Ἀρχέτω δὲ ἡμῖν εὐθὺς ἡ πρὸς τοὺς γραμματικοὺς ζήτησις, πρῶτον μὲν ἐπείπερ ἀπὸ νηπιότητος σχεδὸν καὶ ἐκ πρώτων σπαργάνων γραμματικῇ παραδιδόμεθα, ἔστι δὲ αὕτη οἷον ἀφετήριόν τι πρὸς τὴν τῶν ἄλλων μάθησιν, εἶθ' ὅτι παρὰ πάσας θρασύνεται τὰς ἐπιστήμας, σχεδόν [42] τι τὴν τῶν Σειρήνων ὑπόσχεσιν ὑπισχνουμένη. ἐκεῖναι μὲν γὰρ εἰδυῖαι ὅτι φύσει φιλομαθής ἐστιν ἅνθρωπος καὶ πολὺς αὐτῷ κατὰ στέρνων τῆς ἀληθείας ἵμερος ἐντέτηκεν, οὐ μόνον θεσπεσίοις μέλεσι κηλήσειν τοὺς παραπλέοντας ὑπισχνοῦνται ἀλλὰ καὶ τὰ ὄντα αὐτοὺς διδάξειν· φασὶ γὰρ δεῦρ' ἄγ' ἰών, πολύαιν' Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ' ἀκούσῃς. οὐ γάρ πώ τις τῇδε παρέπλω νηὶ μελαίνῃ πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ' ἀκούσῃ, ἀλλ' ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. ἴδμεν γάρ τοι πάνθ' ὅσ' ἐνὶ Τροίῃ εὐρείῃ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν, ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
[43] ἡ δὲ γραμματική, σὺν τῷ τὰ ἐκ τῶν μύθων τε καὶ ἱστοριῶν λόγῳ διορίζειν καὶ τὸ περὶ τὰς διαλέκτους καὶ τεχνολογίας καὶ ἀναγνώσεις πραγματικὸν αὐχοῦσα, πολὺν ἑαυτῆς ἐργάζεται τοῖς ἀκούουσι πόθον. ἀλλ' ἵνα μὴ παρὰ θύραν πλανᾶσθαι δοκῶμεν, ὑποδεικτέον πόσαι τέ εἰσι γραμματικαὶ καὶ περὶ τίνος αὐτῶν πρόκειται ζητεῖν.
[44]
Γραμματικὴ τοίνυν λέγεται κατὰ ὁμωνυμίαν κοινῶς τε καὶ ἰδίως, καὶ κοινῶς μὲν ἡ τῶν ὁποιωνδηποτοῦν γραμμάτων εἴδησις, ἐάν τε Ἑλληνικῶν ἐάν τε βαρβαρικῶν, ἣν συνήθως γραμματιστικὴν καλοῦμεν, ἰδιαίτερον δὲ ἡ ἐντελὴς καὶ τοῖς περὶ Κράτητα τὸν Μαλλώτην [45] Ἀριστοφάνην τε καὶ Ἀρίσταρχον ἐκπονηθεῖσα. δοκεῖ δὲ τούτων ἑκατέρα καὶ ἀπό τινος ἐτύμου φερωνύμως προσηγορεῦσθαι. ἡ μὲν γὰρ πρώτη ἀπὸ τῶν γραμμάτων οἷς σημειούμεθα τὰς ἐνάρθρους φωνάς, ἡ δὲ δευτέρα τάχα μέν, ὥς τινες ἠξιώκασι, διατακτικώτερον ἀπὸ τῆς πρώτης· μοῖρα γάρ ἐστιν αὐτῆς, καὶ ὃν τρόπον ἡ ἰατρικὴ εἴρηται μὲν τὸ παλαιὸν ἀπὸ τῆς τῶν ἰῶν ἐξαιρέσεως, ἐπικατηγορεῖται δὲ νῦν καὶ τῆς τῶν ἄλλων παθῶν ἀνασκευῆς [46] πολλῷ τεχνικωτέρας οὔσης, καὶ ὡς γεωμετρία ἔσπακε μὲν τὴν κλῆσιν ἀρχικῶς ἀπὸ τῆς κατὰ τὴν γῆν καταμετρήσεως, τάττεται δὲ ἐπὶ τοῦ παρόντος καὶ κατὰ τῆς τῶν φυσικωτέρων θεωρίας, οὕτω καὶ ἡ τέλειος γραμματικὴ ἀπὸ τῆς τῶν γραμμάτων εἰδήσεως κατ' ἀρχὰς ὀνομασθεῖσα διετάθη καὶ ἐπὶ τὴν ἐν τοῖς ποικιλωτέροις [47] αὐτῶν καὶ τεχνικωτέροις θεωρήμασι γνῶσιν. τάχα δέ, ὥς φασιν οἱ περὶ τὸν Ἀσκληπιάδην, καὶ αὐτὴ ἀπὸ μὲν γραμμάτων ὠνόμασται, οὐκ ἀπὸ τούτων δὲ ἀφ' ὧν καὶ ἡ γραμματιστική, ἀλλ' ἐκείνη μέν, ὡς ἔφην, ἀπὸ τῶν στοιχείων, αὕτη δὲ ἀπὸ τῶν συγγραμμάτων περὶ οἷς πονεῖται. γράμματα γὰρ καὶ ταῦτα προσηγορεύετο, καθὰ καὶ δημόσια καλοῦμεν γράμματα, καὶ πολλῶν τινὰ γραμμάτων ἔμπειρον ὑπάρχειν φαμέν, τουτέστιν [48] οὐ τῶν στοιχείων ἀλλὰ τῶν συγγραμμάτων. καὶ Καλλίμαχος δέ, ποτὲ μὲν τὸ ποίημα καλῶν γράμμα ποτὲ δὲ τὸ καταλογάδην σύγγραμμα, φησί·
Κρεοφύλου πόνος εἰμί, δόμῳ ποτὲ θεῖον ἀοιδόν
δεξαμένου, κλείω δ' Εὔρυτον ὅσσ' ἔπαθεν
καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
γράμμα. Κρεοφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.
καὶ πάλιν
εἴπας 'Ἥλιε χαῖρε' Κλεόμβροτος Ἀμπρακιώτης
ἥλατ' ἀφ' ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
ἄξιον οὐδὲν ἰδὼν θανάτου τέλος, ἀλλὰ Πλάτωνος
ἓν τὸ περὶ ψυχῆς γράμμ' ἀναλεξάμενος.
[49] Πλὴν διττῆς οὔσης γραμματικῆς, τῆς μὲν τὰ στοιχεῖα καὶ τὰς τούτων συμπλοκὰς διδάξειν ἐπαγγελλομένης καὶ καθόλου τέχνης τινὸς οὔσης τοῦ γράφειν τε καὶ ἀναγινώσκειν, τῆς δὲ βαθυτέρας παρὰ ταύτην δυνάμεως, οὐκ ἐν ψιλῇ γραμμάτων γνώσει κειμένης ἀλλὰ κἀν τῷ ἐξετάζειν τὴν εὕρεσιν αὐτῶν καὶ τὴν φύσιν, ἔτι δὲ τὰ ἐκ τούτων συνεστῶτα λόγου μέρη καὶ εἴ τι τῆς αὐτῆς ἰδέας θεωρεῖται, πρόκειται νῦν ἀντιλέγειν οὐ τῇ προτέρᾳ· συμφώνως γὰρ κατὰ πάντας ἐστὶ χρειώδης, ἐν οἷς θετέον καὶ τὸν Ἐπίκουρον, εἰ καὶ δοκεῖ τοῖς ἀπὸ τῶν μαθημάτων διεχθραίνειν· ἐν γοῦν τῷ περὶ δώρων καὶ χάριτος ἱκανῶς πειρᾶται διδάσκειν ὅτι ἀναγκαῖόν [50] ἐστι τοῖς σοφοῖς μανθάνειν γράμματα. καὶ ἄλλως, εἴπαιμεν ἂν ἡμεῖς, οὐ σοφοῖς μόνον ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις. ὅτι γὰρ πάσης τέχνης τὸ τέλος εὔχρηστόν ἐστι [51] τῷ βίῳ, φανερόν. τῶν δὲ τεχνῶν αἱ μὲν προηγουμένως ὑπὲρ τῆς τῶν ὀχληρῶν ἐκκλίσεως παρῆλθον, αἱ δὲ ὑπὲρ τῆς τῶν ὠφελίμων εὑρέσεως. καὶ ἔστι τῆς μὲν πρώτης ἰδέας ἰατρική, παιωνὶς οὖσα καὶ λυσίπονος τέχνη, τῆς δὲ δευτέρας κυβερνητική· τῆς γὰρ ἀπὸ τῶν ἄλλων ἐθνῶν [52] χρείας μάλιστα δέονται πάντες ἄνθρωποι. ἐπεὶ οὖν ἡ γραμματιστικὴ διὰ τῆς τῶν γραμμάτων ἐπινοίας ἰᾶται μὲν ἀργότατον πάθος, τὴν λήθην, συνέχει δὲ ἀναγκαιοτάτην ἐνέργειαν, τὴν μνήμην, τὰ πάντα ἐπ' αὐτῇ κεῖται σχεδόν, καὶ οὔτε ἄλλους τι ἔνεστι τῶν ἀναγκαίων διδάσκειν οὔτε παρ' ἄλλου μαθεῖν τι τῶν λυσιτελῶν χωρὶς αὐτῆς δυνατὸν ἔσται. οὐκοῦν τῶν χρησιμωτάτων ἡ γραμματιστική.
[53] ἀμέλει γοῦν οὐδὲ θελήσαντες δυνησόμεθα ταύτην ἀπεριτρέπτως ἀνελεῖν· εἰ γὰρ αἱ ἄχρηστον διδάσκουσαι τὴν γραμματιστικὴν ἐπιχειρήσεις εἰσὶν εὔχρηστοι, οὔτε δὲ μνημονευθῆναι οὔτε τοῖς αὖθις παραδοθῆναι χωρὶς αὐτῆς δύνανται, χρειώδης ἐστὶν ἡ γραμματιστική. καίτοι δόξειεν ἄν τισιν ἐπὶ τῆς ἐναντίας εἶναι προλήψεως ὁ προφήτης τῶν Πύρρωνος λόγων Τίμων ἐν οἷς φησι
γραμματική, τῆς οὔ τις ἀνασκοπὴ οὐδ' ἀνάθρησις
ἀνδρὶ διδασκομένῳ Φοινικικὰ σήματα Κάδμου·
[54] οὐ μὴν οὕτως ἔχειν φαίνεται· τὸ γὰρ ὑπ' αὐτοῦ λεγόμενον οὐκ ἔστι τοιοῦτον κατ' αὐτῆς τῆς γραμματιστικῆς, καθ' ἣν διδάσκεται τὰ Φοινικικὰ σήματα Κάδμου, τὸ 'οὐδεμία ἐστὶν ἀνασκοπὴ οὐδ' ἀνάθρησις'· πῶς γάρ, εἰ διδάσκεταί τις αὐτήν, οὐδεμίαν ἔσχηκεν ἐπιστροφὴν αὐτῆς; ἀλλὰ μᾶλλον τοιοῦτό φησι 'διδαχθέντι τὰ Φοινικικὰ σήματα Κάδμου οὐδεμιᾶς ἄλλης παρὰ τοῦτό ἐστι γραμματικῆς ἐπιστροφή', ὅπερ καταστρέφει οὐκ εἰς τὸ ἀχρηστεῖν ταύτην τὴν ἐν τοῖς στοιχείοις καὶ τῷ δι' αὐτῶν γράφειν τε καὶ ἀναγινώσκειν θεωρουμένην, ἀλλὰ τὴν πέρπερον [55] καὶ περιεργοτέραν· ἡ μὲν γὰρ τῶν στοιχείων χρῆσις ἤπειγεν εἰς τὴν τοῦ βίου διεξαγωγήν, τὸ δὲ μὴ ἀρκεῖσθαι τῇ ἐκ τῆς παρατηρήσεως τούτων παραδόσει, προσεπιδεικνύναι δὲ ὡς τάδε μέν ἐστι φωνάεντα τῇ φύσει τάδε δὲ σύμφωνα, καὶ τῶν φωναέντων τὰ μὲν φύσει βραχέα τὰ δὲ μακρὰ τὰ δὲ δίχρονα καὶ κοινὰ μήκους τε καὶ συστολῆς, καὶ καθόλου τὰ λοιπὰ περὶ ὧν οἱ τετυφωμένοι τῶν [56] γραμματικῶν διδάσκουσιν ‹ἄχρηστά ἐστιν›. ὥστε τῇ μὲν γραμματιστικῇ πρὸς τῷ μηδὲν ἐγκαλεῖν ἔτι καὶ τὰς ἀνωτάτω χάριτας ὀφείλομεν, τῇ δὲ λειπομένῃ προσάπτομεν τοὺς ἐλέγχους. τὸ δὲ εἴτε ὑγιῶς εἴτε τοὐναντίον μάθοιμεν ἂν προσεξαπλώσαντες αὐτῆς τὸν χαρακτῆρα.
[57]
Ἐπεὶ οὔτε ζητεῖν οὔτε ἀπορεῖν ἔστι κατὰ τὸν σοφὸν Ἐπίκουρον ἄνευ προλήψεως, εὖ ἂν ἔχοι πρὸ τῶν ὅλων σκέψασθαι τί τ' ἐστὶν ἡ γραμματική, καὶ εἰ κατὰ τὴν ἀποδιδομένην ὑπὸ τῶν γραμματικῶν ἔννοιαν δύναται συστατόν τι καὶ ὑπαρκτὸν νοεῖσθαι μάθημα. Διονύσιος μὲν οὖν ὁ Θρᾷξ ἐν τοῖς παραγγέλμασί φησι 'γραμματική ἐστιν ἐμπειρία ὡς ἐπὶ τὸ πλεῖστον τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων', συγγραφεῖς καλῶν, ὡς ἔστιν ἐκ τῆς πρὸς τοὺς ποιητὰς ἀντεμφάσεως πρόδηλον, οὐκ ἄλλους τινὰς ἢ [58] τοὺς καταλογάδην πραγματευσαμένους. τά τε παρὰ τοῖς ποιηταῖς [καὶ συγγραφεῦσιν], ἃ ὁ γραμματικὸς ἑρμηνεύειν φαίνεται, καθάπερ Ὁμήρῳ τε καὶ Ἡσιόδῳ Πινδάρῳ τε καὶ Εὐριπίδῃ καὶ Μενάνδρῳ καὶ τοῖς ἄλλοις, τά τε παρὰ τοῖς συγγραφεῦσιν, οἷον Ἡροδότῳ καὶ Θουκυδίδῃ καὶ [59] Πλάτωνι, ὡς ἴδιον ἔργον μετέρχεται. παρὸ καὶ οἱ χαρίεντες ἐξ αὐτῶν περὶ πολλῶν ἐπραγματεύσαντο συγγραφέων, τοῦτο μὲν ἱστορικῶν τοῦτο δὲ ῥητορικῶν καὶ ἤδη φιλοσόφων, ζητοῦντες τίνα τε δεόντως καὶ ἀκολούθως ταῖς διαλέκτοις εἴρηται καὶ τίνα παρέφθαρται, τί τε σημαίνει παρὰ μὲν Θουκυδίδῃ λόγου χάριν τὸ 'ζάγκλον' καὶ 'τορνεύοντες', παρὰ δὲ Δημοσθένει τὸ 'ἐβόα ὥσπερ ἐξ ἁμάξης', ἢ πῶς ἀναγνωστέον παρὰ Πλάτωνι τὴν 'η δ ος' λέξιν, πότερον ψιλῶς ἐκφέροντα τὴν πρώτην συλλαβὴν ἢ δασέως, ἢ τὴν μὲν πρώτην ψιλῶς τὴν δὲ δευτέραν δασέως, ἢ ἀμφοτέρας ψιλῶς ἢ [60] ἐναλλάξ. διὰ γὰρ τὰ τοιαῦτα εἴρηται ἡ γραμματικὴ ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων.
Οὗτος μὲν οὖν οὕτως· ἐγκαλεῖ δὲ αὐτῷ Πτολεμαῖος ὁ Περιπατητικὸς ὅτι οὐκ ἐχρῆν ἐμπειρίαν εἰρηκέναι τὴν [61] γραμματικήν (αὐτὴ μὲν γὰρ ἡ ἐμπειρία τριβή τίς ἐστι καὶ ἐργάτις ἄτεχνός τε καὶ ἄλογος, ἐν ψιλῇ παρατηρήσει καὶ συγγυμνασίᾳ κειμένη, ἡ δὲ γραμματικὴ τέχνη καθέστηκεν), οὐ συνορῶν ὅτι τάττεται μὲν καὶ ἐπὶ τέχνης τοὔνομα, καθὼς ἐν τοῖς ἐμπειρικοῖς ὑπομνήμασιν ἐδιδάξαμεν, ἀδιαφόρως τοῦ βίου τοὺς αὐτοὺς ἐμπείρους τε καὶ τεχνίτας καλοῦντος, ἀφ' ἧσπερ ἐννοίας καὶ ὁ Μητρόδωρος ἔφη μηδεμίαν ἄλλην πραγμάτων ἐμπειρίαν τὸ ἑαυτῆς τέλος συνορᾶν ἢ φιλοσοφίαν, [62] τουτέστι μηδεμίαν τέχνην, τάττεται δὲ ἐξόχως καὶ ἐπὶ τῆς τῶν πολλῶν καὶ ποικίλων πραγμάτων γνώσεως, καθὼς καὶ τοὺς πρεσβύτας πολλὰ μὲν ἰδόντας πολλὰ δὲ ἀκούσαντας ἐμπείρους τοῦ βίου φαμέν, ὡς καὶ ὁ Εὐριπίδης
ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,
Ἐτεόκλεες, πρόσεστιν, ἀλλ' ἡμπειρία
ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
[63] ἐφ' ὅπερ ἴσως ὁ Θρᾷξ φερόμενος σημαινόμενον, ἐπεὶ πολυειδήμονά τινα καὶ πολυμαθῆ βούλεται εἶναι τὸν γραμματικόν, ἔφη ἐμπειρίαν ὑπάρχειν τὴν γραμματικὴν τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων. ὥστε τοῦτο μὲν ὑπέλαφρον, ἐκεῖνο δὲ ἴσως τις πραγματικωτέρας ἐχόμενον [64] ζητήσεως ἐρεῖ πρὸς αὐτόν· ἤτοι γὰρ τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων μόνον ἐμπειρίαν συμβέβηκεν εἶναι τὴν γραμματικήν, ἢ καὶ τῶν μήτε παρὰ ποιηταῖς μήτε παρὰ συγγραφεῦσι καθεστώτων. ἀλλὰ μόνων μὲν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἂν εἴποι‹μ›εν ἐμπειρίαν αὐτὴν ὑπάρχειν ἅτε ποτὲ καὶ ταῖς ἀνὰ χεῖρα τῶν ἰδιωτῶν καὶ ἀνεπιστημόνων ὁμιλίαις ἐφιστῶσαν ‹θεωρεῖσθαι›, καὶ τὸ βάρβαρον καὶ τὸ Ἑλληνικὸν τό τε σόλοικον [65] καὶ τὸ μὴ τοιοῦτον ἐξελέγχουσαν. εἰ δὲ καὶ τῶν μὴ παρὰ ποιηταῖς μηδὲ συγγραφεῦσι μόνον λεγομένων ἐμπειρία καθέστηκεν, οὐκ ἔδει αὐτὴν εἶναι λέγειν, ἀπὸ μέρους ἔχειν συμβεβηκός.
Ἀλλὰ παρέντες τὸ περὶ τῶν τοιούτων λεπτολογεῖν σκοπῶμεν, ὡς ὑπεσχόμεθα, εἰ δύναται τέλος, ὅσον ἐπὶ τῇ [66] τοιαύτῃ ἐννοίᾳ, ὑποστῆναι ἡ γραμματική. ὅταν οὖν λέγωσιν αὐτὴν ἐμπειρίαν κατὰ τὸ πλεῖστον τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων, φασὶ πάντων ἢ τινῶν. καὶ εἰ πάντων, [πρῶτον μὲν] οὐκέτι κατὰ τὸ πλεῖστον ἀλλὰ πάντων, καὶ εἰ πάντων, καὶ τῶν ἀπείρων· ἄπειρα γάρ ἐστι ταῦτα. τῶν δὲ ἀπείρων οὐκ ἔστιν ἐμπειρία· διόπερ οὐδὲ γραμματική τις γενήσεται. εἰ δὲ τινῶν, ἐπεὶ καὶ οἱ ἰδιῶταί τινα τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων εἰδότες οὐκ ἔχουσι γραμματικὴν ἐμπειρίαν, οὐδὲ ταύτῃ [67] εἶναι λεκτέον γραμματικήν. ἐκτὸς εἰ μή τι διὰ τοῦτο ‹τὸ› 'κατὰ τὸ πλεῖστον' εἰρῆσθαι φήσουσιν, ἵνα ἥ τε πρὸς τὴν πάντων ἐνιαχοῦ [ἀπορίαν] ἐμπειρία‹ν› ἥ τε πρὸς τὸν ἰδιωτισμὸν διαφορὰ ὑποβάλληται. τοῦ μὲν γὰρ ἰδιώτου διενήνοχεν ὁ γραμματικὸς παρόσον οὐκ ὀλίγων, ὡς ἐκεῖνος, ἀλλὰ πλείστων τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων ἔμπειρός ἐστι· τῆς δὲ τῶν πάντων γνώσεως ἀδυνάτου τάχα καθεστώσης κεχώρισται, ἐπεὶ οὐ πάντα, τὰ δὲ πλεῖστα ἐξ αὐτῶν ἐπαγγέλλεται γινώσκειν.
[68] ταῦτα δὲ οὐκ ἀπολογουμένου ἦν, ἀλλὰ κακοῖς ἐπιπληροῦντος κακὰ καὶ μηκέτι μετρίως ἀλλ' ἄρδην ἐπισπωμένου τὰς ἀπορίας. πρῶτον μὲν οὖν ὡς τὰ πολλὰ ἀόριστά ἐστι καὶ τὴν σωρικὴν γεννᾷ ἀπορίαν, οὕτω καὶ τὰ πλεῖστα. ὅθεν ἢ περιγραψάτωσαν ἡμῖν αὐτά, δείξαντες ἄχρι πόσων γνώσεως τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων ῥητέον· ἢ εἴπερ ἐπὶ ἀορίστου μένουσιν ὑποσχέσεως, τὰ πλεῖστα γινώσκειν λέγοντες, παραδεχέσθωσαν τὴν παρὰ [69] μικρὸν ἐρώτησιν. τοῦ γὰρ πλείστου ὁρισθέντος ἀριθμοῦ ὁ ἑνὶ ἐλάσσων πλεῖστος ἀκμήν ἐστιν, ἐπεὶ τελέως ἄτοπον μονάδος προσθέσει τὸν μὲν πλεῖστον λέγειν τὸν δὲ μηδαμῶς. διόπερ ἀεὶ μονάδι μειονεκτούμενος ὁ κατ' αὐτοὺς πλεῖστος ἀριθμὸς ἐλεύσεται πάντως εἰς τὸ μηκέτι ἀριθμὸς πλεῖστος ὑπάρχειν, καὶ διὰ τοῦτο μηδὲ γραμματικήν· [70] ὅπερ ἦν τῆς σωρικῆς ἀπορίας συμπέρασμα. πῶς δ' οὐκ ὄντως γραμματικῆς παχύτητος τὸ ἐν ἀπείρῳ πλήθει λέγειν πλεῖστα; ὡς γὰρ τὸ ὀλιγώτερον πρός τί ἐστι καὶ κατὰ τὴν ὡς πρὸς τὸ πλεῖστον σχέσιν νοεῖται, οὕτω καὶ τὸ πλεῖστον κατὰ τὴν ὡς πρὸς τὸ ὀλίγον σχέσιν θεωρήσεται. εἰ οὖν τῶν πλείστων ‹τῶν› παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων ἐμπειρίαν ἔχουσιν οἱ γραμματικοί, [71] ὀλίγων τῶν λοιπῶν οὐκ ἔχουσιν· εἰ δὲ καὶ τὸ ληφθέν ἐστι πλεῖστον καὶ τὸ καταλειφθὲν ἔλασσον, οὐκέτι τὸ πᾶν γίνεται ἄπειρον. ὅμως δ' οὖν, ἵνα μηδὲν περὶ τούτων ἀκριβευώμεθα, ψεῦδός ἐστι τὸ τὰ πλεῖστα τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων γινώσκειν τὸν γραμματικόν· ἐλάχιστα γὰρ ἦν, πολλαπλασιόνων ἀπολειπομένων ἃ οὐκ οἶδε, καθὼς προβαινούσης τῆς ζητήσεως [72] παραστήσω. τὰ νῦν δὲ ἄλλην ἀπόδοσιν θεωρητέον.
Ἀσκληπιάδης τοίνυν μέμφεται τὸν Θρᾷκα Διονύσιον ἐμπειρίαν λέγοντα τὴν γραμματικήν, δι' ἣν αἰτίαν καὶ ὁ Πτολεμαῖος ἔφη, ἐγκαλεῖ δὲ αὐτῷ καὶ τὸ κατὰ τὸ πλεῖστον ἐμπειρίαν αὐτὴν ἀποφαίνειν. τοῦτο μὲν γὰρ τῶν στοχαστικῶν καὶ ὑπὸ τὴν τύχην πιπτουσῶν ἐστὶ τεχνῶν, ὥσπερ κυβερνητικῆς καὶ ἰατρικῆς· γραμματικὴ δὲ οὐκ ἔστι στοχαστικὴ ἀλλὰ μουσικῇ τε καὶ φιλοσοφίᾳ παραπλήσιος.
[73] 'εἰ μή τι δέδοικε' φησί 'τὴν ὀλιγότητα τοῦ βίου ὡς οὐκ οὖσαν ἱκανὴν πρὸς τὸ πάντα περιλαβεῖν, ὅπερ ἐστὶν ἄτοπον, γραμματικοῦ ἀλλ' οὐ γραμματικῆς ποιήσεται τὸν ὅρον, ἐπείπερ οὗτος μὲν τυχὸν ἴσως ἐπιστήμων ἐστὶ τῶν ‹πλείστων› παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, ὀλιγόβιον [74] καθεστὼς ζῶον, ἡ δὲ γραμματικὴ πάντων εἴδησις.' ὅθεν τὸ μὲν ἀλλάξας τοῦ ὅρου τούτου τὸ δ' ἀνελών, οὕτως ἀποδίδωσι τῆς γραμματικῆς τὴν ἔννοιαν· 'γραμματική ἐστι τέχνη τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων.' οὐκ ἀνεῖλε δὲ ὁ ἀνὴρ τὰς ἀπορίας ἀλλ' ἐπέτεινεν· καὶ ἐν οἷς θέλει τὴν γραμματικὴν αὔξειν, ἐν τούτοις αὐτὴν ἀνεῖλεν. ἔστω γὰρ πάντων εἴδησις τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. οὐκοῦν ἐπεὶ οὐδέν ἐστιν εἴδησις παρὰ τὸν εἰδότα, οὐδὲ γραμματική ‹τι› παρὰ τὸν εἰδότα γραμματικόν, ὡς οὐδὲ περιπάτησις παρὰ τὸν περιπατοῦντα καὶ στάσις παρὰ τὸν ἑστῶτα καὶ κατάκλισις παρὰ [75] τὸν κατακείμενον. ὡμολόγηται δὲ ὁ γραμματικὸς μὴ ἔχειν πάντων εἴδησιν· οὐκ ἄρα ἔτι ἔστιν εἴδησις πάντων τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων, διὰ δὲ τοῦτο οὐδὲ γραμματική. καὶ ἄλλως, εἴπερ τέχνη ἐστὶν ἡ γραμματική, εἴδησις οὖσα πάντων τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσι λεγομένων, ἡ δὲ τέχνη σύστημα ἐκ καταλήψεων [τῶν περὶ τὸν γραμματικόν], ἐξ ἀνάγκης μηδενὸς ἔχοντος πάντων τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων κατάληψιν ἀνύπαρκτος γίνεται ἡ γραμματική.
[76] Χάρης δὲ ἐν τῷ πρώτῳ περὶ γραμματικῆς τὴν τελείαν φησὶ γραμματικὴν ἕξιν εἶναι ἀπὸ τέχνης διαγνωστικὴν τῶν παρ' Ἕλλησι λεκτῶν καὶ νοητῶν ἐπὶ τὸ ἀκριβέστατον, πλὴν τῶν ὑπ' ἄλλαις τέχναις· τὸ τελευταῖον προσθεὶς οὐ [77] παρέργως· ἐπεὶ γὰρ τῶν παρ' Ἕλλησι λεκτῶν καὶ νοητῶν τὰ μέν ἐστιν ὑπὸ τέχναις τὰ δ' οὔ, τῶν μὲν ὑπὸ τέχναις οὐκ οἴεται τέχνην εἶναι καὶ ἕξιν τὴν γραμματικήν, οἷον ἐν μὲν μουσικῇ τῆς διὰ τεσσάρων συμφωνίας καὶ τῆς μεταβολῆς τῶν συστημάτων, ἐν δὲ μαθηματικῇ ἐκλείψεως ἢ τῆς τῶν κύκλων θέσεως· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῶν ἄλλων νοητέον τεχνῶν· οὐδενὸς γὰρ τῶν ὑπ' αὐταῖς εἴδησις ἡ γραμματική, ἀλλὰ μέθοδός τίς ἐστι τῶν παρὰ ταύτας [78] ἑτέρων λεκτῶν τε καὶ νοητῶν, νοητῶν μὲν ὡς ὅτι πίσυρες τέσσαρες καὶ 'βῆσσαι' καὶ 'ἄγκεα' οἱ βάσιμοι τόποι, λεκτῶν δὲ τῶν περὶ τὰς διαλέκτους, οἷον ὅτι τοῦτο μὲν εἴρηται Δωρικῶς τοῦτο δ' Αἰολικῶς, καὶ οὐχ ᾗπερ οἱ στωικοὶ τὸ σημαινόμενον, ἀλλ' ἀνάπαλιν τὸ σημαῖνον· τὸ γὰρ [79] νοητὸν ἐπὶ τοῦ σημαινομένου [μόνου] παρείληπται. ἔοικε δὲ καὶ Κρατήτειόν τινα κινεῖν λόγον. καὶ γὰρ ἐκεῖνος ἔλεγε διαφέρειν τὸν κριτικὸν τοῦ γραμματικοῦ, καὶ τὸν μὲν κριτικὸν πάσης, φησί, δεῖ λογικῆς ἐπιστήμης ἔμπειρον εἶναι, τὸν δὲ γραμματικὸν ἁπλῶς γλωσσῶν ἐξηγητικὸν καὶ προσῳδίας ἀποδοτικὸν καὶ τῶν τούτοις παραπλησίων εἰδήμονα· παρὸ καὶ ἐοικέναι ἐκεῖνον μὲν ἀρχιτέκτονι τὸν δὲ γραμματικὸν ὑπηρέτῃ.
[80] Ἀλλὰ τὰ μὲν τῆς ἀποδόσεως τοιαῦτα, πῇ μὲν μετριώτερα τῶν Διονυσίου ἀτοπημάτων πῇ δὲ χείρονα. ὅτι μὲν γὰρ τῆς σωρικῆς ἀπορίας ἐξέλυσε τὴν γραμματικὴν καὶ τῶν ἀλλοτρίων κεχώρικε θεωρημάτων, μουσικῆς τε καὶ μαθηματικῆς, ὡς μὴ προσηκόντων, αὐτόθεν συμφανές· τοῦ δὲ μὴ ἀνυπόστατον ὑπάρχειν οὐδαμῶς αὐτὴν ἐρρύσατο, ἀλλὰ καὶ εἰς τὸ εἶναι τοιαύτην μᾶλλον συνηγωνίσατο.
[81] ὁ μὲν γὰρ Διονύσιος κατά τι διώρισε τὸν τῆς γραμματικῆς ὅρον, ἐπὶ μόνων αὐτὴν ποιητῶν τε καὶ συγγραφέων στήσας· οὗτος δὲ περὶ πᾶσαν Ἑλληνικὴν φωνὴν καὶ περὶ πᾶν σημαινόμενον καταγίγνεσθαι ταύτην θέλει. ὅπερ, εἰ θεμιτὸν εἰπεῖν, οὐδὲ θεοῖς ἀνυτόν ἐστιν. ὡς γὰρ καὶ πρότερον ἐλέγομεν, οὐδεμία μέθοδος συνίσταται περί τι ἄπειρον, ἀλλὰ καὶ μάλιστα αὕτη τοῦτο περατοῖ· τῶν [82] γὰρ ἀορίστων ἡ ἐπιστήμη δεσμός ἐστιν· τὰ δὲ σημαίνοντα καὶ σημαινόμενα τῶν πραγμάτων ἐστὶν ἄπειρα· οὐκ ἄρα ἐστὶν ἡ γραμματικὴ τέχνη περὶ τὰ σημαίνοντα καὶ σημαινόμενα. καὶ μὴν παντοῖαι γίνονται τῶν φωνῶν μεταβολαὶ καὶ πρὸ τοῦ γεγόνασι καὶ εἰσαῦθις γενήσονται· φιλομετάβολον γάρ τί ἐστιν ὁ αἰών, οὐκ εἰς φυτὰ μόνον [83] καὶ ζῷα ἀλλὰ καὶ εἰς ῥήματα. περὶ ἑστῶσαν δὲ ἀπειρίαν, οὔ τοί γε καὶ μεταβάλλουσαν ἀμήχανόν ἐστι γνῶσιν ἀνθρωπίνην εὑρεῖν. οὐδὲ ταύτῃ ἄρα ἡ γραμματικὴ συστήσεται. ἄλλως τε ἤτοι τεχνικὴν οἴεται εἶναι τὴν ἕξιν ἢ ἄτεχνον. καὶ εἰ μὲν τεχνικήν, πῶς οὐκ αὐτὴν εἶπε τέχνην ἀλλὰ τὸ ἀφ' οὗ ἔστιν; εἰ δὲ ἄτεχνον, ἐπεὶ οὐ δυνατὸν διὰ τοῦ ἀτέχνου τὸ τεχνικὸν ὁρᾶσθαι, οὐδὲ συστήσεταί τις γραμματικὴ ἕξις τεχνικῶς διαγινώσκουσα τὰ παρ' Ἕλλησι σημαίνοντά τε καὶ σημαινόμενα.
[84] Δημήτριος δὲ ὁ ἐπικαλούμενος Χλωρὸς καὶ ἄλλοι τινὲς τῶν γραμματικῶν οὕτως ὡρίσαντο· 'γραμματική ἐστι τέχνη τῶν παρὰ ποιηταῖς τε καὶ τῶν κατὰ τὴν κοινὴν συνήθειαν λέξεων εἴδησις'. μένουσι δὲ καὶ τούτοις αἱ αὐταὶ ἀπορίαι· οὔτε γὰρ πάντων τῶν παρὰ ποιηταῖς λεγομένων δύναται εἶναι τέχνη γραμματικὴ οὔτε τινῶν.
[85] καὶ πάντων μὲν αὐτόθεν ἀδύνατον, εἴγε καὶ περὶ θεῶν καὶ περὶ ἀρετῆς καὶ ψυχῆς λέγεται παρὰ τοῖς ποιηταῖς, ὧν ἀπείρως ἔχουσιν οἱ γραμματικοί· τινῶν δὲ διὰ τὸ μὴ εἰς τοὺς γραμματικοὺς τὸ τοιοῦτον πίπτειν μόνους ἀλλὰ καὶ ἄλλους τινάς, οἷον φιλοσόφους καὶ μουσικοὺς καὶ ἰατρούς· συνεώρων γὰρ καὶ οἵδε τινὰ τῶν παρὰ ποιηταῖς.
[86] πάλιν τε ἐν τῷ λέγειν καὶ τῶν κατὰ τὴν κοινὴν συνήθειαν λέξεων εἴδησιν εἶναι τὴν γραμματικὴν εἰ μὲν τὸ καθολικὸν λαμβάνοιεν τὸ 'εἴ τινές εἰσι κατὰ τὴν κοινὴν συνήθειαν λέξεις, ἐκείνων ἐστὶν εἴδησις ἡ γραμματική', ἁμαρτάνουσιν· ἄπειροι γὰρ αἱ κατὰ τὴν κοινὴν συνήθειαν λέξεις, [87] καὶ τῶν ἀπείρων οὐκ ἔστιν εἴδησις. εἰ δὲ ἐπὶ τὸ ἐπὶ μέρους φέροιντο, ὅπερ ἴσον ἐστὶ τῷ 'εἰσί τινες λέξεις κατὰ τὴν συνήθειαν τὴν κοινὴν ὧν εἴδησίς ἐστιν ἡ γραμματική', οὐδ' οὕτω ποιήσουσί τι τὴν γραμματικήν· καὶ γὰρ ὁ Ἀθηναῖος εἴδησιν ἔχει τῶν κατὰ τὴν Ἀτθίδα συνήθων λέξεων, καὶ ὁ Δωριεὺς τῶν κατὰ τὴν Δωρίδα, καὶ ὁ ῥήτωρ τῶν κατὰ τὴν ῥητορικήν, καὶ ὁ ἰατρὸς τῶν κατὰ τὴν ἰατρικήν.
[88] εἰ δὲ λέγοιεν πασῶν τῶν κατὰ τὴν κοινὴν συνήθειαν αὐτὴν λέξεων εἴδησιν οὐχ ὡς τῶν καθ' ἕκαστα καὶ ἐν μέρει πασῶν (τοῦτο γὰρ ὄντως ἀδύνατον), ἀλλὰ τῶν καθόλου πασῶν καὶ ἀνωτάτω ἐν ταῖς διαλέκτοις, οἷον ὅτι Δωριέων μέν ἐστι τοιούτῳ τόνῳ χρῆσθαι, Ἰώνων δὲ ἄλλῳ, τάχα [89] μέν τι πιθανὸν ἐροῦσιν, οὐ μὴν ἀληθές· οὔτε γὰρ ἓν ἔθος ἐστὶ καθ' ἑκάστην διάλεκτον (πολλαὶ γὰρ Δωρίδες καὶ Ἀτθίδες), οὔτε οἱ κανόνες οὓς δοκοῦσι παραδιδόναι πρὸς πᾶσαν ἀποτείνονται λέξιν, ἀλλ' ἄχρι μὲν ποσῶν καὶ ὁμοτόνων, οἷον ὀξυτόνων ἢ βαρυτόνων, προκόπτουσιν, πάσας δὲ περιλαβεῖν ἀδυνατοῦσιν.
[90] Δείγματος μὲν οὖν χάριν ταῦτ' εἰρήσθω εἰς τὸ ἀνυπόστατον εἶναι τὴν γραμματικὴν ὅσον ἐπὶ τῇ παρὰ τοῖς γραμματικοῖς αὐτῆς ἐπινοίᾳ· μετελθόντες δὲ ἀκολούθως καὶ τὰ κυριώτατα τῶν ἐν αὐτῇ θεωρημάτων, καὶ ἐξ ὧν μάλιστα λαμβάνει τὴν ὑπόστασιν βασανίζωμεν.
[91]
Πολλῆς οὔσης καὶ ἀνηνύτου παρὰ τοῖς γραμματικοῖς περὶ μερῶν γραμματικῆς διαστάσεως, ἵνα μήτε τὸ πάρεργον ἔργου χώραν ἐπέχειν ἡμῖν φαίνηται, μήτε εἰς ἀλλοτρίαν καὶ ὡς πρὸς τὸ παρὸν ἀνωφελῆ ἐμβαίνοντες ὕλην ἀπολειπώμεθα τῆς ἀναγκαιοτέρας ἀντιρρήσεως, ἀπαρκέσει λέγειν ἀσυκοφαντητότερον ὡς ἄρα τῆς γραμματικῆς τὸ μέν ἐστιν ἱστορικὸν τὸ δὲ τεχνικὸν τὸ δὲ ἰδιαίτερον, δι' οὗ τὰ κατὰ τοὺς ποιητὰς καὶ συγγραφεῖς μεθοδεύεται.
[92] ὧν τεχνικὸν μέν ἐστιν ἐν ᾧ περὶ τῶν στοιχείων καὶ τῶν τοῦ λόγου μερῶν ὀρθογραφίας τε καὶ ἑλληνισμοῦ καὶ τῶν ἀκολούθων διατάττονται, ἱστορικὸν δὲ ὅπου περὶ προσώπων οἱονεὶ θείων τε καὶ ἀνθρωπίνων καὶ ἡρωικῶν διδάσκουσιν, ἢ περὶ τόπων διηγοῦνται καθάπερ ὀρῶν ἢ ποταμῶν, ἢ περὶ πλασμάτων καὶ μύθων παραδιδόασιν ἢ [93] εἴ τι τῆς αὐτῆς ἰδέας ἐστίν. ἰδιαίτερον δὲ τὸ κατὰ τοὺς ποιητὰς καὶ συγγραφεῖς [ἐπισκοποῦσι] καθ' ὃ τὰ ἀσαφῶς λεγόμενα ἐξηγοῦνται, τά τε ὑγιῆ καὶ τὰ μὴ τοιαῦτα κρίνουσι, τά τε γνήσια ἀπὸ τῶν νόθων διορίζουσιν. ἀλλ' ὡς μὲν τύπῳ καὶ ὁλοσχερέστερον περιλαβεῖν, ταῦτά ἐστι τὰ [94] τῆς γραμματικῆς μέρη· νοητέον δὲ αὐτὰ οὐ κατ' εἰλικρίνειαν, οὐδ' ὡς ἄν τις εἴποι· 'μέρη τοῦ ἀνθρώπου ψυχὴ καὶ σῶμα'. ταυτὶ μὲν γὰρ ὡς ἕτερα ὄντα ἀλλήλων νοεῖται, τὸ δὲ τεχνικὸν καὶ ἱστορικὸν καὶ τὸ περὶ τὰς ποιήσεις καὶ συγγραφὰς τῆς γραμματικῆς μέρη πολλὴν ἔχει συμπλοκὴν [95] καὶ ἀνάκρασιν πρὸς τὰ λοιπά· καὶ γὰρ ἡ τῶν ποιητῶν ἐπίσκεψις οὐ χωρὶς τοῦ τεχνικοῦ καὶ ἱστορικοῦ γίνεται μέρους, καὶ ἑκάτερον τούτων οὐ δίχα τῆς τῶν ἄλλων παραπλοκῆς συνέστηκεν. ὥσπερ οὖν οἱ λέγοντες τῆς ἰατρικῆς μέρη δίαιταν χειρουργίαν φαρμακείαν οὕτω λέγουσιν ὡς πολλῆς οὔσης ἐν τοῖς θεωρήμασιν ἀλληλουχίας (καὶ γὰρ ἡ δίαιτα οὐ χωρὶς φαρμακείας καὶ χειρουργίας πρό[ς]εισι, καὶ ἡ φαρμακεία πάλιν περιείχετο καὶ τῇ τῶν ἄλλων δυνάμει), ὧδε καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἀπότακτόν τί ἐστιν ἕκαστον μέρος, οὐδ' εἰλικρινὲς ἀπὸ τῆς τῶν ἄλλων ἐπιμιξίας.
[96] τοῦτο δὲ προδιηρθρώσαμεν οὐ παρέργως, ἀλλ' ἵνα εἰδῶμεν ὡς ἂν ἕν τι ἐξ αὐτῶν δειχθῇ ἀσύστατον, δυνάμει καὶ τὰ λοιπὰ ἀνῄρηται, ὧν ἑκάτερον οὐ χωρὶς τοῦ ἀναιρεθέντος ὑφίσταται. ὅμως δὲ οὐ ποιήσομεν τοῦτο καίπερ ὂν σύντομον, ἀλλὰ πειρασόμεθα πρὸς ἕκαστον ἀντιλέγειν, ὡς εἰ καὶ μὴ ἔχρῃζε τῆς τῶν λοιπῶν παρουσίας. τάξει δὲ ἀρκτέον ἀπὸ τοῦ πρώτου.
[97]
Διὰ πολλὰ μὲν καὶ ἄλλα δίκαιόν ἐστι μετὰ σπουδῆς ἐξετάζειν τὴν γραμματικὴν τεχνολογίαν, μάλιστα δὲ ἁπάντων διὰ τὸ ἐπ' αὐτῇ κομᾶν καὶ μέγα φρονεῖν τοὺς γραμματικούς, ἀεὶ δὲ τῶν κατὰ τὰ λοιπὰ κοσμουμένων μαθήματα κατατρέχειν ὡς μηδὲ τὴν κοινὴν τῶν Ἑλλήνων συνήθειαν ἐπισταμένων, καὶ ἔτι διὰ τό, εἴ ποτε θλίβοιντο ἐν ζητήσει, μὴ ἄλλην εὑρίσκειν πολλάκις ἀποφυγὴν εἰς τὸ περισπᾶν τοὺς συζητοῦντας αὐτοῖς ἢ τὸ ὅτι βάρβαρον ἢ [98] σόλοικόν ἐστι τὸ ὑπ' αὐτῶν λεχθέν. οὐκ ὀλίγην δὲ ἂν ἔχοι μοῖραν εἰς προτροπὴν καὶ ὅταν βλέπωμεν τοὺς μηδὲ δύο σχεδὸν ῥήματα δεξιῶς εἴρειν δυναμένους γραμματικοὺς θέλοντας ἕκαστον τῶν μέγα δυνηθέντων ἐν εὐφραδείᾳ καὶ ἑλληνισμῷ παλαιῶν, καθάπερ Θουκυδίδην Πλάτωνα Δημοσθένην, ὡς βάρβαρον ἐλέγχειν. μία γὰρ ἀντὶ πάντων ἄμυνα γενήσεται πρὸς αὐτούς, ἐὰν τὴν ψευδώνυμον [99] αὐτῶν τεχνολογίαν ἄτεχνον ἀποδείξωμεν. τάξει δὲ λεκτέον ἡμῖν πρῶτον περὶ τῶν στοιχείων, ἐξ ὧν τὰ πάντα κατ' αὐτοὺς συνέστηκεν καὶ ὧν ἀναιρεθέντων ἀγραμμάτους ἀνάγκη γίνεσθαι τοὺς γραμματικούς.
Καὶ δὴ τριχῶς λεγομένου τοῦ στοιχείου, τοῦ τε γραφομένου χαρακτῆρος καὶ τύπου καὶ τῆς τούτου δυνάμεως καὶ ἔτι τοῦ ὀνόματος, προαγέτω νῦν ἡ ζήτησις μάλιστα περὶ τῆς δυνάμεως· αὕτη γὰρ καὶ κυρίως στοιχεῖον παρ' [100] αὐτοῖς προσηγόρευται. εἰκοσιτεσσάρων τοίνυν στοιχείων ὄντων τῆς ἐγγραμμάτου φωνῆς, τούτων διττὴν ὑποτίθενται κατὰ τὸ ἀνωτάτω τὴν φύσιν. τὰ μὲν γὰρ αὐτῶν φωνάεντα προσαγορεύουσι τὰ δὲ σύμφωνα, καὶ φωνάεντα μὲν ἑπτά, α ε η ι ο υ ω, σύμφωνα δὲ τὰ λοιπά. τῶν δὲ φωναέντων τρεῖς λέγουσι διαφοράς· δύο μὲν γὰρ αὐτῶν φύσει μακρὰ λέγουσι τυγχάνειν, τὸ η καὶ τὸ ω, ἰσάριθμα δὲ βραχέα, τὸ ε καὶ τὸ ο, τρία δὲ κοινὰ μήκους τε καὶ βραχύτητος, α ι υ, ἅπερ δίχρονα καὶ ὑγρὰ καὶ ἀμφίβολα [101] καὶ μεταβολικὰ καλοῦσιν· ἕκαστον γὰρ αὐτῶν πέφυκεν ὁτὲ μὲν ἐκτείνεσθαι ὁτὲ δὲ συστέλλεσθαι, οἷον τὸ μὲν α ἐπὶ τοῦ
Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
τὸ δὲ ι
Ἴλιον εἰς ἱερήν· τῇ δ' ἀντίος ὤρνυτ' Ἀπόλλων,
τὸ δὲ υ
θεσπέσιον νεφέων ἐκ Διὸς ὗεν ὕδωρ.
[102] τῶν δὲ συμφώνων τὰ μὲν ἡμίφωνά ἐστι κατ' αὐτοὺς τὰ δὲ ἄφωνα, καὶ ἡμίφωνα μὲν ὅσα δι' αὑτῶν ῥοῖζον ἢ σιγμὸν ἢ μυγμὸν ἤ τινα παραπλήσιον ἦχον κατὰ τὴν ἐκφώνησιν ἀποτελεῖν πεφυκότα, καθάπερ τὸ ζ θ λ μ ν ξ ρ σ φ χ ψ, ἢ ὥς τινες, χωρὶς τοῦ θ καὶ φ καὶ χ τὰ λειπόμενα ὀκτώ· ἄφωνα δέ ἐστι τὰ μήτε συλλαβὰς καθ' ἑαυτὰ ποιεῖν δυνάμενα μήτε ἤχων ἰδιότητας, αὐτὰ δὲ μόνον μετὰ τῶν ἄλλων συνεκφωνούμενα, καθάπερ β γ δ κ π τ, ἢ ὡς ἔνιοι, [103] καὶ τὸ θ φ χ. καὶ μὴν κοινῶς τῶν συμφώνων πάλιν τὰ μὲν φύσει δασέα λέγουσι τὰ δὲ ψιλά, καὶ δασέα μὲν θ φ χ, ψιλὰ δὲ κ π τ· μόνον δέ φασι τὸ ρ ἐπιδέχεσθαι ἑκάτερον, δασύτητα καὶ ψιλότητα. λέγουσι δέ τινα τῶν συμφώνων καὶ διπλᾶ, καθάπερ τὸ ζ ξ ψ· συνεστηκέναι γάρ φασι τὸ μὲν ζ ἐκ τοῦ σ καὶ δ, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ σ, τὸ δὲ ψ ἐκ τοῦ π καὶ σ.
[104] Τούτων δὴ προεστοιχειωμένων φημὶ πρῶτον μὲν ἀτόπως αὐτοῖς λέγεσθαι τῶν στοιχείων τινὰ εἶναι διπλᾶ. τὸ γὰρ διπλοῦν σύστημά ἐστιν ἐκ δυοῖν, τὸ δὲ στοιχεῖον οὐκ ἔστι σύστημα ἐκ τινῶν· ἁπλοῦν γὰρ ὀφείλει τυγχάνειν καὶ οὐκ ἐξ ἑτέρων συστατόν. οὐκ ἄρα ἔστι διπλοῦν στοιχεῖον. ἄλλως τε, εἰ τὰ συστατικὰ τοῦ διπλοῦ στοιχείου στοιχεῖά ἐστι, τὸ διπλοῦν ἐκ τῶν στοιχείων συνεστὼς οὐκ ἔσται στοιχεῖον· ἀλλὰ μὴν τὰ συστατικὰ τοῦ διπλοῦ στοιχείου στοιχεῖά ἐστιν· οὐκ ἄρα τὸ διπλοῦν ἐστι στοιχεῖον.
[105] Καὶ μὴν ὡς ταῦτα ἀναιρεῖται, οὕτω καὶ τὰ δίχρονα, κοινὴν φύσιν μήκους τε καὶ βραχύτητος ἀξιούμενα ἔχειν. εἴπερ γὰρ τοιαῦτά ἐστιν, ἤτοι αὐτὸ τὸ γράμμα κατ' ἰδίαν καὶ ὁ ψιλός, εἰ τύχοι, τοῦ α ι υ χαρακτὴρ ἐμφανιστικός ἐστι τῆς διχρόνου φύσεως, ‹ἢ τὸ› [καὶ] νυνὶ μὲν συστέλλεσθαι νυνὶ [106] δὲ ἐκτείνεσθαι δυνάμενον ‹κοινὸν σὺν› τῇ προσῳδίᾳ. ἀλλ' ὁ μὲν χαρακτὴρ κατ' ἰδίαν οὐκ ἔστι κοινοῦ φύσει στοιχείου μηνυτικός. οὔτε γὰρ ὅτι μηκύνεται οὔθ' ὅτι βραχύνεται οὔθ' ὅτι τὸ συναμφότερον καὶ μηκύνεται καὶ βραχύνεται ἐμφαίνει: ἀλλ' ὃν τρόπον ἡ δι' αὐτοῦ συλλαβή, καθάπερ εἴρηται ἐπὶ τῆς Ἆρες λέξεως, οὐ χωρὶς τῆς προστιθεμένης προσῳδίας οὔτ' εἰ μακρά ἐστιν οὔτ' εἰ βραχεῖα γινώσκεται, οὕτω καὶ τὸ α ι υ κατ' ἰδίαν λαμβανόμενα οὐ [107] κοινὰ ἑκατέρας ἔσται δυνάμεως ἀλλ' οὐδετέρας. λείπεται οὖν σὺν προσῳδίᾳ λέγειν αὐτὸ κοινὸν ὑπάρχειν. ὃ πάλιν ἐστὶν ἀμήχανον· προσλαμβάνον γὰρ ταύτην ἢ μακρὸν γίνεται, ὅτε ἔστι μακρά, ἢ βραχύ, ὅτε ἔστι βραχεῖα, κοινὸν [108] δὲ οὐδέποτε. οὐκ ἄρα ἔστι φύσει δίχρονα στοιχεῖα. εἰ δὲ λέγοιεν κοινὰ φύσει ὑπάρχειν ταῦτα παρόσον ἐπιδεκτικά ἐστιν ἑκατέρου, μήκους τε καὶ συστολῆς, λήσονται σχεδὸν εἰς τὴν αὐτὴν ἐγκυλισθέντες ἀπορίαν. τὸ γὰρ ἐπιδεκτικόν τινος οὐκ ἔσται ἐκεῖνο τὸ οὗπερ ἐπιδεκτικόν ἐστιν· ὥσπερ γὰρ ὁ χαλκὸς ἐπιδεκτικὸς μέν ἐστι τοῦ ἀνδριὰς γενέσθαι, οὐκ ἔστι δὲ ἀνδριὰς ἐφ' ὅσον ἐπιδεκτικός ἐστι, καὶ ὃν τρόπον τὰ ξύλα ἐπιτήδειον μὲν ἔχει φύσιν εἰς τὸ ναῦς γενέσθαι, οὔπω δὲ ἔστι ναῦς, οὕτω καὶ τὰ τοιαῦτα τῶν στοιχείων ἐπιδεκτικὰ ‹μέν› ἐστι μήκους τε καὶ συστολῆς, οὔτε δὲ μακρά ἐστιν οὔτε βραχέα οὔθ' ἑκάτερον [109] πρὶν ἀπὸ προσῳδίας ποιωθῆναι. πρός γε μὴν τοῖς λεχθεῖσιν ἐναντίον ἐστὶν ἥ τε βραχύτης καὶ ἡ ἐπέκτασις καὶ οὐ συνυφίσταται· ἀναιρέσει γὰρ τῆς βραχύτητος ἡ ἐπέκτασις συνίσταται, καὶ ἀναιρουμένης μακρᾶς βραχεῖα γίνεται. παρ' ἣν αἰτίαν ἀδύνατον περισπωμένην βραχεῖαν γενέσθαι, διὰ τὸ τῷ περισπασμῷ κατ' ἀνάγκην συνυφίστασθαι τὴν [110] ἐπέκτασιν. διόπερ εἰ φύσει τι δίχρονόν ἐστι στοιχεῖον, ἤτοι ὑφ' ἓν περὶ αὐτὸ ἥ τε τῆς βραχύτητος καὶ ἡ τῆς ἐπεκτάσεως ὑποστήσεται δύναμις ἢ παρὰ μέρος. ἀλλ' ὑφ' ἓν μὲν ἀμήχανον περὶ γὰρ τὴν αὐτὴν ἐκφώνησιν κατὰ τὸ αὐτὸ ἀναιρετικαὶ ἀλλήλων δυνάμεις οὐκ ἂν ὑποσταῖεν. λείπεται ἄρα παρὰ μέρος. ὃ πάλιν ἐστὶν ἀπίθανον· ὅτε γὰρ ἔστι μακρόν, τότε οὐκ ἔστι κοινὸν στοιχεῖον βραχύτητος καὶ μήκους, ἀλλὰ βραχὺ μόνον.
[111] Ὁ δ' αὐτὸς τῆς ἐπιχειρήσεως τρόπος γινέσθω καὶ ἐπὶ τῶν φύσει ψιλῶν ἢ δασέων ἢ καθ' ἑκάτερον κοινῶν· ἡμῖν δὲ ἀπόχρη τὸ γένος τῆς ἐπιχειρήσεως ὑποδεῖξαι.
Καὶ μὴν ἐπεὶ ἀνῄρηται τὰ κοινὰ καὶ δέδεικται τὸ ἐκτείνεσθαι μόνον αὐτὰ ἢ συστέλλεσθαι, ἀκολουθήσει καὶ τὸ δισσὸν ὑπάρχειν ἕκαστον, τὸ μὲν φύσει μακρὸν τὸ δ' [112] αὖ φύσει βραχύ. δισσοῦ οὖν ὄντος τοῦ α καὶ ι καὶ υ οὐκέτι ἑπτὰ γενήσεται μόνον στοιχεῖα φωνάεντα, ὧν δύο μὲν μακρά, τό τε η καὶ τὸ ω, δύο δὲ βραχέα, τό τε ε καὶ τὸ ο, τρία δὲ δίχρονα, τό τε α καὶ ι καὶ υ, ἀλλὰ τὰ σύμπαντα δέκα, καὶ τούτων τὰ πέντε μὲν μακρά, τό τε η καὶ τὸ ω καὶ τὸ μακρὸν α καὶ ι καὶ υ, ἰσάριθμα δὲ τὰ [113] βραχέα, τὸ ο καὶ τὸ ε καὶ τὸ βραχὺ α καὶ ι καὶ υ. ἀλλ' ἐπεὶ οὐ δύο μόνον ὑπειλήφασιν εἶναι προσῳδίας γραμματικῶν παῖδες, τήν τε μακρὰν καὶ βραχεῖαν, ἀλλὰ καὶ ὀξεῖαν βαρεῖαν περισπωμένην δασεῖαν ψιλήν, ἕκαστον τῶν ὑποδεδειγμένων φωναέντων ἔχον τινὰ τούτων κατ' ἰδίαν προσῳδίαν γενήσεται στοιχεῖον· καὶ ᾧ λόγῳ οὐδὲν ἦν κοινὸν μήκους τε καὶ βραχύτητος στοιχεῖον, ἀλλ' ἢ μακρὸν μόνον, ὅτ' εἶχε τὴν μακράν, ἢ βραχύ, ὅτ' εἶχε τὴν βραχεῖαν, τῷ αὐτῷ λόγῳ οὐδὲν ἔσται κοινὸν ὀξύτητος καὶ βαρύτητος, ἀλλ' ἢ ὀξὺ μόνον, ὅτε προσειλήφει τὴν ὀξεῖαν, ἢ βαρύ, ὅτε τὴν βαρεῖαν· καὶ ἐπὶ τῶν ἄλλων τὸ ἀνάλογον. ἐπεὶ οὖν τὰ μὲν βραχέα δύ' ὄντα ἀνὰ πέντε ἐπιδέχεται προσῳδίας, βραχεῖαν ὀξεῖαν βαρεῖαν δασεῖαν ψιλήν, δέκα [114] γενήσεται. τὰ δὲ μακρὰ πάλιν δύο ὄντα ‹εἰ› ἐκ περισσοῦ προσλαμβάνει καὶ τὴν προσῳδίαν τὴν περισπωμένην (μηκύνεται γὰρ ταῦτα καὶ ὀξύνεται καὶ βαρύνεται καὶ δασύνεται καὶ ψιλοῦται καὶ ἰδιαίτερον περισπᾶσθαι πέφυκε), γενήσεται δώδεκα. τὰ δὲ κοινὰ τρία καθεστῶτα τὰς ἑπτὰ προσῳδίας καθ' ἕκαστον ἐπιδέχεται, καὶ ταύτῃ γίνεται εἴκοσι καὶ ἕν· ὥστε πάντα τεσσαράκοντα καὶ τρία τυγχάνειν· οἷς τῶν δεκαεπτὰ συμφώνων προστιθεμένων ἑξήκοντα γίνεσθαι στοιχεῖα, ἀλλ' οὐκ εἰκοσιτέσσαρα.
[115] Ἔστι δὲ καὶ ἕτερος λόγος καθ' ὃν ἀξιοῦται διαφόρως τὰ φωνάεντα πάλιν στοιχεῖα ἐλάσσονα εἶναι τῶν παρὰ τοῖς γραμματικοῖς θρυλουμένων ἑπτά. εἰ γὰρ τὸ α κατ' αὐτοὺς ἐκτεινόμενον καὶ συστελλόμενον οὐχ ἕτερόν ἐστι στοιχεῖον ἀλλ' ἓν κοινόν, ὡσαύτως δὲ καὶ τὸ ι καὶ τὸ υ, ἀκολουθήσει καὶ τὸ ε καὶ τὸ η ἓν εἶναι στοιχεῖον κατὰ τὴν αὐτὴν δύναμιν κοινόν· ἡ γὰρ αὐτὴ δύναμις ἐπ' ἀμφοτέρων ἐστί, καὶ συσταλὲν μὲν τὸ η γίνεται ε, ἐκταθὲν δὲ τὸ ε γίνεται η. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ ο καὶ τὸ ω μία στοιχείου γενήσεται φύσις κοινή, ἐκτάσει καὶ συστολῇ διαφέρουσα, ἐπείπερ τὸ μὲν ω μακρόν ἐστιν [116] [τὸ] ο, τὸ δὲ ο βραχύ ἐστιν ω. τυφλώττουσιν οὖν οἱ γραμματικοὶ καὶ τὸ ἀκόλουθον αὑτοῖς οὐ συνορῶσι, λέγοντες ἑπτὰ φωνάεντα τυγχάνειν, πέντε μόνων ὄντων πρὸς τὴν φύσιν.
Καὶ ἀναστρόφως ἔσεσθαί τινά φασιν ἔνιοι τῶν φιλοσόφων πλείονα στοιχεῖα, διάφορον ἔχοντα δύναμιν τῶν συνήθως παραδιδομένων, οἷον καὶ τὸ αι καὶ τὸ ου καὶ πᾶν ὃ τῆς ὁμοίας ἐστὶ φύσεως. τὸ γὰρ στοιχεῖον κριτέον μάλιστα, ὅτι στοιχεῖόν ἐστιν, ἐκ τοῦ ἀσύνθετον καὶ μονόποιον ἔχειν φθόγγον, οἷός ἐστιν ὁ τοῦ α καὶ ε καὶ ο καὶ [117] τῶν λοιπῶν. ἐπεὶ οὖν ὁ τοῦ αι καὶ ει φθόγγος ἁπλοῦς ἐστι καὶ μονοειδής, ἔσται καὶ ταῦτα στοιχεῖα. τεκμήριον δὲ τῆς ἁπλότητος καὶ μονοειδείας τὸ λεχθησόμενον. ὁ μὲν γὰρ σύνθετος φθόγγος οὐχ οἷος ἀπ' ἀρχῆς προσπίπτει τῇ αἰσθήσει, τοιοῦτος ἄχρι τέλους παραμένειν πέφυκεν, ἀλλὰ κατὰ παράτασιν ἑτεροιοῦται, ὁ δὲ ἁπλοῦς καὶ ὄντως τοῦ στοιχείου λόγον ἔχων τοὐναντίον ἀπ' ἀρχῆς μέχρι τέλους ἀμετάβολός ἐστιν. οἷον τοῦ μὲν ρα φθόγγου ἐν παρατάσει προφερομένου, δῆλον ὡς οὐχ ὡσαύτως αὐτοῦ κατὰ τὴν πρώτην πρό‹ς›πτωσιν ἀντιλήψεται ἡ αἴσθησις καὶ κατὰ τὴν τελευταίαν, ἀλλὰ κατ' ἀρχὰς μὲν ὑπὸ τῆς ρ ἐκφωνήσεως κινηθήσεται, μεταῦθις δὲ ἐξαφανισθείσης αὐτῆς εἰλικρινοῦς τῆς τοῦ α δυνάμεως ποιήσεται τὴν ἀντίληψιν. ὅθεν οὐκ ἂν εἴη στοιχεῖον τὸ ρα καὶ πᾶν τὸ ἐοικὸς [118] αὐτῷ. εἰ δὲ τὸν τοῦ αι φθόγγον λέγοιεν, οὐδὲν ἔσται τοιοῦτον, ἀλλ' οἷον ἀπ' ἀρχῆς ἐξακούεται ‹τὸ› τῆς φωνῆς ἰδίωμα, τοιοῦτον καὶ ἐπὶ τέλει, ὥστε στοιχεῖον ἔσται τὸ αι. τούτου δὲ οὕτως ἔχοντος, ἐπεὶ καὶ ὁ τοῦ ει φθόγγος καὶ ὁ τοῦ ου μονοειδὴς καὶ ἀσύνθετος καὶ ἀμετάβολος ἐξ ἀρχῆς ἄχρι τέλους λαμβάνεται, ἔσται καὶ οὗτος στοιχεῖον.
[119] Ἀλλὰ ἀφέμενοί γε ταύτης τῆς ζητήσεως ἐκεῖνο ἂν λέγοιμεν, ὃ μᾶλλον δύναται θλίβειν τοὺς γραμματικούς. εἰ γὰρ κοινὰ λέγεται στοιχεῖα τρία, α ι υ, διὰ τὸ ἐπιδεκτικὰ τυγχάνειν μήκους τε καὶ συστολῆς, ἀκολουθήσει πᾶν στοιχεῖον κοινὸν εἶναι λέγειν· ἐπιδεκτικὸν γάρ ἐστι τῶν τεσσάρων προσῳδιῶν, βαρύτητος ὀξύτητος ψιλότητος δασύτητος. ἢ εἴπερ οὐχ ὑπομένουσι πᾶν στοιχεῖον κοινὸν εἶναι λέγειν, μηδ' ἐκεῖνα λεγέτωσαν κοινὰ παρόσον ἐκτάσεως καὶ συστολῆς ἐστὶν ἐπιδεκτικά.
[120] Ἤρκει μὲν οὖν ἠπορημένων τῶν στοιχείων τῆς γραμματικῆς πέρας ἐπιτεθεικέναι τῇ ζητήσει· τίς γὰρ ἀπολείπεται λόγος περὶ τῶν μετὰ τὰς ἀρχὰς τοῖς τὰς ἀρχὰς οὐκ ἔχουσι γραμματικοῖς; ὅμως δ' οὖν ἐνδοτέρω προχωροῦντας οὐκ ἔστιν ἀλλότριον κἀκείνων δείγματος χάριν ἀποπειραθῆναι. καὶ ἐπεὶ ἐκ στοιχείων αἱ συλλαβαί εἰσι, ‹τὰ› περὶ τούτων ἐπισυνάπτωμεν.
[121]
Πᾶσα οὖν συλλαβὴ ἢ μακρά ἐστιν ἢ βραχεῖα. μακρὰ δὲ γίνεται, φασί, διχῶς, φύσει τε καὶ θέσει, φύσει μὲν τριχῶς, ἢ ὅταν ἔχῃ στοιχεῖον φύσει μακρὸν ὡς ἐπὶ τῆς ἠώς λέξεως, ἑκατέρα γὰρ τούτων τῶν συλλαβῶν ἐστι μακρὰ διὰ τὸ τὴν μὲν τὸ η τὴν δὲ τὸ ω φύσει ἔχειν μακρόν, ἢ ὅταν ἐκ δυοῖν φωναέντων συνεστήκῃ ὡς ἐπὶ τῆς αἰεί λέξεως, αἱ γὰρ δύο συλλαβαὶ μακραὶ τῷ ἑκατέραν ἐκ δυοῖν φωναέντων ὑπάρχειν, ἢ ὅταν κοινὸν ἔχῃ τὸ στοιχεῖον μακροτόνως παρειλημμένον ὡς ἐπὶ τῆς 'Ἄρης'· τὸ [122] γὰρ α δίχρονον νῦν μακροτόνως ἐκφέρεται. οὐκοῦν φύσει τριχῶς μηκύνεται συλλαβή, θέσει δὲ πενταχῶς, ἤτοι ὅταν εἰς σύμφωνα τῶν ἁπλῶν λήγῃ δύο, ἢ ὅταν ἡ μετ' αὐτὴν συλλαβὴ ἀπὸ συμφώνων δύο ἄρχηται, ἢ ὅταν εἰς σύμφωνον λήγῃ καὶ ἀπὸ συμφώνου ἡ ἑξῆς ἄρχηται, ἢ ὅταν εἰς διπλοῦν λήγῃ στοιχεῖον, ἢ ὅταν μετ' αὐτὴν διπλοῦν ἐπιφέρηται.
[123] εἰ δὴ πᾶσα συλλαβὴ ἤτοι μακρά ἐστιν ἢ βραχεῖα κατὰ τοὺς ὑποδεδειγμένους τῆς τεχνολογίας τρόπους, ἐὰν παραστήσωμεν μηδετέραν οὖσαν αὐτῶν, δῆλον ὡς οὐδὲ λέξιν ἕξουσιν οἱ γραμματικοί· καθὰ γὰρ τῶν στοιχείων ἀναιρουμένων συναναιροῦνται καὶ αἱ συλλαβαί, οὕτω καὶ τῶν συλλαβῶν μὴ οὐσῶν οὔτε αἱ λέξεις γενήσονται οὔτε κοινῶς τὰ τοῦ λόγου μέρη, διὰ δὲ τοῦτ' οὐδὲ λόγος.
[124] Ἵν' οὖν ᾖ τις βραχεῖα συλλαβή, δεῖ προωμολογῆσθαι ὅτι ἐλάχιστος καὶ βραχὺς ἔστι χρόνος, ἐν ᾧ ὑφίσταται. οὐκ ἔστι δὲ ἐλάχιστος χρόνος· πᾶς γὰρ εἰς ἄπειρον τέμνεται, ὡς ἐν τοῖς ὕστερον δείξομεν· εἰ δὲ εἰς ἄπειρον τέμνεται, οὐκ ἔστιν ἐλάχιστος. οὐκ ἄρα ἔσται βραχεῖα συλλαβὴ βραχὺν ἔχουσα χρόνον. εἰ δὲ λέγοιεν νῦν βραχεῖαν καλεῖν καὶ ἐλαχίστην συλλαβὴν οὐ τὴν πρὸς φύσιν ἐλαχίστην οὖσαν ἀλλὰ τὴν πρὸς αἴσθησιν, ἑαυτοῖς προσαύξουσι τὴν [125] ἀπορίαν. τὰς γὰρ λεγομένας παρ' αὐτοῖς βραχείας συλλαβὰς εὑρήσομεν ὡς πρὸς αἴσθησιν μεριστάς, οἷον τὴν ερ. αἰσθητῶς γὰρ ἐπιβάλλομεν ἐπ' αὐτῆς ὅτι προεκφωνεῖται τῆς τοῦ ρ δυνάμεως ἡ τοῦ ε δύναμις. καὶ ἐναλλάξαντες εἰ λέγοιμεν ρε, πάλιν ἀντιληψόμεθα ὅτι πρώτη μέν ἐστι κατὰ τὴν τάξιν ἡ τοῦ ρ δύναμις, δευτέρα δὲ ἡ τοῦ ε.
[126] ἐπεὶ οὖν πᾶν ὃ πρῶτον καὶ δεύτερον μέρος ἔχει πρὸς αἴσθησιν, οὐκ ἔστιν ἐλάχιστον πρὸς αἴσθησιν, φαίνεται δὲ ἡ κατὰ τοὺς γραμματικοὺς βραχεῖα συλλαβὴ πρῶτον καὶ δεύτερον ἔχουσα, οὐκ ἂν εἴη πρὸς αἴσθησιν ἐλαχίστη καὶ βραχεῖα συλλαβή. μουσικοὶ μὲν γὰρ ἴσως ἀλόγους τινὰς χρόνους καὶ φωνῶν παραυξήσεις δυνήσονται ἀπολιπεῖν· τοῖς δὲ μὴ χωροῦσι τὸ τοιοῦτον βάθος γραμματικοῖς τῆς ἀπειρίας, ἀλλὰ [αὐτὸ] μόνον εἰς βραχεῖαν καὶ μακρὰν διαιρουμένοις τὴν γενικὴν συλλαβήν, οὐκ ἔστι συγγνωμονεῖν δίκαιον. οὐκοῦν ἀνυπόστατός ἐστιν ἡ βραχεῖα συλλαβή.
[127] Καὶ μὴν ἡ μακρὰ πάλιν ἔσται ἀνύπαρκτος· δίχρονον μὲν γὰρ αὐτὴν εἶναι λέγουσι, δύο δὲ χρόνοι οὐ συνυπάρχουσιν ἀλλήλοις. εἰ γὰρ δύο εἰσί, τούτῳ διορίζονται ὅτι εἰσὶ δύο, τῷ τὸν μὲν ἐνεστηκέναι τὸν δὲ μή· εἰ δὲ ὃς μὲν ἐνέστηκεν ὃς δὲ οὐκ ἐνέστηκεν, οὐ συνυπάρχουσιν [128] ἀλλήλοις. διόπερ καὶ ἡ μακρὰ συλλαβὴ εἴπερ ἐστὶ δίχρονος, ὀφείλει, ὅτε μὲν αὐτῆς ἐνέστηκεν ὁ πρῶτος χρόνος, τότε ὁ δεύτερος μὴ ἐνεστηκέναι, καὶ ὅτε ὁ δεύτερος ἐνίσταται, τότε ὁ πρῶτος μηκέτι εἶναι. ἀσυνυπάρκτων δὲ αὐτῆς ὄντων τῶν μερῶν ὅλη μὲν οὐχ ὑφέστηκε, μέρος δέ τι αὐτῆς. ἀλλὰ τό γε μέρος αὐτῆς οὐκ ἦν αὐτή, ἐπεὶ οὐ διοίσει τῆς βραχείας ἡ μακρὰ συλλαβή. οὐκ ἄρα οὐδὲ [129] μακρά τις ἔστι συλλαβή. εἰ δὲ λέγοιεν κατὰ συμμνημόνευσιν νοεῖσθαι μακρὰν συλλαβήν (τοῦ γὰρ προλεχθέντος φθόγγου μνημονεύοντες καὶ τοῦ νῦν λεγομένου ἀντιλαμβανόμενοι τὸ ἐξ ἀμφοτέρων συντιθέμενον μακρὰν ἐνενοήσαμεν συλλαβήν) ‑ εἰ δὴ τοῦτο λέγοιεν, οὐδὲν ἄλλο ἢ ἀνυπόστατον ὁμολογήσουσιν εἶναι τὴν τοιαύτην συλλαβήν.
[130] εἰ γὰρ ὑφέστηκεν, ἤτοι ἐν τῷ προαναφωνουμένῳ φθόγγῳ ὑφέστηκεν ἢ ἐν τῷ ἐπαναφωνουμένῳ. οὔτε δὲ ἐν τῷ προαναφωνουμένῳ οὔτε ἐν τῷ ἐπαναφωνουμένῳ· ἑκάτερος γὰρ αὐτῶν κατ' ἰδίαν μὴ ὑφεστὼς οὐδὲ τὴν ἀρχὴν συλλαβή ἐστιν· ὥστε οὐδὲ ὑφέστηκεν, ὑφεστῶσα δὲ βραχεῖά ἐστιν ἀλλ' οὐ μακρὰ συλλαβή· οὔτε δὲ ἐν ἀμφοτέροις· ὁ γὰρ ἕτερος αὐτῶν τοῦ ἑτέρου ὑφεστῶτος οὐχ ὑφέστηκεν, ἐκ δὲ τοῦ ὑπάρχοντος καὶ μὴ ὑπάρχοντος οὐδὲν ἔστιν ἐπινοῆσαι συγκείμενον ὡς ἐκ μερῶν. οὐκ ἄρα ἔστι τις μακρὰ συλλαβή.
[131] Ἀνάλογον δὲ τούτοις ἐστὶ καὶ τὰ περὶ λέξεως καὶ τῶν τοῦ λόγου μερῶν ἀπορεῖσθαι ὀφείλοντα. πρῶτον μὲν γάρ, ὡς μικρῷ πρότερον ὑπεδείκνυμεν, μὴ οὔσης συλλαβῆς μηδὲ λέξιν εἶναι δυνατόν· ἐκ συλλαβῶν γὰρ αἱ λέξεις λαμβάνουσι τὴν ὑπόστασιν. εἶτα καὶ κατὰ τὴν αὐτὴν ἔφοδον ἐξέσται προηγουμένως ἐπ' αὐτῆς τῆς λέξεως τὰς αὐτὰς χειρίζειν ἀπορίας. ἢ γὰρ συλλαβή ἐστιν ἢ ἐκ συλλαβῶν συνέστηκεν· ὅπως δ' ἂν ἔχῃ, τὰς ἐκκειμένας ἡμῖν [132] ἐπὶ τῆς συλλαβῆς ἀπορίας ἐπιδέξεται. ἀλλ' ὅμως ἵνα μὴ καινοτέρων ἐλέγχων ἀπορεῖν δοκῶμεν, προσφωνητέον τι κἀνταῦθα τοῖς γραμματικοῖς.
Ὅταν γὰρ μέρη τινὰ λόγου καλῶσιν, οἷον ὄνομα ῥῆμα ἄρθρον καὶ τὰ λοιπά, πόθεν λαβόντες; ἤτοι γὰρ ταῦτα ὅλον τὸν λόγον καλοῦσιν, ἢ ταῦτα μέρη ἐκείνου, μήτε δ' ἐκείνου ὡς ὅλου νοεῖσθαι δυναμένου μήτε τούτων ὡς μερῶν ἐκείνου ‹...›. λαμβανέσθω δὲ τὰ εἰς τὴν ὑπόθεσιν παραδείγματα, ὡς μὴ ἀπῶμεν τῶν τῆς γραμματικῆς θεωρημάτων.
[133] ἔστω τοίνυν ὑποθέσεως χάριν λόγος μὲν ὁ σύμπας οὗτος ὁ στίχος·
μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος,
μέρη δὲ αὐτοῦ ταῦτα, τό τε μῆνιν προσηγορία καθεστώς, καὶ τὸ ἄειδε ῥῆμα προστακτικόν, καὶ τὸ θεά προσηγορία πάλιν θηλυκή, καὶ τὸ Πηληιάδεω ὄνομα πατρωνυμικόν, [134] πρὸς δὲ τούτοις καὶ τὸ Ἀχιλῆος ὄνομα κύριον. οὐκοῦν ἤτοι ἄλλο τί ἐστιν ὁ λόγος παρὰ τὰ μέρη αὐτοῦ καὶ ἄλλα τὰ μέρη παρὰ τὸν λόγον, ἢ τὸ ἄθροισμα τῶν μερῶν ὁ λόγος ὑπείληπται. καὶ εἰ μὲν ἄλλο τι τῶν μερῶν ἐστιν ὁ λόγος, αἰρομένων δηλονότι τῶν ἐκκειμένων τοῦ λόγου μερῶν ὑπολειφθήσεται ὁ λόγος. τοσοῦτον δὲ ἀπέχει ὁ προειρημένος στίχος τοῦ μένειν πάντων αἰρομένων αὐτοῦ τῶν μερῶν, ὡς κἂν ἓν ὁδηποτοῦν αὐτοῦ μέρος ἀνέλωμεν, [135] οἷον τὸ μῆνιν ἢ τὸ ἄειδε, μηκέτι στίχος ὑπάρχειν. εἰ δὲ τὸ ἄθροισμα τῶν τοῦ λόγου μερῶν νοεῖται λόγος, τῷ μηδὲν εἶναι τὸν ἀθροισμὸν παρὰ τὰ ἠθροισμένα καθάπερ καὶ τὸ διάστημα παρὰ τὰ διεστηκότα, οὐδὲν ὑπάρξει ὁ λόγος οὗ νοηθήσεταί τινα μέρη. μηδενὸς δὲ ὄντος ὅλου λόγου οὐδὲ μέρη τινὰ τούτου γενήσεται. ὥσπερ οὖν εἰ μηδὲν ἔστιν ἀριστερόν, οὐδὲ δεξιὸν ἔστιν, οὕτως εἰ μὴ [136] ἔστι τι ὅλον λόγος, οὐδὲ τὰ μέρη ὑπάρξει. καθόλου τε, εἰ τὸν ἀθροισμὸν τῶν τοῦ λόγου μερῶν ὅλον ἡγήσονται λόγον, ἀκολουθήσει αὐτοῖς τὰ μέρη τοῦ λόγου ἀλλήλων λέγειν εἶναι μέρη. εἰ γὰρ μηδὲν ὑπόκειται ὅλον παρ' αὐτὰ οὗ γενήσεται μέρη, ἀλλήλων ἔσται μέρη. τοῦτο δὲ ὡς [137] ἔστιν ἀλογώτατον, σκοπῶμεν. τὰ γὰρ μέρη πάντως ἐμπεριέχεται ἐκείνοις τοῖς ὧν λέγεται μέρη, ἴδιον τόπον ἐπέχοντα καὶ ἰδίαν ὑπόστασιν ἔχοντα, ἐν ἀλλήλοις δὲ οὐκ ἐμπεριέχεται. οἷον ἀνθρώπου μὲν μέρη χεῖρες καθεστᾶσι, χειρῶν δὲ δάκτυλοι καὶ δακτύλων ὄνυχες. διόπερ ἐν μὲν ἀνθρώπῳ χεῖρες περιέχονται, ἐν χερσὶ δὲ δάκτυλοι, ἐν δακτύλοις δὲ ὄνυχες, καὶ οὐχὶ μὲν ἡ δεξιὰ χεὶρ τὴν ἀριστερὰν συμπληροῖ, ὁ δὲ λιχανὸς τὸν ἀντίχειρα δάκτυλον ἀπαρτίζει, ἡ δὲ κεφαλὴ τοὺς πόδας συντίθησι καὶ οἱ πόδες τὸν [138] θώρακα. ὅθεν καὶ τὰ μέρη τοῦ λόγου οὐ ῥητέον ἀλλήλων εἶναι μέρη, ἐπεὶ ἐν ἀλλήλοις αὐτὰ δεήσει περιέχεσθαι, τὸ μὲν μῆνιν ἐν τῷ ἄειδε, τὸ δὲ ἄειδε ἐν τῷ θεά, καὶ καθόλου πάντα ἐν πᾶσιν, ὅπερ ἀδύνατον. οὐ τοίνυν ἀλλήλων τῶν τοῦ λόγου μερῶν δυναμένων εἶναι μερῶν διὰ τὸ ἀνόητον τοῦ πράγματος, οὔτε ὅλου τινὸς εὑρισκομένου λόγου παρὰ τὰ ἑαυτοῦ μέρη, μηδενὸς [τε] εὑρισκομένου πράγματος παρ' αὐτὰ τὰ μέρη οὗ λέξομεν εἶναι τὰ μέρη λείπεται λέγειν ὡς οὐδέν ἐστι μέρος λόγου. διὰ δὲ τοῦτ' οὐδὲ λόγος.
[139] Ἐπακτέον δὲ καὶ οὕτως. εἴπερ τὸ μῆνιν μέρος ἐστὶ τοῦ στίχου, ἤτοι ὅλου τοῦ στίχου μέρος ἐστὶν ἢ τοῦ 'ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος.' ἀλλ' εἰ μὲν τοῦ ὅλου στίχου μέρος ἐστίν, ἐπεὶ ὅλος σὺν αὐτῷ τῷ μῆνιν νοεῖται, καὶ ἑαυτοῦ μέρος συμπληρωτικὸν γενήσεται τὸ μῆνιν, διὰ δὲ τοῦτο καὶ μεῖζον ἑαυτοῦ καὶ ἧττον, μεῖζον μὲν ἑαυτοῦ ᾗ συμπληροῦται ὑφ' ἑαυτοῦ (τὸ γὰρ ὑπό τινος συμπληρούμενον μεῖζόν ἐστι τοῦ συμπληροῦντος αὐτό), ἔλασσον δὲ ᾗ συμπληροῖ ἑαυτό· τὸ γάρ τινος συμπληρωτικὸν ἔλασσόν ἐστι τοῦ συμπληρουμένου. οὐ πάνυ δὲ ταῦτα πιθανά· οὐκ ἄρα τοῦ ὅλου στίχου μέρος ἐστὶ τὸ μῆνιν.
[140] καὶ μὴν οὐδὲ τοῦ λειπομένου, φημὶ δὲ τοῦ 'ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος'. πρῶτον μὲν γὰρ τὸ μέρος περιέχεται ἐν τῷ οὗ ἐστι μέρος, τὸ δὲ μῆνιν οὐκ ἐμπεριέχεται ἐν τῷ 'ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος', ὥστε οὐκ ἂν εἴη μέρος τούτου. εἶτα δὲ οὐδὲ τὸ 'ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος' χρῄζει συμπληρώσεως· κατὰ γὰρ τὸν ἴδιον λόγον συμπεπλήρωται. ἀλλὰ ὅλος ὁ λόγος, λέγω δὲ ὁ στίχος, οὐκ ἔστι τὸ 'ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος'. τοίνυν οὐδὲ τούτου μέρος ἐστὶ τὸ μῆνιν. ἀλλ' εἰ μήτε τοῦ ὅλου στίχου μέρος ἐστὶ τὸ μῆνιν μήτε τοῦ ἀπολειπομένου μέρους, παρὰ δὲ ταῦτα οὐδὲν ἄλλο ὑπόκειται, οὐδενὸς λόγου μέρος ἐστὶ τὸ μῆνιν.
[141] Ταῦτα μὲν οὖν καθολικώτερον πρὸς τὰ μέρη τοῦ λόγου ῥητέον· ἐμβάντες δὲ εἰς τὰς κατὰ μέρος παρ' αὐτοῖς περὶ τούτων τεχνολογίας πολὺν λῆρον εὑρήσομεν. καὶ τοῦτο πάρεστι μαθεῖν οὐκ ἐπὶ τὴν πᾶσαν ὕλην φοιτήσαντας (ἀδόλεσχον γάρ ἐστι καὶ γραμματικῆς γραολογίας πλῆρες), ἀλλ' ὅμοιόν τι τοῖς οἰνοκαπήλοις ποιήσαντας, καὶ ὃν τρόπον ἐκεῖνοι ἐξ ὀλίγου γεύματος τὸν ὅλον δοκιμάζουσι φόρτον, οὕτω καὶ αὐτοὶ ἓν λόγου μέρος προχειρισάμενοι, καθάπερ τὸ ὄνομα, ἐκ τῆς περὶ τούτου τεχνολογίας συνοψόμεθα καὶ τὴν ἐν τοῖς ἄλλοις τῶν γραμματικῶν ἐντρέχειαν.
[142]
Αὐτίκα τοίνυν ὅταν τῶν ὀνομάτων τὰ μὲν ἀρσενικὰ φύσει λέγωσι τὰ δὲ θηλυκὰ τὰ δὲ οὐδέτερα, καὶ τὰ μὲν ἑνικὰ τῷ ἀριθμῷ τὰ δὲ δυϊκὰ τὰ δὲ πληθυντικά, καὶ ἤδη τὰς ἄλλας ἐπισυνείρωσι διαιρέσεις, ἐπιζητήσωμεν τί ποτέ [143] ἐστι τὸ ἐπιφωνούμενον τοῦτο 'φύσει'. ἢ γὰρ ὅτι οἱ πρῶτοι ἀναφθεγξάμενοι τὰ ὀνόματα φυσικὴν ἐποιήσαντο τὴν ἀναφώνησιν αὐτῶν ὡς καὶ τὴν ἐπὶ τῷ ἀλγεῖν κραυγὴν καὶ τὴν ἐπὶ τῷ ἥδεσθαι ἢ τῷ θαυμάζειν ἐκβόησιν, οὕτω λέγουσι φύσει τὰ μὲν τοιαῦτα εἶναι τῶν ὀνομάτων τὰ δὲ τοιάδε· ἢ ὅτι καὶ ἐπὶ τοῦ παρόντος ἕκαστον αὐτῶν φυσικῶς ἡμᾶς κινεῖ ὅτι ἀρρενικόν, κἂν ἡμεῖς μὴ νομίζωμεν αὐτὸ ἀρρενικὸν εἶναι, καὶ πάλιν φυσικῶς αὐτὸ ἐνδείκνυται [144] ὅτι θηλυκόν ἐστι, κἂν ἡμεῖς μὴ θέλωμεν. ἀλλὰ τὸ μὲν πρῶτον οὐκ ἂν εἴποιεν. πόθεν γὰρ γραμματικῇ παχύτητι διαγινώσκειν πότερον φύσει ἢ θέσει τὰ ὀνόματα, ἢ τίνα μὲν οὕτως τίνα δὲ ἐκείνως; ὅτε οὐδὲ τοῖς ἐπ' ἄκρον ἥκουσι φυσιολογίας εὐμαρὲς εἰπεῖν διὰ τὰς ἑκατέρωθεν ἰσολογίας.
[145] ἄλλως τε καὶ ἰσχυρὸς ἀντικάθηται τούτῳ λόγος, πρὸς ὃν οὐδ' εἰ καταπέλτην ὑπομένοιεν, φασίν, οἱ γραμματικοὶ δυνήσονταί τι συνιδεῖν ἱκνούμενον. εἴπερ γὰρ φύσει τὰ ὀνόματα ἦν καὶ μὴ τῇ καθ' ἕκαστον θέσει ἐσήμαινεν, ἐχρῆν πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων καὶ βαρβάρους βαρβάρων. οὐχὶ δέ γε τοῦτο· οὐκ ἄρα φύσει σημαίνει τὰ ὀνόματα. ὥστε τοῦτο [146] μὲν οὐκ ἐροῦσιν· εἰ δ' ὅτι φυσικῶς διαδείκνυσιν ἕκαστον ὄνομα ὅτι ἀρρενικόν ἐστιν ἢ θηλυκὸν ἢ οὐδέτερον, φασὶ τὰ μὲν τοιάδε τὰ δὲ τοιαῦτα τυγχάνειν, ἴστωσαν λειότε[147]ρον αὑτοῖς τρίβοντες τὸν κλοιόν. πάλιν γὰρ φήσομεν ὅτι τὸ φύσει κινοῦν ἡμᾶς ὁμοίως πάντας κινεῖ, καὶ οὐχ οὓς μὲν οὕτως οὓς δὲ ἐναντίως· οἷον φύσει τὸ πῦρ ἀλεαίνει, βαρβάρους Ἕλληνας ἰδιώτας ἐμπείρους, καὶ οὐχ Ἕλληνας μὲν ἀλεαίνει βαρβάρους δὲ ψύχει· καὶ ἡ χιὼν φύσει ψύχει, καὶ οὐ τινὰς μὲν ψύχει τινὰς δὲ θερμαίνει. ὥστε τὸ φύσει κινοῦν ὁμοίως τοὺς ἀπαραποδίστους ἔχοντας τὰς [148] αἰσθήσεις κινεῖ. τὰ δὲ αὐτὰ ὀνόματα οὐ πᾶσίν ἐστι τὰ αὐτά, ἀλλὰ τοῖς μὲν ἀρρενικὰ τοῖς δὲ θηλυκὰ τοῖς δὲ οὐδέτερα· οἷον Ἀθηναῖοι μὲν τὴν στάμνον λέγουσι θηλυκῶς, Πελοποννήσιοι δὲ τὸν στάμνον ἀρρενικῶς, καὶ οἱ μὲν τὴν θόλον οἱ δὲ τὸν θόλον, καὶ οἱ μὲν τὴν βῶλον οἱ δὲ [149] τὸν βῶλον, καὶ οὐ διὰ τοῦτο οὗτοι ἢ ἐκεῖνοι λέγονται ἁμαρτάνειν· ἕκαστος γάρ, ὡς τεθεμάτικεν, οὕτω χρῆται. καὶ οἱ αὐτοὶ δὲ διαφόρως ταὐτὰ ὁτὲ μὲν ἀρρενικῶς ἐκφέρουσιν ὁτὲ δὲ θηλυκῶς, λέγοντες τὸν λιμόν καὶ τὴν λιμόν. οὐκ ἄρα φύσει τῶν ὀνομάτων τὰ μὲν ἀρρενικὰ τὰ δὲ θηλυκά, ἀλλὰ κατὰ θεματισμὸν τὰ μὲν τοιαῦτα γίνεται [150] τὰ δὲ τοιαῦτα. καὶ μὴν εἴπερ φύσει τῶν ὀνομάτων ἦν τὰ μὲν ἀρρενικὰ τὰ δὲ θηλυκά, ὤφε‹ι›λον αἱ ἀρρενικαὶ φύσεις ἀεί ποτε ἀρρενικοῖς ὀνόμασι προσαγορεύεσθαι καὶ αἱ θηλυκαὶ θηλυκοῖς καὶ αἱ μήτε ἀρρενικαὶ φύσεις μήτε [151] [αἱ] θηλυκαὶ οὐδετέρως. οὐχὶ δὲ τοῦτο, ἀλλὰ καὶ τὰς ἀρρενικὰς φύσεις θηλυκῶς καλοῦμεν καὶ τὰς θηλυκὰς ἀρρενικῶς καὶ τὰς οὔτε ἀρρενικὰς οὔτε θηλυκὰς ἤτοι ἀρρενικῶς ἢ θηλυκῶς, οὐχὶ δὲ οὐδετέρως· οἷον κόραξ μὲν λέγεται ἀετός κώνωψ κάνθαρος σκορπίος μῦς ἀρρενικῶς καὶ ἐπὶ τοῦ θήλεος, καὶ πάλιν χελιδών χελώνη κορώνη ἀκρίς μυγαλῆ ἐμπίς καὶ ἐπὶ τοῦ ἄρρενος τὴν φύσιν θηλυκῶς· [152] ὡσαύτως δὲ κλίνη θηλυκῶς ἐπὶ τῆς μήτε ἄρρενος μήτε θηλείας τὴν φύσιν, καὶ στῦλος ἀρρενικῶς ἐπὶ τοῦ οὐδετέρου. τοίνυν εἰ φύσει οὐδέν ἐστιν ἀρρενικὸν ἢ θηλυκὸν ὄνομα, ζητῶ πῶς ὁ γραμματικὸς ἐπιλήψεται τοῦ διαστρόφως λέγοντος ὁ χελιδών καὶ ἡ ἀετός. ἤτοι γὰρ ὡς φύσει τοῦ ὀνόματος τῆς χελιδόνος θηλυκοῦ ὄντος, ἐκείνου δὲ ἀρρενικὸν αὐτὸ τῷ ἄρθρῳ βιαζομένου γενέσθαι, ἢ ὡς τῆς κοινῆς συνηθείας θηλυκὸν αὐτὸ θεματισάσης ἀλλ' οὐκ [153] ἀρρενικόν. ἀλλ' εἰ μὲν ὡς φύσει θηλυκοῦ καθεστῶτος, ἐπεὶ οὐδὲν φύσει θηλυκόν ἐστι καθὼς παρεστήσαμεν, ἀδιάφορον τὸ ὅσον ἐπὶ τούτῳ ἐάν τε οὕτως ἐάν τε ἐκείνως ἐκφέρηται· εἰ δ' ὡς ὑπὸ τῆς κοινῆς συνηθείας ἀντὶ θηλυκοῦ θεματισθέν, γενήσεται τοῦ τε εὖ λεγομένου καὶ μὴ κριτήριον οὐχὶ τεχνικός τις καὶ γραμματικὸς λόγος ἀλλ' ἡ ἄτεχνος καὶ ἀφελὴς τῆς συνηθείας παρατήρησις.
[154] Τὰ δὲ αὐτὰ ταῦτα μετακτέον καὶ ἐπὶ τὰ ἑνικὰ καὶ πληθυντικὰ τῶν ὀνομάτων. Ἀθῆναι γὰρ λέγονται πληθυντικῶς ἡ μία πόλις καὶ Πλαταιαί, καὶ πάλιν Θήβη ἑνικῶς καὶ Θῆβαι πληθυντικῶς, καὶ Μυκήνη καὶ Μυκῆναι. ῥηθήσεται δὲ ἐπιμελέστερον περὶ τῆς ἐν τούτοις ἀνωμαλίας προβαινούσης τῆς ζητήσεως.
Τὰ νῦν δὲ ἐπεὶ καὶ ὑποδειγματικῶς κατωπτεύκαμεν τὴν ἐν τούτοις τῶν γραμματικῶν ἀκρίβειαν, φέρε κἀκεῖνο, [155] πρὶν ἐπ' ἄλλον τ[ρ]όπον ἀπελθεῖν, ἐξετάσωμεν, φημὶ δὲ τίνα λόγον καλοῦσιν ἢ μέρη λόγου.
Ἤτοι γὰρ αὐτὴν τὴν σωματικὴν φωνὴν ἐροῦσιν ἢ ἀσώματον λεκτόν, διαφέρον ταύτης. οὔτε δὲ τὴν φωνὴν ἐροῦσιν· ταύτης μὲν γὰρ ῥηθείσης πάντες ἀκούουσιν, Ἕλληνές τε καὶ βάρβαροι καὶ ἰδιῶται καὶ οἱ παιδείας ἐντός, τοῦ δὲ λόγου καὶ τῶν τούτου μερῶν Ἕλληνες μόνοι καὶ οἱ τούτου ἔμπειροι. τοίνυν οὐχ ἡ φωνή ἐστιν ὁ λόγος καὶ μέρη λόγου.
[156] καὶ μὴν οὐδὲ τὸ ἀσώματον λεκτόν. πῶς γὰρ ἀσώματον ἔτι ἔστι τι ἄλλο τοιοῦτο παρὰ τὸ σῶμα καὶ τὸ κενόν, πολλῆς καὶ ἀνηνύτου γενομένης παρὰ τοῖς φιλοσόφοις περὶ αὐτοῦ διαμάχης; εἰ μὲν γὰρ κινεῖται, σῶμά ἐστιν· τὸ γὰρ κινούμενον σῶμα· εἰ δὲ μένει, δεχόμενον μὲν τὰ εἰς αὐτὸ φερόμενα σώματα καὶ μὴ ἀντιτυποῦν κενὸν γενήσεται, κενοῦ γὰρ ἴδιον τὸ μὴ ἀντιτυπεῖν, ἀντιτυποῦν δὲ τοῖς εἰς αὐτὸ φερομένοις σῶμά ἐστιν, ἰδίωμα γὰρ σώματος [157] τὸ ἀντιτυπεῖν. ἄλλως τε ὁ λέγων ἀσώματόν τι λεκτὸν ὑπάρχειν ἤτοι φάσει μόνον ἀρκούμενος λέγει ἢ ἀπόδειξιν παραλαμβάνων. ἀλλὰ φάσει μὲν ἀρκούμενος ἐν ἀντιφάσει ἐπισχεθήσεται· ἀπόδειξιν δὲ παραλαμβάνων, ἐπεὶ καὶ αὐτὴ δι' ἀναμφισβητήτων ὀφείλει λημμάτων προάγειν, τὰ δὲ λήμματά ἐστι λεκτά, προαρπάζων τὸ ζητούμενον [158] ὡς ὁμολογούμενον ἄπιστος ἔσται. παρ' ἣν αἰτίαν λοιπόν, εἰ μήτε ἡ φωνὴ λόγος ἐστὶ μήτε τὸ σημαινόμενον ὑπ' αὐτῆς ἀσώματον λεκτόν, παρὰ δὲ ταῦτα νοεῖν οὐδὲν ἐνδέχεται, οὐδέν ἐστι λόγος.
Ἔστω δὲ νῦν καὶ ὁ λόγος καὶ μέρη τούτου ὁπόσα θέλουσιν οἱ γραμματικοὶ ὑπάρχειν. ἀλλ' εἰπάτωσάν γε ἡμῖν πῶς τὸν λόγον μερίζουσιν.
[159]
Ἐπεὶ γὰρ τὸν μερισμὸν τὸν τῶν ‹ἐμ›μέτρων ἐν δυσὶ μάλιστα τοῖς ἀναγκαιοτάτοις κεῖσθαι συμβέβηκεν, ἔν τε τῷ βαίνειν, τουτέστι τῇ εἰς τοὺς πόδας διανομῇ, καὶ ἐν τῇ εἰς τὰ τοῦ λόγου μέρη διαιρέσει, ἀκόλουθον μὲν ἂν ἦν τοῖς τελέως πρὸς αὐτοὺς ἀντιλέγουσιν ἑκάτερον κινεῖν, τόν τε τρόπον τοῦ βαίνειν, σκελίσαντας αὐτῶν ἅπαντας τοὺς οἷς βαίνουσι πόδας ὡς ἀνυπάρκτους, καὶ ἔτι τὸν τρόπον τῆς τῶν τοῦ λόγου μερῶν διανομῆς, δείξαντας τὸ [160] ἀδύνατον τῆς διαιρέσεως. ἀλλ' ἐπεὶ κἀν τοῖς πρὸς τοὺς μουσικοὺς προηγουμένως περὶ ποδῶν ζητοῦμεν, ἵνα μὴ προλαμβάνωμεν τὰ μελλήσοντα πρὸς ἐκείνους λέγεσθαι ἢ μὴ δὶς τὰ αὐτὰ λέγωμεν, ταύτην μὲν τὴν ἀπορίαν εἰς τὸν δέοντα καιρὸν ὑπερθησόμεθα, περὶ δὲ τῆς διαιρέσεως τῶν τοῦ λόγου μερῶν σκεψώμεθα.
[161] Ὁ οὖν μερίζων τινὰ στίχον τὰ μὲν ἀφαιρεῖ τὰ δὲ προστίθησι, καὶ ἀφαιρεῖ μὲν τὸ μῆνιν, εἰ τύχοι, χωρίζων τοῦ παντὸς στίχου, καὶ πάλιν τὸ ἄειδε καὶ τὰ λοιπὰ μέρη, προστίθησι δὲ τοῖς κατὰ συναλοιφὴν ἐκφερομένοις, οἷον τῷ 'αἷμ' ἐμέων' τὸ α, τὸ γὰρ πλῆρες ἦν 'αἷμα ἐμέων', καὶ πάλιν τῷ 'βῆ δ' ἀκέων' τὸ ε, κατὰ γὰρ ἐκπλήρωσιν οὕτως εἶχε 'βῆ δὲ ἀκέων.' μηδενὸς μέντοι μήτε ἀφαιρεῖσθαι δυναμένου ἀπό τινος μήτε προστίθεσθαί τινι πεφυκότος ἀδύνατος γίνεται ὁ κατὰ γραμματικὴν μερισμός.
[162]
Τὸ δὲ ὅτι οὐδὲν οὐδενὸς ἀφαιρεῖται μάθοιμεν ἂν τὸν τρόπον τοῦτον. εἰ γὰρ ἀφαιρεῖταί τι ἀπό τινος, ἢ ὅλον ἀφ' ὅλου ἀφαιρεῖται ἢ μέρος ἀπὸ μέρους ἢ ὅλον ἀπὸ μέρους ἢ μέρος ἀπὸ ὅλου. ὅλον μὲν οὖν ἀπὸ ὅλου οὐκ ἀφαιρεῖται· ἑνὸς γὰρ ὑποκειμένου στίχου, εἰ ὅλον ἐστὶ τὸ ἀφαιρούμενον, ὅλον στίχον ἀφελοῦμεν. καὶ οὕτως εἰ μὲν ἔτι μένοι ὁ στίχος ἀφ' οὗ ἡ ἀφαίρεσις, οὐδὲ ὅλως ἔσται γεγονυῖά τις ἀφαίρεσις ἀπ' αὐτοῦ· πῶς γὰρ ἔτι μένειν οἷόν τέ ἐστι τὸ ὅλον, εἴπερ ἀφῄρηται; εἰ δὲ μὴ μένοι, δῆλον ὡς ἐκ τοῦ μὴ ὄντος οὐκ ἔστι πάλιν γεγονυῖα ἀφαίρεσις.
[163] ὥστε ὅλον ἀπὸ ὅλου οὐκ ἀφαιρεῖται. καὶ μὴν οὐδὲ ὅλον ἀπὸ μέρους· ἐν μὲν γὰρ τῷ μέρει οὐκ ἐμπεριέχεται τὸ ὅλον, οἷον τῷ μῆνιν τὸ '‹μῆνιν› ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος', τὸ δὲ ἀφαιρούμενον ὀφείλει ἐμπεριέχεσθαι τῷ τὴν ἀφαίρεσιν ἐπιδεχομένῳ. λείπεται ἄρα ἢ μέρος ἀφ' ὅλου ἢ μέρος ἀπὸ μέρους ἀφαιρεῖσθαι. ἀλλὰ καὶ τοῦτ' ἄπορον. τὸ γὰρ μῆνιν εἰ μὲν ἀφ' ὅλου ἀφαιρεῖται τοῦ στίχου, καὶ ἀπὸ αὑτοῦ ἀφαιρεῖται· σὺν αὐτῷ γὰρ ὅλος ὁ στίχος ἐνοεῖτο. καὶ ἄλλως, εἰ ἀφ' ὅλου ἀφαιρεῖται, τὸ δ' ὅλον ἦν 'μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος', ὤφειλεν ἠλαττῶσθαι καὶ τὸ 'ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος' καὶ μὴ μένειν ἐν τῷ αὐτῷ, παντὸς τοῦ ἀφαίρεσιν ἐπιδεξαμένου [164] μὴ μένοντος ἐν ταὐτῷ. ἐχρῆν δὲ καὶ αὐτὸ τὸ μῆνιν, ἀφ' ὅλου ἐκείνου λαμβάνον τὴν ἀφαίρεσιν, ἔχειν τι ἐξ ἑκάστου τῶν ἐν ἐκείνῳ, ὃ πάλιν ἐστὶ ψεῦδος. εἰ οὖν μήτε ὅλον στίχον ἀπὸ στίχου δυνατὸν μερίζειν μήτε μέρος στίχου ἀπὸ μέρους μήτε ὅλον ἀπὸ μέρους μήτε μέρος ἀφ' ὅλου, καὶ παρὰ ταῦτα οὐδὲν ἐνδέχεται ποιεῖν, ἀδύνατος τῷ γραμματικῷ ὁ μερισμός.
[165]
Οὐ μὴν ἀλλὰ καὶ ἡ κατὰ τὰς συναλειπτικῶς ἐκφερομένας λέξεις τινῶν πρόσθεσις οὐκ ἔσται. καὶ τοῦτ' ἔσται σαφές, ἂν μὴ ἐπὶ συλλαβῶν ἢ στοιχείων χειρίζηται ὁ λόγος, ὧν μάλιστα τὰς προσθέσεις ἐν τοῖς μερισμοῖς ποιοῦνται οἱ γραμματικοί, ἀλλ' ἐπὶ ὅλων λέξεων. ὑποκειμένου τοίνυν ἡμιστιχίου τοῦ 'ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος' (ἔστω γὰρ πρὸς τὸ παρὸν τουτὶ ἡμιστίχιον, καὶ προσλαμβανέτω τὸ μῆνιν, ὥστε τὸ ἐξ ἀμφοτέρων ἡρωικὸν γίνεσθαι μέτρον) ζητοῦμεν τίνι ἡ πρόσθεσις γίνεται· [166] ἤτοι γὰρ ἑαυτῷ τὸ μῆνιν προστίθεται ἢ τῷ προϋποκειμένῳ ἡμιστιχίῳ ἢ τῷ ἐξ ἀμφοτέρων ἀποτελεσθέντι ἡρωικῷ μέτρῳ. καὶ ἑαυτῷ μὲν οὐκ ἂν προστεθείη· μὴ ὂν γὰρ ἕτερον ἑαυτοῦ καὶ μὴ διπλασιάζον ἑαυτὸ οὐκ ἂν λέγοιτο ἑαυτῷ προστίθεσθαι. τῷ δὲ προϋποκειμένῳ ἡμιστιχίῳ πῶς ἐνδέχεται; ὅλῳ μὲν γὰρ αὐτῷ προστιθέμενον καὶ αὐτὸ παρισαζόμενον ἐκείνῳ ἡμιστίχιον γενήσεται, [167] ταύτῃ τε ἀκολουθήσει καὶ τὸ μέγα ἡμιστίχιον λέγειν εἶναι βραχύ, βραχεῖ συνεξισούμενον τῷ μῆνιν, καὶ τὸ βραχὺ μέγα, μείζονι ἀντιπαρῆκον τῷ ἡμιστιχίῳ, εἴπερ τῷ παντὶ ἡμιστιχίῳ προστίθοιτο τὸ μῆνιν. ‹εἰ δὲ μέρει αὐτοῦ,› οἷον τῷ ἄειδε, καὶ εἰ μὲν μόνον αὐξήσει τὸ ἄειδε, τὸ δ' ὅλον ‹οὐκ αὐξήσει›, οὐ ποιήσει στίχον. λείπεται οὖν φάσκειν τῷ ἐξ ἀμφοῖν, αὐτοῦ τε τοῦ μῆνιν καὶ τοῦ προϋποκειμένου ἡμιστιχίου, ἀποτελουμένῳ ἑξαμέτρῳ καὶ [168] ἡρωικῷ στίχῳ προστίθεσθαι. ὃ τελέως ἦν ἀπίθανον τὸ γὰρ ἐπιδεχόμενον πρόσθεσιν προϋπόκειται τῆς προσθέσεως, οὐ μὴν τὸ γινόμενον ἐκ τῆς προσθέσεως προϋπόκειται ταύτης. οὐκ ἄρα οὖν τῷ γινομένῳ ἐκ τῆς προσθέσεως τοῦ μῆνιν ἑξαμέτρῳ στίχῳ προστίθεται τὸ μῆνιν· ὅτε μὲν γὰρ γίνεται ἡ πρόσθεσις, οὔπω ἑξάμετρός ἐστιν, ὅτε δὲ ἔστιν ἑξάμετρος, οὐκέτι γίνεται ἡ πρόσθεσις. πλὴν συνῆκται τὸ προκείμενον, καὶ μήτε προσθέσεως μήτε ἀφαιρέσεως οὔσης ἀναιρεῖται ὁ προειρημένος τοῦ μερισμοῦ τρόπος.
Ἀλλὰ δὴ πάλιν τὴν ἐν τούτοις τῶν γραμματικῶν ἀκρίβειαν κατανοήσαντες, φέρε καὶ τῆς ἐν τῷ γράφειν αὐτῶν δυνάμεως ἀποπειραθῶμεν.
[169]
Τὴν γὰρ ὀρθογραφίαν φασὶν ἐν τρισὶ κεῖσθαι τρόποις, ποσότητι ποιότητι μερισμῷ. ποσότητι μὲν οὖν, ὅταν ζητῶμεν εἰ ταῖς δοτικαῖς προσθετέον τὸ ι, καὶ εὐχάλινον καὶ εὐώδινας τῷ ι μόνον γραπτέον ἢ τῇ ει· ποιότητι δέ, ὅταν σκεπτώμεθα πότερον διὰ τοῦ ζ γραπτέον ἐστὶ τὸ σμιλίον καὶ τὴν Σμύρναν ἢ διὰ τοῦ σ· μερισμῷ δέ, ἐπειδὰν διαπορῶμεν περὶ τῆς ὄβριμος λέξεως, πότερόν ποτε τὸ β τῆς δευτέρας ἐστὶ συλλαβῆς ἀρχὴ ἢ τῆς προηγουμένης πέρας, καὶ ἐπὶ τοῦ Ἀριστίων ὀνόματος ποῦ τακτέον τὸ σ.
[170] πάλιν δ' ἡ τοιαύτη τεχνολογία, ἵνα μηδὲν τῶν ἀπορωτέρων κινῶμεν, μάταιος εἶναι φαίνεται, πρῶτον μὲν ἐκ τῆς διαφωνίας, ἔπειτα δὲ καὶ ἐξ αὐτῶν τῶν ἀποτελεσμάτων. καὶ ἐκ μὲν τῆς διαφωνίας, ἐπείπερ οἱ τεχνικοὶ μάχονταί τε καὶ εἰς αἰῶνα μαχήσονται πρὸς ἀλλήλους, τῶν μὲν [171] οὕτως τῶν δὲ ἐκείνως τὸ αὐτὸ γράφειν ἀξιούντων. ὅθεν καὶ οὕτως αὐτοὺς ἐρωτητέον. εἰ χρειώδης ἐστὶν ἡ περὶ ὀρθογραφίας τεχνολογία τῷ βίῳ, ἐχρῆν ἡμᾶς τε καὶ ἕκαστον τῶν διαφωνούντων περὶ αὐτῆς γραμματικῶν, ἀνεπικρίτου ἀκμὴν καθεστώσης τῆς κατὰ ταύτην διαφωνίας, [172] παραποδίζεσθαι εἰς ἃ ἂν δέῃ γράφειν. οὔτε δὲ ἡμῶν οὔτε τούτων ἕκαστος παραποδίζεται, ἀλλὰ συμφώνως πάντες τυγχάνουσι τῆς προθέσεως, ἅτε δὴ μὴ ἀπ' ἐκείνης ἀλλ' ἀπὸ κοινοτέρας τινὸς καὶ συμφώνου ὁρμώμενοι τριβῆς, καθ' ἣν τὰ μὲν κατ' ἀνάγκην ὀφείλοντα παραλαμβάνεσθαι στοιχεῖα πρὸς τὴν μήνυσιν τοῦ ὀνόματος πάντες παραλαμβάνουσι, καὶ οἱ γραμματικοὶ καὶ οἱ μὴ γραμματικοί, περὶ δὲ τῶν μὴ κατ' ἀνάγκην ἀδιαφοροῦσιν. οὐκ ἄρα χρειώδης ἐστὶν ἡ περὶ ὀρθογραφίας παρὰ [173] τοῖς γραμματικοῖς ὑφήγησις. ἀλλ' ὁ μὲν ἀπὸ τῆς διαφωνίας ἔλεγχος τοιοῦτος, ὁ δὲ ἀπὸ τῶν ἀποτελεσμάτων ἐμφανής. οὐδὲν γὰρ βλαπτόμεθα, ἐάν τε σὺν τῷ ι γράφωμεν τὴν δοτικὴν πτῶσιν ἐάν τε μή, καὶ ἐάν τε διὰ τοῦ σ τὸ σμιλίον καὶ τὴν Σμύρναν ἐάν τε διὰ τοῦ ζ, καὶ ἐπὶ τοῦ Ἀριστίων ὀνόματος ἐάν τε τῇ προηγουμένῃ συλλαβῇ τὸ σ προσμερίζωμεν ἐάν τε τῇ ἐπιφερομένῃ τοῦτο συντάττωμεν.
[174] εἰ μὲν γὰρ παρὰ τὸ διὰ τοῦ σ ἀλλὰ μὴ διὰ τοῦ ζ γράφειν τὸ σμιλίον οὐκέτι σμιλίον γίνεται ἀλλὰ δρέπανον, καὶ εἰ παρὰ [τὸ σ] τὸ τοῦ Ἀριστίων ὀνόματος οὕτως ἀλλὰ μὴ ἐκείνως συντάσσεσθαι τὸ σ [ἢ] ὁ Ἀριστίων, καθώς φησί τις τῶν χαριεντιζομένων, Δειπνίων γίνεται, ἥρμοζε μὴ ἀδιαφορεῖν. εἰ δ' ὅπως ἂν ἔχῃ τὰ τῆς γραφῆς, τὸ σμιλίον ‹ἐστὶ σμιλίον›, ἐάν τε διὰ τοῦ σ ἐάν τε διὰ τοῦ ζ κατάρχηται, ὅ τε Ἀριστίων ἀεί ποτέ ἐστιν Ἀριστίων, ἐάν τε τῷ ι ἐάν τε τῷ τ τὸ σ προσμερίζωμεν, τίς χρεία τῆς πολλῆς καὶ ματαίας παρὰ τοῖς γραμματικοῖς περὶ τούτων μωρολογίας;
[175] Κεφαλαιωδέστερον δὴ καὶ περὶ ὀρθογραφίας διεξιόντες, ἴδωμεν εἰς συμπλήρωσιν τῆς πρὸς τὸ τεχνικὸν μέρος αὐτῶν ἀντιρρήσεως πότερον ἔχουσί τινα πρὸς τὸ ἑλληνίζειν συνεστῶσαν μέθοδον ἢ οὐδαμῶς.
[176]
Ὅτι μὲν δεῖ τινα φειδὼ ποιεῖσθαι τῆς περὶ τὰς διαλέκτους καθαριότητος, αὐτόθεν συμφανές· ὅ τε γὰρ ἑκάστοτε βαρβαρίζων καὶ σολοικίζων ὡς ἀπαίδευτος χλευάζεται, ὅ τε ἑλληνίζων ἱκανός ἐστι πρὸς τὸ σαφῶς ἅμα καὶ ἀκριβῶς παραστῆσαι τὰ νοηθέντα τῶν πραγμάτων. ἤδη δὲ τοῦ ἑλληνισμοῦ δύο εἰσὶ διαφοραί· ὃς μὲν γάρ ἐστι κεχωρισμένος τῆς κοινῆς ἡμῶν συνηθείας καὶ κατὰ γραμματικὴν ἀναλογίαν δοκεῖ προκόπτειν, ὃς δὲ κατὰ τὴν ἑκάστου τῶν Ἑλλήνων συνήθειαν ἐκ παραπλασμοῦ καὶ τῆς [177] ἐν ταῖς ὁμιλίαις παρατηρήσεως ἀναγόμενος. οἷον ὁ μὲν τῆς Ζεύς ὀρθῆς πτώσεως τὰς πλαγίους σχηματίζων τοῦ Ζεός τῷ Ζεΐ τὸν Ζέα κατὰ τὸν πρότερον τοῦ ἑλληνισμοῦ χαρακτῆρα διαλέλεκται, ὁ δὲ ἀφελῶς τοῦ Ζηνός λέγων καὶ τῷ Ζηνὶ καὶ ‹τὸν› Ζῆνα κατὰ τὸν δεύτερον καὶ συνηθέστερον ἡμῖν. πλὴν δυοῖν ὄντων τῶν ἑλληνισμῶν εὔχρηστον μὲν εἶναί φαμεν τὸν δεύτερον διὰ τὰς προειρημένας αἰτίας, ἄχρηστον δὲ τὸν πρῶτον διὰ τὰς λεχθησομένας.
[178] ὥσπερ γὰρ ἐν πόλει νομίσματός τινος προχωροῦντος κατὰ τὸ ἐγχώριον ὁ μὲν τούτῳ στοιχῶν δύναται καὶ τὰς ἐν ἐκείνῃ τῇ πόλει διεξαγωγὰς ἀπαραποδίστως ποιεῖσθαι, ὁ δὲ τοῦτο μὲν μὴ παραδεχόμενος ἄλλο δέ τι καινὸν χαράσσων ἑαυτῷ καὶ τούτῳ νομιστεύεσθαι θέλων μάταιος καθέστηκεν, οὕτω κἀν τῷ βίῳ ὁ μὴ βουλόμενος τῇ συνήθως παραδεχθείσῃ, καθάπερ νομίσματι, ὁμιλίᾳ κατακολουθεῖν [179] ἀλλ' ἰδίαν αὑτῷ τέμνειν μανίας ἐγγύς ἐστιν. διόπερ ‹εἰ› οἱ γραμματικοὶ ὑπισχνοῦνται τέχνην τινὰ τὴν καλουμένην ἀναλογίαν παραδώσειν, δι' ἧς κατ' ἐκεῖνον ἡμᾶς τὸν ἑλληνισμὸν ἀναγκάζουσι διαλέγεσθαι, ὑποδεικτέον ὅτι ἀσύστατός ἐστιν αὕτη ἡ τέχνη, δεῖ δὲ τοὺς ὀρθῶς βουλομένους διαλέγεσθαι τῇ ἀτέχνῳ καὶ ἀφελεῖ κατὰ τὸν βίον καὶ τῇ κατὰ τὴν κοινὴν τῶν πολλῶν συνήθειαν παρατηρήσει προσανέχειν.
[180] Εἴπερ οὖν ἔστι τις περὶ ἑλληνισμὸν τέχνη, ἤτοι ἔχει ἀρχὰς ἐφ' αἷς συνέστηκεν ἢ οὐκ ἔχει. καὶ μὴ ἔχειν μὲν οὐκ ἂν φαῖεν οἱ γραμματικοί· πᾶσα γὰρ τέχνη ἀπό τινος ἀρχῆς ὀφείλει συνίστασθαι. εἰ δὲ ἔχει, ἤτοι τεχνικὰς ταύτας ἔχει ἢ ἀτέχνους. καὶ εἰ μὲν τεχνικάς, πάντως ἢ ἀφ' ἑαυτῶν ἢ ἀπ' ἄλλης τέχνης συνέστησαν, κἀκείνη πάλιν ἀπὸ τρίτης, καὶ ἡ τρίτη ἀπὸ τετάρτης, καὶ τοῦτ' εἰς ἄπειρον, ὥστε ἄναρχον γιγνομένην τὴν περὶ ἑλληνισμὸν τέχνην [181] μηδὲ τέχνην ὑπάρχειν· εἰ δὲ ἀτέχνους, οὐκ ἄλλαι τινὲς εὑρεθήσονται παρὰ τὴν συνήθειαν· ἡ ἄρα συνήθεια τοῦ τί τέ ἐστιν ἑλληνικὸν καὶ τί ἀνελλήνιστον γίνεται κριτήριον, καὶ οὐκ ἄλλη τις περὶ τὸν ἑλληνισμὸν τέχνη.
[182] ἄλλως τε, ἐπεὶ τῶν τεχνῶν αἱ μὲν τῷ ὄντι εἰσὶ τέχναι, ὡς ἡ ἀνδριαντοποιικὴ καὶ ζωγραφία, αἱ δὲ ἐπαγγέλματι μέν εἰσι τέχναι, οὐ πάντως δὲ καὶ κατ' ἀλήθειαν, ὡς Χαλδαϊκή τε καὶ θυτική, ἵνα μάθωμεν πότερόν ποτε καὶ ἡ περὶ τὸν ἑλληνισμὸν λεγομένη τέχνη ἢ ὑπόσχεσις μόνον ἐστὶν ἢ καὶ ὑποκειμένη δύναμις, δεήσει κριτήριόν τι ἡμᾶς [183] ἔχειν εἰς τὴν ταύτης δοκιμασίαν. τοῦτ' οὖν τὸ κριτήριον πάλιν ἤτοι τεχνικόν τί ἐστι (καὶ περὶ ἑλληνισμόν, εἴγε καὶ τῆς περὶ τὸν ἑλληνισμὸν κρινούσης, εἰ ὑγιῶς κρίνει, δοκιμαστικὸν καθέστηκεν), ἢ ἄτεχνον. ἀλλὰ τεχνικὸν μὲν περὶ ἑλληνισμὸν οὐκ ἂν εἴη διὰ τὴν προειρημένην εἰς ἄπειρον ἔκπτωσιν· ἄτεχνον δ' εἰ λαμβάνοιτο τὸ κριτήριον, οὐκ ἄλλο τι εὑρήσομεν ἢ τὴν συνήθειαν. ἡ ἄρα συνήθεια καὶ αὐτὴν τὴν περὶ ἑλληνισμὸν τέχνην κρίνουσα οὐ δεήσεται τέχνης.
[184] Εἴπερ δὲ οὐκ ἄλλως ἔστιν ἑλληνίζειν ἐὰν μὴ παρὰ γραμματικῆς μάθωμεν τὸ ἑλληνικόν, ἤτοι ἐναργές ἐστι τοῦτο καὶ ἐξ αὑτοῦ βλεπόμενον ἢ ἀδηλότερον. ἀλλ' ἐναργὲς μὲν οὐκ ἔστιν, ἐπεὶ σύμφωνον ἂν ἦν παρὰ πᾶσιν ὡς [185] τὰ λοιπὰ τῶν ἐ‹να›ργῶν. καὶ ἄλλως πρὸς μὲν τὴν τοῦ ἐναργοῦς ἀντίληψιν οὐδεμιᾶς τέχνης ἐστὶ χρεία, καθάπερ οὐδὲ πρὸς τὸ λευκὸν ὁρᾶν ἢ γλυκέος γεύεσθαι ἢ θερμοῦ θιγγάνειν· πρὸς δὲ τὸ ἑλληνίζειν μεθόδου τινὸς καὶ τέχνης κατὰ τοὺς γραμματικούς ἐστι χρεία. οὐκ ἄρα ἐναργές [186] ἐστι τὸ ἑλληνίζειν. ἄδηλον δὲ εἴπερ ἐστί, πάλιν ἐπεὶ τὸ ἄδηλον ἔκ τινος ἑτέρου γνωρίζεται, ἤτοι φυσικῷ τινι κατακολουθητέον κριτηρίῳ, ἐξ οὗ διαγιγνώσκεται τί τὸ ἑλληνικὸν καὶ τί τὸ ἀνελλήνιστον, ἢ τῇ ἑνὸς συνηθείᾳ ὡς ἄκρως ἑλληνίζοντος χρηστέον πρὸς τὴν τούτου κατάληψιν, [187] ἢ τῇ πάντων. ἀλλὰ φυσικὸν μὲν κριτήριον εἰς τὸ ἑλληνικὸν καὶ τὸ μὴ τοιοῦτον οὐδὲν ἔχομεν· τοῦ γὰρ Ἀττικοῦ τὸ τάριχος λέγοντος ὡς ἑλληνικὸν καὶ τοῦ Πελοποννησίου ὁ τάριχος προφερομένου ὡς ἀδιάστροφον, καὶ τοῦ μὲν τὴν στάμνον ὀνομάζοντος τοῦ δὲ τὸν στάμνον, οὐδὲν ἔχει ἐξ ἑαυτοῦ κριτήριον πιστὸν ὁ γραμματικὸς εἰς τὸ οὕτως ἀλλὰ μὴ οὕτως δεῖν λέγειν, εἰ μὴ ἄρα τὴν ἑκάστου συνήθειαν, [188] ἥτις οὔτε τεχνικὴ οὔτε φυσική ἐστιν. τῇ δὲ τινὸς συνηθείᾳ δεῖν ἀκολουθεῖν εἴπερ ἐροῦσιν, ἤτοι φάσει μόνον ἐροῦσιν ἢ ἐμμεθόδοις ἀποδείξεσι χρησάμενοι. ἀλλὰ φάσιν μὲν λέγουσι φάσιν ἀντιθήσομεν περὶ τοῦ τοῖς πολλοῖς μᾶλλον ἢ τῷ ἑνὶ δεῖν ἀκολουθεῖν· ἐμμεθόδως δὲ ἀποδεικνύντες ὅτι οὗτος ἑλληνίζει, ἀναγκασθήσονται ἐκείνην τὴν μέθοδον κριτήριον ἑλληνισμοῦ λέγειν δι' ἣν καὶ οὗτος [189] ἑλληνίζων δέδεικται, ἀλλ' οὐχὶ τοῦτον. λείπεται οὖν τῇ πάντων συνηθείᾳ προσέχειν. εἰ δὲ τοῦτο, οὐ χρεία τῆς ἀναλογίας ἀλλὰ παρατηρήσεως τοῦ πῶς οἱ πολλοὶ διαλέγονται καὶ τί ὡς ἑλληνικὸν παραδέχονται ἢ ὡς οὐ τοιοῦτον ἐκκλίνουσιν. τό γε μὴν ἑλληνικὸν ἤτοι φύσει ἐστὶν ἢ θέσει. καὶ φύσει μὲν οὐκ ἔστιν, ἐπεὶ οὐκ ἄν ποτε ταὐτὸν τοῖς μὲν ἑλληνικὸν ἐδόκει τυγχάνειν τοῖς δὲ οὐχ ἑλληνικόν· [190] θέσει δὲ εἴπερ ἐστὶ καὶ νόμῳ τῶν ἀνθρώπων, ὁ συνασκηθεὶς μάλιστα καὶ τριβεὶς ἐν τῇ συνηθείᾳ, οὗτος ἑλληνίζει, καὶ οὐχ ὁ τὴν ἀναλογίαν ἐπιστάμενος. καὶ γὰρ ἄλλως ἔνεστι παραστῆσαι ὅτι οὐ δεόμεθα πρὸς τὸ ἑλληνίζειν [191] τῆς γραμματικῆς. ἐν γὰρ ταῖς ἀνὰ χεῖρα ὁμιλίαις ἤτοι ἀντικόψουσιν ἡμῖν οἱ πολλοὶ ἐπί τισι λέξεσιν ἢ οὐκ ἀντικόψουσιν. καὶ εἰ μὲν ἀντικόψουσιν, εὐθὺς καὶ διορθώσονται ἡμᾶς, ὥστε παρὰ τῶν ἐκ τοῦ βίου καθεστώτων [192] ἀλλ' οὐχὶ παρὰ γραμματικῶν ἔχειν τὸ ἑλληνίζειν· εἰ δ' οὐ δυσχεραίνουσιν ἀλλ' ὡς σαφέσι καὶ ὀρθῶς ἔχουσι συμπεριφέροιντο τοῖς λεγομένοις, καὶ ἡμεῖς αὐτοῖς ἐπιμενοῦμεν. κατά τε ταύτην τὴν ἀναλογίαν ἤτοι πάντες ἢ οἱ πλεῖστοι ἢ οἱ πολλοὶ διαλέγονται· οὔτε δὲ πάντες οὔθ' οἱ πλεῖστοι οὔθ' οἱ πολλοί· μόλις γὰρ δύο ἢ τρεῖς τοιοῦτοι [193] εὑρίσκονται, οἱ δὲ πλεῖστοι οὐδὲ ἴσασιν αὐτήν. τοίνυν ἐπεὶ τῇ τῶν πολλῶν συνηθείᾳ καὶ οὐ τῇ τῶν δυοῖν ἀναγκαῖον κατακολουθεῖν, ῥητέον τὴν παρατήρησιν τῆς κοινῆς συνηθείας χρησιμεύειν πρὸς τὸ ἑλληνίζειν, ἀλλὰ μὴ τὴν ἀναλογίαν. ἐπὶ πάντων γε μὴν σχεδὸν τῶν χρησιμευόντων τῷ βίῳ μέτρον ἐστὶν ἱκανὸν τὸ μὴ παραποδίζεσθαι [194] πρὸς τὰς χρείας. διόπερ εἰ καὶ ὁ ἑλληνισμὸς διὰ δύο μάλιστα προηγούμενα ἔτυχεν ἀποδοχῆς, τήν τε σαφήνειαν καὶ τὴν προσήνειαν τῶν δηλουμένων (τούτοις γὰρ ἔξωθεν κατ' ἐπακολούθησιν συνέζευκται τὸ μεταφορικῶς καὶ ἐμφατικῶς καὶ κατὰ τοὺς ἄλλους τρόπους φράζειν), ζητήσομεν οὖν ἐκ ποτέρας ταῦτα μᾶλλον περιγίνεται, ἆρά γε τῆς κοινῆς συνηθείας ἢ τῆς ἀναλογίας, ἵνα ἐκείνῃ προσθώμεθα.
[195] βλέπομεν δέ γε ὡς ἐκ τῆς κοινῆς συνηθείας μᾶλλον ἢ ὅτι ἐκ τῆς ἀναλογίας. ἐκείνῃ ἄρα ἀλλ' οὐ ταύτῃ χρηστέον. τὸ μὲν γὰρ τῆς ὀρθῆς πτώσεως ὁ Ζεύς οὔσης τὰς πλαγίους προφέρεσθαι Ζηνός Ζηνί Ζῆνα καὶ τῆς κύων κυνός κυνί κύνα ‹οὐ μόνον› σαφές, ἀλλὰ καὶ ἀπρόσκοπον τοῖς πολλοῖς εἶναι φαίνεται· τοῦτο δέ ἐστι τὸ τῆς κοινῆς συνηθείας. τὸ δὲ ἀπὸ τῆς Ζεύς ὀρθῆς Ζεός λέγειν καὶ Ζεΐ καὶ Ζέα, καὶ ἀπὸ τῆς κύων σχηματίζειν κύωνος κύωνι κύωνα, ἢ ἀπὸ τῆς κυνός γενικῆς ἀξιοῦν τὴν ὀρθὴν κῦς ὑπάρχειν, καὶ ἐπὶ τῶν ῥηματικῶν φερήσω λέγειν καὶ βλεπήσω ὡς κυήσω καὶ θελήσω, οὐ μόνον ἀσαφὲς ἀλλὰ καὶ [196] γέλωτος ἔτι δὲ προσκοπῆς ἄξιον εἶναι δοκεῖ· τοῦτο δὲ γίνεται ἀπὸ ἀναλογίας. τοίνυν, ὡς ἔφην, οὐ ταύτῃ χρηστέον ἀλλὰ τῇ συνηθείᾳ.
Μήποτε δὲ καὶ περιτρέπονται, καὶ ἐάν ‹τε› θελήσωσιν ἐάν τε καὶ μή, ἀναγκασθήσονται χρῆσθαι μὲν τῇ συνηθείᾳ παραπέμπειν δὲ τὴν ἀναλογίαν. σκοπῶμεν δ' ἐντεῦθεν τὸ λεγόμενον, τουτέστιν ἐκ τῆς πρὸς αὐτοὺς ἀκολουθίας.
[197] ζητουμένου γὰρ τοῦ πῶς δεῖ λέγειν, χρῆσθαι ἢ χρᾶσθαι, φασὶν ὅτι χρᾶσθαι, καὶ ἀπαιτούμενοι τούτου τὴν πίστιν λέγουσιν, ὅτι χρῆσις καὶ κτῆσις ἀνάλογά ἐστιν· ὡς οὖν κτᾶσθαι μὲν λέγεται, κτῆσθαι δὲ οὐ λέγεται, οὕτω [198] καὶ χρᾶσθαι μὲν ῥηθήσεται, χρῆσθαι δὲ οὐ πάντως. ἀλλ' εἰ ἐπακολουθῶν τις αὐτοῖς πύθοιτο 'αὐτὸ δὲ τοῦτο τὸ κτᾶσθαι ὅτι ὀρθῶς εἴρηται, ἀφ' οὗ καὶ τὸ χρᾶσθαι ἀποδείκνυμεν, πόθεν ἴσμεν;' φήσουσιν ὅτι ἐν τῇ συνηθείᾳ λέγεται. τοῦτο δὲ λέγοντες δώσουσι τὸ τῇ συνηθείᾳ δεῖν [199] ὡς κριτηρίῳ προσέχειν, ἀλλὰ μὴ τῇ ἀναλογίᾳ. εἰ γὰρ ὅτι ἐν τῇ συνηθείᾳ λέγεται κτᾶσθαι, ῥητέον καὶ χρᾶσθαι, ὀφείλομεν παρέντες τὴν ἀναλογικὴν τέχνην ἐπὶ τὴν συνήθειαν ἀναδραμεῖν, ἀφ' ἧς κἀκείνη ἤρτηται.
Καὶ μὴν ἡ ἀναλογία ὁμοίων πολλῶν ὀνομάτων ἐστὶ παράθεσις, τὰ δὲ ὀνόματα ταῦτα ἐκ τῆς συνηθείας, ὥστε καὶ ἡ σύστασις τῆς ἀναλογίας ἀπὸ τῆς συνηθείας πρόεισιν.
[200] τούτου δὲ οὕτως ἔχοντος ἐρωτητέον τρόπῳ τῷδε· ἤτοι ἐγκρίνετε τὴν συνήθειαν ὡς πιστὴν πρὸς διάγνωσιν ἑλληνισμοῦ ἢ ἐκβάλλετε. εἰ μὲν ἐγκρίνετε, αὐτόθεν συνῆκται τὸ προκείμενον, καὶ οὐ χρεία τῆς ἀναλογίας· εἰ δὲ ἐκβάλλετε, ἐπεὶ καὶ ἡ ἀναλογία ἐκ ταύτης συνίσταται, ἐκβάλλετε καὶ τὴν ἀναλογίαν. καὶ πάλιν, ἄτοπον τὸ αὐτὸ καὶ ὡς πιστὸν προσίεσθαι καὶ ὡς ἄπιστον παραιτεῖσθαι.
[201] οἱ δὲ γραμματικοὶ θέλοντες τὴν συνήθειαν ὡς ἄπιστον ἐκβάλλειν καὶ πάλιν ταύτην ὡς πιστὴν παραλαμβάνειν, τὸ αὐτὸ πιστὸν ἅμα καὶ ἄπιστον ποιήσουσιν. ἵνα γὰρ δείξωσιν ὅτι οὐ διαλεκτέον κατὰ τὴν συνήθειαν, εἰσάγουσι τὴν ἀναλογίαν· ἡ δὲ ἀναλογία οὐκ ἰσχυροποιεῖται, εἰ μὴ [202] συνήθειαν ἔχοι τὴν βεβαιοῦσαν· τῇ ἄρα συνηθείᾳ ἐκβάλλοντες τὴν συνήθειαν τὸ αὐτὸ πιστὸν ἅμα καὶ ἄπιστον ποιήσουσιν. ἐκτὸς εἰ μή τι φήσουσι μὴ τὴν αὐτὴν συνήθειαν ἐκβάλλειν ἅμα καὶ προσίεσθαι, ἀλλ' ἄλλην μὲν ἐκβάλλειν ἄλλην δὲ προσίεσθαι. ὅπερ καὶ λέγουσιν οἱ ἀπὸ Πινδαρίωνος. ἀναλογία, φασίν, ὁμολογουμένως ἐκ τῆς συνηθείας ὁρμᾶται· ἔστι γὰρ ὁμοίου τε καὶ ἀνομοίου θεωρία, [203] τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐκ τῆς δεδοκιμασμένης λαμβάνεται συνηθείας, δεδοκιμασμένη δὲ καὶ ἀρχαιοτάτη ἐστὶν ἡ Ὁμήρου ποίησις· ποίημα γὰρ οὐδὲν πρεσβύτερον ἧκεν εἰς ἡμᾶς τῆς ἐκείνου ποιήσεως· διαλεξόμεθα ἄρα [204] τῇ Ὁμήρου κατακολουθοῦντες συνηθείᾳ. ἀλλὰ πρῶτον μὲν οὐχ ὑπὸ πάντων ὁμολογεῖται ποιητὴς ἀρχαιότατος εἶναι Ὅμηρος· ἔνιοι γὰρ Ἡσίοδον προήκειν τοῖς χρόνοις λέγουσιν, Λίνον τε καὶ Ὀρφέα καὶ Μουσαῖον καὶ ἄλλους παμπληθεῖς. οὐ μὴν ἀλλὰ καὶ πιθανόν ἐστι γεγονέναι μέν τινας πρὸ αὐτοῦ καὶ κατ' αὐτὸν ποιητάς, ἐπεὶ καὶ αὐτός πού φησι
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ' ἄνθρωποι
ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται,
τούτους δὲ ὑπὸ τῆς περὶ αὐτὸν λαμπρότητος ἐπεσκοτῆσθαι.
[205] καὶ εἰ ἀρχαιότατος δὲ ὁμολογοῖτο τυγχάνειν Ὅμηρος, οὐδὲν εἴρηται ὑπὸ τοῦ Πινδαρίωνος ἱκνούμενον. ὥσπερ γὰρ προηποροῦμεν περὶ τοῦ πότερόν τε τῇ συνηθείᾳ ἢ τῇ ἀναλογίᾳ χρηστέον, οὕτω καὶ νῦν διαπορήσομεν πότερον τῇ συνηθείᾳ ἢ τῇ ἀναλογίᾳ, καὶ εἰ τῇ συνηθείᾳ, ἆρα τῇ καθ' Ὅμηρον ἢ τῇ τῶν ἄλλων ἀνθρώπων· πρὸς ὅπερ [206] οὐδὲν εἴρηται. εἶτα κἀκείνην μάλιστα δεῖ τὴν συνήθειαν μεταδιώκειν ᾗ προσχρώμενοι οὐ γελασθησόμεθα· τῇ δὲ Ὁμηρικῇ κατακολουθοῦντες οὐ χωρὶς γέλωτος ἑλληνιοῦμεν, μάρτυροι λέγοντες καὶ 'σπάρτα λέλυνται' καὶ ἄλλα τούτων ἀτοπώτερα. τοίνυν οὐδ' οὗτός ἐστιν ὁ λόγος ὑγιής, μετὰ καὶ τοῦ συγκεχωρῆσθαι τὸ κατασκευαζόμενον ὑφ' [207] ἡμῶν, τουτέστι τὸ μὴ χρῆσθαι ἀναλογίᾳ. τί γὰρ διήνεγκεν εἴτ' ἐπὶ τὴν τῶν πολλῶν εἴτ' ἐπὶ τὴν Ὁμήρου συνήθειαν ἐλθεῖν; ὡς γὰρ ἐπὶ τῆς τῶν πολλῶν τηρήσεώς ἐστι χρεία ἀλλ' οὐ τεχνικῆς ἀναλογίας, οὕτω καὶ ἐπὶ τῆς Ὁμήρου· τηρήσαντες γὰρ αὐτοὶ πῶς εἴωθε λέγειν, οὕτω καὶ διαλεξόμεθα.
[208] τὸ δὲ ὅλον, ὡς αὐτὸς Ὅμηρος οὐκ ἀναλογίᾳ προσεχρήσατο ἀλλὰ τῇ τῶν κατ' αὐτὸν ἀνθρώπων συνηθείᾳ κατηκολούθησεν, οὕτω καὶ ἡμεῖς οὐκ ἀναλογίας πάντως ἑξόμεθα βεβαιωτὴν ἐχούση‹ς› Ὅμηρον, ἀλλὰ τὴν συνήθειαν τῶν καθ' αὑτοὺς ἀνθρώπων παραπλασόμεθα.
[209] Ἄρτι μὲν οὖν ἐκ τῆς πρὸς τοὺς γραμματικοὺς ἀκολουθίας συνῆκται τὸ παρέλκειν μὲν τὴν ἀναλογίαν πρὸς ἑλληνισμόν, εὐχρηστεῖν δὲ τὴν τῆς συνηθείας παρατήρησιν· [210] δῆλον δὲ ἴσως ἔσται ἐκ τῶν ῥητῶν. ὁριζόμενοι γὰρ τόν τε βαρβαρισμὸν καὶ τὸν σολοικισμόν φασι 'βαρβαρισμός ἐστι παράπτωσις ἐν ἁπλῇ λέξει παρὰ τὴν κοινὴν συνήθειαν' καὶ 'σολοικισμός ἐστι παράπτωσις ἀσυνήθης [211] κατὰ τὴν ὅλην σύνταξιν καὶ ἀνακόλουθος'. πρὸς ἃ δυνάμεθα λέγειν εὐθύς· ἀλλ' εἰ ὁ μὲν βαρβαρισμός ἐστιν ἐν ἁπλῇ λέξει ὁ δὲ σολοικισμὸς ἐν συνθέσει λέξεων, δέδεικται δὲ ἔμπροσθεν ὡς οὔτε ἁπλῆ ἔστι λέξις τις οὔτε σύνθεσις λέξεων, οὐδέν ἐστι βαρβαρισμὸς ἢ σολοικισμός.
[212] πάλιν εἰ ἐν λέξει μιᾷ ὁ βαρβαρισμὸς νοεῖται καὶ ἐν συνθέσει λέξεων ὁ σολοικισμός, ἀλλ' οὐκ ἐν τοῖς ὑποκειμένοις πράγμασι, πῶς ἥμαρτον εἰπὼν 'οὗτος', δείκνυμι δὲ γυναῖκα, ἢ 'αὕτη', δείκνυμι δὲ νεανίαν; οὔτε γὰρ ἐσολοίκισα· οὐ γὰρ σύνθεσιν πολλῶν ἀκαταλλήλων λέξεων προηνεγκάμην, [213] ἀλλ' ἁπλῆν τὴν οὗτος λέξιν ἢ αὕτη· οὔτ' ἐβαρβάρισα· οὐδὲν γὰρ ἀσύνηθες εἶχεν ἡ οὗτος λέξις, ὡς ἡ παρὰ τοῖς Ἀλεξανδρεῦσιν 'ἐλήλυθαν' καὶ 'ἀπελήλυθαν'.
Πλὴν τοιαῦτα μὲν πολλὰ πρὸς τοὺς γραμματικοὺς ἐνδέχεται [214] λέγειν· ἵνα δὲ μὴ δοκῶμεν ἐν πᾶσιν ἀπορητικοὶ τυγχάνειν, ἐπὶ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀναδραμόντες φήσομεν ὡς εἴπερ ὁ βαρβαρισμὸς παράπτωσίς ἐστι παρὰ τὴν κοινὴν συνήθειαν ἐν μιᾷ λέξει θεωρούμενος, ὡσαύτως δὲ καὶ ὁ σολοικισμὸς ἐν πολλαῖς λέξεσι τὴν ὑπόστασιν λαμβάνων, καὶ ἔστι βάρβαρον μὲν τὸ †τράπεζα διὰ τὸ μὴ σύνηθες εἶναι τὸ ῥῆμα, σόλοικον δὲ τὸ 'πολλὰ περιπατήσας κοπιᾷ μου τὰ σκέλη' διὰ τὸ μὴ λέγεσθαι τῇ κοινῇ συνηθείᾳ, ὡμολόγηται ὅτι ἡ μὲν ἀναλογικὴ τέχνη ὄνομα κενόν ἐστι πρὸς τὸ μὴ βαρβαρίζειν ἢ σολοικίζειν, δεῖ δὲ τὴν συνήθειαν παρατηρεῖν καὶ ἀκολούθως αὐτῇ [215] διαλέγεσθαι. εἰ μὲν γὰρ μετακαθίσαντες λέγοιεν βαρβαρισμὸν ἁπλῶς παράπτωσιν ἐν ἁπλῇ λέξει, δίχα τοῦ προσθεῖναι τὸ παρὰ τὴν κοινὴν συνήθειαν, καὶ σολοικισμὸν παράπτωσιν κατὰ τὴν ὅλην σύνταξιν καὶ ἀνακόλουθον, χωρὶς τοῦ παραλαβεῖν τὸ ἀσύνηθες, καὶ χεῖρόν τι κινήσουσιν ἑαυτοῖς πρᾶγμα. τὰ γὰρ τοιαῦτα καθ' ὅλην τὴν σύνταξιν ‹ἀν›ακολουθοῦντα ἕξουσιν, 'Ἀθῆναι καλὴ πόλις, Ὀρέστης καλὴ τραγῳδία, ἡ βουλὴ οἱ ἑξακόσιοι'· ἃ δεήσει σολοικισμοὺς λέγειν, οὐχὶ δέ γε σολοικισμοὶ τυγχάνουσι [216] διὰ τὸ σύνηθες. οὐκ ἄρα ψιλῇ τῇ ἀκολουθίᾳ κριτέον τὸν σολοικισμόν, ἀλλὰ τῇ συνηθείᾳ.
Εὖ δ' ἂν ἔχοι καὶ μετὰ τὴν ἐκ τῆς ‹πρὸς αὐτοὺς› ἀκολουθίας καὶ τῶν ῥητῶν ἔνστασιν ἔτι καὶ ἀπὸ τῆς κατὰ τὸ [217] ὅμοιον μεταβάσεως αὐτοὺς δυσωπεῖν. εἴπερ γὰρ τοῦ ὁμοίου θεωρητικοὶ καθεστήκασιν, ἐπεὶ τῷ εἰς ἀντικνήμιον τύπτεσθαι ἀνάλογόν ἐστι τὸ εἰς τὴν ῥῖνα τύπτεσθαι καὶ τὸ εἰς τὴν γαστέρα, λέγεται δὲ τὸ πρῶτον ἀντικνημιάζειν, ἀναλόγως καὶ τὸ γαστρίζειν ἢ μυκτηρίζειν ‹...›· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ ἱππάζεσθαι καὶ κατακρημνίζεσθαι καὶ ἡλιάζεσθαι ὑποδεικτέον. οὐ λέγομεν δὲ ταῦτα διὰ τὸ παρὰ τὴν κοινὴν εἶναι συνήθειαν· τοίνυν οὐδὲ τὸ κυήσω οὐδὲ τὸ φερήσω καὶ τὰ ἄλλα πάντα, ἅπερ ‹κατ'› ἀναλογίαν, ἐστὶν ὀφειλόμενα λέγεσθαι διὰ τὸ μὴ κατὰ τὴν συνήθειαν λέγεσθαι.
[218] οὐ μὴν ἀλλ' εἴπερ ἄριστα μὲν θρᾳκιστὶ διαλέγεσθαί φαμεν τὸν ὡς σύνηθές ἐστι Θρᾳξὶ διαλεγόμενον, καὶ κάλλιστα ῥωμαϊστὶ τὸν ὡς σύνηθες Ῥωμαίοις, ἀκολουθήσει καὶ τὸ ἑλληνιστὶ ὑγιῶς διαλέγεσθαι τὸν ὡς σύνηθες Ἕλλησι διαλεγόμενον, ἐὰν τῇ συνηθείᾳ ἀλλὰ μὴ τῇ διατάξει κατακολουθῶμεν. τῇ ἄρα συνηθείᾳ, οὐ τῇ ἀναλογίᾳ [219] κατακολουθοῦντες ἑλληνιοῦμεν. καθόλου τε ἤτοι σύμφωνός ἐστι τῇ συνηθείᾳ ἡ ἀναλογία ἢ διάφωνος. καὶ εἰ μὲν σύμφωνος, πρῶτον μὲν ὡς ἐκείνη οὐκ ἔστι τεχνική, οὕτως οὐδὲ αὕτη γενήσεται τέχνη· τὸ γὰρ ἀτεχνίᾳ συμφωνοῦν πάντως καὶ αὐτό ἐστιν ἄτεχνον. καὶ ἄλλως, ‹εἰ› τὸ κατ' ἐκείνην ἑλληνικὸν καὶ κατὰ ταύτην ἐκείνῃ συμφωνοῦσαν γενήσεται ἑλληνικόν, καὶ τὸ κατ' ἐκείνην ἔσται τοιοῦτον.
[220] τούτου δ' οὕτως ἔχοντος οὐ δεησόμεθα τῆς ἀναλογίας πρὸς διάγνωσιν τοῦ ἑλληνισμοῦ, ἔχοντες εἰς τοῦτο τὴν συνήθειαν. εἰ δὲ διάφωνός ἐστιν αὕτη, πάντως ἑτέραν εἰσηγουμένη συνήθειαν παρ' ἐκείνην καὶ οἱονεὶ βάρβαρον ἀδόκιμος γενήσεται καὶ ὡς προσκοπὴν ἐμποιοῦσα τελέως ἄχρηστος.
[221] Ἐπιχειρητέον δὲ καὶ ἀπὸ τῆς συστάσεως τῆς τέχνης αὐτῶν. θέλουσι μὲν γὰρ καθολικά τινα θεωρήματα συστησάμενοι ἀπὸ τούτων πάντα τὰ κατὰ μέρος κρίνειν ὀνόματα, εἴτε ἑλληνικά ἐστιν εἴτε καὶ μή· οὐ δύνανται δὲ [καὶ] τοῦτο ποιεῖν διὰ τὸ μήτε τὸ καθολικὸν αὐτοῖς συγχωρεῖσθαι ὅτι καθολικόν ἐστι, μήτ' ἄλλως ἀναπτυσσόμενον [222] τοῦτο τὴν τοῦ καθολικοῦ σώζειν φύσιν. λαμβανέσθω δὲ εἰς τοῦτο παραδείγματα ἀπ' αὐτῶν τῶν γραμματικῶν. ζητήσεως γὰρ οὔσης ἐπί τινος τῶν κατὰ μέρος ὀνομάτων, οἷον ἐπὶ τοῦ εὐμενής, πότερον χωρὶς τοῦ σ προενεκτέον ἐστὶ τὴν πλάγιον πτῶσιν, εὐμενοῦ λέγοντας, ἢ σὺν τῷ σ, εὐμενοῦς, πάρεισιν οἱ γραμματικοὶ καθολικόν τι προφερόμενοι καὶ ἀπὸ τούτου τὸ ζητούμενον βεβαιοῦντες. φασὶ γὰρ 'πᾶν ὄνομα ἁπλοῦν, εἰς ης λῆγον, ὀξύτονον, τουτὶ ἐξ ἀνάγκης σὺν τῷ σ κατὰ τὴν γενικὴν ἐξενεχθήσεται, οἷον εὐφυής εὐφυοῦς, εὐσεβής εὐσεβοῦς, εὐκλεής εὐκλεοῦς· τοίνυν καὶ τὸ εὐμενής ὀξυτόνως ἐκφερόμενον παραπλησίως τούτοις διὰ τοῦ σ ἐπὶ τῆς γενικῆς [223] προενεκτέον, εὐμενοῦς λέγοντας'. οὐκ ᾔδεσαν δὲ οἱ θαυμάσιοι πρῶτον μὲν ὅτι ὁ εὐμενοῦ ἀξιῶν λέγειν οὐ δώσει αὐτοῖς καθολικὸν εἶναι τὸ παράπηγμα· τοῦτο γοῦν αὐτὸ τὸ εὐμενής ἁπλοῦν ὄνομα καθεστὼς καὶ ὀξύτονον οὐ φήσει σὺν τῷ σ ἐκφέρεσθαι, ἀλλὰ ἐκείνους τὸ ζητούμενον [224] ὡς ὁμολογούμενον συναρπάζειν. ἄλλως τε, εἰ καθολικόν ἐστι τὸ παράπηγμα, ἤτοι πάντα τὰ κατὰ μέρος ὀνόματα ἐπελθόντες καὶ τὴν ἐν αὐτοῖς ἀναλογίαν κατανοήσαντες συνέθεσαν αὐτό, ἢ οὐ πάντα. ἀλλὰ πάντα μὲν οὐκ ἐπεληλύθασιν· ἄπειρα γάρ ἐστι, τῶν δὲ ἀπείρων οὐκ ἔστι τις γνῶσις. εἰ δὲ τινά, πόθεν ὅτι πᾶν ὄνομα τοιοῦτόν ἐστιν; οὐ γὰρ ὅ τί τισι συμβέβηκεν ὀνόμασι, τοῦτο καὶ πᾶσιν.
[225] ἀλλ' εἰσί τινες οἱ γελοίως πρὸς τοῦτο ἀπαντῶντες καὶ λέγοντες ὅτι ἐκ πλειόνων ἐστὶ τὸ καθολικὸν παράπηγμα. οὐχ ἑώρων γὰρ ὅτι πρῶτον μὲν ἄλλο τί ἐστι τὸ καθολικὸν καὶ ἄλλο τὸ ὡς ἐπὶ τὸ πολύ, καὶ τὸ μὲν καθολικὸν οὐδέποτε ἡμᾶς διαψεύδεται, τὸ δ' ὡς ‹ἐπὶ› τὸ πολὺ κατὰ [226] τὸ σπάνιον· εἶθ' ὅτι καὶ εἰ ἐκ πολλῶν ἐστι τὸ καθολικόν, οὐ πάντως τὸ τοῖς πολλοῖς ὀνόμασι συμβεβηκός, τοῦτο ἐξ ἀνάγκης καὶ πᾶσι τοῖς ὁμοειδέσι συμβέβηκεν, ἀλλ' ὃν τρόπον ἐν πολλοῖς καὶ ἄλλοις φέρει τινὰ κατὰ μονοείδειαν ἡ φύσις, οἷον ἐν ὄφεσι μὲν ἀπείροις οὖσι τὸν κεράστην κερασφόρον, ἐν τετράποσι δὲ τὸν ἐλέφαντα προβοσκίδι κεχρημένον, ἐν ἰχθύσι δὲ τὸν γαλεὸν ζωοτόκον, ἐν λίθοις δὲ τὸν μάγνητα σιδηραγωγόν, οὕτως εὔλογόν ἐστι καὶ ἐν πολλοῖς ὁμοιοπτώτοις ὀνόμασιν εἶναί τι ὄνομα, ὃ μὴ [227] ὁμοίως τοῖς πολλοῖς ὀνόμασι κλίνεται. ὅθεν παρέντες ζητεῖν εἰ ἀνάλογόν ἐστι τοῖς πολλοῖς, σκοπῶμεν πῶς αὐτῷ χρῆται ἡ συνήθεια, πότερον ἀνάλογον ἐκείνοις ἢ κατὰ ἴδιον τύπον· καὶ ὡς ἂν ᾖ χρωμένη, οὕτω καὶ ἡμεῖς προοισόμεθα.
Περιδιωκόμενοι δὴ ποικίλως οἱ γραμματικοὶ θέλουσιν [228] ἀναστρέφειν τὴν ἀπορίαν. πολλαὶ γάρ, φασίν, εἰσὶ συνήθειαι, καὶ ἄλλη μὲν Ἀθηναίων ἄλλη δὲ Λακεδαιμονίων, καὶ πάλιν Ἀθηναίων διαφέρουσα μὲν ἡ παλαιὰ ἐξηλλαγμένη δὲ ἡ νῦν, καὶ οὐχ ἡ αὐτὴ μὲν τῶν κατὰ τὴν ἀγροικίαν ἡ αὐτὴ δὲ τῶν ἐν ἄστει διατριβόντων, παρὸ καὶ ὁ κωμικὸς λέγει Ἀριστοφάνης
διάλεκτον ἔχοντα μέσην πόλεως,
οὔτ' ἀστείαν ὑποθηλυτέραν
οὔτ' ἀνελεύθερον ὑπαγροικοτέραν.
[229] πολλῶν οὖν οὐσῶν συνηθειῶν, [ὡς] φασί, ποίᾳ χρησόμεθα; οὔτε γὰρ πάσαις κατακολουθεῖν δυνατὸν διὰ τὸ μάχεσθαι πολλάκις, οὔτε τινὶ ἐξ αὐτῶν, ἐὰν μή τις τεχνικῶς προκριθῇ. ἀλλὰ πρῶτον μέν, φήσομεν, τὸ ζητεῖν ποίᾳ χρηστέον συνηθείᾳ ἔστιν ἴσον τῷ ‹μὴ› εἶναί τινα τέχνην περὶ ἑλληνισμόν. αὕτη γάρ, φημὶ δ' ἡ ἀναλογία, ὁμοίου καὶ ἀνομοίου ἐστὶ θεωρία· τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον λαμβάνετε ἀπὸ τῆς συνηθείας· κἂν μὲν ᾖ τετριμμένον, [230] χρῆσθε αὐτῷ, εἰ δὲ μή, οὐκέτι. πευσόμεθα οὖν καὶ ἡμεῖς, ἀπὸ ποίας συνηθείας λαμβάνετε τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον; πολλαὶ γάρ εἰσι καὶ πολλάκις μαχόμεναι. ὅπερ δὲ ἀπολογούμενοι πρὸς τοῦτο ἐρεῖτε, τοῦτο καὶ παρ' ἡμῶν [231] ἀκούσεσθε. καὶ πάλιν ὅταν λέγητε τὸν βαρβαρισμὸν παράπτωσιν ἐν ἁπλῇ λέξει παρὰ τὴν συνήθειαν, ἀνταπορήσομεν λέγοντες ποίαν φατὲ πολλῶν οὐσῶν, καὶ ᾗ ἂν εἴπητε, [232] ταύτῃ φήσομεν καὶ ἡμεῖς ἀκολουθεῖν. κοινῆς οὖν οὔσης ἀπορίας οὐκ ἄπορος ἡ παρ' ἡμῶν ταύτης ἐστὶ λύσις. τῶν γὰρ συνηθειῶν αἱ μέν εἰσι κατὰ τὰς ἐπιστήμας αἱ δὲ κατὰ τὸν βίον. καὶ γὰρ ἐν φιλοσοφίᾳ ὀνομάτων τινῶν ἐστιν ἀποδοχὴ καὶ ἐν ἰατρικῇ ἐξαιρέτως, καὶ ἤδη κατὰ μουσικὴν καὶ γεωμετρίαν, ἔστι δὲ καὶ βιωτική τις ἀφελὴς συνήθεια τῶν ἰδιωτῶν, κατὰ πόλεις καὶ ἔθνη διαφέρουσα.
[233] ὅθεν ἐν φιλοσοφίᾳ μὲν τῇ τῶν φιλοσόφων στοιχήσομεν, ἐν ἰατρικῇ δὲ τῇ ἰατρικωτέρᾳ, ἐν δὲ τῷ βίῳ τῇ [234] συνηθεστέρᾳ καὶ ἀπερίττῳ καὶ ἐπιχωριαζούσῃ. παρὸ καὶ διχῶς τοῦ αὐτοῦ πράγματος λεγομένου πειρασόμεθα πρὸς τὰ παρόντα ἁρμοζόμενοι πρόσωπα τὸ μὴ γελώμενον προφέρεσθαι, ὁποῖόν ποτ' ἂν ᾖ κατὰ τὴν φύσιν. οἷον τὸ αὐτὸ ἀρτοφόριον καὶ πανάριον λέγεται, καὶ πάλιν τὸ αὐτὸ σταμνίον καὶ ἀμίδιον καὶ ἴγδις καὶ θυΐα. ἀλλὰ στοχαζόμενοι τοῦ καλῶς ἔχοντος καὶ σαφῶς καὶ τοῦ μὴ γελᾶσθαι ὑπὸ τῶν διακονούντων ἡμῖν παιδαρίων [καὶ ἰδιωτῶν] πανάριον ἐροῦμεν, καὶ εἰ βάρβαρόν ἐστιν, ἀλλ' οὐκ ἀρτοφορίδα, καὶ σταμνίον, ἀλλ' οὐκ ἀμίδα, καὶ θυΐαν μᾶλλον ἢ [235] ἴγδιν. καὶ πάλιν ἐν διαλέξει ἀποβλέποντες πρὸς τοὺς παρόντας ‹τὰς› μὲν ἰδιωτικὰς λέξεις παραπέμψομεν, τὴν δὲ ἀστειοτέραν καὶ φιλολόγον συνήθειαν μεταδιώξομεν· ὡς γὰρ ἡ φιλολόγος γελᾶται παρὰ τοῖς ἰδιώταις, οὕτως ἡ ἰδιωτικὴ παρὰ τοῖς φιλολόγοις. δεξιῶς οὖν ἑκάστῃ περιστάσει τὸ πρέπον ἀποδιδόντες δόξομεν ἀμέμπτως ἑλληνίζειν.
[236] Ἄλλως τε, ἐπεὶ ἐγκαλοῦσιν ὡς ἀνωμάλῳ καὶ πολυειδεῖ τῇ συνηθείᾳ, καὶ ἡμεῖς ἀπὸ τῆς αὐτῆς ἀφορμῆς αὐτοῖς ἐγκαλέσομεν. εἰ γὰρ ἡ ἀναλογία ὁμοίου παράθεσίς ἐστι, τὸ δὲ ὅμοιον ἐκ τῆς συνηθείας, ἡ δὲ συνήθεια ἀνώμαλός τε καὶ ἄστατος, δεήσει καὶ τὴν ἀναλογίαν μὴ ἔχειν ἑστῶτα [237] παραπήγματα. καὶ τοῦτο πάρεστι διδάσκειν ἐπὶ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων καὶ μετοχῶν καὶ καθόλου τῶν ἄλλων ἁπάντων. οἷον ἐπὶ μὲν τῶν ὀνομάτων παρόσον τὰ κατὰ τὰς ὀρθὰς πτώσεις ἀνάλογα ὄντα καὶ ὅμοια, ταῦτα κατὰ τὰς πλαγίους ἀνομοίως τε καὶ οὐκ ἀναλόγως σχηματίζεται, οἷον Ἄρης Χάρης χάρτης ‑ Ἄρεως Χάρητος χάρτου, καὶ Μέμνων Θέων λέων ‑ Μέμνονος Θέωνος λέοντος, Σκόπας μέλας Ἄβας ‑ Σκόπα μέλανος Ἄβαντος.
[238] ἐπὶ δὲ τῶν ῥηματικῶν πολλὰ ὁμοίως κατὰ τὸν ἐνεστῶτα χρόνον λεγόμενα οὐκ ἀναλόγως ἐν τοῖς ἄλλοις χρόνοις σχηματίζεται, ‹οἷον εὑρίσκει ἀρέσκει ‑ ηὕρηκεν ἀρήρεκεν›, ἐνίων δὲ συζυγίαι τινὲς ἐκλελοίπασιν καὶ ἔκτονε μὲν λέγεται, ἔκταγκε δὲ οὐ λέγεται: ἀλήλιπται μὲν εἴποι τις ἄν, ἤλειπται δὲ οὐκέτι. ἐπὶ δὲ τῶν μετοχῶν βοῶν σαρῶν νοῶν ‑ βοῶντος σαροῦντος νοοῦντος, καὶ ἐπὶ τῶν προσηγοριῶν ἄναξ ἄβαξ ‑ ἄνακτος ἄβακος, γραῦς [239] ναῦς ‑ γραός νηός. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν τοιούτων· ἄρχων γὰρ λέγεται καὶ ὀνοματικῶς καὶ ὁ τὴν ἀρχὴν διέπων· ἀλλ' Ἄρχωνος μὲν γίνεται κατὰ πλάγιον πτῶσιν τὸ ὀνοματικόν, ἄρχοντος δὲ τὸ μετοχικόν. καὶ κατὰ ὅμοιον τρόπον μένων θέων νέων μετοχικὰ ὄντα καὶ ὀνοματικὰ διαφερούσας λαμβάνει τὰς κλίσεις· Μένωνος μὲν γὰρ γίνεται τὸ ὀνοματικόν, μένοντος δὲ ἡ μετοχή, καὶ Θέωνος [240] μὲν τὸ ὀνοματικόν, θέοντος δὲ ‹ἡ› μετοχή ἐστιν. πλὴν ἐκ τούτων συμφανὲς ὡς τῆς συνηθείας ἀνωμάλου καθεστώσης οὐχ ἕστηκε τὰ παραπήγματα τῆς ἀναλογίας, ἀλλ' ἀνάγκη ἀποστάντας αὐτῶν τοῖς κατὰ τὴν συνήθειαν σχηματισμοῖς προσέχειν, παρέντας τὸ ἀνάλογον.
[241]
Τὰ δὲ αὐτὰ λεκτέον πρὸς αὐτοὺς καὶ ὅταν δι' ἐτυμολογίας κρίνειν θέλωσι τὸν ἑλληνισμόν. πάλιν γὰρ ἤτοι σύμφωνός ἐστι τῇ συνηθείᾳ ἡ ἐτυμολογία ἢ διάφωνος· καὶ εἰ μὲν σύμφωνος, παρέλκει, εἰ δὲ διάφωνος, οὐ χρηστέον αὐτῇ ὡς προσκοπὴν ἐμποιούσῃ μᾶλλον τοῦ βαρβαρίζειν ἢ σολοικίζειν. καὶ καθόλου μετακτέον τὰς ὁμοίας [242] ἀντιρρήσεις ταῖς ἔμπροσθεν ἡμῖν ἀποδοθείσαις. ἰδιαίτερον δὲ ἐκεῖνο λεκτέον. τὸ ἐτυμολογίᾳ κρινόμενον ὄνομα ὅτι ἑλληνικόν ἐστιν, ἤτοι ἔτυμα πάντως ἔχειν ὀφείλει τὰ προηγούμενα αὐτοῦ ὀνόματα ἢ εἴς τινα τῶν φυσικῶς ἀναφωνηθέντων καταλήγειν. καὶ εἰ μὲν ἀπὸ ἐτύμων πάντως, κατὰ τοῦτο εἰς ἄπειρον τῆς ἐκπτώσεως γινομένης ἄναρχος ἔσται ἡ ἐτυμολογία, καὶ οὐκ εἰσόμεθα εἰ ἑλληνικόν ἐστι τὸ ἔσχατον λεγόμενον ὄνομα, ἀγνοοῦντες [243] ποῖον ἦν τὸ ἀφ' οὗ πρῶτον κατάγεται. οἷον εἰ ὁ λύχνος εἴρηται ἀπὸ τοῦ λύειν τὸ νύχος, ὀφείλομεν μαθεῖν εἰ καὶ τὸ νύχος ἀπό τινος ἑλληνικοῦ εἴρηται, καὶ τοῦτο πάλιν ἀπ' ἄλλου· καὶ οὕτως εἰς ἄπειρον γινομένης τῆς ἀνόδου καὶ ἀνευρέτου καθεστῶτος τοῦ πρῶτον ἀναφωνηθέντος ὀνόματος, συνακαταληπτεῖται καὶ τὸ εἰ ἑλληνικῶς ὁ λύχνος [244] εἴρηται. εἰ δὲ ἐπί τινα τῶν ἀνετύμως κειμένων ὀνομάτων καταλήγοι τὸ ἐτυμολογούμενον ὄνομα, ὃν τρόπον ἐκεῖνα τὰ εἰς ἃ κατέληξεν οὐ διότι ἔστιν ἔτυμα παραδεξόμεθα, ἀλλὰ διότι τέτριπται κατὰ τὴν συνήθειαν, οὕτω καὶ τὸ δι' ἐτυμολογίας κρινόμενον παραδεξόμεθα οὐ διὰ τὴν ἐτυμολογίαν ἀλλὰ διὰ τὸ σύνηθες. οἷον προσκεφάλαιον ἀπὸ τοῦ τῇ κεφαλῇ προστίθεσθαι εἴρηται, ἡ δὲ κεφαλὴ καὶ τὸ πρός, ὅ ἐστι πρόθεσις, ἀνετύμως κέκληται.
[245] τοίνυν ὡς ταῦτα χωρὶς ἐτυμολογίας πεπίστευται διότι ἐστὶν ἑλληνικά, τῆς συνηθείας αὐτοῖς χρωμένης, οὕτω καὶ τὸ προσκεφάλαιον δίχα ἐτυμολογίας ἔσται πιστόν. ἄλλως τε ἐνίοτε τὸ αὐτὸ πρᾶγμα δυσὶν ὀνόμασι καλεῖται, τῷ μὲν ἐτυμολογίαν ἐπιδεχομένῳ τῷ δὲ ἀνετυμολογήτῳ, καὶ οὐ διὰ τοῦτο τὸ μὲν ἔτυμον λέγεται ἑλληνικὸν τὸ δὲ ἀνέτυμον βαρβαρικόν, ἀλλ' ὡς ἐκεῖνο ἑλληνικόν, οὕτω [246] καὶ τοῦτο· οἷον τὸ ὑφ' ἡμῶν καλούμενον ὑποπόδιον Ἀθηναῖοι καὶ Κῷοι χελωνίδα καλοῦσιν· ἀλλὰ ἔστι τὸ μὲν ὑποπόδιον ἔτυμον, ἡ δὲ χελωνὶς ἀνέτυμον, καὶ οὐ διὰ τοῦτο οἱ μὲν Ἀθηναῖοι λέγονται βαρβαρίζειν ἡμεῖς δὲ [247] ἑλληνίζειν, ἀλλ' ἀμφότεροι ἑλληνίζειν. τοίνυν ὡς ἐκεῖνοι διὰ τὴν συνήθειαν καὶ οὐ διὰ τὴν τοῦ ὀνόματος ἐτυμότητα λέγονται ἑλληνίζειν, οὕτω καὶ ἡμεῖς διὰ τὸ ἐν τῇ αὑτῶν συνηθείᾳ τετριμμένον ἔχειν τὸ τοιοῦτον ὄνομα καὶ οὐ διὰ τὴν τῆς ἐτυμολογίας πίστιν ἑλληνιοῦμεν.
Ἀλλ' ὅτι μὲν τὸ τεχνικὸν μέρος τῆς γραμματικῆς ἀνυπόστατόν ἐστιν, αὐτάρκως ἐκ τῶν εἰρημένων δέδεικται· χωρῶμεν δὲ ἀκολούθως καὶ ἐπὶ τὸ ἱστορικόν.
[248]
Ὅτι μὲν οὖν ἀξιοῦται τοῦτο ὁλοσχερῶς εἶναι μέρος γραμματικῆς, συμφανές. Ταυρίσκος γοῦν ὁ Κράτητος ἀκουστής, ὥσπερ οἱ ἄλλοι κριτικοὶ ὑποτάσσων τῇ κριτικῇ τὴν γραμματικήν, φησὶ τῆς κριτικῆς εἶναι τὸ μέν τι λογικὸν τὸ δὲ τριβικὸν τὸ δ' ἱστορικόν, [249] λογικὸν μὲν τὸ στρεφόμενον περὶ τὴν λέξιν καὶ τοὺς γραμματικοὺς τρόπους, τριβικὸν δὲ τὸ περὶ τὰς διαλέκτους καὶ τὰς διαφορὰς τῶν πλασμάτων καὶ χαρακτήρων, ἱστορικὸν δὲ τὸ περὶ τὴν προχειρότητα τῆς ἀμεθόδου ὕλης.
[250] Διονύσιος δὲ ὁ Θρᾷξ ἓξ μέρη γραμματικῆς εἶναι λέγων, ἅπερ ἡμεῖς ἀνώτερον ὁλοσχερῶς τρία προσηγορεύσαμεν, ἐν τούτοις καὶ τὸ ἱστορικὸν ἀποδίδωσιν· εἶναι γάρ φησι γραμματικῆς μέρη ἀνάγνωσιν ἐντριβῆ κατὰ προσῳδίαν, ἐξήγησιν κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπους, λέξεων καὶ ἱστοριῶν ἀπόδοσιν, ἐτυμολογίας εὕρεσιν, ἀναλογίας ἐκλογισμόν, κρίσιν ποιημάτων, ἀτόπως διαιρούμενος καὶ τάχα μὲν ἀποτελέσματά τινα καὶ μόρια γραμματικῆς [251] [οὐ] μέρη ταύτης ποιῶν, ὁμολόγως δὲ τὴν μὲν ἐντριβῆ ἀνάγνωσιν καὶ τὴν ἐξήγησιν καὶ τὴν κρίσιν τῶν ποιημάτων ἐκ τῆς περὶ ποιητὰς καὶ συγγραφεῖς θεωρίας λαμβάνων, τὴν δὲ ἐτυμολογίαν καὶ ἀναλογίαν ἐκ τοῦ τεχνικοῦ, τοῖς δὲ τὸ ἱστορικὸν ἀντεκτιθείς, ἐν [252] ἱστοριῶν καὶ λέξεων ἀποδόσει κείμενον. Ἀσκληπιάδης δὲ ἐν τῷ Περὶ γραμματικῆς τρία φήσας εἶναι τὰ πρῶτα τῆς γραμματικῆς μέρη, [ἀνάγνωσιν ἐντριβῆ καὶ κατὰ προσῳδίαν,] τεχνικὸν ἱστορικὸν γραμματικόν, ὅπερ ἀμφοτέρων ἐφάπτεται, φημὶ δὲ τοῦ ἱστορικοῦ καὶ τοῦ τεχνικοῦ, τριχῇ ὑποδιαιρεῖται τὸ ἱστορικόν· τῆς γὰρ ἱστορίας τὴν μέν τινα ἀληθῆ εἶναί φησι τὴν δὲ ψευδῆ τὴν δὲ ὡς ἀληθῆ, καὶ ἀληθῆ μὲν τὴν πρακτικήν, ψευδῆ δὲ τὴν περὶ πλάσματα καὶ μύθους, ὡς ἀληθῆ δὲ οἷά ἐστιν [253] ἡ κωμῳδία καὶ οἱ μῖμοι· τῆς δὲ ἀληθοῦς τρία πάλιν μέρη· ἡ μὲν γάρ ἐστι περὶ τὰ πρόσωπα θεῶν καὶ ἡρώων καὶ ἀνδρῶν ἐπιφανῶν, ἡ δὲ περὶ τοὺς τόπους καὶ χρόνους, ἡ δὲ περὶ τὰς πράξεις. τῆς δὲ ψευδοῦς, τουτέστι τῆς μυθικῆς, ἓν εἶδος μόνον ὑπάρχειν λέγει τὸ γενεαλογικόν. ὑποτάσσεσθαι δὲ τῷ ἱστορικῷ κοινῶς φησι, καθὼς καὶ Διονύσιος, τὸ περὶ τὰς γλώττας· ἱστορεῖ γὰρ ὅτι κρήγυον ἀληθές ἐστιν ἢ ἀγαθόν. ὡσαύτως δὲ καὶ τὸ περὶ παροιμιῶν καὶ ὅρων.
Ἀλλ' ὅτι μὲν γραμματικῆς εἶναι μέρος βούλονται τὸ [254] ἱστορικόν, ἐκ τούτων ἐστὶ συμφανές· λοιπὸν δέ, ἐπεὶ οἱ πλείους ὡμολογήκασιν αὐτὸ ἄτεχνον εἶναι καὶ ἐκ τῆς ἀμεθόδου ὕλης τυγχάνειν, ἀπολελύκασι μὲν ἡμᾶς τῆς ἐπὶ πλεῖον πρὸς αὐτοὺς ἀντιρρήσεως, ὅμως δ' οὖν ὑπὲρ τοῦ μὴ ἀνεπισήμαντον παρελθεῖν τὸν τόπον οὕτως ἐρωτητέον. ἤτοι τέχνη ἐστὶν ἡ γραμματικὴ ἢ οὔκ ἐστι τέχνη. καὶ εἰ μὲν οὔκ ἐστιν, αὐτόθεν συμβεβίασται τὸ προκείμενον· εἰ δὲ τέχνη ἐστίν, ἐπεὶ τὰ τῆς τέχνης μέρη πάντως ἐστὶ τεχνικά, τὸ δ' ἱστορικὸν ἀμέθοδον ὡμολόγηται τυγχάνειν, οὐκ ἂν εἴη τῆς γραμματικῆς μέρος τὸ ἱστορικόν.
[255] καὶ ὅτι τῷ ὄντι τοιοῦτόν ἐστιν, αὐτόθεν σχεδὸν ὑπέπιπτεν. οὐ γάρ, ὥσπερ ἀπὸ καθολικῆς τινος μεθόδου καὶ τεχνικῆς δυνάμεως λέγει ὁ μὲν ἰατρὸς ὅτι τόδε τὸ ἐπὶ μέρους ὑγιεινόν ἐστι καὶ τόδε νοσερόν, ὁ δὲ μουσικὸς ὅτι τόδε ἡρμοσμένον καὶ ‹τόδε› ἀνάρμοστον, καὶ ἡρμοσμένον μὲν κατὰ τήνδε τὴν συμφωνίαν ἀλλ' οὐχὶ κατὰ τήνδε, οὕτω καὶ ὁ γραμματικὸς δύναται ἀπὸ ἐπιστημονικῆς τινος καὶ καθολικῆς θεωρίας ἀπαγγέλλειν, ὅτι ὁ μὲν Πέλοπος ὦμος ἐλεφάντινος ἦν ὑπὸ τοῦ Ἄρεως ἢ ὑπὸ Δήμητρος βρωθείς, ἡ δὲ τοῦ Ἡρακλέους κεφαλὴ ἐψέδνωτο ῥυεισῶν αὐτοῦ τῶν τριχῶν ὅτε ὑπὸ τοῦ ἐφορμῶντος τῇ Ἡσιόνῃ κήτους [256] κατεπόθη, ἀλλ' ἵνα τούτων ποιήσηται τὴν ἔκθεσιν, ὀφείλει πᾶσι τοῖς κατὰ μέρος περὶ αὐτῶν ἱστοροῦσιν ἐντυχεῖν. τὸ δὲ πάντων τῶν κατὰ μέρος ποιεῖσθαι τὴν ἀνάληψιν αὐτοῖς ἐντυγχάνοντα τοῖς κατὰ μέρος οὔκ ἐστι τεχνικόν. οὐκ ἄρα ἐκ τέχνης τινὸς μεθοδεύεται τοῖς γραμματικοῖς [257] τὸ ἱστορικόν. καὶ μὴν ἐπεὶ τῆς ἱστορίας ἡ μέν τίς ἐστι τοπικὴ ἡ δὲ χρονικὴ ἡ δὲ περὶ τὰ πρόσωπα ἡ δὲ περὶ τὰς πράξεις, δῆλον ὡς εἰ μὴ τεχνική ἐστιν ἡ τῶν τόπων καὶ ἡ τῶν χρόνων ἀπόδοσις, οὔθ' ἡ τῶν προσώπων οὔθ' ἡ τῶν πράξεων τεχνικὴ γενήσεται· τί γὰρ διήνεγκε τούτων ἢ ἐκείνων ἀποκρατεῖν; ἀλλὰ μὴν οὐδὲν ἔχει τεχνικὸν τὸ ἀποδιδόναι τοπικὴν ἱστορίαν, λέγοντας ὅτι, εἰ τύχοι, Βριλησὸς μὲν καὶ Ἀράκυνθος τῆς Ἀττικῆς ἐστιν ὄρος, Ἀκάμας δὲ τῆς Κυπρίας ἀκρωτήριον, ἢ χρονικὴν ἐκτίθεσθαι, καθάπερ ὅτι Ξενοφάνης Κολοφώνιος ἐγένετο περὶ τὴν τεσσαρακοστὴν ὀλυμπιάδα. τοῦτο γὰρ καὶ ὁ μὴ ὢν γραμματικὸς ἄλλως δὲ περίεργος [258] δυνήσεται ποιεῖν. τοίνυν οὐδὲ τὸ περὶ προσώπων καὶ πράξεων ἀπαγγέλλειν τεχνικὸν γενήσεται, οἷον ὅτι Πλάτων μὲν ὁ φιλόσοφος Ἀριστοκλῆς πρότερον ἐκαλεῖτο καὶ ἐτέτρητο τὸ οὖς ἐλλόβιον φορήσας ὅτ' ἦν μειρακίσκος, Πυθιὰς δὲ ἡ Ἀριστοτέλους θυγάτηρ τρισὶν ἀνδράσιν ἐγαμήθη, πρῶτον μὲν Νικάνορι τῷ Σταγειρίτῃ, οἰκείῳ ὄντι Ἀριστοτέλους, δευτέρῳ δὲ Προκλεῖ Δημαράτου τοῦ Λακεδαιμονίων βασιλέως ἀπογόνῳ, ὃς καὶ δύο ἐξ αὐτῆς τεκνοῦται παῖδας, Προκλέα τε καὶ Δημάρατον τοὺς παρὰ Θεοφράστῳ φιλοσοφήσαντας, τρίτῳ δὲ Μητροδώρῳ ἰατρῷ, Χρυσίππου μὲν τοῦ Κνιδίου μαθητῇ Ἐρασιστράτου δὲ ὑφηγητῇ, ᾧ γίνεται παῖς Ἀριστοτέλης.
[259] ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια πρὸς τῷ τελέως ἀχρηστεῖν ἔτι οὐδεμίαν ἐμφαίνει τεχνικὴν δύναμιν, ὥστε οὐδὲ ἡ τῶν ἱστορικῶν ἀπόδοσίς ἐστιν ἔντεχνος. ἄλλως τε καθὼς ἀνώτερον ὑπεδείξαμεν, οὔτε τῶν ἀπείρων οὔτε τῶν [260] ἄλλοτε ἄλλως γινομένων ἔστι τις τεχνικὴ γνῶσις. αἱ δέ γε κατὰ μέρος ἱστορίαι ἄπειροί τε διὰ τὸ πλῆθός εἰσι, καὶ οὐχ ἑστῶσαι διὰ τὸ μὴ τὰ αὐτὰ περὶ τοῦ αὐτοῦ παρὰ πᾶσιν ἱστορεῖσθαι. οἷον (οὐκ ἄτοπον γάρ), ἵνα συμφυέσι τε καὶ οἰκείοις χρησώμεθα τῶν πραγμάτων παραδείγμασιν. ὑπόθεσιν γὰρ ἑαυτοῖς ψευδῆ λαμβάνοντες οἱ ἱστορικοὶ τὸν ἀρχηγὸν ἡμῶν τῆς ἐπιστήμης Ἀσκληπιὸν κεκεραυνῶσθαι λέγουσιν, οὐκ ἀρκούμενοι τῷ ψεύσματι, [261] †ἐν ᾧ †καὶ ποικίλως αὐτὸ μεταπλάττουσι, Στησίχορος μὲν ἐν Ἐριφύλῃ εἰπὼν ὅτι τινὰς τῶν ἐπὶ Θήβαις πεσόντων ἀνιστᾷ, Πολύανθος δὲ ὁ Κυρηναῖος ἐν τῷ περὶ τῆς Ἀσκληπιαδῶν γενέσεως ὅτι τὰς Προίτου θυγατέρας κατὰ χόλον Ἥρας ἐμμανεῖς γενομένας ἰάσατο, Πανύασις δὲ διὰ τὸ νεκρὸν Τυνδάρεω ἀναστῆσαι, Στάφυλος δὲ ἐν τῷ περὶ Ἀρκάδων ὅτι Ἱππόλυτον ἐθεράπευσε φεύγοντα ἐκ Τροιζῆνος κατὰ τὰς παραδεδομένας κατ' αὐτοῦ ἐν τοῖς τραγῳδουμένοις φήμας, [262] Φύλαρχος δὲ ἐν τῇ ἐννάτῃ διὰ τὸ τοὺς Φινέως υἱοὺς τυφλωθέντας ἀποκαταστῆσαι, χαριζόμενον αὐτῶν τῇ μητρὶ Κλεοπάτρᾳ τῇ Ἐρεχθέως, Τελέσαρχος δὲ ἐν τῷ Ἀργολικῷ ὅτι τὸν Ὠρίωνα ἐπεβάλετο ἀναστῆσαι. οὐ τοίνυν τῆς οὕτως ἀπὸ ψευδοῦς ὑποθέσεως ἀρχομένης καὶ ἀδιεξιτήτου κατὰ πλῆθος καὶ πρὸς τὴν ἑκάστου προαίρεσιν μεταπλαττομένης γένοιτ' ἄν τις τεχνικὴ θεωρία.
[263] Πρὸς τούτοις ἐπεὶ τῶν ἱστορουμένων τὸ μέν ἐστιν ἱστορία τὸ δὲ μῦθος τὸ δὲ πλάσμα, ὧν ἡ μὲν ἱστορία ἀληθῶν τινῶν ἐστι καὶ γεγονότων ἔκθεσις, ὡς ὅτι Ἀλέξανδρος ἐν Βαβυλῶνι δι' ἐπιβούλων φαρμακευθεὶς ἐτελεύτα, πλάσμα δὲ πραγμάτων μὴ γενομένων μὲν ὁμοίως δὲ τοῖς γενομένοις λεγομένων, ὡς αἱ κωμικαὶ ὑποθέσεις [264] καὶ οἱ μῖμοι, μῦθος δὲ πραγμάτων ἀγενήτων καὶ ψευδῶν ἔκθεσις, ὡς ὅτι τὸ μὲν τῶν φαλαγγίων καὶ ὄφεων γένος Τιτήνων ἐνέπουσιν ἀφ' αἵματος ἐζωγονῆσθαι, τὸν δὲ Πήγασον λαιμοτομηθείσης τῆς Γοργόνος ἀπὸ τῆς κεφαλῆς ἐκθορεῖν, καὶ οἱ μὲν Διομήδους ἑταῖροι εἰς θαλασσίους μετέβαλον ὄρνις, ὁ δὲ Ὀδυσσεὺς εἰς ἵππον, [265] ἡ δὲ Ἑκάβη εἰς κύνα, ‑ τοιαύτης δὲ οὔσης ‹τῆς› τῶν ἱστοριῶν διαφορᾶς, ἐπεὶ οὐκ ἔστι τέχνη τις περὶ τὰ ψευδῆ καὶ ἀνύπαρκτα, ψευδῆ δέ ἐστι καὶ ἀνύπαρκτα τὰ περὶ τοὺς μύθους καὶ τὰ πλάσματα, περὶ ἃ μάλιστα τοῦ ἱστορικοῦ μέρους ἡ γραμματικὴ καταγίνεται, οὐκ ἂν εἴη τις τέχνη περὶ τὸ ἱστορικὸν μέρος ‹τῆς› γραμματικῆς.
[266] ὅθεν καταγελᾶν ἄξιον τῶν λεγόντων ὅτι εἰ καὶ ἡ ὕλη τῆς ἱστορίας ἐστὶν ἀμέθοδος, ἡ μέντοι κρίσις ταύτης γενήσεται τεχνική, δι' ἧς γιγνώσκομεν τί τε ψευδῶς [267] ἱστόρηται καὶ τί ἀληθῶς. πρῶτον μὲν γὰρ οὐ παραδεδώκασιν ἡμῖν οἱ γραμματικοὶ τῆς ἀληθοῦς ἱστορίας κριτήριον, ἵνα καὶ ἐξετάζωμεν πότε ἀληθής ἐστιν αὕτη καὶ πότε ψευδής. εἶτα καὶ μηδεμιᾶς οὔσης ἀληθοῦς ἱστορίας παρὰ τοῖς γραμματικοῖς οὐδὲ τὸ τοῦ ἀληθοῦς κριτήριον ὑποστατόν ἐστιν, ἐπεὶ πῶς οὐκ ἔργον, τινὸς μὲν λέγοντος ὅτι Ὀδυσσεὺς ὑπὸ Τηλεγόνου παιδὸς κατὰ ἄγνοιαν ἀνῄρηται, τινὸς δὲ ὅτι λάρου κέντρον θαλασσίας τρυγόνος ἀφέντος αὐτοῦ τῇ κεφαλῇ διεφώνησεν, ἄλλου δὲ ὅτι εἰς ἵππον μετέβαλε τὴν μορφήν, θέλειν ἐν οὕτως ἀπερρωγόσι πράγμασιν εὑρεῖν τἀληθές; πρότερον γὰρ δεῖ ὑποστῆναι ἐν τοῖς διαφωνοῦσι τὸν ἀληθεύοντα, καὶ τότε [268] ζητεῖν τί ἐστιν· πάντων δὲ ἀπίθανα καὶ ψευδῆ λεγόντων οὐδὲ τεχνικῷ τινὶ κριτηρίῳ δίδοται πάροδος.
Καὶ μὴν οὐδὲ δι' ὧν ἂν ἱστορία καλῶς γραφείη διδάσκουσιν οἱ γραμματικοί, ἵνα κατ' ἀναφορὰν τὴν ὡς ἐπὶ τὰ τοιαῦτα θεωρήματα λέγωμεν τεχνικόν τι μέρος ὑπάρχειν παρ' αὐτοῖς τὸ ἱστορικόν· τοῦτο γὰρ ῥητορικῶν [269] ἐστι τὸ ἔργον. ὥστ' ἐπεὶ καὶ αὐτοὶ ἐξομολογοῦνται ἀμέθοδόν τι εἶναι παράπηγμα τὴν ἱστορίαν καὶ ἡμεῖς ἐπελογισάμεθα, καὶ ἄλλως οὐδὲν τεχνικὸν θεώρημα πρὸς τὴν γνῶσιν αὐτῆς ἢ σύστασιν παραδεδώκασι, ῥητέον καὶ κατὰ τὸ ἱστορικὸν μέρος ἀσύστατον εἶναι τὴν γραμματικήν.
[270]
Ἤδη μὲν δυνάμει καὶ τὸ περὶ ποιητὰς καὶ συγγραφεῖς μέρος τῆς γραμματικῆς ἡμῖν ἀνῄρηται, δείξασι τὸ ἀδύνατον τοῦ κατὰ τὰς τεχνολογίας καὶ τοῦ ἱστορικοῦ· χωρὶς γὰρ τούτων οὐκ ἀπευθύνεταί τις ποιήσεως ἐξήγησις. ὅμως δ' οὖν καὶ τὰ ἐν τούτῳ τῷ μέρει πειρασόμεθα κοινότερον δυνάμενα λέγεσθαι σκοπεῖν, καὶ μάλιστα ὅτι οὕτως ἐπιτεθαρρήκασιν αὐτῷ οἱ γραμματικοὶ ὡς καὶ τὸ βιωφελὲς τῆς γραμματικῆς καὶ πρὸς εὐδαιμονίαν ἀναγκαῖον ἐξ αὐτοῦ τολμᾶν πιστοῦσθαι. φασὶ γοῦν ὡς ἡ ποιητικὴ πολλὰς δίδωσιν ἀφορμὰς πρὸς σοφίαν καὶ εὐδαίμονα βίον, ἄνευ δὲ τοῦ ἀπὸ γραμματικῆς φωτὸς οὐχ οἷόν τε τὰ παρὰ τοῖς ποιηταῖς διορᾶν ὁποῖά ποτέ [271] ἐστιν· χρειώδης ἄρα ἡ γραμματική. τὸ δ' ὅτι συχνὰς δίδωσιν ἡ ποιητικὴ ἀφορμὰς πρὸς εὐδαιμονίαν δῆλον ἐκ τοῦ τὴν ὄντως κρατίστην καὶ ἠθοποιὸν φιλοσοφίαν ἀπὸ τῆς παρὰ τοῖς ποιηταῖς γνωμολογίας τὴν ἀρχὴν ἐρριζῶσθαι, καὶ διὰ τοῦτο τοὺς φιλοσόφους, εἴ ποτε παραινετικῶς τι λέγοιεν, ταῖς ποιητικαῖς φωναῖς ὡσπερεὶ σφραγίζεσθαι τὸ ὑπ' αὐτῶν λεγόμενον. καὶ ὁ μὲν ἐπ' ἀρετὴν παρακαλῶν φησὶν
ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται· ὁ δὲ φιλαργυρίαν φεύγειν ἐγκελευόμενος προφέρεται τὸ
μὴ Πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν,
ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο·
ὁ δὲ αὐτάρκειαν ὑπαγορεύων συμπιστοῦται τὸ δόγμα ἐκ τοῦ τὸν Εὐριπίδην λέγειν
τί γὰρ δέει βροτοῖσι πλὴν δυοῖν μόνον,
Δήμητρος ἀκτῆς πώματός θ' ὑδρηχόου,
ἃ δὴ πάρεστι καὶ πέφυχ' ἡμᾶς τρέφειν;
[272] καὶ τὸ μὲν τοὺς ἄλλους φιλοσόφους τοῦτο ποιεῖν οὐ παράδοξον, αὐτοὺς δὲ εὑρήσομεν τοὺς τῆς γραμματικῆς κατηγόρους, Πύρρωνά τε καὶ Ἐπίκουρον, ἐξομολογουμένους τὸ ἀναγκαῖον αὐτῆς· ὧν ὁ μὲν Πύρρων ἱστορεῖται τὴν Ὁμηρικὴν διὰ παντὸς ποίησιν ἀναγινώσκων, μὴ ἄν ποτε τοῦτο ποιήσας εἴπερ μὴ ἐγίνωσκεν αὐτὴν χρησίμην καὶ [273] διὰ τοῦτο τὴν γραμματικὴν ἀναγκαίαν, ὁ δὲ Ἐπίκουρος φωρᾶται τὰ κράτιστα τῶν δογμάτων παρὰ ποιητῶν ἀνηρπακώς· τόν τε γὰρ ὅρον τοῦ μεγέθους τῶν ἡδονῶν, ὅτι ἡ παντός ἐστι τοῦ ἀλγοῦντος ὑπεξαίρεσις, ἐξ ἑνὸς στίχου δέδεικται λαβών ‹τοῦ›
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο·
τὸν δὲ θάνατον, ὅτι οὐδέν ἐστι πρὸς ἡμᾶς, Ἐπίχαρμος αὐτῷ προμεμήνυκεν, εἰπὼν
ἀποθανεῖν ἢ τεθνάναι οὔ μοι διαφέρει.
ὡσαύτως δὲ καὶ τὰ νεκρὰ τῶν σωμάτων ἀναισθητεῖν παρ' Ὁμήρου κέκλοφε, γράφοντος
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
[274] καὶ μὴν οὐ ταῦτα μόνον τοῖς ποιηταῖς δεξιῶς εἰρῆσθαι φαίνεται ἀλλὰ καὶ τὰ περὶ θεῶν, οἷόν ἐστι καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ λεχθὲν ἐν Φρίξῳ
ὅστις δὲ θνητῶν οἴεται καθ' ἡμέραν
κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
δοκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται
ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη.
ἀλλ' εἴπερ ταῦτα καὶ τὰ τούτοις ἐοικότα χρειώδη ἐστί, λαμβάνεται δ' οὐ χωρὶς γραμματικῆς, ἔσται καὶ ἡ γραμματικὴ [275] τῶν βιωφελῶν. ἔχοι δ' ἄν τινα, φασίν, ἐξαιρέτως καὶ ταῖς τῶν μανθανόντων αὐτὴν πατρίσιν ἀναγκαῖα. Λεβεδίων γοῦν διαφερομένων πρὸς τοὺς ἀστυγείτονας περὶ Καμανδωδοῦ ὁ [γραμματικὸς] τὸ Ἱππωνάκτειον παραθέμενος ἐνίκα
μηδέ μοι μῦ
λαλεῖν Λεβεδίην ἰσχάδ' ἐκ Καμανδωδοῦ. ὁμιλητικούς τε παρεχομένη τοὺς προσέχοντας αὐτῇ εὐθὺς καὶ ταύτῃ [καὶ] τοῖς πέλας κατὰ πολλὰς περιστάσεις ὀνησιφόρος [276] γίνεται. πάρεστι δὲ τὸ λεγόμενον σκοπεῖν ἐξ αὐτῶν τῶν ἀποτελεσμάτων. Σώστρατος γάρ, ὥς φασιν, ἀποσταλεὶς ὑπὸ Πτολεμαίου πρὸς τὸν Ἀντίγονον βασιλικῆς τινὸς ἕνεκα χρείας, κἀκείνου εἰκαιότερον ἀποκρινομένου, ἐπέτυχεν εἰπὼν
οὕτω δὴ κέλεαι, γαιήοχε κυανοχαῖτα;
τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε;
ἤ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
ταῦτα γὰρ ἀκούσας Ἀντίγονος μετεβάλλετο.
[277] Πολλῶν δὴ τοιούτων λεγομένων εἰς τὸ χρησιμώτατον εἶναι τὸ τῆς γραμματικῆς μέρος τὸ περὶ ποιητὰς καὶ συγγραφεῖς καταγιγνόμενον, δείγματος χάριν τοῖς ἐκκειμένοις ἀρκεσθέντες λέγωμεν πρὸς ἕκαστον αὐτῶν. τὸ τοίνυν βιωφελῆ εἶναι τὴν ποιητικὴν γνωμολογίαν καὶ φιλοσοφίας ἀρχήν, ταύτης δὲ ἀποδοτικὴν ὑπάρχειν τὴν γραμματικήν, [278] ὄντως γραμματικόν ἐστιν. πρῶτον μὲν γάρ, ἵνα συνδράμωμεν αὐτοῖς μηδὲν ποιητικῆς κατειπόντες, ἀλλ' οὖν γε ἐκεῖνο πρόδηλόν ἐστιν ὅτι ὁπόσα μὲν βιωφελῆ καὶ ἀναγκαῖα εὑρίσκεται παρὰ ποιηταῖς, οἷά ἐστι τὰ γνωμικὰ καὶ παραινετικά, ταῦτα σαφῶς αὐτοῖς πέφρασται καὶ οὐ δεῖται γραμματικῆς, ‹ὁπόσα δὲ μὴ σαφῶς πέφρασται καὶ δεῖται γραμματικῆς› καθάπερ τὰ ἐν ξέναις ἱστορίαις κείμενα ἢ αἰνιγματωδῶς ἐκφερόμενα, ταῦτ' ἐστιν ἄχρηστα, ὥστε καὶ τῇ ἀπ' ἐκείνων ὠφελείᾳ μὴ συνεισέρχεσθαι αὐτῶν τὸ χρειῶδες τῆς γραμματικῆς καὶ τῇ τούτων ματαιότητι [279] συμπεριφέρεσθαι. εἶτα φάσις μόνον ἐστὶν ἡ γνώμη, καθάπερ τὸ τοιοῦτο,
σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
νικᾷ, σὺν ὄχλῳ δ' ἀμαθία πλεῖστον κακόν· φάσει δὲ οὐ πείθεται ὁ νοῦς περὶ τοῦ καλῶς εἰρῆσθαι ἢ μὴ [εἰρῆσθαι], ἀλλ' ἀποδείξεων δεῖται. αἱ δὲ ἀποδείξεις τῶν καθηκόντως λεγομένων ἢ μὴ οὐ γραμματικῆς εἰσιν ἀλλὰ φιλοσοφίας· τοίνυν καὶ ταύτῃ περισσὴν καὶ ματαίαν συμβέβηκεν εἶναι τὴν γραμματικήν. καὶ μὴν εἴπερ διὰ τὸ πολλὰ καλῶς εἰρῆσθαι τοῖς ποιηταῖς καὶ βιωφελῶς χρησίμη ἐστὶν ἡ προφῆτις γραμματικὴ αὐτῶν, ἐπεὶ πολλαπλασίονα τούτων διαστρόφως καὶ ἐπὶ λύμῃ τοῦ βίου παρ' αὐτοῖς ἐξενήνεκται, ἄχρηστος γενήσεται. καθὰ γὰρ ἔστι τις ὁ εἰπὼν
μὴ Πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν,
ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο,
οὕτως ἔστι καὶ ὁ τοὐναντίον ἀποφαινόμενος
ὦ χρυσὲ δεξίωμα κάλλιστον βροτοῖς,
ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει,
οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ,
οἵας σὺ χοἱ σὲ δώμασιν κεκτημένοι. καὶ πάλιν
εὖ πρᾶσσε· τὰ φίλων δ' οὐδὲν ἤν τις δυστυχῇ. καὶ
κάλλιστα μουσῶν φθέγγεται πλουτῶν ἀνήρ.
[280] ἀναποδείκτως μὲν οὖν λεγομένων τῶν οὕτως ἐναντίων ἐπιρρεπέστερον ἔχουσιν ἄνθρωποι πρὸς τὴν τοῦ χείρονος ἐκλογήν, καὶ διὰ τοῦτο βλαπτικὴ ἀναφαίνεται ἡ ποιητική· διακρινομένων δὲ αὐτῶν, καὶ τῶν μὲν ἀθετουμένων τῶν δὲ προκρινομένων, χρειώδης γίνεται οὐχ ἡ γραμματικὴ ἀλλ' ἡ διακρίνειν δυναμένη φιλοσοφία. ποιητικοῖς τε μαρτυρίοις χρῶνται οὐχ οἱ γνησίως φιλοσοφοῦντες (τούτων γὰρ ὁ λόγος αὐτάρκης ἐστὶ πρὸς πειθώ) ἀλλ' οἱ τὸν πολὺν [281] καὶ ἀγοραῖον φενακίζοντες ὄχλον· οὐ γὰρ δυσχερὲς ποιητὰς μαχομένους καὶ εἰς ὅ τι ἂν θέλωσιν ᾄδοντας δεῖξαι, ὅτε καὶ οἱ προηγουμένως φιλοσοφοῦντες πολλὰ μαχομένως λέγουσιν. τῶν δὲ γραμματικῆς κατηγόρων ὁ μὲν Πύρρων παρ' ἕκαστα τὴν Ὁμηρικὴν διετύλισσε ποίησιν οὐ πάντως διὰ τὴν εἰρημένην αἰτίαν, ἀλλὰ τάχα μὲν ψυχαγωγίας χάριν καὶ ὡς εἰ κωμῳδῶν ἠκροᾶτο, τάχα δὲ καὶ τοὺς ποιητικοὺς παρατηρῶν τρόπους καὶ χαρακτῆρας· [282] λέγεται γὰρ αὐτὸν καὶ ποίησιν εἰς τὸν Μακεδόνα Ἀλέξανδρον γράψαντα μυρίοις χρυσοῖς τετιμῆσθαι. οὐκ ἀπέοικε δὲ καὶ ἄλλας αἰτίας ὑπάρχειν, περὶ ὧν ἐν τοῖς [283] Πυρρωνείοις διεξήλθομεν. ὁ δὲ Ἐπίκουρος οὐκ ἐκ τῶν Ὁμηρικῶν εἴληφε τὸν ὅρον τοῦ μεγέθους τῶν ἡδονῶν· μακρῷ γὰρ διαφέρει τὸ λέγειν ὅτι ἐπαύσαντό τινες πίνοντες καὶ ἐσθίοντες καὶ τὴν αὑτῶν ἐπιθυμίαν πληροῦντες (τοῦτο γάρ ἐστι τὸ
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο)
τοῦ φάναι ὅρον εἶναι τῶν περὶ τὰς ἡδονὰς μεγεθῶν τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν· τοῦτο γὰρ οὐ πάντως κρέασι [284] καὶ οἴνῳ ἀλλὰ καὶ τοῖς λιτοτάτοις πέφυκε γίνεσθαι. ἄλλως τε ὁ μὲν ποιητὴς ἐπὶ προσφερομένων μόνων ἐποιήσατο τὴν ἀπόφασιν, Ἐπίκουρος δὲ ἐπὶ πάντων τῶν ἀπολαυστῶν, ἐν οἷς ἐστι καὶ ἡ ἀφροδίσιος μῖξις, περὶ ἧς πάντες ἴσασιν οἵαν ἔσχε γνώμην Ὅμηρος. τό τε τὸν θάνατον [μὲν] μηδὲν εἶναι πρὸς ἡμᾶς εἴρηται μὲν ἴσως τῷ Σώφρονι, ἀποδέδεικται δὲ Ἐπικούρῳ, καὶ ἔστιν οὐ τὸ εἰπεῖν ἀλλὰ τὸ ἀποδεῖξαι [285] θαυμαστόν. εἶτα οὐδὲ κατὰ τοῦτο ἔφησεν ὁ Ἐπίκουρος τὸν θάνατον μηδὲν εἶναι πρὸς ἡμᾶς, καθὸ ἀδιάφορόν ἐστιν ἢ ζῆν ἢ μή· πολλῷ γὰρ αἱρετώτερον τὸ ζῆν διὰ τὸ αἰσθανομένων εἶναι τὸ ἀγαθόν· ἀλλ' ἐν ἀναισθησίᾳ οὔτε κακόν τι εἶναι οὔτε ἀγαθόν. τὸ μὲν γὰρ ἀναισθητεῖν τὰ νεκρὰ τῶν σωμάτων οὐχ ὁ ποιητὴς μόνος οἶδεν ἀλλὰ καὶ ὁ σύμπας βίος. μήτηρ γοῦν πολλάκις υἱὸν θρηνοῦσα φησὶν 'ἀλλὰ σὺ μὲν τούτων οὐκ ἐπαισθάνῃ, ἐγὼ δὲ ταλαιπωρῶ'· καὶ ἐνατενίζουσα ἐπιφθέγγεται 'τίς [286] δέ ἐστιν ἔτι σοι τούτων ὄνησις;' οὐ μὴν ἀλλ' ἐὰν ἐξετάζῃ τις, τὴν ἐναντίαν ἔχοντα δόξαν εὑρήσει τὸν ποιητήν. αἱ μὲν γὰρ ψυχαὶ κοινῶς διψῶσιν αἵματος
(ἀλλ' ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξὺ
αἵματος, ὄφρα πίω καί τοι νημερτέα εἴπω),
ὁ δὲ Τιτυὸς ὑπὸ γυπῶν διὰ τὴν ἐπιθυμίαν ἡπατοφαγεῖται, ὁ δὲ Τάνταλος ἕστηκεν ἐν λίμνῃ,
ἡ δὲ προσέκλυζε γενείῳ·
στεῦτο δὲ διψάων, πιέειν δ' οὐκ εἶχεν ἑλέσθαι.
[287] καὶ μὴν ὅσον ἐπὶ τῷ ὑπ' Εὐριπίδου λεχθέντι περὶ θεῶν, τὴν αὐτὴν καὶ οἱ ἰδιῶται δόξαν ἔχουσιν. ἴσον γάρ ἐστι τῷ
ὅστις δὲ θνητῶν οἴεται τοὐφήμερον
κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
δοκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται
ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη
καὶ τὸ οὕτω παρὰ τοῖς πολλοῖς λεγόμενον·
ὀψὲ θεῶν ἀλέουσι μύλοι, ἀλέουσι δὲ λεπτά· [288] μόνῳ δὲ διενήνοχε τῷ μέτρῳ. ἂν δὲ καὶ ἐξετάσῃ τις, πολλῷ χείρονα τῆς τῶν ἰδιωτῶν ὑπολήψεως εὑρήσει τὰ τῶν ποιητῶν. καὶ ὁ μὲν σκηνικὸς ἀναγορευθεὶς φιλόσοφος ἔτι μετριώτερος φαίνεται, λέγων μὴ εἰδέναι ᾧ προσεύχεται
ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
ὅστις ποτ' εἶ σύ, δυστόπαστος εἰσιδεῖν,
Ζεύς, εἴτ' ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
προσευξάμην σέ.
[289] Ὅμηρος δὲ καὶ Ἡσίοδος κατὰ τὸν Κολοφώνιον Ξενοφάνη
ὡς πλεῖστ' ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
Κρόνος μὲν γάρ, ἐφ' οὗ τὸν εὐδαίμονα βίον γεγονέναι λέγουσι, τὸν πατέρα ἠνδροτόμησε καὶ τὰ τέκνα κατέπιεν, Ζεύς τε ὁ τούτου παῖς ἀφελόμενος αὐτὸν τῆς ἡγεμονίας
γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης,
τῆλε μάλ' ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον.
[290] τῷ δὲ Διὶ ἐπιβουλεύουσιν οἱ συγγενεῖς, παρὸ καὶ ὑπὸ Θέτιδος βοηθεῖται,
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι,
Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· ὠμότατος γάρ ἐστι, καὶ τὴν μὲν ἀδελφὴν καὶ γυναῖκα ἱεροσύλου τρόπον κρεμάσας οὐκ ἀρκεῖται, ἀλλὰ καὶ ὀνειδίζει λέγων
ἢ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
χρύσεον ἄρρηκτον, σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν
ἐκρέμω, ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον;
[291] τὸν δὲ Ἥφαιστον ὀργισθεὶς ῥίπτει ἀπὸ τοῦ οὐρανοῦ, ὁ δὲ
κάππεσεν ἐν Λήμνῳ, ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν.
τὸν δὲ ἀδελφὸν ὑπερορᾷ
οἰκί' ἔχοντα
σμερδαλέ' εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
πρόσεστι δὲ αὐτῷ πρὸς τῇ ἀποτομίᾳ καὶ ἀκρασία, ὃς θεασάμενος τὴν Ἥραν ἐπὶ τῆς Ἴδης κεκοσμημένην οὐ καρτερεῖ μέχρις τῶν ἀποδεδειγμένων αὐτοῖς θαλάμων ἐλθεῖν, ἀλλ' ἐπὶ τοῦ ὄρους χαμαὶ ῥίψας ἑαυτὸν συγκυλίνδεται τῇ γυναικί,
τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον.
[292] ποικίλης οὖν πεφωραμένης τῆς ποιήσεως ἀνωφελὴς ἡ γραμματικὴ μὴ δυναμένη ἀποδεῖξαι τίσι πιστευτέον ἐστὶν ὡς ἀληθέσι καὶ τίσιν ἀπιστητέον ὡς μυθικοῖς ψεύσμασιν.
[293]
Ἀλλὰ πόλει φασὶ χρησίμην εἶναι τὴν γραμματικήν, ἐπεὶ καὶ Λεβεδίοις νίκης αἴτιον ἐγένετο ἐκ ποιητικῆς μαρτύριον. ἕνεκα δὲ τούτου καὶ τὴν ὀρχηστικὴν ἀναγκαίαν λέγομεν εἶναι, ἐπεὶ Σώστρατος ὁ Ἀντιόχου ὀρχηστής, λαβόντος ὑποχείριον τὴν Πριήνην τοῦ βασιλέως πατρίδα οὖσαν αὐτοῦ, καὶ παρὰ τὸ συμπόσιον τὴν ἐλευθερίαν ἀναγκαζόμενος ὀρχεῖσθαι, οὐ καλὸν ἔφη τῆς πατρίδος αὐτοῦ δουλευούσης αὐτὸν ἐλευθερίαν ὀρχεῖσθαι· καὶ διὰ [294] τοῦτο ἐλευθερωθῆναι τὴν πόλιν. εἶτα ἄλλο μέν ἐστι τὸ πόλει χρήσιμον, ἄλλο δὲ τὸ ἡμῖν αὐτοῖς. σκυτοτομικὴ γοῦν καὶ χαλκευτικὴ πόλει μέν ἐστιν ἀναγκαῖον, ἡμῖν δὲ χαλκεῦσι γενέσθαι καὶ σκυτοτόμοις πρὸς εὐδαιμονίαν οὐκ ἀναγκαῖον. διόπερ καὶ ἡ γραμματικὴ οὐκ ἐπεὶ πόλει χρησίμη καθέστηκεν, ἐξ ἀνάγκης καὶ ἡμῖν ἐστιν [ἡ] τοιαύτη. ἡ μὲν γὰρ ὁμιλητικὴ οὐκ ἀπὸ γραμματικῆς περιγίνεσθαι [295] πέφυκεν, ἀλλ' ἀπὸ κοινῆς τινος ἐντρεχείας, εἰ μή τι καὶ Δημάδης ὁ ῥήτωρ γραμματικὸς ἦν, πολλοῖς τῶν Ἀθηναίων μετὰ τὴν ἐν Χαιρωνείᾳ ἧτταν συναιχμαλωτισθεὶς καὶ εἰπὼν πρὸς τὸν Φίλιππον ἀναγκάζοντα εὐωχεῖσθαι
τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
πρὶν τλαίη πάσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
πρὶν λῦσαί θ' ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
[296] Ταῦτα μὲν οὖν πρὸς τὰς τῶν γραμματικῶν ἐπιχειρήσεις λεγέσθω· προηγουμένως δὲ ῥητέον ὡς εἰ μὲν μόνοι ἦσαν οἱ ποιηταὶ βιωφελεῖς, τάχα ἂν ἡ γραμματικὴ βιωφελὴς ἐγίνετο περὶ τούτους πονουμένη, νῦν δὲ ἐπεὶ οὗτοι μὲν ἢ ἀνωφελεῖς εἰσιν ἢ ὀλιγωφελεῖς, φιλόσοφοι δὲ καὶ οἱ λοιποὶ συγγραφεῖς διδάσκουσι τὰ ὠφέλιμα τῶν πραγμάτων, [297] οὐ δεόμεθα γραμματικῆς. καὶ ὅτι οἱ συγγραφεῖς μᾶλλον ἢ οἱ ποιηταὶ τὰ χρήσιμα τῷ βίῳ δηλοῦσιν, εὐεπιλόγιστον. οἱ μὲν γὰρ τοῦ ἀληθοῦς στοχάζονται, οἱ δὲ ἐκ παντὸς ψυχαγωγεῖν ἐθέλουσιν, ψυχαγωγεῖ δὲ μᾶλλον τὸ ψεῦδος ἢ τἀληθές. τοίνυν ἐκείνοις ‹μᾶλλον› ἢ τούτοις [298] προσεκτέον τοῖς ἐπίτηδες τὸ ψεῦδος μεταδιώκουσιν. καθόλου τε, ὅσον ἐπὶ τοῖς ποιηταῖς, οὐχ οἷον ἀνωφελὴς τῷ βίῳ ἀλλὰ καὶ βλαβερωτάτη. ἐπιτείχισμα γὰρ ἀνθρωπίνων παθῶν ἡ ποιητικὴ καθέστηκεν· καὶ ὡς
γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, οὕτως οἱ μὲν ἐρωτομανεῖς καὶ μέθυσοι τὰς Ἀλκαίου καὶ Ἀνακρέοντος ποιήσεις ἀναγνόντες προσεκκαίονται, οἱ δὲ ὀργίλοι Ἱππώνακτα καὶ Ἀρχίλοχον ἀλείπτας ἔχουσι τῆς περὶ αὐτοὺς κακίας.
[299] Τὰ μὲν οὖν ὑπὸ τῶν ἄλλων λεγόμενα κατὰ τὸν τόπον, καὶ μάλιστα τῶν Ἐπικουρείων, ἐστὶ τοιαῦτα· ἡμεῖς δὲ μηδὲν κατειπόντες τῆς ποιητικῆς ἄλλως ποιώμεθα τὰς ἀντιρρήσεις πρὸς τοὺς ἀξιοῦντας γραμματικὴν ἔχειν τέχνην τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων διαγνωστικήν.
[300] ἐπεὶ τοίνυν πᾶν σύγγραμμα καὶ πᾶσα ποίησις ἐκ λέξεων τῶν δηλουσῶν καὶ πραγμάτων τῶν δηλουμένων συνέστηκε, δεήσει τὸν γραμματικόν, εἴπερ ἔχει τέχνην διαρθρωτικὴν τῶν παρὰ συγγραφεῦσι καὶ ποιηταῖς λεγομένων, ἤτοι τὰς λέξεις μόνον ἢ τὰ ὑποκείμενα πράγματα γινώσκειν ἢ τὸ συναμφότερον. ἀλλὰ τὰ μὲν πράγματα, κἂν ἡμεῖς μὴ λέγωμεν, φαίνεται μὴ γινώσκειν. τούτων γὰρ τὰ μέν ἐστι φυσικὰ τὰ δὲ μαθηματικὰ τὰ δὲ ἰατρικὰ τὰ δὲ μουσικά, καὶ δεῖ τὸν μὲν φυσικοῖς ἐπιβάλλοντα πράγμασιν εὐθὺς φυσικὸν εἶναι καὶ τὸν μουσικοῖς μουσικὸν εἶναι καὶ τὸν μαθηματικοῖς εὐθὺς εἶναι μαθηματικόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ μέντοι γραμματικὸς ‹ὅτι› οὔκ ἐστιν ἐν τῷ αὐτῷ πάνσοφος καὶ πάσης ἐπιστήμης δαήμων, σὺν τῷ καὶ αὐτόθεν προσπίπτειν, [301] ἔτι κἀκ τῶν ἀποτελεσμάτων ἐλέγχεται. ποῦ γάρ τις δύναται τῶν ὠφρυωμένων γραμματικῶν Ἡράκλειτον συνεῖναι καὶ Πλάτωνι παρακολουθῆσαι λέγοντι 'τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τῆς περὶ τὰ σώματα μεριστῆς τρίτον ἐξ ἀμφοῖν συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύσεως καὶ τῆς θατέρου' καὶ ἤδη τὰ ἑξῆς, ‑ περὶ τὴν λέξιν πάντες οἱ Πλάτωνος ἐξηγηταὶ ἐσίγησαν ‑ ἢ ποῦ τοῖς Χρυσίππου διαλεκτικοῖς θεωρήμασιν ἢ Ἀρχιμήδους τε καὶ [302] Εὐδόξου μαθηματικοῖς ἐπιβάλλειν ἰσχύσει; καὶ μὴν ὡς ἐν τούτοις ἐστὶ τυφλός, οὕτω κἀν τοῖς περὶ αὐτῶν γραφεῖσι ποιήμασιν, οἷον Ἐμπεδοκλέους λέγοντος
χαίρετ', ἐγὼ δ' ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός,
πωλεῦμαι μετὰ πᾶσι τετιμένος, καὶ πάλιν
ἀλλὰ τί τοῖσδ' ἐπίκειμ' ὡσεὶ μέγα χρῆμά τι πράσσων
εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων;
ὁ μὲν γὰρ γραμματικὸς καὶ ὁ ἰδιώτης ὑπολήψονται κατ' ἀλαζονείαν καὶ τὴν πρὸς τοὺς ἄλλους ἀνθρώπους ὑπεροψίαν ταῦτ' ἀνεφθέγχθαι τὸν φιλόσοφον, ὅπερ ἀλλότριόν ἐστι τοῦ κἂν μετρίαν ἕξιν ἐν φιλοσοφίᾳ ἔχοντος, οὐχ ὅτι [303] γε τοῦ τοσούτου ἀνδρός· ὁ δὲ ἀπὸ φυσικῆς ὁρμώμενος θεωρίας, σαφῶς γινώσκων ὅτι ἀρχαῖον ὅλως τὸ δόγμα ἐστί, τοῖς ὁμοίοις τὰ ὅμοια γιγνώσκεσθαι, ὅπερ ἀπὸ Πυθαγόρου δοκοῦν κατεληλυθέναι κεῖται μὲν καὶ παρὰ Πλάτωνι ἐν τῷ Τιμαίῳ, εἴρηται δὲ πολὺ πρότερον ὑπ' αὐτοῦ Ἐμπεδοκλέους
γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ' ὕδωρ,
ἠέρι δ' ἠέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον,
στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκεϊ λυγρῷ,
συνήσει ὅτι ὁ Ἐμπεδοκλῆς θεὸν ἑαυτὸν προσηγόρευσεν, ἐπεὶ μόνος καθαρὸν ἀπὸ κακίας τηρήσας τὸν νοῦν καὶ ἀνεπιθόλωτον τῷ ἐν ἑαυτῷ θεῷ τὸν ἐκτὸς θεὸν κατείληφεν.
[304] Ἀράτου τε μὴν γράφοντος
ὅσσον ἀπ' ὀφθαλμοῖο βολῆς ἀπολάμπεται αὐγή,
ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη
ἴση μετρηθεῖσα δύω περιτέλλεται ἄστρα
οὐ γραμματικοῦ τοῦτο νοῆσαι, ὅτι ἡλίκη ἐστὶν ἡ ἀπὸ τῆς ἡμῶν ὄψεως πρὸς τὴν ἀνατολὴν ἐκβαλλομένη εὐθεῖα, ἑξάκις αὕτη ληφθεῖσα τὸν ζῳδιακὸν καταμετρήσει κύκλον ὥστε δύο αὐτὴν ἀποτέμνεσθαι ζῴδια, ἀλλὰ μαθηματικοῦ, γραμμικῶς αὐτὸ ἀποδεικνύντος, ὅτι τὸ ἕκτον τοῦ ζωδιακοῦ κύκλου μέρος ἀπὸ τῆς μέχρι τῆς ἀνατολῆς ἐκβαλλομένης [305] εὐθείας καθέστηκεν. Τίμωνός τε τοῦ Φλιασίου τὸν Πύρρωνα ἡλίῳ ἀπεικάζοντος ἐν οἷς φησι
μοῦνος δ' ἀνθρώποισι θεοῦ τρόπον ἡγεμονεύεις,
ὃς περὶ πᾶσαν ἐλῶν γαῖαν ἀναστρέφεται,
δεικνὺς εὐτόρνου σφαίρας πυρικαύτορα κύκλον,
δόξει μὲν τοῖς γραμματικοῖς κατὰ τιμὴν αὐτὸ λέγειν καὶ διὰ τὴν περὶ τὸν φιλόσοφον ἐπιφάνειαν· ἄλλος δὲ ἐπιστήσει μήποτε καὶ μάχεται [τὰ παραδείγματα] τῷ σκεπτικῷ βουλήματι τὰ ὑπὸ τοῦ Φλιασίου εἰς τὸν Πύρρωνα λεχθέντα, εἴγε ὁ μὲν ἥλιος τὰ πρότερον μὴ βλεπόμενα τῷ φωτὶ καταυγάζων δείκνυσιν, ὁ δὲ Πύρρων καὶ τὰ προδήλως ἡμῖν ληφθέντα τῶν πραγμάτων εἰς ἀδηλότητα περισπᾶν [306] βιάζεται. τὸ δὲ οὐχ οὕτως ἔχειν φαίνεται τῷ φιλοσοφώτερον ἐπιβάλλοντι, ἀλλ' ἡλίου τρόπον ἐπέχειν φησὶ τὸν Πύρρωνα καθόσον ‹ὡς› ὁ θεὸς τὰς τῶν ἀκριβῶς εἰς αὐτὸν ἀτενιζόντων ὄψεις ἀμαυροῖ, οὕτω καὶ ὁ σκεπτικὸς λόγος τὸ τῆς διανοίας ὄμμα τῶν ἐπιμελέστερον αὐτῷ προσεχόντων συγχεῖ, ὥστε ἀκαταληπτεῖν περὶ ἑκάστου [307] τῶν κατὰ δογματικὴν θρασύτητα τιθεμένων. εἰ δὲ δεῖ περὶ ἰατρικῆς διεξέρχεσθαι θεωρίας, καὶ παριστᾶν ὡς καὶ ἐπίθετον πολλάκις προσριφὲν ὑπὸ ποιητοῦ βαθὺν ἐμφαίνει καὶ ἐπιστημονικὸν νοῦν, οἷόν ἐστι τὸ 'βαθύσχοινον λεχεποίην' παρ' Ὁμήρῳ. σημαίνει γάρ, ὃ μὴ δύναται νοῆσαι γραμματικός, ‹ὅτι› παραστατικὸν πρὸς συνουσίαν ἐστὶ τὸ τῆς σχοίνου σπέρμα, λέχος καλοῦντος τοῦ ποιητοῦ [308] τὴν μῖξιν. ἢ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐπὶ τῇ Λυκομήδους θυγατρὶ Δηιδαμείᾳ λεγόμενον
ἡ παῖς νοσεῖ σου κἀπικινδύνως ἔχει
πρὸς τοῦ; τίς αὐτὴν πημονὴ δαμάζεται;
μῶν κρυμὸς αὐτῆς πλευρὰ γυμνάζει χολῆς;
πυνθάνεται γὰρ μή τι πλευριτικὴ γέγονε διὰ τὸ τοὺς πλευριτικοὺς βήσσοντας ὑπόχολον ἀνάγειν. ὧν οὐδὲν οἶδεν ὁ γραμματικός.
[309] Καίτοι περιττὸν ἴσως ἐστὶν ἀπὸ τῶν ἀρχαιοτέρων καὶ τάχα ἐπιστημονικῶν δυσωπεῖν τοὺς ἀπὸ τῆς γραμματικῆς, ὅτε καὶ τὸ τυχὸν ἐπιγραμμάτιον οὐχ οἷοί τέ εἰσι νοῆσαι, καθάπερ καὶ τὸ ὑπὸ τοῦ Καλλιμάχου εἰς Διόδωρον τὸν Κρόνον συγγραφέν
ἠνίδε κου κόρακες τεγέων ἔπι 'κοῖα συνῆπται'
κρώζουσιν καὶ 'κῶς αὖθι γενησόμεθα'.
[310] ὅτι γὰρ διαλεκτικώτατος ἦν ὁ Κρόνος καὶ ἐδίδασκε πῶς κριτέον ἐστὶ τὸ ὑγιὲς συνημμένον, ὥστε διὰ τὸ ἐπικρατεῖν ἤδη τὴν διδασκαλίαν καὶ τοὺς ἐπὶ τῶν δωμάτων κόρακας ἐκ πολλῆς τῆς κατηχήσεως κράζειν τὴν κατ' αὐτὸν τοῦ συνημμένου κρίσιν, εἴποι ἂν ὁ γραμματικός, καὶ μέχρι [311] τούτου συνήσει τὸ καὶ παιδίοις γνώριμον· ἐλθὼν δὲ καὶ ἐπὶ τὸ 'καὶ κῶς αὖθι γενησόμεθα' ἡσυχάσει, μὴ εὑρίσκων τὸ δηλούμενον πρᾶγμα. φιλοσόφου γὰρ ἦν εἰπεῖν ὅτι ἀρέσκει τῷ Διοδώρῳ μηδὲν κινεῖσθαι. τὸ γὰρ κινούμενον ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν· οὔτε δὲ τὸ πρῶτον οὔτε τὸ δεύτερον· οὐκ ἄρα κινεῖταί τι. τῷ δὲ μηδὲν κινεῖσθαι τὸ μηδὲν φθείρεσθαι ἀκολουθεῖ.
[312] ὡς γὰρ διὰ τὸ μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαί τι μήτε ἐν ᾧ μή ἐστιν οὐδὲν κινεῖται, οὕτως ἐπεὶ τὸ ζῷον οὔτε ἐν ᾧ ζῇ χρόνῳ ἀποθνῄσκει οὔτε ἐν ᾧ μὴ ζῇ, οὐδέποτε ἄρα ἀποθνῄσκει. εἰ δὲ τοῦτο, ἀεὶ ζῶντες κατ' αὐτὸν καὶ αὖθις γενησόμεθα.
[313] Οὐκοῦν τὰ μὲν πράγματα οὐ νοοῦσιν οἱ γραμματικοί. λείπεται τοίνυν τὰ ὀνόματα νοεῖν αὐτούς. ὃ πάλιν ἐστὶ ληρῶδες. πρῶτον μὲν γὰρ οὐδὲν ἔχουσι τεχνικὸν εἰς τὸ λέξιν γινώσκειν. οὐδὲ γὰρ ἐκ τέχνης τινὸς μεμαθήκασιν ὅτι οἱ παρὰ τῷ Σοφοκλεῖ ποιμένες 'ἰὼ βαλλήν' λέγοντες 'ἰὼ βασιλεῦ' λέγουσι φρυγιστί, ἀλλὰ παρ' ἄλλων ἀκούσαντες. διήνεγκε δὲ οὐδὲν ἢ βαρβάρου λέξεως ἑρμηνευτὰς γίνεσθαι ἢ τῆς κατὰ γλῶσσαν προενεχθείσης, [314] ὁμοίως οὔσης ἀσυνήθους ἡμῖν. εἶτα καὶ τοῦτ' ἀδύνατόν ἐστιν ἀπείρων οὐσῶν λέξεων καὶ ἄλλως παρ' ἄλλοις ὀνοματοποιηθεισῶν ἢ ἐπὶ πράγμασιν οἷς ἡμεῖς οὐκ ἴσμεν τεθεισῶν. οἷόν ἐστι τὸ ‹'ἐβαρβάριζε τὸ ὅλον, ἕλκη ἔχον ἐν τῇ χειρί', τοῦ μὲν› ἐβαρβάριζεν ἀντὶ τοῦ ἐσύριζε κειμένου, βάρβαροι γὰρ οἱ Σύροι, τοῦ δὲ ὅλου ἀντὶ τοῦ παντός, ὅλον γὰρ καὶ πᾶν συνώνυμον, τοῦ δὲ ἕλκους ἀντὶ τῆς σύριγγος, εἶδος γὰρ ἕλκους ἡ σύριγξ· ὥστε τὸ ὅλον γίνεσθαι τοιοῦτον 'ἐσύριζεν ὁ Πάν, σύριγγας ἔχων ἐν τῇ [315] χειρί'. ἄλλως τε καὶ ποῦ ἴσασιν ἐνίας τῶν ἐπιστημονικῶν λέξεων οἱ γραμματικοί, καθάπερ τὴν παρὰ Ἀριστοτέλει ἐντελέχειαν ἢ τὸ τί ἦν εἶναι; ἢ ποῦ συνήσουσι τίνα δύναμιν ἔχει παρὰ σκεπτικοῖς ἡ 'οὐδὲν μᾶλλον' φωνή, πότερον πυσματική ἐστιν ἢ ἀξιωματική, καὶ ἐπὶ τίνος τάσσεται, ἆρά γε τοῦ ἐκτὸς ὑποκειμένου ἢ τοῦ περὶ ἡμᾶς [316] πάθους; τί δὲ καὶ ἐροῦσιν ἐκ λέξεών τινων συντεθέντος τινὸς ποιήματος·
ἦ γάρ σοι δισσοῖσιν ὑπ' οὔρεσι διττὸς ἐραστὴς
ἔφθιτο καὶ νεάτην μοῖραν ἔθηκε φύσιν.
ἄρθρῳ ἐν ἀσπιδόεντι βεβηκότα γυῖα καθ' ὁλμοῦ
βᾶσα τροχαντήρων ἄχρι περιστρέφεται
σμερδαλέα δ' ὑπένερθεν ἀλώπεκος ἄχρι δοχαίης
αἰῶνος χαλαρὰν σύνδρομον ἁρμονίης.
[317] τοὺς γὰρ ἐραστὰς οἵτινές εἰσι καὶ τὰ ὄρη καὶ τὸ ἀσπιδόεν ἄρθρον καὶ τοὺς τροχαντῆρας, ἔτι δὲ καὶ τὸν ὅλμον καὶ τὰς ἀλώπεκας δοχαίην τε καὶ αἰῶνα καὶ ἁρμονίαν, μήτε τροπικῶς μήτε κατὰ ἱστορίαν ἀλλὰ κυρίως ἐξενεχθέντα ὀνόματα, κἂν μυριάκις ἐπιστήσωσιν, οὐ συνήσουσιν.
[318] Εἰ οὖν μήτε τὰ πράγματα μήτε τὰς λέξεις ἴσασιν, παρὰ δὲ ταῦτα οὐδέν ἐστιν ἡ ποίησις ἢ τὸ σύγγραμμα, οὐκ ἂν ἔχοιεν τέχνην ἐξηγητικὴν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. ἄλλως τε καὶ εἰ χρῄζομεν γραμματικῆς, ἐπὶ τῶν ἀρίστων ποιημάτων χρῄζομεν ἀλλ' οὐ τῶν μοχθηρῶν. ἄριστον δὲ ποίημά ἐστι κατ' αὐτοὺς τὸ [319] σαφές· ἀρετὴ γὰρ ποιήματος ἡ σαφήνεια, καὶ μοχθηρὸν τὸ ἀσαφὲς παρὰ γραμματικῇ. οὔτε οὖν ἐπὶ ἀρίστου ἐστὶ ποιήματος χρειώδης διὰ τὸ μὴ δεῖσθαι ἐξηγήσεως σαφὲς ὄν, οὔτε ἐπὶ τοῦ μοχθηροῦ διὰ τὸ αὐτόθεν εἶναι μοχθηρόν.
[320] τό τε ἀνεπικρίτως διαφωνούμενον ἀκατάληπτόν ἐστιν, ἀνεπικρίτως δ' ἔτι διαφωνοῦσιν ἐν ταῖς ἐξηγήσεσιν οἱ γραμματικοὶ περὶ τῆς τοῦ συγγραφέως διανοίας· ἀκατάληπτος ἄρα ἐστὶν ἡ τοῦ συγγραφέως διάνοια, καὶ διὰ τοῦτο ἄχρηστος ἡ γραμματική.
Ἀλλὰ γὰρ πρὸς μὲν τοὺς ἀπὸ τούτου τοῦ μαθήματος ἀναγομένους ἐπὶ τοσοῦτον εἰρήσθω· ἀπ' ἄλλης δὲ ἀρχῆς σκεψώμεθα καὶ πρὸς τοὺς ῥήτορας ἃ δεῖ λέγειν.