818 49 0 0 2 0 II-III d. C. Storiografia Cassius Dio XXII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 0

Cassius Dio - Historiae Romanae XXII

[73]   ὅτι Οὐιρίαθος ἀνὴρ Λυσιτανὸς ἀφανέστατος μὲν γένος ὥς γέ τισι δοκεῖ ὤν, περιβοητότατα δὲ ταῖς πράξεσι χρησάμενος, λῃστής τε γὰρ ἐκ ποιμένος, καὶ μετὰ τοῦτο καὶ στρατηγός. ἐπεφύκει γὰρ καὶ ἤσκητο τάχιστος μὲν διῶξαί τε καὶ φυγεῖν, ἰσχυρότατος δὲ ἐν [2] σταδίᾳ μάχῃ εἶναι· καὶ τήν τε τροφὴν τὴν ἀεὶ παροῦσαν καὶ τὸ ποτὸν τὸ προστυχὸν ἥδιστα ἐλάμβανεν, ὑπαίθριός τε τὸν πλείω τοῦ βίου χρόνον διῃτᾶτο, καὶ ταῖς αὐτοφυέσι στρωμναῖς ἠρκεῖτο. καὶ διὰ ταῦτα παντὸς μὲν καύματος παντὸς δὲ ψύχους κρείσσων ἦν, καὶ οὔθ' ὑπὸ λιμοῦ ποτε ἐπόνησεν οὔθ' ὑπὸ ἄλλης τινὸς ἀκηδίας ἐταλαιπώρησεν, ἅτε καὶ πάντων τῶν ἀναγκαίων ἐκ τῶν ἀεὶ [3] παρόντων ὡς καὶ ἀρίστων ἀπολαύων ἱκανώτατα. τοιούτου δ' αὐτῷ τοῦ σώματος καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τῆς ἀσκήσεως ὄντος, πολὺ ταῖς τῆς ψυχῆς ἀρεταῖς ὑπερέφερε. ταχὺς μὲν γὰρ πᾶν τὸ δέον ἐπινοῆσαι καὶ ποιῆσαι ἦν (τό τε γὰρ πρακτέον ἅμα ἐγίγνωσκε, καὶ τὸν καιρὸν αὐτοῦ ἠπίστατο), δεινὸς δὲ τά τε ἐμφανέστατα ἀγνοεῖν [4] καὶ τὰ ἀφανέστατα εἰδέναι προσποιήσασθαι. πρὸς δ' ἔτι καὶ στρατηγὸς καὶ ὑπηρέτης αὐτὸς ἑαυτοῦ ἐς πάντα ὁμοίως γιγνόμενος οὔτε ταπεινὸς οὔτε ἐπαχθὴς ἑωρᾶτο, ἀλλ' οὕτω πρός τε τὴν τοῦ γένους ἀσθένειαν καὶ πρὸς τὴν τῆς ἰσχύος ἀξίωσιν ἐκέκρατο ὥστε μήτε χείρων τινὸς μήτε κρείσσων δοκεῖν εἶναι. τό τε σύμπαν εἰπεῖν, οὔτε πλεονεξίας οὔτε δυναστείας ἢ καὶ ὀργῆς ἕνεκα τὸν πόλεμον, ἀλλὰ δι' αὐτὰ τὰ ἔργα αὐτοῦ ἐποιεῖτο, κἀκ τούτου τὰ μάλιστα καὶ φιλοπόλεμος καὶ εὐπόλεμος ἐλογίσθη. V. 62 (p. 614).

[74]

[1]    ὅτι ὁ Κλαύδιος ὁ συνάρχων Μετέλλου, πρός τε τὸ γένος ὠγκωμένος καὶ τῷ Μετέλλῳ φθονῶν, ἔτυχεν ἐν τῇ Ἰταλίᾳ λαχὼν ἄρχειν, καὶ πολέμιον οὐδὲν ἀποδεδειγμένον εἶχε, καὶ ἐπεθύμησε πάντως τινὰ ἐπινικίων πρόφασιν λαβεῖν, καὶ Σαλάσσους Γαλάτας μὴ ἐγκαλουμένους τι ἐξεπολέμωσε τοῖς Ῥωμαίοις. ἐπέμφθη γὰρ ὡς συμβιβάσων αὐτοὺς τοῖς ὁμοχώροις περὶ τοῦ ὕδατος τοῦ ἐς τὰ χρυσεῖα ἀναγκαίου διαφερομένοις αὐτοῖς, καὶ τήν τε χώραν αὐτῶν πᾶσαν κατέδραμεν ... ἔπεμψαν δὲ αὐτῷ οἱ Ῥωμαῖοι ἐκ τῶν δέκα ἱερέων δύο. V. 63 (p. 617).

[2]    ὅτι Κλαύδιος, εἰ καὶ τὰ μάλιστα ἀκριβῶς ἠπίστατο ὅτι οὐκ ἐνενικήκει, ἀλλ' οὖν καὶ τότε τοσαύτῃ ὑπερηφανίᾳ ἐχρήσατο ὥσθ' ὑπὲρ μὲν τῶν ἐπινικίων μηδένα λόγον μήτε ἐν τῇ βουλῇ μήτε ἐν τῷ δήμῳ ποιήσασθαι, καθάπερ δὲ ὑπαρχόντων οἱ πάντως αὐτῶν κἂν μηδεὶς ψηφίσηται, τὰ ἐς αὐτὰ [αὐτὰ] ἀναλώματα αἰτῆσαι. V. 64 (ib.).

[76]   ὅτι Μόμμιος καὶ ὁ Ἀφρικανὸς παμπληθὲς ἀλλήλων τοῖς τρόποις ἐς πάντα διέφερον. ὁ μὲν γὰρ ἐπί τε τὸ σωφρονέστατον καὶ μετὰ ἀκριβείας, μηδενὸς μηδὲν προτιμῶν, ἦρξεν, καὶ πολλοὺς μὲν ἐκ τῆς βουλῆς πολλοὺς δὲ καὶ ἐκ τῶν ἱππέων τῶν τε ἄλλων ὡς ἑκάστους εὔθυνεν· ὁ δὲ δὴ Μόμμιος πρός τε τὸ δημοτικώτερον καὶ πρὸς τὸ ἀνθρωπινώτερον οὔτ' αὐτός τινι κηλῖδα προσέθηκε, καὶ συχνὰ τῶν ὑπ' ἐκείνου πραχθέντων, ὅσα γε καὶ ἐνεδέχετο, κατέλυσεν.

[3] ἐς τοσοῦτον γὰρ ἐπιεικείας φύσει προήκων ἦν ὥστε καὶ τῷ Λουκούλλῳ χρῆσαί τε ἀγάλματα πρὸς τὴν τοῦ Τυχαίου, ὃ ἐκ τοῦ Ἰβηρικοῦ πολέμου κατεσκεύασε, καθιέρωσιν, καὶ μὴ βουληθέντος αὐτὰ ὡς καὶ ἱερὰ ἐκ τῆς ἀναθέσεως γεγονότα ἀποδοῦναι μηδεμίαν ὀργὴν ποιήσασθαι, ἀλλ' ἐπὶ τῷ ἐκείνου ὀνόματι τὰ ἑαυτοῦ λάφυρα περιιδεῖν ἀνακείμενα. V. 65 (p. 618).

[77]

[1]    ὅτι πολλὰ καὶ ἐσφάλη καὶ αἰσχύνην δεινὴν ὦφλεν· ποταμὸν γάρ τινα διὰ τῆς τῶν Νουμαντίνων χώρας ῥέοντα βουληθεὶς ἐκ τῆς ἀρχαίας διεξόδου παρατρέψαι, ἐπὶ δὲ τοὺς ἀγροὺς αὐτῶν ἐφεῖναι, τοῦτο μὲν ἰσχυρῶς πονηθεὶς ἐξειργάσατο, πολλοὺς δὲ στρατιώτας ἀποβαλὼν οὔτε τοῖς Ῥωμαίοις ὄφελος ἐκ τῆς παρεκτροπῆς γενέσθαι οὔτε ἐκείνοις βλάβος ... V. 66 (ib.).

[78]   ὅτι Καιπίων τοὺς μὲν πολεμίους οὐδὲν ὅ τι καὶ ἄξιον εἰπεῖν, τοὺς δὲ οἰκείους πολλὰ καὶ δεινὰ ἔδρασεν, ὥστε καὶ κινδυνεῦσαι ὑπ' αὐτῶν ἀπολέσθαι. χαλεπῶς τε γὰρ αὐτοῦ καὶ τραχέως τοῖς τε ἄλλοις καὶ μάλιστα τοῖς ἱππεῦσι χρωμένου, πολλοὶ πολλὰ καὶ ἄτοπα ταῖς νυξὶν ὅτι μάλιστα διέσκωπτον καὶ διεθρόουν, καὶ ἐφ' ὅσον γε ἐκεῖνος διὰ τοῦτ' ἠγανάκτει, ἐπὶ πλεῖον ἐτώθαζον, ὅπως [2] ἐξοργίζοιτο. ὡς οὖν τὸ πραττόμενον ἔνδηλον ἦν, ὑπεύθυνος δὲ οὐδεὶς εὑρίσκετο, ὑποτοπήσας ὑπὸ τῶν ἱππέων αὐτὸ γίγνεσθαι, καὶ ἐς οὐδένα τρέψαι δυνηθεὶς τὴν αἰτίαν, πᾶσιν αὐτοῖς τὴν ὀργὴν ἔφερεν, καὶ ἐκέλευσεν αὐτοὺς ἑξακοσίους ὄντας τὸν ποταμόν, παρ' ᾧ ἐστρατοπεδένοντο, μετὰ μόνων ἱπποκόμων διαβῆναι, καὶ ἐκ τοῦ ὄρους ἐφ' ᾧ ὁ Οὐιρίαθος ηὐλίζετο ξυλίσασθαι. προύπτου δὲ δὴ τοῦ κινδύνου πᾶσιν ὄντος, οἱ χιλίαρχοι καὶ οἱ ὑποστράτηγοι ἐδέοντο [3] αὐτοῦ μὴ ἀπολέσαι σφᾶς. οἱ δὲ ἱππῆς ὀλίγον ἐπισχόντες ὡς καὶ ἐκείνων αὐτοῦ ἀκούσοντος, ἐπειδὴ μηδὲν ἐνεδίδου, ἱκετεῦσαι μὲν αὐτὸν ἀπηξίωσαν, οὗπερ που καὶ τὰ μάλιστα ἐγλίχετο, διολέσθαι δὲ μᾶλλον ἤ τι ἐπιεικὲς φθέγξασθαι πρὸς αὐτὸν ἑλόμενοι ὥρμησαν ἐπὶ τὸ τεταγμένον· καὶ αὐτοῖς τό τε τῶν συμμάχων ἱππικὸν καὶ ἄλλοι ἐθελονταὶ συνεξῆλθον. καὶ τόν τε ποταμὸν διέβησαν, καὶ τὴν ὕλην τεμόντες περὶ τὸ στρατήγιον αὐτοῦ παρενέβαλον ὡς καὶ καταπρήσοντες αὐτόν. κἂν κατεκαύθη, εἰ μὴ προεξέφυγεν. V. 67 (p. 618).

[75]   ὅτι Ποπίλιος οὕτω κατεφόβησε τὸν Οὐιρίαθον ὥστε καὶ ὑπὲρ σπονδῶν οἱ εὐθύς, πρὶν καὶ μάχης τινὸς πειραθῆναι, προσπέμψαι, τούς τε κορυφαίους τῶν ἀποστάντων ἀπὸ τῶν Ῥωμαίων ἐξαιτηθέντα τοὺς μὲν ἀποκτεῖναι, ἐν οἷς καὶ ὁ κηδεστὴς [ἦν] αὐτοῦ, καίπερ ἰδίαν δύναμιν ἔχων, ἐφονεύθη, τοὺς δὲ καὶ ἐκδοῦναι, ὧν πάντων ὁ ὕπατος τὰς χεῖρας ἀπέκοψε. κἂν παντελῶς κατελύσατο, εἰ μὴ καὶ τὰ ὅπλα ᾐτήθη· τοῦτο γὰρ οὔτ' αὐτὸς οὔτε τὸ λοιπὸν πλῆθος ὑπομεῖναι ἐποίησεν. U4G 17 (p. 383).