι, ἢ δούλους τοὺς ξὺν ἡμῖν στρατευσαμένους τοῖς πάλαι κεκτημένοις δουλεύειν. τοῦ δὲ μὴ δοκεῖν ἀλογίστῳ ταῦτα προτείνεσθαι γνώμῃ τῷ τὰς αἰτίας [16] αὐτίκα ἐξειπεῖν τὴν ὑποψίαν ἐκλύσομεν. ἦν μὲν ἡ νῆσος εὐδαίμων ἐκ παλαιοῦ χρημάτων προσόδῳ καὶ καρπῶν ἀφθονίᾳ τῶν ἐκεῖ φυομένων πασῶν μάλιστα, ὥστε οὐ τοῖς αὐτὴν ἐνοικοῦσιν ἐπαρκεῖν μόνον, ἀλλὰ καὶ τοὺς Ῥωμαίους ὑμᾶς ἐνθένδε εἰσκομιζομένους ἀνὰ πᾶν ἔτος τὴν τῶν ἐπιτηδείων φορὰν διαρκῶς [17] ἔχειν. διόπερ κατ' ἀρχὰς ἐδέοντο Θευδερίχου Ῥωμαῖοι μὴ πολλῶν ἐνταῦθα Γότθων καταστῆναι φρουρὰν, ὡς μηδὲν αὐτῶν τῇ ἐλευθερίᾳ ἢ τῇ ἄλλῃ [18] εὐδαιμονίᾳ ἐμπόδιον εἴη. τούτων δὲ τοιούτων ὄντων κατέπλευσεν ἐς Σικελίαν ὁ τῶν πολεμίων στρατὸς, οὔτε ἀνδρῶν πλήθει οὔτε ἄλλῳ τῶν πάντων οὐδενὶ [19] ἀξιόμαχοι πρὸς ἡμᾶς ὄντες. Σικελιῶται δὲ τὸν στόλον ἰδόντες οὐκ ἐς Γότθους ταῦτα ἀνήνεγκαν, οὐκ ἐν τοῖς ὀχυρώμασι καθεῖρξαν αὑτοὺς, οὐκ ἄλλο προσκρούειν τοῖς ἐναντίοις οὐδὲν ἔγνωσαν, ἀλλ' ἀναπετάσαντες προθυμίᾳ τῇ πάσῃ τὰς τῶν πόλεων πύλας ἐδέξαντο ὑπτίαις χερσὶ τὸν τῶν πολεμίων στρατὸν, ὥσπερ, οἶμαι, τὰ τῶν ἀνδραπόδων ἀπιστότατα, ἐκ χρόνου καιροφυλακοῦντες πολλοῦ δραπετεῦσαι μὲν τῆς τῶν κεκτημένων χειρὸς, νέους δέ τινας καὶ ἀγνῶτας [20] αὑτοῖς δεσπότας εὑρεῖν. ἐντεῦθέν τε ὁρμώμενοι καθάπερ ἐξ ἐπιτειχίσματος οἱ πολέμιοι τήν τε ἄλλην Ἰταλίαν ἀπονητὶ ἔσχον καὶ Ῥώμην τήνδε κατέλαβον, σῖτον ἐκ Σικελίας ἐπαγαγόμενοι τοσοῦτον τὸ πλῆθος, ὥστε πολιορκουμένοις ἐς ἐνιαυτοῦ μῆκος [21] ἀντέχειν ξύμπασι Ῥωμαίοις. τὰ μὲν οὖν Σικελιωτῶν τοιαῦτά ἐστιν, ὧνπερ αὐτοῖς Γότθους συγγνώμονας εἶναι οὐδεμία μηχανὴ ἔσται, τοῦ τῶν ἐγκλημάτων [22] ὄγκου παραιρουμένου τοῖς ἠδικηκόσι τὸν ἔλεον. τούτων δὲ τῶν περιβόλων ἐντὸς καθείρξαντες αὑτοὺς οἱ πολέμιοι ἐς μὲν τὸ πεδίον καταβαίνοντες παρατάσσεσθαι ἡμῖν οὐδαμῆ ἔγνωσαν, σοφίσμασι δὲ καὶ παραγωγαῖς ἀεί τε καὶ καθ' ἡμέραν Γότθους ἐκκρούοντες κύριοι τῶν ἡμετέρων ἐκ τοῦ παραλόγου γεγένηνται.
[23] ὅπως τοίνυν καὶ ὕστερον μὴ ταῦτα πάθοιμεν προνοεῖν ἄξιον. τοὺς γὰρ ἅπαξ ἀγνοίᾳ σφαλέντας ἐς τὴν αὐτὴν αὖθις ἐκπεπτωκέναι κακοπραγίαν οὐ προειδομένους τὴν ἀπὸ τῆς πείρας ἤδη συνειθισμένην αὐτοῖς συμφορὰν οὐ τύχης ἐναντίωμα γεγενῆσθαι δοκεῖ, ἀλλ' ἐς ἄνοιαν τῶν ἐπταικότων, ὡς τὸ εἰκὸς, περιίστασθαι.
[24] προσθείη δ' ἄν τις ὡς καὶ τὸν Ῥώμης καθαιρεθῆναι περίβολον μάλιστα πάντων ὑμῖν ξυνοίσει. οὐδὲ μεθ' ἑτέρων γὰρ τὸ λοιπὸν καθειργμένοι πάντων τε ἀποκεκλεισμένοι τῶν ἀναγκαίων, πολιορκηθήσεσθε πρὸς τῶν ἐπιόντων, ἀλλὰ κινδυνεύσουσι μὲν τῇ μάχῃ πρὸς ἀλλήλους ἑκάτεροι, ἆθλον δὲ τῶν νικώντων [25] ὑμεῖς οὐ μετὰ κινδύνων ὑμετέρων γενήσεσθε. τῶν μέντοι προσκεχωρηκότων ἡμῖν οἰκετῶν ἕνεκα τοσαῦτα ἐροῦμεν, ὡς, ἤνπερ ἐκείνους συνταξαμένους τε ἡμῖν ἐπὶ τοὺς ἐναντίους καὶ παρ' ἡμῶν τὴν ὁμολογίαν κεκομισμένους τοῦ μή ποτε αὐτοὺς τοῖς πάλαι κεκτημένοις προήσεσθαι τανῦν ἐγχειρίσειν ὑμῖν γνοίημεν, [26] οὐδὲ πρὸς ὑμᾶς τὸ πιστὸν ἕξομεν. οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν τῶν ξυγκειμένων ἐς τοὺς ἁπάντων οἰκτροτάτους ὀλιγωροῦντα βέβαιον ἐς τῶν ἄλλων τινὰ τὴν αὑτοῦ γνώμην ἐνδείκνυσθαι, ἀλλ' ὥσπερ τῆς φύσεως ἄλλο τι γνώρισμα ἐς πάντας τοὺς αὐτῷ ξυμβάλλοντας τὴν ἀπιστίαν ἀεὶ περιφέρειν φιλεῖ.
[27] Τουτίλας μὲν τοσαῦτα εἶπε, Πελάγιος δὲ ἀμείβεται ὧδε Κατεσπουδάσθαι σοι μάλιστα πάντων ἐμέ τε, ὦ γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα ἐν [28] μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ ξυνέταξας. ὑβρίζειν γὰρ εἰς ἄνδρα φίλον τε καὶ πρεσβευτὴν ἔγωγε οἶμαι οὐχ ὃς ἂν κατὰ κόρρης πατάξαι καὶ τῇ ἄλλῃ ἀσελγείᾳ ἐς αὐτὸν χρήσαιτο, ἀλλ' ὃς ἂν ἄπρακτον ἀποπέμψασθαι [29] τὸν ἐς αὐτὸν ἥκοντα γνοίη. οὐ γὰρ ὅπως τιμῆς πρὸς τῶν ὑποδεξαμένων τινὸς τύχωσι, καθεῖναι αὑτοὺς ἐς τὴν πρεσβείαν εἰώθασιν ἄνθρωποι, ἀλλ' ὅπως τι ἀγαθὸν διαπεπραγμένοι τοῖς ἐσταλκόσιν ἐς αὐτοὺς [30] ἐπανήξωσιν. ὥστε προπηλακισθέντας ξυνοίσει μᾶλλον διαπεπρᾶχθαί τι ὧν ἕνεκα ἦλθον ἢ λόγων ἐπιεικεστέρων ἀκούσαντας τῆς ἐλπίδος ἀποτυχόντας ἐπανελθεῖν. παραιτεῖσθαι μὲν οὖν οὐκ οἶδα ὅ τι δεῖ περὶ τούτων [31] ὧν αὐτὸς εἴρηκας. τί γὰρ ἄν τις ἐνοχλοίη τόν γε πρὸ τῆς ἀπολογίας ἀπειπόντα τὴν ξύμβασιν; ἐκεῖνο δὲ οὐκ ἂν σιωπῴην, ὡς ἔνδηλος εἶ ὁπόσην ἐς Ῥωμαίους τοὺς σοὶ ὅπλα ἀντάραντας φιλανθρωπίαν ἐνδείκνυσθαι μέλλεις, ὃς ἐς Σικελιώτας τοὺς οὐδαμῆ σοι ἀπηντηκότας ἀκήρυκτον τὸ ἔχθος ἐξενεγκεῖν ἔγνως.
[32] ἀλλ' ἔγωγε μεθεὶς τὴν πρὸς σὲ δέησιν τὴν πρεσβείαν ἐς τὸν θεὸν μεταθήσομαι, ὃς δὴ τοῖς τὰς ἱκεσίας ὑπερφρονοῦσι νεμεσᾶν εἴωθε.
[17]
[1] Τοσαῦτα εἰπὼν ὁ Πελάγιος ἀπηλλάσσετο. καὶ αὐτὸν Ῥωμαῖοι ἐπεὶ ἄπρακτον ἐπανήκοντα εἶδον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. ἔτι τε μᾶλλον ἀκμάζων ὁ λιμὸς ἡμέρᾳ ἑκάστῃ ἀνήκεστα αὐτοὺς ἔργα εἰργάζετο. τοὺς μέντοι στρατιώτας οὔπω τὰ ἀναγκαῖα ἐπελελοίπει, [2] ἀλλ' ἔτι ἀντεῖχον. διὸ δὴ ἀθρόοι Ῥωμαῖοι γενόμενοι καὶ τοῖς τοῦ βασιλέως στρατοῦ ἄρχουσι, Βέσσᾳ τε καὶ Κόνωνι, προσελθόντες, δεδακρυμένοι ξὺν οἰμωγῇ πολλῇ ἔλεξαν τοιάδε Τοιαύτας μὲν οὔσας, ὦ στρατηγοὶ, τύχας ἡμῖν τὰς παρούσας ὁρῶμεν, ὥστε εἰ καί τι δρᾶν ὑμᾶς ἀνόσιον ἔργον ἰσχύομεν, οὐκ ἄν τινα [3] ἡμῖν τὸ ἔγκλημα τοῦτο μέμψιν ἐπήνεγκεν. ἡ γὰρ τῆς ἀνάγκης ὑπερβολὴ τὴν ἀπολογίαν ἐφ' ἑαυτῆς ἔχει. νῦν δὲ ἀμύνειν ἔργῳ ἡμῖν αὐτοῖς οὐχ οἷοί τε ὄντες, δηλώσοντές τε λόγῳ καὶ ἀποκλαύσοντες τὴν ξυμφορὰν παρ' ὑμᾶς ἥκομεν· ὅπως δὲ ἀκούσησθε πρᾴως, οὐ ξυνταρασσόμενοι τῷ τῶν λόγων θράσει, [4] ἀλλὰ τῇ τοῦ πάθους ἀκμῇ τοῦτο σταθμώμενοι. ὁ γὰρ ἀπογνῶναι τὴν σωτηρίαν ἠναγκασμένος οὐκ ἔργοις, οὐ ῥήμασι τὴν εὐκοσμίαν διασώσασθαι τὸ λοιπὸν [5] δύναται. ἡμᾶς, ὦ στρατηγοὶ, μήτε Ῥωμαίους μήτε ξυγγενεῖς ὑμῖν νομίζετε εἶναι, μήτε ὁμοτρόπους τοῖς τῆς πολιτείας ἤθεσι γεγονέναι, μήτε ἀρχὴν ἑκόντας τῇ πόλει τὸν βασιλέως δέχεσθαι στρατὸν, ἀλλὰ πολεμίους τὸ ἐξ ἀρχῆς ὄντας καὶ ὅπλα ἐφ' ὑμῖν ἀραμένους, εἶτα ἡσσηθέντας τῇ μάχῃ, ἀνδράποδα δορυάλωτα ὑμῶν αὐτῶν κατά γε τὸν τοῦ πολέμου γενέσθαι νόμον.
[6] καὶ χορηγεῖτε τοῖς ὑμετέροις αἰχμαλώτοις τροφὴν οὐ κατὰ τὴν χρείαν ἡμῖν ἀποχρῶσαν, ἀλλ' ὥστε ἀποζῆν διαρκῶς ἔχουσαν, ὅπως δὴ καὶ ἡμεῖς περιόντες ἀνθυπουργήσωμεν ὑμῖν ὅσα τοὺς οἰκέτας τοῖς κεκτημένοις [7] ὑπηρετεῖν ἄξιον. εἰ δὲ τοῦτο οὐ ῥᾴδιον ἢ βουλομένοις ὑμῖν, ἀλλ' ἀφεῖναι ἡμᾶς τῆς ὑμετέρας δικαιοῦτε χειρὸς, ἐκεῖνο κερδανοῦντες, τὸ μὴ περὶ τὰς τῶν δούλων πονεῖσθαι ταφάς· ἢν δὲ μηδὲ τοῦτο ἡμῖν ἀπολέλειπται, ἀποκτιννύναι ἡμᾶς ἀξιοῦτε καὶ μὴ ἀποστερήσητε τελευτῆς σώφρονος μηδὲ θανάτου φθονήσητε τοῦ πάντων ἡδίστου, ἀλλὰ πράξει μιᾷ [8] μυρίων ἀπαλλάξατε Ῥωμαίους δυσκόλων. ταῦτα οἱ ἀμφὶ Βέσσαν ἀκούσαντες τὸ μὲν τὰ ἐπιτήδεια χορηγεῖν σφίσιν ἀδύνατον, τὸ δὲ ἀποκτιννύναι ἀνόσιον ἔφασαν εἶναι, οὐ μέντοι οὐδὲ τὸ ἀφεῖναι ἀκίνδυνον. Βελισάριον δὲ καὶ τὸν ἐκ Βυζαντίου στρατὸν αὐτίκα δὴ μάλα παρέσεσθαι ἰσχυρίσαντο, ταύτῃ τε αὐτοὺς παρηγορήσαντες ἀπεπέμψαντο.
[9] Ὁ δὲ λιμὸς ἔτι μᾶλλον ἀκμάζων τε καὶ μηκυνόμενος ἐπὶ μέγα κακοῦ ᾔρετο, βρώσεις ὑποβάλλων ἐκτόπους [10] τε καὶ τῆς φύσεως ὑπερορίους. τὰ μὲν οὖν πρῶτα Βέσσας τε καὶ Κόνων, οἵπερ τοῦ ἐν Ῥώμῃ φυλακτηρίου ἦρχον (σίτου γὰρ πολύ τι μέτρον ἐντὸς τοῦ Ῥώμης περιβόλου ἐναποθέμενοι σφίσιν ἔτυχον) καὶ οἱ στρατιῶται χρείας τῆς οἰκείας ἀποτεμνόμενοι ἀπεδίδοντο Ῥωμαίων τοῖς εὖ πράσσουσι χρημάτων μεγάλων· μεδίμνου μὲν γὰρ τιμὴ ἑπτὰ ἐγεγόνει χρυσοῖ.
[11] οἷς μέντοι οὐχ οὕτω τὰ κατὰ τὴν οἰκίαν ἐφέρετο, ὥστε βρώσεως ἐς τόσον ἀξιωτέρας μεταλαγχάνειν ἱκανοῖς εἶναι, οἱ δὲ τῆς τιμῆς τὸ τεταρτημόριον κατατιθέντες πιτύρων τε τὸ μέδιμνον ἐμπλησάμενοι ἤσθιον, τῆς ἀνάγκης αὐτοῖς ἡδίστην τε καὶ τρυφερωτάτην [12] ποιούσης τὴν βρῶσιν. καὶ βοῦν δὲ, ὃν ἂν ἐπεξιόντες οἱ Βέσσα ὑπασπισταὶ λάβοιεν, ἀπεδίδοντο κατὰ πεντήκοντα χρυσῶν. ὅτῳ δὲ ἵππος τεθνεὼς ἢ ἄλλο τι τοιοῦτον ὑπῆρχεν, ἐν τοῖς ἄγαν εὐδαίμοσιν ὁ Ῥωμαῖος οὗτος ἐτάσσετο, ὅτι δὴ κρέασι ζῴου τεθνηκότος ἐντρυφᾶν [13] εἶχεν. ὁ δὲ δὴ ἄλλος ἅπας ὅμιλος τὰς ἀκαλήφας μόνας ἤσθιον, οἷαι πολλαὶ ἀμφὶ τὸν περίβολον κἀν [14] τοῖς ἐρειπίοις πανταχῆ τῆς πόλεως φύονται. ὅπως δὲ αὐτοῖς μὴ τὸ τῆς πόας δριμὺ τά τε χείλη καὶ τὰ ἀμφὶ τὴν φάρυγγα δάκνῃ οὐ παρέργως αὐτὰς ἕψοντες ἤσθιον. [15] τέως μὲν οὖν Ῥωμαῖοι τὸ τοῦ χρυσοῦ νόμισμα εἶχον, οὕτως, ὥσπερ ἐρρήθη, τὸν σῖτον καὶ τὰ πίτυρα ὠνούμενοι ἀπηλλάσσοντο· ἐπεὶ δὲ τοῦτο αὐτοὺς ἤδη ἐπελελοίπει, οἱ δὲ φέροντες ἐς τὴν ἀγορὰν τὰ ἔπιπλα [16] πάντα βίον αὐτῶν τὸν ἐφήμερον ἀντηλλάσσοντο. τελευτῶντες δὲ, ἐπεὶ οἱ τοῦ βασιλέως στρατιῶται σῖτον οὐκ εἶχον, ὅνπερ καὶ Ῥωμαίοις ἀπόδωνται, πλήν γε δὴ ὅτι τῷ Βέσσᾳ ὀλίγος ἔτι ἐλέλειπτο, οὔτε Ῥωμαῖοι [17] ὅτου ὠνοῖντο, ἐς τὰς ἀκαλήφας ἅπαντες ἔβλεπον. ταύτης δὲ αὐτοῖς οὐ διαρκούσης τῆς βρώσεως, οἵ γε οὐδὲ αὐτῆς ἐς κόρον ἰέναι παντάπασιν εἶχον, ἐξίτηλοι μὲν αἱ σάρκες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνοντο, τὸ δὲ χρῶμα ἐς τὸ πελιδνὸν κατὰ βραχὺ ἧκον εἰδώλοις αὐτοὺς [18] ἐμφερεστάτους εἰργάζετο. πολλοί τε βαδίζοντες ἔτι καὶ τῶν ὀδόντων αὐτοῖς μασσομένων τὰς ἀκαλήφας, ἔθνησκόν τε ἐκ τοῦ αἰφνιδίου καὶ ἐς γῆν ἔπιπτον.
[19] ἤδη δὲ καὶ ἀλλήλων τὴν κόπρον ἤσθιον. πολλοί τε σφᾶς αὐτοὺς τῷ λιμῷ πιεζόμενοι διεχρήσαντο, ἐπεὶ οὐκέτι οὔτε κύνας οὔτε μῦς εὕρισκον οὔτε ἄλλο τι [20] ζῷον νεκρὸν ὅτῳ σιτίζοιντο. ἦν δέ τις ἐνταῦθα Ῥωμαῖος ἀνὴρ, πέντε παίδων πατὴρ, ὃν δὴ περιστάντες οἱ παῖδες καὶ τῆς ἐσθῆτος ἁπτόμενοι τροφὴν ἔπραττον· [21] ὁ δὲ οὔτε ἀνοιμώξας οὔτε ὅτι ξυνεταράχθη ἔνδηλος γεγονὼς, ἀλλ' ἰσχυρότατα ἐν τῇ διανοίᾳ τὸ πάθος ὅλον ἀποκρυψάμενος, ἕπεσθαί οἱ τοὺς παῖδας ὡς δὴ [22] τροφὴν ληψομένους ἐκέλευεν. ἐπεὶ δὲ ἐς τοῦ Τιβέριδος τὴν γέφυραν ἦλθε, δήσας ἐπὶ τῷ προσώπῳ θοἰμάτιον, τούτῳ τε τοὺς ὀφθαλμοὺς καλυπτόμενος ἥλατο ἀπὸ τῆς γεφύρας ἐς τὸ τοῦ Τιβέριδος ὕδωρ, θεωμένων τὰ δρώμενα τῶν τε παίδων καὶ πάντων Ῥωμαίων, οἳ [23] ταύτῃ ἦσαν. καὶ τὸ λοιπὸν οἱ τοῦ βασιλέως ἄρχοντες λαμβάνοντες χρήματα ἕτερα μεθῆκαν Ῥωμαίους ὅσοις [24] ἐνθένδε βουλομένοις ἦν ἀπαλλάσσεσθαι. ὀλίγων τε ἀπολελειμμένων ἐνταῦθα οἱ ἄλλοι ἅπαντες ᾤχοντο φεύγοντες ὥς πη ἕκαστος δυνατὸς ἐγεγόνει. καὶ αὐτῶν οἱ πλεῖστοι τῆς δυνάμεως καταμαρανθείσης αὐτοῖς τῷ [25] λιμῷ ἤδη πλέοντες ἢ ὁδῷ ἰόντες ἀπέθανον. πολλοὶ δὲ καὶ καταληφθέντες πρὸς τῶν πολεμίων ἐν τῇ ὁδῷ διεφθάρησαν. Ῥωμαίων μὲν τῇ τε βουλῇ καὶ τῷ δήμῳ ἐκεχωρήκει ἐς τοῦτο ἡ τύχη.
[18]
[1] Ἐπεὶ δὲ τὸ ξὺν τῷ Ἰωάννῃ καὶ Ἰσαάκῃ στράτευμα ἐς Ἐπίδαμνόν τε ἀφίκετο καὶ Βελισαρίῳ ξυνέμιξεν, Ἰωάννης μὲν ἅπαντας διαπορθμευσαμένους ἠξίου τὸν κόλπον πεζῇ ἰόντας παντὶ τῷ στρατῷ κοινῇ τὰ προσπίπτοντα φέρειν, Βελισαρίῳ δὲ ἀξύμφορον τοῦτο ἔδοξεν εἶναι, ἀλλὰ πλέουσι μὲν αὐτοῖς ἐς τὰ ἀμφὶ [2] Ῥώμην χωρία μᾶλλον ξυνοίσειν· πεζῇ γὰρ ἰοῦσι χρόνον τε σφίσι τετρίψεσθαι πλείω καί τι ὑπαντιάσειν ἴσως ἐμπόδιον· Ἰωάννην δὲ διά τε Καλαβρῶν καὶ τῶν ταύτῃ ἐθνῶν ἰόντα ἐξελάσαι μὲν ὀλίγους κομιδῆ τοὺς ἐνταῦθα βαρβάρους ὄντας, ὑποχείρια δὲ ποιησάμενον τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου ξυμμῖξαι σφίσιν ἥκοντα [3] ἐς τὰ ἀμφὶ Ῥώμην χωρία. οὗ δὴ καὶ αὐτὸς καταίρειν τῷ ἄλλῳ στρατῷ διενοεῖτο. ᾤετο γὰρ πικρότατα πολιορκουμένων Ῥωμαίων, καί τινα, ὥς γε τὸ εἰκὸς, βραχυτάτην τριβὴν τὰ ἀνήκεστα λυμανεῖσθαι τοῖς πράγμασι.
[4] καὶ πλέουσι μὲν ἀνέμου τε σφίσιν ἐπιφόρου ἐπιπεσόντος πεμπταίοις ἐς τὸν Ῥωμαίων λιμένα καταίρειν δυνατὰ ἔσεσθαι, στρατῷ δὲ ἐκ Δρυοῦντος πεζῇ ἰοῦσιν οὐδ' ἂν τεσσαράκοντα ἡμερῶν ‹ἐν Ῥώμῃ› γενέσθαι.
[5] ταῦτα Βελισάριος Ἰωάννῃ ἐπιστείλας παντὶ τῷ στόλῳ ἐνθένδε ἀπῆρε· πνεύματος δὲ σκληροῦ σφίσιν ἐπιπεσόντος [6] Δρυοῦντι προσέσχον. οὗπερ οἱ Γότθοι αἰσθόμενοι, ὅσοι δὴ ἐτετάχατο ἐπὶ τῇ πολιορκίᾳ τοῦ ἐνταῦθα φρουρίου, διαλύσαντες τὴν προσεδρείαν εὐθὺς κομίζονται ἀμφὶ πόλιν Βρεντέσιον, δυοῖν μὲν ἡμέραιν ὁδῷ Δρυοῦντος διέχουσαν, πρὸς δὲ τῇ ἀκτῇ τοῦ κόλπου κειμένην, ἀτείχιστον οὖσαν, ὑποτοπάζοντες Βελισάριον αὐτίκα δὴ διαβήσεσθαι τὸν ἐκείνῃ πορθμὸν, [7] ἔς τε Τουτίλαν τὰ παρόντα σφίσιν ἀνήνεγκαν. ὁ δὲ πάντα τε τὸν στρατὸν ὡς ὑπαντιάσων ἐν παρασκευῇ ἐποιήσατο καὶ Γότθους τοὺς ἐν Καλαβρίᾳ ἐκέλευεν, ὅπη ἂν σφίσι δυνατὰ εἴη, τὴν δίοδον ἐν φυλακῇ [8] ἔχειν. ἐπεὶ δὲ Βελισάριος πνεύματος ἐπιφόρου ἐπιπνεύσαντος ἐκ Δρυοῦντος ἀπέπλευσεν, οἵ τε Γότθοι ἀφροντιστήσαντες δίαιταν οὐ κατεσπουδασμένην ἐν Καλαβροῖς εἶχον καὶ ὁ Τουτίλας ἡσυχῆ μένων ἔτι μᾶλλον ἐφύλασσε τὰς ἐς Ῥώμην εἰσόδους, ὡς μή τι ἐσκομίζεσθαι [9] τῶν ἐπιτηδείων δυνατὰ εἴη. ἔν τε τῷ Τιβέριδι ἐπενόει τάδε. χῶρον κατανοήσας ᾗ μάλιστα ὁ ποταμὸς ἐν στενῷ κάτεισιν, ὅσον ἀπὸ σταδίων τῆς πόλεως ἐνενήκοντα, δοκοὺς ἐσάγαν μακρὰς ἐκ τῆς ἑτέρας ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένας ἐνταῦθα ἐς γεφύρας [10] κατέθετο σχῆμα. πύργους τε δύο ξυλίνους παρ' ἑκατέραν ὄχθην τεκτηνάμενος φυλακτήριον κατεστήσατο μαχίμων ἀνδρῶν, ὡς μηκέτι ἀκάτοις τισὶν, ἢ πλοίοις ἄλλοις, ἐκ τοῦ Πόρτου ἀναγομένοις ἐς τὴν πόλιν ἐσιτητὰ εἴη.
[11] Ἐν τούτῳ δὲ Βελισάριος μὲν ἐς τὸν τῶν Ῥωμαίων λιμένα κατῆρε, καὶ τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα ἔμενεν. Ἰωάννης δὲ ἐς Καλαβρίαν διαπορθμεύεται, Γότθων ἥκιστα αἰσθομένων, οἳ δὴ ἀμφὶ τὸ Βρεντέσιον, ὥσπερ [12] ἐρρήθη, διατριβὴν εἶχον. δύο τε τῶν πολεμίων λαβὼν ἐπὶ κατασκοπῇ ὁδῷ ἰόντας τὸν μὲν ἕνα εὐθὺς ἔκτεινεν, ἅτερος δὲ αὐτοῦ τῶν γονάτων λαβόμενος ζωγρεῖσθαι [13] ἠξίου. οὐ γὰρ ἀχρεῖός σοι, ἔφη, καὶ τῷ Ῥωμαίων στρατῷ ἔσομαι. ἐρομένου δὲ αὐτὸν Ἰωάννου, τί δὲ οὐκ ἀπολούμενος συνοίσειν ποτὲ Ῥωμαίοις τε καὶ αὐτῷ μέλλει, Γότθοις ὁ ἄνθρωπος ὡς ἥκιστα προσδεχομένοις [14] ἐπιστήσειν αὐτὸν ὑπέσχετο. καὶ ὃς ἀτυχήσειν μὲν αὐτὸν τῆς δεήσεως οὐδαμῆ ἔφασκε, χρῆναι δέ οἱ πρῶτα τὰς τῶν ἵππων νομὰς ἐνδεικνύναι. ἐπεὶ οὖν ὡμολόγει καὶ ταῦτα ὁ βάρβαρος σὺν αὐτῷ ᾔει.
[15] καὶ πρῶτα μὲν τῶν πολεμίων τοὺς ἵππους νεμομένους καταλαβόντες ἀναθρώσκουσιν ἐς αὐτοὺς ἅπαντες, ὅσοι πεζοὶ ὄντες ἐτύγχανον· οἳ δὴ πολλοί τε καὶ ἄριστοι ἦσαν. ἔπειτα δὲ χωροῦσι δρόμῳ ἐπὶ τὸ τῶν ἐναντίων [16] στρατόπεδον. οἱ δὲ βάρβαροι ἄνοπλοί τε καὶ ἀπαράσκευοι παντάπασιν ὄντες καὶ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες αὐτοῦ μὲν οἱ πολλοὶ διεφθάρησαν, οὐδεμιᾶς ἀλκῆς μεμνημένοι, ὀλίγοι δέ τινες διαφυγόντες παρὰ [17] Τουτίλαν ἐκομίσθησαν. Ἰωάννης δὲ Καλαβροὺς ἅπαντας παρηγορῶν τε καὶ τιθασσεύων ἐς εὔνοιαν τοῦ βασιλέως ἐπηγάγετο, πολλὰ σφίσιν ὑποσχόμενος πρός τε βασιλέως καὶ τοῦ Ῥωμαίων στρατοῦ ἀγαθὰ ἔσεσθαι.
[18] ἄρας τε ὡς εἶχε τάχους ἐκ τοῦ Βρεντεσίου, πόλιν καταλαμβάνει Κανούσιον ὄνομα, ἣ κεῖται μὲν ἐν Ἀπουλίοις που μέσοις, πέντε δὲ ἡμερῶν ὁδῷ Βρεντεσίου διέχει ἐς τὰ πρὸς ἑσπέραν τε καὶ Ῥώμην ἰόντι.
[19] τούτου Κανουσίου πέντε καὶ εἴκοσι σταδίους ἀπέχουσι Κάνναι, ἵνα δὴ λέγουσι Λιβύων στρατηγοῦντος ἐν τοῖς ἄνω χρόνοις Ἀννίβαλος τὸ μέγα πάθος ξυμβῆναι Ῥωμαίοις.
[20] Ἐνταῦθα Τουλλιανός τις, Βεναντίου παῖς, ἀνὴρ Ῥωμαῖος, δύναμιν πολλὴν ἔν τε Βριττίοις καὶ Λευκανοῖς ἔχων, Ἰωάννῃ ἐς ὄψιν ἥκων ᾐτιᾶτο μὲν τὸν βασιλέως στρατὸν τῶν πρόσθεν ἐς Ἰταλιώτας αὐτοῖς εἰργασμένων, ὡμολόγει δὲ, ἤν τινι τὸ λοιπὸν ἐπιεικείᾳ ἐς αὐτοὺς χρήσωνται, Βριττίους τε καὶ Λευκανοὺς ἐγχειριεῖν σφίσι, κατηκόους βασιλεῖ αὖθις ἐς φόρου ἀπαγωγὴν ἐσομένους οὐδέν τι ἧσσον ἢ πρότερον ἦσαν.
[21] οὐδὲ γὰρ ἑκόντας αὐτοὺς προσκεχωρηκέναι βαρβάροις τε καὶ Ἀρειανοῖς οὖσιν, ἀλλ' ὡς μάλιστα πρὸς μὲν τῶν ἐναντίων βιαζομένους, πρὸς δὲ τῶν βασιλέως [22] στρατιωτῶν ἀδικουμένους. Ἰωάννου δὲ πάντα ἰσχυριζομένου πρὸς αὐτῶν τὸ λοιπὸν Ἰταλιώταις τἀγαθὰ [23] ἔσεσθαι, ξὺν αὐτῷ ὁ Τουλλιανὸς ᾔει. καὶ ἀπ' αὐτοῦ ὑποψίᾳ οἱ στρατιῶται οὐδεμιᾷ ἐς Ἰταλιώτας ἔτι εἴχοντο, ἀλλὰ τὰ πλεῖστα τῶν ἐντὸς κόλπου ‹τοῦ› Ἰονίου φίλιά τε αὐτοῖς καὶ βασιλεῖ ἐγεγόνει κατήκοα.
[24] Ἐπεὶ δὲ ταῦτα Τουτίλας ἤκουσε, Γότθων τριακοσίους ἀπολεξάμενος ἐς Καπύην πέμπει. οἷς δὴ ἐπέστελλεν, ἐπειδὰν τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα ἐνθένδε ἴδοιεν ἐς Ῥώμην ἰόντας, ἕπεσθαι σφίσιν αἴσθησιν αὐτοῖς οὐδεμίαν παρεχομένοις· αὐτῷ γὰρ τὰ ἄλλα [25] μελήσειν. δείσας τε διὰ ταῦτα Ἰωάννης μὴ ἐς κύκλωσιν τῶν πολεμίων τινὰ ἐμπέσῃ, παρὰ Βελισάριον μὲν [26] οὐκέτι ᾔει, ἐς δὲ Βριττίους καὶ Λευκανοὺς ἐχώρει. ἦν δέ τις ἐν Γότθοις Ῥεκιμοῦνδος, ἀνὴρ δόκιμος, ὅνπερ ὁ Τουτίλας ἐπὶ τῇ Βριττίων φρουρᾷ καταστησάμενος ἔτυχε, Γότθων τε καὶ Ῥωμαίων στρατιωτῶν καὶ Μαυρουσίων αὐτομόλων τινὰς ἔχοντα, ἐφ' ᾧ ξὺν αὐτοῖς τόν τε κατὰ Σκύλλαν φυλάξει πορθμὸν καὶ τὴν ταύτῃ ἠϊόνα, ὡς μήτε ἐνθένδε τινὲς ἀπαίρειν ἐς Σικελίαν μήτε ἐκ τῆς νήσου ἐνταῦθα καταπλεῖν ἀδεέστερον οἷοί [27] τε ὦσι. τούτῳ τῷ στρατῷ μεταξὺ Ῥηγίου τε καὶ Βέβωνος ἀπροσδόκητος καὶ αὐτάγγελος Ἰωάννης ἐπιπεσὼν κατέπληξέ τε ἐκ τοῦ αἰφνιδίου, οὐδεμιᾶς ἀλκῆς αὐτοὺς [28] μεμνημένους, καὶ αὐτίκα ἐς φυγὴν ἔτρεψε. καὶ οἱ μὲν ἐς τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, δύσβατόν τε ὂν καὶ ἄλλως κρημνῶδες, κατέφυγον, Ἰωάννης δὲ διώξας τε καὶ ξὺν τοῖς πολεμίοις ἐν τῷ ἀνάντει γενόμενος, οὔπω τε σφᾶς αὐτοὺς ἐν ταῖς δυσχωρίαις κρατυναμένοις ἐς χεῖρας ἐλθὼν, πλείστους μὲν τῶν τε Μαυρουσίων καὶ Ῥωμαίων στρατιωτῶν ἔκτεινεν, ἰσχυρότατα ἀμυνομένους, Ῥεκιμοῦνδον δὲ καὶ Γότθους ξὺν τοῖς λοιποῖς [29] ἅπασιν ὁμολογίᾳ εἷλεν. Ἰωάννης μὲν ταῦτα διαπεπραγμένος αὐτοῦ ἔμενε, Βελισάριος δὲ Ἰωάννην ἐς ἀεὶ καραδοκῶν ἡσυχῆ ἔμενεν. ἐμέμφετό τε ὅτι δὴ οὐ διακινδυνεύσας τε καὶ τοῖς ἐν Καπύῃ φυλάσσουσι τριακοσίοις οὖσιν ἐς χεῖρας ἥκων ποιεῖσθαι τὴν δίοδον ἐνεχείρησε, καίπερ βαρβάρους ἀριστίνδην ξυνειλεγμένους ξὺν αὑτῷ ἔχων. Ἰωάννης δὲ τὴν δίοδον ἀπογνοὺς ἐπὶ Ἀπουλίας ἐχώρησεν, ἔν τε χωρίῳ Κερβαρίῳ καλουμένῳ ἡσύχαζε.
[19]
[1] Δείσας οὖν Βελισάριος ἀμφὶ τοῖς πολιορκουμένοις, μή τι ἀνήκεστον δράσωσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, ὅτῳ δὴ τρόπῳ τὰ ἐπιτήδεια ἐς Ῥώμην εἰσκομίζειν [2] διενοεῖτο. καὶ ἐπεὶ δύναμιν ἀξιόμαχον πρός γε τοὺς πολεμίους οὐδαμῆ εἶχεν, ὥστε μάχῃ ἐν τῷ πεδίῳ πρὸς αὐτοὺς διακρίνεσθαι, πρότερον ἐπενόει [3] τάδε. ἀκάτους δύο ἐσάγαν εὐρείας ζεύξας τε καὶ λίαν ἐς ἀλλήλας ξυνδήσας, πύργον ξύλινον ἐπ' αὐταῖς ἐτεκτήνατο, πολλῷ καθυπέρτερον τῶν τοῖς πολεμίοις [4] ἐν τῇ γεφύρᾳ πεποιημένων. ξυμμετρησάμενος γὰρ αὐτοὺς ἐς τὸ ἀκριβὲς ἔτυχε πρότερον, πέμψας τῶν οἱ ἑπομένων τινὰς, οἵπερ εἰς τοὺς βαρβάρους αὐτόμολοι [5] δῆθεν τῷ λόγῳ ἐστέλλοντο. δρόμωνάς τε διακοσίους τείχεσι ξυλίνοις περιβαλὼν ἐς Τίβεριν καθῆκε, πανταχόθι τῶν ξυλίνων τειχῶν τρυπήματα ποιησάμενος, ὅπως δὴ βάλλειν τοὺς πολεμίους ἐνθένδε σφίσι δυνατὰ εἴη. σῖτόν τε οὖν καὶ ἄλλα τῶν ἐπιτηδείων πολλὰ τοῖς δρόμωσι τούτοις ἐνθέμενος στρατιωτῶν [6] αὐτοὺς τῶν μαχιμωτάτων ἐπλήρου. στρατιώτας δὲ ἄλλους πεζούς τε καὶ ἱππεῖς ἑκατέρωθεν ἐν χωρίοις ἐχυροῖς τισιν ἀμφὶ τὰς τοῦ Τιβέριδος ἐκβολὰς ἔστησεν, οὓς δὴ ἐκέλευσε μένειν τε αὐτοῦ καὶ, ἢν τῶν πολεμίων τινὲς ἐπὶ τὸν Πόρτον ἴωσι, διακωλύειν δυνάμει [7] τῇ πάσῃ. τὸν δὲ Ἰσαάκην ἐς τὸν Πόρτον ἐσαγαγὼν τήν τε πόλιν καὶ τὴν γυναῖκα παρέδωκε καὶ εἴ τι ἄλλο ἐνταῦθα ἔχων ἐτύγχανε. καί οἱ ἐπέστελλε μηδεμιᾷ ἐνθένδε μηχανῇ ἀπαλλάσσεσθαι, μηδ' ἢν Βελισάριον πύθηται πρὸς τῶν πολεμίων ἀπολωλέναι, ἀλλὰ τῆς φυλακῆς ἐς ἀεὶ ἔχεσθαι, ὅπως, ἤν τι σφίσιν ἐναντίωμα ὑπαντιάσῃ, ἕξουσιν ὅπη διαφυγόντες σωθήσονται.
[8] ὀχύρωμα γὰρ ἄλλο ταύτης δὴ τῆς χώρας οὐδαμῆ εἶχον, [9] ἀλλὰ πάντα σφίσι πανταχόσε πολέμια ἦν. αὐτὸς δὲ ἐς ἕνα τῶν δρομώνων ἐσβὰς τοῦ τε στόλου ἡγεῖτο καὶ τὰς ἀκάτους ἐφέλκειν ἐκέλευεν, οὗ δὴ τὸν πύργον [10] ἐτύγχανε τεκτηνάμενος. τοῦ δὲ πύργου ὕπερθεν λέμβον τινὰ ἔθετο, πίσσης τε καὶ θείου καὶ ῥητίνης αὐτὸν ἐμπλησάμενος καὶ τῶν ἄλλων ἁπάντων ὅσα δὴ τοῦ [11] πυρὸς βρῶσις ὀξυτάτη γίνεσθαι πέφυκε. κατὰ δὲ τὴν ἑτέραν τοῦ ποταμοῦ ὄχθην, ἥ ἐστιν ἐκ τοῦ Πόρτου ἐς Ῥώμην ἰόντι ‹ἐν δεξιᾷ›, καὶ πεζὸς παραβεβοηθήκει [12] στρατός. πέμψας δὲ καὶ παρὰ Βέσσαν τῇ προτεραίᾳ ἐκέλευε τῇ ἐπιγενησομένῃ ἡμέρᾳ πολλῷ στρατῷ ἐπεξιόντα ξυνταράξαι τὰ τῶν πολεμίων στρατόπεδα, ὅπερ οἱ καὶ πρότερον ἐπιστείλας πολλάκις ἤδη ἐτύγχανεν.
[13] ἀλλὰ Βέσσας οὔτε πρότερον οὔτε ἐν ταύτῃ τῇ μάχῃ [14] ἐπιτελῆ ποιεῖν τὰ ἐπαγγελλόμενα ἔγνω. ἔτι γάρ οἱ μόνῳ τι τοῦ σίτου ἐλέλειπτο, ἐπεὶ ὅσον ἐς Ῥώμην οἱ Σικελίας ἄρχοντες πρότερον ἔπεμψαν τοῖς τε στρατιώταις ἐπαρκέσοντα καὶ τῷ δήμῳ παντὶ, αὐτὸς ὀλίγον μὲν κομιδῆ τῷ δήμῳ ἀφῆκε, τὸν δὲ πλεῖστον κεκομισμένος ἐπὶ τῷ τῶν στρατιωτῶν λόγῳ ἀπέκρυψεν, ὅνπερ τοῖς ἐκ βουλῆς ἀποδιδόμενος χρημάτων μεγάλων διαλύεσθαι τὴν πολιορκίαν ἥκιστα ἤθελε.
[15] Βελισάριος μὲν οὖν καὶ ὁ Ῥωμαίων στόλος πόνῳ ἀναπλέοντες ἅτε τοῦ ῥεύματος σφίσιν ἀντιστατοῦντος ᾔεσαν. Γότθοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ' ἐν τοῖς [16] χαρακώμασιν ἡσυχῆ ἔμενον. ἤδη δὲ Ῥωμαῖοι ἄγχιστα τῆς γεφύρας γενόμενοι φρουρᾷ πολεμίων ἐνέτυχον, οἳ δὴ ἐφ' ἑκάτερα τοῦ ποταμοῦ σειρᾶς σιδηρᾶς ἐπὶ τῇ φυλακῇ ἐτετάχατο, ἣν οὐ πολλῷ πρότερον ἐνταῦθα ἐναποθέμενος Τουτίλας ἔτυχεν, ἐκ τῆς ἑτέρας τοῦ Τιβέριδος ὄχθης ἄχρι ἐς τὴν ἑτέραν ἐξικνουμένην, ὅπως δὴ μηδὲ ὅσον ἐς τὴν γέφυραν ἰέναι οἱ ἐναντίοι [17] εὐπετῶς δύνωνται. καὶ αὐτῶν βάλλοντες τοὺς μὲν ἔκτειναν, τοὺς δὲ τρεψάμενοι καὶ τὴν ἅλυσιν ἀνελόμενοι εὐθὺ τῆς γεφύρας ἐχώρησαν. ἐπειδή τε τάχιστα ἐς αὐτὴν ἦλθον, ἔργου εἴχοντο, οἵ τε βάρβαροι ἐκ [18] τῶν πύργων ἠμύνοντο καρτερώτατα. ἤδη δὲ καὶ ἐκ τῶν χαρακωμάτων ἐξαναστάντες ἐπὶ τὴν γέφυραν δρόμῳ ἐχώρουν. τότε δὴ Βελισάριος τὰς ἀκάτους, ἐφ' ὧν οἱ ὁ πύργος πεποίηται, ὡς ἀγχοτάτω ἀγαγὼν θατέρου τῶν πολεμίων πύργου, ὃς δὴ ἐπὶ τῆς κατὰ τὸν Πόρτον ὁδοῦ ἐπ' αὐτὸ τοῦ ποταμοῦ τὸ ὕδωρ εἱστήκει, ἐκέλευε τὸν λέμβον ὑφάψαντας ὕπερθεν τῶν πολεμίων [19] τοῦ πύργου ῥίπτειν. καὶ Ῥωμαῖοι μὲν κατὰ ταῦτα ἐποίουν. ἐμπεσὼν δὲ τῷ πύργῳ ὁ λέμβος αὐτόν τε αὐτίκα μάλα ἐνέπρησε καὶ ξὺν αὐτῷ Γότθους ἅπαντας, [20] ἐς διακοσίους μάλιστα ὄντας. ἐκαύθη δὲ καὶ Ὅσδας σὺν αὐτοῖς, ὃς αὐτῶν ἦρχε, Γότθων ἁπάντων μαχιμώτατος ὤν. θαρσήσαντες δὲ ἤδη Ῥωμαῖοι τοὺς ἐκ τῶν χαρακωμάτων ἐπιβεβοηθηκότας βαρβάρους ἔτι μᾶλλον [21] ἢ πρότερον ἔβαλλον. οἱ δὲ καταπεπληγμένοι τοῖς ξυμπεσοῦσι στρέψαντες τὰ νῶτα, ὡς ἕκαστός πη ἠδύνατο, ἐς φυγὴν ὥρμηντο. τῆς τε γεφύρας Ῥωμαῖοι ἥπτοντο καὶ αὐτὴν ἔμελλον αὐτίκα μάλα διαφθείραντες πρόσω ἰέναι, ἔς τε Ῥώμην κομίζεσθαι οὐδενὸς ἔτι ἀντιστατοῦντος.
[22] ἀλλ' ἐπεὶ οὐκ ἦν ταῦτα βουλομένῃ τῇ τύχῃ, τῶν τινος φθονερῶν δαιμόνων μηχανὴ γέγονεν, ἣ τὰ Ῥωμαίων πράγματα ἔφθειρε τρόπῳ τοιῷδε.
[23] Ἐν ᾧ τὰ στρατόπεδα τῇδε, ᾗπερ ἐρρήθη, ἐφέρετο, ἐν τούτῳ τις φήμη ἐπὶ πονηρῷ τῷ Ῥωμαίων ἐς Πόρτον ἐλθοῦσα περιήγγελλεν, ὡς νικῴη μὲν Βελισάριος, ἀνέλοιτο δὲ τὴν ἅλυσιν, διαφθείρας τοὺς ταύτῃ βαρβάρους, καὶ τὰ ἄλλα, ἅπερ μοι ἔμπροσθεν εἴρηται.
[24] Ἰσαάκης δὲ ταῦτα ἀκούσας οὐκέτι οἷός τε ἦν ἐν αὐτῷ μένειν, ἀλλὰ κλέους τοῦδε μεταλαχεῖν ἐν σπουδῇ εἶχε. τάς τε Βελισαρίου ἐντολὰς ἀλογήσας, ὅτι τάχιστα ἐς [25] τὴν ἑτέραν τοῦ ποταμοῦ ὄχθην ἀπιὼν ᾤχετο. καὶ τῶν στρατιωτῶν, οὕσπερ ἐνταῦθα Βελισάριος καταστησάμενος ἔτυχεν, ἱππεῖς ἐπαγόμενος ἑκατὸν ἐπὶ τὸ τῶν πολεμίων χαράκωμα ἤλαυνεν, οὗ Ῥουδέριχος ἦρχεν, [26] ἀνὴρ ἀγαθὸς τὰ πολέμια. ἐπελθών τε ἐκ τοῦ αἰφνιδίου τοῖς ἐκείνῃ βαρβάροις ἄλλους τέ τινας καὶ Ῥουδέριχον [27] ὑπαντιάσαντα ἔπληξεν. οἱ δὲ Γότθοι εὐθὺς λιπόντες τὸ στρατόπεδον ὑπεχώρησαν, ἢ πλῆθος πολεμίων ὑποτοπήσαντες ἀμφὶ τὸν Ἰσαάκην ὄπισθεν εἶναι, ἢ τοὺς ἐναντίους ἐξαπατῶντες, ὅπως δὴ αὐτοὺς, ὅπερ [28] ἐγένετο, ἑλεῖν δύνωνται. οἱ μὲν οὖν ξὺν τῷ Ἰσαάκῃ εἰσδύσαντες ἐς τὸ τῶν πολεμίων χαράκωμα τόν τε ἄργυρον, ὅσπερ ἐνταῦθα ἔκειτο, καὶ τὰ ἄλλα χρήματα [29] ἥρπαζον. ἀναστρέψαντες δὲ αὐτίκα οἱ Γότθοι πολλοὺς μὲν κτείνουσι τῶν ἐναντίων, ζῶντα δὲ Ἰσαάκην ξὺν ἑτέροις τισὶν οὐ πολλοῖς εἷλον. ἥκοντές τε ἱππεῖς παρὰ Βελισάριον δρόμῳ ἀγγέλλουσιν ὅτι δὴ ἔχοιτο [30] πρὸς τῶν πολεμίων Ἰσαάκης. Βελισάριος δὲ καταπλαγεὶς οἷς ἠκηκόει καὶ οὐ διερευνησάμενος ὁποίᾳ ποτὲ μηχανῇ Ἰσαάκης ἁλῴη, ἀλλ' οἰόμενος τόν τε Πόρτον καὶ τὴν γυναῖκα ἀπολωλέναι καὶ ἅπαντα διεφθάρθαι σφίσι τὰ πράγματα ἄλλο τε οὐδὲν ἀπολελεῖφθαι ὀχύρωμα, ὅποι ἂν καταφυγόντες τὸ λοιπὸν σώζοιντο, ἐς ἀφασίαν ἐμπέπτωκεν οὐ γεγονὸς [31] αὐτῷ πρότερον τοῦτό γε. διὸ δὴ κατὰ τάχος ὀπίσω ὑπῆγε τὸ στράτευμα, ὡς ἐπιθησόμενος μὲν ἀτάκτοις ἔτι τοῖς πολεμίοις οὖσιν, ἀνασωσόμενος δὲ πάσῃ μηχανῇ τὸ χωρίον. οὕτω μὲν ὁ Ῥωμαίων στρατὸς ἐνθένδε [32] ἄπρακτοι ἀνεχώρησαν. ἐν δὲ τῷ Πόρτῳ γενόμενος Βελισάριος, τήν τε Ἰσαάκου μανίαν ἔγνω καὶ τῆς οὐ δέον οἱ αὐτῷ ξυμβάσης ταραχῆς ᾔσθετο, τῷ τε τῆς τύχης ἐναντιώματι περιώδυνος γεγονὼς ἐνόσει [33] τὸ σῶμα. πυρετὸς γὰρ ἐπιγενόμενος ἐς χρόνου μῆκος ὑπερφυῶς τε αὐτὸν ἠνία καὶ ἐς κίνδυνον θανάτου [34] ἦγεν. ἡμέραιν δὲ δυοῖν ὕστερον Ῥουδερίχῳ τε ξυνέβη τελευτῆσαι τὸν βίον καὶ ὁ Τουτίλας περιαλγήσας τῇ ξυμφορᾷ τὸν Ἰσαάκην διέφθειρε.
[20]
[1] Βέσσας τε τὸν σῖτον ἔτι μᾶλλον ἀπεμπολῶν ἐπλούτει, πρυτανευούσης αὐτῷ τὰς τιμὰς τῆς τῶν δεομένων ἀνάγκης. καὶ ὅλος εἰς μέριμναν τὴν περὶ ταῦτα ἐσπουδακὼς οὔτε φυλακῆς τοῦ περιβόλου οὔτε ἄλλου ὁτουοῦν ἀσφαλείας πέρι ἐπεμελεῖτο, ἀλλὰ ἀναπεπτωκέναι μὲν τῶν στρατιωτῶν τοῖς γε βουλομένοις ἐξῆν, φυλακτήριον δὲ ὀλίγων τινῶν ἐν τοῖς τείχεσιν ἦν, [2] καὶ τοῦτο δὲ ἀπημελημένον ὡς μάλιστα. οἷς γὰρ ἀεὶ τὴν φυλακὴν ἐπικεῖσθαι ξυνέβαινε, πολλὴ ἐξουσία τοῦ καθεύδειν ἐγίνετο, ἐπεὶ οὐδεὶς αὐτοῖς ἐφειστήκει, ὅστις ἂν καὶ λόγον τινὰ τοῦ τοιούτου ποιοῖτο· οὐδὲ περιιόντες τινὲς κύκλῳ τῶν περιβόλων, ᾗπερ εἰώθει, διερευνᾶσθαι τοὺς φύλακας ὅ τί ποτε ποιοῦσιν ἠξίουν, οὐ μὴν οὐδέ τις τῶν οἰκητόρων αὐτοῖς ξυμφυλάσσειν ἠδύνατο.
[3] ὀλίγοι τε γὰρ κομιδῆ ἐνταῦθα, ὥσπερ μοι ἐρρήθη, ἐλείποντο καὶ αὐτοὶ τῷ λιμῷ ὑπερφυῶς κεκακωμένοι.
[4] Τέσσαρες οὖν Ἴσαυροι, ἀμφὶ πύλην Ἀσιναρίαν φυλακὴν ἔχοντες, τηρήσαντες τῆς νυκτὸς τὸν καιρὸν, ἐν ᾧ τοῖς μὲν αὐτῶν ἐχομένοις καθεύδειν ἐπέβαλλεν, αὐτοῖς δὲ ἡ φυλακὴ τοῦ ἐκείνῃ τείχους ἐπέκειτο, κάλως τε ἐκ τῶν ἐπάλξεων ἀναρτήσαντες ἄχρι ἐς τὸ ἔδαφος ἐξικνουμένους, καὶ τούτων χερσὶν ἀμφοτέραις λαβόμενοι ἔξω τοῦ περιβόλου ἐγένοντο καὶ παρὰ Τουτίλαν ἀφικόμενοι δέξασθαι τῇ πόλει αὐτόν τε ὡμολόγουν καὶ τὸν Γότθων στρατόν· δυνατοὶ γὰρ εἶναι τοῦτο [5] ποιεῖν ἰσχυρίζοντο οὐδενὶ πόνῳ. καὶ ὃς χάριτας σφίσιν ἁδρὰς ἕξειν ὁμολογήσας, ἤνπερ ἐπιτελῆ ταῦτα ποιήσωσι, κυρίους τε αὐτοὺς καταστήσεσθαι χρημάτων μεγάλων, δύο τῶν ἑπομένων ξὺν αὐτοῖς ἔπεμψε κατασκεψομένους τὸν χῶρον, ὅθεν οἱ ἄνθρωποι Γότθοις [6] ἔφασκον ἐς τὴν πόλιν ἐσιτητὰ εἶναι. οἵπερ ἐπειδὴ παρὰ τὸ τεῖχος ἀφίκοντο, τῶν καλωδίων λαβόμενοι ἀνέβαινον ἐς τὰς ἐπάλξεις, οὐδενὸς ἐνταῦθα ἢ φθεγγομένου [7] ἢ τῶν ποιουμένων αἴσθησιν ἔχοντος. ἐπειδή τε ἐνταῦθα ἐγένοντο, τοῖς βαρβάροις οἱ Ἴσαυροι πάντα ἐδείκνυον, ὡς ἀνιέναι μὲν βουλομένοις οὐδὲν ἂν ἐμπόδιον εἴη, ἀνελθοῦσι δὲ πολλὴ ἂν ἐξουσία γένοιτο σφίσιν, οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος, ταῦτά τε αὐτοὺς ἀπαγγέλλειν Τουτίλᾳ κελεύσαντες ἀπεπέμψαντο.
[8] ἅπερ ἐπεὶ ὁ Τουτίλας ἤκουσεν, ἥσθη μέν πως τῇ ἀγγελίᾳ, ὑποψίᾳ δὲ καὶ ὣς ἐς τοὺς Ἰσαύρους ἐχόμενος [9] οὐ λίαν αὐτοῖς πιστεύειν ἠξίου. ἡμέραις τε οὐ πολλαῖς ὕστερον αὖθις οἱ ἄνθρωποι παρ' αὐτὸν ἧκον, ἐπὶ τὴν πρᾶξιν παρακαλοῦντες. καὶ ὃς ἑτέρους δύο ξὺν αὐτοῖς ἔπεμψεν, ἐφ' ᾧ καὶ αὐτοὶ ἐς τὸ ἀκριβὲς ἅπαντα διερευνησάμενοι [10] ἀπαγγείλωσιν. οἱ δὲ ἐς αὐτὸν ἐπανήκοντες ἅπαντα ὁμοίως τοῖς προτέροις ἤγγελλον. ἐν τούτῳ δὲ Ῥωμαῖοι στρατιῶται πολλοὶ ἐπὶ κατασκοπῇ στελλόμενοι τῆς πόλεως οὐ πολλῷ ἄποθεν Γότθοις δέκα ὁδῷ ἰοῦσιν ἐνέτυχον, οὓς δὴ ἑλόντες παρὰ τὸν Βέσσαν εὐθὺς [11] ἄγουσι. καὶ ὁ μὲν ἀνεπυνθάνετο τούτων δὴ τῶν βαρβάρων ὅ τί ποτε ὁ Τουτίλας διανοοῖτο, οἱ δὲ Γότθοι ἐν ἐλπίδι ἔφασαν εἶναι τῶν τινας σφίσιν Ἰσαύρων ἐνδώσειν τὴν πόλιν· ἤδη γὰρ ἔκπυστος ὁ λόγος ἐς [12] τῶν βαρβάρων πολλοὺς ἐγεγόνει. ἀλλὰ καὶ ταῦτα Βέσσας τε καὶ Κόνων ἀκούσαντες ἔν τε πολλῇ ὀλιγωρίᾳ ἔσχον καὶ αὐτῶν ἐντροπὴν οὐδεμίαν πεποίηντο. καὶ τρίτον οἱ Ἴσαυροι Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐς [13] τὸ ἔργον τὸν ἄνδρα ἐνῆγον. ὁ δὲ ἄλλους τε ξὺν αὐτοῖς ἔπεμψε καὶ τῶν αὐτῷ κατὰ γένος προσηκόντων τινὰ, οἵπερ ἐς αὐτὸν ἐπανήκοντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἐς τὴν πρᾶξιν ἐπέρρωσαν.
[14] Τουτίλας δὲ, ἐπειδὴ τάχιστα νὺξ ἐγεγόνει, ἅπαν ἡσυχῆ ἐξοπλίσας τὸ στράτευμα ἐπῆγεν ἀμφὶ πύλην Ἀσιναρίαν. καὶ τέσσαρας τῶν ἐν Γότθοις, ἀνδρίας τε καὶ ἰσχύος πέρι εὖ ἥκοντας, ξὺν τοῖς Ἰσαύροις διὰ τῶν βρόχων ἀναβαίνειν ἐς τὰς ἐπάλξεις ἐκέλευεν, ἐς ἐκεῖνον δηλονότι τῆς νυκτὸς τὸν καιρὸν, ἐς ὃν τούτοις δὴ τοῖς Ἰσαύροις ἡ φυλακὴ τοῦ ταύτῃ τείχους ὕπνον [15] ἐκ περιτροπῆς τῶν ἄλλων αἱρουμένων ἐπέβαλεν. οἵπερ, ἐπειδὴ ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καταβαίνουσι μὲν ἐς πύλας τὰς Ἀσιναρίας, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, καὶ τό τε ξύλον πελέκεσι διαφθείρουσιν, ᾧπερ ἐνέρσει τοίχου ἑκατέρου ἐναρμοσθέντι τὰς πύλας ἐπιζευγνύναι εἰώθεσαν, τά τε σιδήρια ξύμπαντα, οἷς δὴ τὰς κλεῖς ἀεὶ οἱ φύλακες ἐμβαλλόμενοι ἔκλειόν τε τὰς πύλας καὶ κατὰ τὴν χρείαν [16] ἀνέῳγον. οὕτω δὲ τὰς πύλας ἀναπετάσαντες, ᾗπερ ἐβούλοντο, τῇ πόλει Τουτίλαν τε καὶ τὸν Γότθων στρατὸν οὐδενὶ πόνῳ ἐδέξαντο. Τουτίλας δὲ αὐτοὺς ἐνταῦθα ἐς ἕνα χῶρον ξυναγαγὼν σκεδάννυσθαι οὐδαμῆ εἴασεν· ἔδεισε γὰρ μή τις ἐνέδρα πρὸς τῶν πολεμίων [17] σφίσι ξυμβαίνῃ. ταραχῆς δὲ, ὡς τὸ εἰκὸς, τῇ πόλει καὶ θορύβου ἐπιπεσόντος οἱ μὲν πλεῖστοι τῶν Ῥωμαίων στρατιωτῶν διὰ πύλης ἑτέρας ξὺν τοῖς ἄρχουσιν ἔφευγον, ὥς πη ἑκάστῳ εὐπετὲς γέγονεν, ὀλίγοι δέ τινες ξὺν Ῥωμαίοις τοῖς ἄλλοις ἐς τὰ ἱερὰ [18] καταφεύγουσι. τῶν δὲ πατρικίων Δέκιος καὶ Βασίλειος ξὺν ἑτέροις τισὶν (ἵπποι γὰρ σφίσι παρόντες [19] ἔτυχον) ξὺν τῷ Βέσσᾳ φυγεῖν ἴσχυσαν. Μάξιμος δὲ καὶ Ὀλύβριος καὶ Ὀρέστης καί τινες ἄλλοι ἐς τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν ἔφυγον. τοῦ μέντοι δήμου πεντακοσίους ἄνδρας ἀνὰ πᾶσαν τὴν πόλιν ἀπολελεῖφθαι ξυνέπεσεν, οἵπερ ἐς τὰ ἱερὰ κατέφυγον [20] μόλις. τῶν γὰρ ἄλλων ἁπάντων οἱ μὲν ἀπιόντες ἤδη πρότερον ἐς ἑτέρας ᾤχοντο χώρας, οἱ δὲ τῷ λιμῷ διεφθάρησαν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται. πολλοὶ μὲν οὖν Τουτίλᾳ νύκτωρ ἤγγελλον ὅτι δὴ Βέσσας τε καὶ οἱ πολέμιοι φεύγουσιν. ὁ δὲ χαρίεντα τὸν λόγον [21] αὐτοὺς εἰρηκέναι εἰπὼν οὐκ εἴα διώκειν. τί γὰρ ἂν ἥδιον ἀνθρώπῳ γένοιτο, ἔφη, πολεμίων φευγόντων;
[22] Ἐπειδὴ δὲ ἡμέρα τε ἦν ἤδη καὶ οὐδεμία ἔτι ἐνέδρας τινὸς ὑποψία ἐλέλειπτο, Τουτίλας μὲν ἐς τὸν Πέτρου νεὼν τοῦ ἀποστόλου εὐξόμενος ᾔει, Γότθοι [23] δὲ τοὺς παραπεπτωκότας διέφθειρον. ἀπέθανόν τε τούτῳ τῷ τρόπῳ τῶν μὲν στρατιωτῶν ἓξ καὶ εἴκοσι, τοῦ δὲ δήμου ἑξήκοντα. ἐπεὶ δὲ ὁ Τουτίλας ἀφίκετο ἐς τὸ ἱερὸν, Πελάγιος αὐτῷ ἐς ὄψιν ἦλθε τὰ Χριστιανῶν λόγια ἐν ταῖς χερσὶ φέρων, παντί τε τρόπῳ τὴν ἱκεσίαν προτεινόμενος Φείδου τῶν σῶν, ὦ δέσποτα [24] εἶπε. καὶ ὃς ἐπιτωθάζων τε καὶ ἐνδιαθρυπτόμενος ἔφη Νῦν με, ὦ Πελάγιε, ἱκετεύσων ἐλήλυθας. Ὅτε με ὁ Πελάγιος ἀπεκρίνατο δοῦλον σὸν ὁ θεὸς εἶναι [25] πεποίηκεν. ἀλλὰ δούλων τῶν σῶν τὸ λοιπὸν, ὦ δέςποτα, φείδου. ταύτην ὁ Τουτίλας τὴν ἱκεσίαν δεξάμενος ἀπεῖπε Γότθοις μηδένα τὸ λοιπὸν ἀποκτιννύναι τῶν πάντων Ῥωμαίων, ἀλλὰ τῶν χρημάτων αὐτῷ μὲν τὰ τιμιώτατα ἐξελεῖν, τὰ δὲ ἄλλα σφίσιν αὐτοῖς [26] κατ' ἐξουσίαν ληΐζεσθαι. πολλὰ μὲν οὖν ἐν ταῖς πατρικίων οἰκίαις εὗρε, πάντων δὲ μάλιστα οὗπερ ὁ Βέσσας κατέλυε. τὰς γὰρ ἀνοσίας, ὥς γε δεδήλωται, τοῦ [27] σίτου τιμὰς ὁ κακοδαίμων Τουτίλᾳ ἤθροιζεν. οὕτω τε περιέστη τοῖς τε ἄλλοις Ῥωμαίοις καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καὶ οὐχ ἥκιστα Ῥουστικιανῇ, τῇ Βοετίου μὲν γαμετῇ γενομένῃ, παιδὶ δὲ Συμμάχου, καὶ τὴν οὐσίαν ἀεὶ τοῖς δεομένοις προϊεμένῃ, δούλων τε καὶ ἀγροίκων ἀμπεχομένοις ἱμάτια, πρὸς τῶν πολεμίων ἄρτον ἢ ἄλλο τι τῶν ἀναγκαίων αἰτουμένοις [28] βιοῦν. ἔς τε τὰς οἰκίας περιιόντες καὶ τὰς θύρας ἐς ἀεὶ κόπτοντες τροφὴν διδόναι σφίσιν ἐδέοντο, οὐ [29] φέροντος αὐτοῖς αἰσχύνην τοῦ ἔργου. καὶ Γότθοι μὲν Ῥουστικιανὴν κτείνειν ἐν σπουδῇ ἐποιοῦντο, ἐπικαλοῦντες ὅτι δὴ χρήματα προϊεμένη τοῖς τοῦ Ῥωμαίων στρατοῦ ἄρχουσι τὰς Θευδερίχου εἰκόνας διαφθείρειε, τοὺς φόνους ἀμυνομένη Συμμάχου τε τοῦ πατρὸς καὶ [30] Βοετίου τοῦ ξυνοικήσαντος. Τουτίλας δὲ οὐδὲν ἄχαρι παθεῖν αὐτὴν ξυνεχώρησεν, ἀλλ' αὐτήν τε καὶ τὰς ἄλλας ἁπάσας ὕβρεως ἐκτὸς διεφύλαξε, καίπερ Γότθων ἐς κοίτην ὡς μάλιστα ἐφιεμένων αὐταῖς ξυνελθεῖν.
[31] διόπερ αὐτῶν οὐδεμιᾷ ἐς τὸ σῶμα ὑβρίσθαι ξυνέβη οὔτε ἀνδρὶ ξυνοικούσῃ οὔτε παρθένῳ ἢ χήρᾳ οὔσῃ, μέγα τε κλέος ἐπὶ σωφροσύνῃ ἐκ τούτου τοῦ ἔργου Τουτίλας ἔσχε.
[21]
[1] Τῇ δὲ ὑστεραίᾳ Γότθους ἅπαντας ξυγκαλέσας ὁ Τουτίλας ἔλεξε τοιάδε Οὐ καινήν τινα οὐδὲ ἀγνῶτα ὑμῖν παραίνεσιν ποιησόμενος ἐνθάδε ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ξυνήγαγον, ἀλλ' ἐκεῖνα ἐρῶν, ἅπερ ἐγὼ μὲν πολλάκις ἐς ὑμᾶς εἶπον, ὑμῖν δὲ αὐτὰ ἐνδεξαμένοις τὰ μέγιστα τῶν ἀγαθῶν ξυνηνέχθη γενέσθαι.
[2] μὴ τοίνυν τινὶ ὀλιγωρίᾳ διὰ τοῦτο ἐς τὴν [3] παραίνεσιν τανῦν χρήσησθε. λόγων γὰρ τῶν ἐς εὐδαιμονίαν ἀγόντων κόρον οὐκ εἰκὸς ἀνθρώπῳ γενέσθαι, κἂν τῇ πολυλογίᾳ τις ἀποκναίειν δοκῇ· ἐπεὶ οὐδὲ πρὸς τὴν ἐξ αὐτῶν εὐεργεσίαν ἀπειπεῖν ἄξιον.
[4] λέγω δὲ ὅτι πρώην μὲν ἐς μυριάδας εἴκοσι μαχιμωτάτων ξυνιόντες στρατιωτῶν πλούτῳ τε ὑπερφυεῖ χρώμενοι καὶ ἵππων τε καὶ ὅπλων περιουσίαν τινὰ, ὡς ἔνι μάλιστα, ἐνδεικνύμενοι, καὶ γερόντων ξυνετωτάτων πολὺν ὅμιλον, ὅπερ τοῖς ἐς ἀγῶνας καθισταμένοις ξυμφορώτατον εἶναι δοκεῖ, πρὸς ἀνδρῶν ἑπτακισχιλίων Γραικῶν ἡσσηθέντες, τήν τε ἀρχὴν καὶ τὰ [5] ἄλλα ξύμπαντα λόγῳ οὐδενὶ ἀφῃρήμεθα. νῦν δ' ἡμῖν ἐς ὁλίγους ἀπολειφθεῖσι γυμνούς τε καὶ οἰκτροὺς καὶ οὐδ' ὁτουοῦν τῶν πάντων ἐμπείρους κρατεῖν τῶν [6] πολεμίων πλέον ἢ δισμυρίων ὄντων τετύχηκε. τὰ μὲν οὖν πεπραγμένα συλλήβδην εἰπεῖν τοιαῦτά ἐστι· τὰς δὲ τῶν οὕτω ξυμβαινόντων αἰτίας ἐν εἰδόσιν ὑμῖν αὐτίκα δηλώσω· ὅτι Γότθοι μὲν πρότερον τῶν ἄλλων ἁπάντων περὶ ἐλάσσονος πεποιημένοι τὸ δίκαιον, ἔπρασσον ἔς τε ἀλλήλους καὶ τοὺς κατηκόους Ῥωμαίους ἀνόσια ἔργα, οἷς δὴ, ὡς τὸ εἰκὸς, ἠγμένος ὁ θεὸς ἐπ' αὐτοὺς τότε ξὺν τοῖς πολεμίοις ἐστράτευσε.
[7] καὶ διὰ ταῦτα πλήθει τε καὶ ἀρετῇ καὶ τῇ ἄλλῃ τοῦ πολέμου παρασκευῇ τῶν ἐναντίων παρὰ πολὺ ὑπεραίροντες δυνάμει τινὶ ἀφανεῖ τε καὶ ὡς ἥκιστα γινωσκομένῃ [8] ἡσσήθημεν. οὐκοῦν τὸ φυλάξαι τὰ ἀγαθὰ ἐφ' ὑμῖν κείσεται, διασώζουσι δηλονότι τὸ δίκαιον. μεταβαλλομένοις γὰρ καὶ τὰ παρὰ τοῦ θεοῦ αὐτίκα [9] δὴ μάλα πολέμια ἔσται. οὐ γὰρ ἀνθρώπων γένει οὐδὲ φύσει ἐθνῶν ξυμμαχεῖν εἴωθεν, ἀλλ' οἷς ἂν μᾶλλον ὁ τοῦ δικαίου λόγος τιμῷτο. πόνος τε οὐδεὶς [10] αὐτῷ τἀγαθὰ ἐφ' ἑτέρους μετενεγκεῖν. ἀνθρώπῳ μὲν γὰρ τὸ μὴ ἀδικεῖν μόνον ἐν γνώμῃ ἐστὶ, θεῷ δὲ [11] ξύμπαντα ἐν τῇ ἐξουσίᾳ πέφυκε κεῖσθαι. φημὶ τοίνυν ὑμᾶς χρῆναι τὴν δικαιοσύνην ἔς τε ἀλλήλους καὶ τοὺς κατηκόους τηρεῖν. ταὐτὸν γὰρ ἂν εἴη λέγειν τὴν εὐημερίαν ἐς ἀεὶ διασώζεσθαι.
[12] Τοσαῦτα ὁ Τουτίλας ἐς τοὺς Γότθους εἰπὼν καὶ τοὺς ἐκ τῆς Ῥωμαίων βουλῆς ξυγκαλέσας πολλὰ ὠνείδισέ τε καὶ ἐκάκισεν, οἳ δὴ πολλὰ πρός τε Θευδερίχου καὶ Ἀταλαρίχου ἀγαθὰ πεπονθότες, ἐπί τε τῆς ἀρχῆς ἁπάσης αὐτοὶ ἐς ἀεὶ καταστάντες καὶ τήν τε πολιτείαν διοικησάμενοι, πλούτου τε περιβεβλημένοι μέγα τι χρῆμα, εἶτα ἐς Γότθους τοὺς εὐεργέτας πολλῇ ἀγνωμοσύνῃ ἐχόμενοι, ἐς ἀπόστασίν τε οὐ δέον ἐπὶ τῷ σφετέρῳ πονηρῷ ἴδοιεν καὶ τοὺς Γραικοὺς ἐπὶ τῇ πατρίδι ἐπαγάγοιντο, προδόται σφῶν αὐτῶν ἐκ τοῦ αἰφνιδίου [13] γεγενημένοι. καὶ ἀνεπυνθάνετο μὲν εἴ τι πρὸς [14] Γότθων πάθοιεν αὐτοὶ κακὸν πώποτε. λέγειν δὲ ἠνάγκαζεν, εἴ τι ἀγαθὸν σφίσι πρὸς Ἰουστινιανοῦ βασιλέως ξυμβαίνοι, καταλέγων ἐφεξῆς ἅπαντα, ὅτι δὴ τὰς μὲν ἀρχὰς ἀφῄρηντο σχεδόν τι ἁπάσας, πρὸς δὲ τῶν καλουμένων λογοθετῶν αἰκιζόμενοι λογισμοὺς ἐκτίνειν τῶν σφίσιν ἐς Γότθους πεπολιτευμένων ἀναγκασθεῖεν καὶ τῷ πολέμῳ κεκακωμένοι φόρους τοὺς δημοσίους οὐδέν τι ἐνδεέστερον ἢ ἐν τῇ εἰρήνῃ τοῖς Γραικοῖς φέροιεν· ἄλλα τε πολλὰ ἐνετίθει τῷ λόγῳ, ὅσα δεσπότην δυσμενῆ τοὺς δεδουλωμένους ὀνειδίζειν [15] εἰκός. Ἡρωδιανόν τε αὐτοῖς ἐνδεικνύμενος καὶ τοὺς τὴν πόλιν αὐτῷ παραδόντας Ἰσαύρους Ὑμεῖς μὲν ἔφη ξύντροφοι Γότθοις γεγενημένοι οὐδὲ χῶρόν τινα ἔρημον ἐς τήνδε ἡμῖν ἐνδιδόναι τὴν ἡμέραν ἐγνώκατε, οἵδε δὲ ἡμᾶς Ῥώμῃ τε αὐτῇ καὶ Σπολιτίῳ [16] ἐδέξαντο. διόπερ ὑμεῖς μὲν ἐν οἰκετῶν λόγῳ γεγένησθε, οὗτοι δὲ Γότθοις φίλοι τε, ὡς τὸ εἰκὸς, καὶ ξυγγενεῖς γεγενημένοι τὰς ὑμετέρας ἀρχὰς τὸ λοιπὸν [17] ἕξουσιν. οἱ μὲν οὖν πατρίκιοι ταῦτα ἀκούοντες σιωπῇ εἴχοντο. Πελάγιος δὲ Τουτίλαν ὑπὲρ ἀνδρῶν ἐπταικότων τε καὶ δεδυστυχηκότων παραιτούμενος οὐκέτι ἀνίει, ἕως αὐτοὺς φιλανθρωπίας ὑπόσχεσιν ποιησάμενος ἀπεπέμψατο.
[18] Ἔπειτα δὲ Πελάγιόν τε καὶ τῶν ἐν Ῥώμῃ ῥητόρων ἕνα, Θεόδωρον ὄνομα, πρέσβεις ἐς βασιλέα Ἰουστινιανὸν ἔστειλεν, ὅρκοις αὐτοὺς δεινοτάτοις καταλαβὼν, ὅτι τε εὐνοίᾳ ἐς αὐτὸν χρήσονται καὶ ἀναστρέφειν ὅτι τάχιστα [19] ἐς τὴν Ἰταλίαν ἐν σπουδῇ ἕξουσιν. ἐπέστελλέ τε αὐτοῖς τὴν εἰρήνην οἱ παντὶ σθένει παρὰ βασιλέως πορίζεσθαι, ὅπως δὴ μὴ αὐτὸς ἀναγκάζηται Ῥώμην ἐς ἔδαφος καθελὼν ξύμπασαν καὶ τοὺς ἐκ τῆς συγκλήτου διαφθείρας βουλῆς ἐς Ἰλλυριοὺς τὸν πόλεμον ἄγειν.
[20] καὶ γράμματα δὲ Ἰουστινιανῷ βασιλεῖ ἔγραψεν. ἤδη μὲν οὖν βασιλεὺς ἠκηκόει τὰ ἐν Ἰταλίᾳ ξυμπεπτωκότα. ἐπεὶ δὲ καὶ οἱ πρέσβεις παρ' αὐτὸν ἦλθον, ἀπήγγειλάν τε ὅσα ὁ Τουτίλας σφίσιν ἐπέστελλε καὶ τὴν ἐπιστολὴν [21] ἐνεχείρισαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε Ὅσα μὲν ἐν Ῥωμαίων τῇ πόλει γενέσθαι ξυνέβη, ἐπεὶ μεμαθηκέναι [22] σε ἅπαντα οἶμαι, σιωπᾶν ἔγνωκα. ὧν δὲ ἕνεκα τοὺς πρέσβεις ἀπέσταλκα τούσδε αὐτίκα εἴσῃ. αἰτούμεθα τὰ ἐκ τῆς εἰρήνης καλὰ σέ τε προσίεσθαι αὐτὸν καὶ [23] ἡμῖν ξυγχωρεῖν. ὧνπερ μνημεῖά τε καὶ παραδείγματα κάλλιστα ἔχομεν Ἀναστάσιόν τε καὶ Θευδέριχον, οἳ βεβασιλεύκασι μὲν οὐ πολλῷ πρότερον, εἰρήνης δὲ καὶ ἀγαθῶν πραγμάτων ἅπαντα ἐνεπλήσαντο τὸν κατ' [24] αὐτοὺς χρόνον. ἢν γάρ σοι ταῦτά ποτε βουλομένῳ εἴη, πατήρ τε ἂν ἐμὸς εἰκότως καλοῖο καὶ ξυμμάχους [25] ἡμᾶς ἐφ' οὓς ἂν βούλοιο τὸ λοιπὸν ἕξεις. ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἀπενεχθέντα εἶδε, καὶ τοὺς λόγους τῶν πρέσβεων ἅπαντας ἤκουσεν, ἀπεπέμψατο αὐτοὺς αὐτίκα δὴ μάλα, τοῦτό τε μόνον αὐτοῖς ἀποκρινόμενος καὶ Τουτίλᾳ γράψας, ὅτι δὴ αὐτοκράτορα τοῦ πολέμου πεποίηται Βελισάριον, κύριός τε διὰ τοῦτο ἐκεῖνος εἴη τὰ πρὸς Τουτίλαν ὅπως βούλοιτο διοικήσασθαι.
[22]
[1] Ἐν ᾧ δὲ οἱ πρέσβεις οὗτοι ἐς Βυζάντιον καὶ αὖθις ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ ἐν Λευκανοῖς [2] τάδε ξυνηνέχθη γενέσθαι. Τουλλιανὸς τοὺς ἐκείνῃ ἀγροίκους ἀγείρας τὴν εἴσοδον στενοτάτην οὖσαν ἐφύλασσεν, ὅπως μὴ οἱ πολέμιοι κακουργήσοντες ἴοιεν ἐς [3] τὰ ἐπὶ Λευκανίας χωρία. καὶ Ἄνται δὲ αὐτοῖς τριακόσιοι ξυνεφύλασσον, οὕσπερ Ἰωάννης ἐνταῦθα δεηθέντι Τουλλιανῷ ἀπολιπὼν πρότερον ἔτυχεν· ἀγαθοὶ γὰρ οἱ βάρβαροι οὗτοι μάχεσθαι ἐν δυσχωρίαις πάντων [4] μάλιστα. ἅπερ ἐπεὶ ὁ Τουτίλας ἔμαθε, Γότθους μὲν ἐς τὸ ἔργον καθεῖναι ἀξύμφορον ᾤετο εἶναι, ἀγροίκων δὲ πλῆθος ἀγείρας, Γότθων τε ξυμπέμψας αὐτοῖς ὀλίγους τινὰς, ἐκέλευε τῆς εἰσόδου σθένει παντὶ [5] ἀποπειρᾶσθαι. οἵπερ ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν, ὠθισμὸς μὲν ἀμφοτέρων πολὺς ἐγεγόνει, Ἄνται δὲ τῇ σφετέρᾳ ἀρετῇ, ἅμα δὲ καὶ τῆς δυσχωρίας σφίσι ξυλλαμβανούσης, ξὺν τοῖς ἀμφὶ Τουλλιανὸν ἀγροίκοις [6] τοὺς ἐναντίους ἐτρέψαντο. φόνος τε αὐτῶν ἐγεγόνει πολύς. γνοὺς δὲ ταῦτα ὁ Τουτίλας ἔγνω Ῥώμην μὲν καθελεῖν ἐς ἔδαφος, τοῦ δὲ στρατοῦ τὸ μὲν πλεῖστον ἐνταῦθά πη ἀπολιπεῖν, τῷ δὲ ἄλλῳ ἐπί τε Ἰωάννην [7] καὶ Λευκανοὺς ἰέναι. τοῦ μὲν οὖν περιβόλου ἐν χώροις πολλοῖς τοσοῦτον καθεῖλεν ὅσον ἐς τριτημόριον τοῦ παντὸς μάλιστα. ἐμπιπρᾶν δὲ καὶ τῶν οἰκοδομιῶν τὰ κάλλιστά τε καὶ ἀξιολογώτατα ἔμελλε, Ῥώμην τε μηλόβοτον καταστήσεσθαι, ἀλλὰ Βελισάριος μαθὼν [8] πρέσβεις τε καὶ γράμματα παρ' αὐτὸν ἔπεμψεν. οἵπερ ἐπειδὴ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, εἶπόν τε ὧν ἕνεκα ἥκοιεν καὶ τὰ γράμματα ἐνεχείρισαν. ἐδήλου δὲ ἡ γραφὴ τάδε Πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν καὶ πολιτικῶς βιοτεύειν ἐπισταμένων, ὄντα δὲ ἀφανίζειν τούς γε ἀξυνέτους εἰκὸς καὶ γνώρισμα τοῦτο τῆς αὑτῶν φύσεως οὐκ αἰσχυνομένους χρόνῳ τῷ ὑστέρῳ ἀπολιπεῖν.
[9] Ῥώμη μέντοι πόλεων ἁπασῶν, ὅσαι ὑφ' ἡλίῳ τυγχάνουσιν οὖσαι, μεγίστη τε καὶ ἀξιολογωτάτη ὡμολόγηται [10] εἶναι. οὐ γὰρ ἀνδρὸς ἑνὸς ἀρετῇ εἴργασται οὐδὲ χρόνου βραχέος δυνάμει ἐς τόσον μεγέθους τε καὶ κάλλους ἀφῖκται, ἀλλὰ βασιλέων μὲν πλῆθος, ἀνδρῶν δὲ ἀρίστων συμμορίαι πολλαὶ, χρόνου τε μῆκος καὶ πλούτου ἐξουσίας ὑπερβολὴ τά τε ἄλλα πάντα ἐκ πάσης τῆς γῆς καὶ τεχνίτας ἀνθρώπους ἐνταῦθα [11] ξυναγαγεῖν ἴσχυσαν. οὕτω τε τὴν πόλιν τοιαύτην, οἵανπερ ὁρᾷς, κατὰ βραχὺ τεκτηνάμενοι, μνημεῖα τῆς πάντων ἀρετῆς τοῖς ἐπιγενησομένοις ἀπέλιπον, ὥστε ἡ ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα μέγα ἐς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν [12] εἶναι· ἀφαιρεῖται γὰρ τοὺς μὲν προγεγενημένους τὴν τῆς ἀρετῆς μνήμην, τοὺς δὲ ὕστερον ἐπιγενησομένους [13] τῶν ἔργων τὴν θέαν. τούτων δὲ τοιούτων ὄντων ἐκεῖνο εὖ ἴσθι, ὡς δυοῖν ἀνάγκη τὸ ἕτερον εἶναι· ἢ γὰρ ἡσσηθήσῃ βασιλέως ἐν τῷδε τῷ πόνῳ, ἢ περιέσῃ, [14] ἂν οὕτω τύχοι. ἢν μὲν οὖν νικῴης, Ῥώμην τε καθελὼν, οὐ τὴν ἑτέρου του, ἀλλὰ τὴν σαυτοῦ ἀπολωλεκὼς ἂν, ὦ βέλτιστε, εἴης, καὶ διαφυλάξας, κτήματι, ὡς τὸ εἰκὸς, τῶν πάντων καλλίστῳ πλουτήσεις· ἢν δέ γε τὴν χείρω σοι τύχην πληροῦσθαι ξυμβαίη, σώσαντι μὲν Ῥώμην χάρις ἂν σώζοιτο παρὰ τῷ νενικηκότι πολλὴ, διαφθείραντι δὲ φιλανθρωπίας τε οὐδεὶς ἔτι λελείψεται λόγος καὶ προσέσται τὸ μηδὲν [15] τοῦ ἔργου ἀπόνασθαι. καταλήψεται δέ σε καὶ δόξα τῆς πράξεως ἀξία πρὸς πάντων ἀνθρώπων, ἥπερ ἐφ' [16] ἑκάτερά σοι τῆς γνώμης ἑτοίμως ἕστηκεν. ὁποῖα γὰρ ἂν τῶν ἀρχόντων τὰ ἔργα εἴη, τοιοῦτον ἀνάγκη καὶ ὑπὲρ αὐτῶν ὄνομα φέρεσθαι. τοσαῦτα μὲν Βελισάριος [17] ἔγραψε. Τουτίλας δὲ πολλάκις ἀναλεξάμενος τὴν ἐπιστολὴν καὶ τῆς παραινέσεως ἐς τὸ ἀκριβὲς πεποιημένος τὴν μάθησιν, ἐπείσθη τε καὶ Ῥώμην εἰργάσατο ἄχαρι περαιτέρω οὐδέν. σημήνας τε Βελισαρίῳ τὴν αὑτοῦ γνώμην τοὺς πρέσβεις εὐθὺς ἀπεπέμψατο.
[18] καὶ τοῦ μὲν στρατοῦ τὸ πλεῖστον μέρος Ῥώμης οὐ πολλῷ ἄποθεν, ἀλλ' ὅσον ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐς τὰ πρὸς δύοντα ἥλιον ἐνστρατοπεδευσαμένους ἐν χωρίῳ Ἀλγηδόνι ἐκέλευεν ἡσυχῆ μένειν, ὅπως δὴ μηδεμία ἐξουσία τοῖς ἀμφὶ Βελισάριον εἴη ἔξω πη τοῦ Πόρτου ἰέναι· αὐτὸς δὲ ξὺν τῷ ἄλλῳ [19] στρατῷ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ᾔει. Ῥωμαίων μέντοι τοὺς μὲν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν αὑτῷ εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ξύν τε γυναιξὶ καὶ παισὶν ἔστειλεν ἐς τὰ ἐπὶ Καμπανίας χωρία, ἐν Ῥώμῃ ἄνθρωπον οὐδένα ἐάσας, ἀλλ' ἔρημον αὐτὴν τὸ παράπαν ἀπολιπών.
[20] Ἰωάννης δὲ Τουτίλαν οἱ ἐπιέναι μαθὼν, μένειν ἐπὶ τῆς Ἀπουλίας οὐκέτι ἠξίου, ἀλλ' ἐς τὸν Δρυοῦντα δρόμῳ ἀφίκετο. τῶν τε πατρικίων οἱ ἐς Καμπανίαν ἀγόμενοι ἐς Λευκανοὺς πέμψαντες τῶν οἰκείων τινὰς, Τουτίλα γνώμῃ, τοὺς σφετέρους ἀγροίκους ἐκέλευον μεθίεσθαι μὲν τῶν πρασσομένων, τοὺς δὲ ἀγροὺς γεωργεῖν ᾗπερ εἰώθεσαν· ἔσεσθαι γὰρ αὐτοῖς τἀγαθὰ [21] ἀπήγγελλον τῶν κεκτημένων. οἱ δὲ ἀπετάξαντο μὲν τοῦ Ῥωμαίων στρατοῦ, ἐν δὲ τοῖς ἀγροῖς ἡσυχῆ ἔμενον· Τουλλιανὸς δὲ φυγὼν ᾤχετο, καὶ οἱ τριακόσιοι [22] Ἄνται παρὰ τὸν Ἰωάννην ἀναχωρεῖν ἔγνωσαν. οὕτω μὲν ἅπαντα τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου, πλὴν τοῦ Δρυοῦντος, αὖθις ὑποχείρια Γότθοις τε καὶ Τουτίλᾳ γέγονε. θαρσοῦντες δὲ ἤδη οἱ βάρβαροι καὶ κατὰ συμμορίας σκεδαννύμενοι περιῄεσαν κύκλῳ ἅπαντα.
[23] ὅπερ Ἰωάννης μαθὼν τῶν οἱ ἑπομένων πολλοὺς ἐπ' αὐτοὺς ἔπεμψεν. οἳ δὴ τοῖς πολεμίοις ἀπροσδόκητοι [24] ἐπιπεσόντες πολλοὺς ἔκτειναν. καὶ ἀπ' αὐτοῦ δείσας ὁ Τουτίλας, ἅπαντάς τε τοὺς ξὺν αὑτῷ ἀγείρας, ἀμφὶ ὄρος τὸ Γάργανον, ὅπερ ἐν Ἀπουλίοις που μέσοις ἀνέχει, ἐν τῷ Ἀννίβαλος τοῦ Λίβυος χαρακώματι στρατοπεδευσάμενος ἡσυχῆ ἔμενεν.
[23]
[1] Ἐν τούτῳ δὲ τῶν τις ξὺν τῷ Κόνωνι ἐκ Ῥώμης φυγόντων, ἡνίκα ἡ πόλις ἡλίσκετο, Μαρτινιανὸς ὄνομα, Βυζάντιος γένος, Βελισαρίῳ προσελθὼν στέλλεσθαι αὐτόμολος δῆθεν τῷ λόγῳ παρὰ τοὺς πολεμίους ἠξίου, μεγάλα Ῥωμαίους ἐπαγγελλόμενος ἀγαθὰ δράσειν· δόξαν τε τοῦτο Βελισαρίῳ, ἀπιὼν ᾤχετο. καὶ [2] αὐτὸν ὁ Τουτίλας ἰδὼν ὑπερφυῶς ἥσθη. εὐδοκιμοῦντα γὰρ ἐν μονομαχίαις τὸν νεανίαν ἤκουσέ τε καὶ εἶδε πολλάκις. ὄντων δὲ αὐτῷ παίδων τε δύο καὶ τῆς γυναικὸς ἐν τοῖς αἰχμαλώτοις, τὴν μὲν γυναῖκα καὶ τῶν παίδων τὸν ἕτερον εὐθὺς τῷ ἀνθρώπῳ ἀπέδωκε, τὸν δὲ ἕτερον ἐν ὁμήρου λόγῳ ἐφύλασσεν, ἔς τε Σπολίτιον [3] ξὺν ἑτέροις τισὶν ἔπεμψεν. ἐτύγχανον δὲ Γότθοι, ἡνίκα Ἡρωδιανοῦ ἐνδιδόντος Σπολίτιον εἷλον, τῆς μὲν πόλεως τὸν περίβολον ἐς τὸ ἔδαφος καθελόντες, τοῦ δὲ πρὸ τῆς πόλεως κυνηγεσίου, ὅπερ καλεῖν ἀμφιθέατρον νενομίκασι, τάς τε εἰσόδους ἐς τὸ ἀκριβὲς ἀποφράξαντες καὶ φρουρὰν ἐνταῦθα καταστησάμενοι Γότθων τε καὶ Ῥωμαίων τῶν αὐτομόλων, ἐφ' ᾧ φυλάξωσι [4] τὰ ἐκείνῃ χωρία. Μαρτινιανὸς οὖν ἐπειδὴ ‹εἰς Σπολίτιον ἦλθε, στρατιώτας πεντε›καί‹δεκα› ἑταιρίσασθαι ἴσχυσεν, οὕσπερ ἀνέπειθε δράσαντάς τι ἐς τοὺς βαρβάρους μέγα οὕτω δὴ ἐπανήκειν ἐς τὸ Ῥωμαίων [5] στρατόπεδον. στείλας δέ τινας καὶ παρὰ τὸν ἄρχοντα τοῦ ἐν Περυσίᾳ φυλακτηρίου ἐκέλευέν οἱ στράτευμα ὅτι τάχιστα ἐς Σπολίτιον πέμψαι, τοῦ παντὸς λόγου [6] τὴν δήλωσιν ποιησάμενος. Ὁδολγὰν δὲ Οὖννος ἦρχε τότε τῆς ἐν Περυσίᾳ φρουρᾶς, Κυπριανοῦ πρός του τῶν αὐτοῦ δορυφόρων, ὥς μοι ἔμπροσθεν εἴρηται, δόλῳ ἐξ ἀνθρώπων ἀφανισθέντος. ὅσπερ ξὺν στρατεύματι [7] ἐπὶ τὸ Σπολίτιον ᾔει. Μαρτινιανὸς δὲ ἄγχιστά πη εἶναι τὸ στράτευμα τοῦτο αἰσθόμενος, ἅμα τοῖς πεντεκαίδεκα στρατιώταις [τοσούτους γὰρ ἑταιρίσασθαι ἴσχυσε] τοῦ τε φυλακτηρίου τὸν ἄρχοντα ἐκ τοῦ αἰφνιδίου διέφθειρε καὶ τὰς πύλας ἀναπετάσας Ῥωμαίους ἅπαντας τῷ φρουρίῳ ἐδέξατο. οἳ δὴ κτείνουσι μὲν τῶν πολεμίων πλείστους, τινὰς δὲ ζωγρήσαντες παρὰ Βελισάριον ἦγον.
[8] Ὀλίγῳ δὲ ὕστερον Βελισαρίῳ ἔννοια γέγονεν ἐς Ῥώμην τε ἀναβῆναι καὶ ἐς ὅ τι τύχης ἐληλύθει θεάσασθαι. τῶν στρατιωτῶν οὖν χιλίους ἀπολεξάμενος [9] ἐνταῦθα ᾔει. Ῥωμαῖος δὲ ἀνὴρ ἀφικόμενος δρόμῳ ἐς τοὺς πολεμίους, οἵπερ ἐστρατοπεδεύοντο ἐν Ἀλγηδόνι, [10] τὸ Βελισαρίου στράτευμα ἤγγειλεν. οἱ δὲ βάρβαροι προλοχίσαντες ἐνέδραις τισὶ τὰ πρὸ τῆς Ῥώμης χωρία, ἐπειδὴ ἄγχιστά πη ἀφικομένους τοὺς ἀμφὶ Βελισάριον εἶδον, ἐκ τῶν ἐνεδρῶν ἀναστάντες ἐπ' αὐτοὺς ᾔεσαν.
[11] μάχης τε καρτερᾶς γενομένης, τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τοὺς πολεμίους τρεψάμενοι, πλείστους τε διαφθείραντες ἐς τὸν Πόρτον εὐθὺς ἀνεχώρησαν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησεν.
[12] Ἔστι δὲ Καλαβρῶν ἐπιθαλασσία πόλις ὁ Τάρας, δυοῖν σχεδόν τι ἡμέραιν ὁδὸν Δρυοῦντος διέχουσα, [13] ἐπί τε Θουρίους καὶ Ῥηγίνους ἐνθένδε ἰόντι. ἐνταῦθα Ἰωάννης ξὺν ὀλίγοις τισὶ, Ταραντηνῶν αὐτὸν ἐπαγαγομένων, ἀφίκετο, τοὺς λοιποὺς ἐπὶ τῇ τοῦ Δρυοῦντος [14] φυλακῇ καταστησάμενος. καὶ ἐπεὶ τὴν πόλιν εἶδε μεγίστην τε ὑπερφυῶς καὶ παντάπασιν ἀτείχιστον οὖσαν, πᾶσαν μὲν φυλάξαι οἷός τε ἔσεσθαι οὐδεμιᾷ μηχανῇ ᾤετο, ἰδὼν δὲ τὴν θάλασσαν τῆς πόλεως ἐς τὰ πρὸς βορρᾶν ἄνεμον ἀμφί τινα χῶρον στενὸν μάλιστα ἑκατέρωθεν ἐς κόλπον ἰοῦσαν, οὗ δὴ Ταραντηνῶν ὁ λιμήν ἐστιν, ἰσθμόν τε, ὡς τὸ εἰκὸς, τὸν ἐν μέσῳ χῶρον οὐχ ἧσσον ἢ σταδίων εἴκοσιν ὄντα, [15] ἐπενόει τάδε. ἀποτεμὼν ἀπὸ τῆς ἄλλης πόλεως τὴν τοῦ ἰσθμοῦ μοῖραν τειχίσματί τε αὐτὴν περιέβαλεν ἐκ θατέρου θαλάσσης μέρους ἄχρι ἐς ἕτερον καὶ τάφρον [16] βαθεῖαν ἀμφὶ τὸ τείχισμα ὤρυσσεν. ἐνταῦθά τε οὐ Ταραντηνοὺς μόνον, ἀλλὰ καὶ ὅσοι τὰ ἐκείνῃ χωρία ᾤκουν συνήγαγε, καὶ φυλακὴν αὐτοῖς λόγου ἀξίαν [17] ἐλίπετο. ταύτῃ τε Καλαβροὶ ἅπαντες ἐν τῷ ἀσφαλεῖ ἤδη γενόμενοι Γότθων ἐς ἀπόστασιν εἶδον. ταῦτα [18] μὲν ἐφέρετο τῇδε. Τουτίλας δὲ φρούριον ἐν Λευκανοῖς καταλαβὼν ἐχυρώτατον ἄγχιστά πη τῶν Καλαβρίας ὁρίων κείμενον, ὅπερ Ἀχεροντίδα καλοῦσι Ῥωμαῖοι, ἐνταῦθά τε φυλακτήριον ἀνδρῶν οὐχ ἧσσον ἢ τετρακοσίων καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐπὶ Ῥάβενναν ᾔει, τῶν βαρβάρων τινὰς ἀπολιπὼν ἐς τὰ ἐπὶ Καμπανίας χωρία, οἷσπερ ἡ Ῥωμαίων ἐπέκειτο φυλακὴ, τῶν ἐκ τῆς συγκλήτου βουλῆς ἐνταῦθα ὄντων.
[24]
[1] Βελισαρίῳ δὲ τόλμα προμηθὴς γέγονε τότε ἀρχὴν μὲν μανιώδης δόξασα εἶναι τοῖς τε ὁρῶσι καὶ ἀκούουσι πρῶτον, ἐκβᾶσα δὲ ἐς ἀρετῆς ἔργον ὑψηλόν [2] τε καὶ δαιμονίως ὑπέρογκον. τῶν γὰρ στρατιωτῶν ὀλίγους τινὰς φρουρᾶς ἕνεκα τῆς ἐν Πόρτῳ ἀπολιπὼν αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Ῥώμην ἦλθε, προσποιεῖσθαί [3] τε αὐτὴν σθένει παντὶ ἤθελεν. ἐπεὶ δὲ οὐχ οἷός τε ἦν ὅσα καθελὼν τοῦ περιβόλου Τουτίλας ἔτυχε [4] βραχεῖ ἀνοικοδομήσασθαι χρόνῳ, ἐποίει τάδε. λίθους ἄγχιστά πη ὄντας ξυναγαγὼν ἐπ' ἀλλήλους οὐδενὶ κόσμῳ ξυνέβαλεν, οὐδὲν τὸ παράπαν ἐντὸς ἔχοντας, ἐπεὶ οὔτε τίτανον εἶχεν οὔτε τι ἄλλο τοιοῦτον, ἀλλ' ὅπως μόνον τὸ τῆς οἰκοδομίας σώζοιτο πρόσωπον, [5] σκολόπων τε μέγα τι χρῆμα ἔξωθεν ἵστη. ἐτύγχανε δὲ καὶ τάφρους βαθείας ἀμφὶ τὸν περίβολον ὅλον ὀρύξας πρότερον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις [6] ἐρρήθη. παντὸς δὲ τοῦ στρατοῦ προθυμίᾳ τῇ πάσῃ ταῦτα ἐργαζομένου πέντε καὶ εἴκοσιν ἡμερῶν ὅσα τοῦ [7] περιβόλου καθῄρητο τῷ τρόπῳ τούτῳ τετέλεστο. τῶν τε Ῥωμαίων ὅσοι ἀμφὶ τὰ ἐκείνῃ χωρία ᾤκηντο ἐνταῦθα ἠγείροντο, τῆς τε ἐν Ῥώμῃ οἰκήσεως ἐπιθυμίᾳ καὶ ὅτι τῶν ἐπιτηδείων τέως σπανίζοντες ἀφθονίαν ἐνταῦθα εὗρον, ἥνπερ Βελισάριος ποιεῖν ἴσχυσε, ναῦς ὅτι πλείστας πάντων ἐμπλησάμενος τῶν ἀναγκαίων, ἔς τε Ῥώμην διὰ τοῦ ποταμοῦ ἐσκομίσας [εἰσῆξε].
[8] Ταῦτα ἐπεὶ Τουτίλας ἤκουσεν, ἄρας αὐτίκα παντὶ τῷ στρατῷ ἐπὶ Βελισάριόν τε καὶ Ῥώμην ἦλθεν, οὔπω Βελισαρίου τὰς πύλας ἐναρμόσασθαι τῷ περιβόλῳ [9] ἰσχύσαντος. πάσας γὰρ διαφθείρας Τουτίλας ἔτυχεν, ἅσπερ οὐκ ἔφθη τεχνιτῶν ἀπορίᾳ Βελισάριος τεκτηνάμενος.
[10] ἐπεὶ δὲ ὁ τῶν βαρβάρων στρατὸς ἀγχοῦ ἐγένοντο, τότε μὲν ἐνστρατοπεδευσάμενοι ηὐλίσαντο παρὰ Τίβεριν ποταμὸν, ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἅμα ἡλίῳ ἀνίσχοντι θυμῷ τε πολλῷ καὶ θορύβῳ ἐχόμενοι ἀμφὶ [11] τὸ τεῖχος ᾔεσαν. Βελισάριος δὲ τῶν μὲν στρατιωτῶν τοὺς μαχιμωτάτους ἀπολεξάμενος ἐς τὴν χώραν τῶν πυλῶν ἔστησε, τοὺς δὲ λοιποὺς ἄνωθεν ἀπὸ τῶν περιβόλων ἀμύνεσθαι τοὺς ἐπιόντας πάσῃ δυνάμει ἐκέλευε.
[12] γέγονε τοίνυν καρτερὰ μάχη. οἱ γὰρ βάρβαροι τὰ μὲν πρῶτα ἐλπίδα εἶχον αὐτοβοεὶ τὴν πόλιν αἱρήσειν, τοῦ δὲ πράγματος σφίσιν ἀντιστατοῦντος, καὶ τῶν Ῥωμαίων ἰσχυρότατα ἀμυνομένων, ὀργῇ χρώμενοι τοῖς πολεμίοις ἐπέκειντο, τοῦ θυμοῦ σφᾶς παρὰ δύναμιν [13] ἐς τὴν εὐτολμίαν ὁρμῶντος. οἵ τε Ῥωμαῖοι παρὰ δόξαν ἀντείχοντο, τοῦ κινδύνου, ὡς τὸ εἰκὸς, ἐς τὴν [14] εὐψυχίαν ἐνάγοντος. γέγονεν οὖν φόνος τῶν βαρβάρων ἅτε ἀφ' ὑψηλοῦ βαλλομένων πολὺς, κόπῳ τε πολλῷ καὶ ταλαιπωρίᾳ ἑκάτεροι εἴχοντο καὶ ἡ μάχη πρωῒ [15] ἀρξαμένη ἐτελεύτα ἐς νύκτα. ἔπειτα οἱ μὲν βάρβαροι ἐν τοῖς στρατοπέδοις γενόμενοι ἐνυκτέρευσαν, τῶν ἐν σφίσι τραυματιῶν ἐπιμελούμενοι, Ῥωμαίων δὲ οἱ μὲν ἄλλοι ἐν τῷ περιβόλῳ φυλακὴν εἶχον, οἱ δὲ ἀνδρίας πέρι μάλιστα πάντων εὖ ἥκοντες ἐν περιτροπῇ τὰς τῶν πυλῶν χώρας ἐφύλασσον, τριβόλους ἔμπροσθεν πολλοὺς θέμενοι, ὅπως μὴ ἐξ ἐπιδρομῆς οἱ πολέμιοι [16] ἐπὶ σφᾶς ἴωσιν. οἱ δὲ τρίβολοι τοιοίδε εἰσί. σκολόπων τεττάρων ἰσομήκων μάλιστα τὰ ὄπισθε πρὸς ἄλληλα ἐναρμοσάμενοι τριγώνου σχῆμα τὰς αὐτῶν εὐθείας πανταχόθεν ἐργάζονται, καὶ αὐτοὺς ἐς τὴν γῆν ὅπου [17] παρατύχῃ ῥίπτουσι. ταύτῃ τε τῶν σκολόπων οἱ μὲν τρεῖς ἐς τὸ ἔδαφος ἰσχυρότατα ἑστήκασι πάντες, ὁ δὲ λειπόμενος ἀνέχων μόνος ἐμπόδιον ἀνδράσι τε καὶ [18] ἵπποις ἐς ἀεὶ γίγνεται. ὁσάκις δέ τις τοῦτον δὴ κυλίνδει τὸν τρίβολον, ὁ μὲν τέως ἐκ τῶν σκολόπων τὴν τοῦ ἀέρος ὄρθιον κληρωσάμενος χώραν ἐς τὸ ἔδαφος ἕστηκεν, ἄλλος δὲ ἀντ' αὐτοῦ γιγνόμενος ἄνω τοῖς ἐπιέναι βουλομένοις ἐμπόδιόν ἐστιν. οἱ μὲν τρίβολοι τοιοίδε εἰσίν. ἑκάτεροι δὲ οὕτω μετὰ τὴν μάχην ηὐλίσαντο.
[19] Τῇ δὲ ὑστεραίᾳ Τουτίλας αὖθις παντὶ τῷ στρατῷ τειχομαχεῖν ἔγνω, οἱ δὲ Ῥωμαῖοι τρόπῳ τῷ εἰρημένῳ ἠμύνοντο. καθυπέρτεροί τε τῇ ξυμβολῇ γεγενημένοι [20] ἐπεξελθεῖν τοῖς πολεμίοις ἐθάρσησαν. καὶ τῶν βαρβάρων ὑποχωρούντων διώκοντες τῶν Ῥωμαίων τινὲς πόρρω που τοῦ περιβόλου ἐγένοντο. οὓς δὴ κυκλώσεσθαι οἱ βάρβαροι ἔμελλον, ὡς μὴ ἀναστρέφειν ἐς τὴν πόλιν δυνατοὶ εἶεν. ἀλλὰ Βελισάριος (κατενόησε γὰρ τὰ ποιούμενα) τῶν ἀμφ' αὑτὸν πολλοὺς ἐνταῦθα στείλας [21] διασώσασθαι τοὺς ἄνδρας ἴσχυσεν. οὕτω τε ἀποκρουσθέντες οἱ βάρβαροι ἀνεχώρησαν, πολλοὺς μὲν ἀποβεβληκότες τῶν ἐν σφίσι μαχίμων, πλείστους δὲ τραυματίας [22] ἐς τὸ στρατόπεδον ἐπαγόμενοι. ἐνταῦθά τε ἡσυχῆ ἔμενον, τά τε τραύματα θεραπεύοντες καὶ τῶν ὅπλων ἐπιμελούμενοι (πολλὰ γὰρ σφίσι διέφθαρτο ἤδη) καὶ τὰ ἄλλα ἐν παρασκευῇ πάσῃ ποιούμενοι. ἡμέραις δὲ πολλαῖς ὕστερον ἐπὶ τὸν περίβολον ὡς [23] τειχομαχήσοντες ᾔεσαν. Ῥωμαῖοι δὲ σφίσιν ὑπαντιάσαντες ἐς χεῖρας ἦλθον. τύχῃ τέ τινι ὁ τὸ Τουτίλα σημεῖον φέρων καιρίαν πληγεὶς αὐτός τε ἐκ τοῦ ἵππου [24] ἐκπίπτει καὶ τὸ σημεῖον ἐς τὴν γῆν ἔρριψε. καὶ Ῥωμαίων μὲν ὅσοι ἐς τὰ πρῶτα ἐμάχοντο, ὥρμησαν ὥστε τὸ σημεῖον καὶ τὸν νεκρὸν ἁρπασόμενοι. φθάσαντες δὲ τῶν βαρβάρων οἱ εὐτολμότατοι τό τε σημεῖον ἁρπάζουσι καὶ ‹τοῦ› νεκροῦ χεῖρα τὴν λαιὰν ἀποτεμόντες [25] ξὺν αὑτοῖς ἔλαβον. ψέλλιον γὰρ χρυσοῦν ἐπὶ ταύτης ὁ πεπτωκὼς φορῶν ἔτυχε λόγου ἄξιον, ᾧπερ ἐναβρύνεσθαι τοὺς ἐναντίους ἥκιστα ἤθελον, φεύγοντες δηλονότι [26] τὴν ἀπὸ τοῦ ἔργου αἰσχύνην. καὶ ὁ μὲν τῶν βαρβάρων στρατὸς ἐς ὑπαγωγὴν ἐτράποντο οὐδενὶ κόσμῳ, Ῥωμαῖοι δὲ τὸ μὲν ἄλλο τοῦ νεκροῦ σῶμα ἐσκύλευσαν, τοὺς δὲ πολεμίους ἐπὶ πλεῖστον διώκοντες πολλοὺς ἔκτειναν, ἔς τε τὴν πόλιν κακῶν παντάπασιν ἀπαθεῖς ἦλθον.
[27] Τότε δὲ ὅσοι ἐν Γότθοις λόγιμοι ἦσαν Τουτίλᾳ προσελθόντες ἐλοιδοροῦντό τε καὶ ἀνέδην αὐτῷ τὴν ἀβουλίαν ὠνείδιζον, ὅτι δὴ Ῥώμην ἑλὼν οὔτε ξύμπασαν ἐς ἔδαφος καθεῖλεν, ὅπως μηκέτι τοῖς πολεμίοις καταληπτὴ εἴη, οὔτε αὐτὸς ἔσχεν, ἀλλ' ὅπερ πόνῳ τε καὶ χρόνῳ πολλῷ αὐτοῖς ἐργασθὲν ἔτυχε, τοῦτο λόγῳ [28] αὐτὸς οὐδενὶ διαφθείρειεν. οὕτω τοῖς ἀνθρώποις ἐμπέφυκε πρὸς τῶν πραγμάτων τὰς ἀποβάσεις ἀεὶ τὴν γνώμην ῥυθμίζειν καὶ τὴν διάνοιαν τῷ τῆς τύχης ῥεύματι προσχωρεῖν, ἀγχιστρόφους τε ἀπ' αὐτοῦ τὰς [29] μεταστάσεις ποιεῖσθαι τῆς δόξης. διὸ δὴ καὶ Γότθοι εὐημεροῦντα μὲν τοῖς ἐγχειρήμασι Τουτίλαν ἐτεθήπεσαν ἴσα θεῷ, ἄμαχόν τινα καὶ ἀήττητον ἀποκαλοῦντες, ἡνίκα πόλεων τῶν ἁλισκομένων ἐκ μοίρας τινὸς τὰ τείχη διαφθείρειν εἴα, σφαλέντι δὲ, ὥσπερ ἐρρήθη, λοιδορεῖσθαι οὐκ ἀπηξίουν τῶν ἔναγχος σφίσιν ἀμφ' αὐτὸν εἰρημένων ἀμνημονοῦντες, ἀπ' ἐναντίας τε αὐτῶν [30] οὐδεμιᾷ ὀκνήσει ἰόντες. ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα οὐχ οἷόν τέ ἐστι μὴ οὐχὶ τοῖς ἀνθρώποις ἐς ἀεὶ ἁμαρτάνεσθαι, [31] ἐπεὶ καὶ φύσει γίγνεσθαι εἴωθε. Τουτίλας δὲ καὶ οἱ βάρβαροι λύσαντες τὴν προσεδρείαν ἐς Τίβουριν πόλιν ἀφίκοντο, πάσας σχεδόν τι τὰς τοῦ Τιβέριδος γεφύρας διελόντες, ὅπως μὴ Ῥωμαῖοι [32] εὐπετῶς σφίσιν ἐπιέναι οἷοί τε ὦσι. γέφυραν μέντοι μίαν, ἣ Μολιβίου ἐπώνυμός ἐστι, διαφθεῖραι οὐδαμῆ ἴσχυσαν, ἐπεὶ ἄγχιστα τῆς πόλεως ἐτύγχανεν οὖσα. τό τε ἐν Τιβούρει φρούριον ἀνοικοδομήσασθαι [33] σθένει παντὶ ἔγνωσαν· καθελόντες γὰρ αὐτὸ πρότερον ἔτυχον· τά τε χρήματα ἐνταῦθα καταθέμενοι ἅπαντα [34] ἡσυχῆ ἔμενον. καὶ Βελισάριος ἀδεέστερον ἤδη τὰς πύλας τοῦ Ῥώμης περιβόλου πανταχόθι ἐφαρμοσάμενος σιδήρῳ τε αὐτὰς περιβαλὼν αὖθις βασιλεῖ τὰς κλεῖς ἔπεμψε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ δωδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
[25]
[1] Ἐτύγχανε δὲ πολλῷ πρότερον στράτευμα ἐπὶ Περυσίαν ὁ Τουτίλας στείλας, οἵπερ ἀμφὶ τὸν τῆς πόλεως περίβολον ἐνστρατοπεδευσάμενοι ἐπολιόρκουν [2] ἐς τὸ ἀκριβὲς τοὺς ταύτῃ Ῥωμαίους. καὶ ἐπεὶ τῶν ἐπιτηδείων αὐτοὺς σπανίζοντας ᾔσθοντο ἤδη, πέμψαντες παρὰ Τουτίλαν ἐδέοντο παντὶ τῷ στρατῷ ἐνταῦθα ἰέναι, ῥᾷον ἂν οὕτω καὶ ἀπονώτερον ἐξελεῖν Περυσίαν [3] τε καὶ τοὺς ἐνταῦθα Ῥωμαίους οἰόμενοι. Τουτίλας δὲ οὐ λίαν ἐς τὰ ἐπαγγελλόμενα προθυμουμένους τοὺς βαρβάρους ὁρῶν παραίνεσίν τινα ποιεῖσθαι [4] ἐς αὐτοὺς ἤθελε. διὸ δὴ ξυγκαλέσας ἅπαντας ἔλεξε τοιάδε Ὁρῶν ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ἐμὲ μὲν οὐκ ὀρθῶς δι' ὀργῆς ἔχοντας, ἀγανακτοῦντας δὲ πρὸς τὸ τῆς τύχης ξυμπεπτωκὸς ἐναντίωμα, ξυναγαγεῖν τανῦν ἔγνωκα, ὅπως ὑμῶν δόξαν ὡς ἥκιστα ὀρθὴν ἀφελὼν ἀντικαθιστάναι τὴν γνώμην ἐπὶ τὰ βελτίω δυνήσωμαι, καὶ μήτε ἀχαριστεῖν οὐδὲν ὑμῖν προσῆκον ἐς ἐμὲ δόξητε μήτε ἀγνωμοσύνῃ εἰς τὸ θεῖον ὑπὸ ἀβελτερίας [5] χρῆσθαι. τὰ γὰρ ἀνθρώπεια καὶ σφάλλεσθαί ποτε πέφυκεν, ὅστις τε ἄνθρωπος ὢν εἶτα δυσχερῶς ἔχων ἐς τὰ προσπίπτοντα φαίνεται, αὐτὸς μὲν ἀμαθίας, ὡς τὸ εἰκὸς, ἀποίσεται δόξαν, οὐδὲν δὲ ὑπεκστήσεται [6] τὴν ἀπὸ τῆς τύχης ἀνάγκην. βούλομαι δὲ τῶν πρότερον πεπραγμένων ὑμᾶς ὑπομνῆσαι, οὐχ ὅσον ἕνεκα τοῦ τὰς αἰτίας τῶν ξυμβεβηκότων ἐκλύσασθαι, ἀλλὰ καὶ τοῦ δικαιότερον ἂν ταύτας ὑμῖν προσήκειν ἐνδείκνυσθαι.
[7] Οὐίττιγις γὰρ τὸ ἐξ ἀρχῆς καθιστάμενος ἐς πόλεμον τόνδε Φανοῦ μὲν καὶ Πισαύρου τῶν ἐπιθαλασσίων πόλεων τὰ τείχη καθεῖλε, Ῥώμην δὲ καὶ τὰς ἄλλας Ἰταλίας πόλεις ἁπάσας ἀφῆκεν οὐδ' [8] ὁτιοῦν λυμηνάμενος. ἐκ μὲν οὖν Φανοῦ καὶ Πισαύρου φλαῦρον οὐδὲν Γότθοις ξυμβέβηκεν, ἐκ δὲ τοῦ Ῥώμης περιβόλου καὶ τῶν ἄλλων ὀχυρωμάτων ταύτῃ, ᾗπερ ὑμεῖς ἴστε, Γότθοις καὶ Οὐιττίγιδι ἐκεχωρήκει [9] τὰ πράγματα. ἐγὼ τοίνυν ἐπειδὴ διδόντων ὑμῶν τὴν ἀρχὴν ἔλαβον, ἐλογισάμην τῶν ἔργων τοῖς ἀμείνοσι δόξασιν εἶναι μᾶλλον ἕπεσθαι ἢ ἐκ τῶν λυμηναμένων [10] τοῖς πράγμασι διδόναι βλάβος. φύσει μὲν γὰρ ἄνθρωποι οὐδέν τι μέγα διαφέρειν ἀλλήλων δοκοῦσιν, ἡ δὲ πεῖρά τισι γινομένη διδάσκαλος κρείσσω τὸν ἐκμαθόντα τῶν οὐ τετυχηκότων τῆς διδασκαλίας [11] τῷ παντὶ τίθησιν. ἐπειδὴ τοίνυν Βενεβεντὸν εἵλομεν τὰ τείχη καθελόντες, τῶν ἄλλων εὐθὺς ἐκρατοῦμεν, ὧνπερ ὁμοίως τοὺς περιβόλους καθελεῖν ἔγνωμεν, ὅπως μὴ ἐξ ἐχυροῦ τινος ὁρμώμενος ὁ τῶν πολεμίων στρατὸς σοφίζεσθαι τὸν πόλεμον δυνατὸς εἴη, ἀλλ' ἐκ τοῦ εὐθέος ἀναγκάζηται ἡμῖν ἐς πεδίον κατιὼν ἐς [12] χεῖρας ἰέναι. καὶ οἱ μὲν ἔφευγον, ἐγὼ δὲ καθαιρεῖν [13] τῶν πόλεων τὰς ἁλισκομένας ἐκέλευον. ὑμεῖς δὲ τὴν εὐβουλίαν θαυμάζοντες ὑπουργεῖτε τῇ γνώμῃ ταύτῃ, τὸ ἔργον, ὡς τὸ εἰκὸς, οἰκειούμενοι. ὁ γὰρ ἐπαινέσας τὸν δράσαντα οὐδέν τι ἧσσον τῶν πεπραγμένων [14] αὐτουργὸς γίνεται. νῦν δὲ μεταβέβλησθε, ὦ φίλτατοι Γότθοι, ἐπειδὴ ξυνέβη Βελισάριον κρεῖσσον λόγου θράσος ἑλόμενον τῶν ἐγκεχειρημένων αὐτῷ παρὰ δόξαν κρατεῖν, καὶ ἀπ' αὐτοῦ καταπεπλῆχθαι [15] τὸν ἄνθρωπον ἅτε ἀνδρεῖον ὑμῖν ξυμβαίνει. ῥᾷον γὰρ οἱ θρασεῖς εὔτολμοι κέκληνται ἢ οἱ προμηθεῖς ἀσφαλεῖς. ὁ μὲν γὰρ παρὰ τὰ καθεστῶτα τολμήσας ἐννοίᾳ τοῦ δοκοῦντος δραστηρίου τετίμηται, ὁ δὲ προμηθεῖ γνώμῃ ἀποκνήσας τὸν κίνδυνον ἀποτυχών τε τὴν αἰτίαν ἐπισπᾶται τῶν ξυμπιπτόντων καὶ πράξας κατὰ νοῦν οὐδὲν αὐτὸς τοῖς γε ἀμαθέσιν ἐργάσασθαι [16] δοκεῖ. χωρὶς δὲ τούτων οὐκ ἐκλογίζεσθε ὅτι ἐμοὶ χαλεπαίνετε, δι' ὧν ὑμῖν ἀγανακτεῖν ξυμβαίνει τανῦν. ἢ Βελισάριον εὐδοκιμηκέναι καθ' ὑμῶν οἴεσθε, οἵπερ δορυάλωτοι ὄντες καὶ δραπέται γεγενημένοι ὑπ' ἐμοί τε στρατηγοῦντι ὅπλα ἀντάραντες ὑπερβαλέσθαι πολλάκις [17] αὐτὸν τῷ πολέμῳ δεδύνησθε; καίτοι εἰ μὲν ἐμῇ ἀρετῇ ἐκεῖνα ὑμᾶς εἰργάσθαι ξυνέβη, ταύτην ὑμᾶς αἰσχυνομένους χρὴ σιωπᾶν, ἐν τοῖς πταίσμασι δὴ τῶν ἀνθρώπων ἐνθυμουμένους ὡς οὐδὲν πέφυκεν ἐφ' ἑαυτοῦ μένειν· εἰ δέ τις ὑμῖν τύχη ἐκεῖνο τὸ κράτος ἐβράβευσε, σέβειν μᾶλλον ἢ δυσκόλως πρὸς αὐτὴν ἔχειν ὑμῖν ξυνοίσει, ὡς μὴ προσκεκρουκότες [18] τὴν εὐγνωμοσύνην μεταμαθεῖν βιάζησθε. καίτοι πῶς οὐκ ἂν ἀπὸ τοῦ σώφρονος τρόπου φανείη τοὺς πολλά τε καὶ μεγάλα περιβεβλημένους εὐτυχήματα οὐ πολλῷ ἔμπροσθεν ἐν βραχεῖ τε τανῦν πταίσαντας οὕτω δεδουλῶσθαι τὸ φρόνημα; οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτόν ἐστιν ἢ ἀπαξιοῦν τε καὶ ἀπαρνεῖσθαι ἀνθρώπους [19] εἶναι. τὸ γὰρ ἐν οὐδενὶ σφάλλεσθαι χρόνῳ θεοῦ ἂν ἴδιον γένοιτο. τούτων τοίνυν φημὶ χρῆναι ἀφεμένους ὑμᾶς προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς ἐν Περυσίᾳ πολεμίοις ἰέναι. ἢν γὰρ ἐκείνους ἐξελεῖν δυνήσησθε, αὖθις ὑμῖν τὰ τῆς τύχης ἐν καλῷ κείσεται.
[20] τὸ μὲν γὰρ ξυμπεσὸν οὐδ' ἂν ὁ πᾶς αἰὼν ἀποίητον τίθεσθαι δύναιτο, εὐτυχημάτων δὲ ἄλλων ἐπιγινομένων τοῖς ἐπταικόσι λελωφηκέναι ξυμβαίνει τὴν τῶν κακῶν μνήμην. ἔσται δὲ ὑμῖν ἡ Περυσίας [21] ἐπικράτησις οὐδενὶ πόνῳ. Κυπριανὸς γὰρ ὃς τῶν ἐνταῦθα Ῥωμαίων ἦρχε, τύχῃ τε καὶ βουλαῖς ἡμετέραις ἐκποδὼν γέγονε, πλῆθος δὲ ἄναρχον ἄλλως τε καὶ τῶν ἀναγκαίων ὑποσπανίζον ἀνδραγαθίζεσθαι [22] ἥκιστα πέφυκεν. οὐ μὴν οὐδὲ ὄπισθέν τις ἐς ἡμᾶς κακουργήσει· τάς τε γὰρ τοῦ ποταμοῦ γεφύρας τούτου ἕνεκα καθελεῖν ἔγνωκα, ὡς μή τι πάθοιμεν ἐξ ἐπιδρομῆς ἀπροσδόκητον, καὶ ὑπόπτους ξυμβαίνει Βελισάριόν τε καὶ Ἰωάννην ἀλλήλοις εἶναι, ὅπερ διὰ [23] τῶν πεπραγμένων ὁρᾶν πάρεστι. γνῶμαι γὰρ ἀλλήλαις μαχόμεναι διὰ τῶν ἔργων ἐλέγχονται. οὐκοῦν οὐδέ πη ἀλλήλοις ἐπιμίγνυσθαι ἐς τόδε τοῦ χρόνου δεδύνηνται. ἀναχαιτίζει γὰρ ἑκάτερον ἡ ἐς ἀλλήλους ἀμφοῖν ὑποψία. οἷς δ' ἂν αὕτη ἐγγένηται, φθόνον [24] τε καὶ ἔχθος ἐπάναγκες ξυνοικίζεσθαι. ὧν δὴ μεταξὺ ἐπιπεσόντων γενέσθαι τι τῶν δεόντων ἀδύνατον. τοσαῦτα ὁ Τουτίλας εἰπὼν ἐπὶ Περυσίαν ἐξῆγε τὸ στράτευμα, ἐνταῦθά τε ἀφικόμενοι ἄγχιστα τοῦ περιβόλου ἐστρατοπεδεύσαντο καὶ ἐγκαθεζόμενοι ἐς πολιορκίαν καθίσταντο.
[26]
[1] Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Ἰωάννῃ Ἀχεροντίδα τὸ φρούριον πολιορκοῦντι, ἐπεὶ οὐδὲν προὐχώρει, ἔννοιά τις καὶ τόλμα γέγονεν, ἣ Ῥωμαίων μὲν τὴν βουλὴν διασώσασθαι, αὐτῷ δὲ κλέος περιβαλέσθαι μέγα τε καὶ ὑπερφυὲς ἐς ἀνθρώπους [2] ἅπαντας ἴσχυσε. Τουτίλαν γὰρ καὶ τὸν Γότθων στρατὸν τειχομαχεῖν ἀκούσας ἀμφὶ τὸν Ῥώμης περίβολον, τῶν ἱππέων τοὺς δοκιμωτάτους ἀπολεξάμενος, τῶν πάντων οὐδενὶ προρρηθὲν, ἐς Καμπανοὺς, οὔτε νύκτα ἀνιεὶς οὔτε ἡμέραν, ᾔει (ἐνταῦθα γὰρ αὐτοὺς ἀπολιπὼν Τουτίλας ἔτυχεν), ὅπως ἐπιπεσὼν ἀπροσδόκητος ἀναρπάσαι τε καὶ διασώσασθαι τοὺς ἀπὸ τῆς συγκλήτου βουλῆς οἷός τε εἴη ἅτε τῶν ἐνταῦθα χωρίων ἀτειχίστων [3] παντάπασιν ὄντων. ξυνηνέχθη δὲ ὑπὸ τὸν χρόνον τοῦτον Τουτίλαν δείσαντα, ὅπερ ἐγένετο, μή τις τῶν πολεμίων ἐς τοὺς αἰχμαλώτους κακουργήσων [4] ἴοι, στράτευμα ἐπὶ Καμπανίας ἱππέων στεῖλαι. οἳ δὴ ἐπεὶ ἐν Μεντούρνῃ πόλει ἐγένοντο, ἄμεινον σφίσιν ἔδοξεν εἶναι τοὺς μὲν πλείστους ἐνταῦθα ἡσυχῆ μένειν τῶν τε ἵππων ἐπιμελεῖσθαι (κόπῳ γὰρ πολλῷ ἐν ταύτῃ τῇ πορείᾳ σφίσιν ὁμιλῆσαι ξυνέβη), στεῖλαι δέ τινας τὰ ἐν Καπύῃ τε κατασκεψομένους καὶ τοῖς ταύτῃ χωρίοις. χώραν δὲ ξυμβαίνει εἶναι τὴν μεταξὺ οὐ πλέον ἢ σταδίους [5] τριακοσίους. ‹τετρακοσίους οὖν›, οὕσπερ δὴ ἵπποις τε καὶ σώμασιν ἀκραιφνέσι χρῆσθαι ξυνέτυχε, ἐπὶ κατασκοπῇ [6] ἔπεμψαν. τύχῃ τέ τινι ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὸ τὸν αὐτὸν χρόνον τόν τε ξὺν τῷ Ἰωάννῃ στρατὸν καὶ τούτους δὴ τοὺς τετρακοσίους βαρβάρους ἐν Καπύῃ γενέσθαι, οὐδετέρους τι πρότερον τῶν [7] ἐναντίων πέρι ἀκούσαντας. καὶ μάχη μὲν ἐκ τοῦ αἰφνιδίου ἰσχυρὰ γίνεται· ἅμα γὰρ τῇ ὄψει ἐς χεῖρας ἦλθον· νικῶσι δὲ κατὰ κράτος Ῥωμαῖοι καὶ τοὺς [8] πλείστους τῶν πολεμίων εὐθὺς ἔκτειναν. ὀλίγοι τε τῶν βαρβάρων τινὲς φυγεῖν ἴσχυσαν, καὶ δρόμῳ ἐχόμενοι ἐς Μεντοῦρναν ἀφίκοντο. οὕσπερ ἐπεὶ οἱ ἄλλοι εἶδον τοὺς μὲν αἵματι περιρρεομένους, τοὺς δὲ καὶ τὰ βέλη ἐν τοῖς σώμασιν ἔτι φέροντας, ἄλλους δὲ οὔτε τι φθεγγομένους οὔτε τι ἀπαγγέλλοντας τῶν ξυμπεσόντων, ἀλλ' ἔτι τῆς ὑπαγωγῆς ἐχομένους καὶ τὸ ἐν σφίσιν αὐτοῖς δέος ἐνδεικνύντας, αὐτίκα ἐς τοὺς [9] ἵππους ἀναθορόντες ξὺν αὐτοῖς ἔφευγον. καὶ παρὰ Τουτίλαν ἐλθόντες πλῆθος ἀμύθητον εἶναι τῶν πολεμίων ἐσήγγελλον, ταύτῃ δηλονότι τὴν ἐκ τῆς φυγῆς [10] αἰσχύνην ἰώμενοι. ἐτύγχανον δὲ στρατιῶται Ῥωμαῖοι οὐχ ἧσσον ἢ ἑβδομήκοντα τῶν εἰς Γότθους ηὐτομοληκότων τὸ πρότερον ἐς τὰ ἐπὶ Καμπανίας χωρία ἰόντες, [11] οἵπερ Ἰωάννῃ προσχωρεῖν ἔγνωσαν. Ἰωάννης δὲ ἄνδρας μὲν τῶν ἐκ βουλῆς ὀλίγους τινὰς ἐνταῦθα εὗρε, [12] γυναῖκας δὲ σχεδόν τι ἁπάσας. Ῥώμης γὰρ ἁλισκομένης πολλοὶ μὲν ἄνδρες φεύγουσι τοῖς στρατιώταις ἐπισπόμενοι ἐς τὸν Πόρτον ἀφίκοντο, ταῖς δὲ γυναιξὶ [13] πάσαις ἁλῶναι ξυνέβη. Κλημεντῖνος μέντοι, πατρίκιος ἀνὴρ, καταφυγὼν ἔς τινα τῶν ἐκείνῃ νεῶν, τῷ Ῥωμαίων στρατῷ ἕπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ φρούριον, ὃ Νεαπόλεως ἄγχιστά ἐστι, Τουτίλᾳ τε καὶ Γότθοις ἐνδοὺς πρότερον τὴν βασιλέως, ὡς τὸ εἰκὸς, ὀργὴν ἐδεδίει, Ὀρέστης τε, ὁ Ῥωμαίων γεγονὼς ὕπατος, ἄγχιστα μέν πη ἐτύγχανεν ὢν, ἵππων δὲ ἀπορίᾳ ὡς [14] ἥκιστα ἐθέλων αὐτοῦ ἔμενε. τοὺς μὲν οὖν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν τοῖς προσκεχωρηκόσιν ἑβδομήκοντα στρατιώταις ἐς Σικελίαν εὐθὺς ἔστειλεν ὁ Ἰωάννης.
[15] Τουτίλας δὲ ταῦτα ἀκούσας ἐν πένθει ἐποιεῖτο μεγάλῳ καὶ τίσασθαι Ἰωάννην τοῦ ἔργου τούτου ἠπείγετο. διὸ δὴ ξὺν τῷ πλείονι τοῦ στρατοῦ ἐπ' αὐτὸν ἤλαυνε, τῶν οἱ ἑπομένων μοῖράν τινα φρουρᾶς ἕνεκα [16] ἐνταῦθα ἀπολιπών. ἐτύγχανε δὲ Ἰωάννης ξὺν τοῖς ἀμφ' αὐτὸν, χιλίοις οὖσιν, ἐν Λευκανοῖς στρατόπεδον ποιησάμενος κατασκόπους τε πρότερον πέμψας, οἳ δὴ ἁπάσας διερευνώμενοι τὰς ὁδοὺς ἐφύλασσον μὴ πολεμίων [17] στρατὸς κακουργήσων ἐπ' αὐτοὺς ἴῃ. ἐν νῷ τε τὸ τοιοῦτον Τουτίλας ἔχων, ὅτι δὴ οὐχ οἷόν τέ ἐστι κατασκόπων χωρὶς τοὺς ἀμφὶ τὸν Ἰωάννην ἐν τῷ στρατοπέδῳ καθῆσθαι, τὰς συνειθισμένας ὁδοὺς ἐκλιπὼν διὰ τῶν ὀρῶν, ἅπερ ἐνταῦθα πολλὰ κρημνώδη τε καὶ ὑψηλὰ λίαν ἀνέχει, ἐπ' αὐτοὺς ἤλαυνεν, ὅπερ οὐκ ἄν τις ὑποτοπάζειν ἔσχεν, ἐπεὶ καὶ ἄβατα τὰ ὄρη [18] ταῦτα νομίζεται εἶναι. οἱ μέντοι ἐπὶ ταύτῃ δὴ τῇ κατασκοπῇ πρὸς τοῦ Ἰωάννου σταλέντες αἰσθόμενοι μὲν πολεμίων στρατὸν ἀμφὶ τὰ ἐκείνῃ χωρία γενέσθαι, οὐδὲν δὲ τούτου δὴ ἕνεκα σαφὲς πεπυσμένοι, ἀλλ', ὅπερ ἐγένετο, δείσαντες ἤλαυνον καὶ αὐτοὶ ἐπὶ τὸ [19] Ῥωμαίων στρατόπεδον. καὶ ξυνηνέχθη ὁμοῦ τοῖς βαρβάροις ἐνταῦθα γενέσθαι νύκτωρ. ὀργῇ δὲ πολλῇ καὶ οὐ προμηθεῖ γνώμῃ ὁ Τουτίλας ἤδη ἐχόμενος τῆς ἐκ [20] τοῦ θυμοῦ ἀβελτερίας ἀπώνατο. στράτευμα γὰρ δεκαπλάσιον ἢ τὸ τῶν ἐναντίων ἦν ξὺν αὑτῷ ἔχων εὔδηλόν τε ὂν ὅτι δὴ στρατῷ κρείσσονι ξύμφορόν ἐστιν ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι, δέον τε μᾶλλον αὐτὸν ὄρθρου τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, ὡς μὴ ἐν σκότῳ διαλαθεῖν δυνατοὶ εἶεν, τοῦτο μὲν ὡς ἥκιστα ἐφυλάξατο· ἦ γὰρ ἅπαντας σαγηνεύσας εὐθὺς τοὺς ἐναντίους εἷλεν· ἀλλὰ τῷ θυμῷ χαριζόμενος ἀωρὶ τῶν νυκτῶν [21] ἐπέστη τῷ τῶν πολεμίων στρατῷ. καὶ αὐτῶν οὐδεὶς μὲν τὸ παράπαν ἐς ἀλκὴν εἶδεν, ἐπεὶ καὶ οἱ πλεῖστοι ἔτι ἐκάθευδον, οὐ μέντοι ἀνελεῖν πολλοὺς δεδύνηνται Γότθοι, ἀλλὰ ἀναστάντες οἱ πλεῖστοι ἅτε [22] ἐν σκότῳ διαλαθεῖν ἴσχυσαν. ἔξω δὲ τοῦ στρατοπέδου γενόμενοι ἐς τὰ ὄρη, ἅπερ ἄγχιστά πη πολλὰ ἀνέχει, [23] ἀναδραμόντες ἐσώθησαν. ἐν οἷς Ἰωάννης τε αὐτὸς ἦν καὶ Ἄρουφος ὁ τῶν Ἐρούλων ἡγούμενος. ἀπέθανον [24] δὲ Ῥωμαῖοι ἐς ἑκατὸν μάλιστα. ἦν δέ τις ξὺν τῷ Ἰωάννῃ Γιλάκιος ὄνομα, Ἀρμένιος γένος, ὀλίγων τινῶν Ἀρμενίων ἄρχων. οὗτος ὁ Γιλάκιος οὔτε ἑλληνίζειν ἠπίστατο οὔτε Λατίνην ἢ Γοτθικὴν ἢ ἄλλην τινὰ ἢ [25] Ἀρμενίαν μόνην ἀφεῖναι φωνήν. τούτῳ δὴ Γότθοι ἐντυχόντες τινὲς ἐπυνθάνοντο ὅστις ποτὲ εἴη. κτεῖναι γὰρ τὸν παραπίπτοντα οὐδαμῆ ἤθελον, ὡς μὴ ἀλλήλους διαφθείρειν ἐν νυκτομαχίᾳ, ὡς τὸ εἰκὸς, ἀναγκάζοιντο.
[26] ὁ δὲ αὐτοῖς ἄλλο οὐδὲν ἀποκρίνασθαι ἴσχυσε πλήν γε δὴ ὅτι Γιλάκιος στρατηγὸς εἴη. τὸ γὰρ ἀξίωμα, ὃ δὴ πρὸς βασιλέως λαβὼν ἔτυχε, πολλάκις ἀκούσας ἐκμαθεῖν [27] ἴσχυσε. ταύτῃ τοίνυν οἱ βάρβαροι αἰσθόμενοι ὅτι δὴ πολέμιος εἴη, ἐν μὲν τῷ παρόντι ἐζώγρησαν, οὐ πολλῷ [28] δὲ ὕστερον τὸν ἄνθρωπον διεχρήσαντο. Ἰωάννης μὲν οὖν καὶ Ἄρουφος ξὺν τοῖς ἑπομένοις ἔφευγόν τε πάσῃ δυνάμει καὶ ἐς τὸν Δρυοῦντα δρόμῳ ἀφίκοντο, Γότθοι δὲ τὸ Ῥωμαίων στρατόπεδον ληϊσάμενοι ἀπεχώρησαν.
[27]
[1] Τὰ μὲν οὖν ἐν Ἰταλιώταις στρατόπεδα τῇδε ἐφέρετο. βασιλεὺς δὲ Ἰουστινιανὸς στράτευμα πέμπειν ἄλλο ἐπὶ Γότθους καὶ Τουτίλαν ἔγνω, γράμμασι τοῖς Βελισαρίου ἠγμένος, ἐπεὶ αὐτὸν ἐς τοῦτο ἐνῆγε, τὰ [2] παρόντα σφίσι πολλάκις σημήνας. πρῶτα μὲν οὖν Πακούριόν τε τὸν Περανίου καὶ Σέργιον τὸν Σολόμωνος ἀδελφιδοῦν ξὺν ὀλίγοις τισὶν ἔπεμψεν. οἱ δὲ εἰς Ἰταλίαν ἀφικόμενοι τῷ ἄλλῳ στρατῷ αὐτίκα ξυνέμιξαν.
[3] μετὰ δὲ Βῆρόν τε ξὺν Ἐρούλοις τριακοσίοις καὶ Οὐαράζην Ἀρμένιον γένος ξὺν ὀκτακοσίοις ‹Ἀρμενίοις› στέλλει, Βαλεριανόν τε τὸν τῶν Ἀρμενίων στρατηγὸν ἐνθένδε ἀναστήσας ξὺν τοῖς ἑπομένοις δορυφόροις τε καὶ ὑπασπισταῖς πλέον ἢ χιλίοις οὖσιν ἐς Ἰταλίαν [4] ἐκέλευεν ἰέναι. Βῆρος οὖν πρῶτος Δρυοῦντι προσχὼν καὶ τὰς ναῦς ἐνταῦθα ἀφεὶς μένειν μὲν αὐτοῦ οὐδαμῆ ἤθελεν, οὗ δὴ καὶ τὸ Ἰωάννου στρατόπεδον ἦν, ἱππεύων [5] δὲ ξὺν τοῖς ἀμφ' αὐτὸν πρόσθεν ᾔει. ἦν γὰρ οὗτος ἀνὴρ οὐ κατεσπουδασμένος, ἀλλὰ μέθης νόσῳ ἀνειμένος ἐκ τοῦ ἐπὶ πλεῖστον, καὶ ἀπ' αὐτοῦ θράσει [6] ἀπερισκέπτῳ ἐς ἀεὶ εἴχετο. ἐπεὶ δὲ ἄγχιστά πη πόλεως Βρεντεσίου ἀφίκοντο, αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον. ἅπερ ὁ Τουτίλας μαθὼν Ὁ Βῆρος δυοῖν ἔφη τὸ ἕτερον· ἢ δυνάμει μεγάλῃ χρῆται, ἢ ἀνοίᾳ πολλῇ [7] ἔχεται. ἴωμεν τοίνυν ἐπ' αὐτὸν αὐτίκα δὴ μάλα, ὅπως ἢ τῆς δυνάμεως ἀποπειρασώμεθα τοῦ ἀνθρώπου, [8] ἢ τῆς ἀνοίας ἐκεῖνος τῆς αὑτοῦ αἴσθηται. ὁ μὲν οὖν Τουτίλας ταῦτα εἰπὼν στρατῷ πολλῷ ἐπ' αὐτὸν ᾔει, Ἔρουλοι δὲ παρόντας ἤδη κατιδόντες τοὺς πολεμίους κατέφυγον ἐς ὕλην τινὰ ἐγγύς πη οὖσαν.
[9] κυκλώσαντές τε αὐτοὺς οἱ πολέμιοι πλέον μὲν ἢ διακοσίους διέφθειραν, ἔμελλον δὲ Βῆρόν τε αὐτὸν καὶ τοὺς λειπομένους ἐς τὰς ἀκάνθας κρυπτομένους χειρώσασθαι, ἀλλὰ τύχη τις αὐτοῖς ξυμβᾶσα διεσώσατο [10] ἐκ τοῦ παραδόξου. νῆες γὰρ, ἐν αἷς ὅ τε Οὐαράζης καὶ οἱ ξὺν αὐτῷ Ἀρμένιοι ἔπλεον, ἄφνω ἐς τὴν ἐκείνῃ ἀκτὴν κατῆραν. ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, πλείονα ἤπερ ἦν ὑποτοπάζων εἶναι τὸν τῶν πολεμίων στρατὸν ἄρας αὐτίκα ἐνθένδε ἀπήλαυνεν, οἵ τε ἀμφὶ τὸν Βῆρον [11] ἄσμενοι ἐς τὰς ναῦς δρόμῳ ἀφίκοντο. ὅ τε Οὐαράζης πλεῖν μὲν ἐπίπροσθεν οὐκέτι ἔγνω, ἐς δὲ τὸν Τάραντα ξὺν αὐτοῖς ἦλθεν, οὗ δὴ καὶ Ἰωάννης ὁ Βιταλιανοῦ παντὶ τῷ στρατῷ ἀφίκετο οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.
[12] Βελισαρίῳ δὲ βασιλεὺς ἔγραψεν ὅτι δὴ πολλὴν αὐτῷ στρατιὰν πέμψειεν, οἷσπερ αὐτὸν δεῖν ἐν Καλαβρίᾳ [13] ξυμμίξαντα τοῖς πολεμίοις ὁμόσε ἰέναι. ἤδη δὲ καὶ Βαλεριανὸς ἄγχιστα κόλπου τοῦ Ἰονίου ἥκων διαπορθμεύσασθαι μὲν ᾤετό οἱ ἔν γε τῷ παρόντι ἀξύμφορον [14] εἶναι. στρατιώταις τε γὰρ καὶ ἵπποις ἐς ἐκεῖνο τοῦ καιροῦ τὰ ἐπιτήδεια οὐκ ἂν ἐπαρκέσειν, ἐπεὶ ἀμφὶ [15] τροπὰς χειμερινὰς ἦν. τριακοσίους δὲ τῶν αὐτῷ ἑπομένων Ἰωάννῃ πέμψας ὡμολόγησε διαχειμάσας ἅμα [16] ἦρι ἀρχομένῳ καὶ αὐτὸς ἥξειν. Βελισάριος οὖν ἐπειδὴ τὰ βασιλέως ἀνελέξατο γράμματα, ἐνακοσίους ἀριστίνδην ἀπολεξάμενος, ἱππεῖς μὲν ἑπτακοσίους, πεζοὺς δὲ διακοσίους, τούς τε λοιποὺς ἅπαντας ἐς φυλακὴν τῆς ἐκείνῃ χώρας καταστησάμενος, ἄρχοντά τε αὐτοῖς Κόνωνα [17] ἐπιστήσας ἐπὶ Σικελίας αὐτίκα ἔπλει. ἔνθεν τε ἀνηγάγετο, καταίρειν διανοούμενος ἐς τὸν Ταραντηνῶν λιμένα, ἐν ἀριστερᾷ ἔχων τὸν Σκύλαιον καλούμενον χῶρον, ἐφ' οὗ δὴ τὴν Σκύλλαν οἱ ποιηταὶ γεγενῆσθαί φασιν, οὐχ ὅτι ταύτῃ πη τὸ θηριῶδες γύναιον, ὥσπερ ἐκεῖνοι λέγουσιν, ἦν, ἀλλ' ὅτι σκυλάκων μέγα τι χρῆμα, οὕσπερ κυνίσκους τανῦν καλοῦσιν, ἐνταῦθα τοῦ πορθμοῦ [18] ἐκ παλαιοῦ τε καὶ ἐς ἐμὲ ξυμβαίνει εἶναι. τὰ γὰρ ὀνόματα τοῖς πράγμασιν ἀρχὴν μὲν εἰκότα ἐς ἀεὶ γίνεται, ἡ δὲ φήμη αὐτὰ περιαγαγοῦσα ἐς ἄλλους ἀνθρώπους τινὰς δόξας οὐκ ὀρθὰς ἀγνοίᾳ τῶν ἀληθινῶν ἐνταῦθα [19] ποιεῖται. καὶ προϊὼν οὗτος ὁ χρόνος ἰσχυρὸς μέν τις δημιουργὸς αὐτίκα τοῦ μύθου καθίσταται, μάρτυρας δὲ τῶν οὐ γεγονότων τοὺς ποιητὰς ἐξουσίᾳ τῆς τέχνης, ὡς τὸ εἰκὸς, ἑταιρίζεται. ταῦτά τοι ἐκ παλαιοῦ μὲν ὠνόμασαν ἐπιχώριοι Κυνὸς Κεφαλὴν ἄκραν τὴν μίαν Κερκύρας τῆς νήσου, ἣ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν, ἄλλοι δὲ ἀπ' αὐτοῦ κυνοκεφάλους τινὰς εἶναι βούλονται [20] τοὺς τῇδε ἀνθρώπους. ἀλλὰ καὶ Λυκοκρανίτας καλοῦσι τῶν Πισιδῶν τινας, οὐχ ὅτι λύκων κεφαλὰς ἔχουσιν, ἀλλ' ὅτι Λύκου Κράνα τὸ ὄρος ἐκλήθη, ὃ ταύτῃ ἀνέχει. ἀλλὰ ταῦτα μὲν ὅπη ἑκάστῳ βουλομένῳ εἴη ταύτῃ δοκείτω τε καὶ λεγέσθω. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.
[28]
[1] Βελισάριος μὲν οὖν εὐθὺ ἰέναι τοῦ Τάραντος ἐν σπουδῇ εἶχεν. ἔστι δέ τις ἀκτὴ μηνοειδὴς ἐνταῦθα, οὗ δὴ τῆς ἠϊόνος ὑποχωρούσης ἡ θάλασσα ὥσπερ ἐν [2] κόλπῳ ἐπὶ πλεῖστον τῆς γῆς ἀναβαίνει. καὶ ὁ μὲν τῆς ἀκτῆς ταύτης διάπλους ἅπας ἐς χιλίους σταδίους διήκει, ἑκατέρωθι δὲ παρὰ τοῦ ῥεύματος τὴν ἐκβολὴν κεῖται πολίσματα δύο· θάτερον μὲν ὁ Κρότων πρὸς δύοντά [3] που τὸν ἥλιον, ὁ Τάρας δὲ πρὸς ἀνίσχοντα. κατὰ δὲ τὸ μέσον τῆς ἠϊόνος Θουρίων ἡ πόλις οἰκεῖται. τοῦ δὲ χειμῶνος ἀντιστατοῦντος καὶ τοῦ πνεύματος σὺν πολλῷ ῥοθίῳ βιαζομένου, περαιτέρω δὲ τὰς ναῦς ἰέναι οὐδαμῆ ἐφιέντος, τῷ Κροτωνιατῶν λιμένι προσέσχε.
[4] Βελισάριος οὖν, ἐπεὶ οὔτε τι ὀχύρωμα ἐνταῦθα εὗρεν οὔτε τοῖς στρατιώταις ὅθεν ἂν τὰ ἐπιτήδεια ἐσκομίζοιντο εἶχεν, αὐτὸς μὲν ξύν τε τῇ γυναικὶ καὶ τοῖς πεζοῖς αὐτοῦ ἔμεινεν, ὅπως ἐνθένδε μεταπέμπεσθαί τε καὶ [5] διέπειν τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα δύνηται· τοὺς δὲ ἱππεῖς ἅπαντας ἐπίπροσθεν ἐκέλευεν ἰόντας στρατοπεδεύεσθαι παρὰ τὰς τῆς χώρας εἰσόδους, Φάζαν τε τὸν Ἴβηρα καὶ Βαρβατίωνα τὸν δορυφόρον αὐτοῖς [6] ἐπιστήσας. οὕτω γὰρ αὐτοὺς ῥᾷστα ᾤετο σφίσι μὲν καὶ ἵπποις τοῖς σφετέροις τὰ ἐπιτήδεια πάντα πορίζεσθαι, τοὺς δὲ πολεμίους ἐν στενοχωρίᾳ, ὡς τὸ εἰκὸς, [7] ἀποκρούεσθαι δυνατοὺς ἔσεσθαι. τὰ γὰρ Λευκανῶν ὄρη μέχρι ἐς Βριττίους διήκοντα καὶ πρὸς ἄλληλα ἐν στενῷ ξυνιόντα δύο μόνας εἰσόδους στενὰς μάλιστα ἐνταῦθα ποιεῖται, ὧν ἁτέρα μὲν Πέτρα Αἵματος τῇ Λατίνων φωνῇ κέκληται, Λαβοῦλαν δὲ τὴν ἑτέραν [8] καλεῖν οἱ ἐπιχώριοι νενομίκασιν. ἐνταῦθα μὲν παρὰ τὴν ἀκτὴν Ῥουσκιανή ἐστι τὸ Θουρίων ἐπίνειον, ὕπερθεν δὲ αὐτοῦ ὅσον ἀπὸ σταδίων ἑξήκοντα φρούριον ἐχυρώτατον ἐδείμαντο οἱ πάλαι Ῥωμαῖοι. ὅπερ Ἰωάννης πολλῷ πρότερον καταλαβὼν ἔτυχε φρουράν τε λόγου ἀξίαν ἐκείνῃ καταστησάμενος.
[9] Οἱ μὲν οὖν Βελισαρίου στρατιῶται ἐνταῦθά πη ἰόντες πολεμίων στρατεύματι ἐντυγχάνουσιν, οὕσπερ ὁ Τουτίλας ἔπεμψεν, ἐφ' ᾧ ἀποπειράσονται τοῦ τῇδε [10] φρουρίου. ἐς χεῖρας δὲ αὐτοῖς αὐτίκα ἐλθόντες ἀρετῇ τε οὐδενὶ πόνῳ ἔτρεψαν, καίπερ αὐτῶν τῷ πλήθει παρὰ πολὺ ἐλασσούμενοι, καὶ πλέον ἢ διακοσίους [11] διέφθειραν. οἱ δὲ λοιποὶ φεύγοντες παρὰ Τουτίλαν τε ἀφίκοντο καὶ τὰ ξυμπεσόντα πάντα ἐσήγγελλον· οἵ τε Ῥωμαῖοι αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον, ἅτε δὲ ἄναρχοι καὶ νενικηκότες ἀδεέστερον τῇ διαίτῃ ἐχρῶντο.
[12] οὔτε γὰρ ἀγηγερμένοι ἡσύχαζον οὔτε ἄγχιστα τῆς στενοχωρίας ἐγκαθεζόμενοι τὰς εἰσόδους ἐφύλασσον, ἀλλ' ἐς ὀλιγωρίαν τραπόμενοι νύκτωρ μὲν ὡς ἀπωτάτω ἀλλήλων διεσκηνημένοι ἐκάθευδον, ἐν δὲ δὴ τῇ ἡμέρᾳ τὰ ἐπιτήδεια διερευνώμενοι περιήρχοντο, οὔτε τινὰς ἐπὶ κατασκοπῇ στείλαντες οὔτε ἄλλο ὁτιοῦν [13] ἀσφαλείας πέρι βεβουλευμένοι. Τουτίλας οὖν, ἐπειδὴ ἐπύθετο ἅπαντα, ἐς τρισχιλίους ἱππεῖς τοῦ παντὸς στρατοπέδου ἀπολεξάμενος ἐπὶ τοὺς πολεμίους ᾔει.
[14] καὶ αὐτοῖς ἐπιπεσὼν ἀπροσδοκήτως οὐ ξυντεταγμένοις, ἀλλ' οὕτω περιιοῦσιν, ὥσπερ εἴρηται, κατέπληξέ τε καὶ [15] συνετάραξεν ἅπαντας. ἐνταῦθα Φάζας (ἄγχιστα γάρ πη ἐσκηνημένος ἐτύγχανεν) ὑπαντιάσας τοῖς πολεμίοις ἔργα τε ἀρετῆς ἄξια ἐνδειξάμενος, τισὶ μὲν τοῦ διαφυγεῖν αἴτιος γέγονεν, αὐτὸς δὲ ξὺν τοῖς ἀμφ' αὐτὸν [16] ἅπασι θνήσκει. μέγα τε πάθος τοῦτο Ῥωμαίοις ξυνέβη, ἐπεὶ ἐς αὐτοὺς ἅτε διαφέροντας τὰ πολέμια τὴν ἐλπίδα [17] ξύμπαντες εἶχον. ὅσοι μέντοι φυγεῖν ἴσχυσαν, ὥς πη ἑκάστῳ δυνατὰ γέγονε, διεσώθησαν. πρῶτός τε Βαρβατίων ὁ Βελισαρίου δορυφόρος ξὺν ἑτέροις δυοῖν φεύγων ἀνὰ κράτος ἐς τὸν Κρότωνα ἦλθε. καὶ τύχην τὴν παροῦσαν ἀπαγγέλλων ἐπεῖπεν οἴεσθαι αὐτίκα δὴ [18] μάλα καὶ τοὺς βαρβάρους παρέσεσθαι. Βελισάριος δὲ ταῦτα ἀκούσας ἔν τε μεγάλῳ πένθει ἐγίνετο καὶ ἐς τὰς ναῦς ἐσεπήδησεν. ἔνθεν τε ἄραντες καὶ πνεύματος ἐπιτυχόντες ἐκείνῃ τῇ ἡμέρᾳ τῇ Σικελίας Μεσήνῃ προσέσχον, ἣ τοῦ μὲν Κρότωνος ἑπτακοσίους σταδίους διέχει, Ῥηγίνων δὲ καταντικρὺ κεῖται.
[29]
[1] Ὑπὸ τοῦτον τὸν χρόνον Σκλαβηνῶν στράτευμα διαβάντες ποταμὸν Ἴστρον Ἰλλυριοὺς ἅπαντας ἄχρι Ἐπιδαμνίων ἔδρασαν ἀνήκεστα ἔργα, κτείνοντες καὶ ἀνδραποδίζοντες τοὺς ἐν ποσὶν ἡβηδὸν ἅπαντας [2] καὶ τὰ χρήματα ληϊζόμενοι. ἤδη δὲ καὶ φρούρια ἐνταῦθα πολλά τε καὶ δοκοῦντα ἐχυρὰ τὰ πρότερα εἶναι οὐδενὸς ἀμυνομένου ἐξελεῖν ἴσχυσαν, καὶ περιήρχοντο [3] ξύμπαντα κατ' ἐξουσίαν διερευνώμενοι. οἱ δὲ τῶν Ἰλλυριῶν ἄρχοντες στράτευμα πεντακισχιλίων τε καὶ μυρίων ἔχοντες εἵποντο, ἄγχιστα μέντοι τῶν πολεμίων [4] οὐδαμῆ ἐτόλμων ἰέναι. τότε δὲ καὶ σεισμοὶ πολλάκις χειμῶνος ὥρᾳ σκληροί τε λίαν καὶ ὑπερφυεῖς ἔν τε Βυζαντίῳ καὶ χωρίοις ἄλλοις ἐγένοντο, νύκτωρ ἅπαντες.
[5] καὶ οἱ μὲν ταύτῃ ᾠκημένοι καταχωσθήσεσθαι ὑποτοπήσαντες ἐν δέει μεγάλῳ ἐγένοντο, οὐδὲν μέντοι [6] ἐνθένδε φλαῦρον αὐτοῖς ξυνηνέχθη παθεῖν. τότε καὶ Νεῖλος ὁ ποταμὸς ὑπὲρ ὀκτωκαίδεκα πήχυς ἀναβὰς ἐπέκλυσε μὲν τὴν Αἴγυπτον καὶ ἤρδευσε πᾶσαν, ἀλλὰ ἐν μὲν Θηβαΐδι τῇ ὕπερθεν οὔσῃ ὑφιζάνοντά τε καὶ ἀποχωροῦντα τοῖς καθήκουσι χρόνοις τὰ ὕδατα παρείχετο τοῖς τῇδε ᾠκημένοις σπείρειν τε τὴν γῆν καὶ [7] τῶν ἄλλων ἐπιμελεῖσθαι ᾗπερ εἰώθει· χώρας δὲ τῆς ἔνερθεν ἐπειδὴ πρῶτον ἐπεπόλασεν, οὐκέτι ἀπέβη, ἀλλ' ἐνοχλῶν αὐτῇ ξύμπαντα διαγέγονε τὸν τοῦ σπείρειν καιρὸν, οὐ ξυμπεσὸν τοῦτό γε πρότερον ἐκ τοῦ παντὸς αἰῶνος, ἔστι δὲ οὗ καὶ ἀπολωφῆσαν τὸ ὕδωρ ἐπέκλυσεν [8] αὖθις οὐ πολλῷ ὕστερον. ταύτῃ τε ἅπαντα ἐσεσήπει τὰ σπέρματα, ὅσα δὴ μεταξὺ καταβεβλημένα ἐς τὴν γῆν ἔτυχε. καὶ οἱ μὲν ἄνθρωποι τῷ παραλόγῳ τῆς ξυμφορᾶς ἀμηχανίᾳ πολλῇ εἴχοντο, τῶν δὲ ἄλλων ζῴων ἀπορίᾳ τροφῆς τὰ πλεῖστα ἐφθάρη.
[9] Τότε καὶ τὸ κῆτος, ὃ δὴ Βυζάντιοι Πορφύριον ἐκάλουν, ἑάλω. τοῦτό τε τὸ κῆτος πλέον μὲν ἢ ἐς πεντήκοντα ἐνιαυτοὺς τό τε Βυζάντιον καὶ τὰ ἀμφ' αὐτὸ χωρία ἠνώχλει, οὐκ ἐφεξῆς μέντοι, ἀλλὰ διαλεῖπον, [10] ἂν οὕτω τύχῃ, πολύν τινα μεταξὺ χρόνον. καὶ πολλὰ μὲν κατέδυσε πλοῖα, πολλῶν δὲ τοὺς ἐπιβάτας ξυνταράττον τε καὶ βιαζόμενον ὡς ἀπωτάτω ἀπήνεγκεν. ἐπιμελὲς μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐγεγόνει τὸ θηρίον τοῦτο χειρώσασθαι, ἐπιτελέσαι δὲ τὸ βούλευμα οὐδεμιᾷ μηχανῇ ἔσχεν. ὅπως δὲ αὐτῷ τανῦν ἁλῶναι [11] ξυνέπεσεν, ἐγὼ δηλώσω. ἐτύγχανε μὲν γαλήνη τὴν θάλασσαν πολλὴ ἔχουσα, δελφίνων δὲ πάμπολύ τι πλῆθος ἄγχιστά πη τοῦ στόματος Πόντου τοῦ Εὐξείνου [12] ξυνέρρεον. οἵπερ ἐκ τοῦ αἰφνιδίου τὸ κῆτος ἰδόντες ἔφευγον ὥς πη ἑκάστῳ δυνατὰ γέγονεν, οἱ δὲ πλεῖστοι ἀμφὶ τοῦ Σαγάριδος τὰς ἐκβολὰς ἦλθον. τινὰς μὲν οὖν αὐτῶν καταλαβὸν τὸ κῆτος καταπιεῖν εὐθὺς ἴσχυσεν.
[13] εἴτε δὲ πείνῃ εἴτε φιλονεικίᾳ ἔτι ἐχόμενον οὐδέν τι ἧσσον ἐδίωκεν, ἕως δὴ αὐτὸ ἄγχιστά πη τῆς γῆς [14] ἐκπεσὸν ἔλαθεν. ἐνταῦθά τε ἰλύϊ βαθείᾳ κομιδῆ ἐντυχὸν ἐβιάζετο μὲν καὶ πάντα ἐκίνει, ὅπως δὴ ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσοιτο, διαφυγεῖν δὲ τὸ τέναγος τοῦτο οὐδαμῆ εἶχεν, ἀλλ' ὑπὸ τῷ πηλῷ ἔτι μᾶλλον [15] ἐγίνετο. ἐπεὶ δὲ τοῦτο ἐς τοὺς περιοίκους ἅπαντας ἦλθε, δρόμῳ εὐθὺς ἐπ' αὐτὸ ᾔεσαν, ἀξίναις τε πανταχόθεν ἐνδελεχέστατα κόψαντες οὐδ' ὣς ἔκτειναν, ἀλλὰ [16] σχοίνοις ἁδραῖς τισιν εἷλκον. ἔν τε ἁμάξαις ἐνθέμενοι εὕρισκον μῆκος μὲν πηχῶν μάλιστα τριάκοντα ὂν, εὖρος δὲ δέκα. ἐνταῦθά τε κατὰ συμμορίας τινὰς διασπασάμενοι οἱ μέν τινες αὐτοῦ ἐν τῷ παρόντι ἐγεύσαντο, οἱ δὲ καὶ μοῖραν ταριχεῦσαι τὴν ἐπιβάλλουσαν [17] σφίσιν ἔγνωσαν. Βυζάντιοι δὲ, ἐπειδὴ τῶν τε σεισμῶν ᾔσθοντο καὶ τὰ ξυμπεσόντα ἀμφί τε τῷ Νείλῳ καὶ τῷ κήτει τούτῳ ἔγνωσαν, προὔλεγον αὐτίκα ξυμβήσεσθαι [18] ὅσα δὴ αὐτῶν ἑκάστῳ ἤρεσκε. φιλοῦσι γὰρ ἄνθρωποι τοῖς παροῦσι διαπορούμενοι τὰ ἐσόμενα τερατεύεσθαι, καὶ τοῖς ἐνοχλοῦσιν ἀποκναιόμενοι τὰ ξυμβησόμενα [19] λόγῳ οὐδενὶ τεκμηριοῦσθαι. ἐγὼ δὲ μαντείας τε καὶ τεράτων δηλώσεις ἄλλοις ἀφιεὶς ἐκεῖνο εὖ οἶδα, ὡς ἡ μὲν τοῦ Νείλου ἐπὶ τῆς χώρας διατριβὴ μεγάλων αἰτία ἔν γε τῷ παρόντι συμφορῶν γέγονε, τὸ δὲ κῆτος ἀφανισθὲν πολλῶν ἀπαλλαγὴ κακῶν διαδείκνυται [20] οὖσα. τινὲς δέ φασιν οὐ τὸ κῆτος τοῦτο, οὗπερ ἐμνήσθην, ἀλλ' ἕτερον εἶναι, ὃ δὴ ἁλῶναι ξυνέπεσεν. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.
[21] Τουτίλας οὖν ταῦτα διαπεπραγμένος, ἃ προδεδήλωται, ἐπεὶ Ῥωμαίους τοὺς ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ τῶν ἀναγκαίων ὑποσπανίζειν ἐπύθετο, ἐξαιρήσειν αὐτοὺς οἰόμενος ὅτι τάχιστα, ἢν μή τι ἐσκομίζεσθαι τῶν ἐπιτηδείων οἷοί τε ὦσιν, ἐστρατοπεδεύσατό τε ὡς ἀγχοτάτω καὶ ἐγκαθεζόμενος ἐς πολιορκίαν καθίστατο. καὶ ὁ χειμὼν ἔληγε, καὶ τρισκαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
[30]
[1] Βασιλεὺς δὲ Ἰουστινιανὸς πεζοὺς στρατιώτας οὐχ ἧσσον ἢ δισχιλίους ἐς Σικελίαν ναυσὶν ἔπεμψε καὶ Βαλεριανὸν οὐδεμιᾷ μελλήσει παρὰ Βελισάριον [2] ἐκέλευεν ἰέναι. καὶ ὃς διαπορθμευσάμενος ἐς τὸν Δρυοῦντα κατέπλευσεν, οὗ δὴ καὶ Βελισάριον ξὺν τῇ [3] γυναικὶ εὗρεν. ὑπὸ τοῦτον τὸν χρόνον Ἀντωνίνα μὲν ἡ Βελισαρίου γυνὴ ἐς Βυζάντιον στέλλεται, τῆς βασιλίδος δεησομένη μείζονι παρασκευῇ τὸν πόλεμον ἐξαρτύεσθαι.
[4] ἡ δὲ βασιλὶς Θεοδώρα νοσήσασα ἐξ ἀνθρώπων ἠφάνιστο, ἐνιαυτοὺς ἕνα τε καὶ εἴκοσι τῇ βασιλείᾳ [5] ἐπιβιοῦσα καὶ μῆνας τρεῖς. ἐν τούτῳ δὲ οἱ ἐν τῷ ‹ἐπὶ› Ῥουσκιανῆς φρουρίῳ πολιορκούμενοι πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ἐς λόγους τοῖς πολεμίοις ξυνίασιν, ὡμολόγησάν τε μεσούσης μάλιστα τῆς τοῦ θέρους ὥρας τὸ φρούριον ἐνδώσειν, ἢν μή τις ἐπιγένηται μεταξὺ βοήθεια σφίσιν, ἐφ' ᾧ μέντοι ἀπαθεῖς [6] κακῶν ἅπαντες μείνωσιν. ἦσαν δὲ Ἰταλῶν μὲν ἐν τῷ φρουρίῳ τούτῳ πολλοί τε καὶ λόγιμοι, καὶ Δεοφέρων ὁ Τουλλιανοῦ ἀδελφὸς, τοῦ δὲ Ῥωμαίων στρατοῦ ἱππεῖς μὲν Ἰλλυριοὶ τριακόσιοι, οὕσπερ Ἰωάννης ἐνταῦθα καταστησάμενος ἔτυχε, Χαλαζάρ τε αὐτοῖς τὸν δορυφόρον ἐπιστήσας, Μασσαγέτην γένος, διαφερόντως ἀγαθὸν τὰ πολέμια, καὶ Γουδίλαν Θρᾷκα, καὶ πεζοὶ ἑκατὸν πρὸς Βελισαρίου ἐπὶ τῇ φυλακῇ τοῦ φρουρίου [7] σταλέντες. τότε καὶ ὅσοι στρατιῶται πρὸς Βελισαρίου ἐπὶ τῇ Ῥώμης φρουρᾷ ἐτετάχατο τὸν σφῶν ἄρχοντα Κόνωνα κτείνουσιν, ἐμπορίαν αὐτῷ τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐπὶ πονηρῷ τῷ σφετέρῳ ἐπενεγκόντες.
[8] πρέσβεις τε τῶν ἱερέων τινὰς πέμπουσιν, ἀπισχυριζόμενοι ὡς, ἢν μὴ βασιλεὺς τούτου δὴ τοῦ ἐγκλήματος ἀμνηστίαν σφίσι διδοίη χρόνου τε ῥητοῦ τὰς συντάξεις ἐκτίσοι ὅσας δὴ αὐτοῖς τὸ δημόσιον ὤφειλε, Τουτίλᾳ τε καὶ Γότθοις οὐδὲν μελλήσαντες προσχωρήσουσι. βασιλεύς τε αὐτοῖς τὴν δέησιν ἐπιτελῆ ἐποίει.
[9] Βελισάριος δὲ τὸν Ἰωάννην ἐς τὸν Δρυοῦντα μεταπεμψάμενος ξύν τε αὐτῷ καὶ Βαλεριανῷ καὶ ἄλλοις ἄρχουσι στόλον πολὺν ἀγείρας εὐθὺ Ῥουσκιανῆς κατὰ τάχος ἔπλει, τοῖς πολιορκουμένοις ἐπαμύνειν ἐν σπουδῇ [10] ἔχων. οἵ τε ἐν τῷ φρουρίῳ τὸν στόλον τοῦτον ἅτε ἀφ' ὑψηλοῦ κατιδόντες εὐέλπιδές τε γενόμενοι οὐκέτι τοῖς πολεμίοις προσχωρεῖν ἔγνωσαν, καίπερ ἐνισταμένης [11] ἤδη τῆς σφίσι ξυγκειμένης ἡμέρας. καὶ τὰ μὲν πρῶτα χειμῶνος ἐξαισίου ἐπιπεσόντος, ἄλλως τε καὶ τῆς ἐκείνῃ ἀκτῆς ἀλιμένου παντάπασιν οὔσης, ταῖς ναυσὶν ἁπάσαις ὡς ἀπωτάτω ἀλλήλων ξυνηνέχθη διασκεδάννυσθαι· [12] ταύτῃ τε χρόνου μῆκος σφίσι τριβῆναι ξυνέβη. αὖθίς τε ἀγηγερμένοι ἐν τῷ Κροτωνιατῶν λιμένι ἐπὶ Ῥουσκιανὴν ἀνήγοντο. οὕσπερ ἐπεὶ οἱ βάρβαροι εἶδον, ἐπὶ τοὺς ἵππους ἀναθορόντες ἀμφὶ τὴν ἠϊόνα ἐγένοντο τὴν ἀπόβασιν τοῖς πολεμίοις ἀναστέλλειν διανοούμενοι.
[13] Τουτίλας τε αὐτοὺς ἐπὶ πλεῖστον τῆς ἀκτῆς ἀντιμετώπους ἔστησε ταῖς τῶν νηῶν πρῴραις, τοὺς μὲν δόρατα [14] ἔχοντας, τοὺς δὲ τὰ τόξα ἐντειναμένους. ὅπερ ἐπεὶ Ῥωμαῖοι εἶδον, κατωρρώδησάν τε καὶ ἄγχιστα οὐδαμῆ ἐτόλμων ἰέναι, ἀλλὰ χρόνον μέν τινα τὰς ναῦς ἑκαστάτω ἀνακωχεύσαντες ἡσυχῆ ἔμενον, ὕστερον δὲ ἀπογνόντες τὴν ἀπόβασιν πρύμναν τε πάντες ἐκρούοντο καὶ ἀναχθέντες τῷ Κροτωνιατῶν αὖθις λιμένι προσέσχον.
[15] οὗ δὴ ἐπὶ κοινῆς βουλευσαμένοις ἔδοξε σφίσιν ἄμεινον εἶναι Βελισάριον μὲν ἐς Ῥώμην ἰόντα τὰ ταύτῃ τε ὡς ἄριστα διοικήσασθαι καὶ τὰ ἐπιτήδεια ἐσκομίσασθαι, Ἰωάννην δὲ καὶ Βαλεριανὸν τούς τε ἄνδρας ἐς γῆν καὶ τοὺς ἵππους ἀποβιβάσαντας ὁδῷ τε πορευομένους ἐς Πικηνοὺς ἰέναι, ξυνταράξοντας τῶν πολεμίων τοὺς [16] τὰ ἐκείνῃ πολιορκοῦντας πολίσματα. οὕτω γὰρ ἂν αὐτοῖς Τουτίλαν διαλύσαντα τὴν προσεδρείαν ἐπισπέσθαι [17] ἐλπίδα εἶχον. Ἰωάννης μὲν οὖν ξὺν τοῖς ἑπομένοις χιλίοις οὖσι κατὰ ταῦτα ἐποίει· Βαλεριανὸς δὲ τὸν κίνδυνον δείσας ταῖς ναυσὶ κόλπον περιιὼν τὸν Ἰόνιον ἔπλει τοῦ Ἀγκῶνος εὐθύ. ταύτῃ γὰρ ἐν Πικηνοῖς τε γενήσεσθαι ξὺν τῷ ἀσφαλεῖ ᾤετο καὶ τῷ Ἰωάννῃ [18] ξυμμῖξαι. ἀλλὰ Τουτίλας διαλῦσαι τὴν προσεδρείαν οὐδ' ὣς ἤθελεν, ἀλλ' αὐτὸς μὲν ἐνταῦθα καθῆστο, δισχιλίους δὲ ἱππεῖς τοῦ στρατοπέδου ἀπολεξάμενος ἐς Πικηνοὺς στέλλει, ἐφ' ᾧ τοῖς ἐνταῦθα βαρβάροις ξυμμίξαντες τοὺς ἀμφί τε Ἰωάννην καὶ Βαλεριανὸν ἀποκρούσονται.
[19] Οἱ δὲ πολιορκούμενοι ἐν τῷ ἐπὶ Ῥουσκιανῆς φρουρίῳ, ἐπεὶ σφᾶς τά τε ἀναγκαῖα ἤδη παντάπασιν ἐπελελοίπει καὶ οὐδεμίαν ἔτι ἀπὸ Ῥωμαίων ἐπικουρίας ἐλπίδα εἶχον, Γουδίλαν τε τὸν δορυφόρον καὶ Δεοφέροντα τὸν Ἰταλιώτην παρὰ Τουτίλαν πέμψαντες ἐπρεσβεύοντο ἀμφὶ τῇ σωτηρίᾳ, δεόμενοι σφίσιν αὐτοῖς [20] τῶν πεπραγμένων ξυγγνώμονα εἶναι. ὁ δὲ Τουτίλας ἐς ἄλλον οὐδένα ὅτι μὴ ἐς τὸν Χαλαζὰρ ἐπιτελέσειν τὴν κόλασιν ἐπηγγέλλετο ἅτε τὰ πρόσθεν ξυγκείμενα ἠλογηκότα, τοῖς δὲ ἄλλοις τὸ ἔγκλημα ἐπιχωρεῖν πᾶσιν.
[21] οὕτω τοίνυν αὐτὸς τὸ φρούριον ἐδέξατο. καὶ τὸν μὲν Χαλαζὰρ ἄμφω τε τὼ χεῖρε ἀποτεμὼν καὶ τὰ αἰδοῖα εὐθὺς ἔκτεινε, τῶν δὲ στρατιωτῶν τοὺς μὲν βουλομένους μένειν ἐκέλευε τὰ σφέτερα αὐτῶν ἔχοντας, ἐφ' ᾧ τὸ λοιπὸν ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ Γότθοις ξυντάξονται· ὅπερ κἀν τοῖς ἄλλοις ὀχυρώμασι τοῖς ἁλισκομένοις [22] πράσσειν εἰώθει· οἷς δὲ τὸ μένειν ἐν ἡδονῇ ὡς ἥκιστα ἦν, τούτους δὴ γυμνοὺς ὅπη βούλοιντο ἐκέλευεν ἀπαλλάσσεσθαι, τοῦ μή τινά οἱ τῶν ἁπάντων [23] ἀνθρώπων ἀκούσιον ξυστρατεύεσθαι. ὀγδοήκοντα μὲν οὖν τοῦ Ῥωμαίων στρατοῦ τῶν χρημάτων ἀπολελειμμένων ἐς τὸν Κρότωνα ἦλθον, οἱ δὲ ἄλλοι ξὺν [24] τοῖς χρήμασιν αὐτοῦ ἔμειναν. τῶν μέντοι Ἰταλῶν τὰ μὲν χρήματα πάντα ἀφείλετο, τὰ δέ γε σώματα κακῶν [25] παντάπασιν ἀπαθῆ εἴασεν. Ἀντωνίνα δὲ ἡ τοῦ Βελισαρίου γυνὴ τῆς βασιλίδος ἀπογενομένης ἐς Βυζάντιον ἀφικομένη ἐδέετο βασιλέως μετάπεμπτόν οἱ τὸν ἄνδρα ἐνταῦθα ἐλθεῖν. ῥᾷστά τε διεπράξατο τοῦτο. ἤδη γὰρ καὶ ὁ Μηδικὸς πόλεμος ἐπικείμενος ἰσχυρότατα βασιλέα Ἰουστινιανὸν ἐς τοῦτο ἐνῆγεν.
[31]
[1] Ἐν τούτῳ δέ τινες ἐπίθεσιν ἐπὶ βασιλέα Ἰουστινιανὸν ἐβουλεύσαντο. οἵπερ ὅπως τε ἐς τὸ βούλευμα τοῦτο κατέστησαν καὶ τρόπῳ δὴ ὅτῳ ἀποκρουσθέντες οὐδαμῆ ἐς τὸ ἔργον ἀφίκοντο, αὐτίκα δηλώσω.
[2] Ἀρταβάνῃ Γόνθαριν καθελόντι τὸν τύραννον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐξαισία τις ἐπιθυμία ἐγένετο Πρεϊέκταν τὴν βασιλέως ἀδελφιδῆν, [3] ἣν εἶχεν ἐγγυητὴν, γυναῖκα ποιήσασθαι. ὅπερ καὶ αὐτῇ βουλομένῃ ὡς μάλιστα ἦν, οὐκ ἔρωτι τοῦ ἀνθρώπου ἐνταῦθα ἠγμένῃ, ἀλλ' ὅτι οἱ χάριτας ὡμολόγει πολλὰς ἅτε τισαμένῳ μὲν τὸν Ἀρεοβίνδου τοῦ ἀνδρὸς φόνον, αὐτὴν δὲ ἀνασωσαμένῳ καὶ ἀναρπάσαντι, αἰχμάλωτόν τε οὖσαν καὶ οὐκ ἐς μακρὰν τῷ τυράννῳ Γονθάριδι μέλλουσαν οὔτι ἑκουσίαν ἐς εὐνὴν ξυνελθεῖν.
[4] ἐπεί τε ἄμφω ταῦτα ἤρεσκε, Πρεϊέκταν μὲν Ἀρταβάνης βασιλεῖ ἔπεμψεν, αὐτὸς δὲ, καίπερ Λιβύης ὅλης στρατηγὸς καταστὰς, ἔχρῃζε βασιλέως, ἀναπλάσας τινὰς οὐχ ὑγιεῖς σκήψεις, ὅπως αὐτὸν ἐς Βυζάντιον μεταπέμποιτο.
[5] ἐνῆγε γὰρ ἐς τοῦτο αὐτὸν ἡ τοῦ γάμου ἐλπὶς, ἄλλα τε πολλὰ ἐνθένδε ἀγαθὰ ὑποφαίνουσα καὶ τῆς βασιλείας [6] οὐ πόρρω αὐτὸν τὸ λοιπὸν ἔσεσθαι. οἱ γὰρ ἄνθρωποι εὐημερίας ἐκ τοῦ παραλόγου ἐπιλαβόμενοι οὐ δύνανται τὴν διάνοιαν ἐνταῦθα ἑστάναι, ἀλλὰ καραδοκοῦσι τὰ πρόσω, καὶ ταῖς ἐλπίσιν ἐπίπροσθεν ἀεὶ χωροῦσιν, ἕως καὶ τῆς οὐ δέον ὑπαρξάσης αὐτοῖς εὐδαιμονίας στερήσονται. βασιλεὺς μέντοι τὴν δέησιν [7] ἐπιτελῆ ἐποίει. καὶ τὸν Ἀρταβάνην ἐς Βυζάντιον μετεπέμπετο, ἕτερον ἀντικαταστήσας Λιβύης στρατηγὸν, [8] ᾗπέρ μοι δεδιήγηται. γενόμενον δὲ τὸν Ἀρταβάνην ἐν Βυζαντίῳ ὁ μὲν δῆμος τῶν πεπραγμένων ἐθαύμαζε [9] καὶ ἄλλως ἠγάπα. ἦν γὰρ εὐμήκης τε τὸ σῶμα καὶ καλὸς, τό τε ἦθος ἐλευθέριος καὶ ὀλίγα ἄττα φθεγγόμενος. βασιλεὺς δὲ αὐτὸν ἐν τοῖς μάλιστα [10] ἐτετιμήκει. στρατηγόν τε γὰρ τῶν ἐν Βυζαντίῳ στρατιωτῶν καὶ ἄρχοντα φοιδεράτων καταστησάμενος ἐς [11] τῶν ὑπάτων ἀνεγράψατο τὸ ἀξίωμα. τῇ μέντοι Πρεϊέκτᾳ ξυνοικίζεσθαι οὐδαμῆ ἴσχυσεν. ἦν γὰρ αὐτῷ γυνὴ πρότερον ξυγγενής τε οὖσα καὶ ἐκ παιδὸς αὐτῷ ἐς [12] γάμον ἐλθοῦσα. ἣν δὴ πολλῷ ἔμπροσθεν ἀποσεισάμενος αὐτὸς ἔτυχε τῶν τινος ἴσως παραπεπτωκυίας αἰτίας, ὧν δὴ ἕνεκα γυναῖκας ἀνδράσι προσκρούειν [13] ξυμβαίνει. αὕτη, τέως μὲν τῷ Ἀρταβάνῃ οὐκ εὖ καθεστήκει τὰ πράγματα, οἴκοι καθῆστο ἐν πάσῃ ἀπραγμοσύνῃ, τὰ παρόντα σιωπῇ φέρουσα· ἐπεὶ δὲ Ἀρταβάνης ἤδη λαμπρός τε τοῖς ἔργοις καὶ μέγας ἐγεγόνει ταῖς τύχαις, οὐκ ἐνεγκοῦσα ἡ γυνὴ ἔτι τὴν ἀτιμίαν ἐς Βυζάντιον ἦλθεν. ἱκέτις τε γενομένη τῆς βασιλίδος [14] ἀπολαβεῖν τὸν ἄνδρα ἠξίου. ἡ δὲ βασιλὶς (ἐπεφύκει γὰρ ἀεὶ δυστυχούσαις γυναιξὶ προσχωρεῖν) ἀκουσίῳ αὐτὴν τῷ Ἀρταβάνῃ ὡς μάλιστα ξυνοικεῖν ἔγνω, τήν τε Πρεϊέκταν Ἰωάννης ὁ Πομπηίου τοῦ Ὑπατίου γυναῖκα [15] γαμετὴν ἐποιήσατο. ταύτην Ἀρταβάνης τὴν ξυμφορὰν οὐκ ἤνεγκε πρᾴως, ἀλλ' ἠγριαίνετό τε καὶ ἀγαθὰ εἰργασμένον Ῥωμαίους ἔλεγε τόσα γυναῖκα μὲν τήν οἱ αὐτῷ κατηγγυημένην ἑκόντα ἑκοῦσαν ἀγαγέσθαι οὐδεὶς ἐῴη, τῇ δὲ πάντων αὐτῷ δυσμενεστάτῃ οὔσῃ πλησιάζειν ἀναγκάζηται τὸν ἅπαντα χρόνον· ὃ δὴ μάλιστα [16] ἀνθρώπου ψυχὴν ἀνιᾶν πέφυκεν. ὥστε ἀμέλει οὐ πολλῷ ὕστερον ἐπειδὴ τάχιστα ἡ βασιλὶς ἐξ ἀνθρώπων ἠφάνιστο, ταύτην ἀσμένως ἀπεπέμψατο τὴν [17] γυναῖκα εὐθύς. ἐτύγχανε δὲ βασιλεῖ τὸν Γερμανὸν ἀνεψιὸν ὄντα Βοραΐδην ἀδελφὸν ἔχειν. οὗτος οὖν Βοραΐδης ὁ Γερμανοῦ ἀδελφὸς ἔναγχος ἐτετελευτήκει, τῶν χρημάτων τὰ πλεῖστα τῷ τε ἀδελφῷ καὶ παισὶ [18] τοῖς ἐκείνου ἀπολιπών. οὔσης δὲ αὐτῷ γυναικός τε καὶ παιδὸς μιᾶς, τοσαῦτα τὴν παῖδα ἐκέλευεν ἔχειν ὅσα ὁ νόμος ἠνάγκαζε. διὸ δὴ βασιλεὺς τῇ παιδὶ μᾶλλον ἀμύνειν ἠξίου. ὅπερ ἐν τοῖς μάλιστα Γερμανὸν ἔδακνε.
[32]
[1] Βασιλεῖ μὲν οὖν τά τε ἀμφὶ Ἀρταβάνῃ καὶ Γερμανῷ ταύτῃ πη εἶχεν. ἦν δέ τις Ἀρσάκης ὄνομα ἐν Βυζαντίῳ, Ἀρμένιος γένος, Ἀρσακίδης ἀνὴρ, τῷ [2] Ἀρταβάνῃ κατὰ γένος προσήκων. ὃς δὴ κακουργῶν ἐς τὴν πολιτείαν οὐ πολλῷ ἔμπροσθεν ἐφωράθη καὶ προδοσίας διαφανῶς ἑάλω ἅτε δὴ ἐς Χοσρόην τὸν Περσῶν βασιλέα πράγματα ἐπὶ Ῥωμαίοις νεώτερα [3] πράσσων. βασιλεύς τε αὐτὸν ἄλλο μὲν εἰργάσατο οὐδὲν ἄχαρι, ξάνας δὲ οὐ πολλὰς κατὰ νώτου ἐπόμπευσε καμήλῳ ἀνὰ τὴν πόλιν ὀχούμενον, οὐδὲν μέντοι αὐτὸν οὔτε τοῦ σώματος οὔτε τῆς οὐσίας ἀφείλετο, οὐ [4] μὴν οὐδὲ φυγῇ ἐζημίωσε. δυσφορούμενος δὲ ὅμως τοῖς ξυμπεπτωκόσιν Ἀρσάκης δολώσεις ἐπί τε Ἰουστινιανῷ [5] καὶ τῇ πολιτείᾳ ἐπινοεῖν ἤρξατο. ἐπειδή τε ξυναχθόμενόν οἱ τὸν Ἀρταβάνην ἅτε ξυγγενῆ εἶδεν, ἔτι μᾶλλον ἠρέθιζέ τε καὶ λόγων ἐνέδραις τὸν ἄνθρωπον καταλαβὼν ἐκάκιζεν, οὔτε νύκτα οὔτε ἡμέραν τινὰ ἀνιεὶς, ἀνδρεῖόν τε καὶ ἀνδρόγυνον ἀπὸ καιροῦ γεγονότα [6] ὠνείδιζεν. ἐπὶ μὲν γὰρ κακοῖς ἀλλοτρίοις γενναῖόν τε καὶ τῆς τυραννίδος διαλυτὴν αὐτὸν γεγονέναι, φίλον τε ὄντα καὶ ἑστιάτορα Γόνθαριν αὐτοχειρὶ λαβόντα [7] κτεῖναι οὐδενὶ λόγῳ. ἐν δέ γε τῷ παρόντι ἀποδειλιάσαντα οὕτως ἀνάνδρως ἐνταῦθα καθῆσθαι, τῆς μὲν πατρίδος οἱ φρουρουμένης τε ἐνδελεχέστατα καὶ δασμοῖς ἐκτετηκυίας ἀήθεσι, τοῦ δὲ πατρὸς ἀνῃρημένου ἐπὶ ξυνθηκῶν τε καὶ ξυμβάσεως λόγῳ, παντὸς δὲ τοῦ ξυγγενοῦς δεδουλωμένου τε καὶ σκεδαννυμένου ἀεὶ πανταχόσε [8] τῆς Ῥωμαίων ἀρχῆς. ἀλλὰ τούτων τοιούτων ὄντων αὐτῷ Ἀρταβάνης ἀποχρῆν οἴεται, εἰ στρατηγός τε Ῥωμαίων εἴη καὶ ὕπατος καλοῖτο μόνον Καὶ σὺ μὲν ἔφη ξυγγενεῖ τέ μοι ὄντι καὶ πεπονθότι ἀνήκεστα ἔργα οὐδαμῆ συναλγεῖς· ἐγὼ δέ σε οἰκτείρω τῆς ἐπ' ἀμφοῖν ταῖν γυναικοῖν, ὦ βέλτιστε, τύχης, ἧς τε οὐ δέον ἐστέρησαι καὶ ᾗ ξυνοικεῖν ἠναγκάσθης.
[9] καίτοι οὐδένα εἰκὸς, ὅτῳ φρονήματος καὶ κατὰ βραχύ τινος μέτεστι, τὸν Ἰουστινιανοῦ ἀναδύεσθαι φόνον οὔτε ὀκνήσει οὔτε ὀρρωδίᾳ τινὶ, ὃς δὴ κάθηται ἀφύλακτος ἐς ἀεὶ ἐπὶ λέσχης τινὸς ἀωρὶ νύκτωρ, ὁμοῦ τοῖς τῶν ἱερέων ἐσχατογέρουσιν ἀνακυκλεῖν τὰ Χριστιανῶν [10] λόγια σπουδὴν ἔχων. ἀλλὰ γὰρ ἔφη οὐδέ τίς σοι ἀντιστήσεται τῶν Ἰουστινιανοῦ ξυγγενῶν. ὁ μέντοι γε πάντων δυνατώτατος Γερμανὸς, οἶμαι, ξυλλήψεταί σοι προθυμούμενος ξὺν τοῖς παισὶ τοῖς αὑτοῦ, νεανίαις τε οὖσι καὶ τῇ τε ἡλικίᾳ καὶ τῷ θυμῷ ἐπ' αὐτὸν ζέουσιν, οὕς γε καὶ τὴν πρᾶξιν αὐτοματίσειν [11] ἐλπίδα ἔχω. ἠδικημένοι γὰρ πρὸς ἐκείνου τυγχάνουσιν ἤδη ὅσα οὔτε ἡμεῖς οὔτε τις ἄλλος Ἀρμενίων οὐδείς. τοιούτοις Ἀρσάκης ἀεὶ καταγοητεύων τὸν Ἀρταβάνην, ἐπειδή ποτε αὐτὸν ἐνδόντα εἶδεν, ἐπί τινα Περσαρμένιον ἕτερον, Χαναράγγην ὄνομα, τὸ πρᾶγμα ἦγεν.
[12] ἦν δὲ οὗτος ὁ Χαναράγγης νεανίας μὲν, καλὸς δὲ τὸ σῶμα, οὐ μέντοι κατεσπουδασμένος, ἀλλ' ἐπὶ πλεῖστον παιδαριώδης.
[13] Ἐπεὶ οὖν Ἀρσάκης αὐτόν τε καὶ Ἀρταβάνην τά τε ἐς τὴν γνώμην καὶ ἐς τοὺς λόγους ξυνέμιξεν, ἀπηλλάσσετο ἐπαγγειλάμενος Γερμανόν τε καὶ τοὺς αὐτοῦ [14] παῖδας ὁμογνώμονας ἐς τὸ ἔργον θήσεσθαι σφίσι. καὶ ἦν γὰρ Ἰουστῖνος ὁ πρεσβύτερος τῶν Γερμανοῦ παίδων νεανίας μὲν καὶ πρῶτον ὑπηνήτης, δραστήριος [15] δὲ καὶ ἐς τὰς πράξεις ὀξύτερος· ὥστε καὶ ἐς τῶν ὑπάτων τὸν δίφρον οὐ πολλῷ ἔμπροσθεν ἀναβεβήκει. ἀφικόμενός τε παρ' αὐτὸν Ἀρσάκης ἔφασκέν οἱ λάθρα [16] ἐν ἱερῷ τινι ἐντυχεῖν βούλεσθαι. ἐπεί τε ἐν τῷ ναῷ ἐγενέσθην ἄμφω, ἠξίου πρῶτον Ἀρσάκης τὸν Ἰουστῖνον δι' ὅρκων ἰσχυρίσασθαι μή ποτε τοὺς λόγους ἔς τινα τῶν πάντων ἀνθρώπων ὅτι μὴ ἐς τὸν πατέρα μόνον [17] ἐξοίσειν. ταῦτά τε ὀμωμοκότι τῷ ἀνδρὶ ὠνείδιζεν εἰ βασιλεῖ ξυγγενὴς πλησιαίτατος ὢν ἀγοραίους μὲν καὶ ἀγελαίους ἀνθρώπους τινὰς ἔχοντας οὐδὲν αὐτοῖς προσῆκον ὁρῶν τὰς τῆς πολιτείας ἀρχὰς, αὐτὸς δὲ τηλίκος ὢν ἤδη ὡς αὐτοῦ εἶναι διοικεῖσθαι τὰ πράγματα, οὐχ αὑτὸν μόνον περιορῴη, ἀλλὰ καὶ τὸν πατέρα, καίπερ ἐπ' ἄκρον ἀρετῆς ἥκοντα, καὶ τὸν ἀδελφὸν Ἰουστινιανὸν ἐν ἰδιώτου μοίρᾳ καθημένους τὸν πάντα αἰῶνα.
[18] καὶ οὐδὲ τοῦ θείου τὴν οὐσίαν αὐτὸν εἰσιέναι ξυνέβη, ἧς δὴ κληρονόμος τά γε ὅσα βεβουλῆσθαι Βοραΐδην αὐτὸς γεγονὼς, εἶτα οὐ δέον ἐκ τοῦ ἐπὶ πλεῖστον [19] ἀφῄρηται. καίτοι πολλῷ ἔτι μᾶλλον αὐτοὺς περιοφθήσεσθαι εἰκὸς αὐτίκα δὴ μάλα, ἐπειδὰν τάχιστα Βελισάριος ἐξ Ἰταλίας ἀφίκηται. ἠγγέλλετο γὰρ ὢν ἐν [20] Ἰλλυριοῖς ἤδη που μέσοις. τοσαῦτα ὑπειπὼν Ἀρσάκης ἐς τὴν ἐς βασιλέα ἐπιβουλὴν τὸν νεανίαν ὥρμα, τά τέ οἱ αὐτῷ καὶ Ἀρταβάνῃ ξυγκείμενα καὶ τῷ Χαναράγγῃ [21] ἀμφὶ τὸ ἔργον τοῦτο ἀποκαλύψας. ταῦτα Ἰουστῖνος ἀκούσας ξυνεταράχθη τε καὶ ἰλιγγιάσας ἄντικρυς τῷ Ἀρσάκῃ ἀπεῖπε μήτ' ἄν οἱ αὐτῷ μήτε Γερμανῷ τῷ πατρὶ ταῦτά ποτε ποιητέα εἶναι.
[22] Καὶ ὁ μὲν Ἀρσάκης τὰ ξυμπεσόντα τῷ Ἀρταβάνῃ ἀπήγγειλεν, ὁ δὲ Ἰουστῖνος ἐς τὸν πατέρα τὸν πάντα λόγον ἀνήνεγκε. καὶ ὃς Μαρκέλλῳ κοινολογησάμενος, ὃς τῶν ἐν Παλατίῳ φυλάκων ἦρχεν, ἀμφὶ τὸ πρᾶγμα ξυμβουλὴν ἐποιεῖτο, εἴπερ σφίσι ταῦτα ἐς βασιλέα [23] ἐξενεγκεῖν ξύμφορον εἴη. ἦν δὲ οὗτος ὁ Μάρκελλος ἐμβριθέστατός τε τὸ ἦθος καὶ τῇ σιωπῇ τὰ πολλὰ νέμων, οὔτε χρημάτων τι ἕνεκα πράσσων οὔτε λόγων ἢ πράξεων γελωτοποιῶν ἀνεχόμενος οὔτε ἄλλως ἀνειμένῃ διαίτῃ χαίρων, ἀλλὰ βίον σκληρόν τέ τινα καὶ ἡδονῆς ἀλλότριον ἐς ἀεὶ ἔχων, τοῦ μέντοι δικαίου ἐπιμελητὴς ἀκριβὴς καὶ τοῦ ἀληθοῦς διαπυρώτατος [24] ἐραστής. ὃς δὴ τότε οὐκ εἴα τὸν λόγον ἐς βασιλέα φέρεσθαι. Σὲ μὲν γὰρ τούτου ἔφη μηνυτὴν γενέσθαι ἀξύμφορον. ἢν γάρ τι λάθρα ἐρεῖν βασιλεῖ βούλοιο, ὑποτοπήσουσί τε εὐθὺς οἱ ἀμφὶ Ἀρταβάνην αὐτὸ μεμηνύσθαι, καὶ ἤν που Ἀρσάκης διαφυγὼν [25] λαθεῖν δύνηται, ἀνεξέλεγκτον τὸ ἔγκλημα μενεῖ. ἐγὼ δέ τι μὴ λίαν ἀκριβολογησάμενος ἢ πιστεύειν αὐτὸς ἢ [26] βασιλεῖ ἐσαγγέλλειν οὐδαμῆ εἴωθα. βούλομαι τοίνυν ἢ τῶν λόγων αὐτήκοος γενέσθαι ἢ τῶν μοι ἐπιτηδείων τινὰ ἐκ παρασκευῆς ὑμετέρας ἀκοῦσαι τοῦ ἀνθρώπου [27] λέγοντός τι ὑπὲρ τούτων διαφανές. ταῦτα ὁ Γερμανὸς ἀκούσας Ἰουστῖνον τὸν παῖδα ἐκέλευε πράσσειν ὅπως ἡ Μαρκέλλου ἐπίταξις ἐπιτελὴς εἴη.
[28] ὁ δὲ Ἀρσάκῃ μέν τι ὑπὲρ τούτου εἰπεῖν οὐκέτι εἶχεν, ἐπεὶ ἄντικρυς αὐτῷ, ὥσπερ μοι ἐρρήθη, ἀπειπὼν ἔτυχε.
[29] τοῦ δὲ Χαναράγγου ἀνεπυνθάνετο εἰ Ἀρταβάνου γνώμῃ ἔναγχος Ἀρσάκης παρ' αὐτὸν ἥκοι. Ἐγὼ μὲν γὰρ οὐκ ἄν ποτε ἔφη τῶν τι ἀπορρήτων ἐθάρσησα ἐπ' [30] ἐκείνῳ τοιῷδε ὄντι καταλιπεῖν. ἀλλ' εἴ μοι βούλοιό τι αὐτὸς τῶν προὔργου εἰπεῖν, ἐπὶ κοινῆς βουλευσάμενοι [31] τάχα ἄν τι καὶ ἀγαθὸν πράξαιμεν. ὑπὲρ τούτων ὁ Χαναράγγης τῷ Ἀρταβάνῃ κοινολογησάμενος ἅπαντα ἐς τὸν Ἰουστῖνον ἐξήνεγκεν, ὅσα δὴ πρότερον Ἀρσάκης αὐτῷ εἰπὼν ἔτυχεν.
[32] Ἐπεὶ δὲ Ἰουστῖνος αὐτός τε ἅπαντα ἐπιτελέσειν καὶ τὸν πατέρα ὡμολόγει ὁμογνωμονοῦντα παρέξεσθαι, ἐδόκει τῷ Γερμανῷ τὸν Χαναράγγην ἐς λόγους ξυμμῖξαι, [33] τακτή τε ἡμέρα τῷ διαλόγῳ ξυνέκειτο. ταῦτα ὁ Γερμανὸς Μαρκέλλῳ σημήνας ἠξίου τῶν τινά οἱ ἐπιτηδείων παρέχεσθαι σφίσιν, αὐτήκοον τῶν Χαναράγγου [34] λόγων ἐσόμενον. ὁ δὲ Λεόντιον παρείχετο, τὸν Ἀθανασίου γαμβρὸν, ἄνδρα λόγου τε τοῦ δικαίου μεταποιούμενον καὶ ἀληθίζεσθαι ἐξεπιστάμενον μάλιστα. [35] ὃν δὴ ὁ Γερμανὸς ἐς τὴν οἰκίαν ἐσαγαγὼν ἐν δωματίῳ ἐκάθισεν, ἵνα δὴ ἀπεκρέματό τις παχεῖα σινδὼν παραπέτασμα τῆς στιβάδος οὖσα, ἐφ' ἧς ἑστιᾶσθαι εἰώθει.
[36] ταύτης τε τῆς σινδόνος τὸν μὲν Λεόντιον ἐντὸς ἔκρυψεν, [37] αὐτὸς δὲ ξὺν Ἰουστίνῳ τῷ παιδὶ ἐκτὸς ἔμενεν. ἐνταῦθα τοῦ Χαναράγγου ἀφικομένου ἤκουσε σαφῶς ὁ Λεόντιος ἅπαντα λέγοντος, ἅπερ αὐτῷ τε καὶ Ἀρταβάνῃ [38] καὶ τῷ Ἀρσάκῃ ἐν βουλῇ ἐγεγόνει. ἐν τοῖς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς, ἢν βασιλέα κτείνωσι, Βελισαρίου ἔτι ἐς Βυζάντιον ὁδῷ ἰόντος οὐδὲν ἂν τῶν βεβουλευμένων προχωρήσειε σφίσιν· εἴπερ αὐτοῖς μὲν βασιλέα Γερμανὸν καταστήσεσθαι βουλομένοις εἴη, Βελισάριον δὲ πλῆθος στρατιᾶς ἀθροίσειν εἰκὸς ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, οὕτω τε σφίσιν ἐπιόντα τὸν ἄνθρωπον οὐδεμιᾷ μηχανῇ ἀπωθεῖσθαι ἱκανοὶ ἔσονται.
[39] δεήσει γοῦν ἐς μὲν τὴν Βελισαρίου παρουσίαν ἀποθέσθαι τὴν πρᾶξιν, ἐπειδὰν δὲ ὁ ἀνὴρ τάχιστα ἐς Βυζάντιόν τε ἀφίκηται καὶ παρὰ βασιλέα ἐν Παλατίῳ εἴη, τότε δὴ, ἑσπέρας βαθείας που οὔσης, ἐγχειρίδια φέροντας ἀπροσδοκήτους ἐνταῦθα γενέσθαι, καὶ Μάρκελλόν [40] τε καὶ Βελισάριον ξὺν βασιλεῖ κτεῖναι. οὕτω γὰρ τὸ ἐνθένδε ἀδεέστερον ᾗ βούλονται διοικήσονται. ταῦτα Μάρκελλος πρὸς Λεοντίου μαθὼν οὐδ' ὣς ἐς βασιλέα τὸν λόγον ἀνενεγκεῖν ἔγνω, ἀλλ' ἔτι ὀκνήσει πολλῇ εἴχετο, τοῦ μὴ τὸν Ἀρταβάνην σπουδῇ πολλῇ [41] κατεργάσασθαι ἀπερισκέπτως. ὁ μέντοι Γερμανὸς ἅπαντα ἔς τε Βούζην καὶ Κωνσταντιανὸν ἐξήνεγκε, δείσας, ὅπερ ἐγένετο, μή τινα ἐκ τῆς μελλήσεως ὑποψίαν λάβῃ.
[42] Ἡμέραις δὲ πολλαῖς ὕστερον, ἐπειδὴ παρὼν Βελισάριος ἄγχιστά που ἤδη ἠγγέλλετο, Μάρκελλος μὲν ἐς βασιλέα τὸν πάντα λόγον ἀνήνεγκεν, ὁ δὲ αὐτίκα ἐς τὴν εἱρκτὴν ἀπαχθῆναι τοὺς ἀμφὶ Ἀρταβάνην ἐκέλευε, τῶν τε ἀρχόντων τισὶ τὴν ἐπ' αὐτοῖς ἐπέτρεπε βάσανον.
[43] ἐπεὶ δὲ ἡ ἐπιβουλὴ ξύμπασα ἐς φῶς τε ἤδη ἐληλύθει καὶ διαρρήδην ἐν γράμμασιν ἦν, ἅπαντας βασιλεὺς τοὺς ἐκ τῆς συγκλήτου βουλῆς ἐν Παλατίῳ ἐκάθισεν, οὗπερ εἰώθασι τὰς ἀμφὶ τοῖς ἀντιλεγομένοις [44] ποιεῖσθαι γνώσεις. οἵπερ ἀναλεξάμενοι ἅπαντα, ὅσα τοῖς εὐθυνομένοις δεδιηγῆσθαι τετύχηκεν, οὐδέν τι ἧσσον ἐς Γερμανόν τε καὶ Ἰουστῖνον τὸν αὐτοῦ παῖδα τὸ ἔγκλημα ἦγον, ἕως ὁ Γερμανὸς Μαρκέλλου τε καὶ Λεοντίου τὴν μαρτυρίαν παρασχόμενος ἐκλύειν τὴν [45] ὑποψίαν ἔσχεν. αὐτοί τε γὰρ καὶ Κωνσταντιανὸς καὶ Βούζης διώμοτοι ἰσχυρίσαντο μηδ' ὁτιοῦν σφᾶς τούτων δὴ ἕνεκα τὸν Γερμανὸν ἀποκρύψασθαι, ἀλλὰ ταύτῃ πάντα ξυνενεχθῆναι, ᾗπέρ μοι ἔναγχος δεδιήγηται.
[46] οἱ μὲν οὖν ἐκ τῆς συγκλήτου εὐθὺς αὐτοῦ τε καὶ τοῦ παιδὸς ἀπεψηφίσαντο ἅπαντες ἅτε οὐδὲν εἰς [47] τὴν πολιτείαν ἡμαρτηκότων. ἐπεὶ δὲ εἴσω πάντες ἐν βασιλέως ἐγένοντο, αὐτὸς μὲν ὀξυθυμωθεὶς βασιλεὺς ἠγανάκτει τε καὶ ὑπερφυῶς ἐπὶ τὸν Γερμανὸν ἠγριαίνετο τὴν βραδυτῆτα τῆς δηλώσεως αἰτιώμενος, τῶν τε ἀρχόντων δύο μέν τινες θεραπεύοντες αὐτὸν ὡμολόγουν τὴν γνώμην, καὶ ξὺν αὐτῷ δυσφορουμένοις ἐῴκεσαν· ταύτῃ τε τὸν βασιλέως θυμὸν ἐπὶ μέγα ἐξῇρον, ἀλλοτρίας αὐτῷ χαριεῖσθαι συμφορὰς ἐν σπουδῇ [48] ἔχοντες. οἱ δὲ ἄλλοι κατεπτηχότες σιωπῇ εἴχοντο, τῷ μὴ ἀντιστατεῖν ἃ βούλοιτο ἐγχωροῦντες αὐτῷ· Μάρκελλος δὲ μόνος ὀρθοστομήσας διασώσασθαι τὸν ἄνθρωπον [49] ἴσχυσε. τὴν γὰρ αἰτίαν ἐφ' ἑαυτὸν ἕλκων τε καὶ βιαζόμενος δυνάμει τῇ πάσῃ Γερμανὸν μέν οἱ ἐπικαιρότατα ἔφη τὰ πρασσόμενα ἐξειπεῖν, αὐτὸν δὲ περιέργως ἀκριβολογούμενον σχολαιότερον αὐτὰ μεμηνυκέναι.
[50] καὶ τὴν βασιλέως ὀργὴν οὕτω κατέπαυσε. μέγα τε ἀπ' αὐτοῦ κλέος οὗτος ὁ Μάρκελλος περιεβάλετο ἐς πάντας ἀνθρώπους ἅτε ἀρετῆς ἐν τοῖς [51] ἀναγκαιοτάτοις μεταποιούμενος. βασιλεὺς δὲ Ἰουστινιανὸς παρέλυσε τὸν Ἀρταβάνην ἧς εἶχεν ἀρχῆς, ἄλλο δὲ αὐτὸν εἰργάσατο οὐδὲν ἄχαρι, οὐ μὴν οὐδὲ τῶν ἄλλων οὐδένα, πλήν γε δὴ ὅτι ἅπαντας οὐ ξὺν ἀτιμίᾳ ἐν φυλακῇ ἔσχεν, ἐν Παλατίῳ μέντοι, οὐκ ἐν τῷ δημοσίῳ οἰκήματι.
[33]
[1] Ὑπὸ δὲ τὸν χρόνον τοῦ πολέμου τόνδε κύριοι τῆς ἑσπερίας οἱ βάρβαροι διαρρήδην ἐγένοντο πάσης. τοῖς τε Ῥωμαίοις ὁ Γοτθικὸς πόλεμος, καίπερ τὰ πρῶτα κατὰ κράτος νενικηκόσιν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐς τοῦτο ἀπεκρίθη, ὥστε οὐχ ὅσον σφίσι χρήματα καὶ σώματα ἐπ' οὐδεμιᾷ ὀνήσει διεφθάρθαι πολλὰ, ἀλλὰ καὶ Ἰταλίαν προσαπολέσθαι, καὶ Ἰλλυριούς τε καὶ Θρᾷκας σχεδόν τι ξύμπαντας ἐπιδεῖν πρὸς τῶν βαρβάρων ἅτε ὁμόρων γεγενημένων δηιουμένους τε καὶ διαφθειρομένους οὐδενὶ κόσμῳ. ἐγένετο δὲ ὧδε.
[2] Γαλλίας μὲν ὅλας τὰς σφίσι κατηκόους κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου Γερμανοῖς ἔδοσαν Γότθοι, οὐκ ἂν οἰόμενοι πρὸς ἑκατέρους ἀντιτάξασθαι οἷοί τε εἶναι, [3] ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. ταύτην τε τὴν πρᾶξιν οὐχ ὅπως οὐ διακωλύειν Ῥωμαῖοι ἔσχον, ἀλλὰ καὶ βασιλεὺς Ἰουστινιανὸς ἐπέρρωσε σφίσι, τοῦ μή τί οἱ ἐναντίωμα τούτων δὴ τῶν βαρβάρων ἐκπεπολεμωμένων [4] ὑπαντιάσαι. οὐ γάρ ποτε ᾤοντο Γαλλίας ξὺν τῷ ἀσφαλεῖ κεκτῆσθαι Φράγγοι, μὴ τοῦ αὐτοκράτορος τὸ ἔργον ἐπισφραγίσαντος τοῦτό γε, καὶ ἀπ' αὐτοῦ οἱ Γερμανῶν ἄρχοντες Μασαλίαν τε [καὶ] τὴν Φωκαέων ἀποικίαν καὶ ξύμπαντα τὰ ἐπιθαλάσσια χωρία [5] ἔσχον, θαλάσσης τε τῆς ἐκείνῃ ἐκράτησαν. καὶ κάθηνται μὲν ἐν τῇ Ἀρελάτῳ τὸν ἱππικὸν ἀγῶνα θεώμενοι, νόμισμα δὲ χρυσοῦν ἐκ τῶν ἐν Γάλλοις μετάλλων πεποίηνται, οὐ τοῦ Ῥωμαίων αὐτοκράτορος, ᾗπερ εἴθισται, χαρακτῆρα ἐνθέμενοι τῷ στατῆρι τούτῳ, ἀλλὰ τὴν [6] σφετέραν αὐτῶν εἰκόνα. καίτοι νόμισμα μὲν ἀργυροῦν ὁ Περσῶν βασιλεὺς ᾗ βούλοιτο ποιεῖν εἴωθε, χαρακτῆρα δὲ ἴδιον ἐμβαλέσθαι στατῆρι χρυσῷ οὔτε αὐτὸν θέμις οὔτε δὲ ἄλλον ὁντιναοῦν βασιλέα τῶν πάντων βαρβάρων, καὶ ταῦτα μᾶλλον ὄντα χρυσοῦ κύριον, ἐπεὶ οὐδὲ τοῖς ξυμβάλλουσι προΐεσθαι τὸ νόμισμα τοῦτο οἷοί τέ εἰσιν, εἰ καὶ βαρβάρους τοὺς ξυμβάλλοντας εἶναι ξυμβαίνει. ταῦτα μὲν οὖν τῇδε Φράγγοις ἐχώρησεν.
[7] Ἐπεὶ δὲ τὰ Γότθων τε καὶ Τουτίλα καθυπέρτερα τῷ πολέμῳ ἐγένετο, Φράγγοι Βενετίων τὰ πλεῖστα σφίσι προσεποιήσαντο οὐδενὶ λόγῳ, οὔτε Ῥωμαίων δυναμένων ἔτι ἀμύνεσθαι οὔτε Γότθων οἵων τε ὄντων [8] τὸν πόλεμον πρὸς ἑκατέρους διενεγκεῖν. Γήπαιδες δὲ πόλιν τε Σίρμιον καὶ Δακίας ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάσας καταλαβόντες ἔσχον, ἐπειδὴ τάχιστα βασιλεὺς αὐτὰς Ἰουστινιανὸς ἀφείλετο Γότθους· ἐξηνδραπόδισάν τε τοὺς ταύτῃ Ῥωμαίους, ἔτι μέντοι ἐπίπροσθεν ἀεὶ ὁδῷ ἰόντες ἐληΐζοντο βιαζόμενοι τὴν Ῥωμαίων ἀρχήν.
[9] διὸ δὴ βασιλεὺς αὐτοῖς τὰς συντάξεις οὐκέτι ἐδίδου, ἅσπερ εἴθιστο σφᾶς ἀνέκαθεν πρὸς Ῥωμαίων κομίζεσθαι.
[10] Λαγγοβάρδας δὲ βασιλεὺς Ἰουστινιανὸς ἐδωρήσατο Νωρικῶν τε πόλει καὶ τοῖς ἐπὶ Παννονίας ὀχυρώμασί τε καὶ ἄλλοις χωρίοις πολλοῖς καὶ χρήμασι [11] μεγάλοις ἄγαν. διά τοι τοῦτο ἐξ ἠθῶν τῶν πατρίων Λαγγοβάρδαι ἐξαναστάντες ἐνθένδε ποταμοῦ Ἴστρου [12] ἱδρύσαντο, Γηπαίδων οὐ πολλῷ ἄποθεν. καὶ αὐτοὶ μὲν Δαλμάτας τε καὶ Ἰλλυριοὺς μέχρι τῶν Ἐπιδάμνου ὁρίων ληϊσάμενοι ἠνδραπόδισαν, ἐπειδή τε τῶν τινες αἰχμαλώτων ἐνθένδε φυγόντες οἴκαδε ἀποκομίζεσθαι ἴσχυσαν, περιιόντες τὴν Ῥωμαίων ἀρχὴν οἱ βάρβαροι οὗτοι ἅτε Ῥωμαίοις ἔνσπονδοι ὄντες ἤν τινας τῶν ἀποδράντων ἐπιγνοῖεν ἐνταῦθα, ὥσπερ ἀνδραπόδων οἰκείων δεδραπετευκότων ἐπελαμβάνοντο, τῶν τε γειναμένων ἀφέλκοντες ἐς τὰ οἰκεῖα ξὺν αὑτοῖς ἐκομίζοντο, [13] οὐδενὸς σφίσιν ἀντιστατοῦντος. καὶ ἄλλα μέντοι Δακίας χωρία δόντος βασιλέως Ἔρουλοι ἔσχον ἀμφὶ πόλιν Σιγγιδόνον, οὗ δὴ ἵδρυνται νῦν, Ἰλλυριούς τε καὶ τὰ ἐπὶ Θρᾴκης χωρία καταθέοντες καὶ ληϊζόμενοι ἐκ τοῦ ἐπὶ πλεῖστον. τινὲς δὲ αὐτῶν καὶ Ῥωμαίων στρατιῶται γεγένηνται ἐν τοῖς φοιδεράτοις καλουμένοις [14] ταττόμενοι. ἡνίκα οὖν Ἐρούλων ἐς Βυζάντιον πρέσβεις σταλεῖεν, τούτων δὴ τῶν ἀνδρῶν, οἳ τοὺς Ῥωμαίων κατηκόους ληΐζονται, τὰς συντάξεις ἁπάσας πρὸς βασιλέως κεκομισμένοι πόνῳ οὐδενὶ ἀπαλλάσσονται.
[34]
[1] Οὕτω μὲν οἱ βάρβαροι διεδάσαντο τὴν Ῥωμαίων ἀρχήν. χρόνῳ δὲ ὕστερον Γήπαιδές τε καὶ Λαγγοβάρδαι ἅτε δὴ ἐν γειτόνων πη ᾠκημένοι ἀλλήλοις [2] διάφοροι γεγένηνται ἐς τὰ μάλιστα. πολεμησείοντές τε προθυμίᾳ τῇ πάσῃ ἐς ἀλλήλους ἑκάτεροι ὤργων τοῖς πολεμίοις διὰ μάχης ἰέναι, χρόνος τε τῇ ξυμβολῇ [3] τακτὸς ὥριστο. Λαγγοβάρδαι δὲ οὐκ ἂν οἰόμενοι Γήπαισιν ἀξιόμαχοι κατὰ μόνας αὐτοὶ ἔσεσθαι (πλήθει γὰρ αὐτοὺς ἐλασσοῦσθαι τῶν πολεμίων ξυνέβαινε) [4] Ῥωμαίους ἔγνωσαν ἐς ξυμμαχίαν ἐπαγαγέσθαι. πέμψαντες οὖν παρὰ βασιλέα Ἰουστινιανὸν πρέσβεις στράτευμα σφίσιν ἐδέοντο πέμψαι. ὅπερ ἐπεὶ Γήπαιδες ἔγνωσαν, πέμπουσι καὶ αὐτοὶ ἐς Βυζάντιον πρέσβεις ὑπὲρ τῶν αὐτῶν δεησομένους. ἦρχε δὲ τότε Γηπαίδων [5] μὲν Θορισὶν ὄνομα, τῶν δὲ ἑτέρων Αὐδουίν. βασιλεὺς δὲ Ἰουστινιανὸς λόγους μὲν τοὺς πρὸς ἀμφοτέρων ἀκούειν ἔγνω, οὐχ ἅμα μέντοι ξυνιόντων, ἀλλὰ καὶ [6] χωρὶς παρ' αὐτὸν γινομένων. ἐν τοῖς πρῶτοι οὖν Λαγγοβάρδαι βασιλεῖ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε Ἡμῖν μὲν, ὦ βασιλεῦ, καταπεπλῆχθαι τῇ Γηπαίδων ἀτοπίᾳ ξυμβαίνει, οἵ γε τοσαῦτά τε τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθος ἐς τὴν ὑμετέραν παρανενομηκότες ἀρχὴν νῦν καὶ τὴν μεγίστην τῶν ὕβρεων ὑμῖν κομιοῦντες [7] ἐφ' ὑμᾶς ἥκουσιν. οὗτοι γὰρ ἂν μόνοι τὰ ἔσχατα ἐς τοὺς πέλας ὑβρίζοιεν, οἳ λίαν αὐτοὺς εὐπετεῖς εἰς τὸ ἐξαπατᾶσθαι οἰόμενοι τῆς τῶν ἠδικημένων ἀπολαύσοντες εὐηθείας παρ' αὐτοὺς ἥκοιεν.
[8] ὑμᾶς δὲ διασκοπεῖσθαι τοσοῦτον αἰτοῦμεν, ὅπη ποτὲ γνώμης τὰ ἐς φιλίαν Γήπαισιν ἔχει. οὕτω γὰρ ἂν τὰ ξυνοίσοντα ὡς ἀσφαλέστατα ἐξεργάσαισθε τῇ Ῥωμαίων ἀρχῇ, ἐπεὶ τοῖς ἀεὶ προγεγενημένοις τεκμηριοῦσθαι τὰ ἐσόμενα ξὺν τῷ ἀσφαλεῖ δύνανται ἄνθρωποι.
[9] εἰ μὲν οὖν ἐς ἑτέρους τινὰς τὴν ἀγνωμοσύνην ἐπιδεδεῖχθαι μόνον τὸ Γηπαίδων ἔθνος ξυνέβαινε, πολλοῦ λόγου τε ἂν ἡμῖν καὶ χρόνου καὶ τῆς ἔξωθεν μαρτυρίας ἐδέησε, διελέγχειν ἐφιεμένοις τὸν τῶν ἀνδρῶν τρόπον· νῦν δὲ τὸ παράδειγμα ἐγγύθεν παρ' [10] ὑμῶν αὐτῶν λαβεῖν πάρεστι. σκέψασθε γάρ· Γότθοι μὲν τὴν Δακῶν χώραν ἐς φόρου ἀπαγωγὴν τὰ πρότερα εἶχον, Γήπαιδες δὲ τοῦ Ἴστρου ἐπὶ θάτερα τὸ ἐξ ἀρχῆς ᾤκηντο ἅπαντες, Γότθων μὲν οὕτω κατεπτηχότες τὴν δύναμιν ὥστε τὸν ποταμὸν διαπορθμεύεσθαι οὐδὲ ὅσον ἀποπειράσασθαι πώποτε ἴσχυσαν, ἔνσπονδοι δὲ καὶ φίλοι Ῥωμαίοις τὰ μάλιστα ὄντες καὶ δῶρα πολλὰ τῷ τῆς φιλίας ὀνόματι κομιζόμενοι ἀνὰ πᾶν ἔτος πρός τε τῶν ἔμπροσθεν βεβασιλευκότων, [11] καὶ παρὰ σοῦ μέντοι οὐδέν τι ἧσσον. ἡδέως ἂν οὖν πυθοίμεθα τούτων δὴ τῶν ἀνδρῶν τί ποτε ὑπὲρ τούτων αὐτοῖς ἐς Ῥωμαίους ἀγαθὸν εἴργασται. [12] ἀλλ' οὐκ ἂν ἔχοιεν οὐ μικρὸν ἢ μέγα εἰπεῖν. ἕως μὲν οὖν οὐκ εἶχον ἐφ' ὅτῳ ἂν ὑμᾶς ἀδικοῖεν, οὐ γνώμῃ τινὶ, ἀλλ' ἀπορίᾳ ἠναγκασμένοι ἡσυχῆ ἔμενον.
[13] τοῦ μὲν γὰρ Ἴστρου ἐπέκεινα προσποιεῖσθαι ὑμεῖς οὐδὲν ἠξιοῦτε, τὸ δὲ ἐνθένδε τὸ ἐκ Γότθων αὐτοὺς [14] ἀνεσόβει δέος. τίς δ' ἂν εὐγνωμοσύνην ποτὲ τὴν ἀδυναμίαν καλοίη; ποία δὲ φιλίας βεβαίωσις ἐν τῇ τοῦ ἐξαμαρτάνειν ἀμηχανίᾳ γενήσεται; οὐκ ἔστιν, ὦ βασιλεῦ, ταῦτα, οὐκ ἔστι. δύναμις γὰρ ἀνθρώπου φύσιν ἐνδείκνυται μόνη, ἐξάγουσα πᾶσιν ἐν δημοσίῳ [15] τῇ τοῦ δρᾶν ἐξουσίᾳ τὸν τρόπον. ἰδοὺ γὰρ, ἐπειδὴ τάχιστα Γήπαιδες εἶδον Γότθους μὲν ἐκ Δακίας ἀπεληλαμένους ἁπάσης, ὑμᾶς δὲ ἀσχολίᾳ τῇ πρὸς τοὺς πολεμίους ἐχομένους, πανταχόθι τῆς γῆς ἐπιβατεῦσαι [16] τῆς ὑμετέρας οἱ μιαρώτατοι τετολμήκασι. πῶς ἄν τις ἐφικέσθαι δύναιτο λόγῳ τῆς τοῦ πράγματος ἀτοπίας; οὐ κατεφρόνησαν τῆς Ῥωμαίων ἀρχῆς; οὐκ ἔλυσαν [17] σπονδῶν τε καὶ συμμάχων θεσμούς; οὐχ ὕβρισαν εἰς οὓς ἥκιστα ἐχρῆν; οὐκ ἐβιάσαντο βασιλείαν, ἧς δοῦλοι ἂν εὔξαιντο εἶναι, ἤν τις σχολὴ ὑμῖν ἐπ' αὐτοῖς γένηται; Γήπαιδες, ὦ βασιλεῦ, Σίρμιον ἔχουσι καὶ Ῥωμαίους ἀνδραποδίζουσιν, ὅλην τε προσποιεῖσθαι [18] Δακίαν αὐχοῦσι. τίνα πόλεμον ὑπὲρ ὑμῶν ποτε ἢ ξὺν ὑμῖν ἢ πρὸς ὑμᾶς αὐτοὺς νενικηκότες; ἢ τίνος ἀγωνίας ἆθλα τὴν χώραν ταύτην πεποιημένοι; καὶ ταῦτα ἔμμισθοι πρὸς ὑμῶν γεγονότες πολλάκις καὶ τὰ χρήματα, ὥσπερ εἴρηται, κεκομισμένοι χρόνον [19] οὐκ ἴσμεν ὁπόσον ἄνω. καίτοι τῆς παρούσης αὐτῶν πρεσβείας οὐ γέγονε πρᾶξις μιαρωτέρα ἐκ τοῦ παντὸς χρόνου. ἐπειδὴ γὰρ ἡμᾶς πολεμησείοντας ἐπ' αὐτοὺς εἶδον, ἐς Βυζάντιόν τε θαρσοῦσιν ἀφῖχθαι καὶ βασιλεῖ [20] ἐς τοσόνδε περιυβρισμένῳ ἐς ὄψιν ἥκειν. ἴσως που καὶ ἀναιδείας περιουσίᾳ ἐς ξυμμαχίαν παρακαλέσουσιν ἐφ' ἡμῖν τοῖς οὕτω κατεσπουδασμένοις ὑμῖν.
[21] καὶ μὴν εἰ μὲν ἀποδωσείοντες ἥκουσιν ὧνπερ ἐπεβάτευσαν, οὐδὲν σφίσι προσῆκον, Λαγγοβάρδας αἰτιωτάτους τῆς ἐνθένδε ὠφελείας λογιστέον Ῥωμαίοις, ὧνπερ τῷ δέει ἀναγκασθέντες τὴν ἀκούσιον εὐγνωμοσύνην [22] ὀψὲ τοῦ καιροῦ μεταμπίσχονται. τῷ γὰρ τὴν ἀνάγκην πεποιημένῳ τὴν χάριν εἰκότως ὁ τῆς εὐεργεσίας τυχὼν εἴσεται. εἰ δέ γε μηδὲ νῦν ἐκστῆναι τῶν οὐ προσηκόντων βεβούληνται, τίς ἂν εἴη ταύτης [23] δὴ τῆς κακοτροπίας ὑπερβολή; ταῦτα μὲν οὖν ἡμῖν ἀφελείᾳ βαρβαρικῇ, λόγων σπανιζούσῃ, τῶν πραγμάτων [24] οὐδαμῆ ἐπαξίως εἰρήσθω. σὺ δὲ, ὦ βασιλεῦ, διασκοπούμενος ὅσα ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ἡμῖν εἴρηται, τὰ Ῥωμαίοις τε καὶ Λαγγοβάρδαις τοῖς σοῖς ξυνοίσοντα πρᾶσσε, τοῦτο πρὸς τοῖς ἄλλοις ἅπασιν ἐννοῶν, ὡς ἡμῖν μὲν ἀμφὶ τῷ θεῷ ὁμογνωμονοῦσι τὸ ἐξ ἀρχῆς συντετάξονται Ῥωμαῖοι δικαίως, τοῖς δὲ Ἀρειανοῖς οὖσι καὶ δι' αὐτὸ τοῦτο ἀπ' ἐναντίας χωρήσουσι.
[25] Λαγγοβάρδαι μὲν τοσαῦτα εἶπον. γενόμενοι δὲ τῇ ὑστεραίᾳ παρὰ βασιλέα καὶ οἱ Γηπαίδων πρέσβεις ἔλεξαν ὧδε Δίκαιον, ὦ βασιλεῦ, τοὺς ἐπὶ ξυμμαχίας αἰτήσει παρὰ τοὺς πέλας ἀφικομένους ἀναδιδάξαι πρῶτον, ὡς δίκαιά τε δεησόμενοι πάρεισι καὶ ξύμφορα τοῖς ξυμμαχήσουσιν, οὕτω τε τοὺς λόγους, [26] ὧνπερ ἕνεκα πρεσβεύουσι, ποιεῖσθαι. ὡς μὲν οὖν ἠδικήμεθα πρὸς Λαγγοβαρδῶν, αὐτόθεν δῆλον, δίκῃ [27] γὰρ διαλύειν τὰ διάφορα ἐν σπουδῇ ἔχομεν, δικάζεσθαι δὲ οἷς ἂν σπουδάζηται βιάζεσθαι οὐδαμῆ πρόςεστιν.
[28] ὡς δὲ πολυανθρωπίᾳ τε καὶ ἀρετῇ Γήπαιδες παρὰ πολὺ Λαγγοβαρδῶν κρείσσους τυγχάνουσιν ὄντες, [29] τί ἄν τις ἐν εἰδόσι μακρολογοίη; τὸ δὲ ξὺν τοῖς καταδεεστέροις ἐς τὴν ἀγωνίαν καθισταμένους ἐς κακόν τι προὖπτον ἰέναι, παρὸν τὴν νίκην ξὺν τοῖς δυνατωτέροις ταττομένους ἀκίνδυνον ἔχειν, οὐκ ἄν τινας οἰόμεθα τῶν καὶ κατὰ βραχὺ σωφρονούντων [30] ἑλέσθαι. ὥστε καὶ ὑμῖν ἐφ' ἑτέρους τινὰς ἰοῦσι ξυντετάξονται τὸ λοιπὸν Γήπαιδες, χάριν μὲν τῶν πεπραγμένων ὀφείλοντες, δυνάμεως δὲ περιουσίᾳ ξυμποριζόμενοι τὴν τῶν πολεμίων, ὡς τὸ εἰκὸς, ἐπικράτησιν.
[31] καὶ μὴν καὶ τοῦτο λογίζεσθαι ὑμᾶς ἂν πρέποι, ὡς Λαγγοβάρδαι μὲν ἐξ ὑπογυίου Ῥωμαίοις γεγένηνται φίλοι, Γήπαιδας δὲ ὑμῖν ἐνσπόνδους τε τὸ ἀνέκαθεν καὶ γνωρίμους γεγονέναι ξυμβαίνει.
[32] φιλία δὲ χρόνου μήκει ξυμπλεκομένη τὴν διάλυσιν οὐκ εὐπετῆ ἔχει. ὥστε ξυμμάχους οὐ δυνατοὺς μόνον, [33] ἀλλὰ καὶ βεβαίους κεκτήσεσθε. δικαιώματα μὲν οὖν πρὸς ὑμᾶς ἐς τὴν ξυμμαχίαν ἐπαγωγὰ ταῦτά ἐστιν ἡμῖν. θεάσασθε δὲ ὁποῖοι Λαγγοβάρδαι τοὺς [34] τρόπους εἰσί. δίκῃ μὲν τὰ διάφορα διαλῦσαι, καίπερ πολλὰ προκαλουμένων ἡμῶν, οὐδαμῆ ἔγνωσαν, θράσει ἀλογίστῳ ἐχόμενοι· ἐπεὶ δὲ ὁ πόλεμος ἤδη που ἐν χερσὶ γέγονεν, οἱ δὲ ὀπίσω τῶν πραγμάτων ἀναποδίζοντες τῷ τὴν οἰκείαν ἀσθένειαν ξυνεπίστασθαι παρ' ὑμᾶς ἥκουσιν, ἀξιοῦντες Ῥωμαίους ἀνελέσθαι [35] τὸν ὑπὲρ αὐτῶν οὐ δέον ἀγῶνα. πάντως δὲ οἱ κλῶπες οὗτοι τό τε Σίρμιον καὶ ἄλλα ἐπὶ Δακίας ἄττα χωρία ὑπόθεσιν ὑμῖν τοῦ πολέμου τοῦδε προΐσχονται εἶναι.
[36] καίτοι πόλεών τε καὶ χώρας τοσοῦτον τῇ σῇ βασιλείᾳ περίεστιν ὥστε καὶ διερευνᾶσθαι τῶν ἀνθρώπων τινὰς, οἷς ἂν καὶ δοίης μοῖράν τινα πρὸς ἐνοίκησιν.
[37] Φράγγους ἀμέλει καὶ τὸ Ἐρούλων ἔθνος καὶ τούτους Λαγγοβάρδας τοσούτοις ἐδωρήσω πόλεώς τε καὶ χώρας, ὦ βασιλεῦ, μέτροις, ὁπόσα οὐκ ἄν τις διαριθμήσαιτο.
[38] ἡμεῖς δὲ τῇ φιλίᾳ τῇ σῇ τὸ θαρσεῖν ἔχοντες, τοῦτο, ὅπερ ἐβούλου, διαπεπράγμεθα· ὁ δέ τι προΐεσθαι τῶν ὑπαρχόντων βεβουλευμένος κρείσσω παρὰ πολὺ τοῦ πρὸς αὐτοῦ τετυχηκότος τῆς χάριτος τὸν προτερήσαντά τε καὶ γνώμῃ τὸ δῶρον αὐτονόμῳ ἑλόμενον οἴεται εἶναι, ἢν μὴ ἐς τὸν κεκτημένον ὑβρίζων, ἀλλὰ τῷ φίλος οἱ ἐς τὰ μάλιστα εἶναι θαρσῶν, τὴν τοῦ πράγματος ἀξίωσιν πεποιῆσθαι δοκεῖ, ὅπερ καὶ Γήπαισιν [39] ἐς Ῥωμαίους τετύχηκεν εἶναι. ὧν ἐνθυμουμένους ὑμᾶς μάλιστα μὲν κατὰ τὸ ξυμμαχικὸν αἰτοῦμεν σὺν ἡμῖν ἐπὶ Λαγγοβάρδας ἰέναι δυνάμει τῇ πάσῃ· εἰ δὲ μὴ, ἐκποδὼν ἀμφοτέροις στῆναι. ταῦτα γὰρ βουλευόμενοι δίκαιά τε ποιεῖτε καὶ λίαν ἐπιτηδείως τῇ Ῥωμαίων ἀρχῇ.
[40] Καὶ Γήπαιδες μὲν τοσαῦτα εἶπον. βουλευσάμενος δὲ πολλὰ Ἰουστινιανὸς βασιλεὺς αὐτοὺς μὲν ἀποπέμψασθαι ἀπράκτους ἔγνω, ὁμαιχμίαν δὲ πρὸς Λαγγοβάρδας διώμοτον πεποιημένος πλέον αὐτοῖς ἢ ἐς μυρίους ἱππεῖς ἔπεμψεν, ὧν δὴ Κωνσταντιανὸς καὶ Βούζης καὶ [41] Ἀράτιος ἦρχον. ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης, ὁ Βιταλιανοῦ ἀδελφιδοῦς, προρρηθὲν αὐτῷ ἐκ βασιλέως, ἐπειδὰν τάχιστα διαμαχήσωνται πρὸς τὸ Γηπαίδων ἔθνος, ἐνθένδε σπουδῇ ἐς τὴν Ἰταλίαν ξὺν τοῖς ἑπομένοις ἰέναι. ἐτύγχανε γὰρ ἐξ Ἰταλίας καὶ αὐτὸς [42] ἥκων. ξύμμαχοι δὲ αὐτοῖς Ἔρουλοι πεντακόσιοί τε καὶ χίλιοι εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον.
[43] οἱ γὰρ ἄλλοι ξύμπαντες Ἔρουλοι ἐς τρισχιλίους ὄντες ξὺν τοῖς Γήπαισιν ἐτετάχατο, ἐπεὶ Ῥωμαίων ἀποστάντες οὐ πολλῷ ἔμπροσθεν ἔτυχον ἐξ αἰτίας ἥ μοι ἐν τοῖς [44] ἔμπροσθεν ἐρρήθη. μοῖρα δὲ Ῥωμαίων τῶν παρὰ Λαγγοβάρδας ἐπὶ ξυμμαχίᾳ ἰόντων Ἐρούλων τισὶ ξὺν Ἀόρδῳ τῷ τοῦ ἄρχοντος ἀδελφῷ ἐξαπιναίως ἐπιτυγχάνουσι.
[45] μάχης τε καρτερᾶς γενομένης νικῶσι Ῥωμαῖοι, καὶ τόν τε Ἄορδον τῶν τε Ἐρούλων πολλοὺς ἔκτειναν. γνόντες δὲ Γήπαιδες ἄγχιστά πη εἶναι τὸν Ῥωμαίων στρατὸν, τὰ διάφορα εὐθὺς Λαγγοβάρδαις διέλυσαν, ἔς τε σπονδὰς οἱ βάρβαροι οὗτοι ξυνέβησαν ἀλλήλοις, ἀκόντων [46] Ῥωμαίων. ταῦτα ἐπεὶ ὁ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. οὔτε γὰρ ἔτι ἐδύναντο πρόσω ἰέναι οὔτε ἀναστρέφειν ὀπίσω εἶχον δειμαίνοντες οἱ στρατηγοὶ μὴ Γήπαιδές τε καὶ Ἔρουλοι καταθέοντες [47] τὴν Ἰλλυριῶν ληΐσωνται χώραν. αὐτοῦ γοῦν μείναντες ἐς βασιλέα τὰ παρόντα σφίσιν ἀνήνεγκαν. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.
[35]
[1] Βελισάριος μὲν τὴν ἐπὶ τὸ Βυζάντιον οὐδενὶ κόσμῳ ᾔει, γῆς μὲν τῆς Ἰταλῶν πενταετὲς οὐδαμῆ ἀποβὰς, οὐδέ πη ὁδῷ ἰέναι ἐνταῦθα ἰσχύσας, ἀλλὰ φυγῇ κεκρυμμένῃ ἐχόμενος πάντα τοῦτον τὸν χρόνον, ἔκ τε ὀχυρώματος ἀεὶ ἐπιθαλασσίου τινὸς ἐς ἄλλο ἐπὶ [2] τῆς παραλίας ὀχύρωμα διηνεκὲς ναυτιλλόμενος. καὶ ἀπ' αὐτοῦ ἀδεέστερον τοὺς πολεμίους τετύχηκε Ῥώμην τε ἀνδραποδίσαι καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα. τότε δὲ καὶ Περυσίαν πόλιν, ἣ πρώτη ἐν Τούσκοις οὖσα ἐτύγχανε, πικρότατα πολιορκουμένην ἀπέλιπεν, ἥπερ [3] αὐτοῦ ἔτι ὁδῷ ἰόντος κατ' ἄκρας ἑάλω. ἐς Βυζάντιον δὲ ἀφικόμενος διατριβὴν τὸ λοιπὸν ἐνταῦθα εἶχε, πλούτου μὲν ἐξουσίαν περιβεβλημένος πολλὴν, εὐτυχήμασι δὲ τοῖς ἔμπροσθεν αὐτῷ ξυμβεβηκόσιν ἀπόβλεπτος ὢν, ἅπερ οἱ πρότερον ἢ ἐς Λιβύην ἐστράτευσε ξυμβόλῳ προὔλεγέ τινι οὐκ ἀφανεῖ τὸ δαιμόνιον.
[4] ὁ δὲ ξύμβολος ἐγένετο ὧδε. ἦν τις Βελισαρίῳ κλῆρος ἐν Βυζαντίων τῷ προαστείῳ, ὃ δὴ Παντείχιον μὲν ὀνομάζεται, κεῖται δὲ ἐν τῇ ἀντιπέρας ἠπείρῳ. ἐνταῦθα ὀλίγῳ ἔμπροσθεν ἢ ἔμελλε Βελισάριος ἐπί τε Γελίμερα καὶ Λιβύην ἐξηγήσασθαι τῷ Ῥωμαίων στρατῷ, [5] ἐνδελεχέστατα πλήθειν οἱ τὰς ἀμπέλους ξυνέβη. οἴνου τε ὃς ἐνθένδε γεγονὼς ἔτυχε πίθων οἱ θεράποντες ἐμπλησάμενοι μέγα τι χρῆμα, καὶ αὐτῶν τὰ μὲν ἔνερθεν κατορύξαντες, τὰ δὲ ὕπερθεν πηλῷ ἐς τὸ ἀκριβὲς ἐπιβύσαντες, [6] ἐν τῷ οἰνῶνι κατέθεντο. μησὶ δὲ ὀκτὼ ὕστερον ἐν πίθοις τισὶν ἀναβράσσων ὁ οἶνος διεσπάσατο μὲν τὸν πηλὸν ᾧπερ ἐπέφρακτο αὐτῶν ἕκαστος, ὑπερβλύσας δὲ καὶ ῥεύσας πολὺς ἐς τοσόνδε γῆν τὴν ἐχομένην ἐπέκλυσεν ὥστε καὶ τέλμα ἐν τούτῳ τῷ [7] ἐδάφει ἐργάσασθαι μέγα. ὅπερ ἐπεὶ οἱ θεράποντες εἶδον, ἐν θάμβει μεγάλῳ γενόμενοι πολλοὺς μὲν ἐνθένδε ἀμφορέας ἐμπλήσασθαι ἔσχον, αὖθις δὲ τούτους δὴ τοὺς πίθους τῷ πηλῷ ἀποφράξαντες τὰ παρόντα ἐν [8] σιωπῇ εἶχον. ἐπεὶ δὲ τοῦτο πολλάκις ὑπὸ τὸν αὐτὸν χρόνον γεγονὸς εἶδον, αὐτοὶ μὲν ἐπὶ τὸν κεκτημένον τὸ πρᾶγμα ἦγον, ὁ δὲ τῶν ἐπιτηδείων πολλοὺς ἐνταῦθα ἀγείρας ἐπέδειξε τὰ ποιούμενα· οἵπερ τῷ ξυμβόλῳ τεκμηριούμενοι ἐς ταύτην δὴ τὴν οἰκίαν μεγάλα προὔλεγον ἀγαθὰ ἔσεσθαι.
[9] Ταῦτα μὲν οὖν τῇδε Βελισαρίῳ ἐχώρησε. Βιγίλιος δὲ, ὁ τῆς Ῥώμης ἀρχιερεὺς, ξὺν Ἰταλοῖς τοῖς ἐνταῦθα τηνικάδε παροῦσι, πολλοῖς τε καὶ λογιμωτάτοις ἐσάγαν οὖσιν, οὐκέτι ἀνίει, ἀλλ' ἔχρῃζε βασιλέως Ἰταλίας [10] μεταποιεῖσθαι δυνάμει τῇ πάσῃ. μάλιστα δὲ πάντων αὐτὸν Γόθιγος ἐνῆγε, πατρίκιος ἀνὴρ, ἐς τῶν ὑπάτων τὸν δίφρον ἀναβεβηκὼς πολλῷ πρότερον· ἐπεὶ καὶ αὐτὸς τούτων δὴ ἕνεκεν ἐς Βυζάντιον ἀφικόμενος [11] ἔτυχεν ἔναγχος. βασιλεὺς δὲ Ἰταλίας μὲν ἐπηγγέλλετο προνοήσειν αὐτὸς, ἀμφὶ δὲ τὰ Χριστιανῶν δόγματα ἐκ τοῦ ἐπὶ πλεῖστον διατριβὴν εἶχεν, εὖ διαθέσθαι τὰ ἐν σφίσιν ἀντιλεγόμενα σπουδάζων καὶ διατεινόμενος [12] μάλιστα. ταῦτα μὲν ἐν Βυζαντίῳ ἐπράσσετο. ἐτύγχανε δὲ Λαγγοβάρδης ἀνὴρ ἐς Γήπαιδας φεύγων ἐξ [13] αἰτίας τοιᾶσδε. ἡνίκα Λαγγοβαρδῶν Οὐάκης ἦρχεν, ἦν τίς οἱ ἀνεψιὸς Ῥισιοῦλφος ὄνομα, ὃν δὴ ὁ νόμος, ἐπειδὰν Οὐάκης τελευτήσειεν, ἐπὶ τὴν ἡγεμονίαν ἐκάλει.
[14] προνοήσας οὖν Οὐάκης ὅπως εἰς τὸν παῖδα τὸν αὑτοῦ ἡ ἀρχὴ ἄγοιτο, ἔγκλημα Ῥισιούλφῳ ἐπενεγκὼν αἰτίαν [15] οὐκ ἔχον φυγῇ τὸν ἄνθρωπον ἐζημίωσεν. ὃς δὴ ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ξὺν ὀλίγοις τισὶν ἐς τοὺς Οὐάρνους αὐτίκα φεύγει, παίδων οἱ ἀπολελειμμένων [16] ἐνταῦθα δυοῖν. χρήμασι δὲ Οὐάκης τοὺς βαρβάρους τούτους ἀνέπεισε ‹τὸν Ῥισιοῦλφον κτεῖναι›. τῶν δὲ Ῥισιούλφου παίδων ὁ μὲν εἷς ἐτελεύτησε νόσῳ, ὁ δὲ [17] δὴ ἕτερος, Ἰλδίγης ὄνομα, ἐς Σκλαβηνοὺς φεύγει. οὐ πολλῷ μὲν οὖν ὕστερον ὁ μὲν Οὐάκης νοσήσας ἐξ ἀνθρώπων ἠφάνιστο, ἐς δὲ Οὐάλδαρον, τὸν Οὐάκου υἱὸν, ἡ Λαγγοβαρδῶν ἦλθεν ἀρχή. ᾧ δὴ παιδὶ κομιδῆ ὄντι ἐπίτροπος καταστὰς Αὐδουὶν τὴν ἀρχὴν διῳκεῖτο.
[18] δυνάμει τε πολλῇ ἀπ' αὐτοῦ χρώμενος αὐτὸς τὴν ἀρχὴν οὐκ ἐς μακρὰν ἔσχε, τοῦ παιδὸς τούτου νόσῳ [19] αὐτίκα ἐξ ἀνθρώπων ἀφανισθέντος. ἡνίκα τοίνυν Γήπαισί τε καὶ Λαγγοβάρδαις ὁ πόλεμος κατέστη, ὥσπερ μοι εἴρηται, Ἰλδίγης εὐθὺς Λαγγοβαρδῶν τε τούς οἱ ἐπισπομένους καὶ Σκλαβηνῶν πολλοὺς ἐπαγαγόμενος ἐς Γήπαιδας ἦλθε, καὶ αὐτὸν Γήπαιδες κατάξειν [20] ἐπὶ τὴν ἀρχὴν ἐλπίδα εἶχον. γενομένων δὲ τῶν ἐν τῷ παρόντι πρὸς Λαγγοβάρδας σπονδῶν ἕνεκα ὁ μὲν Αὐδουὶν τὸν Ἰλδίγην εὐθὺς ἅτε πρὸς φίλων ἐξῃτεῖτο Γηπαίδων, οἱ δὲ τὸν μὲν ἄνθρωπον ἐκδοῦναι οὐδαμῆ ἔγνωσαν, ἐκέλευον δὲ αὐτὸν ἐνθένδε ἀπαλλαγέντα [21] ὅπῃ βούλοιτο διασώσασθαι. καὶ ὃς μελλήσει οὐδεμιᾷ ξὺν τοῖς ἑπομένοις καὶ Γηπαίδων τισὶν ἐθελουσίοις [22] ἐς Σκλαβηνοὺς αὖθις ἀφίκετο. ἔνθεν τε ἀναστὰς παρὰ Τουτίλαν τε καὶ Γότθους ᾔει, στράτευμα οὐχ ἧσσον ἢ ἐς ἑξακισχιλίους ξὺν αὑτῷ ἔχων, ἔς τε Βενετίας ἀφικόμενος Ῥωμαίοις τισὶν ὑπαντήσας, ὧν Λάζαρος ἡγεῖτο, ἐς χεῖρας ἦλθε, τρεψάμενός τε αὐτοὺς πολλοὺς ἔκτεινεν. οὐ μέντοι Γότθοις ξυνέμιξεν, ἀλλ' Ἴστρον ποταμὸν διαβὰς αὖθις ἐς Σκλαβηνοὺς ἀπεχώρησεν.
[23] Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε ᾗπέρ μοι εἴρηται, ἐν τούτῳ τῶν τις Βελισαρίου δορυφόρων, Ἰνδοὺλφ ὄνομα, βάρβαρος γένος, θυμοειδής τε καὶ δραστήριος, ὃς δὴ ἐν Ἰταλίᾳ λειφθεὶς ἔτυχε, Τουτίλᾳ τε καὶ Γότθοις [24] προσεχώρησεν οὐδενὶ λόγῳ. καὶ αὐτὸν ὁ Τουτίλας εὐθὺς ξὺν στρατῷ πολλῷ καὶ ναυσὶν ἔπεμψεν [25] ἐς τὰ ἐπὶ Δαλματίας χωρία. ὃς δὴ ἐν χωρίῳ Μουικούρῳ καλουμένῳ γενόμενος, ὅπερ ἐπιθαλάσσιον ἄγχιστά πη Σαλώνων ἐστὶ, τὰ μὲν πρῶτα ξυνέμισγε τοῖς ταύτῃ ἀνθρώποις ἅτε Ῥωμαῖός τε ὢν καὶ Βελισαρίῳ προσήκων, ἔπειτα δὲ αὐτός τε τὸ ξίφος ἀράμενος καὶ τοῖς ἐπισπομένοις [26] ἐγκελευσάμενος ἐξαπιναίως ἅπαντας ἔκτεινε. ληϊσάμενός τε τὰ χρήματα πάντα ἐνθένδε ἀπιὼν ᾤχετο, ἐπέσκηψε δὲ ἄλλῳ ἐν τῇ παραλίᾳ κειμένῳ φρουρίῳ, ὅπερ Λαυρεάτην [27] καλοῦσι Ῥωμαῖοι. οὗ δὴ ἐπιβὰς τοὺς παραπεπτωκότας ἀνῄρει. ἅπερ ἐπεὶ Κλαυδιανὸς ἔγνω, ὅσπερ τότε Σαλώνων ἦρχε, στράτευμα ἐπὶ τῶν καλουμένων [28] δρομώνων ἐπ' αὐτὸν ἔπεμψεν. οἳ δὴ ἐπεὶ ἐν Λαυρεάτῃ ἐγένοντο, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθον. παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἔφυγον ὅπη ἑκάστῳ δυνατὰ γέγονε, τοὺς δρόμωνας ἐν τῷ λιμένι ἀπολιπόντες. οὗ δὴ καὶ τὰ ἄλλα πλοῖα ἔμπλεα σίτου τε καὶ τῶν [29] ἄλλων ἐπιτηδείων ὄντα ἐτύγχανεν. ἅπερ ἅπαντα Ἰνδούλφ τε καὶ Γότθοι ἑλόντες κτείναντές τε τοὺς ἐν ποσὶν ἅπαντας καὶ τὰ χρήματα ληϊσάμενοι παρὰ Τουτίλαν [30] ἦλθον. καὶ ὁ χειμὼν ἔληγε, καὶ τέταρτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
[36]
[1] Μετὰ δὲ Τουτίλας ἅπαν ἐπὶ Ῥώμην τὸ στράτευμα ἦγε, καὶ ἐγκαθεζόμενος εἰς πολιορκίαν καθίστατο. ἐτύγχανε δὲ Βελισάριος τρισχιλίους ἀριστίνδην ἀπολεξάμενος, οὕσπερ ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ καταστησάμενος Διογένην αὐτοῖς ἄρχοντα, τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, ἐπέστησεν, ἄνδρα ξυνετόν τε διαφερόντως [2] καὶ ἀγαθὸν τὰ πολέμια. διὸ δὴ χρόνου μῆκος τῇ προσεδρείᾳ ταύτῃ ἐτρίβετο. οἵ τε γὰρ πολιορκούμενοι ἀρετῆς περιουσίᾳ πρὸς ἅπαντα τὸν Γότθων στρατὸν ἀξιόμαχοι ὄντες ἐφαίνοντο καὶ Διογένης ἔς τε τὸ ἀκριβὲς τῇ φυλακῇ ἐχρῆτο ὡς μή τις κακουργήσων ἐπὶ τὸ τεῖχος ἴοι καὶ πανταχόθι τῆς πόλεως σῖτον ἐντὸς τοῦ περιβόλου σπείρας ἐνδεῖν σφίσι τὰ [3] ἐπιτήδεια ὡς ἥκιστα ἐποίει. πολλάκις δὲ οἱ βάρβαροι τειχομαχεῖν ἐγχειρήσαντες καὶ τοῦ περιβόλου ἀποπειράσασθαι ἀπεκρούσθησαν, ἀρετῇ σφᾶς ἀπωσαμένων ἐνθένδε Ῥωμαίων. τοῦ μέντοι Πόρτου κρατήσαντες Ῥώμην κατὰ κράτος ἐπολιόρκουν. ταῦτα μὲν οὖν ἐφέρετο [4] τῇδε. βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπειδὴ Βελισάριον ἐς Βυζάντιον ἥκοντα εἶδεν, ἄρχοντα πέμπειν ξὺν στρατῷ ἄλλον ἐπὶ Γότθους τε διενοεῖτο καὶ Τουτίλαν.
[5] καὶ εἰ μὲν ἐπιτελῆ ταύτην δὴ ἐπεποιήκει τὴν ἔννοιαν, οἶμαι ἂν, Ῥώμης μὲν ἔτι ὑπ' αὐτῷ οὔσης, σεσωσμένων δέ οἱ τῶν ἐνταῦθα στρατιωτῶν καὶ τοῖς ἐκ Βυζαντίου ἐπιβεβοηθηκόσιν ἀναμίγνυσθαι δυναμένων, περιέσεσθαι [6] τῶν ἐναντίων αὐτὸν τῷ πολέμῳ. νῦν δὲ τὰ μὲν πρῶτα Λιβέριον ἀπολεξάμενος, ἄνδρα τῶν ἐκ Ῥώμης πατρικίων, ἐν παρασκευῇ ἐκέλευε γενέσθαι, μετὰ δὲ ἀσχολίας οἱ ἴσως ἐπιγενομένης ἑτέρας τινὸς τὴν προθυμίαν κατέπαυσε.
[7] Χρόνου δὲ τῇ Ῥώμης πολιορκίᾳ τριβέντος πολλοῦ, τῶν τινες Ἰσαύρων, οἳ ἀμφὶ πύλην, ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, φυλακὴν εἶχον, (ἅμα μὲν ἐπικαλοῦντες ἐνιαυτῶν πολλῶν οὐδὲν πρὸς βασιλέως σφίσι δεδόσθαι, ἅμα δὲ καὶ Ἰσαύρους ὁρῶντες τοὺς παραδόντας Ῥώμην τὰ πρότερα Γότθοις, κεκομψευμένους ἐπὶ μεγάλων τινῶν χρημάτων ὄγκῳ) Τουτίλᾳ λαθραιότατα ἐς λόγους ἐλθόντες ὡμολόγησαν τὴν πόλιν [8] ἐνδώσειν, τακτή τε ξυνέκειτο ἡμέρα τῇ πράξει. καὶ ἐπεὶ παρῆν ἡ κυρία, Τουτίλας μηχανᾶται τοιάδε. ἐς ποταμὸν Τίβεριν ἐν πρώτῃ τῶν νυκτῶν φυλακῇ δύο πλοῖα μακρὰ καθῆκεν, ἄνδρας ἐνταῦθα χρῆσθαι ταῖς [9] σάλπιγξιν ἐπισταμένους ἐνθέμενος. οἷς δὴ ἐπέστελλε διὰ μὲν τοῦ Τιβέριδος ἐρέσσοντας ἐπίπροσθεν ἰέναι, ἐπειδὰν δὲ τοῦ περιβόλου ἄγχιστα ἥκωσι, ταῖς σάλπιγξιν [10] ἐνταῦθα ἠχεῖν δυνάμει τῇ πάσῃ. αὐτὸς δὲ τὸν Γότθων στρατὸν ἄγχιστα πύλης τῆς εἰρημένης, ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, λανθάνων τοὺς πολεμίους [11] ἐν παρασκευῇ εἶχε. λογισάμενός τε ὡς ἤν τινες τοῦ Ῥωμαίων στρατοῦ ἅτε ἐν σκότῳ διαλαθόντες ἐκ τῆς πόλεως διαδρᾶναι οἷοί τε ὦσιν, ‹ἴωσιν› ἐς Κεντουκέλλας, ἐπεὶ ὀχύρωμα ἕτερον τῶν τῇδε χωρίων οὐδαμῆ σφίσιν ἐλέλειπτο, ἀνδρῶν μαχίμων ἐνέδραις τισὶ προλοχίζειν ἔγνω τὴν ἐνταῦθα ὁδὸν φέρουσαν, οἷς δὴ ἐπήγγελλε [12] τοὺς φεύγοντας διαχρήσασθαι. οἱ μὲν οὖν ἐν τοῖς πλοίοις ὄντες, ἐπεὶ τῆς πόλεως ἄγχι ἐγένοντο, ἐχρῶντο [13] ἤδη κατὰ τὰ σφίσιν ἐπηγγελμένα ταῖς σάλπιγξι. Ῥωμαῖοι δὲ καταπλαγέντες ἐς μέγα τε δέος καὶ θόρυβον καταστάντες ἐξαπιναίως ἀπολιπόντες οὐδενὶ λόγῳ τὰ σφέτερα φυλακτήρια ἐβοήθουν ἐνταῦθα δρόμῳ, τὴν [14] ἐπιβουλὴν ἐς τὸ ἐκείνῃ τεῖχος εἶναι οἰόμενοι. μόνοι τε οἱ προδιδόντες Ἴσαυροι ἐπὶ τῇ αὐτῶν φυλακῇ μείναντες τάς τε πύλας κατ' ἐξουσίαν ἀνέῳγον καὶ [15] τῇ πόλει τοὺς πολεμίους ἐδέξαντο. καὶ πολὺς μὲν τῶν παραπεπτωκότων ἐνταῦθα γεγένηται φόνος, πολλοὶ δὲ φεύγοντες δι' ἑτέρων πυλῶν ᾤχοντο, οἱ δὲ τὴν ἐπὶ Κεντουκέλλας ἰόντες ὑπό τε τοῖς ἐνεδρεύουσι γενόμενοι διεφθάρησαν. ὀλίγοι μέντοι αὐτῶν διέφυγον μόλις, ἐν οἷς καὶ Διογένην πληγέντα φασὶ διασεσῶσθαι.
[16] Ἦν δέ τις ἐν τῷ Ῥωμαίων στρατῷ Παῦλος μὲν ὄνομα, Κίλιξ δὲ γένος, ὃς τὰ μὲν πρῶτα ἐφειστήκει τῇ Βελισαρίου οἰκίᾳ, ὕστερον δὲ καταλόγου ἱππικοῦ ἄρχων ἔς τε Ἰταλίαν ἐστράτευσε καὶ ξὺν τῷ Διογένει [17] ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο. οὗτος ὁ Παῦλος, ἁλισκομένης τότε τῆς πόλεως, ξὺν ἱππεῦσι τετρακοσίοις ἔς τε τὸν Ἀδριανοῦ τάφον ἀνέδραμε καὶ τὴν γέφυραν ἔσχε τὴν ἐς Πέτρου τοῦ ἀποστόλου τὸν νεὼν φέρουσαν.
[18] τοῦ δὲ Γότθων στρατοῦ, ὄρθρου τε ὄντος καὶ μέλλοντός τι ὑποφαίνειν ἡμέρας, τούτοις δὴ τοῖς ἀνδράσιν ἐς χεῖρας ἐλθόντος, ἐνταῦθα ἰσχυρότατα τοὺς πολεμίους ὑφιστάμενοι τὸ πλέον ἔσχον· τῶν τε βαρβάρων ἅτε πλήθους τε μεγάλου καὶ στενοχωρίας ἐν αὐτοῖς [19] οὔσης πολλοὺς ἔκτειναν. ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, κατέπαυσε μὲν αὐτίκα τὴν μάχην, Γότθους δὲ τοῖς πολεμίοις ἀντικαθεζομένους ἡσυχάζειν ἐκέλευεν, οἰόμενος [20] λιμῷ τοὺς ἄνδρας αἱρήσειν. ταύτην μὲν οὖν τὴν ἡμέραν Παῦλός τε καὶ οἱ τετρακόσιοι ἀπόσιτοι διαγεγόνασι, τήν τε νύκτα οὕτως ηὐλίσαντο· τῇ δὲ ἐπιγενομένῃ ἐβουλεύσαντο μὲν σιτίζεσθαι τῶν ἵππων τισὶν, ὄκνησις δὲ αὐτοὺς τῷ τῆς ἐδωδῆς οὐ ξυνειθισμένῳ διεκρούσατο μέχρι ἐς δείλην ὀψίαν, καίπερ πιεζομένους [21] τῷ λιμῷ ἐς τὰ μάλιστα. τότε δὲ πολλὰ λογισάμενοι ἐν σφίσιν αὐτοῖς, καὶ ἀλλήλους ἐς εὐτολμίαν παρακαλέσαντες, ἐβουλεύσαντο ἄμεινον σφίσιν εἶναι εὐπρεπεῖ [22] θανάτῳ αὐτίκα δὴ μάλα καταλῦσαι τὸν βίον. ὁρμῆσαι μὲν γὰρ ἔγνωσαν ἐπὶ τοὺς πολεμίους ἐκ τοῦ αἰφνιδίου, κτεῖναι δὲ αὐτῶν ὅσους ἂν ἑκάστῳ δυνατὰ εἴη, [23] οὕτω τε ἀνδρείως τῆς τελευτῆς τυχεῖν ἅπαντες. ἀλλήλους τοίνυν ἐξαπιναίως περιπλακέντες καὶ τῶν προσώπων καταφιλήσαντες τὴν ἐπὶ θανάτῳ ἠσπάζοντο, [24] ὡς ἀπολούμενοι εὐθὺς ἅπαντες. ὅπερ κατανοήσας ὁ Τουτίλας ἔδεισε μὴ θανατῶντες ἄνθρωποι καὶ σωτηρίας πέρι ἐλπίδα οὐδεμίαν τὸ λοιπὸν ἔχοντες ἀνήκεστα [25] ἔργα Γότθους δράσωσι. πέμψας οὖν παρ' αὐτοὺς δυοῖν προὐτείνετο αὐτοῖς αἵρεσιν, ὅπως ἢ τοὺς ἵππους ἀφέντες ἐνταῦθα καὶ τὰ ὅπλα καταθέμενοι, ἀπομόσαντές τε μηκέτι ἐπὶ Γότθους στρατεύεσθαι, κακῶν ἀπαθεῖς ἐς Βυζάντιον ἀπαλλάσσωνται, ἢ τὰ σφέτερα αὐτῶν ἔχοντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ Γότθοις τὸ λοιπὸν [26] ξυστρατεύσωσι. τούτους Ῥωμαῖοι τοὺς λόγους ἄσμενοι ἤκουσαν. καὶ τὰ μὲν πρῶτα τὴν ἐπὶ τὸ Βυζάντιον εἵλοντο ἅπαντες, ἔπειτα δὲ πεζοὶ μὲν ποιεῖσθαι καὶ ἄνοπλοι τὴν ἀναχώρησιν αἰσχυνόμενοι, δειμαίνοντες δὲ μή τισιν ἐνέδραις ἐν τῇ ἀποπορείᾳ περιπεπτωκότες διαφθαρεῖεν, ἅμα δὲ καὶ μεμφόμενοι, ὅτι δὴ σφίσι χρόνου τὰς συντάξεις πολλοῦ τὸ Ῥωμαίων δημόσιον ὤφειλεν, ἅπαντες ἐθελούσιοι τῷ Γότθων στρατῷ ἀνεμίγνυντο, πλήν γε δὴ ὅτι Παῦλός τε καὶ τῶν τις Ἰσαύρων, Μίνδης ὄνομα, Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες [27] ἐς Βυζάντιον σφᾶς ἐδέοντο στεῖλαι. παῖδάς τε γὰρ καὶ γυναῖκας σφίσιν ἐν γῇ τῇ πατρῴᾳ ἔφασκον εἶναι, [28] ὧνπερ χωρὶς βιοτεύειν οὐχ οἷοί τε εἶναι. οὕσπερ ὁ Τουτίλας ἅτε ἀληθιζομένους ἀποδεξάμενος, ἐφοδίοις τε δωρησάμενος καὶ παραπομποὺς ξυμπέμψας ἀφῆκε. καὶ ἄλλοι μέντοι τοῦ Ῥωμαίων στρατοῦ, ὅσοι καταφυγόντες ἐς τὰ τῆς πόλεως ἱερὰ ἔτυχον, ἐς τριακοσίους ὄντες, τὰ πιστὰ λαβόντες Τουτίλᾳ προσεχώρησαν.
[29] Ῥώμην δὲ οὔτε καθελεῖν οὔτε ἀπολιπεῖν τὸ λοιπὸν Τουτίλας ἤθελεν, ἀλλὰ Γότθους τε καὶ Ῥωμαίους τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας ξυνοικίζειν ἐνταῦθα ἔγνω ἐξ αἰτίας τοιᾶσδε.
[37]
[1] Τουτίλας οὐ πολλῷ πρότερον παρὰ τῶν Φράγγων τὸν ἄρχοντα πέμψας, τὴν παῖδά οἱ γυναῖκα ἐδεῖτο [2] γαμετὴν δοῦναι. ὁ δὲ τὴν αἴτησιν ἀπεσείσατο, Ἰταλίας αὐτὸν οὔτε εἶναι οὔτε ἔσεσθαί ποτε βασιλέα φάσκων, ὅς γε Ῥώμην ἑλὼν ἔχεσθαι μὲν αὐτῆς οὐδαμῆ ἴσχυσε, μοῖραν δὲ αὐτῆς καθελὼν τοῖς πολεμίοις μεθῆκεν [3] αὖθις. διὸ δὴ τὰ ἐπιτήδεια ἐν τῷ παρόντι ἐς αὐτὴν ἐσκομίζεσθαι διὰ σπουδῆς εἶχε καὶ ἀνοικοδομεῖσθαι ὅτι τάχιστα πάντα ἐκέλευεν, ὅσα καθελών τε καὶ πυρπολήσας αὐτὸς ἔτυχεν, ἡνίκα Ῥώμην τὸ πρότερον εἷλε· τῶν τε Ῥωμαίων τοὺς ἐκ τῆς συγκλήτου βουλῆς καὶ τοὺς ἄλλους ἅπαντας, οὕσπερ ἐπὶ Καμπανίας ἐφύλασσε, [4] μετεπέμπετο. ἐνταῦθά τε ἀγῶνα τὸν ἱππικὸν θεασάμενος, τὴν στρατιὰν ἡτοίμαζε πᾶσαν, ὡς ἐπὶ Σικελίαν [5] στρατεύσων. ἅμα δὲ καὶ τὰ μακρὰ πλοῖα τετρακόσια ὡς ἐς ναυμαχίαν ἐν παρασκευῇ ἐποιεῖτο, καὶ στόλον νεῶν μεγάλων τε καὶ πολλῶν ἄγαν, ἅσπερ ἐκ βασιλέως ἐκ τῆς ἑῴας ἐνταῦθα σταλείσας αὐτοῖς ἀνδράσι τε καὶ [6] φορτίοις πάντα τοῦτον τὸν χρόνον ἑλὼν ἔτυχε. Στέφανόν τε ἄνδρα Ῥωμαῖον παρὰ βασιλέα πρεσβευτὴν ἔπεμψε, τὸν μὲν πόλεμον τόνδε καταλύειν αἰτῶν, ἐνσπόνδους δὲ Γότθους ποιεῖσθαι, ἐφ' ᾧ δὴ αὐτῷ ξυμμαχήσουσιν [7] ἐπὶ πολεμίους τοὺς ἄλλους ἰόντι. βασιλεὺς δὲ Ἰουστινιανὸς οὔτε τὸν πρεσβευτήν οἱ ἐς ὄψιν ἐλθεῖν ξυνεχώρησεν οὔτε τινὰ τῶν λεγομένων ἐντροπὴν τὸ [8] παράπαν πεποίηται. ἅπερ ἐπεὶ Τουτίλας ἤκουσεν, αὖθις τὰ ἐς τὸν πόλεμον ἐν παρασκευῇ ἐποιεῖτο. ξύμφορον δέ οἱ ἔδοξεν εἶναι, Κεντουκελλῶν ἀποπειρασαμένῳ [9] πρότερον οὕτω δὴ ἐπὶ Σικελίαν ἰέναι. ἦρχε δὲ τότε τοῦ ἐνταῦθα φυλακτηρίου Διογένης, ὁ Βελισαρίου [10] δορυφόρος, δύναμιν ἀξιόχρεων ξὺν αὑτῷ ἔχων. καὶ ὁ μὲν Γότθων στρατὸς, ἐπειδὴ ἐς Κεντουκέλλας ἀφίκοντο, ἄγχιστα τοῦ περιβόλου ἐνστρατοπεδευσάμενοι [11] ἐς πολιορκίαν καθίσταντο. πρέσβεις δὲ πέμψας παρὰ Διογένην ὁ Τουτίλας, αὐτόν τε προὐκαλεῖτο καὶ τοὺς ἀμφ' αὐτὸν στρατιώτας, ἢν μὲν σφίσι βουλομένοις ᾖ μάχῃ πρὸς αὐτοὺς διακρίνεσθαι, ἔργου ἔχεσθαι αὐτίκα [12] δὴ μάλα. ἐν ἐλπίδι τε παρῄνει μηδεμιᾷ ἔχειν, δύναμιν [13] ἑτέραν τινὰ ἐκ βασιλέως σφίσιν ἀφίξεσθαι. ἀδύνατον γὰρ Ἰουστινιανὸν τὸ λοιπὸν εἶναι πόλεμον πρὸς Γότθους τόνδε διενεγκεῖν, εἴ τῳ ἱκανὰ τεκμηριῶσαι τὰ [μετὰ] χρόνου τοσούτου ἐπὶ τῆς Ῥώμης ξυμβάντα.
[14] αἵρεσιν οὖν προὐτείνετο ἑλέσθαι ὁποτέραν ἂν αὐτοὶ βούλοιντο, ἢ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τῷ Γότθων στρατῷ ἀναμίγνυσθαι, ἢ κακῶν ἀπαθέσιν ἐνθένδε ἀπαλλασσομένοις [15] ἐπὶ Βυζαντίου κομίζεσθαι. Ῥωμαῖοι δὲ καὶ Διογένης οὔτε μάχῃ διακρίνεσθαι βουλομένοις σφίσιν αὐτοῖς ἔφασκον εἶναι οὔτε μέντοι ἀναμίγνυσθαι τῷ Γότθων στρατῷ, ἐπεὶ παίδων τε καὶ γυναικῶν τῶν [16] σφετέρων χωρὶς βιοτεύειν οὐκ ἂν δύναιντο. πόλιν δὲ, ἧσπερ φυλακὴν ἔχουσιν, ἐν μὲν τῷ παρόντι λόγῳ τινὶ εὐπρεπεῖ ἐνδοῦναι οὐδαμῆ ἔχειν, ἐπεὶ οὐδέ τις σκῆψις αὐτοῖς, ἄλλως τε καὶ παρὰ βασιλέα στέλλεσθαι [17] βουλομένοις, τανῦν πάρεστιν· ἐς χρόνον δὲ ἀναβαλέσθαι τινὰ τὴν πρᾶξιν ἐδέοντο, ἐφ' ᾧ βασιλεῖ μὲν ἐν τούτῳ τὰ σφίσι παρόντα σημήνωσιν, οὐδεμιᾶς δὲ μεταξὺ βοηθείας ἐκ βασιλέως ἐνταῦθα ἰούσης οὕτω δὴ ἀπαλλάσσοιντο, Γότθοις μὲν τὴν πόλιν ἐνδόντες, οὐκ ἀπροφάσιστον δὲ αὐτοὶ τὴν ἀναχώρησιν ποιησάμενοι.
[18] ταῦτα ἐπεὶ Τουτίλαν ἤρεσκε, τακτὴ ἡμέρα ξυνέκειτο, ἄνδρες δὲ τριάκοντα ἑκατέρωθεν ἐν ὁμήρων λόγῳ ἐπὶ τῇ ὁμολογίᾳ δέδονται ταύτῃ καὶ Γότθοι τὴν προσεδρείαν [19] διαλύσαντες ἐπὶ Σικελίας ἐχώρησαν. ἐπεὶ δὲ ἀφίκοντο ἐς τὸ Ῥήγιον, οὐ πρότερον διέβησαν τὸν τῇδε πορθμὸν, ἕως φρουρίου τοῦ ἐν Ῥηγίῳ ἀπεπειράσαντο.
[20] ἦρχον δὲ τοῦ ἐνταῦθα φυλακτηρίου Θουριμούθ τε καὶ Ἱμέριος, οὕσπερ Βελισάριος ἐνταῦθα καταστησάμενος [21] ἔτυχεν. οἵπερ ἐπεὶ πολλούς τε καὶ ἀρίστους ξὺν αὑτοῖς εἶχον, τειχομαχοῦντάς τε ἀπεκρούσαντο τοὺς πολεμίους καὶ ἐπεξελθόντες τὸ πλέον ἐν ξυμβολῇ [22] ἔσχον. ὕστερον μέντοι πλήθει τῶν ἐναντίων παρὰ πολὺ ἐλασσούμενοι ἐντὸς τοῦ περιβόλου κατακλεισθέντες [23] ἡσύχαζον. Τουτίλας δὲ μοῖραν μὲν τοῦ Γότθων στρατοῦ αὐτοῦ εἴασε φρουρᾶς ἕνεκα, τῶν ἐπιτηδείων τῇ ἀπορίᾳ χρόνῳ ὑστέρῳ ἐξαιρήσειν καραδοκῶν τοὺς ταύτῃ Ῥωμαίους, ἐς δὲ Ταραντηνοὺς στράτευμα πέμψας τὸ ἐκείνῃ φρούριον παρεστήσατο οὐδενὶ πόνῳ, καὶ Γότθοι δὲ, οὕσπερ ἐλίπετο ἐν Πικηνῶν τῇ χώρᾳ, πόλιν Ἀρίμινον τηνικάδε προδοσίᾳ εἷλον.
[24] Ταῦτα ἀκούσας Ἰουστινιανὸς βασιλεὺς Γερμανὸν τὸν ἀνεψιὸν τὸν αὑτοῦ αὐτοκράτορα ἐβούλευσε πολέμου τοῦ πρὸς Γότθους τε καὶ Τουτίλαν καταστήσασθαι, καί οἱ ἐν παρασκευῇ ἐπέστελλεν εἶναι· ἐπεί τε ὁ περὶ τούτου λόγος ἐς Ἰταλίαν ἦλθε, Γότθοι μὲν ἐν φροντίδι μεγάλῃ ἐγένοντο. δεξιὰ γάρ τις ἡ ἀμφὶ Γερμανῷ [25] δόξα ἐς πάντας ἀνθρώπους οὖσα ἐτύγχανεν. εὐέλπιδες δὲ Ῥωμαῖοί τε γεγενημένοι εὐθὺς ἅπαντες καὶ οἱ τοῦ βασιλέως στρατοῦ τῷ τε κινδύνῳ καὶ τῇ ταλαιπωρίᾳ [26] πολλῷ ἔτι μᾶλλον ἀντεῖχον. ἀλλὰ βασιλεὺς οὐκ οἶδα ὅπως μεταμαθὼν Λιβέριον ἄνδρα Ῥωμαῖον, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐς τὸ ἔργον καταστήσασθαι [27] ἀντὶ Γερμανοῦ ἔγνω. καὶ ὁ μὲν παρασκευασάμενος ὡς τάχιστα, ὅτι δὴ αὐτίκα ξὺν στρατῷ ἀποπλεύσει, ἐπίδοξος ἦν. ἀλλ' ἐπεὶ βασιλεῖ μετέμελεν [28] αὖθις, ἡσυχῆ καὶ αὐτὸς ἔμενε. τότε δὴ Βῆρος ξὺν ἀνδράσιν, οὓς ἀγείρας μαχιμωτάτους ἀμφ' αὑτὸν ἔτυχε, Γότθοις τοῖς ἐν Πικηνῷ οὖσιν ἐς χεῖρας ἐλθὼν πόλεως Ῥαβέννης οὐ πολλῷ ἄποθεν, τῶν τε ἑπομένων πολλοὺς ἀποβάλλει καὶ αὐτὸς θνήσκει, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος.
[38]
[1] Ὑπὸ τοῦτον τὸν χρόνον στράτευμα Σκλαβηνῶν οὐ πλέον ἢ ἐς τρισχιλίους ἀγηγερμένοι, ποταμόν τε Ἴστρον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, διέβησαν, καὶ πόνῳ οὐδενὶ ποταμὸν Εὗρον εὐθὺς διαβάντες [2] δίχα ἐγένοντο. εἶχε δὲ αὐτῶν ἁτέρα μὲν συμμορία ὀκτακοσίους τε καὶ χιλίους, ἡ δὲ δὴ ἑτέρα τοὺς καταλοίπους.
[3] ἑκατέροις μὲν οὖν καίπερ ἀλλήλων ἀπολελειμμένοις ἐς χεῖρας ἐλθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔν τε Ἰλλυριοῖς καὶ Θρᾳξὶν, ἡσσήθησάν τε ἐκ τοῦ ἀπροσδοκήτου καὶ οἱ μὲν αὐτοῦ διεφθάρησαν, [4] οἱ δὲ κόσμῳ οὐδενὶ διαφυγόντες ἐσώθησαν. ἐπεὶ δὲ οἱ στρατηγοὶ πάντες οὕτω παρ' ἑκατέρων τῶν βαρβαρικῶν στρατοπέδων, καίπερ ἐλασσόνων παρὰ πολὺ ὄντων, ἀπήλλαξαν, Ἀσβάδῳ ἡ ἑτέρα τῶν πολεμίων [5] ξυμμορία ξυνέμιξεν. ἦν δὲ οὗτος ἀνὴρ βασιλέως μὲν Ἰουστινιανοῦ δορυφόρος, ἐπεὶ ἐς τοὺς Κανδιδάτους καλουμένους τελῶν ἔτυχε, τῶν δὲ ἱππικῶν καταλόγων ἦρχεν, οἳ ἐν Τζουρουλῷ τῷ ἐν Θρᾴκῃ φρουρίῳ ἐκ [6] παλαιοῦ ἵδρυνται, πολλοί τε καὶ ἄριστοι ὄντες. καὶ αὐτοὺς οἱ Σκλαβηνοὶ τρεψάμενοι οὐδενὶ πόνῳ πλείστους μὲν αἰσχρότατα φεύγοντας ἔκτειναν, Ἄσβαδον δὲ καταλαβόντες ἐν μὲν τῷ παραυτίκα ἐζώγρησαν, ὕστερον δὲ αὐτὸν ἐς πυρὸς ἐμβεβλημένον φλόγα ἔκαυσαν, ἱμάντας πρότερον ἐκ τοῦ νώτου τοῦ ἀνθρώπου ἐκδείραντες.
[7] ταῦτα διαπεπραγμένοι τὰ χωρία ξύμπαντα, τά τε Θρᾳκῶν καὶ Ἰλλυριῶν, ἀδεέστερον ἐληΐζοντο, καὶ φρούρια πολλὰ πολιορκίᾳ ἑκάτεροι εἷλον, οὔτε τειχομαχήσαντες πρότερον, οὔτε ἐς τὸ πεδίον καταβῆναι τολμήσαντες, ἐπεὶ οὐδὲ γῆν τὴν Ῥωμαίων καταθεῖν ἐγκεχειρήκασι [8] οἱ βάρβαροι οὗτοι πώποτε. οὐ μὴν οὐδὲ στρατῷ ποταμὸν Ἴστρον φαίνονται διαβεβηκότες ἐκ τοῦ παντὸς χρόνου, πλήν γε δὴ ἐξ ὅτου μοι ἔμπροσθεν εἴρηται.
[9] Οὗτοι δὲ οἱ τὸν Ἄσβαδον νενικηκότες μέχρι ἐς θάλασσαν ληϊσάμενοι ἐφεξῆς ἅπαντα καὶ πόλιν ἐπιθαλασσίαν τειχομαχήσαντες εἷλον, καίπερ στρατιωτῶν φρουρὰν ἔχουσαν, Τόπηρον ὄνομα· ἣ πρώτη μὲν Θρᾳκῶν τῶν παραλίων ἐστὶ, τοῦ δὲ Βυζαντίου διέχει ὁδῷ ἡμερῶν δυοκαίδεκα. εἷλον δὲ αὐτὴν τρόπῳ τοιῷδε.
[10] οἱ μὲν πλεῖστοι ἐν δυσχωρίαις πρὸ τοῦ περιβόλου σφᾶς αὐτοὺς ἔκρυψαν, ὀλίγοι δέ τινες ἀμφὶ τὰς πύλας γενόμενοι, αἳ πρὸς ἀνίσχοντά εἰσιν ἥλιον, τοὺς ἐν ταῖς [11] ἐπάλξεσι Ῥωμαίους ἠνώχλουν. ὑποτοπήσαντες δὲ οἱ στρατιῶται, ὅσοι τὸ ἐνταῦθα φυλακτήριον εἶχον, οὐ πλείους αὐτοὺς ἢ ὅσοι καθεωρῶντο εἶναι, ἀνελόμενοι [12] αὐτίκα τὰ ὅπλα ἐξίασιν ἐπ' αὐτοὺς ἅπαντες. οἱ δὲ βάρβαροι ὀπίσω ἀνέστρεφον, δόκησιν παρεχόμενοι τοῖς ἐπιοῦσιν ὅτι δὴ αὐτοὺς κατωρρωδηκότες ἐς ὑπαγωγὴν χωροῦσι· καὶ οἱ Ῥωμαῖοι ἐς τὴν δίωξιν ἐκπεπτωκότες [13] πόρρω που τοῦ περιβόλου ἐγένοντο. ἀναστάντες οὖν οἱ ἐκ τῶν ἐνεδρῶν κατόπισθέν τε τῶν διωκόντων γενόμενοι ἐσιτητὰ σφίσιν ἐς τὴν πόλιν οὐκέτι ἐποίουν.
[14] ἀναστρέψαντες δὲ καὶ οἱ φεύγειν δοκοῦντες ἀμφιβόλους ἤδη τοὺς Ῥωμαίους πεποίηνται. οὓς δὴ ἅπαντας οἱ βάρβαροι διαφθείραντες τῷ περιβόλῳ προσέβαλον.
[15] οἱ δὲ τῆς πόλεως οἰκήτορες τῶν στρατιωτῶν τῆς δυνάμεως ἐστερημένοι, γίνονται μὲν ἐν ἀμηχανίᾳ πολλῇ, καὶ ὣς δὲ τοὺς ἐπιόντας ἐκ τῶν παρόντων ἠμύνοντο.
[16] καὶ πρῶτα μὲν ἔλαιόν τε καὶ πίσσαν ἐπὶ πλεῖστον θερμήναντες τῶν τειχομαχούντων κατέχεον, καὶ λίθων βολαῖς πανδημεὶ ἐς αὐτοὺς χρώμενοι τοῦ ἀπεῶσθαι [17] τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο. ἔπειτα δὲ αὐτοὺς πλήθει βελῶν οἱ βάρβαροι βιασάμενοι ἐκλιπεῖν τε τὰς ἐπάλξεις ἠνάγκασαν καὶ κλίμακας τῷ περιβόλῳ [18] ἐρείσαντες κατὰ κράτος τὴν πόλιν εἷλον. ἄνδρας μὲν οὖν ἐς πεντακισχιλίους τε καὶ μυρίους εὐθὺς ἅπαντας ἔκτειναν καὶ πάντα τὰ χρήματα ἐληΐσαντο, παῖδας δὲ [19] καὶ γυναῖκας ἐν ἀνδραπόδων πεποίηνται λόγῳ. καίτοι τὰ πρότερα οὐδεμιᾶς ἡλικίας ἐφείσαντο, ἀλλ' αὐτοί τε καὶ ἡ συμμορία ἡ ἑτέρα, ἐξ ὅτου δὴ τῇ Ῥωμαίων ἐπέσκηψαν χώρᾳ, τοὺς παραπίπτοντας ἡβηδὸν ἅπαντας ἔκτεινον. ὥστε γῆν ἅπασαν, ἥπερ Ἰλλυριῶν τε καὶ Θρᾳκῶν ἐστι, νεκρῶν ἔμπλεων ἐπὶ πλεῖστον ἀτάφων [20] γενέσθαι. ἔκτεινον δὲ τοὺς παραπίπτοντας οὔτε ξίφει οὔτε δόρατι οὔτε τῳ ἄλλῳ εἰωθότι τρόπῳ, ἀλλὰ σκόλοπας ἐπὶ τῆς γῆς πηξάμενοι ἰσχυρότατα, ὀξεῖς τε αὐτοὺς ἐς τὰ μάλιστα ποιησάμενοι, ἐπὶ τούτων ξὺν βίᾳ πολλῇ τοὺς δειλαίους ἐκάθιζον, τήν τε σκολόπων ἀκμὴν γλουτῶν κατὰ μέσον ἐνείροντες ὠθοῦντές τε ἄχρι ἐς τῶν ἀνθρώπων τὰ ἔγκατα, οὕτω δὴ αὐτοὺς [21] διαχρήσασθαι ἠξίουν. καὶ ξύλα δὲ παχέα τέτταρα ἐπὶ πλεῖστον ἐς γῆν κατορύξαντες οἱ βάρβαροι οὗτοι, ἐπ' αὐτῶν τε χεῖράς τε καὶ πόδας τῶν ἡλωκότων δεσμεύοντες, εἶτα ῥοπάλοις αὐτοὺς κατὰ κόρρης ἐνδελεχέστατα παίοντες, ὡς δὴ κύνας ἢ ὄφεις ἢ ἄλλο τι θηρίον [22] διέφθειρον. ἄλλους δὲ ξύν τε βουσὶ καὶ προβάτοις, ὅσα δὴ ἐπάγεσθαι ἐς τὰ πάτρια ἤθη ὡς ἥκιστα εἶχον, ἐν τοῖς δωματίοις καθείρξαντες, οὐδεμιᾷ φειδοῖ ἐνεπίμπρασαν. οὕτω μὲν Σκλαβηνοὶ τοὺς ἐντυχόντας ἀεὶ [23] ἀνῄρουν. ἀλλὰ νῦν αὐτοί τε καὶ οἱ τῆς ἑτέρας συμμορίας, ὥσπερ τῷ τῶν αἱμάτων μεθύοντες πλήθει, ζωγρεῖν τὸ ἐνθένδε ἠξίουν τῶν παραπεπτωκότων τινὰς, καὶ ἀπ' αὐτοῦ μυριάδας αἰχμαλώτων ἐπαγόμενοι ἀριθμοῦ κρείσσους ἐπ' οἴκου ἀπεκομίσθησαν ἅπαντες.
[39]
[1] Ὕστερον δὲ Γότθοι τῷ Ῥηγίνων προσέβαλον ὀχυρώματι, οἱ δὲ πολιορκούμενοι καρτερώτατα σφᾶς ἀμυνόμενοι ἀπεκρούοντο, ἔργα τε ὁ Θουριμοὺθ ἐπεδείκνυτο [2] ἀεὶ ἐς αὐτοὺς ἀρετῆς ἄξια. γνοὺς δὲ ὁ Τουτίλας ἐνδεῖν τοῖς πολιορκουμένοις τὰ ἐπιτήδεια, μοῖραν μὲν τοῦ στρατοῦ αὐτοῦ εἴασε φυλακῆς ἕνεκα, ὅπως δὴ οἱ πολέμιοι μηδὲν μὲν τοῦ λοιποῦ ἐσκομίζωνται, ἀπορίᾳ δὲ τῶν ἀναγκαίων σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον Γότθοις ἐνδώσουσιν· αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Σικελίαν διαπορθμευσάμενος τῷ Μεσηνῶν [3] προσέβαλε τείχει. καί οἱ Δομνεντίολος ὁ Βούζου ἀδελφιδοῦς, ὅσπερ τῶν τῇδε Ῥωμαίων ἦρχεν, ὑπαντιάσας τε πρὸ τοῦ περιβόλου καὶ ἐς χεῖρας ἐλθὼν οὐκ [4] ἔλασσον ἔσχεν. αὖθις δὲ ἐν τῇ πόλει γενόμενος φυλακῆς τε τῆς ἐνταῦθα ἐπιμελούμενος ἡσυχίαν ἦγε. Γότθοι δὲ, μηδενὸς σφίσιν ἐπεξιόντος, ἐληΐσαντο Σικελίαν [5] σχεδόν τι ὅλην. Ῥωμαῖοι δὲ οἱ ἐν Ῥηγίῳ πολιορκούμενοι, ὧν δὴ Θουριμούθ τε καὶ Ἱμέριος ἦρχον, ὥσπερ μοι εἴρηται, τὰ γὰρ ἀναγκαῖα σφᾶς παντάπασιν ἐπελελοίπει, αὑτούς τε καὶ τὸ φρούριον ὁμολογίᾳ τοῖς πολεμίοις ἐνέδοσαν.
[6] Ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσε, στόλον τε ἀγείρας νηῶν καὶ στράτευμα λόγου ἄξιον ἐκ καταλόγων πεζῶν ἐν τῷ στόλῳ τούτῳ ἐνθέμενος, ἄρχοντά τε Λιβέριον αὐτοῖς ἐπιστήσας, πλεῖν κατὰ τάχος ἐπὶ Σικελίας ἐκέλευσε, καὶ τὴν νῆσον διασώσασθαι δυνάμει τῇ πάσῃ.
[7] ἀλλά οἱ ἄρχοντα τοῦ στόλου καταστησαμένῳ Λιβέριον αὐτίκα δὴ μάλα μετέμελεν. ἦν γὰρ ἐσχατογέρων τε ὁ [8] ἀνὴρ μάλιστα καὶ ἀμελέτητος πολεμίων ἔργων. Ἀρταβάνῃ τε ἀφεὶς τὰ ἐς αὐτὸν ἐγκλήματα πάντα καὶ στρατηγὸν καταλόγων τῶν ἐπὶ Θρᾴκης καταστησάμενος ἐς Σικελίαν εὐθὺς ἔπεμψε, στράτευμα μὲν οὐ πολὺ παρασχόμενος, ἐπιστείλας δὲ τὸν ξὺν τῷ Λιβερίῳ παραλαβεῖν στόλον, ἐπεὶ Λιβέριον ἐς Βυζάντιον μετεπέμπετο.
[9] αὐτοκράτορα δὲ τοῦ πρὸς Τουτίλαν τε καὶ Γότθους πολέμου Γερμανὸν κατεστήσατο τὸν αὑτοῦ ἀνεψιόν. ᾧ δὴ στράτευμα μὲν οὐ πολὺ ἔδωκε, χρήματα δὲ λόγου ἄξια παρασχόμενος στρατιὰν ἐπέστελλεν ἔκ τε Θρᾳκῶν καὶ Ἰλλυριῶν ἀξιολογωτάτην ἀγείραντι οὕτω δὴ στέλλεσθαι σπουδῇ ἐς τὴν Ἰταλίαν [10] πολλῇ. καί οἱ Φιλημούθ τε τὸν Ἔρουλον ξὺν τοῖς ἑπομένοις καὶ Ἰωάννην τὸν αὐτοῦ μὲν Γερμανοῦ κηδεστὴν, Βιταλιανοῦ δὲ ἀδελφιδοῦν (στρατηγὸς γὰρ ὢν τῶν ἐν Ἰλλυριοῖς καταλόγων διατριβὴν ἐνταῦθα εἶχε) ξὺν αὑτῷ ἐς τὴν Ἰταλίαν ἐπαγαγέσθαι ἐπήγγελλε.
[11] Τότε δὴ Γερμανὸν φιλοτιμία πολλή τις ἔσχε, Γότθων τὴν ἐπικράτησιν ἀναδήσασθαι, ὅπως οἱ Λιβύην τε καὶ Ἰταλίαν ἀνασώσασθαι περιέσται τῇ Ῥωμαίων [12] ἀρχῇ. Στότζα γὰρ τετυραννηκότος ἔν γε Λιβύῃ τὰ πρότερα καὶ τὸ Λιβύης κράτος βεβαιότατα ἤδη ἔχοντος αὐτὸς ἐκ βασιλέως σταλεὶς καὶ μάχῃ τοὺς στασιώτας παρὰ δόξαν νικήσας τήν τε τυραννίδα κατέπαυσε καὶ Λιβύην αὖθις ἀνεσώσατο τῇ Ῥωμαίων ἀρχῇ, ὥσπερ [13] μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. καὶ νῦν δὲ τῶν Ἰταλίας πραγμάτων ἐς τοῦτο τύχης ἐληλακότων, ἐς ὅ μοι ἔναγχος δεδιήγηται, μέγα δὴ ἐνθένδε περιβαλέσθαι κλέος ἐβούλετο ἅτε δὴ καὶ αὐτὴν ἰσχύσας [14] βασιλεῖ ἀνασώσασθαι. καὶ πρῶτα μὲν (ἐτετελευτήκει γάρ οἱ πολλῷ πρότερον ἡ γυνὴ Πασσάρα ὄνομα) Ματασοῦνθαν ἐν γαμετῆς ἐποιήσατο λόγῳ, τὴν Ἀμαλασούνθης τῆς Θευδερίχου θυγατρὸς παῖδα, Οὐιττίγιδος [15] ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος. ἤλπιζε γὰρ, ἢν ξὺν αὐτῷ ἐν τῷ στρατοπέδῳ ἡ γυνὴ εἴη, αἰσχύνεσθαι, ὡς τὸ εἰκὸς, Γότθους ὅπλα ἐπ' αὐτὴν ἀνελέσθαι, ἀναμνησθέντας τῆς Θευδερίχου τε καὶ Ἀταλαρίχου ἀρχῆς.
[16] ἔπειτα δὲ χρήματα μεγάλα τὰ μὲν ἐκ βασιλέως, τὰ δὲ πλείω οἴκοθεν οὐδεμιᾷ φειδοῖ προϊέμενος στρατιὰν ἐκ τοῦ ἀπροσδοκήτου πολλὴν ἀνδρῶν μαχιμωτάτων ἀγεῖραι [17] δι' ὀλίγου εὐπετῶς ἴσχυσε. Ῥωμαῖοί τε γὰρ, ἄνδρες ἀγαθοὶ τὰ πολέμια, τῶν ἀρχόντων πολλοὺς, ὧν δὴ δορυφόροι τε καὶ ὑπασπισταὶ ἦσαν, ἐν ὀλιγωρίᾳ πεποιημένοι, Γερμανῷ εἵποντο, ἔκ τε Βυζαντίου καὶ τῶν ἐπὶ Θρᾴκης χωρίων καὶ Ἰλλυριῶν οὐδέν τι ἧσσον, Ἰουστίνου τε καὶ Ἰουστινιανοῦ, τῶν αὐτοῦ παίδων, πολλὴν ἐνδειξαμένων περὶ ταῦτα σπουδὴν, ἐπεὶ καὶ [18] αὐτοὺς ἐπαγαγόμενος ἀπιὼν ᾤχετο. τινὰς δὲ καὶ ἐκ καταλόγων ἱππικῶν, οἳ ἐπὶ τῆς Θρᾴκης ἵδρυντο, δόντος [19] βασιλέως ξυνέλεξε. καὶ βάρβαροι πολλοὶ, οἵπερ ἀμφὶ ποταμὸν Ἴστρον διατριβὴν εἶχον, κατὰ κλέος τοῦ Γερμανοῦ ἥκοντες καὶ χρήματα πολλὰ κεκομισμένοι ἀνεμίγνυντο [20] τῷ Ῥωμαίων στρατῷ. ἄλλοι τε βάρβαροι ἐκ πάσης ἀγειρόμενοι ξυνέρρεον γῆς. καὶ ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος ὁπλίτας χιλίους ἐν παρασκευῇ πεποιημένος αὐτίκα δὴ μάλα ὑπέσχετο πέμψειν.
[21] Τούτων δὴ καὶ πλειοτέρων ἐς τὴν Ἰταλίαν ἀγγελλομένων, οἷα δὴ ἐξεργάζεσθαι εἴωθεν ἐς τὰ ἀνθρώπεια προϊοῦσα ἡ φήμη, Γότθοι ἅμα μὲν ἔδεισαν, ἅμα δὲ καὶ ἐν ἀπόρῳ ἐγένοντο, εἰ σφίσιν ἐς γένος τὸ Θευδερίχου [22] πολεμητέα εἴη. στρατιῶται δὲ Ῥωμαίων, ὅσοι Γότθοις ἐτύγχανον ἀκούσιοι ξυστρατεύοντες, ἄγγελον πέμψαντες Γερμανῷ σημαίνειν ἐκέλευον ὡς, ἐπειδὰν τάχιστα ἐν Ἰταλίᾳ γενόμενον αὐτὸν ἴδοιεν, ἐνστρατοπεδευομένην τε τὴν αὐτοῦ στρατιὰν, καὶ αὐτοὶ οὐδέν [23] τι μελλήσαντες ξὺν ἐκείνοις τετάξονται πάντως. οἷς δὴ ἅπασι θαρσήσαντες οἱ τοῦ βασιλέως στρατοῦ ἔν τε Ῥαβέννῃ καὶ εἴ που ἄλλη πόλις σφίσι λελεῖφθαι τετύχηκεν, εὐέλπιδες ἰσχυρότατα γεγενημένοι, τὰ χωρία [24] βασιλεῖ ἐς τὸ ἀκριβὲς φυλάσσειν ἠξίουν. ἀλλὰ καὶ ὅσοι ξὺν τῷ Βήρῳ τὰ πρότερα ἢ ἄλλοις τισὶ τοῖς πολεμίοις ἐς χεῖρας ἐλθόντες ἡσσημένοι τε τῶν ἐναντίων ἐν τῇ ξυμβολῇ διέφυγόν τε καὶ σκεδαννύμενοι περιῄεσαν, ὅπη ἑκάστῳ τετύχηκεν, ἐπειδὴ ὁδῷ ἰέναι Γερμανὸν ἤκουσαν, ἀθρόοι ἐν Ἰστρίᾳ γεγενημένοι, ἐνταῦθά τε τὸ στράτευμα τοῦτο προσδεχόμενοι, ἡσυχῆ ἔμενον [25] τότε δὴ ὁ Τουτίλας, ἡμέρα γὰρ ἡ ξυγκειμένη αὐτῷ τε καὶ Διογένει ἀμφὶ Κεντουκέλλαις εἱστήκει, πέμψας παρ' αὐτὸν ἐκέλευέν οἱ κατὰ τὰ ξυγκείμενα τὴν πόλιν [26] ἐνδοῦναι. Διογένης δὲ τούτου δὴ κύριος ἔφασκεν αὐτὸς οὐκέτι εἶναι. ἀκηκοέναι γὰρ αὐτοκράτορα τοῦδε τοῦ πολέμου τὸν Γερμανὸν καταστῆναί τε καὶ ξὺν τῷ [27] στρατῷ οὐκ ἄποθεν εἶναι. τῶν δὲ ὁμήρων βουλομένῳ οἱ αὐτῷ εἶναι τοὺς μὲν σφετέρους ἀπολαβεῖν, τοὺς δὲ [28] πρὸς Γότθων σφίσι δεδομένους ἀποτιννύναι. τούς τε σταλέντας ἀποπεμψάμενος τοῦ τῆς πόλεως φυλακτηρίου ἐπεμελεῖτο, Γερμανόν τε καὶ τὸ ξὺν αὐτῷ καραδοκῶν [29] στράτευμα. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε, καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
[40]
[1] Γερμανοῦ δὲ τὸ στράτευμα ἐν Σαρδικῇ, τῇ Ἰλλυριῶν πόλει, ἀγείραντός τε καὶ διέποντος, ἅπαντά τε ἰσχυρότατα ἐξαρτυομένου τὰ ἐς τὴν τοῦ πολέμου παρασκευὴν, Σκλαβηνῶν ὅμιλος ὅσος οὔπω πρότερον ἀφίκετο ἐς Ῥωμαίων τὴν γῆν. Ἴστρον τε ποταμὸν [2] διαβάντες ἀμφὶ Νάϊσον ἦλθον. ὧν δὴ ὀλίγους τινὰς ἀποσκεδασθέντας μὲν τοῦ στρατοπέδου, πλανωμένους δὲ καὶ κατὰ μόνας περιιόντας τὰ ἐκείνῃ χωρία τῶν τινες Ῥωμαίων καταλαβόντες τε καὶ ξυνδήσαντες ἀνεπυνθάνοντο ὅτου δὴ ἕνεκα οὗτος δὴ ὁ τῶν Σκλαβηνῶν στρατὸς καὶ ὅ τι κατεργασόμενοι διέβησαν ποταμὸν [3] Ἴστρον. οἱ δὲ ἰσχυρίσαντο ὡς Θεσσαλονίκην τε αὐτὴν καὶ πόλεις τὰς ἀμφ' αὐτὴν πολιορκίᾳ ἐξαιρήσοντες ἥκοιεν. ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσεν, ἄγαν τε ξυνεταράχθη καὶ πρὸς Γερμανὸν εὐθὺς ἔγραψεν, ὁδὸν μὲν ἐν τῷ παραυτίκα τὴν ἐπὶ Ἰταλίαν ἀναβαλέσθαι, Θεσσαλονίκῃ δὲ καὶ πόλεσι ταῖς ἄλλαις ἀμῦναι, καὶ τὴν Σκλαβηνῶν ἔφοδον ὅση δύναμις ἀποκρούσασθαι.
[4] καὶ Γερμανὸς μὲν ἀμφὶ ταῦτα διατριβὴν εἶχε. Σκλαβηνοὶ δὲ γνόντες διαρρήδην πρὸς τῶν αἰχμαλώτων [5] Γερμανὸν ἐν Σαρδικῇ εἶναι ἐς δέος ἦλθον. μέγα γὰρ ὄνομα ἐς τούτους δὴ τοὺς βαρβάρους ὁ Γερμανὸς εἶχεν ἐξ αἰτίας τοιᾶσδε. ἡνίκα Ἰουστινιανὸς ὁ Γερμανοῦ θεῖος τὴν βασιλείαν εἶχεν, Ἄνται, οἳ Σκλαβηνῶν ἄγχιστα ᾤκηνται, Ἴστρον ποταμὸν διαβάντες στρατῷ [6] μεγάλῳ ἐσέβαλον ἐς Ῥωμαίων τὴν γῆν. ἐτύγχανε δὲ Γερμανὸν βασιλεὺς Θρᾴκης ὅλης στρατηγὸν καταστησάμενος οὐ πολλῷ πρότερον. ὃς δὴ ἐς χεῖρας ἐλθὼν τῷ τῶν πολεμίων στρατῷ κατὰ κράτος τε μάχῃ νικήσας σχεδόν τι ἅπαντας ἔκτεινε, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ὁ Γερμανὸς ἐς πάντας ἀνθρώπους καὶ διαφερόντως ἐς τούτους δὴ τοὺς βαρβάρους περιεβάλετο. [7] δειμαίνοντες οὖν αὐτὸν, ὥσπερ μοι εἴρηται, Σκλαβηνοὶ, ἅμα δὲ καὶ δύναμιν ἀξιολογωτάτην αὐτὸν ἐπάγεσθαι οἰόμενοι ἅτε πρὸς βασιλέως στελλόμενον ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὁδοῦ μὲν εὐθὺς τῆς ἐπὶ Θεσσαλονίκην ἀπέσχοντο, ἐς δὲ τὸ πεδίον καταβῆναι οὐκέτι ἐτόλμων, ἀλλὰ ξύμπαντα τὰ ὄρη τὰ Ἰλλυριῶν διαμείψαντες ἐν [8] Δαλματίᾳ ἐγένοντο. ὧν δὴ ὁ Γερμανὸς ἀφροντιστήσας πάσῃ ἐπήγγελλε τῇ στρατιᾷ ξυσκευάζεσθαι, ὡς ἡμέραιν δυοῖν ὕστερον ὁδοῦ ἐνθένδε τῆς ἐπὶ τὴν [9] Ἰταλίαν ἀρξόμενος. ἀλλά τις αὐτῷ ξυνέπεσε τύχη νοσήσαντι ἐξαπιναίως τὸν βίον διαμετρήσασθαι. εὐθυωρόν τε ὁ Γερμανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ ἀνδρεῖός τε καὶ δραστήριος ἐς τὰ μάλιστα, ἐν μὲν τῷ πολέμῳ στρατηγός τε ἄριστος καὶ αὐτουργὸς δεξιὸς, ἐν δὲ εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασι τά τε νόμιμα καὶ τὸν τῆς πολιτείας κόσμον βεβαιότατα φυλάσσειν ἐξεπιστάμενος, δικάσας μὲν ὀρθότατα πάντων μάλιστα, χρήματα δὲ τοῖς δεομένοις ἅπασι δεδανεικὼς μεγάλα καὶ τόκον οὐδ' ὅσον λόγῳ κεκομισμένος πρὸς αὐτῶν πώποτε, ἐν Παλατίῳ μὲν καὶ τῇ ἀγορᾷ ἐμβριθέστατός τε καὶ σοβαρὸς ἄγαν, ἑστιάτωρ δὲ καθ' ἡμέραν οἴκοι ἡδύς τε καὶ ἐλευθέριος καὶ ἐπίχαρις, οὐδέ τι ἐν Παλατίῳ ἁμαρτάνεσθαι παρὰ τὰ εἰωθότα ὅση δύναμις ξυγχωρῶν, οὐδὲ στασιώταις τοῖς ἐν Βυζαντίῳ τῆς βουλήσεως ἢ τῆς ὁμιλίας μεταλαχὼν πώποτε, καίπερ καὶ τῶν ἐν δυνάμει πολλῶν ἐς τοῦτο ἀτοπίας ἐληλακότων. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε.
[10] Βασιλεὺς δὲ τοῖς ξυμπεσοῦσι περιώδυνος γεγονὼς Ἰωάννην ἐκέλευε, τὸν Βιταλιανοῦ μὲν ἀδελφιδοῦν, Γερμανοῦ δὲ γαμβρὸν, ξὺν Ἰουστινιανῷ θατέρῳ τοῖν Γερμανοῦ παίδοιν τῷ στρατῷ τούτῳ ἐς τὴν Ἰταλίαν [11] ἡγήσασθαι. καὶ οἱ μὲν τὴν ἐπὶ Δαλματίας ᾔεσαν, ὡς ἐν Σάλωσι διαχειμάσοντες, ἐπεὶ ἀδύνατα σφίσιν ᾤοντο εἶναι τηνικάδε τοῦ καιροῦ περιιοῦσι τὴν τοῦ κόλπου περίοδον ἐς Ἰταλίαν κομίζεσθαι· διαπορθμεύεσθαι γὰρ [12] νηῶν σφίσιν οὐ παρουσῶν ἀμήχανα ἦν. Λιβέριος δὲ, οὔπω τι πεπυσμένος ὧνπερ βασιλεῖ ἀμφὶ τῷ στόλῳ τούτῳ μετέμελε, Συρακούσαις προσέσχε πολιορκουμέναις [13] πρὸς τῶν πολεμίων. βιασάμενός τε τοὺς ταύτῃ βαρβάρους ἔς τε τὸν λιμένα κατῆρε καὶ παντὶ τῷ στόλῳ [14] ἐντὸς τοῦ περιβόλου ἐγένετο. καὶ Ἀρταβάνης δὲ οὐ πολλῷ ὕστερον ἐν Κεφαλωνίᾳ γενόμενος, ἐπειδὴ τοὺς ἀμφὶ Λιβέριον ἤδη ἐνθένδε ἀναχθέντας ἐπὶ Σικελίας κεχωρηκέναι ἔγνω, ἄρας ἐνθένδε πέλαγος αὐτίκα τὸ [15] Ἀδριατικὸν καλούμενον διέβη. ἐπεὶ δὲ Καλαβρῶν ἀγχοῦ ἐγένετο, χειμῶνός οἱ ἐξαισίου ἐπιπεσόντος καὶ τοῦ πνεύματος σκληροῦ τε ὑπεράγαν ὄντος καὶ ἀπ' ἐναντίας σφίσιν ἰόντος, οὕτως ἁπάσας διασκεδάννυσθαι τὰς ναῦς ξυνηνέχθη, ὡς δοκεῖν ὅτι δὴ αἱ πολλαὶ ἐς τὴν Καλαβρίαν ἐξενεχθεῖσαι ὑπὸ τοῖς πολεμίοις [16] ἐγένοντο. οὐκ ἦν δὲ οὕτως, ἀλλὰ πρὸς τοῦ πνεύματος ξὺν βίᾳ πολλῇ διωθούμεναι ἀνέστρεφόν τε βιαζόμεναι ὑπερφυῶς καὶ αὖθις ἐν Πελοποννήσῳ ἐγένοντο. καὶ ταῖς ἄλλαις δὲ, ὅπη παρατύχῃ, ἢ διεφθάρθαι ἢ διασεσῶσθαι [17] τετύχηκε. ναῦς δὲ μία, ἐν ᾗ ἔπλει Ἀρταβάνης αὐτὸς, τοῦ ἱστοῦ οἱ ἐν τῷ σάλῳ τούτῳ ἀποκοπέντος, ἐς τοσόνδε κινδύνου ἐλθοῦσα, πρός τε τοῦ ῥοθίου φερομένη καὶ τῷ κλύδωνι ἐπισπομένη Μελίτῃ προσέσχε τῇ νήσῳ. οὕτω μὲν Ἀρταβάνην διασεσῶσθαι ἐκ τοῦ ἀπροσδοκήτου ξυνέπεσε.
[18] Λιβέριος δὲ οὔτε τοῖς πολιορκοῦσιν ἐπεξιέναι ἢ μάχῃ πρὸς αὐτοὺς οἷός τε ὢν διακρίνεσθαι, καὶ τῶν ἐπιτηδείων σφίσιν ἅτε πολλοῖς οὖσιν ἐς πλείω χρόνον οὐδαμῆ διαρκούντων, ἄρας ἐνθένδε ξὺν τοῖς ἑπομένοις καὶ τοὺς πολεμίους λαθὼν ἐς Πάνορμον ἀπεχώρησε.
[19] Τουτίλας δὲ καὶ Γότθοι σχεδόν τι ἅπαντα ληϊσάμενοι τὰ ἐπὶ Σικελίας χωρία ἵππων μὲν ἐπαγόμενοι καὶ ζῴων ἄλλων μέγα τι χρῆμα, σῖτον δὲ καὶ τοὺς ἄλλους καρποὺς ἅπαντας ἐκ τῆς νήσου μετενεγκόντες καὶ πάντα τὰ χρήματα, μεγάλα κομιδῆ ὄντα, ἐν τοῖς πλοίοις ἐνθέμενοι, τήν τε νῆσον ἐξαπιναίως ἐξέλιπον καὶ ἐς τὴν Ἰταλίαν ἀνέστρεφον, τρόπῳ ὁρμώμενοι [20] τοιῷδε. τῶν τινα Ῥωμαίων, Σπῖνον ὄνομα, ἐκ Σπολιτίου ὁρμώμενόν οἱ αὐτῷ πάρεδρον οὐ πολλῷ [21] πρότερον καταστησάμενος Τουτίλας ἔτυχεν. οὗτος ἀνὴρ ἐν πόλει Κατάνῃ, ἀτειχίστῳ οὔσῃ, διατριβὴν εἶχε. τύχη τέ τις αὐτῷ ξυνέβη ὑπὸ τοῖς πολεμίοις ἐνταῦθα [22] γενέσθαι. ὃν δὴ ῥύεσθαι ὁ Τουτίλας ἐπειγόμενος τῶν τινα ἐπιφανῶν γυναῖκα, αἰχμάλωτον οὖσαν, ἀφεῖναι [23] Ῥωμαίοις ἀντ' αὐτοῦ ἤθελε. γυναῖκα δὲ Ῥωμαῖοι οὐδαμῆ ἐδικαίουν ἀνταλλάξασθαι ἀνδρὸς τὴν τοῦ καλουμένου [24] κοιαίστωρος ἀρχὴν ἔχοντος. δείσας οὖν ὁ ἀνὴρ μὴ παρὰ τοῖς πολεμίοις διαφθαρείη, ὡμολόγησε Ῥωμαίοις αὐτίκα Τουτίλαν ἀναπείσειν Σικελίας μὲν ἀπανίστασθαι, παντὶ δὲ τῷ Γότθων στρατῷ ἐς Ἰταλίαν [25] διαπορθμεύσασθαι. καὶ οἱ μὲν ὅρκοις αὐτὸν σφίσιν ἀμφὶ ταύτῃ τῇ ὁμολογίᾳ καταληφθέντα Γότθοις ἀπέδοσαν, [26] ἀντ' αὐτοῦ τὴν γυναῖκα κεκομισμένοι. ὁ δὲ Τουτίλᾳ ἐς ὄψιν ἥκων οὐκ ἐπὶ τῷ σφετέρῳ ξυμφόρῳ Γότθους ἔφασκε Σικελίαν ληϊσαμένους σχεδόν τι ὅλην ὀλίγων τινῶν φρουρίων διατριβὴν ἐνταῦθα ἔχειν.
[27] ἔναγχος γὰρ ἰσχυρίζετο ἀκηκοέναι, ἡνίκα παρὰ τοῖς πολεμίοις ἐτύγχανεν ὢν, Γερμανὸν μὲν τὸν βασιλέως ἀνεψιὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι, Ἰωάννην δὲ τὸν αὐτοῦ κηδεστὴν καὶ Ἰουστινιανὸν τὸν αὐτοῦ παῖδα παντὶ τῷ πρὸς Γερμανοῦ συλλεγέντι στρατῷ εἶναι μὲν ἤδη ἐν Δαλματίᾳ, εὐθὺ δὲ Λιγουρίας αὐτίκα δὴ μάλα ξυσκευαζομένους ἐνθένδε χωρήσειν, ἐφ' ᾧ δὴ Γότθων ἐξ ἐπιδρομῆς παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσουσι καὶ χρήματα ληΐσονται πάντα, οἷσπερ ἡμᾶς ὑπαντιάζειν ἄμεινον ἂν εἴη ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς οἰκείοις διαχειμάζοντας.
[28] ἢν γὰρ ἐκείνων περιεσόμεθα, Σικελίας αὖθις ἅμα ἦρι ἀρχομένῳ παρέσται ἡμῖν ἀδεέστερον [29] ἐπιβήσεσθαι πολέμιον οὐδὲν ἐν νῷ ἔχουσι. ταύτῃ ὁ Τουτίλας τῇ ὑποθήκῃ ἀναπεισθεὶς φρουροὺς μὲν ἐν ὀχυρώμασι τέτρασιν εἴασεν, αὐτὸς δὲ ξύμπασαν τὴν λείαν ἐπαγόμενος παντὶ τῷ ἄλλῳ στρατῷ ἐς Ἰταλίαν διεπορθμεύσατο. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.
[30] Ἰωάννης δὲ καὶ ὁ βασιλέως στρατὸς ἀφικόμενοι ἐς Δαλματίαν ἐν Σάλωσι διαχειμάζειν ἔγνωσαν, ἐνθένδε μετὰ τὴν τοῦ χειμῶνος ὥραν εὐθὺ Ῥαβέννης ὁδῷ ἰέναι [31] διανοούμενοι. Σκλαβηνοὶ δὲ, οἵ τε τὰ πρότερα ἐν γῇ τῇ βασιλέως γενόμενοι, ὥσπερ μοι ἔναγχος δεδιήγηται, καὶ ἄλλοι οὐ πολλῷ ὕστερον Ἴστρον ποταμὸν διαβάντες καὶ τοῖς προτέροις ἀναμιχθέντες, κατέθεον ἐν πολλῇ [32] ἐξουσίᾳ τὴν Ῥωμαίων ἀρχήν. καί τινες μὲν ἐν ὑποψίᾳ εἶχον ὡς Τουτίλας τούτους δὴ τοὺς βαρβάρους χρήμασι πολλοῖς ἀναπείσας ἐπιπέμψειε τοῖς ταύτῃ Ῥωμαίοις, ὅπως δὴ βασιλεῖ ἀδύνατα εἴη τὸν πρὸς Γότθους πόλεμον ἀσχολίᾳ τῇ ἐς τούτους δὴ τοὺς βαρβάρους [33] εὖ διοικήσασθαι. εἴτε δὲ Τουτίλᾳ χαριζόμενοι εἴτε ἄκλητοι Σκλαβηνοὶ ἐνταῦθα ἦλθον οὐκ ἔχω εἰπεῖν. ἐς τρία μέντοι τέλη σφᾶς αὐτοὺς διελόντες οἱ βάρβαροι οὗτοι ἀνήκεστα ἐν Εὐρώπῃ τῇ ὅλῃ ἔργα εἰργάσαντο, οὐκ ἐξ ἐπιδρομῆς ληϊζόμενοι τὰ ἐκείνῃ χωρία, ἀλλ' ὥσπερ ἐν χώρᾳ οἰκείᾳ διαχειμάζοντες οὐδέν τε [34] δεδιότες πολέμιον. ὕστερον δὲ Ἰουστινιανὸς βασιλεὺς στρατιὰν ἀξιολογωτάτην ἐπ' αὐτοὺς ἔπεμψεν, ἧς ἄλλοι τε καὶ Κωνσταντιανὸς καὶ Ἀράτιος καὶ Ναζάρης ἡγοῦντο καὶ Ἰουστῖνος ὁ Γερμανοῦ παῖς καὶ Ἰωάννης, ὅνπερ [35] ἐπίκλησιν ἐκάλουν Φαγᾶν. ἐπιστάτην δὲ Σχολαστικὸν ἐφ' ἅπασι κατεστήσατο, τῶν ἐν Παλατίῳ εὐνούχων [36] ἕνα. οὗτος ὁ στρατὸς μοῖραν τῶν βαρβάρων καταλαμβάνουσιν ἀμφὶ Ἀδριανούπολιν, ἥπερ ἐπὶ Θρᾴκης ἐν μεσογείοις κεῖται, πέντε ἡμερῶν ὁδὸν Βυζαντίου [37] διέχουσα. καὶ πρόσω μὲν χωρεῖν οἱ βάρβαροι οὐκέτι εἶχον. λείαν γὰρ ἐπήγοντο ἀνθρώπων τε καὶ ζῴων ἄλλων καὶ [38] πάντων χρημάτων ἀριθμοῦ κρείσσονα. μένοντες δὲ αὐτοῦ ἠπείγοντο τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, τούτοις δὲ αὐτοῖς αἴσθησιν ὡς ἥκιστα παρεχόμενοι[. καὶ] οἱ μὲν Σκλαβηνοὶ ἐστρατοπεδεύοντο ἐς τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, Ῥωμαῖοι δὲ ἐν τῷ πεδίῳ οὐ πολλῷ ἄποθεν.
[39] χρόνου δὲ σφίσιν ἐν ταύτῃ τῇ προσεδρείᾳ τριβομένου συχνοῦ ἤσχαλλόν τε οἱ στρατιῶται καὶ δεινὰ ἐποιοῦντο, τοῖς στρατηγοῖς ἐπικαλοῦντες, ὅτι δὴ αὐτοὶ τὰ ἐπιτήδεια ξύμπαντα εὔπορα ἔχοντες ἅτε τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τοὺς στρατιώτας περιορῶσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένους καὶ οὐ βούλονται [40] τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι. οἷς δὴ οἱ στρατηγοὶ ἀναγκασθέντες τοῖς ἐναντίοις ξυνέμιξαν. καὶ γίνεται μὲν καρτερὰ μάχη, ἡσσῶνται δὲ κατὰ κράτος Ῥωμαῖοι.
[41] ἔνθα δὴ στρατιῶται μὲν πολλοί τε καὶ ἄριστοι θνήσκουσιν, οἱ δὲ στρατηγοὶ παρ' ὀλίγον ἐλθόντες ὑπὸ τοῖς πολεμίοις γενέσθαι ξὺν τοῖς καταλοίποις μόλις διαφυγόντες ἐσώθησαν, ὥς πη ἑκάστῳ δυνατὰ γέγονε. [42] καὶ Κωνσταντιανοῦ δὲ τὸ σημεῖον οἱ βάρβαροι εἷλον, τοῦ τε Ῥωμαίων στρατοῦ ἐς ὀλιγωρίαν τραπόμενοι [43] πρόσω ἐχώρουν. καὶ χώραν τὴν Ἀστικὴν καλουμένην ἐληΐζοντο κατ' ἐξουσίαν, ἀδῄωτον ἐκ παλαιοῦ οὖσαν, καὶ ἀπ' αὐτοῦ λείαν αὐτοὺς πολλήν τινα ἐνταῦθα εὑρεῖν ξυνηνέχθη· οὕτω δὲ χώραν πολλὴν ληϊζόμενοι ἄχρι ἐς τὰ μακρὰ τείχη ἀφίκοντο, ἅπερ ὀλίγῳ πλέον [44] ἢ ἡμέρας ὁδὸν Βυζαντίου διέχει. οὐ πολλῷ δὲ ὕστερον ὁ Ῥωμαίων στρατὸς τούτοις δὴ ἐπισπόμενοι τοῖς βαρβάροις, μοίρᾳ τε αὐτῶν ἐντυχόντες τινὶ καὶ ἐξαπιναίως [45] ἐς χεῖρας ἐλθόντες ἐτρέψαντο. καὶ τῶν μὲν πολεμίων πολλοὺς ἔκτειναν, Ῥωμαίων δὲ τῶν αἰχμαλώτων μέγα τι διεσώσαντο χρῆμα, τό τε Κωνσταντιανοῦ σημεῖον εὑρόντες ἀνείλοντο. οἱ δὲ λοιποὶ βάρβαροι ξὺν τῇ ἄλλῃ λείᾳ ἐπ' οἴκου ἀπεκομίσθησαν.