19515 1073 0 23 11 0 II-III d. C. Filosofia Sextus Empiricus I Adversus mathematicos Mutschmann, H., Leipzig, Teubner, 2:1914; 3:1961 15

Sextus Empiricus - Adversus mathematicos X

‹ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β΄.›

α΄ περὶ τόπου

β΄ περὶ κινήσεως

γ΄ περὶ χρόνου

δ΄ περὶ ἀριθμοῦ

ε΄ περὶ γενέσεως καὶ φθορᾶς

[1]    Τοῖς περὶ τοῦ σώματος καὶ τῶν περάτων προηπορημένοις ἡμῖν πρός τε τοὺς φυσικοὺς καὶ τοὺς γεωμέτρας ἀκόλουθος εἶναι δοκεῖ καὶ ἡ περὶ τοῦ τόπου ζήτησις· ἅπασι γὰρ συμφώνως ἀξιοῦται τὸ σῶμα ἤτοι ἐν τόπῳ [2] περιέχεσθαι ἢ κατὰ τόπου φέρεσθαι. διὸ προληπτέον, ὅτι κατὰ τὸν Ἐπίκουρον τῆς ἀναφοῦς καλουμένης φύσεως τὸ μέν τι ὀνομάζεται κενόν, τὸ δὲ τόπος, τὸ δὲ χώρα, μεταλαμβανομένων κατὰ διαφόρους ἐπιβολὰς τῶν ὀνομάτων, ἐπείπερ ἡ αὐτὴ φύσις ἔρημος μὲν καθεστηκυῖα παντὸς σώματος κενὸν προσαγορεύεται, καταλαμβανομένη δὲ ὑπὸ σώματος τόπος καλεῖται, χωρούντων δὲ δι' αὐτῆς σωμάτων χώρα γίνεται. κοινῶς μέντοι φύσις ἀναφὴς εἴρηται παρὰ τῷ Ἐπικούρῳ διὰ τὸ ἐστερῆσθαι τῆς κατὰ ἀντίβασιν [3] ἁφῆς. καὶ οἱ Στωικοὶ δὲ κενὸν μὲν εἶναί φασι τὸ οἷόν τε ὑπὸ ὄντος κατέχεσθαι μὴ κατεχόμενον δέ, ἢ διάστημα ἔρημον σώματος, ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ τὸν ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμενον τῷ κατέχοντι αὐτόν, (νῦν ὂν καλοῦντες τὸ σῶμα, καθὼς καὶ ἐκ τῆς μεταλήψεως τῶν ὀνομάτων ἐστὶ συμφανές)· χώραν δέ φασιν εἶναι διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος, [4] κατὰ δέ τι ἀκαθεκτούμενον. ἔνιοι δὲ χώραν ἔλεξαν ὑπάρχειν τὸν τοῦ μείζονος σώματος τόπον, ὡς ταύτῃ διαφέρειν τοῦ τόπου τὴν χώραν, τῷ ἐκεῖνον μὲν μὴ ἐμφαίνειν μέγεθος τοῦ ἐμπεριεχομένου σώματος (κἂν γὰρ ἐλάχιστον περιέχῃ σῶμα, οὐδὲν ἧττον τόπος προσαγορεύεται), τὴν δ' ἀξιόλογον [5] ἐμφαίνειν μέγεθος τοῦ ἐν αὐτῇ σώματος. περὶ μὲν οὖν κενοῦ ποικίλως ἐν τοῖς περὶ στοιχείων ἐζητήσαμεν, καὶ οὐκ ἀναγκαῖον τὰ νῦν τὸν αὐτὸν λόγον παλινῳδεῖν· περὶ δὲ τοῦ τόπου καὶ τῆς συζυγούσης τούτῳ χώρας, ἥτις καὶ αὐτὴ κατὰ τὸ γένος ἐστὶ τόπος, ἐπὶ τοῦ παρόντος σκεψόμεθα. προδηλοτέροις γὰρ οὖσι τούτοις καὶ παρὰ πᾶσι σχεδὸν ὁμολογουμένοις συναπορηθήσεται καὶ ἡ περὶ τοῦ κενοῦ σκέψις, ὅσῳ καὶ περὶ ἀδηλοτέρου πράγματος προκόπτει.

[6]

εἰ ἔστι τόπος

   Τῆς τοῦ τόπου νοήσεως δεδηλωμένης καὶ τῶν συζυγούντων αὐτῷ πραγμάτων ὑποδεδειγμένων ἀπολείπεται, ὡς ἔστιν ἔθος τοῖς ἀπὸ τῆς σκέψεως, τοὺς εἰς ἑκάτερον κινῆσαι λόγους καὶ τὴν ἐπ' αὐτοῖς συναγομένην ἐποχὴν [7] κρατύνεσθαι. εἴπερ οὖν ἔστιν ἄνω καὶ κάτω καὶ εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω, ἔστι τις τόπος· μέρη γάρ εἰσιν αἱ ἓξ αὗται παρατάσεις τοῦ τόπου, καὶ ἀδύνατόν ἐστί τινος τῶν μερῶν ὑπαρχόντων μὴ οὐχὶ κἀκεῖνο ὑπάρχειν οὗ ἐστι τὰ μέρη. ἔστι δέ γε ἐν τῇ φύσει τῶν πραγμάτων ἄνω καὶ κάτω καὶ εἰς δεξιὰ καὶ ἀριστερὰ [8] καὶ πρόσω καὶ ὀπίσω· ἔστιν ἄρα τόπος. οὐ μὴν ἀλλ' εἰ ὅπου ἦν Σωκράτης, νῦν ἔστιν ἄλλος, οἷον Πλάτων ἀποθανόντος Σωκράτους, ἔστιν ἄρα τόπος. ὡς γὰρ τοῦ ἐν τῷ ἀμφορεῖ ὑγροῦ ἐκκενωθέντος καὶ ἄλλου ἐπεγχυθέντος λέγομεν ὑπάρχειν τὸν ἀμφορέα τόπον ὄντα καὶ τοῦ προτέρου καὶ τοῦ ὕστερον ἐπεμβληθέντος ὑγροῦ, οὕτως εἰ ὃν τόπον κατεῖχε Σωκράτης ὅτ' ἔζη, τοῦτον ἕτερος νῦν [9] κατέχει, ἔστι τις τόπος. καὶ ἄλλως· εἰ ἔστι τι σῶμα, καὶ τόπος ἔστιν· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. πρὸς τούτοις· εἰ ὅπου τὸ κοῦφον φύσει φέρεται, ἐκεῖ τὸ βαρὺ φύσει οὐ φέρεται, ἔστιν ἴδιος τοῦ κούφου καὶ τοῦ βαρέος τόπος· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. τό γέ τοι πῦρ φύσει κοῦφον καθεστὼς ἀνώφορόν ἐστι, καὶ τὸ ὕδωρ φύσει βαρὺ τυγχάνον κάτω βρίθει, καὶ οὔτε τὸ πῦρ κάτω φέρεται οὔτε τὸ ὕδωρ ἄνω ᾄττει. ἔστιν ἄρα ἴδιος καὶ τοῦ φύσει κούφου καὶ τοῦ φύσει βαρέος τόπος.

[10] ὥσπερ τε εἰ τὸ ἐξ οὗ τι γίγνεται ἔστι, καὶ τὸ ὑφ' οὗ τι γίγνεται καὶ τὸ δι' ὅ, οὕτως ὑπάρχοι ἂν καὶ τὸ ἐν ᾧ τι γίγνεται. ἔστι δὲ τὸ ἐξ οὗ τι γίνεται, οἷον ἡ ὕλη, καὶ τὸ ὑφ' οὗ, οἷον τὸ αἴτιον, καὶ τὸ δι' ὅ, καθάπερ τὸ τέλος· ἔστιν ἄρα καὶ τὸ ἐν ᾧ τι γίγνεται, τουτέστιν ὁ τόπος.

[11] οἵ τε παλαιοὶ καὶ τὰ ὅλα διακοσμήσαντες ἀρχὴν τῶν πάντων ὑπέθεντο τόπον, κἀντεῦθεν ὁρμηθεὶς ὁ Ἡσίοδος ἀνεφώνησεν·

   ἤτοι μὲν πρώτιστα χάος γένετ', αὐτὰρ ἔπειτα

   γαῖ' εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί,

χάος λέγων τὸν χωρητικὸν τῶν ὅλων τόπον· μὴ ὑποκειμένου γὰρ τούτου οὔτε γῆ οὔτε ὕδωρ οὔτε τὰ λοιπὰ τῶν [12] στοιχείων, οὐχ ὁ σύμπας κόσμος ἐδύνατο συστῆναι. κἂν κατ' ἐπίνοιαν δὲ ἅπαντα ἀνέλωμεν, ὁ τόπος οὐκ ἀναιρεθήσεται ἐν ᾧ ἦν τὰ πάντα, ἀλλ' ὑπομένει, τὰς τρεῖς ἔχων διαστάσεις, μῆκος βάθος πλάτος, χωρὶς ἀντιτυπίας· τοῦτο γὰρ ἴδιον ἦν σώματος.

   Καὶ ἄλλα δὲ εἰώθασι τοιαῦτα οἱ δογματικοὶ τῶν φιλοσόφων διεξέρχεσθαι πρὸς τὸ καταστῆσαι τὴν ὕπαρξιν [13] τοῦ τόπου. πάντα δὲ μᾶλλον ἢ τοῦτο δύνανται ποιεῖν. τό τε γὰρ ἀπὸ τῶν μερῶν τοῦ τόπου θέλειν ἐπιλογίζεσθαι τὸ καὶ τόπον ὑπάρχειν τελέως ἐστὶ μειρακιῶδες· ὁ γὰρ μὴ διδοὺς αὐτοῖς εἶναι τὸ ὅλον, οὗτος οὐδὲ τὰ μέρη συγχωρήσει τοῦ ὅλου. καὶ ἄλλως· ἐπεὶ τὰ τινὸς μέρη αὐτὸ ἐκεῖνό ἐστιν οὗ τὰ μέρη καθέστηκεν, δυνάμει ὁ λέγων· "εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόπος" τοῦτό φησιν· "εἰ ἔστιν ὁ τόπος, ἔστιν ὁ τόπος". ὅπερ ἦν ἄτοπον· αὐτὸ γὰρ τὸ ζητούμενον εἰς τὴν αὑτοῦ πίστιν [14] ὡς ἀζήτητον παρείληπται. τὸ δ' αὐτὸ ῥητέον καὶ ὅταν ἐκ τοῦ ἐν ᾧ ἦν Σωκράτης νῦν εἶναι Πλάτωνα συνάγωσι τὴν ὕπαρξιν τοῦ τόπου. ἡμῶν γὰρ ζητούντων, εἰ ἔστι τι ὁ τόπος ἐν ᾧ ἔστι τὸ σῶμα, διαφέρων αὐτοῦ τοῦ ἐν αὐτῷ λεγομένου περιέχεσθαι σώματος, ἐκεῖνοι ὡς ὁμόλογον ἡμῖν ἀντιφωνοῦσι τὸ ἐν τόπῳ γεγονέναι Σωκράτην καὶ τὸ ἐν [15] τούτῳ νῦν περιέχεσθαι Πλάτωνα. ὅτι μὲν γὰρ λέγομεν ἀφελῶς ἐν Ἀλεξανδρείᾳ εἶναί τινα καὶ ἐν γυμνασίῳ καὶ ἐν τῇ σχολῇ, ὁμόλογον· ἀλλ' ἔστιν ἡμῖν ἡ σκέψις οὐ περὶ τοῦ κατὰ πλάτος, ἀλλὰ περὶ τοῦ κατὰ περιγραφὴν τόπου, πότερον ἔστιν ἢ ἐπινοεῖται μόνον, καὶ εἰ ἔστι, ποταπὸν τὴν φύσιν, ἆρά γε σωματικὸν ἢ ἀσώματον καὶ ἐν τόπῳ περιεχόμενον ἢ οὐδαμῶς. ὧν οὐδὲν ἴσχυσαν παραστῆσαι οἱ ταῖς προειρημέναις ὑπομνήσεσι χρώμενοι.

[16] κοῦφόν τε φύσει οὐ δίδοται εἶναι τὸ σῶμα, ἵνα καὶ εἰς ἴδιον φέρηται τόπον, ἀλλὰ καὶ τὸ δοκοῦν εἶναι τοιοῦτον ὑπ' ἄλλης τινὸς αἰτίας καὶ κατηναγκασμένης εἴς τινας ἀνωθεῖται τόπους. εἶτα κἂν δοθῇ φύσει τυγχάνειν κοῦφον καὶ φύσει βαρύ, πάλιν οὐδὲν ἧττον ἀπορήσεται τὸ εἰς τί φέρεται, ἆρα εἴς γε σῶμά τι ἢ κενὸν ἢ πέρας ἢ [17] ἄλλο τι διαφερούσης μετεσχηκὸς φύσεως. ναί, ἀλλ' εἰ ἔστι τὸ ἐξ οὗ καὶ τὸ ὑφ' οὗ καὶ τὸ δι' ὅ, εἴη ἂν καὶ τὸ ἐν ᾧ. οὐ πάντως φήσομεν. εἰ γὰρ ἀπορεῖται τὸ ἐξ οὗ τι γίνεται, τουτέστι τὸ πάσχον, καὶ τὸ ὑφ' οὗ, καθάπερ τὸ αἴτιον, καὶ καθόλου τὸ γίνεσθαι καὶ τὸ φθείρεσθαι ἢ κοινότερον κινεῖσθαι, ἀνάγκη συνηπορῆσθαι καὶ τὸ ἐν ᾧ. τὸ δ' ὅτι ταῦτ' ἠπόρηται, καὶ πρότερον ἐδείξαμεν περὶ τοῦ ποιοῦντος καὶ πάσχοντος διεξελθόντες, καὶ ὕστερον διδάξομεν περὶ γενέσεως καὶ φθορᾶς καὶ πρὸ τούτων ἔτι περὶ κινήσεως [18] σκεπτόμενοι. ὁ μὲν γὰρ εἰπών·

   ἤτοι μὲν πρώτιστα χάος γένετ', αὐτὰρ ἔπειτα

   γαῖ' εὐρύστερνος, πάντων ἕδος,

ἐξ αὑτοῦ περιτρέπεται· ἐρομένου γάρ τινος αὐτόν, ἐκ τίνος γέγονε τὸ χάος, οὐχ ἕξει λέγειν. καὶ τοῦτό φασιν ἔνιοι αἴτιον γεγονέναι Ἐπικούρῳ τῆς ἐπὶ τὸ φιλοσοφεῖν ὁρμῆς.

[19] κομιδῇ γὰρ μειρακίσκος ὢν ἤρετο τὸν ἐπαναγινώσκοντα αὐτῷ γραμματιστήν· "ἤτοι μὲν πρώτιστα χάος γένετ'", ἐκ τίνος τὸ χάος ἐγένετο, εἴπερ πρῶτον ἐγένετο. τούτου δὲ εἰπόντος μὴ ἑαυτοῦ ἔργον εἶναι τὰ τοιαῦτα διδάσκειν, ἀλλὰ τῶν καλουμένων φιλοσόφων, τοίνυν, ἔφησεν ὁ Ἐπίκουρος, ἐπ' ἐκείνους μοι βαδιστέον ἐστίν, εἴπερ αὐτοὶ τὴν τῶν ὄντων ἀλήθειαν ἴσασιν.

   Ἀλλ' ὅτι μὲν οὐδὲν ἱκνούμενον λέγεται εἰς τὸ ὑπάρχειν [20] τι τὸν τόπον, ἐκ τούτων ἤδη γνώριμον· ἐπισυναπτέον δὲ αὐτοῖς καὶ τὰ ἀπὸ τῆς σκέψεως. εἰ γὰρ ἔστι τις ὑποδεκτικὸς τοῦ σώματος τόπος, ἤτοι σῶμά ἐστιν οὗτος ἢ κενόν. καὶ σῶμα μὲν οὐκ ἔστιν ὁ ὑποδεκτικὸς τοῦ σώματος τόπος· εἰ γὰρ πᾶν σῶμα ὀφείλει ἐν τόπῳ εἶναι, ὁ δὲ τόπος ἐστὶ σῶμα, ἔσται ὁ τόπος ἐν τόπῳ, κἀκεῖνος πάλιν ἐν τρίτῳ, καὶ ὁ τρίτος ἐν τῷ τετάρτῳ, καὶ οὕτως εἰς ἄπειρον. οὐ τοίνυν σῶμά ἐστιν ὁ ὑποδεκτικὸς τοῦ [21] σώματος τόπος. εἰ δὲ κενόν ἐστιν ὁ ὑποδεκτικὸς τοῦ σώματος τόπος, ἤτοι μένει τοῦτο τὸ κενὸν ἐπιόντος αὐτῷ τοῦ σώματος ἢ μεθίσταται ἢ φθείρεται. καὶ εἰ μὲν μένει ἐπιόντος αὐτῷ τοῦ σώματος, ἔσται κενὸν ἅμα καὶ πλῆρες, ᾗ μὲν μένει, κενόν, ᾗ δὲ ἐπιδέχεται τὸ σῶμα, πλῆρες. ἀδιανόητον δέ γε τὸ αὐτὸ κενόν τε καὶ πλῆρες λέγειν· τοίνυν οὐ μένει τὸ κενὸν ἐπιόντος αὐτῷ τοῦ σώματος.

[22] εἰ δὲ μεθίσταται τὸ κενόν, ἔσται σῶμα τὸ κενόν· τὸ γὰρ μεθιστάμενον ‹εἰς› τόπον ἐκ τόπου σῶμά ἐστιν. οὐχὶ δέ γε σῶμά· ἐστι τὸ κενόν, ὥστε οὐδὲ μεθίσταται ἐπιόντος αὐτῷ τοῦ σώματος. καὶ ἄλλως· εἰ μεθίσταται τοῦ σώματος ἐπιόντος, οὐκέτι δέξεται τὸ σῶμα· ὃ καὶ αὐτὸ τῶν [23] ἀτόπων. λείπεται ἄρα λέγειν φθείρεσθαι τὸ κενόν· ὃ πάλιν ἀδύνατον. εἰ γὰρ φθείρεται, ἐν μεταβολῇ καὶ κινήσει γίνεται, καὶ εἰ φθείρεται, γενητόν ἐστι· τὸ δ' ἐν μεταβολῇ καὶ κινήσει γινόμενον γενητόν τε καὶ φθαρτὸν σῶμα καθέστηκεν· ὥστε οὐδὲ φθείρεται τὸ κενόν. καὶ οὕτως, εἰ μήτε σῶμά ἐστιν ὁ τόπος, ὡς παρεστήσαμεν, μήτε κενόν, ὡς ὑπεμνήσαμεν, οὐκ ἂν εἴη τις τόπος.

[24]    Πρὸς τούτοις ἔτι· εἰ ὁ τόπος περιεκτικὸς νοεῖται τοῦ σώματος, τὸ δὲ περιέχον ἐκτός ἐστι τοῦ περιεχομένου, κατ' ἀνάγκην, εἰ ἔστιν ὁ τόπος, ὀφείλει τι τούτων τυγχάνειν ὧν τὸ μέν ἐστιν ὕλη, τὸ δὲ εἶδος, τὸ δὲ μεταξὺ διάστημα τῶν ἐσχάτων τοῦ σώματος περάτων, τὸ δὲ πέρατα [25] ἔσχατα. ὕλη μὲν οὖν οὐκ ἂν εἴη ὁ τόπος κατὰ πολλοὺς τρόπους, οἷον ἐπεὶ αὕτη μὲν σεσωμάτωται, ὁ δὲ τόπος οὐ σεσωμάτωται, καὶ ἡ μὲν ὕλη μέτεισιν ἀπὸ τόπου εἰς τόπον, ὁ δὲ τόπος οὐ μετέρχεται ἀπὸ τόπου εἰς τόπον. καὶ ἐπὶ μὲν τῆς ὕλης λέγομεν, ὅτι πρότερον μὲν ἦν ἀήρ, νῦν δὲ πυκνωθεῖσα γέγονεν ὕδωρ, ἢ ἀνάπαλιν πρότερον μὲν ὕδωρ ἦν, νῦν δὲ λεπτυνθεῖσα γέγονεν ἀήρ· ἐπὶ δὲ τόπου οὐ λέγομεν τοῦτο, ἀλλ' ὅτι πάλαι μὲν ἦν ἐν αὐτῷ ἀήρ, νῦν δ' ἔστιν ἐν αὐτῷ ὕδωρ. οὐ τοίνυν δύναται [26] ὕλη ὁ τόπος νοεῖσθαι. καὶ μὴν οὐδὲ τὸ εἶδος. τὸ γὰρ εἶδος ἀχώριστόν ἐστι τῆς ὕλης, καθάπερ ἐπὶ τοῦ ἀνδριάντος ἀχώριστόν ἐστι τοῦ ὑποκειμένου χαλκοῦ, ὁ δὲ τόπος χωρίζεται τοῦ σώματος· μεταβαίνει γὰρ ἐκεῖνο καὶ εἰς ἕτερον μεθίσταται τόπον μὴ συμμεταβαίνοντος αὐτῷ τοῦ ἐν ᾧ περιείχετο τόπου. ὥστε εἰ τὸ μὲν εἶδος ἀχώριστόν ἐστι τῆς ὕλης, ὁ δὲ τόπος χωρίζεται ταύτης, οὐκ ἂν εἴη τὸ εἶδος ὁ τόπος. καὶ πάλιν τὸ μὲν εἶδος συμμεταβαίνει τῇ ὕλῃ, ὁ δὲ τόπος, ὡς προεῖπον, οὐ συμμεταβαίνει τῷ [27] σώματι· τοίνυν οὐδὲ εἶδός ἐστιν ὁ τόπος. ὡσαύτως δὲ οὐδὲ τὸ μεταξὺ τῶν περάτων διάστημα· τοῦτο γὰρ περιέχεται πρὸς τῶν περάτων, ὁ δὲ τόπος οὐ βούλεται περιέχεσθαι ὑπό τινος, ἀλλ' ἑτέρων εἶναι περιεκτικός. εἶτα πέρας ἐστὶ τοῦ σώματος ἡ ἐπιφάνεια, τὸ δὲ μετὰ τὴν ἐπιφάνειαν διάστημα οὐκ ἄλλο τι ἐστὶν ἢ τὸ πεπερατωμένον σῶμα. εἰ οὖν φαμεν τὸ μεταξὺ τῶν πεπερατωμένων σωμάτων τόπον εἶναι, ἔσται σῶμα ὁ τόπος· ὅπερ ἐστὶν [28] ἀπεμφαῖνον. λείπεται οὖν λέγειν, ὅτι τὰ ἔσχατα τοῦ σώματος πέρατά ἐστι τόπος· ὃ καὶ αὐτὸ τῶν ἀδυνάτων, ἐπείπερ τὰ μὲν ἔσχατα τοῦ σώματος συνεχῆ ἐστι τῷ σώματι καὶ μέρη αὐτοῦ καὶ ἀχώριστα, ὁ δὲ τόπος οὔτε συνεχής ἐστι τῷ σώματι οὔτε μέρος αὐτοῦ οὔτε ἀχώριστος τοῦ σώματος. οὐκ ἄρα οὐδὲ τὰ ἔσχατα τῶν σωμάτων [29] ἐστὶν ὁ τόπος. εἰ δὲ μήτε ὕλη ὁ τόπος ἐστὶ μήτε τὸ εἶδος μήτε τὸ μεταξὺ διάστημα τῶν περάτων μήτ' αὖ τὰ ἔσχατα τοῦ σώματος, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν ἄλλο ἐπινοεῖν, ῥητέον μηδὲν ὑπάρχειν τόπον.

[30]    Ναί, φασὶν οἱ ἀπὸ τοῦ Περιπάτου φιλόσοφοι, ἀλλὰ τόπος ἐστὶ τὸ πέρας τοῦ περιέχοντος σώματος. τῆς γὰρ γῆς ὕδατι περιεχομένης καὶ τοῦ ὕδατος ἀέρι περιεχομένου καὶ τοῦ ἀέρος πυρὶ καὶ τοῦ πυρὸς οὐρανῷ, ὃν τρόπον τὸ τοῦ ἀγγείου πέρας τόπος ἐστὶ τοῦ ἐν τῷ ἀγγείῳ σώματος, οὕτω καὶ τὸ τοῦ ὕδατος πέρας ἐστὶ τόπος τῆς γῆς, καὶ τὸ τοῦ ἀέρος πέρας ἐστὶ τόπος τοῦ ὕδατος, καὶ τὸ τοῦ πυρὸς πέρας ‹τόπος› ἔσται τοῦ ἀέρος, καὶ τὸ τοῦ οὐρανοῦ [31] πέρας τόπος ἔσται τοῦ πυρός. αὐτὸς μέντοι ὁ οὐρανὸς κατὰ τὸν Ἀριστοτέλη οὐκέτ' ἐστὶν ἐν τόπῳ, ἀλλ' αὐτὸς ἐν ἑαυτῷ καὶ τῇ ἰδίᾳ οἰκειότητι· ἐπεὶ γὰρ τόπος ἐστὶ τὸ ἔσχατον τοῦ περιέχοντος σώματος πέρας, ἐκτὸς δὲ τοῦ οὐρανοῦ κατὰ τοῦτον τὸν φιλόσοφον οὐδὲν ἔστιν, ἵνα καὶ τὸ τούτου πέρας γένηται τόπος οὐρανοῦ, ἀνάγκη καὶ τὸν οὐρανὸν ὑπὸ μηδενὸς περιεχόμενον ἐν ἑαυτῷ εἶναι καὶ τοῖς οἰκείοις περιέχεσθαι πέρασιν, ἀλλὰ μὴ ἐν τόπῳ τυγχάνειν.

[32] ὅθεν οὐδέ που ὄν ἐστιν ὁ οὐρανός· τὸ γάρ που ὂν αὐτό τε ἔστιν ἐκεῖνο καὶ ἕτερον τοῦ ὅπου ἐστίν, ὁ δὲ οὐρανὸς οὐδὲν ἔχει ἕτερον παρ' αὑτὸν ἔξωθεν, διόπερ αὐτὸς [33] ἐν ἑαυτῷ ὢν οὐδέ που γενήσεται. ὅσον δὲ ἐπὶ τοῖς οὕτω λεγομένοις ὑπὸ τῶν Περιπατητικῶν, κινδυνεύει ὁ πρῶτος θεὸς τόπος εἶναι πάντων. κατὰ γὰρ Ἀριστοτέλη ὁ πρῶτος θεὸς ἦν τὸ πέρας τοῦ οὐρανοῦ. ἤτοι οὖν ὁ θεὸς ἕτερόν τί ἐστι παρὰ τὸ οὐράνιον πέρας, ἢ αὐτὸ ἐκεῖνο ὁ θεός ἐστιν. καὶ εἰ μὲν ἕτερόν ἐστι παρὰ τὸ οὐράνιον πέρας, ἔσται τι ἕτερον ἐκτὸς τοῦ οὐρανοῦ, καὶ τὸ τούτου πέρας τόπος γενήσεται οὐρανοῦ, καὶ ταύτῃ δώσουσιν οἱ περὶ τὸν Ἀριστοτέλη ἐν τόπῳ περιέχεσθαι τὸν οὐρανόν· ὅπερ οὐχ ὑπομενοῦσιν, ἀνθεστῶτες ἑκατέρῳ τούτων, τῷ τε εἶναί τι ἐκτὸς τοῦ οὐρανοῦ καὶ τῷ τὸν οὐρανὸν ἐν τόπῳ περιέχεσθαι. εἰ δὲ ταὐτόν ἐστι τῷ οὐρανίῳ πέρατι ὁ θεός, ἐπεὶ τὸ τοῦ οὐρανοῦ πέρας τόπος ἐστὶ πάντων τῶν ἐντὸς οὐρανοῦ, ἔσται κατὰ τὸν Ἀριστοτέλη ὁ θεὸς πάντων [34] τόπος, ὃ καὶ αὐτὸ τῶν ἀπεμφαινόντων. καθόλου τε· εἴπερ τὸ τοῦ ἐμπεριέχοντος σώματος πέρας τόπος ἐστὶ τοῦ ἐμπεριεχομένου, τοῦτο τὸ πέρας ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον. καὶ εἰ μὲν σῶμά ἐστιν, ἐπεὶ πᾶν σῶμα ὀφείλει ἐν τόπῳ εἶναι, ἔσται ὁ τόπος ἐν τόπῳ καὶ οὐκέτι τόπος· εἰ δὲ ἀσώματόν ἐστι τὸ τοῦ περιέχοντος σώματος πέρας, ἐπεὶ παντὸς σώματος τὸ πέρας ἐστὶν ἐπιφάνεια, ἔσται [35] ἑκάστου σώματος τόπος ἐπιφάνεια, ὅπερ ἄτοπον. καθόλου τε· πῶς οὐ καταγέλαστόν ἐστι λέγειν τὸν οὐρανὸν αὐτὸν ἑαυτοῦ τόπον εἶναι; οὕτω γὰρ ἔσται τὸ αὐτὸ καὶ τὸ ἐν ᾧ ἐστι καὶ τὸ ἐν αὐτῷ, καὶ τὸ αὐτὸ ἕν τε καὶ δύο, σῶμά τε καὶ ἀσώματον. ᾗ μὲν γὰρ τὸ αὐτό ἐστιν, ἓν ἔσται, ᾗ δὲ περιέχον καὶ ἐμπεριεχόμενον, δύο γενήσεται, καὶ ᾗ μὲν περιεχόμενον, σῶμα, ᾗ δὲ περιέχον, ἀσώματον· τόπος [36] γὰρ ἦν. οὐ δύναται δὲ ἐπινοεῖσθαι τὸ αὐτὸ ἅμα καὶ ἓν καὶ δύο καὶ σῶμα καὶ ἀσώματον· τοίνυν οὐδὲ κατὰ τὴν τοιαύτην νόησιν εὐδρομεῖ ἡ τοῦ τόπου κατάληψις.

   Ἀλλ' ἐπεὶ καὶ τοῦτον ἀνῃρήκαμεν, ἴδωμεν ἑξῆς, εἰ δύναταί τι τῶν ὄντων κατὰ τόπον κινεῖσθαι.

[37]

‹β΄› εἰ ἔστι κίνησις

   Ὁ μὲν Ἀριστοτέλης ἓξ εἴδη τῆς κινήσεως ἔλεγεν ὑπάρχειν, ὧν τὸ μέν τι εἶναι τοπικὴν μετάβασιν, τὸ δὲ μεταβολήν, τὸ δὲ γένεσιν, τὸ δὲ φθο[38]ράν, τὸ δὲ αὔξησιν, τὸ δὲ μείωσιν· οἱ δὲ πλείους, ἐν οἷς εἰσι καὶ οἱ περὶ τὸν Αἰνησίδημον, διττήν τινα κατὰ τὸ ἀνωτάτω κίνησιν ἀπολείπουσι, μίαν μὲν τὴν [39] μεταβλητικήν, δευτέραν δὲ τὴν μεταβατικήν, ὧν μεταβλητικὴ μέν ἐστι κίνησις, καθ' ἣν τὸ σῶμα ἐν τῇ αὐτῇ μένον οὐσίᾳ ἄλλοτ' ἄλλην ἀναδέχεται ποιότητα καὶ ἣν μὲν ἀπολείπει, ἣν δὲ ἐπιλαμβάνει, ὁποῖόν τι γίνεται ἐπὶ τοῦ εἰς ὄξος μεταβάλλοντος οἴνου καὶ ἐπὶ τῆς ἐξ ὄμφακος εἰς γλυκὺν χυμὸν μεταβαλλούσης σταφυλῆς ἢ τοῦ ἄλλοτ' ἄλλως ποικιλομένου [40] τὰς χρόας χαμαιλέοντος ἢ πολύποδος. ὅθεν καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν καὶ τὴν αὔξησιν, ἔτι δὲ μείωσιν εἰδικὰς ῥητέον εἶναι μεταβολάς· ἅς φασι καὶ τῇ μεταβλητικῇ κινήσει ὑποστέλλειν, εἰ μή τι τὴν αὔξησιν φήσει τις ἔχεσθαι τῆς μεταβατικῆς κινήσεως, προβαίνουσαν σωμάτων εἴς τε μῆκος [41] καὶ εὖρος. μεταβατικὴ δέ ἐστι κίνησις καθ' ἣν τόπον ἐκ τόπου μετέρχεται τὸ κινούμενον, ἤτοι ὅλον ἢ κατὰ μέρος, ὅλον μὲν ὡς ἐπὶ τῶν τροχαζόντων καὶ περιπατούντων θεωροῦμεν, κατὰ μέρος δὲ ὡς ἐπὶ τῆς ἐκτεινομένης καὶ συστελλομένης χειρὸς ἢ ἐπὶ τῶν τῆς περὶ κέντρῳ δινουμένης σφαίρας μερῶν. ὅλης γὰρ αὐτῆς ἐν τῷ αὐτῷ μενούσης τόπῳ τὰ μέρη ἀμείβει τοὺς τόπους· τὸ γὰρ κάτω ὂν πρότερον ἄνω γίνεται καὶ τὸ ἄνω κάτω καὶ τὸ πρόσω [42] ὀπίσω. καίτοι τινὲς τῶν φυσικῶν, ἐξ ὧν ἐστι καὶ ὁ Ἐπίκουρος, τὴν μεταβλητικὴν κίνησιν εἶδος ἔλεξαν εἶναι τῆς μεταβατικῆς· τὸ γὰρ μεταβάλλον κατὰ ποιότητα σύγκριμα πάντως κατὰ τὴν τῶν συγκεκρικότων αὐτὸ λόγῳ θεωρητῶν σωμάτων τοπικήν τε καὶ μεταβατικὴν κίνησιν [43] μεταβάλλει. οἷον ἵνα τι ἐκ γλυκέος γένηται πικρὸν ἢ ἐκ λευκοῦ μέλαν, δεῖ τοὺς συνεστακότας αὐτὸ ὄγκους μετακοσμηθῆναι καὶ ἄλλην ἀντὶ ἄλλης τάξιν ἀναδέξασθαι· τοῦτο δ' οὐκ ἂν ἄλλως συμβαίη, ἐὰν μὴ μεταβατικῶς κινηθῶσιν οἱ ὄγκοι. καὶ πάλιν· ἵνα τι ἐκ σκληροῦ μαλακὸν γένηται ἢ ἐκ μαλακοῦ σκληρόν, δεῖ τὰ ἐξ ὧν ἔστι μόρια [44] κατὰ τὸν τόπον κινηθῆναι· διατάσει μὲν γὰρ αὐτῶν μαλακύνεται, συνελεύσει δὲ καὶ πυκνώσει σκληρύνεται. παρὸ ἡ μεταβλητικὴ κίνησις οὐχ ἑτέρα κατὰ γένος ἐστὶ τῆς μεταβατικῆς κινήσεως. διόπερ ἡμεῖς πρὸς ταύτην μάλιστα κομιοῦμεν τὰς ἀπορίας, ἐπείπερ αἰρομένης αὐτῆς οἰχήσεται καὶ ἡ μεταβλητικὴ κίνησις.

[45]    Πρὶν δὲ τῶν ἀποριῶν γνωστέον, ὅτι τρεῖς γεγόνασι στάσεις κατὰ τὸ ἀνωτάτω περὶ κινήσεως. οἱ μὲν γάρ φασι κίνησιν εἶναι, οἱ δὲ μὴ εἶναι, οἱ δὲ οὐ μᾶλλον εἶναι ἢ μὴ εἶναι. καὶ εἶναι μὲν ὅ τε βίος, τοῖς φαινομένοις προσέχων, καὶ οἱ πλείους τῶν φυσικῶν, ὥσπερ οἱ περὶ Πυθαγόραν καὶ Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν Δημόκριτόν τε καὶ Ἐπίκουρον, οἷς καὶ οἱ ἀπὸ τοῦ Περιπάτου ἔτι δὲ καὶ οἱ ἀπὸ τῆς Στοᾶς συναπεγράψαντο καὶ ἄλλοι παμπληθεῖς· [46] μὴ εἶναι δὲ οἱ περὶ Παρμενίδην καὶ Μέλισσον, οὓς ὁ Ἀριστοτέλης στασιώτας τε τῆς φύσεως καὶ ἀφυσίκους κέκληκεν, στασιώτας μὲν ἀπὸ τῆς στάσεως, ἀφυσίκους δὲ ὅτι ἀρχὴ κινήσεώς ἐστιν ἡ φύσις, ἣν ἀνεῖλον φάμενοι [47] μηδὲν κινεῖσθαι· τὸ γὰρ κινούμενον ὀφείλει ἀνύειν τι διάστημα, πᾶν δὲ διάστημα διὰ τὸ τὴν εἰς ἄπειρον ἐπιδέχεσθαι τομὴν ἀνήνυτόν ἐστιν, ὥστ' οὐδὲ κινούμενόν τι ἔσται.

[48] συμφέρεται δὲ τούτοις τοῖς ἀνδράσι καὶ Διόδωρος ὁ Κρόνος, εἰ μή τι ῥητέον κατὰ τοῦτον κεκινῆσθαι μέν τι, κινεῖσθαι δὲ μηδὲ ἕν, ὡς προβαίνοντος τοῦ λόγου διδάξομεν, ὅταν αὐτοῦ τὴν στάσιν ἀκριβέστερον ἐπισκεπτώμεθα· τὰ νῦν δὲ ἀπόχρη τοῦτο γινώσκειν, ὅτι καὶ αὐτὸς [49] ἐπὶ τῆς αὐτῆς ἐστι δόξης τοῖς τὴν κίνησιν ἀνῃρηκόσιν. μὴ μᾶλλον δὲ εἶναι κίνησιν ἢ μὴ εἶναι ἔλεξαν οἱ ἀπὸ τῆς σκέψεως· ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις εἶναί τι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ λόγῳ μὴ ὑπάρχειν.

[50]    Τοιαύτη μὲν καὶ ἡ κατὰ τὸν τόπον στάσις· μεθ' ἣν εἰς τὸ μὴ εἶναι κίνησιν ἐπιχειροῦντες πρώτας κομιοῦμεν ἐνστάσεις, ἐχόμενοι τῆς κατὰ τὴν κίνησιν ἐννοίας. ἔνιοι τοίνυν ὁριζόμενοι τὴν κίνησίν φασιν· "κίνησίς ἐστι μετάβασις [51] ἀπὸ τόπου εἰς τόπον." πρὸς οὓς λέγεται, ὅτι τὴν μὲν εὐθικὴν κίνησιν ἀπέδοσαν, τουτέστι τὴν ἄνω ἢ κάτω ἢ πρόσω ἢ ὀπίσω ἢ εἰς δεξιὰ ἢ εἰς ἀριστερά, τὴν δὲ κυκλοφορητικὴν παρέλιπον, οἷον καθ' ἣν ὁ κεραμεικὸς τροχὸς στρέφεται καὶ ἡ σφαῖρα τοῖς κνώδαξι περιδινεῖται, ὡσαύτως δὲ καὶ οἱ ἄξονες καὶ τὰ τύμπανα· ἕκαστον γὰρ τῶν οὕτω κινουμένων σωμάτων οὐ μετέρχεται ἀπὸ τόπου εἰς [52] τόπον, ἀλλ' ἐν τῷ αὐτῷ μένον τόπῳ κινεῖται. ὅθεν τινὲς τὴν τοιαύτην φεύγοντες ἔνστασιν διορθοῦνται τὸν ἐκκείμενον ὅρον, καί φασιν, ὅτι κίνησίς ἐστι μετάβασις ἀπὸ τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ σώματος ἢ τῶν τοῦ ὅλου μερῶν. ὅ τε γὰρ ἐν τῷ περιπατεῖν κινούμενος κατὰ ὁλότητα ἀπὸ τόπου εἰς τόπον μετέρχεται, ἥ τε τοῖς κνώδαξι περιδινουμένη σφαῖρα ὅλη μὲν οὐ μεταβαίνει τόπον ἐκ τόπου, κατὰ μέρη δὲ ἀμείβει τοὺς τόπους, καὶ στρεφομένης αὐτῆς τὸ μὲν ἄνω μέρος ἐπιλαμβάνει τὸν κάτω τόπον, τὸ δὲ κάτω μετέρχεται εἰς τὸν ἄνω· καὶ ἐπὶ τῶν λοιπῶν τὸ ἐναλλάξ. διόπερ τὴν κίνησιν ῥητέον, φασί, μετάβασιν εἶναι ἀπό τινος τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ [53] κινουμένου σώματος ἢ τῶν τοῦ ὅλου μερῶν. θελήσαντες δὲ οὗτοι τὴν εἰρημένην φυγεῖν ἀπορίαν εἰς ἑτέραν ἐνέπεσαν. οὐ γὰρ πᾶν τὸ κινούμενον μεταβατικῶς μέτεισιν ἀπὸ τόπου εἰς τόπον ἤτοι κατὰ ὁλοσχίρειαν ἢ κατὰ μίρη, ἀλλ' ἔστι τινὰ τῶν μεταβατικῶς κινουμίνων σωμάτων ἅπερ τισὶ μὲν μέρεσιν ἐν τῷ αὐτῷ μένοντα τόπῳ κινεῖται, τισὶ δὲ οὐκ ἐν τῷ αὐτῷ μένοντα, ἀλλ' ἄλλον καὶ ἄλλον ἐπιλαμβάνοντα, ὁποῖόν τι ἔστιν ἰδεῖν ἐπὶ τοῦ κυκλογραφοῦντος καρκίνου καὶ τῆς ἀνοιγομένης καὶ κλειομένης [54] θύρας. ἐπὶ μὲν γὰρ τοῦ καρκίνου φαίνεται ἡ τῷ κέντρῳ ἐνηρεισμένη κεραία κατὰ τὸν αὐτὸν στρεφομένη τόπον καὶ ἡ ἔξωθεν περιαγομένη τε καὶ κυκλογραφοῦσα ἀπ' ἄλλου εἰς ἄλλον μετιοῦσα τόπον· ἐπὶ δὲ τῆς κλειομένης ἢ ἀνοιγομένης θύρας ὁ μὲν κατὰ τοῦ ὁλμίσκου βεβηκὼς στροφεὺς τῷ αὐτῷ ἐνστρέφεται τόπῳ, τὸ δ' ἀντικείμενον αὐτῷ τῆς θύρας μέρος διαφέροντας ἐπέρχεται τόπους καὶ ὃν [55] μὲν ἀπολείπει, ὃν δὲ ἐπιλαμβάνει. αὗται μὲν οὖν αἱ κινήσεις ἐκπεπτώκασι τῆς ἀποδόσεως, ἦν δέ τις καὶ ἄλλη παραδοξοτέρα κίνησις μεταβατική, καθ' ἣν τὸ κινούμενον οὔτε καθ' ὅλον οὔτε κατὰ μέρος νοεῖται ἐκβαῖνον τοῦ ἐν ᾧ ἔστι τόπου· ἥτις καὶ αὐτὴ ἐκπέπτωκε τοῦ ὅρου, καθὼς αὐτόθεν συμφανές. καὶ ἔσται τὸ ἰδίωμα ταύτης προδηλότερον ἐπὶ ὑποδείγματος ποιησαμένων ἡμῶν τὴν δεῖξιν.

[56] εἰ γάρ τις οὐριοδρομούσης νηὸς ὑποκέοιτο ἐκ τῆς πρώρας εἰς πρύμναν ὄρθιον δοκίδα μεταφέρων καὶ ἰσοταχῶς κινούμενος τῇ νηί, ὥστε καθ' ὃν χρόνον αὕτη εἰς τοὔμπροσθεν ἀνύει πηχυαῖον διάστημα, κατὰ τὸν ἴσον καὶ τὸν ἐν αὐτῇ κινούμενον εἰς τοὐπίσω μεταβαίνειν πηχυαῖον διάστημα, πάντως κατὰ ταύτην τὴν ὑπόθεσιν γενήσεται μὲν μεταβατικὴ κίνησις, οὔτε δὲ ὅλον τὸ κινούμενον ἐκβήσεται [57] τοῦ ἐν ᾧ ἔστι τόπου οὔτε κατὰ μέρος· ὁ γὰρ ἐν τῇ νηὶ κινούμενος κατὰ τὴν αὐτὴν κάθετον τοῦ τε ἀέρος καὶ τοῦ ὕδατος μένει διὰ τό, ὁπόσον ἂν δοκῇ εἰς τοὐπίσω προκόπτειν, τοσοῦτον σύρεσθαι εἰς τὸ ἔμπροσθεν. δύναται οὖν τι κινεῖσθαι μεταβατικῶς ὃ οὔτε καθ' ὁλότητα [58] οὔτε κατὰ μέρος ἐκβαίνει τοῦ ἐν ᾧ ἔστι τόπου. ταῦτα μὲν οὖν ἔοικεν εἶναι τοιαῦτα, πάρεστι δὲ καὶ ἑτέρως ἀπορεῖν τοὺς οὕτω τὴν ἐπίνοιαν τῆς μεταβατικῆς κινήσεως ἀποδιδόντας. ἐὰν γὰρ νοήσωμέν τι ἀμερὲς καὶ ἐλάχιστον σῶμα ἐν τῷ αὐτῷ στρεφόμενον τόπῳ, τουτέστι κυκλοφορητικῶς, ἔσται μέν τις μεταβατικὴ κίνησις, οὔτε δὲ κατὰ ὁλότητα κινούμενον ἐκβήσεται τοῦ ἐν ᾧ ἔστι τόπου οὔτε κατὰ μέρος, καὶ κατὰ ὁλότητα μέν, ἐπεὶ ὑπόκειται ἐν τῷ αὐτῷ τόπῳ κυκλοφορητικῶς στρεφόμενον, κατὰ [59] μέρος δέ, ἐπεὶ ἀμερές ἐστιν. ὁ δ' αὐτὸς λόγος, κἂν συνθῶμέν τινα εὐθεῖαν γραμμὴν ἐξ ἀμερῶν σωμάτων στοιχηδὸν τεταγμένων, καὶ ταύτην νοήσωμεν στρεφομένην ἐν τῷ αὐτῷ τόπῳ, ὥσπερ τοὺς ἄξονας· πάλιν γὰρ ἔσται μὲν μεταβατικὴ κίνησις, οὔτε δὲ ἡ ὅλη εὐθεῖα ἐκβήσεται τοῦ ἐν ᾧ ἔστι τόπου (κυκλοφορητικὴν γὰρ μόνον ἐποιεῖτο τὴν κίνησιν), οὔτε κατὰ μέρη (τῶν γὰρ ἀμερῶν σωμάτων οὐκ ἔστι μέρη).

[60]    Ἀλλὰ ταύτας μὲν τὰς ἐνστάσεις διακρούονται οἱ μὴ συναρεσκόμενοι τῷ [μὴ] εἶναί τινα ἀμερῆ, φήσουσί τε μέχρις ἐπινοίας προκόπτειν τὴν τοιαύτην κίνησιν, δεῖν δὲ [61] αὐτὴν ἐπὶ ὑποστατῶν ἐξετάζεσθαι σωμάτων. ὥσθ' οὗτοι μὲν οὕτως ὑπαντήσονται· οἱ δ' ἀξιοῦντες ἀμερῆ εἶναι σώματα καὶ τὴν κατάληξιν τῆς τῶν σωμάτων τομῆς εἰς ἐλάχιστον γίνεσθαι οὐδὲν ἰσχύσουσι λέγειν πρὸς τὰς τοιουτοτρόπους ἀπορίας. οὐ μὴν ἀλλὰ καὶ ἐὰν μεταστῶμεν τούτων, εὑρεθήσεται ἰσοσθενὴς ὅ τε κατασκευάζων τὸ μὴ [62] εἶναι κίνησιν λόγος καὶ ὁ δεικνὺς ταύτην ὑπάρχειν. τῷ μὲν γὰρ εἶναι κίνησιν συναγορεύει ἡ ἐνάργεια, περὶ δὲ ταύτης ἐστὶ ζήτησις, παρόσον οἱ μὲν αἰσθήσει λαμβάνεσθαί φασι τὴν κίνησιν, οἱ δὲ αἰσθήσει μὲν οὐδαμῶς, δι' [63] αἰσθήσεως δὲ τῇ διανοίᾳ. καὶ οἱ μὲν αἰσθητὸν εἶναι λέγοντες πρᾶγμα τὴν κίνησιν πιστοῦνται τὸ τοιοῦτο ἐκ τοῦ μὴ τὸ αὐτὸ ἐγγίνεσθαι πάθος τῇ αἰσθήσει, οἷον τῇ ὄψει, ἀπό τε τοῦ κινουμένου σώματος, ὅτε κινεῖται, καὶ ἀπὸ τοῦ ἠρεμοῦντος, ὅτε ἠρεμεῖ, ἀλλὰ διάφορον μὲν ἀπὸ τοῦ ἀκινητίζοντος, ἀλλοῖον δὲ ἀπὸ τοῦ κινουμένου, ὥστε κατὰ [64] τοῦτο αἰσθήσει ληπτὴν εἶναι τὴν κίνησιν. οἱ δὲ ἀξιοῦντες μὴ αἰσθήσει ταύτην λαμβάνεσθαι, ἀλλὰ δι' αἰσθήσεως μὲν διανοίᾳ δέ, φασὶν ὅτι πᾶσα κίνησις κατὰ συμμνημόνευσιν γίνεται· ἀναφέροντες γὰρ ὡς τόδε τὸ σῶμα πάλαι μὲν ‹ἐν› τῷδε τῷ τόπῳ ἐτύγχανε, νῦν δὲ ἔστιν ἐν τῷδε, ἔννοιαν λαμβάνομεν τῆς κινήσεως καὶ τοῦ κεκινῆσθαι. αὐτὸ δὲ τό γε μνημονεύειν οὐκ ἀλόγου τινὸς αἰσθήσεως, λογικῆς δὲ δυνάμεώς ἐστιν ἔργον. οὐκ ἄρα τῇ αἰσθήσει, [65] διανοίᾳ δὲ συμβέβηκε λαμβάνεσθαι τὴν κίνησιν. ἄλλως τε· πᾶσα κίνησις κατὰ ἀπόλειψιν καὶ ἐπίληψιν τόπου νοεῖται. ἡ δὲ αἴσθησις οὔτε τόπον δύναται λαμβάνειν (οὐθεὶς γὰρ τόπος αἰσθητός ἐστιν), οὔτε ἐπίληψιν καὶ ἀπόλειψιν· (μνημονικῶς γὰρ ταῦτα θεωρεῖται, ἡ δὲ αἴσθησις ἄλογος οὖσα ἐστὶν ἀμνήμων). οὐκ ἄρα αἰσθητόν τι ἐστὶν ἡ κίνησις.

[66]    Πλὴν ἐάν τε αἰσθήσει προηγουμένως λαμβάνηται, ἐάν τε διανοίᾳ, ἀδιάφορον· ἐκεῖνο γὰρ συμφανές ἐστιν, ὅτι συνᾴδειν δοκεῖ τῷ εἶναι κίνησιν ἡ ἐνάργεια. παρ' ἣν αἰτίαν καὶ οἱ δογματικοὶ φιλόσοφοι οὐκ ἄλλοθεν εἰώθασι δυσωπεῖν [67] τοὺς ἀπορητικοὺς ἢ ἀπὸ ταύτης. πῶς γάρ, φασίν, εἴπερ μὴ ἔστι κίνησις, ἥλιος ἀπὸ ἀνατολῆς μέχρι δύσεως τοὺς ἰδίους σταδιεύει δρόμους; ἢ πῶς ὡρῶν γίγνονται μεταβολαί, ἔαρος καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος; παρὰ γὰρ τὰς τοῦ ἡλίου κινήσεις συνεγγισμούς τε [68] καὶ ἀποστάσεις αὗται συμβαίνουσιν. πῶς δὲ καὶ νῆες ἀναχθεῖσαι ἐκ λιμένων εἰς ἑτέρους κατάγονται λιμένας; τίνα δὲ τρόπον ὁ ἀναιρῶν τὴν κίνησιν ἀπορητικὸς ἕωθεν προελθὼν τῆς οἰκίας καί τινα τῶν κατὰ τὸν βίον πραγματευσάμενος πάλιν ὑποστρέφει; πάντα γὰρ ταῦτα ἀναντίρρητά ἐστι τῆς κινήσεως τεκμήρια. ὅθεν καὶ τῶν παλαιῶν τις Κυνικῶν τοὺς κατὰ τῆς κινήσεως ἐρωτώμενος λόγους ἀπεκρίνατο μὲν οὐδὲ ἕν, ἀναστὰς δὲ περιεπάτει, δι' αὐτῆς [69] τῆς ἐναργείας τὴν ἄνοιαν τοῦ σοφιστοῦ ὀνειδίζων. καὶ ἄλλα δὲ παμπληθῆ τοιαῦτ' εἰώθασιν οἱ ἐξ ἐναντίας λέγειν ὑπὲρ τοῦ κίνησιν εἶναι. οἷς καὶ ἡμεῖς ὡς ἀποχρώσῃ συνηγορίᾳ πρὸς κατασκευὴν τοῦδε τοῦ μέρους ἀρκεσθέντες εἰς τοὐναντίον ἐπιχειρήσομεν. ἐὰν γὰρ ἴσον δειχθῇ κατά τε πίστιν καὶ ἀπιστίαν τῷ εἶναι κίνησιν τὸ μὴ εἶναι κίνησιν, πάντως ἀκολουθήσει τὸ μηθετέρῳ μὲν συναινεῖν, ἐπέχειν δὲ περὶ ἀμφοτέρων.

[70]    Εἴπερ οὖν κινεῖταί τι πρώτως, οἷον στοιχεῖον, ἤτοι ὑφ' αὑτοῦ κινεῖται ἢ ὑπ' ἄλλου· οὔτε δὲ ὑφ' αὑτοῦ, ὡς δείξομεν, οὔθ' ὑπ' ἄλλου, καθὼς παραμυθησόμεθα· οὐκ ἄρα κινεῖται. αὐτίκα γάρ, εἰ πᾶν τὸ κινούμενον ὑπὸ ἑτέρου κινεῖται, ἤτοι συνακολουθοῦντος αὐτῷ τοῦ κινοῦντος κινεῖται ἢ μὴ συνακολουθοῦντος· οὔτε δὲ συνακολουθοῦντος οὔτε ἀφισταμένου κινεῖται, ὡς δείξομεν· οὐκ [71] ἄρα τὸ κινούμενον ὑπ' ἄλλου κινεῖται. εἰ γὰρ τὸ κινούμενον συνακολουθοῦντος αὐτῷ τοῦ κινοῦντος κινεῖται, δεήσει τῷ ὁποιῳδηποτοῦν κινουμένῳ ἑνὶ πάντα συνακολουθεῖν. εἰ γὰρ λόγου χάριν ἕκαστον τῶν εἴκοσι τεσσάρων στοιχείων ὑπὸ ἑτέρου κινεῖται, ἀναγκαῖον τῷ ἄλφα κινουμένῳ ὑπὸ τοῦ βῆτα συνακολουθεῖν τὰ λοιπά, ἐπείπερ ὡς ἕπεται τῷ ἄλφα τὸ βῆτα κινοῦν τὸ ἄλφα, οὕτω καὶ τῷ βῆτα συνακολουθήσει τὸ γάμμα κινητικὸν ὂν αὐτοῦ, καὶ τῷ [72] γάμμα τὸ δέλτα, καὶ μέχρι τοῦ ω. τοίνυν καὶ ἐπὶ τῶν κατὰ τὸν κόσμον πραγμάτων, εἰ ἕκαστον τῶν κινουμένων ἀκολουθοῦν ἔχειν ὀφείλει τὸ κινοῦν, ἑνὶ κινουμένῳ πάντα συνακολουθήσει. ἄτοπον δέ γε ἑνὸς κινουμένου πάντα λέγειν κινεῖσθαι· οὐκ ἄρα ἕπεται τῷ κινουμένῳ τὸ κινοῦν.

[73] εἰ δὲ χωρίζεται αὐτοῦ, καθάπερ ἡ χεὶρ ἀφίσταται τῆς ἀποπαλλομένης σφαίρας, ἀνάγκη παθόν πως καὶ διατεθὲν ὑπὸ τοῦ κινοῦντος τὸ κινούμενον ποιεῖσθαι τὴν ἀπ' αὐτοῦ φοράν. ἐπεὶ οὖν τὸ πάσχον οὐκ ἄλλως πέφυκε πάσχειν, εἰ μὴ κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μεταβολήν, δεήσει καὶ τὸ κινούμενόν τι τούτων παθὸν ὑπὸ τοῦ κινοῦντος κινεῖσθαι, ὡς ἂν μηδὲν αὐτῶν πάθῃ, χωρισθέντος τοῦ κινοῦντος [74] στήσεται. ἐδείξαμεν δέ γε ἄπορον τὸν περὶ τῆς ἀφαιρέσεως καὶ προσθέσεως καὶ μεταβολῆς λόγον, ὥστε οὐδ' ἀφισταμένου τοῦ κινοῦντος κινήσεται τὸ [75] κινούμενον. καὶ ἄλλως· εἰ παθὸν κατὰ ἀφαίρεσιν ἢ κατὰ πρόσθεσιν ἢ κατὰ μεταβολὴν κινεῖται τὸ κινούμενον, αἱ ἄτομοι οὐ κινηθήσονται διὰ τὸ μήτε πρόσθεσιν μήτε ἀφαίρεσιν μήτε μεταβολὴν ἐπιδέχεσθαι. τοίνυν οὐδὲ ὑπὸ ἑτέρου κινεῖται τὸ κινούμενον. εἰ γάρ, ἵνα ὑπὸ ἑτέρου κινηθῇ, δεῖ συνακολουθοῦντος αὐτῷ ἐκείνου κινεῖσθαι ἢ μὴ συνακολουθοῦντος, δέδεικται δὲ ἑκάτερον ἀδύνατον, λεκτέον μὴ ὑπὸ [76] ἑτέρου κινεῖσθαι. καὶ μὴν εἰ πᾶν τὸ κινούμενον ὑπ' ἄλλου τινὸς κινεῖται, ἤτοι τὸ κινοῦν αὐτὸ κινεῖται ἢ ἀκινητίζει. καὶ ἀκινητίζειν μὲν ἀδύνατον· τὸ γὰρ κινοῦν ἐνεργεῖ τι, τὸ δὲ ἐνεργοῦν κινεῖται, τὸ ἄρα κινοῦν κινεῖται. εἰ δὲ κινεῖται, ἐπεὶ πᾶν τὸ κινούμενον ὑπ' ἄλλου τινὸς κινεῖται, δεήσει καὶ τὸ κινούμενον ὑπὸ τρίτου τινὸς κινεῖσθαι, καὶ τὸ τρίτον ὑπὸ τοῦ τετάρτου, καὶ τὸ τέταρτον ὑπὸ τοῦ πέμπτου, καὶ οὕτως εἰς ἄπειρον, ὥστε ἄναρχον γίνεσθαι τὴν κίνησιν. τοῦτο δὲ ἦν ἄτοπον· οὐκ ἄρα τὸ κινούμενον ὑπ' ἄλλου κινεῖται.

[77]    Καὶ μὴν οὐδ' αὐτὸ ὑφ' ἑαυτοῦ κινηθήσεται. εἰ γὰρ αὐτοκίνητόν ἐστιν, ἤτοι πάντῃ κινητὴν ἔχει τὴν φύσιν ἢ εἴς τινα διάστασιν, οἷον ἐπὶ τῶν πρώτων καὶ στοιχειωδῶν σωμάτων, ἐπεὶ καὶ πρὸς τοὺς φυσικούς ἐστιν ὁ λόγος. ἀλλ' εἰ μὲν πάντῃ κινητὴν ἔχει τὴν φύσιν, οὐ κινήσεται· [78] οὔτε γὰρ ἄνω ἐνεχθήσεται διὰ τὸ καὶ εἰς τὸ κάτω κινητὴν ἔχειν τὴν φύσιν, οὔτε κάτω διὰ τὸ καὶ εἰς τὸ ἄνω, οὔτε πρόσω διὰ τὸ καὶ εἰς τὸ ὀπίσω, οὔτ' ὀπίσω διὰ τὸ καὶ εἰς τοὔμπροσθεν. καὶ ἐπὶ τῶν λειπομένων δυεῖν διαστάσεων [79] ὁ αὐτὸς λόγος. εἰ δὲ εἴς τινα διάστασιν κινητὴν ἔχει τὴν φύσιν, εἰ μὲν εἰς τὴν ἄνω ὥσπερ τὸ πῦρ καὶ ὁ ἀήρ, πάντ' ἄνω κινήσεται, εἰ δὲ εἰς τὴν κάτω μόνον ὡς γῆ καὶ ὕδωρ, πάντα εἰς τὸ κάτω. εἰ δὲ τινὰ μὲν εἰς τὴν ἄνω διάστασιν κινητὴν ἔχει τὴν φύσιν, τινὰ δὲ εἰς τὴν κάτω, οὐ γενήσεται ἐκ κινουμένων σωμάτων σύγκριμα.

[80] εἴτε γὰρ ἀπὸ τοῦ μέσου νοοῖτο κινούμενα τὰ στοιχειώδη σώματα ὡς ἐπὶ τὰ πέρατα, λυθήσεται τὸ πᾶν· ἑκάτερον γὰρ ἀπὸ θατέρου χωρισθὲν ὡς ἐπὶ τὴν ἴδιον δραμεῖται κίνησιν, τὸ μὲν ἀνωφερὲς ἐπὶ τὴν ἄνω, τὸ δὲ κατωφερὲς [81] ὡς ἐπὶ τὴν κάτω. εἴτ' ἀπὸ τῶν περάτων ὑποκέοιτο ὡς ἐπὶ τὸ μέσον συνωθούμενα, πάντως ἢ κατὰ τὴν αὐτὴν κάθετον ἐνεχθήσεται ἢ οὐ κατὰ τὴν αὐτήν. καὶ εἰ μὲν κατὰ τὴν αὐτὴν φέροιτο, ἐξ ἀνάγκης καὶ ἀντιπεσεῖται ἀλλήλοις, καὶ οὕτως ἢ ἰσοκρατοῦντα στήσεται μηθετέρου νικῶντος, μήτε τοῦ κάτω βιαζομένου μήτε τοῦ ἄνω (ἄτοπον δὲ λέγειν [82] στάσιν γίνεσθαι ἐν τοῖς φύσει κινουμένοις), ἢ τοὐναντίον ἀνισοκρατοῦντα εἰς ἕνα μόνον ἐνεχθήσεται τόπον; ἤτοι τὸν ἄνω ἐπικρατησάντων τῶν ἀνωφερῶν, ἢ εἰς τὸν κάτω ὑπερτερούντων τῶν κατωφερῶν. εἰ δὲ μὴ κατὰ τὴν αὐτὴν κάθετον φέροιτο, οὐ συμβάλλει ἀλλήλοις, μὴ συμβάλλοντα δὲ οὐδὲ συγκρίματος ἔσται τινὸς ἀποτελεστικά. τοῦτο δὲ ἄτοπον. τοίνυν οὐδὲ αὐτοκίνητόν ἐστι τὸ κινούμενον.

[83] πάλιν εἰ αὐτοκίνητόν ἐστι τὸ κινούμενον, ἐπεὶ πᾶν τὸ κινοῦν ἤτοι προωθοῦν κινεῖ ἢ ἐπισπώμενον ἢ ἀνοχλοῦν καὶ θλῖβον, δεήσει καὶ τὸ αὐτοκίνητον ἑαυτοῦ κινητικὸν ὂν ἤτοι προωστικῶς κινεῖν ἢ ἐπισπαστικῶς ἢ ἀνοχλητικῶς [84] καὶ θλιπτικῶς. εἴτε δὲ προωστικῶς κινοίη, ἔσται ἐξόπισθεν ἑαυτοῦ (τὸ γὰρ προωθοῦν ἐξόπισθέν ἐστι τοῦ προωθουμένου), εἴτε ἐπισπαστικῶς, ἔσται ἔμπροσθεν αὑτοῦ, εἴτε ἀνοχλητικῶς καὶ θλιπτικῶς, ὑποκάτω αὑτοῦ. ἀδύνατον δέ γε νοεῖν τὸ αὐτὸ ἤτοι ὄπισθεν ἑαυτοῦ ἢ ἔμπροσθεν ἢ ὑποκάτω· οὐκ ἄρα αὐτοκίνητόν ἐστι τὸ κινούμενον. εἰ δὲ μήτε ὑπ' ἄλλου κινεῖται τὸ κινούμενον μήτε ὑφ' ἑαυτοῦ, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, ῥητέον μὴ κινεῖσθαι τὸ κινούμενον.

[85]    Κομίζεται δὲ καὶ ἄλλη τις ἐμβριθὴς ὑπόμνησις εἰς τὸ μὴ εἶναι κίνησιν ὑπὸ Διοδώρου τοῦ Κρόνου, δι' ἧς παρίστησιν, ὅτι κινεῖται μὲν οὐδὲ ἕν, κεκίνηται δέ. καὶ μὴ κινεῖσθαι μέν, τοῦτο ἀκόλουθόν ἐστι ταῖς κατ' αὐτὸν [86] τῶν ἀμερῶν ὑποθέσεσιν. τὸ γὰρ ἀμερὲς σῶμα ὀφείλει ἐν ἀμερεῖ τόπῳ περιέχεσθαι, καὶ διὰ τοῦτο μήτε ἐν αὐτῷ κινεῖται (ἐκπεπλήρωκε γὰρ αὐτόν, δεῖ δὲ τόπον ἔχειν μείζονα τὸ κινησόμενον), μήτε ἐν ᾧ μὴ ἔστιν· οὔπω γὰρ ἔστιν ἐν ἐκείνῳ, ἵνα καὶ ἐν αὐτῷ κινηθῇ. ὥστε οὐδὲ κινεῖται. κεκίνηται δὲ κατὰ λόγον· τὸ γὰρ πρότερον ἐν τῷδε τῷ τόπῳ θεωρούμενον, τοῦτο ἐν ἑτέρῳ νῦν θεωρεῖται τόπῳ· ὅπερ οὐκ ἂν ἐγεγόνει μὴ κινηθέντος αὐτοῦ. οὗτος μὲν οὖν ὁ ἀνὴρ ἐπαρήγειν θελήσας τῷ οἰκείῳ δόγματι ἄτοπόν τι προσήκατο· πῶς γὰρ οὐκ ἄτοπον τὸ μηδενὸς κινουμένου λέγειν τι κεκινῆσθαι; οἱ δὲ ἀπὸ τῆς σκέψεως ἐπ' ἴσης καὶ περὶ τοῦ κινεῖσθαι καὶ περὶ τοῦ κεκινῆσθαι ἀποροῦντες οὐδὲν ἄτοπον προσδέξονται, καθάπερ [87] Διόδωρος προσήκατο. πλὴν οὗτός γε τὸν περιφορητικὸν συνερωτᾷ λόγον εἰς τὸ μὴ κινεῖσθαί τι, λέγων· "εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν· οὔτε δὲ ἐν ᾧ ἔστι (μένει γὰρ ἐν αὐτῷ), οὔτε ἐν ᾧ μὴ ἔστιν (οὐ γὰρ ἔστιν ἐν αὐτῷ)· οὐκ ἄρα κινεῖταί [88] τι." καὶ ὁ μὲν λόγος τοιοῦτος, ἡ δὲ παραμυθία τῶν λημμάτων αὐτοῦ προφανής. δυεῖν γὰρ ὄντων τόπων, ἑνὸς μὲν τοῦ ἐν ᾧ τι ἔστιν, δευτέρου δὲ τοῦ ἐν ᾧ μὴ ἔστιν, καὶ τρίτου παρὰ τούτους μηδ' ἐπινοεῖσθαι δυναμένου, δεῖ τὸ κινούμενον, εἰ ὄντως κινεῖται, ἐν τῷ ἑτέρῳ τούτων κινεῖσθαι· ἐν γὰρ τῷ ἀνεπινοήτῳ οὐκ ἂν κινοῖτο. ἐν ᾧ μὲν οὖν ἔστι τόπῳ οὐ κινεῖται· ἐκπεπλήρωκε γὰρ αὐτόν· καὶ ἐφ' ὅσον ἔστιν [89] ἐν αὐτῷ, μένει· μένον δὲ ἐν αὐτῷ οὐ κινεῖται. ἐν ᾧ δὲ μὴ ἔστι, πάλιν ἀδύνατον αὐτὸ κινεῖσθαι· ὅπου γάρ τι μὴ ἔστιν, ἐκεῖ οὔτε δρᾶσαί τι οὔτε παθεῖν δύναται, κατὰ ταὐτὰ δὲ οὐδὲ κινεῖσθαι, καὶ ὡς οὐκ ἄν τις λέγοι τὸν ἐν Ῥόδῳ ὄντα ἐν Ἀθήναις κινεῖσθαι, οὕτως οὐδὲ κοινῶς πᾶν σῶμα ἐρεῖ ἐν ἐκείνῳ κινεῖσθαι τῷ τόπῳ, ἔνθα μὴ [90] ἔστιν. ὅθεν εἰ δύο εἰσὶ τόποι, ὅ τε ἐν ᾧ ἔστι καὶ ἐν ᾧ μὴ ἔστι, δέδεικται δ' ἐν μηδετέρῳ τούτων δυνάμενον κινεῖσθαι τὸ κινούμενον, οὐκ ἂν εἴη τὸ κινούμενον.

   Τοιαύτη μὲν καὶ ἡ τοῦ λόγου παραμυθία· ποικίλως δὲ καὶ ὑπὸ πολλῶν ἀντείρηται, ὧν τὰς ἐνστάσεις παρακειμένως [91] ἐκθησόμεθα. καὶ δὴ ἔνιοι μὲν ἀδύνατον εἶναί φασι τῶν συντελεστικῶν ἀληθῶν ὄντων ψευδῆ τυγχάνειν τὰ παρατατικὰ τούτων, ἀλλ' ἀληθῆ καθεστάναι, καὶ ψευδῶν ὄντων ἀναλόγως ψευδῆ. οὗ γὰρ ἔστι τι πέρας, ἔστι κἀκεῖνο, καὶ τοῦ μὴ ὄντος οὐκ ἂν εἴη τι πέρας. εἰ δὲ πέρας ὑπῆρχε τοῦ παρατατικοῦ τὸ συντελεστικόν, ἀνάγκη ἄρα τοῦ συντελεστικοῦ ὄντος, ὃ δὴ πέρας ἐστίν, εἶναι καὶ τὸ παρατατικὸν [92] οὗ τοῦτο πέρας ἐστίν. καὶ ὡς οὐδέν ἐστι τὸ γεγενῆσθαι συντελεστικὸν μὴ ὄντος ἀληθοῦς τοῦ γίνεσθαι παρατατικοῦ, καὶ ὃν τρόπον οὐδέν ἐστι τὸ ἐφθάρθαι συντελεστικὸν μὴ προϋπάρξαντος τοῦ φθείρεσθαι παρατατικοῦ, οὕτως ἀδύνατόν ἐστι, μὴ ὄντος ἀληθοῦς τοῦ κινεῖσθαι παρατατικοῦ, ἀληθὲς εἶναι τὸ κεκινῆσθαι συντελεστικόν.

[93]    ἄλλοι δέ φασι δύνασθαί τι ἐν ᾧ περιέχεται τόπῳ κινεῖσθαι· αἱ γὰρ περὶ τοῖς κνώδαξιν εἱλούμεναι σφαῖραι καὶ οἱ περιδινούμενοι ἄξονες καὶ ἤδη τὰ τύμπανα καὶ οἱ κεραμευτικοὶ τροχοὶ καὶ ἄλλα παμπληθῆ τούτοις ἐοικότα σώματα κινεῖται μέν, ἐν ᾧ δὲ ἔστι τόπῳ κινεῖται, ὥστε ψεῦδος εἶναι ἕν τι τοῦ λόγου λῆμμα, τὸ μὴ κινεῖσθαί τι [94] ἐν ᾧ ἔστι τόπῳ. ἄλλοι δὲ παρὰ τὴν ἔννοιαν τῆς κινήσεως ἠρωτῆσθαί φασι τὸν λόγον. τὸ γὰρ κινούμενον νοεῖται σὺν τόπῳ τῷ ἀφ' οὗ κινεῖται καὶ τῷ εἰς ὃν κινεῖται· διόπερ ὅταν λέγῃ ὁ Διόδωρος "εἰ κινεῖταί τι, ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν", μοχθηρόν τι καὶ παρὰ τὴν τῆς κινήσεως νόησιν λέγει, παρόσον τὸ κινούμενον οὔτε ἐν ᾧ ἔστι τόπῳ κινεῖται οὔτε ἐν ᾧ μὴ ἔστιν, ἀλλὰ κατ' ἀμφοτέρων, τοῦ τε ἀφ' οὗ κινεῖται καὶ τοῦ εἰς [95] ὅν. ἦσαν δὲ οἳ καὶ ἀμφιβολίαν διεστέλλοντο. τὸ γὰρ ἐν τόπῳ περιέχεσθαι δύο σημαίνειν φασίν, ἓν μὲν ἐν τόπῳ τῷ κατὰ πλάτος, ὡς ὅταν λέγωμέν τινα ἐν Ἀλεξανδρείᾳ εἶναι, ἕτερον δὲ ἐν τῷ τόπῳ τῷ κατ' ἀκρίβειαν, καθὸ κἀμοῦ λέγοιτ' ἂν εἶναι τόπος ὁ περιτετυπωκὼς τὴν ἐπιφάνειάν μου τοῦ σώματος ἀήρ, καὶ ἀμφορεὺς τοῦ ἐν αὐτῷ περιεχομένου προσαγορεύεται τόπος. διχῶς δὴ καλουμένου νῦν ‹τοῦ› τόπου, φασὶ δύνασθαι τὸ κινούμενον ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαι, τῷ κατὰ πλάτος, ἔχοντι διάστημα [96] καθ' ὃ γενήσεται τὰ τῆς κινήσεως. τινὲς δὲ καὶ ἀπέραντον εἶναι ᾠήθησαν τὸν τοῦ Διοδώρου λόγον, ἐπείπερ ἄρχεται μὲν ἀπὸ διεζευγμένου, ψευδοποιεῖ δὲ τοῦτο διὰ τῶν ἑξῆς, ἑκάτερον τῶν ἐν αὐτῷ δεικνὺς ψεῦδος, τό τε ἐν ᾧ μὴ ἔστι τι τόπῳ κινεῖσθαι καὶ τὸ ἐν ᾧ ἔστιν.

[97]    Τοιαῦται μὲν αἱ πρὸς τὸν λόγον ἐνστάσεις· δοκεῖ δὲ Διόδωρος πρὸς τὴν πρώτην εὐθὺς ὑπηντηκέναι διδάσκων, ὅτι ἐνδέχεται τῶν συντελεστικῶν ἀληθῶν ὄντων τὰ τούτων παρατατικὰ ψευδῆ τυγχάνειν. ἔστω γάρ τινα πρὸ ἐνιαυτοῦ γεγαμηκέναι καὶ ἕτερον μετ' ἐνιαυτόν. οὐκοῦν ἐπὶ τούτων τὸ μὲν "οὗτοι ἔγημαν" ἀξίωμα συντελεστικὸν ὂν ἀληθές ἐστιν, τὸ δ' "οὗτοι γαμοῦσι" παρατατικὸν καθεστὼς ψεῦδός ἐστιν· ὅτε γὰρ οὗτος ἐγάμει, οὔπω οὗτος ἐγάμει, καὶ ὅτε οὗτος ἐγάμει, οὐκέτι οὗτος ἐγάμει. τότε δ' ἂν ἦν ἀληθὲς ἐπ' αὐτῶν τὸ "οὗτοι γαμοῦσιν", εἰ ὁμόσε ἐγάμουν. δύναται οὖν τοῦ συντελεστικοῦ ἀληθοῦς ὄντος ψεῦδος εἶναι τὸ [98] τούτου παρατατικόν. τοιοῦτο δέ ἐστι καὶ τὸ "Ἑλένη τρεῖς ἔσχεν ἄνδρας"· οὔτε γὰρ ὅτε Μενέλαον εἶχεν ἐν Σπάρτῃ ἄνδρα οὔθ' ὅτε Πάριν ἐν Ἰλίῳ, οὔθ' ὅτε θανόντος τούτου Δηιφόβῳ ἐγαμήθη, ἀληθές ἐστι τὸ παρατατικὸν τὸ "τρεῖς ἔχει ἄνδρας", ἀληθοῦς ὄντος [99] τοῦ συντελεστικοῦ τοῦ "τρεῖς ἔσχεν ἄνδρας". σοφίζεται δὲ ἐν τούτοις ὁ Διόδωρος, καὶ παρ' ἀμφιβολίαν βούλεται ἡμᾶς πλανᾶν. τὸ γὰρ "οὗτοι ἔγημαν" δύο σημαίνει, ἓν μὲν πληθυντικὸν καὶ ἴσον τῷ "οὗτοι συνέγημαν", ὅπερ ἐστὶ ψεῦδος, ἕτερον δὲ τὸ κατὰ περίληψιν ἑνικοῦ πράγματος ἐγκεκλιμένου ἀπὸ τοῦ "οὗτος ἔγημεν" καὶ ἑτέρου ἑνικοῦ τοῦ "οὗτος ἔγημεν", ὧν πάλιν ἐνικῶν τὰ παρατατικά ἐστιν ἀληθῆ, τὸ "οὗτος γαμεῖ" καὶ τὸ "οὗτος γαμεῖ"· ἐπ' ἀμφοτέρων [100] γὰρ ἀληθῆ γέγονε ταῦτα. ἀμήχανον οὖν ἐστι τῶν παρατατικῶν ψευδῶν ὄντων ἀληθῆ εὑρίσκεσθαι τὰ τούτων συντελεστικά, ἀλλ' ἀνάγκη συναναιρεῖσθαι ἢ συνυπάρχειν τὰ ἕτερα τοῖς ἑτέροις.

   Νὴ Δί', ἀλλ' εἰς τὴν αὐτὴν ὑπόθεσιν καὶ ἑτέραν ὁ Διόδωρος κομίζεται παραμυθίαν, σαφεστέρῳ χρώμενος [101] ὑποδείγματι. βαλλέσθω γάρ, φησί, σφαῖρα εἰς τὸν ὑπερκείμενον ὄροφον. οὐκοῦν ἐν τῷ μεταξὺ τῆς βολῆς χρόνῳ τὸ μὲν παρατατικὸν ἀξίωμα "ἅπτεται ἡ σφαῖρα τῆς ὀροφῆς" ψεῦδός ἐστιν· ἔτι γὰρ ἐπιφέρεται. ὅταν δὲ ἅψηται τῆς ὀροφῆς, γίνεται ἀληθὲς τὸ συντελεστικόν, τὸ "ἥψατο ἡ σφαῖρα τῆς ὀροφῆς". ἐνδέχεται ἄρα ψεύδους ὄντος τοῦ παρατατικοῦ ἀληθὲς ὑπάρχειν τὸ συντελεστικόν, καὶ διὰ τοῦτο μὴ κινεῖσθαι μέν τι παρατατικῶς, κεκινῆσθαι δὲ συντελεστικῶς.

[102] μήποτε δὲ κἀνταῦθα πλανᾶται. τὸ γὰρ παρατατικὸν τὸ "ἅπτεται ἡ σφαῖρα τῆς ὀροφῆς" γίνεται ἀληθές, οὐχ ὅτε φέρεται ἐν τῷ μεταξὺ ἀέρι ἡ σφαῖρα, ἀλλ' ὅτε ἄρχεται ἅπτεσθαι τῆς ὀροφῆς. ὅταν δὲ τερματίσασα τὴν ψαῦσιν ὑπονοστήσῃ, τότε καὶ τὸ συντελεστικὸν γίνεται ἀληθές, τὸ "ἥψατο ἡ σφαῖρα τῆς ὀροφῆς". ἄτοπος οὖν ἐστιν ὁ Διόδωρος τοῦ μὲν κεκινῆσθαι περιεχόμενος ὡς ἀληθοῦς, τοῦ δὲ κινεῖσθαι ἀφιστάμενος ὡς ψεύδους, δέον ἢ ἀμφοτέροις συγκατατίθεσθαι ἢ ἀμφοτέρων ἀφίστασθαι.

[103]    Οἱ δὲ φάσκοντες δύνασθαί τι κινεῖσθαι ἐν ᾧ ἔστι τόπῳ, καὶ τοῦτο μὲν τὰς σφαίρας, τοῦτο δὲ τοὺς ἄξονας καὶ τὰ τύμπανα παρατιθέμενοι, οὐ λύουσι τὴν ἀπορίαν, ἀλλ' ὁμοίως ἐγκυλίονται αὐτῇ. ἕκαστον γὰρ τῶν τοιούτων σωμάτων, καθὼς καὶ ἀνώτερον ὑπεδείκνυμεν, καθ' ὁλότητα μὲν μένει ἐν τῷ αὐτῷ τόπῳ, κατὰ μέρη δὲ ἀλλάττει τοὺς τόπους, τοῦ μὲν ἄνω ἀντιλαμβάνοντος τὸν τοῦ [104] κάτω τόπον, τοῦ δὲ κάτω τὸν τοῦ ἄνω. εἰ δὲ τοῦτο, μένει τὰ τῆς ἀπορίας. ἕκαστον γὰρ τῶν τοιούτων σωμάτων μέρος ἤτοι ἐν ᾧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾧ μὴ ἔστιν· οὔτε δὲ ἐν ᾧ ἔστιν, ὡς παρεστήσαμεν, οὔτε ἐν ᾧ μὴ ἔστιν, ὡς ἐδείξαμεν· οὐκ ἄρα κινεῖται.

[105]    Ἀλλ' ἀκολούθως ‑ ἔφασκόν τινες παρὰ τὴν ἔννοιαν τοῦ κινουμένου κεκομίσθαι τὸν λόγον· νοεῖσθαι γὰρ τὸ κινούμενον ὡς δυεῖν ἐχόμενον τόπων, τοῦ τ' ἐξ οὗ κινεῖται, τοῦ τ' εἰς ὃν μετέρχεται. ῥᾴδιον δέ ἐστι καὶ πρὸς τούτους ὑπαντῶντας λέγειν ὅτι, κἂν τοιαύτην εἶναι συμβεβήκῃ τὴν τοῦ κινουμένου νόησιν, οὐδὲν πρὸς τὸ προκείμενον διὰ τὸ μὴ περὶ τῆς νοήσεως τοῦ κινεῖσθαι νῦν εἶναι τὴν ζήτησιν τοῖς ἀπορητικοῖς προηγουμένως, ἀλλὰ περὶ τῆς ὑπάρξεως, ὑπὲρ ἧς οὐδὲν εἰρήκασιν οἱ τῇ τοιαύτῃ [106] χρησάμενοι ἐνστάσει. οὐ μὴν ἀλλὰ κἂν τὸν λόγον ἀνατρέψωμεν, οὐδὲν ἕξουσιν εἰπεῖν πρὸς ἡμᾶς. ὅταν γὰρ φάσκωσι τὸ κινούμενον δυεῖν ἔχεσθαι τόπων, τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ εἰς ὃν φέρεται, πευσόμεθ' αὐτῶν, πότε μέτεισιν ἀπὸ τοῦ ἐν ᾧ ἔστι τόπου τὸ κινούμενον εἰς τὸν ἕτερον. ἆρά γε ὅτε ἐν τῷ πρώτῳ ἔστιν ἢ ὅτε ἐν τῷ δευτέρῳ; ἀλλ' ὅτε μὲν ἐν τῷ πρώτῳ τόπῳ ἔστιν, οὐ μετέρχεται [107] εἰς ἕτερον. ἔτι γὰρ ἐν τῷ πρώτῳ ἔστιν. ὅτε δὲ οὐκ ἔστιν ἐν τούτῳ, ἀλλ' ἐν τῷ δευτέρῳ, πάλιν οὐ μετέρχεται, ἀλλὰ μετελήλυθεν ἤδη· τῶν γὰρ ἀμηχάνων ἐστὶ καὶ τῶν ἀνεπινοήτων τὸ μετελθεῖν τι ἐξ ἐκείνου τοῦ τόπου τοῦ ἐν ᾧ μὴ ἔστιν. ὥστε κἂν τοιαύτην ἔχωμεν τοῦ κινουμένου νόησιν, μένει οὐδὲν ἧττον ἡ ἀρχῆθεν ἀπορία.

[108]    Καὶ μὴν οἱ λέγοντες διχῶς καλεῖσθαι τὸν τόπον, ἐν πλάτει τε καὶ κατ' ἀκρίβειαν, διὰ δὲ τοῦτο καὶ τὴν κίνησιν ἐν τῷ κατὰ πλάτος νοουμένῳ τόπῳ δύνασθαι συμβαίνειν, οὐ πρὸς νοῦν ὑπαντῶσιν. προηγεῖται γὰρ τοῦ κατὰ πλάτος νοουμένου τόπου ὁ κατ' ἀκρίβειαν, καὶ ἀδύνατόν ἐστιν ἐν τῷ κατὰ πλάτος τόπῳ κινηθῆναί τι μὴ [109] προκινηθὲν ἐν τῷ κατ' ἀκρίβειαν· ὡς γὰρ οὗτος περιεκτικός ἐστι τοῦ κινουμένου σώματος, οὕτως ὁ κατὰ πλάτος τόπος σὺν τῷ κινουμένῳ σώματι καὶ τὸν κατ' ἀκρίβειαν τόπον περιέσχηκεν. καθάπερ οὖν οὐδεὶς δύναται ἐν σταδιαίῳ κινεῖσθαι διαστήματι μὴ προκινηθεὶς ἐν τῷ πηχυαίῳ διαστήματι, ὧδε τῶν ἀδυνάτων ἐστὶν ἐν τῷ κατὰ πλάτος τόπῳ κινεῖσθαι μὴ κινούμενον ἐν τῷ κατ' ἀκρίβειαν.

[110] ἠρώτηκε δὲ ὁ Διόδωρος τὸν ἐκκείμενον λόγον κατὰ τῆς κινήσεως τοῦ κατ' ἀκρίβειαν ἐχόμενος τόπου· τοίνυν ἀναιρουμένης ἐπὶ τούτου τῆς κινήσεως οὐθεὶς ἀπολείπεται λόγος ἐπὶ τοῦ κατὰ πλάτος τόπου.

   Τὸ μὲν γὰρ μοχθηρὸν εἶναι τὸν λόγον φάσκειν διὰ τὸ ἀπὸ διεζευγμένου ἄρχεσθαι καὶ τοῦτο ψευδοποιεῖν τὸ [111] διεζευγμένον τελέως ἐστὶ ληρῶδες. κατ' ἀκολουθίαν γὰρ γέγονε τὰ τῆς ἐρωτήσεως, καὶ δύναμιν ἔχει τοιαύτην· "εἰ κινεῖταί τι, κατὰ τὸν ἕτερον τῶν προειρημένων τρόπων ὀφείλει κινεῖσθαι· οὐχὶ δέ γε τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον." εἰ γὰρ ὄντος τοῦ πρώτου ἔστι τὸ δεύτερον, τοῦ δευτέρου μὴ ὄντος οὐδὲ τὸ πρῶτον ἔσται. ὅπερ καὶ κατὰ τὰς αὐτῶν τῶν διαλεκτικῶν ὑποθέσεις ὑγιές ἐστιν.

[112]    Ταῦτα μὲν οὖν πρὸς τὰ ἀντιλεγόμενα τῷ ὑπὸ Διοδώρου κομισθέντι λόγῳ ἀναγκαῖον ἦν εἰπεῖν. κομίζει δὲ καὶ ἄλλους τινὰς λόγους οὐχ οὕτως ἐμβριθεῖς, ἀλλὰ σοφιστικωτέρους, ὧν τὴν ἔκθεσιν ποιησόμεθα εἰς τὸ δύνασθαι κατὰ τὰς ζητήσεις ἕκαστον αὐτῶν ἐκκλίνειν. εὐθέως γάρ, φησί, τὸ κινούμενον ἐν τόπῳ ἔστιν, τὸ δὲ ἐν τόπῳ ὂν οὐ κινεῖται· τὸ ἄρα κινούμενον οὐ κινεῖται.

[113] διττῆς δὲ οὔσης κινήσεως, μιᾶς μὲν τῆς κατ' ἐπικράτειαν, δευτέρας δὲ τῆς κατ' εἰλικρίνειαν, καὶ κατ' ἐπικράτειαν μὲν ὑπαρχούσης ἐφ' ἧς τῶν πλειόνων κινουμένων μερῶν τοῦ σώματος ὀλίγα ἠρεμεῖ, κατ' εἰλικρίνειαν δὲ ἐφ' ἧς πάντα κινεῖται τὰ τοῦ σώματος μέρη, δοκεῖ τούτων τῶν δυεῖν κινήσεων ἡ κατ' ἐπικράτειαν [114] προηγεῖσθαι τῆς κατ' εἰλικρίνειαν. ἵνα γάρ τι εἰλικρινῶς κινηθῇ, τουτέστιν ὅλον δι' ὅλου, πρότερον ὀφείλει νοεῖσθαι κατ' ἐπικράτειαν κινούμενον, ὃν τρόπον ἵνα τις κατ' εἰλικρίνειαν γένηται πολιός, ὀφείλει κατ' ἐπικράτειαν πεπολιῶσθαι, καὶ ἵνα τις κατ' εἰλικρίνειαν ληφθῇ σωρός, ὀφείλει κατ' ἐπικράτειαν γεγονέναι σωρός· κατὰ τὸν ὅμοιον τρόπον ἡγεῖσθαι δεῖ τῆς κατ' εἰλικρίνειαν κινήσεως τὴν κατ' ἐπικράτειαν· ἐπίτασις γὰρ τῆς κατ' ἐπικράτειάν [115] ἐστιν ἡ κατ' εἰλικρίνειαν. οὐχὶ δέ γε ἔστι τις κατ' ἐπικράτειαν κίνησις, ὡς παραστήσομεν· τοίνυν οὐδ' ἡ κατ' εἰλικρίνειαν γενήσεται. ὑποκείσθω γὰρ ἐκ τριῶν ἀμερῶν συνεστὼς σῶμα, δυεῖν μὲν κινουμένων ἑνὸς δὲ ἀκινητίζοντος· τοῦτο γὰρ ἡ κατ' ἐπικράτειαν [116] ἀπαιτεῖ κίνησις. οὐκοῦν εἰ προσθείημεν τέταρτον ἀμερὲς ἀκινητίζον τούτῳ τῷ σώματι, πάλιν γενήσεται κίνησις. εἴπερ γὰρ τὸ ἐκ τριῶν ἀμερῶν συγκείμενον σῶμα, δυεῖν μὲν κινουμένων, ἑνὸς δὲ ἀκινητίζοντος, κινεῖται, καὶ τετάρτου προστεθέντος ἀμεροῦς κινήσεται· ἰσχυρότερα γὰρ τὰ τρί' ἀμερῆ, μεθ' ὧν πρότερον ἐκινεῖτο, τοῦ προστεθέντος ἑνὸς ἀμεροῦς. ἀλλ' εἴπερ τὸ ἐκ τεσσάρων ἀμερῶν συγκείμενον σῶμα κινεῖται, κινήσεται καὶ τὸ ἐκ πέντε· ἰσχυρότερα γάρ ἐστι τὰ τέσσαρ' ἀμερῆ, μεθ' ὧν πρότερον [117] ἐκινεῖτο, τοῦ προστεθέντος ἀμεροῦς. καὶ εἰ τὸ ἐκ τῶν πέντε συγκείμενον κινεῖται, πάντως καὶ ἕκτου προσελθόντος ἀμεροῦς κινήσεται, ἰσχυροτέρων ὄντων τῶν πέντε παρὰ τὸ ἕν. καὶ οὕτω μέχρι μυρίων ἀμερῶν προέρχεται ὁ Διόδωρος δεικνύς, ὅτι ἀνυπόστατός ἐστιν ἡ κατ' ἐπικράτειαν κίνησις· ἄτοπον γάρ, φησί, τὸ λέγειν κατ' ἐπικράτειαν κινεῖσθαι σῶμα ἐφ' οὗ ἐνακισχίλια ἐνακόσια ἐνενήκοντα ὀκτὼ ἀκινητίζει ἀμερῆ καὶ δύο μόνον κινεῖται. ὥστε οὐδὲν κατ' ἐπικράτειαν κινεῖται. εἰ δὲ τοῦτο, οὐδὲ κατ' εἰλικρίνειαν, ᾧ ἕπεται τὸ μηδὲν κινεῖσθαι.

[118]    Ἀλλὰ γὰρ ἡ μὲν ἐπιχείρησις τοιαύτη πώς ἐστιν, φαίνεται δὲ καὶ σοφιστικὴ καὶ παρακείμενον ἔχουσα τὸν ἔλεγχον· ἅμα γὰρ τῇ τοῦ πρώτου ἀμεροῦς προσθέσει οἴχεται ἡ κατ' ἐπικράτειαν κίνησις, δυεῖν κινουμένων ἀμερῶν, δυεῖν δὲ ἀκινητιζόντων. ὅθεν τὰς μὲν τοιαύτας ἐπιχειρήσεις [119] παραιτητέον, ἐκείνοις δὲ μάλιστα χρηστέον τοῖς λόγοις· εἰ κινεῖταί τι, νῦν κινεῖται· εἰ νῦν κινεῖται, ἐν τῷ ἐνεστῶτι χρόνῳ κινεῖται· εἰ δὲ ἐν τῷ ἐνεστῶτι χρόνῳ κινεῖται, ἐν ἀμερεῖ χρόνῳ ἄρα κινεῖται. εἰ γὰρ μερίζεται ὁ ἐνεστὼς χρόνος, πάντως εἰς τὸν παρῳχημένον καὶ μέλλοντα μερισθήσεται, [120] καὶ οὕτως οὐκέτ' ἔσται ἐνεστώς. εἰ δ' ἐν ἀμερεῖ χρόνῳ τι κινεῖται, ἀμερίστους τόπους διέρχεται. εἰ δὲ ἀμερίστους τόπους διέρχεται, οὐ κινεῖται. ὅτε γὰρ ἔστιν ἐν τῷ πρώτῳ ἀμερεῖ τόπῳ, οὐ κινεῖται· ἔτι γὰρ ἔστιν ἐν τῷ πρώτῳ ἀμερεῖ τόπῳ. ὅτε δὲ ἔστιν ἐν τῷ δευτέρῳ ἀμερεῖ τόπῳ, πάλιν οὐ κινεῖται, ἀλλὰ κεκίνηται. οὐκ ἄρα κινεῖταί τι.

[121]    Πρὸς τούτοις· πᾶσα κίνησις τριῶν τινῶν ἔχεται, καθάπερ σωμάτων τε καὶ τόπων καὶ χρόνων, σωμάτων μὲν τῶν κινουμένων, τόπων δὲ τῶν ἐν οἷς ἡ κίνησις γίνεται, [122] χρόνων δὲ τῶν καθ' οὓς ἡ κίνησις γίνεται. ἤτοι οὖν πάντων τούτων εἰς ἀπείρους τεμνομένων τόπους καὶ χρόνους καὶ εἰς ἄπειρα σώματα γίνεται ἡ κίνησις, ἢ πάντων εἰς ἀμερὲς καὶ ἐλάχιστον καταληγόντων, ἢ τινῶν μὲν εἰς ἄπειρον τεμνομένων, τινῶν δὲ εἰς ἀμερὲς καὶ ἐλάχιστον καταληγόντων. ἐάν τε δὲ πάντα εἰς ἄπειρον τέμνηται, ἐάν τε πάντα εἰς ἀμερὲς καταλήγῃ, ἄπορος ὁ περὶ τῆς κινήσεως [123] εὑρεθήσεται λόγος. τάξει δὲ ἀπὸ τῆς πρώτης στάσεως ποιώμεθα τὴν ἐπιχείρησιν, καθ' ἣν πάντα εἰς ἄπειρον τέμνεται. καὶ δὴ οἱ προεστῶτες αὐτῆς φασι τὸ κινούμενον σῶμα ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον ἄθρουν μεριστὸν ἀνύειν διάστημα, καὶ οὐ τὸ πρῶτον τοῦ διαστήματος μέρος πρῶτον ἐπιλαμβάνειν τῷ πρώτῳ αὑτοῦ μέρει καὶ τὸ δεύτερον τῇ τάξει δεύτερον, ἀλλ' ὑφ' ἓν τὸ ὅλον μεριστὸν διάστημα καὶ ἀθρόως διέρχεσθαι. ὅπερ ἐστὶν ἄτοπον καὶ [124] ποικίλως τοῖς φαινομένοις μαχόμενον. εἰ γοῦν ἐπὶ τῶν αἰσθητῶν τούτων σωμάτων νοήσωμέν τινα κατὰ σταδιαίου τροχάζοντα διαστήματος, πάντως ὑποπεσεῖται, ὅτι ὀφείλει ὁ τοιοῦτος τὸ πρῶτον ἡμιστάδιον ἀνύειν πρῶτον καὶ τὸ δεύτερον τῇ τάξει δεύτερον· τὸ γὰρ ὑφ' ἓν ἀξιοῦν τὸ [125] ὅλον ἀνύειν τοῦ σταδίου διάστημα τελέως ἄτοπον. καὶ εἰ τέμοιμεν τὸ ἕτερον ἡμιστάδιον εἰς δύο τεταρτημόρια, πάντως πρῶτον διελεύσεται τὸ πρῶτον τεταρτημόριον· καὶ εἰ εἰς πλείονα τέμοιμεν, ὡσαύτως. κἂν κατὰ πεφωτισμένου δὲ τροχάζῃ τοῦ σταδίου, φαίνεται ὡς οὐχ ὑφ' ἓν σκιάσει τὸ στάδιον, ἀλλὰ τὸ μέν τι πρῶτον μέρος, τὸ δὲ [126] δεύτερον, τὸ δὲ τρίτον. καὶ εἰ παραθέοι δὲ τῷ τοίχῳ μεμιλτωμένῃ τῇ χειρὶ τούτου ἐφαπτόμενος, οὐχ ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον τὸν ὅλον τοῦ σταδίου τοῖχον μιλτώσει, ἀλλὰ κατὰ τάξιν καὶ κατὰ τὸ πρότερον πρότερον. ὅπερ οὖν ὁ λόγος ἐπὶ τῶν αἰσθητῶν ἔδειξε πραγμάτων, τουτὶ [127] καὶ ἐπὶ τῶν νοητῶν προσδεκτέον ἐστὶν ἡμῖν. καὶ ἄλλως δὲ ἔνεστι ταύτην ἀνελεῖν τὴν δόξαν, πολλαῖς καὶ ποικίλαις εἰς τοῦτο χρωμένους ὑποθέσεσιν. ὑποκείσθω γὰρ πηχυαῖον διάστημα, καὶ διωρίσθω κατὰ τὴν μεσότητα εἰς δύο ἡμιπήχεα. διωρίσθω δὲ καὶ τὰ παλαιστιαῖα διαστήματα αὐτοῦ, καὶ ἔστω τὰ διορίζοντα στερεὰ πρὸς τὸ ἀντικόπτειν καὶ ἱστᾶν δύνασθαι τὸ κινούμενον. εἰ οὖν τὸ κινούμενον ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον ἄθρουν ἀνύει μεριστὸν διάστημα, καὶ οὐ κατὰ τὸ πρότερον πρότερον ἡ κίνησις, καὶ τὸ κατὰ τοῦ προειρημένου διαστήματος κινούμενον σῶμα ὑφ' ἕνα χρόνον ὑπὸ τοῦ τὰ δύο ἡμιπηχυαῖα διορίζοντος ἀντικοπήσεται [128] σώματος καὶ ὑπὸ τοῦ τὰ παλαιστιαῖα. ἀλλ' εἰ ἐν τῷ αὐτῷ χρόνῳ ὑπὸ τούτων ἀντικοπήσεται, ἔσται τὸ αὐτὸ ἅμα καὶ κεκινημένον καὶ μὴ κεκινημένον· ᾗ μὲν γὰρ ἀντέκοψεν αὐτῷ τὸ διοριστικὸν τῶν ἡμιπηχυαίων διαστημάτων, κεκίνηται τὸ ἡμιπηχυαῖον διάστημα, ᾗ δὲ καὶ τὸ διοριστικὸν τοῦ παλαιστιαίου ἀντέκοψεν, πάλιν οὐ κεκίνηται τὸ αὐτὸ διάστημα. ἄτοπον δέ γε τὸ αὐτὸ λέγειν ἅμα κεκινῆσθαι καὶ μὴ κεκινῆσθαι. ἄτοπον ἄρα καὶ τὸ ἀξιοῦν τὸ κινούμενον ἄθρουν ὑφ' ἓν μεριστὸν ἀνύειν διάστημα καὶ μὴ κατὰ τὸ πρότερον πρότερον κινεῖσθαι.

[129] πάλιν ὑποκείσθω πηχυαῖον διάστημα, καὶ φερέσθω τινὰ σώματα ἀφ' ἑκατέρου τῶν ἄκρων ἰσοταχῶς ὡς αἱ κατ' Ἐπίκουρον ἄτομοι. οὐκοῦν ἐπεὶ ὑπόκειται ταῦτα τὰ σώματα ἰσοταχῶς κινούμενα, πάντως κατὰ τὴν μεσότητα τοῦ πηχυαίου διαστήματος προσκρούσαντα ἀλλήλοις ἢ στήσεται [130] ἢ ἐπὶ τὸν ὅθεν ἦλθε τόπον ἀντικρουσθήσεται. καὶ εἰ μὲν ἵσταται, πρόδηλόν ἐστιν, ὅτι ἑκάτερον αὐτῶν ἐν ἄλλῳ μὲν χρόνῳ ἐκινεῖτο τὸ ἀπὸ τοῦ ἄκρου διάστημα ἄχρι τῆς μεσότητος, ἐν ἄλλῳ δὲ ἔμελλεν ἀνύειν τὸ ἀπὸ τῆς μεσότητος ὡς ἐπὶ τὸ ἕτερον ἄκρον. εἰ δὲ ἀνταναβάλλεται ὡς ἐπὶ τὰ τοῦ ὅλου διαστήματος ἄκρα, πάλιν προῦπτον, ὡς ἐν ἄλλῳ μὲν χρόνῳ διῆλθε τὰ ἀπὸ τῶν ἄκρων διαστήματα ὡς ἐπὶ τὸ μέσον, ἐν ἄλλῳ δὲ ἀντικρουσθέντα ὑπέστρεψεν ὡς ἐπὶ τὰ ἄκρα. καὶ οὕτως οὐδέν ἐστι τὸ κινούμενον ὑφ' ἓν ἄθρουν μεριστὸν διάστημα.

[131]    Ἔτι καὶ οὕτως ἐλεγκτέον ἐστὶ τοὺς πάντα μὲν εἰς ἄπειρον τέμνεσθαι λέγοντας, κινεῖσθαι δὲ τὸ κινούμενον ὑφ' ἓν ἄθρουν μεριστὸν διάστημα προειληφότας. δυεῖν γὰρ ἰσοταχῶς κινουμένων σωμάτων ὅσον πηχυαῖον διάστημα, ἀκολουθήσει λέγειν ἐν τῷ αὐτῷ χρόνῳ μὴ τὸ αὐτὸ διάστημα ἑκάτερον ἀνύειν, ἀλλὰ τὸ μὲν πλεῖον, τὸ δὲ [132] ἔλαττον· ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. διωρίσθω γὰρ τὸ πηχυαῖον διάστημα τοῦ ἑτέρου σώματος κατὰ τὴν μεσότητα, καὶ τὸ διορίζον ἀντικοπτέτω παντὶ προσπίπτοντι. ἐπεὶ οὖν ἐν ἴσῳ χρόνῳ ἀξιοῦσιν ἑκάτερον κινεῖσθαι κἀν τῷ αὐτῷ ἀνύειν τό τε πηχυαῖον διάστημα καὶ τὰ μέρη τούτου καὶ οὐκ ἐν ἄλλῳ μὲν τὰ μέρη, ἐν ἄλλῳ δὲ τὸ ὅλον, πάντως ἐν ᾧ χρόνῳ κινεῖται τὸ ἕτερον τούτων τῶν σωμάτων τὸ ὅλον πηχυαῖον διάστημα, ἐν τῷ ἴσῳ καὶ τὸ λειπόμενον σῶμα κινήσεται τὸ ἡμίπηχυ διάστημα καὶ ἀντικοπὲν [133] στήσεται. ἀλλ' ὑπέκειτό γε ἰσοταχῶς ἑκάτερον αὐτῶν κινούμενον. τὰ ἄρα ἰσοταχῶς κινούμενα ἐν τῷ αὐτῷ χρόνῳ ἄνισον κινεῖται διάστημα· ὅπερ παρὰ τὴν ἐνάργειάν ἐστιν. τοίνυν οὐ κινεῖται τὸ κινούμενον ὑφ' ἓν ἄθρουν μεριστὸν διάστημα, ἀλλὰ κατὰ τὸ πρότερον πρότερον ἡ κίνησις ὀφείλει γίνεσθαι.

[134]    Ἔτι πρὸς τοῖς εἰρημένοις τὸ ἐν ἴσῳ χρόνῳ κινούμενον πλέον διάστημα τοῦ ἐν τῷ αὐτῷ χρόνῳ ἔλαττον διάστημα κινουμένου ταχύτερόν ἐστιν· οἷον ἐὰν ἐν ὡριαίῳ διαστήματι καθ' ὑπόθεσιν τῶν κινουμένων τὸ μὲν εἴκοσι σταδίους ἀνύῃ, τὸ δὲ δέκα μόνον, λεχθήσεται συμφώνως κατὰ πάντα ταχύτερον μὲν εἶναι τὸ τοὺς εἴκοσι σταδίους [135] ἀνύον, βραδύτερον δὲ τὸ τοὺς δέκα. ἀλλὰ τοῦτό γε τὸ φαινόμενον καὶ ἐναργὲς εἶναι δοκοῦν ἀναιρεῖται ὅσον ἐπὶ τῇ ἐκκειμένῃ ὑποθέσει καὶ γίνεται ψεῦδος. ἔσται γὰρ τὸ ἐν τῷ αὐτῷ χρόνῳ κινούμενον καὶ ταχύτερον καὶ βραδύτερον· ὅπερ ἦν ἀπεμφαῖνον. εἰ γὰρ οὐκ ἐν ἄλλῳ μὲν χρόνῳ τὸ ὅλον κινεῖται πηχυαῖον διάστημα, ἐν ἄλλῳ δὲ τὰ τοῦ πηχυαίου διαστήματος μέρη, ἀλλ' ἐν ἑνὶ καὶ τῷ αὐτῷ τό τε ὅλον διάστημα διέρχεται καὶ τὰ τοῦ ὅλου μέρη, ἔσται τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ καὶ βραδύτερον καὶ ταχύτερον· [136] ᾗ μὲν γὰρ πηχυαῖον ἐν τούτῳ διάστημα ἀνύει, ἔσται ταχύτερον, ᾗ δ' ἐν τῷ αὐτῷ ἡμιπηχυαῖον, ἔσται βραδύτερον. τελέως δέ ἐστιν ἄτοπον ἐν τῷ αὐτῷ χρόνῳ λέγειν τι καὶ ταχύτερον εἶναι καὶ βραδύτερον. τοίνυν οὐ κατ' ἄθρουν μεριστὸν διάστημα κινεῖται τὸ κινούμενον, ἀλλὰ κατὰ τὸ πρότερον πρότερον.

[137]    Ἱκανῶς δ' ἂν ἐλέγχοιντο οἱ ταύτης προεστῶτες τῆς δόξης καὶ διὰ τῆς λεχθησομένης ὑποθέσεως. ἔστω γάρ τι δακτυλιαῖον διάστημα, διῃρήσθω τε τοῦτο κατὰ τὴν μεσότητα εἰς δύο ἡμιδακτυλιαῖα διαστήματα, καὶ ἔστω τὸ διορίζον φύσιν ἔχον ἀντικοπτικὴν καὶ ἀποβάλλειν δυναμένην τὸ προσπίπτον, κινείσθω τε σῶμά τι κατὰ τοῦ τοιούτου διαστήματος· φημὶ δή, ὅτι κατὰ ταύτην τὴν ὑπόθεσιν, ἐπεὶ τὸ κινούμενον ἐν τῷ αὐτῷ χρόνῳ τό τε ὅλον ἀνύει διάστημα καὶ τὰ τοῦ ὅλου μέρη, δεήσει τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ ἐλθεῖν τε καὶ ἀπελθεῖν· ὅ ἐστι [138] τῶν ἀδυνάτων. εἰ γὰρ ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἀνύει τό τε ὅλον δακτυλιαῖον διάστημα καὶ τὰ μέρη αὐτοῦ, δακτυλιαῖον δ' ἔστι διάστημα τό τε ἀπὸ τοῦ ἄκρου μέχρι τῆς μεσότητος καὶ τὸ ἀπὸ ταύτης μέχρι τοῦ ἄκρου, ἐν τῷ αὐτῷ χρόνῳ καὶ ἀπελεύσεται τὸ κινούμενον καὶ προσκροῦσαν τῷ διορίζοντι κατελεύσεται. παρὰ τὴν ἐνάργειαν δέ ἐστι τὸ ἐν τῷ αὐτῷ χρόνῳ ἐλθεῖν τε καὶ ἀπελθεῖν· παρὰ τὴν ἐνάργειαν ἄρα καὶ τὸ οὕτω γίνεσθαι τὴν κίνησιν, ὥσπερ καὶ τὸ ἐν τῷ αὐτῷ χρόνῳ λέγειν καὶ ἐκτείνεσθαι τὴν χεῖρα καὶ συστέλλεσθαι, καὶ οὐκ ἐν ἄλλῳ μὲν ἐκτείνεσθαι, ἐν ἄλλῳ δὲ συστέλλεσθαι.

[139]    Ὥστε τὸ μὲν κατ' ἄθρουν διάστημα γίνεσθαι τὴν κίνησιν οὕτως ἐστὶν ἄπορον τοῖς προειρημένοις ἀνδράσιν· πολλῷ δὲ τούτου ἀπορώτερον τὸ μὴ κατ' ἄθρουν γίνεσθαι μεριστὸν διάστημα, ἀλλὰ κατὰ τὸ πρότερον πρότερον καὶ κατὰ τὸ δεύτερον δεύτερον. εἰ γὰρ οὕτω γίνεται ἡ κίνησις, πάντων εἰς ἄπειρον τεμνομένων τῶν τε σωμάτων καὶ [140] τόπων καὶ χρόνων, οὐκ ἔσται τις ἀρχὴ κινήσεως. ἵνα γάρ τι κινηθῇ πηχυαῖον διάστημα, ὀφείλει τὸ πρῶτον ἡμίπηχυ διέρχεσθαι πρῶτον καὶ τὸ δεύτερον τῇ τάξει δεύτερον. ἀλλ' ἵνα καὶ τὸ πρῶτον ἀνύσῃ ἡμίπηχυ διάστημα, ὀφείλει τὸ πρῶτον τεταρτημόριον τοῦ πηχυαίου διαστήματος διελθεῖν, εἶτα τότε τὸ δεύτερον. ἀλλὰ κἂν εἰς πέντε διαιρεθῇ, ‹τὸ πρῶτον πεμπτημόριον›, κἂν εἰς ἕξ, τὸ πρῶτον ἡκτημόριον.

[141] παντὸς οὖν τοῦ πρώτου μέρους ἄλλο πρῶτον ἔχοντος μέρος διὰ τὴν εἰς ἄπειρον τομήν, ἀνάγκη μηδέποτε ἀρχὴν γίνεσθαι κινήσεως διὰ τὸ ἀνέκλειπτα εἶναι τὰ μέρη τοῦ διαστήματος καὶ τὰ τοῦ σώματος, καὶ πᾶν τὸ ἐκ τούτων λαμβανόμενον ἔχειν ἄλλα μέρη.

[142]    Πρὸς μὲν οὖν τοὺς εἰς ἄπειρον τέμνεσθαι λέγοντας τά τε σώματα καὶ τοὺς τόπους καὶ τοὺς χρόνους (οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Στοᾶς) ταῦθ' ἥρμοζε λέγειν· οἱ δὲ πάντα εἰς ἀμερῆ καταλήγειν ὑπειληφότες, ὡς οἱ περὶ τὸν Ἐπίκουρον, νεανικωτέραις μᾶλλον ἐνέχονται ταῖς ἀπορίαις, [143] καὶ πρῶτον, ὅτι οὐκ ἔσται κίνησις, ὡς ὁ Διόδωρος ἐδίδασκε τῶν ἀμερῶν ἐχόμενος τόπων τε καὶ σωμάτων. τὸ γὰρ ἐν τῷ πρώτῳ ἀμερεῖ τόπῳ περιεχόμενον ἀμερὲς σῶμα οὐ κινεῖται· περιείχετο γὰρ ἐν τῷ ἀμερεῖ τόπῳ καὶ ἐκπεπληρώκει τοῦτον. καὶ πάλιν· τὸ ἐν τῷ δευτέρῳ ὑποκείμενον οὐ κινεῖται· κεκίνηται γὰρ ἤδη. εἰ δὲ μήτε ἐν τῷ πρώτῳ τὸ κινούμενον κινεῖται ἐφ' ὅσον ἔστιν ἐν τῷ πρώτῳ, μήτ' ἐν τῷ δευτέρῳ, παρὰ δὲ ταῦτα τρίτος οὐκ ἐπινοεῖται [144] τόπος, οὐ κινεῖται τὸ λεγόμενον κινεῖσθαι. πάρεστι δὲ καὶ χωρὶς τῆς τοιαύτης ἀπορίας ἐξ ὑποθέσεως διαβάλλειν τὴν στάσιν τῶν κατ' Ἐπίκουρον. ἔστω γὰρ διάστημα ἐξ ἐννέα [τε] συγκείμενον ἀμερῶν τόπων στοιχηδὸν τεταγμένων, καὶ κινείσθω κατ' αὐτοῦ δὴ τοῦ διαστήματος δύο ἀμερῆ σώματα ἀφ' ἑκατέρου τῶν ἄκρων, κινείσθω δὲ ἰσοταχῶς.

[145] οὐκοῦν ἐπεὶ ἡ κίνησίς ἐστιν ἰσοταχής, δεήσει ἑκάτερον τῶν τοιούτων σωμάτων ἀνὰ τέσσαρας ἀμερεῖς διέρχεσθαι τόπους. φθάσαντα δὲ ἐπὶ τὸν πέμπτον τόπον, ὅς ἐστι μέσος τῶν τεσσάρων καὶ τῶν τεσσάρων, ἢ στήσεται ἢ τὸ ἕτερον αὐτῶν προκαταταχήσει, ὥστε τοῦτο μὲν πέντε διελθεῖν ἀμερεῖς τόπους, τὸ δὲ λειπόμενον τέσσαρας μόνον, ἢ οὔτε στήσεται οὔτε τὸ ἕτερον προκαταταχήσει, συνδραμόντα δὲ ὑφ' ἓν ἀμφότερα ἐξ ἡμισείας διακαθέξει [146] τὸν πέμπτον ἀμερῆ τόπον. τὸ μὲν οὖν ἀμφότερα στῆναι πάνυ ἐστὶν ἀπίθανον· τόπου γὰρ οὐχ ὑποκειμένου καὶ μηδενὸς πρὸς τὴν κίνησιν ἀντικόπτοντος οὐ στήσεται. τὸ δὲ προκαταταχεῖν τοῦ ἑτέρου τὸ ἕτερον παρὰ τὴν ὑπόθεσιν· ὑπέκειτο γὰρ ἰσοταχῶς ἑκάτερον αὐτῶν κινούμενον.

[147] λείπεται ἄρα λέγειν, ὅτι εἰς τὸ αὐτὸ συνδραμόντα ἀμφότερα ἐφέξει τὰς ἡμισείας τοῦ λειπομένου τόπου. εἰ δὲ ἐπέχει τοῦτο μὲν τὴν καθ' αὑτὸ ἡμίσειαν, ἐκεῖνο δὲ τὴν καθ' αὑτό, οὐκ ἔσται ἀμερὴς ὁ τόπος, ἀλλ' εἰς δύο ἡμισείας μεριστός. οὑτωσὶ δὲ καὶ τὰ σώματα· μέρει γὰρ αὑτῶν τὸ τοῦ τόπου μέρος ἐπιλαμβάνοντα οὐκ ἔσται [148] ἀμερῆ. εἰ δὲ καὶ οἱ τόποι μεριστοὶ καὶ τὰ σώματα οὐκ ἀμερῆ, ἀνάγκη καὶ τὸν χρόνον μὴ εἶναι ἀμερῆ καὶ ἐλάχιστον. οὐ γὰρ ἐν ἴσῳ χρόνῳ διέρχεται τὸν ἀμερῆ τόπον τὸ ἀμερὲς σῶμα καὶ τὸ τοῦ ἀμεροῦς τόπου μέρος, ἀλλ' ἐν ἄλλῳ μὲν τὸν ὅλον ἀμερῆ τόπον, ἐν ἐλαχίστῳ δὲ [149] τὸ τούτου μέρος. πάλιν ἔστω τι κανόνιον κέντροις κατὰ τὸ ἕτερον μέρος διειλημμένον, καὶ τοῦτο περιαγέσθω ἀπὸ τοῦ ἑτέρου τῶν ἄκρων κατά τινος ἐπιπέδου ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ. καὶ δὴ τοῦ ἄκρου περιαγομένου κύκλοι καταγραφήσονται μεγέθει διαφέροντες ἀλλήλων, καὶ ὁ μὲν ἐξωτάτω καὶ πάντων περιληπτικὸς μέγιστος, ὁ δ' ἐνδοτάτω βραχύτατος, καὶ οἱ μεταξὺ τούτων ἀνάλογοι, ἤτοι μείζους καὶ μείζους ἀπὸ τοῦ κέντρου ἐπιόντων ἡμῶν ἢ ἐλάσσους καὶ ἐλάσσους ἀπὸ τῆς ἐκτὸς περιφερείας ὑποβαινόντων.

[150] ἐπεὶ οὖν εἷς ἐστιν ὁ τῆς περιαγωγῆς χρόνος (ἔστω δὲ ἀμερὴς οὗτος), ζητῶ πῶς ἑνὸς καὶ τοῦ αὐτοῦ χρόνου καθεστῶτος καθ' ὃν γέγονε τὰ τῆς καταγραφῆς, μιᾶς δὲ οὔσης καὶ τῆς κινήσεως, διαφέροντες γεγόνασιν ἀλλήλων οἱ κύκλοι, καὶ οἱ μὲν μεγάλοι, οἱ δὲ μικρὰν ἔχοντες τὴν περίμετρον.

[151] οὐδὲ γὰρ ἔνεστι λέγειν, ὅτι τῶν ἀμερῶν χρόνων διαφορά τίς ἐστι παρὰ τὸ μέγεθος καὶ διὰ τοῦτο τῶν κύκλων οἱ μὲν ἐν μείζοσιν ἀμερέσι καταγραφέντες χρόνοις εἰσὶ μείζους, οἱ δὲ ἐν ἐλάσσοσι μικρότεροι. εἰ γὰρ ἕτερος ἑτέρου μείζων ἐστὶν ἀμερὴς χρόνος, οὐκ ἔστιν ἀμερὴς ὁ χρόνος οὐδὲ ἐλάχιστος, καὶ τὸ κινούμενον οὐ πάντως ἐν [152] ἀμερεῖ χρόνῳ κινεῖται. πρὸς τούτοις οὐδὲ ἐκεῖνο ἔστι φάναι, ὅτι εἷς μέν ἐστιν ἀμερὴς χρόνος, καθ' ὃν ἅπαντες καταγράφονται οἱ κύκλοι, τὰ δὲ μέρη τοῦ περιαγομένου κανόνος οὐκ ἔστιν ἰσοταχῆ, ἀλλὰ τὰ μὲν ταχύτερον περιάγεται, τὰ δὲ βραδύτερον, καὶ ὑπὸ μὲν τῶν ταχύτερον περιαγομένων οἱ μείζους συνίστανται κύκλοι, ὑπὸ δὲ τῶν [153] βραδύτερον οἱ μικρότεροι. εἰ δὲ τῷ ὄντι τὰ μὲν θᾶττον κινεῖται μέρη, τὰ δὲ βράδιον, ἐχρῆν ἢ διασπᾶσθαι τὸ κανόνιον ἐν τῇ περιαγωγῇ ἢ κάμπτεσθαί γε πάντως, τινῶν μὲν αὐτοῦ μερῶν προκαταταχούντων, τινῶν δὲ ὑστερούντων. οὔτε δὲ διασπᾶται οὔτε κάμπτεται· τοίνυν ἄπορός ἐστιν ἡ κίνησις τοῖς πάντα λέγουσιν εἰς ἀμερῆ καταλήγειν.

[154]    καθόλου τε· εἰ πάντα ἀμερῆ ἐστιν, ὅ τε χρόνος ἐν ᾧ γίνεται ἡ κίνησις, καὶ τὸ σῶμα ὅπερ κινεῖται, ὅ τε τόπος ἐν ᾧ τὰ τῆς κινήσεως συντελεῖται, πάντα κατ' ἀνάγκην τὰ κινούμενα ἰσοταχῶς κινήσεται, ὥστε τὸν ἥλιον τῇ χελώνῃ γίνεσθαι ἰσοταχῆ· καὶ γὰρ αὐτὸς καὶ αὐτὴ ἐν ἀμερεῖ χρόνῳ ἀμερὲς ἀνύει διάστημα. ἄτοπον δέ γε πάντα τὰ κινούμενα ἰσοταχῶς λέγειν κινεῖσθαι ἢ τὴν χελώνην τῷ ἡλίῳ τυγχάνειν ἰσοταχῆ· ἄτοπον ἄρα τὸ πάντων εἰς ἀμερὲς καταληγόντων ἀξιοῦν γίνεσθαι τὴν κίνησιν.

[155]    Λείπεται τοίνυν σκοπεῖν, εἰ δύναται κινεῖσθαί τι, τινῶν μὲν εἰς ἄπειρον τεμνομένων, τινῶν δὲ εἰς ἀμερὲς καταληγόντων. καὶ δὴ οὕτως ἠνέχθησαν οἱ περὶ τὸν Στράτωνα τὸν φυσικόν· τοὺς μὲν γὰρ χρόνους εἰς ἀμερὲς ὑπέλαβον καταλήγειν, τὰ δὲ σώματα καὶ τοὺς τόπους εἰς ἄπειρον τέμνεσθαι, κινεῖσθαί τε τὸ κινούμενον ἐν ἀμερεῖ χρόνῳ ὅλον ἄθρουν μεριστὸν διάστημα [156] καὶ οὐ κατὰ τὸ πρότερον πρότερον. οὐκοῦν καὶ τὴν τούτων στάσιν ἀδύνατόν ἐστι διδάσκειν πάντων προδηλοτέρων ἐχομένους ὑποδειγμάτων. ὑποκείσθω γὰρ τετραδακτυλιαῖον διάστημα, καὶ ἀνυέτω τοῦτο τὸ κινούμενον σῶμα ἐν δυσὶν ἀμερέσι χρόνοις, ὥστε τὸ ἕτερον [τὸ] διδακτυλιαῖον ἐν ‹ἑνὶ› ἀμερεῖ χρόνῳ διέρχεσθαι καὶ τὸ λειπόμενον πάλιν ἐν ἑνί. τοιαύτης δὲ οὔσης ὑποθέσεως ἀφαιρείσθω τοῦ τοσούτου διαστήματος δακτυλιαῖον διάστημα, ὥστε τὸ περιλειπόμενον [157] διάστημα τριδακτυλιαῖον γίνεσθαι. ἀλλ' εἰ τὸ ὅλον τετραδακτυλιαῖον διάστημα ἐν δυεῖν ἀμερέσι χρόνοις τὸ κινούμενον σῶμα διήρχετο, πάντως τὸ τριδακτυλιαῖον ἀνύσει ἐν ἑνὶ ἀμερεῖ χρόνῳ καὶ ἡμίσει, ἐν ἑνὶ μὲν τὸ διδακτυλιαῖον διάστημα, ἐν ἡμίσει δὲ τὸ λειπόμενον δακτυλιαῖον. καὶ οὕτως, εἰ ἔστι τοῦ ἀμεροῦς χρόνου ἡμίσει λειπόμενος ἀμερὴς χρόνος, οὐκ ἔστι τις ἀμερὴς χρόνος, ἀλλὰ καὶ οὗτος [158] εἰς μέρη τέτμηται. ὁ δ' αὐτὸς λόγος, εἰ πέμπτον δάκτυλον προσθῶμεν τῷ τετραδακτυλιαίῳ διαστήματι. πῶς γὰρ τοῦτο κινήσεται τὸ κινούμενον; ἆρά γε ἐν ἀμερεῖ χρόνῳ; ἀλλ' ἐπεὶ καὶ τὸ διπλοῦν ἐν ἀμερεῖ χρόνῳ διήνυεν, ἔσται τὸ ἐν τῷ αὐτῷ χρόνῳ κινούμενον ταχύ τε ἅμα καὶ βραδύ, ᾗ μὲν διδακτυλιαῖον ἐν ἀμερεῖ χρόνῳ ἀνύει, ταχύ, ᾗ δ' ἐν τῷ ἴσῳ δακτυλιαῖον διέρχεται, βραδύ. εἰ δὲ ἐν ἐλάττονι ἀμεροῦς χρόνου ἀνύει τὸν πέμπτον δάκτυλον, μεριστός ἐστιν ὁ ἀμερὴς χρόνος· ὅπερ οὐ θέλουσιν.

[159]    Καὶ μὴν εἰ ἐν ἀμερεῖ χρόνῳ τὸ κινούμενον ὑφ' ἓν ἄθρουν μεριστὸν ἀνύει διάστημα, στήσεταί τι ἀναιτίως, ὡς παραστήσομεν· οὐχὶ δέ γε ἵσταταί τι ἀναιτίως· οὐκ [160] ἄρα κατὰ τοῦτον τὸν τρόπον γίνεται ἡ κίνησις. ἔστω γὰρ ὄρθιόν τι διάστημα, οἷον δεκάπηχυ, καὶ βαρύ τι σῶμα, οἱονεὶ μολιβῆ σφαῖρα, ἐν ἑνὶ ἐλαχίστῳ χρόνῳ ἀνυέτω ὅλον τοῦτο τὸ διάστημα ἄνωθεν κάτω. ἀλλὰ καὶ προστιθέσθω τούτῳ τῷ διαστήματι ἄλλο πηχυαῖον διάστημα, ὥστε ὅλον γίνεσθαι ἑνδεκάπηχυ, ἀφιέσθω τε πάλιν ἀπὸ τοῦ ἄκρου ἡ [161] σφαῖρα. οὐκοῦν φθάσασα ἐπὶ τὸ πέρας μὲν τοῦ δεκάτου πήχεως ἀρχὴν δὲ τοῦ ἑνδεκάτου ἢ στήσεται ἢ καὶ τοῦτον διελεύσεται, φημὶ δὲ τὸν ἑνδέκατον πῆχυν. ἀλλὰ τὸ μὲν στῆναι ἄτοπον· βαρὺ γὰρ οὕτω σῶμα καὶ δι' ἀέρος φερόμενον καὶ μηδενὸς ἀντικόπτοντος, εἰ στήσεται, πάντως [162] ἀναιτίως στήσεται, ὅπερ ἦν ἄτοπον. εἰ δὲ κινήσεται, ἐπεὶ τὸ ὅλον δεκάπηχυ διάστημα ἐν ἑνὶ ἀμερεῖ διέρχεται χρόνῳ, τὸ λειπόμενον πηχυαῖον διάστημα τῆς αὐτῆς οὔσης κινήσεως ἐν δεκάτῳ μέρει τοῦ ἀμεροῦς χρόνου διελεύσεται, ὥστε τὸν ἀμερῆ χρόνον πρὸς τῷ μὴ εἶναι ἀμερῆ ἔτι καὶ εἰς δέκα μέρη τετμῆσθαι.

[163]    Καὶ μὴν εἰ τὸ κινούμενον ἐν ἑνὶ ἀμερεῖ χρόνῳ ὅλον ἀνύει μεριστὸν διάστημα, ἐξ ἀνάγκης ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἐν πᾶσι γενήσεται τοῖς τοῦ διαστήματος μέρεσιν. εἰ δὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ ἐν πᾶσι γενήσεται τοῖς τοῦ διαστήματος μέρεσιν, οὐκ ἔσται κεκινημένον τὸ διάστημα [164] ἀλλὰ ἐπεσχηκός· ὅπερ ἄτοπον. οὐ τοίνυν ἐν ἑνὶ καὶ ἀμερεῖ χρόνῳ κινεῖται τὸ κινούμενον μεριστὸν διάστημα, ἐπεὶ ἔσται τὸ αὐτὸ ἐν τῷ αὐτῷ χρόνῳ θερμόν τε καὶ ψυχρόν, πεφωτισμένον τε καὶ ἀφώτιστον. ὑποκείσθω γὰρ διπηχυαῖον διάστημα, καὶ τούτου ὁ μὲν ἕτερος πῆχυς [165] πεπυρακτώσθω, ὁ δ' ἕτερος ἐψύχθω. εἰ δὴ τὸ κινούμενον ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἀμερεῖ χρόνῳ τὸ ὅλον τοῦτο ἐπιλαμβάνει διάστημα, ὅτε μὲν κατὰ τοῦ πεπυρακτωμένου πήχεώς ἐστιν, ἔσται πεπυρακτωμένον, ὅτε δὲ κατὰ τοῦ ἐψυγμένου, ἐψυγμένον. γίνεται δὲ κατὰ τὸν αὐτὸν χρόνον ἔν τε τῷ πεπυρακτωμένῳ καὶ τῷ ἐψυγμένῳ· τὸ αὐτὸ ἄρα κατὰ τὸν αὐτὸν χρόνον ἔσται θερμόν τε ἅμα καὶ ψυχρόν· [166] ὃ τῶν ἀδυνάτων ὑπῆρχεν. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὴν αὐτὴν ἔφοδον ἔσται διδάσκειν, ὅτι ὑφ' ἓν ταὐτὸ ἔσται καὶ πεφωτισμένον καὶ ἀφώτιστον· ὃ καὶ αὐτὸ παρὰ τὴν ἐνάγρειαν.

   Πρὸς τούτοις δεήσει ἐν τῷ αὐτῷ χρόνῳ, ὁπηλίκον ἄν τις ὑποθῆται διάστημα, κεκινῆσθαι λέγειν τὸ κινούμενον.

[167] οἷον ἔστω τετραδακτυλιαῖον διάστημα, καὶ διῃρήσθω εἰς ὀκτὼ μέρη, εὐσήμου τε χάριν διδασκαλίας τὸ μὲν πρῶτον αὐτοῦ μέρος καλείσθω Α, τὸ δὲ δεύτερον Β, τὸ δὲ τρίτον Γ, καὶ κατὰ τὰ ἑξῆς ὁμοίως. εἰ δὴ τὸ κινούμενον ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ μεριστὸν ἀνύει διάστημα, ἐν ᾧ χρόνῳ κινεῖται τὸ ΑΒ διάστημα, ἐν τῷ αὐτῷ δυνήσεται κινεῖσθαι τὸ ΒΓ διάστημα. ἀλλ' εἰ ‹τοῦτο›, ἐν τῷ αὐτῷ κινήσεται καὶ τὸ ΓΔ, καὶ οὕτω μέχρις ἀπείρου, ὥστε ἐν ἑνὶ καὶ ἀμερεῖ χρόνῳ κινήσεται τὸ ὅλον τῆς γῆς διάστημα.

[168]    Εἰ οὖν μήτε εἰς ἄπειρον οὔσης τῆς τομῆς μήτε εἰς ἀμερὲς τῆς καταλήξεως, μήτε τινῶν μὲν εἰς ἄπειρον τεμνομένων, τινῶν δὲ εἰς ἀμερὲς καταληγόντων, σῴζεται ἡ κίνησις, ῥητέον μηδὲν εἶναι κίνησιν. οἷς ἕπεται ἡ ἐποχὴ διά τε τὴν τῆς ἐναργείας καὶ διὰ τὴν τῶν ἀντικειμένων αὐτῇ λόγων ἰσοσθένειαν.

[169]

‹γ΄› εἰ ἔστι χρόνος

   Τῆς κινήσεως τριῶν οὐσιῶν, ὡς προεῖπον, ἐχομένης, σώματός τε τοῦ κινουμένου καὶ τόπου τοῦ ἐν ᾧ κινεῖται καὶ χρόνου καθ' ὃν ἡ κίνησις συντελεῖται, ἐπεὶ τό τε σῶμα καὶ τὸν τόπον ἠπορήσαμεν, πειρασόμεθα καὶ περὶ χρόνου ζητεῖν· τάχα γὰρ καὶ περὶ τούτου ὁ λόγος ἄπορος φανεῖται τοῖς τε αἰώνιον ὑποτιθεμένοις εἶναι τὸν κόσμον φυσικοῖς καὶ τοῖς ἀπό τινος χρόνου λέγουσιν αὐτὸν συνε[170]στάσθαι. καὶ δή τινές φασι χρόνον εἶναι διάστημα τῆς τοῦ κόσμου κινήσεως, οἱ δὲ αὐτὴν τὴν τοῦ κόσμου κίνησιν. οὔτε δὲ κατὰ τοὺς πρώτους οὔτε κατὰ τοὺς δευτέρους γίνεταί τις χρόνος. εἴπερ γὰρ τὸ διάστημα τῆς κινήσεως καὶ ἡ κίνησις οὐδέν ἐστι παρὰ τὸ κινούμενον, ὁ χρόνος τῆς κοσμικῆς κινήσεως διάστημα καθεστὼς ἢ ἰδιαίτερον κοσμικὴ κίνησις οὐδὲν ἔσται παρὰ τὸν κινούμενον κόσμον, ἀλλὰ κόσμος πως ἔχων γενήσεται ὁ χρόνος· [171] ὅπερ ἐστὶν ἄτοπον. καὶ ἄλλως· τὴν μὲν κίνησιν τοῦ κόσμου ἐνδέχεται νοεῖν κατά τινα χρόνον μὴ οὖσαν, ὥστ' οὐκ ἂν [172] εἴη τοῦ κόσμου κίνησις ‹ὁ› χρόνος. καὶ ἄλλως· πᾶσα κίνησις ἐν χρόνῳ γίνεται, διὸ καὶ ἡ τοῦ κόσμου κίνησις ἐν χρόνῳ γενήσεται. ὁ δὲ χρόνος ἐν χρόνῳ οὐ γίνεται· ἤτοι γὰρ ἐν αὑτῷ γενήσεται ἢ ἐν ἄλλῳ ἢ ἄλλοις. οὔτε δὲ ἐν αὑτῷ γένοιτ' ἄν (ἔσται γὰρ ὁ αὐτὸς καὶ εἷς καὶ δύο), οὔτε ἕτερος ἐν ἑτέρῳ διὰ τὸ μήτε τινὰ τῶν ἐνεστώτων γίνεσθαι ἐν τῷ μὴ ἐνεστῶτι μήτε τινὰ τῶν μὴ ἐνεστώτων ἐν τῷ ἐνεστῶτι. τοίνυν οὐδὲ διὰ τοῦτο ῥητέον κόσμου κίνησιν [173] εἶναι τὸν χρόνον. πάλιν ὥσπερ ἡ κίνησις ἐν χρόνῳ γίνεται, οὕτω καὶ ἡ μονή· ἀλλ' ὃν τρόπον οὐδεὶς λέγει τὴν μονὴν εἶναι χρόνον, οὕτως οὐδὲ τὴν τοῦ κόσμου κίνησιν δεόντως χρόνον ἀποφαίνεται. ἥ τε τοῦ κόσμου κίνησις διὰ παντός ἐστιν ἡ αὐτή, ὁ δὲ χρόνος οὐ διὰ παντός ἐστιν ὁ αὐτός, ἀλλ' ὁτὲ μὲν ὁ αὐτὸς λέγεται, ὁτὲ δὲ ἄνισος· καὶ ὅτε ἄνισος, ὁτὲ μὲν πλείων, ὁτὲ δὲ ἐλάττων. ἕτερον ἄρα ἐστὶν ἡ τοῦ κόσμου κίνησις καὶ ἕτερον ὁ χρόνος.

[174] οἵ γε μὴν τὴν τοῦ κόσμου κίνησιν ἀνελόντες, τὴν δὲ γῆν κινεῖσθαι δοξάσαντες, ὡς οἱ περὶ Ἀρίσταρχον τὸν μαθηματικόν, οὐ κωλύονται νοεῖν χρόνον. τοίνυν ἕτερον εἶναι λεκτέον τὸν χρόνον καὶ οὐ ταὐτὸν τῇ τοῦ κόσμου κινήσει.

[175] οἵ τε ἐν καταγείοις τισὶ καὶ ἀλαμπέσι σπηλαίοις βιοτεύοντες καὶ οἱ ἐκ γενετῆς πηροὶ τῆς μὲν τοῦ κόσμου κινήσεως ἔννοιαν οὐκ ἔχουσιν, καθίσαντες δὲ καὶ ἀναστάντες καὶ περιπατήσαντες ἔννοιαν χρόνου λαμβάνουσι τοῦ ἐν ᾧ τὰ τρία ταῦτα ἐνήργησαν, καὶ πλείονος μὲν τοῦ ἐν ᾧ τὰ τρία, ἐλάσσονος δὲ τοῦ ἐν ᾧ τὰ δύο, ἐλαχίστου δὲ τοῦ ἐν ᾧ τὸ ἕν. εἰ δὲ δυνατὸν νοῆσαι χρόνον μὴ νοοῦντας τὴν οὐράνιον περιφοράν, ἕτερόν ἐστιν αὕτη καὶ ἕτερον ὁ χρόνος.

[176]    Ἀριστοτέλης δὲ χρόνον ἔφασκεν εἶναι ἀριθμὸν τοῦ ἐν κινήσει πρώτου καὶ ὑστέρου. εἰ δὲ τοῦτό ἐστιν ὁ χρόνος, συμμνημόνευσίς τις τοῦ ἐν κινήσει πρώτου καὶ ὑστέρου, τὸ ἠρεμοῦν καὶ ἀκινητίζον οὐκ ἔσται ἐν χρόνῳ. ἢ εἴπερ ἐστὶν ἐν χρόνῳ τὸ ἀκινητίζον, ὁ δὲ χρόνος ἐστὶν ἀριθμὸς τοῦ ἐν κινήσει πρώτου καὶ ὑστέρου, ἔσται τὸ ἐν [177] χρόνῳ ἠρεμοῦν καὶ κινούμενον· ὅπερ ἀδύνατον. διόπερ Στράτων ὁ φυσικὸς ἀποστὰς τῆσδε τῆς ἐννοίας ἔλεγε χρόνον ὑπάρχειν μέτρον πάσης κινήσεως καὶ μονῆς· παρήκει γὰρ πᾶσι τοῖς κινουμένοις, ὅτε κινεῖται, καὶ πᾶσι τοῖς ἀκινήτοις, ὅτε ἀκινητίζει, καὶ διὰ τοῦτο πάντα τὰ γινόμενα [178] ἐν χρόνῳ γίνεται. μήποτε δὲ πάμπολλά ἐστι καὶ τὰ τούτῳ μαχόμενα· αὔταρκες δὲ νῦν ἐκεῖνο λέγειν, ὅτι τὸ μετροῦν τὴν κίνησιν ἢ τὴν μονὴν ἐν χρόνῳ γίνεται καὶ οὐκ ἔστι χρόνος. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη τὸ μετροῦν τὴν κίνησιν καὶ τὴν μονὴν ὁ χρόνος· ἐν χρόνῳ γὰρ οὐ γίνεται [179] χρόνος. ἄλλως τε· εἰ διὰ τοῦτο μέτρον τῆς κινήσεως καὶ τῆς μονῆς ἐστιν ὁ χρόνος, ἐπεὶ ἀντιπαρήκει τῇ τε κινήσει ἐφ' ὅσον ἐστὶ κίνησις καὶ τῇ μονῇ ἐφ' ὅσον ἐστὶ μονή, ἐπεὶ πάλιν ἡ κίνησις καὶ ἡ μονὴ ἀντιπαρήκει τῷ χρόνῳ, οὐ μᾶλλον ἔσται χρόνος μέτρον τῆς κινήσεως καὶ τῆς μονῆς [180] ἢ ἡ κίνησις καὶ ἡ μονὴ μέτρον τοῦ χρόνου. καὶ τοῦτο τάχα βέλτιον ἦν εἰπεῖν· ὁ μὲν γὰρ χρόνος δυσθεώρητόν τι ἐστίν, ἡ δὲ κίνησις καὶ ἡ μονὴ εὐσύνοπτον, ληφθείη δ' ἂν οὐκ ἐκ τοῦ δυσθεωρήτου τὸ εὐθεώρητον, ἀλλ' ἀνάπαλιν.

[181]    Δοκεῖ δὲ καὶ εἰς τοὺς περὶ Ἐπίκουρον καὶ Δημόκριτον φυσικοὺς τοιαύτη τις ἀναφέρεσθαι τοῦ χρόνου νόησις "χρόνος ἐστὶν ἡμεροειδὲς καὶ νυκτοειδὲς φάντασμα", καθ' ἣν πάλιν ἄπορός ἐστιν ἡ [περὶ] τοῦ χρόνου φύσις. εἰ γὰρ ἀνυπόστατος δείκνυται ἡ ἡμέρα καὶ ἡ νύξ, ἀκολουθεῖ καὶ τὸ ἡμεροειδὲς φάντασμα μὴ εἶναι χρόνον ἢ ἀνυπόστατον [182] ὑπάρχειν. ἡμέρα γὰρ ἡ καὶ ἰδιαίτερον νοουμένη καὶ δωδεκάωρος, τουτέστιν ἡ ἀπὸ ἀνατολῆς μέχρι δύσεως, σκεψαμένοις ἡμῖν ἀνυπόστατος φαίνεται. ὅτε γὰρ ἡ πρώτη ὑφέστηκεν ὥρα, οὔπω αἱ ἕνδεκα ὑφεστᾶσιν· τῶν δέ γε [183] πλειόνων ὡρῶν μὴ οὐσῶν οὐκ ἂν εἴη ἡμέρα. καὶ πάλιν· ὅτε ἡ δευτέρα ἐνέστηκεν ὥρα, ἡ μὲν πρώτη οὐκέτ' ἔστιν, αἱ δὲ λειπόμεναι δέκα οὔπω εἰσίν, διὸ τῶν πλειόνων μὴ οὐσῶν ὡρῶν οὐδ' οὕτως ἔσται ἡ ἡμέρα. πάντοτε οὖν μιᾶς ὥρας ὑφεστώσης, τῆς δὲ ἡμέρας μιᾶς ὥρας μὴ οὔσης, [184] οὐκ ἂν εἴη τις ἡμέρα. καὶ μὴν οὐδὲ ἡ μία ὥρα ὑφέστηκεν· κατὰ πλάτος γὰρ νοεῖται, ἐκ πλειόνων τε καὶ αὐτὴ συνέστηκε μοιρῶν, ὧν αἱ μὲν οὐδέπω εἰσίν, αἱ δὲ οὐκέτι, ὥστε καὶ τὸ σύνθετον ἐξ αὐτῶν ἀνυπόστατον γίνεσθαι. εἰ δὲ μήτε ὥρα τις ἐστὶ μήτε ἡμέρα μήτε κατὰ τὸ ἀνάλογον νύξ, οὐδὲ χρόνος ἔσται ἡμεροειδὲς ἢ νυκτοειδὲς [185] φάντασμα. καὶ μὴν ἡμέρα λέγεται διχῶς, καθ' ἕνα μὲν τρόπον ἡ ἐκ τῶν δώδεκα ὡρῶν συνεστῶσα, καθ' ἕτερον δὲ ὁ πεφωτισμένος ἐξ ἡλίου ἀήρ. ἤτοι οὖν τῆς ἐκ τῶν ὡρῶν συνεστώσης ἡμέρας φάντασμα εἶναι λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον τὸν χρόνον, ἢ τῆς ὡς πεφωτισμένου [186] ἀέρος ἐξ ἡλίου. ἀλλὰ τῆς μὲν ἐκ τῶν ὡρῶν συνεστώσης ἡμέρας οὐκ ἂν εἴπαιεν φάντασμα εἶναι τὸν χρόνον· αὕτη γὰρ αὐτὴ ἡ ἡμέρα χρόνος ἐστί, φημὶ δὲ [187] τὴν δωδεκάωρον, διόπερ εἰ τὸ φάντασμα ταύτης χρόνος νοεῖται, ἔσται ὁ χρόνος τοῦ χρόνου φάντασμα· ὅπερ ἦν ἀπεμφαῖνον. τοίνυν οὐ λεκτέον τὸ τῆς δωδεκαώρου ἡμέρας φάντασμα χρόνον ὑπάρχειν. καὶ μὴν οὐδὲ τὸ τῆς ὡς πεφωτισμένου ἀέρος ἡμέρας φάντασμα· αὕτη γὰρ ἐν χρόνῳ γίνεται, καὶ διὰ τοῦτο εἰ χρόνος ἐστὶ τὸ ταύτης τῆς ἡμέρας ἡμέτερον φάντασμα, ἐν τῷ ἡμετέρῳ φαντάσματι γενήσεται ἡ τοιαύτη ἡμέρα. ὃ πολλῷ τοῦ πρώτου χεῖρόν [188] ἐστιν. φθαρέντος τε τοῦ κόσμου κατὰ Ἐπίκουρον οὔτε ἡμέρα ἔστιν οὔτε νύξ, διὰ δὲ τοῦτο οὔτε ἡμερήσιον οὔτε νυκτερήσιον φάντασμα. ἄτοπον δ' ἦν φθαρέντος τοῦ κόσμου λέγειν μὴ εἶναι χρόνον· καὶ γὰρ τὸ ποτὲ ἐφθάρθαι καὶ τὸ φθείρεσθαι χρόνων ἐστὶν ἐμφατικά. εἰ δὲ τοῦτο, ἕτερον μέν ἐστιν ὁ χρόνος, διάφορον δὲ τὸ ἡμερήσιον ἢ νυκτερήσιον φάντασμα.

   Ἐκ μὲν οὖν τῆς ἐπινοίας οὕτως ἡ τοῦ χρόνου ὕπαρξις [189] ἠπορήσθω· πάρεστι δὲ καὶ προηγουμένῳ λόγῳ τὸ προκείμενον κατασκευάζειν. εἴπερ γὰρ ἔστι χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν· οὔτε δὲ πεπέρασται, ὡς παραστήσομεν, οὔτε ἄπειρός ἐστιν, ὡς διδάξομεν· οὐκ ἄρα ἔστι τι χρόνος. εἰ γὰρ πεπέρασται ὁ χρόνος, ἦν ποτὲ χρόνος, ὅτε [ὁ] χρόνος οὐκ ἦν, καὶ ἔσται ποτὲ χρόνος, ὅτε οὐκ ἔσται χρόνος. ἄτοπον δέ γε ἢ τὸ γεγονέναι ποτὲ χρόνον, ὅτε χρόνος οὐκ ἦν, ἢ τὸ ἔσεσθαί ποτε χρόνον, ὅτε χρόνος οὐκ ἔσται· καὶ γὰρ τὸ ποτὲ γεγονέναι καὶ τὸ ἔσεσθαι, καθὼς προεῖπον, διαφερόντων χρόνων [190] ἐστὶν ἐμφατικά. οὐ τοίνυν πεπέρασται ὁ χρόνος. καὶ μὴν οὐδὲ ἄπειρός ἐστιν. ἔστι γάρ τι αὐτοῦ τὸ μὲν [τι] παρῳχημένον, τὸ δὲ μέλλον. ἤτοι οὖν ἑκάτερος τούτων τῶν χρόνων ἔστιν ἢ οὐκ ἔστιν. καὶ εἰ μὲν οὐκ ἔστιν, αὐτόθεν πεπέρασται ὁ χρόνος, καὶ εἰ πεπέρασται, μένει τὸ ἀρχῆθεν ἄπορον, τὸ γεγονέναι ποτὲ χρόνον, ὅτε χρόνος οὐκ ἦν, καὶ [191] τὸ ἔσεσθαί ποτε χρόνον, ὅτε χρόνος οὐκ ἔσται. εἰ δὲ ἔστιν ἑκάτερος, φημὶ δὲ ὅ τε παρῳχημένος καὶ ὁ μέλλων χρόνος, ἐν τῷ παρόντι ἔσται. ἐν τῷ παρόντι δὲ ὑπάρχων, ἐν τῷ ἐνεστῶτι γενήσεται χρόνῳ ὅ τε παρῳχημένος καὶ ὁ μέλλων. ἄτοπον δὲ τὸν παρῳχημένον καὶ τὸν μέλλοντα λέγειν κατὰ τὸν ἐνεστῶτα χρόνον νοεῖσθαι. τοίνυν οὐδ' ἄπειρός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε πεπερασμένος νοεῖται [192] μήτ' ἄπειρος, οὐδ' ὅλως ἔστιν. τό τε μὴν ἐξ ἀνυπάρκτων συνεστὼς ἀνύπαρκτον ἔσται, ὁ δέ γε χρόνος ἐξ ἀνυπάρκτων ἀξιοῦται συνεστάναι τοῦ παρῳχημένου μηκέτ' ὄντος καὶ τοῦ μέλλοντος μήπω ὄντος· ἀνύπαρκτος ἄρα ἐστὶν ὁ χρόνος.

[193]    Πρὸς τούτοις· εἰ ἔστι τι χρόνος, ἤτοι ἀμέριστός ἐστιν ἢ μεριστός· οὔτε δὲ ἀμέριστος εἶναι δύναται, καθὼς ὑπομνήσομεν, οὔτε μεριστός, ὡς καταστησόμεθα· οὐκ ἄρα ἔστι τις χρόνος. ἀμερὴς μὲν οὖν οὐ δύναται τυγχάνειν ὁ χρόνος, ἐπεὶ διαιρεῖται εἴς τε τὸν παρῳχημένον καὶ τὸν ἐνεστῶτα [194] καὶ εἰς τὸν μέλλοντα. μεριστὸς δὲ οὐκ ἂν ὑπάρχοι διὰ τὸ πᾶν τὸ μεριστὸν ὑπό τινος αὐτοῦ μέρους καταμετρεῖσθαι· οἷον ὁ μὲν πῆχυς ὑπὸ παλαιστοῦ καταμετρεῖται, καὶ ἔστι τοῦ πήχεως μέρος ὁ παλαιστής, ὑπὸ δὲ τοῦ δακτύλου ὁ παλαιστής, καὶ ἔστι μέρος τοῦ παλαιστοῦ ὁ δάκτυλος. τοίνυν εἰ καὶ ὁ χρόνος μεριστός ἐστιν, ὀφείλει [195] πρός τινος αὐτοῦ μέρους καταμετρεῖσθαι. οὔτε δὲ ὑπὸ τοῦ ἐνεστῶτος ἐνδέχεται τοὺς ἄλλους χρόνους καταμετρεῖσθαι. εἰ γὰρ ὁ ἐνεστὼς χρόνος καταμετρεῖ τὸν παρῳχημένον, ἔσται ὁ ἐνεστὼς χρόνος κατὰ τὸν παρῳχημένον, γινόμενος δὲ κατὰ τὸν παρῳχημένον οὐκέτι ἔσται ἐνεστώς, ἀλλὰ παρῳχημένος. καὶ εἰ τὸν μέλλοντα καταμετρεῖ ὁ ἐνεστώς, κατ' αὐτὸν γινόμενος μέλλων ἔσται, ἀλλ' οὐχὶ ἐνεστώς. ὅθεν οὐδὲ τοῖς ἄλλοις χρόνοις ἐνδέχεται καταμετρεῖν τὸν ἐνεστῶτα· ἑκάτερος γὰρ αὐτῶν κατὰ τοῦτον γενόμενος ἐνεστὼς ἔσται καὶ οὔτε παρῳχημένος οὔτε μέλλων.

[196] ἀλλ' εἰ πάντως μεριστὸν ἢ ἀμέριστον δεῖ νοεῖν τὸν χρόνον, ἐδείξαμεν δὲ ἡμεῖς, ὅτι οὔτε μεριστός ἐστιν οὔτε ἀμέριστος, λεκτέον μηδὲν εἶναι τὸν χρόνον.

[197]    Σὺν τούτοις· ὁ χρόνος τριμερής ἐστιν· τὸ μὲν γάρ τι ἦν αὐτοῦ παρῳχημένον, τὸ δ' ἐνεστώς, τὸ δὲ μέλλον. τούτων δὲ τὸ μὲν παρῳχημένον οὐκέτ' ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν. λείπεται δὲ ἓν εἶναι μέρος ἐνεστηκός. ἤτοι οὖν ὁ ἐνεστηκὼς χρόνος ἀμερής ἐστιν ἢ μεριστός. οὔτε δὲ ἀμερὴς εἶναι δύναται· ἐν ἀμερεῖ γὰρ χρόνῳ οὐδὲν πέφυκε γίνεσθαι μεριστόν, ὥς φησι Τίμων, οἷον τὸ γίνεσθαι καὶ τὸ φθείρεσθαι καὶ πᾶν ὃ τούτοις ἔοικεν.

[198] εἰ δ' ἀμερής ἐστιν, οὔτε ἀρχὴν ἕξει, ᾗ συνάπτει τῷ παρῳχημένῳ, οὔτε πέρας, ᾧ συνάπτει τῷ μέλλοντι· τὸ γὰρ ἀρχὴν ἔχον καὶ πέρας οὐκ ἀμέριστόν ἐστιν. εἰ δὲ μήτε ἀρχὴν ἔχει μήτε πέρας, οὐδὲ μέσον ἔχει· κατὰ γὰρ τὴν ὡς ταῦτα σύμβλησιν νοεῖται τὸ μέσον. μήτε δὲ ἀρχὴν ἔχων μήτε [199] πέρας μήτε μέσον οὐδ' ὅλως ἔσται. εἰ δὲ μεριστός ἐστιν ὁ ἐνεστὼς χρόνος, ἤτοι εἰς τοὺς ὄντας χρόνους μερίζεται ἢ εἰς τοὺς μὴ ὄντας. καὶ εἰ μὲν εἰς τοὺς μὴ ὄντας χρόνους μερίζοιτο, οὐκέτ' ἔσται χρόνος· τὸ γὰρ εἰς τοὺς μὴ ὄντας χρόνους μεριζόμενον οὐκ ἂν εἴη χρόνος. εἰ δὲ εἰς τοὺς ὄντας χρόνους μερίζεται, οὐκέτι ἔσται ὅλος ἐνεστώς, ἀλλὰ τὶ μὲν αὐτοῦ παρῳχημένον, τὶ δὲ μέλλον. διὰ δὲ τοῦτο οὐκέτι ἔσται ὅλος ἐνεστὼς καὶ ὑπάρχων, τοῦ μὲν [200] μηκέτι ὄντος αὐτοῦ, τοῦ δὲ μήπω ὄντος. ἀλλ' εἰ τριῶν ὄντων, παρῳχημένου καὶ μέλλοντος καὶ ἐνεστῶτος, δέδεικται τούτων μηδεὶς ὑπάρχων, οὐκ ἂν εἴη τις χρόνος.

   Οἱ δὲ λέγοντες τὸν ἐνεστῶτα χρόνον πέρας μὲν εἶναι τοῦ παρῳχημένου, ἀρχὴν δὲ τοῦ μέλλοντος, ἐκ δυεῖν ἀνυπάρκτων χρόνων ἕνα ποιοῦντες, οὐχ ἕνα μόνον, ἀλλὰ καὶ [201] πάντα χρόνον ἀνύπαρκτον ποιοῦσιν. ἄλλως τε· εἰ πέρας ἐστὶ τοῦ παρῳχημένου ὁ ἐνεστὼς χρόνος, τὸ δὲ πέρας τοῦ παρῳχημένου συμπαρῴχηκε τῷ οὗ ἐστι πέρας, οὐκέτι ἔσται ὁ ἐνεστὼς χρόνος, εἴπερ πέρας ἐστὶ τοῦ παρῳχημένου.

[202] καὶ πάλιν, εἰ ἀρχὴ τοῦ μέλλοντός ἐστιν ὁ ἐνεστὼς χρόνος, ἡ δὲ ἀρχὴ τοῦ μέλλοντος οὔπω ἔστιν, ὁ ἐνεστὼς χρόνος οὔπω ὑποστήσεται, καὶ οὕτω τὰ ἐναντιώτατα τούτῳ συμβήσεται· καθὸ μὲν γὰρ ἐνεστώς ἐστιν, ὑπάρξει, καθὸ δὲ συμπαρῴχηκε τῷ παρῳχημένῳ, οὐκέτι ἔσται, καθὸ δὲ τῷ μέλλοντι σύνεστιν, οὔπω ἔσται. ἄτοπον δὲ τὸν αὐτὸν χρόνον νοεῖν καὶ ὄντα καὶ μηκέτ' ὄντα καὶ μήπω ὄντα. τοίνυν οὐδὲ ταύτῃ ῥητέον εἶναί τινα χρόνον.

[203]    Ἐπακτέον δὲ καὶ οὕτως· εἰ ἔστι τι χρόνος, ἤτοι ἄφθαρτός ἐστι καὶ ἀγένητος ἢ φθαρτὸς καὶ γενητός· οὔτε δὲ ἄφθαρτός ἐστι καὶ ἀγένητος, ὡς δειχθήσεται, οὔτε φθαρτὸς καὶ γενητός, ὡς καὶ τοῦτο παρασταθήσεται· οὐκ ἄρα ἔστι τι χρόνος. ἄφθαρτος μὲν οὖν καὶ ἀγένητος οὐκ ἔστιν, εἴ γε τὸ μέν τι αὐτοῦ παρῴχηκε, τὸ δὲ ἐνέστηκε, τὸ [204] δὲ μέλλει. καὶ γὰρ ἡμέρα ἡ μὲν χθὲς οὐκέτι ἔστιν, ἡ δὲ σήμερον ἔστιν, ἡ δὲ αὔριον οὔπω γέγονεν. ὅθεν καὶ τοῦ χρόνου τὸ μὲν οὐκ ἔσται, ὥσπερ τὸ παρῳχημένον, τὸ δὲ ἔστιν, ὡς τὸ ἐνεστηκός, τὸ δὲ οὔπω ἔστιν, καθάπερ τὸ μέλλον. διὰ δὲ τοῦτο οὔτε ἀγένητος οὔτε ἄφθαρτος γενήσεται [205] ὁ χρόνος. εἰ δὲ φθαρτός ἐστι καὶ γενητός, ἄπορον τὸ εἰς τί φθαρήσεται καὶ ἐκ τίνος ἔσται. οὔτε γὰρ ὁ μέλλων ἔστιν ἤδη, οὔτε ὁ παρῳχημένος ἔτι ἔστιν. ἐκ δὲ τῶν μὴ ὄντων πῶς δύναταί τι ‹γίνεσθαι, ἢ εἰς τὰ μὴ ὄντα πῶς δύναταί τι› φθείρεσθαι; οὐδὲν οὖν ἐστι χρόνος.

[206]    Ἐπιχειρητέον δὲ καὶ οὕτως· εἰ ἔστι τι χρόνος, ἤτοι γενητός ἐστιν ἢ ἀγένητος ἢ τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος· οὔτε δὲ γενητὸς δύναται εἶναι ὁ χρόνος οὔτε ἀγένητος οὔτε τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος· οὐκ ἄρα [207] ἔστι τι χρόνος. εἰ μὲν γὰρ γενητὸς εἴη, ἐπεὶ πᾶν τὸ γεννώμενον ‹ἐν› χρόνῳ γίνεται, καὶ ὁ χρόνος γεννώμενος ἐν χρόνῳ ἔσται γεννώμενος. ἤτοι οὖν [ὁ] αὐτὸς ἔσται ἐν αὑτῷ γεννώμενος ἢ ἕτερος ἐν ἑτέρῳ. καὶ εἰ μὲν [ὁ] αὐτὸς ἐν ἑαυτῷ γεννᾶται, ἔσται τι γεγονὸς πρὶν γεγονέναι· ὅπερ [208] ἄτοπον. ἐπεὶ γὰρ τὸ ἐν ᾧ τι γίνεται ὀφείλει προϋπάρχειν τοῦ ἐν αὐτῷ γεννωμένου, δεήσει καὶ τὸν χρόνον ἐν ἑαυτῷ γεννώμενον ἑαυτοῦ προγεγενῆσθαι· οἷον ἐν ἐργαστηρίῳ δημιουργεῖται ἀνδριάς, ἀλλὰ προϋπόκειται τοῦ ἀνδριάντος τὸ ἐργαστήριον, καὶ ἐν τόπῳ τινὶ συνίσταται ναῦς, ἀλλὰ καὶ προϋφέστηκε τῆς νεὼς ὁ τόπος. τοίνυν εἰ καὶ ὁ χρόνος ἐν ἑαυτῷ γίνεται, προϋπάρξει ἑαυτοῦ· καὶ οὕτως εἰ μὲν γίνεται, οὔπω ἔσται, ἐπεὶ πᾶν τὸ γινόμενον, ὅτε γίνεται, οὔπω ἔστιν· εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ὀφείλει προϋπάρχειν.

[209] ἔσται οὖν ἅμα χρόνος καὶ οὐκ ἔσται. ᾗ μὲν γίνεται, οὐκ ἔσται, ᾗ δὲ ἐν ἑαυτῷ γίνεται, ἔσται. ἄτοπον δὲ τὸ αὐτὸ κατὰ τὴν αὐτὴν ἐπιβολὴν εἶναί τε καὶ μὴ εἶναι· ἄτοπον ἄρα καὶ τὸ ἐν αὑτῷ λέγειν γίνεσθαι τὸν [210] χρόνον. καὶ μὴν οὐδὲ ἕτερος ἐν ἑτέρῳ γίνεται χρόνος, οἷον ὁ μέλλων ἐν τῷ ἐνεστῶτι καὶ ὁ ἐνεστὼς ἐν τῷ παρῳχημένῳ. εἰ γὰρ ἕτερος ἐν ἑτέρῳ γίνεται χρόνος, ἐξ ἀνάγκης ἕκαστος τῶν χρόνων ἀπολείπων τὴν ἰδίαν θέσιν τὴν ἑτέρου ἐπιλήψεται τάξιν. οἷον ἐπεὶ ὁ μέλλων χρόνος γίνεται ἐν τῷ ἐνεστῶτι χρόνῳ, ὁ μέλλων κατὰ τὸν ἐνεστῶτα γινόμενος ἔσται ἐνεστώς, ἀλλ' οὐ μέλλων· καὶ εἰ ὁ ἐνεστὼς ἐν τῷ παρῳχημένῳ γίνεται, πάντως κατὰ τὸν παρῳχημένον γινόμενος οὐκ ἔσται ἐνεστώς, ἀλλὰ παρῳχημένος.

[211] ὁ δ' αὐτὸς λόγος κἂν ἀναστρέψωμεν, τὸν μὲν παρῳχημένον ποιοῦντες ἐν τῷ ἐνεστῶτι γινόμενον, τὸν δὲ ἐνεστῶτα ἐν τῷ μέλλοντι· αἱ γὰρ αὐταὶ πάλιν ἀκολουθοῦσιν ἀπορίαι. εἰ οὖν οὔτε ἐν αὑτῷ γίνεται χρόνος οὔθ' ὡς ἕτερος ἐν ἑτέρῳ, οὐκ ἔστι γενητὸς ὁ χρόνος. εἰ δὲ μήτε ἀγένητός ἐστι μήτε γενητός, παρὰ δὲ ταῦτα τρίτον ἐπινοεῖν ἀμήχανον, λεκτέον μηδὲν ὑπάρχειν τὸν χρόνον.

[212] ὅτι γὰρ καὶ ἀγένητος οὐ δύναται εἶναι, σφόδρα εὐπαραμύθητον. εἰ γὰρ ἀγένητός ἐστι καὶ οὔτε γέγονεν οὔτε γενήσεται, εἷς ἔσται μόνος ὁ ἐνεστὼς χρόνος, καὶ οὔτε ὁ μέλλων ἔτι μέλλων, οὐδὲ τὰ ἐν αὐτῷ πράγματα, οὔτε ὁ παρῳχηκὼς ἔτι παρῳχηκώς, οὐδὲ τὰ ἐν αὐτῷ πραττόμενα. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδ' ἀγένητός ἐστιν ὁ χρόνος.

[213]    καὶ μὴν οὐδὲ τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος, ἐπεὶ συντεθήσονται αἱ ἀπορίαι. ὅ τε γὰρ γενητὸς ἢ ἐν ἑαυτῷ γίνεσθαι ὀφείλει ἢ ἐν ἑτέρῳ· ἀλλ' ἐὰν μὲν ἐν ἑαυτῷ γένηται, προϋπάρξει ἑαυτοῦ, ἐὰν δὲ ἐν ἑτέρῳ, οὐκέτι ἐκεῖνος ὁ χρόνος ἔσται, ἀλλὰ καθ' ὃν γίνεται ἀπολείπων [214] τὴν ἰδίαν τάξιν. ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀγενήτου· εἰ γὰρ ἀγένητός ἐστιν, οὔτε ‹ὁ› μέλλων ποτὲ ἔσται χρόνος οὔτε ὁ παρῳχηκώς, ἀλλ' εἷς μόνος ὁ ἐνεστηκώς. ἄτοπα δὲ ταῦτα. λείπεται ἄρα λέγειν, μήτε γενητοῦ ὄντος τοῦ χρόνου μήτε ἀγενήτου μήτε τινὸς μὲν γενητοῦ, τινὸς δὲ ἀγενήτου, μὴ εἶναι χρόνον.

[215]    Ἐνέσται δὲ τοῦτο ἀπορεῖν καὶ ἀπὸ τῆς οὐσίας, ὡς καὶ ἀπὸ τῆς ἐννοίας προηπόρηται. αὐτίκα γὰρ τῶν δογματικῶν φιλοσόφων φασὶν οἱ μὲν σῶμα εἶναι τὸν χρόνον οἱ δὲ ἀσώματον, καὶ τῶν ἀσώματον φαμένων οἱ μὲν ὡς καθ' αὑτό τι νοούμενον πρᾶγμα, οἱ δ' ὡς συμβεβηκὸς [216] ἑτέρῳ. σῶμα μὲν οὖν ἔλεξεν εἶναι τὸν χρόνον Αἰνησίδημος κατὰ τὸν Ἡράκλειτον· μὴ διαφέρειν γὰρ αὐτὸν τοῦ ὄντος καὶ τοῦ πρώτου σώματος. ὅθεν καὶ διὰ τῆς πρώτης εἰσαγωγῆς κατὰ ἓξ πραγμάτων τετάχθαι λέγων τὰς ἁπλᾶς λέξεις, αἵτινες μέρη τοῦ λόγου τυγχάνουσι, τὴν μὲν "χρόνος" προσηγορίαν καὶ τὴν "μονάς" ἐπὶ τῆς οὐσίας τετάχθαι φησίν, ἥτις ἐστὶ [217] σωματική, τὰ δὲ μεγέθη τῶν χρόνων καὶ τὰ κεφάλαια τῶν ἀριθμῶν ἐπὶ πολυπλασιασμοῦ μάλιστα ἐκφέρεσθαι. τὸ μὲν γὰρ "νῦν", ὃ δὴ χρόνου μήνυμά ἐστιν, ἔτι δὲ τὴν μονάδα οὐκ ἄλλο τι εἶναι ἢ τὴν οὐσίαν, τὴν δὲ "ἡμέραν" καὶ τὸν "μῆνα" καὶ τὸν "ἐνιαυτόν" πολυπλασιασμὸν ὑπάρχειν τοῦ "νῦν" (φημὶ δὲ τοῦ χρόνου), τὰ δὲ "δύο" καὶ "τρία" καὶ "δέκα" καὶ "ἑκατὸν" πολυπλασιασμὸν εἶναι τῆς μονάδος. [218] ὥσθ' οὗτοι μὲν σῶμα ποιοῦσι τὸν χρόνον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι ἀσώματον αὐτὸν ᾠήθησαν ὑπάρχειν· τῶν γὰρ τινῶν φασι τὰ μὲν εἶναι σώματα, τὰ δὲ ἀσώματα, τῶν δὲ ἀσωμάτων τέσσαρα εἴδη καταριθμοῦνται ὡς λεκτὸν καὶ κενὸν καὶ τόπον καὶ χρόνον. ἐξ οὗ δῆλον γίνεται, ὅτι πρὸς τῷ ἀσώματον ὑπολαμβάνειν τὸν χρόνον, ἔτι καὶ καθ' αὑτό τι νοούμενον πρᾶγμα δοξάζουσι τοῦτον.

[219]    Ἐπίκουρος δέ, ὡς αὐτὸν Δημήτριος ὁ Λάκων ἐξηγεῖται, τὸν χρόνον σύμπτωμα συμπτωμάτων εἶναι λέγει, παρεπόμενον ἡμέραις τε καὶ νυξὶ καὶ ὥραις καὶ πάθεσι καὶ ἀπαθείαις καὶ κινήσεσι καὶ μοναῖς. πάντα γὰρ ταῦτα συμπτώματά ἐστι τισὶ συμβεβηκότα, καὶ ὁ χρόνος πᾶσι τούτοις συμπαρεπόμενος εἰκότως ἂν λεχθείη [220] σύμπτωμα συμπτωμάτων. καθόλου γάρ, ἵνα μικρὸν ἄνωθεν προλάβωμεν εἰς τὴν τοῦ λεγομένου παρακολούθησιν, τῶν ὄντων τὰ μέν τινα καθ' ἑαυτὰ ὑφέστηκεν, τὰ δὲ περὶ τοῖς καθ' ἑαυτὰ ὑφεστῶσι θεωρεῖται. καὶ καθ' ἑαυτὰ μὲν ὑφέστηκε πράγματα οἷον αἱ οὐσίαι (ὡς τὸ σῶμα καὶ κενόν), περὶ δὲ τοῖς καθ' ἑαυτὰ ὑφεστῶσι θεωρεῖται τὰ καλούμενα [221] παρ' αὐτοῖς συμβεβηκότα. τούτων δὲ τῶν συμβεβηκότων τὰ μέν ἐστιν ἀχώριστα τῶν οἷς συμβέβηκεν, τὰ δὲ χωρίζεσθαι τούτων πέφυκεν. ἀχώριστα μὲν οὖν ἐστι τῶν οἷς συμβέβηκεν ὥσπερ ἡ ἀντιτυπία μὲν τοῦ σώματος, [222] εἶξις δὲ τοῦ κενοῦ· οὔτε γὰρ σῶμα δυνατόν ἐστί ποτε νοῆσαι χωρὶς τῆς ἀντιτυπίας οὔτε τὸ κενὸν χωρὶς εἴξεως, ἀλλ' ἀίδιον ἑκατέρου συμβεβηκός, τοῦ μὲν τὸ ἀντιτυπεῖν, τοῦ δὲ τὸ εἴκειν. οὐκ ἀχώριστα δέ ἐστι τῶν οἷς συμβέβηκε [223] καθάπερ ἡ κίνησις καὶ ἡ μονή. τὰ γὰρ συγκριτικὰ τῶν σωμάτων οὔτε κινεῖται διὰ παντὸς ἀνηρεμήτως οὔτ' ἀκινητίζει διὰ παντός, ἀλλὰ ποτὲ μὲν συμβεβηκυῖαν ἔχει τὴν κίνησιν, ποτὲ δὲ τὴν μονήν, καίπερ τῆς ἀτόμου, ὅτε καθ' ἑαυτήν ἐστιν, ἀεικινήτου καθεστώσης. ἢ γὰρ κενῷ πελάζειν ὀφείλει ἢ σώματι· εἴτε δὲ κενῷ πελάζοι, διὰ τὴν εἶξιν φέρεται δι' αὐτοῦ, εἴτε σώματι, διὰ τὴν ἀντιτυπίαν [224] ἀποπαλτικῶς ποιεῖται τὴν ἀπ' αὐτοῦ κίνησιν. συμπτώματα οὖν ταῦτ' ἐστιν οἷς χρόνος παρέπεται, φημὶ δὲ τήν τε ἡμέραν καὶ νύκτα καὶ ὥραν καὶ τὰ πάθη καὶ τὰς ἀπαθείας, κινήσεις τε καὶ μονάς. ἥ τε γὰρ ἡμέρα καὶ νὺξ τοῦ περιέχοντος ἀέρος εἰσὶ συμπτώματα, ὧν ἡ μὲν ἡμέρα κατὰ τὸν ἐξ ἡλίου φωτισμὸν συμβαίνει, ἡ δὲ νὺξ κατὰ [225] φωτισμοῦ στέρησιν τοῦ ἐξ ἡλίου ἐπιγίνεται. ἡ δὲ ὥρα ἤτοι τῆς ἡμέρας ἢ τῆς νυκτὸς μέρος καθεστηκυῖα πάλιν σύμπτωμα γίνεται τοῦ ἀέρος, ὥσπερ καὶ ἡ ἡμέρα καὶ ἡ νύξ. ἀντιπαρεκτείνεται δὲ πάσῃ ἡμέρᾳ καὶ πάσῃ νυκτὶ καὶ ὥρᾳ ὁ χρόνος· παρ' ἣν αἰτίαν μακρά τις ἢ βραχεῖα λέγεται ἡμέρα καὶ νύξ, φερομένων ἡμῶν ἐπὶ τὸν ταύτῃ συμβεβηκότα χρόνον. τά τε πάθη καὶ αἱ ἀπάθειαι ἤτοι ἀλγηδόνες ἢ ἡδοναὶ ἐτύγχανον, διὰ δὲ τοῦτο οὐκ οὐσίαι τινὲς καθειστήκεισαν, ἀλλὰ συμπτώματα τῶν πασχόντων ἤτοι ἡστικῶς ἢ ἀλγεινῶς, καὶ συμπτώματα οὐκ ἄχρονα.

[226] πρὸς τούτοις καὶ ἡ κίνησις, ἔτι δὲ ἡ μονή, ὡς ἤδη παρεστήσαμεν, τῶν σωμάτων ἐστὶ συμπτώματα καὶ οὐ χωρὶς χρόνου· τὴν γοῦν ὀξύτητα καὶ βραδυτῆτα τῆς κινήσεως, ἔτι δὲ τὴν πλείονα καὶ ἐλάττονα μονὴν χρόνῳ καταμετροῦμεν.

[227] ἀλλὰ γὰρ ἐκ τούτων φανερόν, ὅτι ὁ Ἐπίκουρος ἀσώματον οἴεται τὸν χρόνον ὑπάρχειν, οὐ παραπλησίως δὲ τοῖς Στωικοῖς· ἐκεῖνοι μὲν γάρ, ὡς λέλεκται, ἀσώματόν τι καθ' αὑτὸ νοούμενον ὑπεστήσαντο τὸν χρόνον, Ἐπίκουρος δὲ συμβεβηκός τισιν.

[228]    Ὧδε μὲν οὗτοι· Πλάτων δὲ ἔλεγεν, ὡς δέ τινες Ἀριστοτέλης, χρόνον εἶναι ἀριθμὸν τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου, Στράτων δὲ ὁ φυσικός, ὡς δ' ἄλλοι Ἀριστοτέλης, μέτρον κινήσεως καὶ μονῆς.

[229]    Ὅθεν τοιαύτης οὔσης καὶ περὶ τῆς κατὰ τὸν χρόνον οὐσίας διαστάσεως, πάρεστι μὲν ἤδη συμβαλεῖν ἐκ τῶν προηπορημένων, ὅτι οὐδ' ἐκ ταύτης οἷόν τέ ἐστι βεβαίως τι μαθεῖν, ὅμως δὲ καὶ τὰ νῦν λεκτέον πρὸς Πλάτωνα καὶ Ἀριστοτέλην καὶ Στράτωνα τὸν φυσικὸν τὰ ἐν ἀρχαῖς ἀντειρημένα, ὅτε ἐκ τῆς ἐννοίας τοῦ χρόνου συνήγομεν [230] τὸ μηδὲν εἶναι τὸν χρόνον. πρὸς δὲ τοὺς σωματικὴν ἀξιοῦντας εἶναι τὴν οὐσίαν τοῦ χρόνου, φημὶ δὲ τοὺς Ἡρακλειτείους, κινοῖτο προχειρότατον, ὅτι εἰ χρόνος σῶμά ἐστι, πᾶν δὲ σῶμα ἢ μένον ἢ κινούμενον νοεῖται, τὸ δὲ μένον ἢ κινούμενον ἐν χρόνῳ μένον ἢ κινούμενον νοεῖται, οὐχὶ δέ γε ἐν σώματι τὸ σῶμα μένον ἢ κινούμενον νοεῖται, [231] οὐκ ἄρα σῶμά ἐστιν ὁ χρόνος. τό τε ὂν κατὰ τοὺς Ἡρακλειτείους, ὃ δὴ σῶμά ἐστιν, ἐν χρόνῳ ἐστίν· οὐχὶ δέ γε ὁ χρόνος ἐν χρόνῳ ἐστίν· οὐκ ἄρα τὸ ὂν καὶ τὸ σῶμα χρόνος ἐστίν. τό τε ζῷον ἐν χρόνῳ ζῇ, ὡς καὶ τὸ τεθνηκὸς ἐν χρόνῳ τέθνηκεν· διὸ οὐκ ἔστι ζῷον ἢ σῶ[232]μα ὁ χρόνος. καὶ μὴν οἱ λέγοντες μὴ ὑπάρχειν τὸ πρῶτον σῶμα κατὰ τὸν Ἡράκλειτον οὐ κωλύονται χρόνον νοεῖν· εἰ δέ γε χρόνος ἦν τὸ πρῶτον κατὰ τὸν Ἡράκλειτον σῶμα, κἂν ἐκωλύοντο τὸν χρόνον νοεῖν· οὐκ ἄρα τὸ [233] ὂν κατὰ τὸν Ἡράκλειτόν ἐστι χρόνος. τό τε ὂν κατὰ τὸν Ἡράκλειτον ἀήρ ἐστιν, ὡς φησὶν ὁ Αἰνησίδημος, μακρῷ δὲ ἀέρος διέφερεν ὁ χρόνος, καὶ ᾧ λόγῳ οὐθεὶς τὸ πῦρ ἢ τὸ ὕδωρ ἢ τὴν γῆν χρόνον λέγει εἶναι, τῷ αὐτῷ οὐδὲ τὸν ἀέρα φήσει· οὐ τοίνυν τὸ ὄν ἐστι χρόνος.

[234]    Ταῦτα μὲν ὡς ἐν συντόμοις πρὸς ταύτην εἰρήσθω τὴν στάσιν, βραχὺς δ' ἐστὶ καὶ πρὸς τοὺς ἀπὸ τῆς Στοᾶς λόγος, φάσκοντας τῶν τινῶν τὰ μὲν εἶναι σώματα, τὰ δὲ ἀσώματα, καὶ τῶν ἀσωμάτων εἶδός τι καθ' αὑτὸ νοούμενον οἰομένους τὸν χρόνον. τὸ γάρ "τι" γενικώτατον τῷ μήτε σῶμά τι δύνασθαι εἶναι μήτε ἀσώματον μήτε [235] σῶμα ἅμα καὶ ἀσώματον οὐκ ἂν εἴη. εἰ γὰρ σῶμά ἐστι, δεήσει πάντα αὐτοῦ τὰ εἴδη σώματα τυγχάνειν καὶ μηδὲν ἀσώματον· καὶ ὃν τρόπον πάντα τὰ τοῦ ζῴου εἴδη ζῷά ἐστι καὶ οὐδὲν ἄψυχον καὶ τὰ τοῦ φυτοῦ φυτὰ καὶ οὐδὲν ἔμψυχον, οὕτως ἀκολουθήσει καὶ τὰ τοῦ τινὸς εἴδη σώματος ὄντος σώματα τυγχάνειν καὶ μηδὲν αὐτῶν ἀσώματον. εἰ δὲ ἀσώματόν ἐστιν, ἔσται πάντα αὐτοῦ τὰ εἴδη [236] ἀσώματα καὶ οὐδὲν σῶμα. ὡσαύτως δὲ κἂν σῶμα ἅμα καὶ ἀσώματον ὑπάρχῃ, πάντα τὰ ἐπὶ μέρους ἔσται σώματα ἅμα καὶ ἀσώματα, καὶ οὐδὲν κατ' ἰδίαν ἔσται ἢ σῶμα μόνον ἢ ἀσώματον. ὥστε εἰ μὴ σῶμά ἐστι τό "τι" μηδὲ ἀσώματον ἢ σῶμα ἅμα καὶ ἀσώματον, οὐδέν ἐστι τό "τι". τούτου δ' ἀναιρουμένου συναναιρεῖται καὶ τὰ ἐπ' εἴδους [237] πάντα· ὅπερ ἐστὶν ἄτοπον. καὶ μὴν καὶ ἕκαστον τῶν συναποδοθέντων τῷ χρόνῳ ἀσωμάτων ἠπόρηται τοῖς ἀπὸ τῆς σκέψεως, οἷον τὸ λεκτὸν καὶ τὸ κενὸν καὶ ὁ τόπος· ἑκάστου δὲ τούτων ἠπορημένου καὶ ὁ χρόνος οὐ συγχωρηθήσεται ἐκ τοῦ αὐτοῦ γένους εἶναι τούτοις.

[238]    Πρὸς δὲ τὸν Ἐπίκουρον σύμπτωμα συμπτωμάτων ἀξιοῦντα τυγχάνειν τὸν χρόνον, πολλῶν καὶ ἄλλων λέγεσθαι δυναμένων, ἐκεῖνο πρὸς τὸ παρὸν ἀπαρκέσει λέγειν, ὅτι αἱ μέν πως ἔχουσαι οὐσίαι τάχα θεωροῦνται καὶ εἰσὶ τῶν ὑποκειμένων πραγμάτων, τὰ δὲ λεγόμενα συμβεβηκέναι ταῖς οὐσίαις, οὐχ ἕτερα ὄντα τῶν οὐσιῶν, ἀνυπόστατά [239] ἐστιν· οὔτε γὰρ ἀντιτυπία τις ἔστι παρὰ τὸ ἀντίτυπον σῶμα οὔτε εἶξις ὑπόκειται παρὰ τὸ εἶκον καὶ κενόν, οὐ κίνησις παρὰ τὸ κινούμενον σῶμα, οὐ μονὴ παρὰ τὸ ἠρεμοῦν, ἀλλ' ὡς οὐδέν ἐστι στρατηγία παρὰ τὸν στρατηγοῦντα οὐδὲ γυμνασιαρχία παρὰ τὸν γυμνασιαρχοῦντα, οὕτως οὐδὲ ἕκαστον τούτων τῶν συμβεβηκότων ἔστι παρὰ [240] τὸ ᾧ συμβέβηκεν. ὅθεν καὶ ἐπειδὰν λέγῃ ὁ Ἐπίκουρος τὸ σῶμα νοεῖν κατ' ἐπισύνθεσιν μεγέθους καὶ σχήματος καὶ ἀντιτυπίας καὶ βάρους, ἐκ μὴ ὄντων σωμάτων βιάζεται τὸ ὂν σῶμα νοεῖν· εἰ γὰρ μήτε μέγεθός τι ὑπόκειται παρὰ τὸ μεμεγεθωμένον μήτε σχῆμα παρὰ τὸ ἐσχηματισμένον μήτε ἀντιτυπία παρὰ τὸ ἀντιτυποῦν, πῶς ἐκ τῶν μὴ ὑποκειμένων οἷόν τε τὸ ὑποκείμενον νοεῖν σῶμα; [241] ὥσθ' ἵνα ᾖ χρόνος, συμπτώματα εἶναι δεῖ, ἵνα δὲ τὰ συμπτώματα ὑπάρχῃ, συμβεβηκός τι ὑποκείμενον· οὐδὲν δέ ἐστι συμβεβηκὸς ὑποκείμενον· τοίνυν οὐδὲ χρόνος [242] δύναται ὑπάρχειν. ἐῶ λέγειν, ὅτι καὶ τὰ οἷς λέγεται συμβεβηκέναι ὁ χρόνος, καὶ τὰ ὧν λέγεται σύμπτωμα τυγχάνειν, ἀνεύρετά ἐστιν, οἷον ἡ ἡμέρα, ἡ νύξ, ὥρα, κίνησις μονή, πάθος ἀπάθεια. ἡ γοῦν ἡμέρα δωδεκάωρος εἶναι λεγομένη, καθὼς πρότερον ὑπεδείξαμεν, οὐχ ὑφέστηκε κατὰ τὰς δώδεκα ὥρας, ἀλλὰ κατὰ μίαν μόνην [243] τὴν ἐνεστῶσαν, ἥτις οὐκ ἔστιν ἡμέρα. ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τῆς νυκτός. ἥ τε ὥρα ἐν πλάτει νοουμένη καὶ οἷον τριμερὴς πάλιν σκεψαμένοις ἡμῖν ἀνυπόστατος φαίνεται. οὔτε γὰρ ὅτε τὸ πρῶτον αὐτῆς μέρος ἔστιν ὑφέστηκεν, (οὔπω γὰρ τὰ λοιπὰ ἔστιν), οὔτε ὅτε τὸ δεύτερον· τότε γὰρ τὸ μὲν πρῶτον οὐκέτι ἔστιν, τὸ δὲ τρίτον οὔπω ἔστιν.

[244] τῶν δὲ πλειόνων αὐτῆς μερῶν κατὰ τοῦτον τὸν τρόπον μὴ ὑπαρχόντων οὐδ' αὐτὴ δύναται ὑπάρχειν. ἀλλ' ἔστω γε ἡμέραν εἶναι καὶ νύκτα ὑπάρχειν καὶ ὥρας. οὐκοῦν ἐπεὶ ταῦτά ἐστι χρόνος, ὁ δὲ Ἐπίκουρος σύμπτωμά φησιν αὐτῶν εἶναι τὸν χρόνον, ἔσται κατὰ τὸν Ἐπίκουρον ὁ [245] χρόνος αὐτὸς ἑαυτοῦ σύμπτωμα. καὶ μὴν καὶ ὁ περὶ τῆς κινήσεως λόγος ποικίλως ἄπορος δέδεικται διὰ τὸ μήτε ἐν ᾧ τι ἔστι τόπῳ δύνασθαι κινεῖσθαι μήτε ἐν ᾧ μὴ ἔστι. συνανῄρηται δὲ καὶ τὸ περὶ τῆς μονῆς· κινήσεως γὰρ μὴ οὔσης οὐδὲ μονὴ γένοιτ' ἄν. κατὰ γὰρ ἀντιπαραβολὴν τοῦ κινουμένου νοεῖται τὸ ἀκίνητον καὶ τοῦ ἀκινητίζοντος τὸ κινούμενον· ὅθεν ὡς δεξιοῦ μὴ ὄντος οὐδὲ ἀριστερὸν ἔστιν, οὕτως τοῦ ἑτέρου τούτων μὴ ὑπάρχοντος [246] οὐδὲ τὸ λοιπὸν δύναται νοεῖσθαι. καὶ ἄλλως, φασὶν οἱ ἀπορητικοί, τὸ μένον ὑπό τινος αἰτίας ἀναγκάζεται μένειν, τὸ δὲ ἀναγκαζόμενον πάσχει, τὸ δὲ πάσχον κινεῖται· τὸ ἄρα μένον κινεῖται. ἀλλ' εἴπερ ἐν τοῖς συμπτώμασί φησιν εἶναι τὸν χρόνον ὁ Ἐπίκουρος, δέδεικται δὲ ἠπορημένα, δεήσει ὁμολογεῖν καὶ τὸν συμβεβηκότα τούτοις [247] χρόνον ἠπορῆσθαι. πρὸς τούτοις· ἀσώματόν τι ἔστιν ἡ κίνησις καὶ τὸ πάθος καὶ ἕκαστον τῶν κατηγορημένων, ἀσώματον δὲ καὶ ὁ χρόνος. ἐπεὶ οὖν ‹οὐ› πιθανὸν τοῖς ἀσωμάτοις ἀσώματα συμβεβηκέναι, λέγωμεν μηδὲ τὸν χρόνον σύμπτωμα εἶναι τῶν ἐκκειμένων συμπτωμάτων.

   Ἀλλὰ γὰρ καὶ ἀπὸ τῆς οὐσίας τὸν χρόνον ἀπορήσαντες τὸ μετὰ τοῦτο ζητῶμεν καὶ περὶ ἀριθμοῦ.

[248]

δ΄ περὶ ἀριθμοῦ

   Ἐπεὶ ἔτι τῶν συζυγούντων τῷ χρόνῳ πραγμάτων ἐστὶ καὶ ὁ ἀριθμὸς διὰ τὸ μὴ χωρὶς ἐξαριθμήσεως τὴν τοῦ χρόνου γίνεσθαι καταμέτρησιν, καθάπερ ὡρῶν καὶ ἡμερῶν καὶ μηνῶν, ἔτι δὲ ἐνιαυτῶν, καλῶς ἔχειν ἡγούμεθα μετὰ τὴν προανυσθεῖσαν ἡμῖν περὶ ἐκείνου ζήτησιν καὶ τὸν περὶ τούτου διαθέσθαι λόγον, καὶ μάλισθ' ὅτι οἱ ἐπιστημονέστατοι τῶν φυσικῶν οὕτω μεγάλην δύναμιν τοῖς ἀριθμοῖς ἀπένειμαν, ὥστε ἀρχὰς καὶ στοιχεῖα τῶν ὅλων τούτους νομίζειν. οὗτοι δέ εἰσιν οἱ περὶ τὸν Σάμιον Πυθαγόραν.

[249] ἐοικέναι γὰρ λέγουσι τοὺς φιλοσοφοῦντας γνησίως τοῖς περὶ λόγον πονουμένοις. ὡς γὰρ οὗτοι πρῶτον τὰς λέξεις ἐξετάζουσιν (ἐκ λέξεων γὰρ ὁ λόγος), καὶ ἐπεὶ ἐκ συλλαβῶν αἱ λέξεις, πρῶτον σκέπτονται τὰς συλλαβάς, καὶ ἐπεὶ ἐκ συλλαβῶν τὰ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς [250] ἀναλυομένων, περὶ ἐκείνων πρῶτον ἐρευνῶσιν, οὕτω δεῖν φασιν οἱ περὶ Πυθαγόραν τοὺς ὄντως φυσικούς, τὰ περὶ τοῦ παντὸς ἐρευνῶντας, ἐν πρώτοις ἐξετάζειν, εἰς τίνα τὸ πᾶν λαμβάνει τὴν ἀνάλυσιν. τὸ μὲν οὖν φαινομένην εἶναι λέγειν τὴν τῶν ὅλων ἀρχὴν ἀφύσικόν πως ἐστίν· πᾶν γὰρ τὸ φαινόμενον ἐξ ἀφανῶν ὀφείλει συνίστασθαι, τὸ δ' ἔκ τινων συνεστὼς οὐκ ἔστιν ἀρχή, ἀλλὰ τὸ ἐκείνου [251] αὐτοῦ συστατικόν. ὅθεν καὶ τὰ φαινόμενα οὐ ῥητέον ἀρχὰς εἶναι τῶν ὅλων, ἀλλὰ τὰ συστατικὰ τῶν φαινομένων, ἅπερ οὐκέτι ἦν φαινόμενα. τοίνυν ἀδήλους καὶ ἀφανεῖς [252] ὑπέθεντο τὰς τῶν ὄντων ἀρχάς, καὶ οὐ κοινῶς. οἱ γὰρ ἀτόμους εἰπόντες ἢ ὁμοιομερείας ἢ ὄγκους ἢ κοινῶς νοητὰ σώματα πάντων τῶν ὄντων ἄρχειν πῇ μὲν κατώρθωσαν, πῇ δὲ διέπεσον. ᾗ μὲν γὰρ ἀδήλους εἶναι νομίζουσιν τὰς ἀρχάς, δεόντως ἀναστρέφονται, ᾗ δὲ σωματικὰς [253] ὑποτίθενται ταύτας, διαπίπτουσιν. ὡς γὰρ τῶν αἰσθητῶν σωμάτων προηγεῖται τὰ νοητὰ καὶ ἄδηλα σώματα, οὕτω καὶ τῶν νοητῶν σωμάτων ἄρχειν δεῖ τὰ ἀσώματα. καὶ κατὰ λόγον· ὡς γὰρ τὰ τῆς λέξεως στοιχεῖα οὔκ εἰσι λέξεις, οὕτω καὶ τὰ τῶν σωμάτων στοιχεῖα οὔκ ἐστι σώματα· ἤτοι δὲ σώματα ὀφείλει τυγχάνειν ἢ ἀσώματα· διὸ πάντως [254] ἐστὶν ἀσώματα. καὶ μὴν οὐδὲ ἔνεστι φάναι, ὅτι αἰωνίους συμβέβηκεν εἶναι τὰς ἀτόμους, καὶ διὰ τοῦτο δύνασθαι σωματικὰς οὔσας τῶν ὅλων ἄρχειν. πρῶτον μὲν γὰρ καὶ οἱ τὰς ὁμοιομερείας καὶ οἱ τοὺς ὄγκους καὶ οἱ τὰ ἐλάχιστα καὶ ἀμερῆ λέγοντες εἶναι στοιχεῖα αἰώνιον ἀπολείπουσι τούτων τὴν ὑπόστασιν, ὥστε μὴ μᾶλλον τὰς ἀτόμους ἢ [255] ταῦτ' εἶναι στοιχεῖα. εἶτα καὶ δεδόσθω ταῖς ἀληθείαις αἰωνίους εἶναι τὰς ἀτόμους· ἀλλ' ὃν τρόπον οἱ ἀγένητον καὶ αἰώνιον ἀπολείποντες τὸν κόσμον οὐδὲν ἧττον πρὸς ἐπίνοιαν ζητοῦσι τὰς πρῶτον συστησαμένας αὐτὸν ἀρχάς, οὕτω καὶ ἡμεῖς, φασὶν οἱ Πυθαγορικοί, τῶν φυσικῶν φιλοσόφων κατ' ἐπίνοιαν σκεπτόμεθα τὸ ἐκ τίνων τὰ αἰώνια [256] ταῦτα καὶ λόγῳ θεωρητὰ συνέστηκε σώματα. ἤτοι οὖν σώματά ἐστι τὰ συστατικὰ αὐτῶν ἢ ἀσώματα. καὶ σώματα μὲν οὐκ ἂν εἴπαιμεν, ἐπεὶ δεήσει κἀκείνων σώματα λέγειν εἶναι συστατικὰ καὶ οὕτως εἰς ἄπειρον προβαινούσης [257] τῆς ἐπινοίας ἄναρχον γίνεσθαι τὸ πᾶν. λείπεται ἄρα λέγειν ἐξ ἀσωμάτων εἶναι τὴν σύστασιν τῶν νοητῶν σωμάτων· ὅπερ καὶ Ἐπίκουρος ὡμολόγησε, φήσας κατὰ ἀθροισμὸν σχήματός τε καὶ μεγέθους καὶ ἀντιτυπίας καὶ βάρους τὸ σῶμα νενοῆσθαι.

   Ἀλλ' ὅτι ἀσωμάτους εἶναι δεῖ τὰς ἀρχὰς τῶν λόγῳ [258] θεωρητῶν σωμάτων, ἐκ τῶν εἰρημένων συμφανές. ἤδη δὲ οὐκ εἴ τινα προϋφέστηκε τῶν σωμάτων ἀσώματα, ταῦτ' ἐξ ἀνάγκης στοιχεῖά ἐστι τῶν ὄντων καὶ πρῶταί τινες ἀρχαί. ἰδοὺ γὰρ καὶ αἱ ἰδέαι ἀσώματοι οὖσαι κατὰ τὸν Πλάτωνα προϋφεστᾶσι τῶν σωμάτων, καὶ ἕκαστον τῶν γινομένων πρὸς αὐτὰς γίνεται· ἀλλ' οὔκ εἰσι τῶν ὄντων ἀρχαί, ἐπείπερ ἑκάστη ἰδέα κατ' ἰδίαν μὲν λαμβανομένη ἓν εἶναι λέγεται, κατὰ σύλληψιν δὲ ἑτέρας ἢ ἄλλων δύο καὶ τρεῖς καὶ τέσσαρες, ὥστε εἶναί τι ἐπαναβεβηκὸς αὐτῶν τῆς ὑποστάσεως, τὸν ἀριθμόν, οὗ κατὰ μετοχὴν τὸ ἓν ἢ τὰ δύο ἢ τὰ τρία ἢ τὰ τούτων ἔτι πλείονα ἐπικατηγορεῖται [259] αὐτῶν. καὶ τὰ στερεὰ σχήματα προεπινοεῖται τῶν σωμάτων, ἀσώματον ἔχοντα τὴν φύσιν· ἀλλ' ἀνάπαλιν οὐκ ἄρχει τῶν πάντων· προάγει γὰρ καὶ τούτων κατὰ τὴν ἐπίνοιαν τὰ ἐπίπεδα σχήματα διὰ τὸ ἐξ ἐκείνων τὰ [260] στερεὰ συνίστασθαι. ἀλλὰ μὴν οὐδὲ τὰ ἐπίπεδα σχήματα θείη τις ἂν τῶν ὄντων στοιχεῖα· ἕκαστον γὰρ αὐτῶν πάλιν ἐκ προαγόντων συντίθεται τῶν γραμμῶν, καὶ αἱ γραμμαὶ προεπινοουμένους ἔχουσι τοὺς ἀριθμούς, παρόσον τὸ μὲν ἐκ τριῶν γραμμῶν τρίγωνον καλεῖται καὶ τὸ ἐκ τεσσάρων τετράγωνον. καὶ ἐπεὶ ἡ ἁπλῆ γραμμὴ οὐ χωρὶς ἀριθμοῦ νενόηται, ἀλλ' ἀπὸ σημείου ἐπὶ σημεῖον ἀγομένη ἔχεται τῶν δυεῖν, οἵ τε ἀριθμοὶ πάντες καὶ αὐτοὶ ὑπὸ τὸ ἓν πεπτώκασιν (καὶ γὰρ ἡ δυὰς μία τις ἐστὶ δυάς, καὶ ἡ τριὰς ἕν τι ἐστί, τριάς, καὶ ἡ δεκὰς ἓν ἀριθμοῦ κεφάλαιον), [261] ἔνθεν κινηθεὶς ὁ Πυθαγόρας ἀρχὴν ἔφησεν εἶναι τῶν ὄντων τὴν μονάδα, ἧς κατὰ μετοχὴν ἕκαστον τῶν ὄντων ἓν λέγεται· καὶ ταύτην κατ' αὐτότητα μὲν ἑαυτῆς νοουμένην μονάδα νοεῖσθαι, ἐπισυντεθεῖσαν δ' ἑαυτῇ καθ' ἑτερότητα ἀποτελεῖν τὴν καλουμένην ἀόριστον δυάδα διὰ τὸ μηδεμίαν τῶν ἀριθμητῶν καὶ ὡρισμένων δυάδων εἶναι τὴν αὐτήν, πάσας δὲ κατὰ μετοχὴν αὐτῆς δυάδας [262] νενοῆσθαι, καθὼς καὶ ἐπὶ τῆς μονάδος ἐλέγχουσιν. δύο οὖν τῶν ὄντων ἀρχαί, ἥ τε πρώτη μονάς, ἧς κατὰ μετοχὴν πᾶσαι αἱ ἀριθμηταὶ μονάδες νοοῦνται μονάδες, καὶ ἡ ἀόριστος δυάς, ἧς κατὰ μετοχὴν αἱ ὡρισμέναι δυάδες εἰσὶ δυάδες.

   Καὶ ὅτι ταῖς ἀληθείαις αὗταί εἰσι τῶν ὅλων ἀρχαί, [263] ποικίλως οἱ Πυθαγορικοὶ διδάσκουσιν. τῶν γὰρ ὄντων, φασί, τὰ μὲν κατὰ διαφορὰν νοεῖται, τὰ δὲ κατ' ἐναντίωσιν, τὰ δὲ πρός τι. κατὰ διαφορὰν μὲν οὖν εἶναι τὰ καθ' ἑαυτὰ καὶ κατ' ἰδίαν περιγραφὴν ὑποκείμενα, οἷον ἄνθρωπος ἵππος φυτὸν γῆ ὕδωρ ἀὴρ πῦρ· τούτων γὰρ ἕκαστον ἀπολύτως θεωρεῖται καὶ οὐχ ὡς κατὰ τὴν πρὸς [264] ἕτερον σχέσιν· κατ' ἐναντίωσιν δὲ ὑπάρχειν ὅσα ἐξ ἐναντιώσεως ἑτέρου πρὸς ἕτερον θεωρεῖται, οἷον ἀγαθὸν καὶ κακόν, δίκαιον ἄδικον, συμφέρον ἀσύμφορον, ὅσιον ἀνόσιον, εὐσεβὲς ἀσεβές, κινούμενον ἠρεμοῦν, τὰ ἄλλα ὅσα [265] τούτοις ἐμφερῆ. πρός τι δὲ τυγχάνειν τὰ κατὰ τὴν ὡς πρὸς ἕτερον σχέσιν νοούμενα, οἷον δεξιὸν ἀριστερόν, ἄνω κάτω, διπλάσιον ἥμισυ· τό τε γὰρ δεξιὸν νοεῖται κατὰ τὴν ὡς πρὸς τὸ ἀριστερὸν σχέσιν καὶ τὸ ἀριστερὸν κατὰ τὴν ὡς πρὸς τὸ δεξιόν, τό τε κάτω κατὰ τὴν ὡς πρὸς τὸ ἄνω καὶ τὸ ἄνω κατὰ τὴν ὡς πρὸς τὸ κάτω· καὶ ἐπὶ τῶν [266] ἄλλων τὸ παραπλήσιον. διαφέρειν δέ φασι τὰ κατὰ ἐναντίωσιν νοούμενα τῶν πρός τι. ἐπὶ μὲν γὰρ τῶν ἐναντίων ἡ τοῦ ἑτέρου φθορὰ γένεσίς ἐστι τοῦ ἑτέρου, οἷον ἐπὶ ὑγιείας καὶ νόσου κινήσεώς τε καὶ ἠρεμίας· νόσου τε γὰρ γένεσις ἄρσις ἐστὶν ὑγιείας, ὑγιείας τε γένεσις ἄρσις ἐστὶ νόσου, καὶ κινήσεως μὲν ὑπόστασις φθορὰ στάσεως, γένεσις δὲ στάσεως ἄρσις κινήσεως. ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ λύπης καὶ ἀλυπίας ἀγαθοῦ τε καὶ κακοῦ καὶ κοινῶς [267] τῶν ἐναντίαν φύσιν ἐχόντων. τὰ δὲ πρός τι συνύπαρξίν τε καὶ συναναίρεσιν ἀλλήλων περιεῖχεν· οὐδὲν γὰρ δεξιόν ἐστιν, ἐὰν μὴ καὶ ἀριστερὸν ὑπάρχῃ, οὐδὲ διπλάσιον, ἐὰν [268] μὴ καὶ τὸ ἥμισυ προϋποκέηται οὗ διπλάσιόν ἐστιν. πρὸς τούτοις ἐπὶ μὲν τῶν ἐναντίων ὡς ἐπίπαν οὐδὲν θεωρεῖται μέσον, καθάπερ εὐθέως ἐπὶ ὑγιείας καὶ νόσου ζωῆς τε καὶ θανάτου κινήσεώς τε καὶ μονῆς· μεταξὺ γὰρ τοῦ ὑγιαίνειν καὶ νοσεῖν οὐδέν ἐστι, καὶ μεταξὺ τοῦ ζῆν καὶ τεθνάναι καὶ ἔτι τοῦ κινεῖσθαι καὶ μένειν. ἐπὶ δὲ τῶν πρός τί πως ἐχόντων ἔστι ‹τι› μέσον· τοῦ γὰρ μείζονος, εἰ τύχοι, καὶ τοῦ μικροτέρου τῶν πρός τί πως καθεστώτων μεταξὺ γένοιτ' ἂν τὸ ἴσον, ὡσαύτως δὲ καὶ τοῦ πλείονος καὶ ἥττονος τὸ ἱκανόν, ὀξέος τε καὶ βαρέος τὸ σύμφωνον.

[269] ἀλλὰ γὰρ τῶν τριῶν ὄντων γενῶν, τῶν τε καθ' ἑαυτὰ ὑφεστώτων καὶ τῶν κατ' ἐναντιότητα καὶ ἔτι τῶν πρός τι νοουμένων, ὀφείλει κατ' ἀνάγκην καὶ τούτων αὐτῶν ἐπάνω τι γένος τετάχθαι, καὶ πρῶτον ὑπάρχειν διὰ τὸ καὶ πᾶν γένος προϋπάρχειν τῶν ὑφ' αὑτὸ τεταγμένων εἰδῶν. ἀναιρουμένου γοῦν αὐτοῦ πάντα τὰ εἴδη συναναιρεῖται, τοῦ δὲ εἴδους ἀναιρεθέντος οὐκέτ' ἀνασκευάζεται τὸ γένος· [270] ἤρτηται γὰρ ἐξ ἐκείνου τοῦτο, καὶ οὐκ ἀνάπαλιν. καὶ δὴ τῶν μὲν καθ' αὑτὰ νοουμένων γένος ὑπεστήσαντο Πυθαγορικῶν παῖδες, ὡς ἐπαναβεβηκός, τὸ ἕν· καθὰ γὰρ τοῦτο καθ' αὑτὸ ἔστιν, οὕτω καὶ ἕκαστον τῶν κατὰ διαφορὰν [271] ἕν τέ ἐστι καὶ καθ' ἑαυτὸ θεωρεῖται. τῶν δὲ κατ' ἐναντίωσιν ἔλεξαν ἄρχειν, γένους τάξιν ἐπέχον, τὸ ἴσον καὶ τὸ ἄνισον· ἐν τούτοις γὰρ ἡ πάντων τῶν ἐναντιουμένων θεωρεῖται φύσις, οἷον μονῆς μὲν ἐν ἰσότητι (οὐ γὰρ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧσσον), κινήσεως δὲ ἐν ἀνισότητι [272] (ἐπιδέχεται γὰρ τὸ μᾶλλον καὶ τὸ ἧσσον). ὡσαύτως δὲ τὸ μὲν κατὰ φύσιν ἐν ἰσότητι (ἀκρότης γὰρ ἦν ἀνεπίτατος), τὸ δὲ παρὰ φύσιν ἐν ἀνισότητι (ἐπεδέχετο γὰρ τὸ μᾶλλον καὶ ἧσσον). ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ ὑγιείας καὶ νόσου [273] εὐθύτητός τε καὶ στρεβλότητος. τὰ μέντοι γε πρός τι ὑφέστηκε γένει τῇ τε ὑπεροχῇ καὶ τῇ ἐλλείψει· μέγα μὲν γὰρ καὶ μεῖζον πολύ τε καὶ πλεῖον ὑψηλόν τε καὶ ὑψηλότερον καθ' ὑπεροχὴν νοεῖται, μικρὸν δὲ καὶ μικρότερον ὀλίγον τε καὶ ὀλιγώτερον ταπεινόν τε καὶ ταπεινότερον [274] κατ' ἔλλειψιν. ἀλλ' ἐπεὶ τὰ καθ' αὑτὰ καὶ τὰ κατ' ἐναντίωσιν καὶ τὰ πρός τι, γένη ὄντα, εὕρηται ἄλλοις γένεσιν ὑποταττόμενα, καθάπερ τῷ τε ἑνὶ καὶ τῇ ἰσότητι καὶ ἀνισότητι ὑπεροχῇ τε καὶ ἐλλείψει, σκοπῶμεν, εἰ καὶ ταῦτα τὰ [275] γένη δύναται ἐπ' ἄλλα λαμβάνειν τὴν ἀναπομπήν. οὐκοῦν ἡ μὲν ἰσότης τῷ ἑνὶ ὑπάγεται (τὸ γὰρ ἓν πρώτως αὐτὸ ἑαυτῷ ἐστιν ἴσον), ἡ δὲ ἀνισότης ἐν ὑπεροχῇ τε καὶ ἐλλείψει βλέπεται· ἄνισα γάρ ἐστιν ὧν τὸ μὲν ὑπερέχει τὸ δὲ ὑπερέχεται. ἀλλὰ καὶ ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις κατὰ τὸν τῆς ἀορίστου δυάδος λόγον τέτακται, ἐπειδήπερ ἡ πρώτη ὑπεροχὴ καὶ ἡ ἔλλειψις ἐν δυσίν ἐστι, τῷ τε ὑπερέχοντι [276] καὶ τῷ ὑπερεχομένῳ. ἀνέκυψαν ἄρα ἀρχαὶ πάντων κατὰ τὸ ἀνωτάτω ἥ τε πρώτη μονὰς καὶ ἡ ἀόριστος δυάς· ἐξ ὧν γίνεσθαί φασι τό τ' ἐν τοῖς ἀριθμοῖς ἓν καὶ τὴν ἐπὶ τούτοις πάλιν δυάδα, ἀπὸ μὲν τῆς πρώτης μονάδος τὸ ἕν, ἀπὸ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος τὰ δύο. δὶς γὰρ τὸ ἓν δύο, καὶ μήπω ὑποκειμένου ἐν τοῖς ἀριθμοῖς τοῦ δύο οὐδὲ τὸ δὶς ἦν ἐν τούτοις, ἀλλ' ἐλήφθη ἐκ τῆς ἀορίστου δυάδος, καὶ οὕτως ἐκ ταύτης [277] τε καὶ τῆς μονάδος ἐγένετο ἡ ἐν τοῖς ἀριθμοῖς δυάς. κατὰ ταὐτὰ δὲ καὶ οἱ λοιποὶ ἀριθμοὶ ἐκ τούτων ἀπετελέσθησαν, τοῦ μὲν ἑνὸς ἀεὶ περατοῦντος, τῆς δὲ ἀορίστου δυάδος δύο γεννώσης καὶ εἰς ἄπειρον πλῆθος τοὺς ἀριθμοὺς ἐκτεινούσης. ὅθεν φασὶν ἐν ταῖς ἀρχαῖς ταύταις τὸν μὲν τοῦ δρῶντος αἰτίου λόγον ἐπέχειν τὴν μονάδα, τὸν δὲ τῆς πασχούσης ὕλης τὴν δυάδα· καὶ ὃν τρόπον τοὺς ἐξ αὐτῶν ὑποστάντας ἀριθμοὺς ἀπετέλεσαν, οὕτω καὶ τὸν κόσμον [278] καὶ πάντα τὰ ἐν κόσμῳ συνεστήσαντο. εὐθέως γὰρ τὸ σημεῖον κατὰ τὸν τῆς μονάδος λόγον τετάχθαι· ὡς γὰρ ἡ μονὰς ἀδιαίρετόν τι ἐστίν, οὕτω καὶ τὸ σημεῖον, καὶ ὃν τρόπον ἡ μονὰς ἀρχή τις ἐστὶν ἐν ἀριθμοῖς, οὕτως καὶ τὸ σημεῖον ἀρχή τις ἐστὶν ἐν γραμμαῖς. ὥστε τὸ μὲν σημεῖον τὸν τῆς μονάδος εἶχε λόγον, ἡ δὲ γραμμὴ κατὰ τὴν τῆς δυάδος ἰδέαν ἐθεωρεῖτο· κατὰ μετάβασιν γὰρ [279] καὶ ἡ δυὰς καὶ ἡ γραμμὴ νοεῖται. καὶ ἄλλως· τὸ μεταξὺ δυεῖν σημείων νοούμενον ἀπλατὲς μῆκος ἔστι γραμμή. τοίνυν ἔσται κατὰ τὴν δυάδα ἡ γραμμή, τὸ δὲ ἐπίπεδον κατὰ τὴν τριάδα, ὃ μὴ μόνον μῆκος αὐτὸ θεωρεῖται καθὸ ἦν ἡ δυάς, ἀλλὰ καὶ τρίτην προσείληφε διάστασιν τὸ πλάτος.

[280] τιθεμένων τὲ τριῶν σημείων, δυεῖν μὲν ἐξ ἐναντίου διαστήματος, τρίτου δὲ κατὰ μέσον τῆς ἐκ τῶν δυεῖν ἀποτελεσθείσης γραμμῆς, πάλιν ἐξ ἄλλου διαστήματος, ἐπίπεδον ἀποτελεῖται. τὸ δὲ στερεὸν σχῆμα καὶ τὸ σῶμα, καθάπερ τὸ πυραμοειδές, κατὰ τὴν τετράδα τάττεται. τοῖς γὰρ τρισὶ σημείοις, ὡς προεῖπον, κειμένοις ἐπιτεθέντος ἄλλου τινὸς ἄνωθεν σημείου πυραμοειδὲς ἀποτελεῖται σχῆμα στερεοῦ σώματος· ἔχει γὰρ ἤδη τὰς τρεῖς διαστάσεις, [281] μῆκος πλάτος βάθος. τινὲς δ' ἀπὸ ἑνὸς σημείου τὸ σῶμά φασι συνίστασθαι· τουτὶ γὰρ τὸ σημεῖον ῥυὲν γραμμὴν ἀποτελεῖν, τὴν δὲ γραμμὴν ῥυεῖσαν ἐπίπεδον ποιεῖν, τοῦτο δὲ εἰς βάθος κινηθὲν τὸ σῶμα γεννᾶν [282] τριχῇ διαστατόν. διαφέρει δὲ ἡ τοιαύτη τῶν Πυθαγορικῶν στάσις τῆς τῶν προτέρων. ἐκεῖνοι μὲν γὰρ ἐκ δυεῖν ἀρχῶν, τῆς τε μονάδος καὶ τῆς ἀορίστου δυάδος, ἐποίουν τοὺς ἀριθμούς, εἶτ' ἐκ τῶν ἀριθμῶν τὰ σημεῖα καὶ τὰς γραμμὰς τά τε ἐπίπεδα σχήματα καὶ τὰ στερεά· οὗτοι δὲ ἀπὸ ἑνὸς σημείου τὰ πάντα τεκταίνουσιν. ἐξ αὐτοῦ μὲν γὰρ γραμμὴ γίνεται, ἀπὸ γραμμῆς δὲ ἐπιφάνεια, ἀπὸ δὲ ταύτης σῶμα.

[283] πλὴν οὕτω μὲν ἀποτελεῖται τὰ στερεὰ σώματα ἡγουμένων τῶν ἀριθμῶν· ἀφ' ὧν λοιπὸν καὶ τὰ αἰσθητὰ συνίσταται, γῆ τε καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, καὶ καθόλου ὁ κόσμος, ὅν φασι καθ' ἁρμονίαν διοικεῖσθαι πάλιν ἐχόμενοι τῶν ἀριθμῶν, ἐν οἷς οἱ λόγοι εἰσὶ τῶν συστατικῶν τῆς τελείου ἁρμονίας συμφωνιῶν, τῆς τε διὰ τεσσάρων καὶ τῆς διὰ πέντε καὶ τῆς διὰ πασῶν, ὧν ἡ μὲν ἐν ἐπιτρίτῳ ἔκειτο [284] λόγῳ, ἡ δὲ ἐν ἡμιολίῳ, ἡ δὲ ἐν διπλασίονι. εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον κἀν τῇ περὶ κριτηρίου σκέψει κἀν τοῖς περὶ ψυχῆς.

   Νῦν δὲ ὑποδειχθέντος, ὅτι μεγάλην δύναμιν ἀπονέμουσι τοῖς ἀριθμοῖς οἱ ἀπὸ τῆς Ἰταλίας φυσικοί, μετελθόντες καὶ τὰς ἀκολούθους τῷ τόπῳ κομίζωμεν ἀπορίας.

[285] ὅταν οὖν λέγωσι τῶν ἀριθμητῶν [μηδὲν εἶναι ἕν], οἷον τῶν αἰσθητῶν καὶ ὑποπιπτόντων, μηδὲν εἶναι ἕν, μετοχῇ δὲ τοῦ ἑνὸς τοῦ ὡσανεὶ πρώτου καὶ στοιχείου ἕν τι καλεῖσθαι, εἰ οὖν τὸ δεικνύμενον καὶ καλούμενον ζῷον ἓν εἴη, τὸ μὴ δεικνύμενον φυτὸν οὐκ ἔσται ἕν. οὐ γὰρ δεῖ πολλὰ εἶναι, μετοχῇ δὲ [286] τοῦ ἑνὸς ἕκαστον νοεῖσθαι ἕν, οἷον ζῷον ξύλον φυτόν. εἰ γὰρ τὸ δεικνύμενον ζῷον ἕν ἐστι, τὸ μὴ ὂν ζῷον, οἷον τὸ φυτόν, οὐκ ἔσται ἕν· καὶ εἰ τὸ φυτὸν ἕν ἐστι, τὸ μὴ ὂν φυτόν, οἷον τὸ ζῷον, οὐκ ἔσται ἕν. ἀλλὰ λέγεταί γε τὸ μὴ ὂν ζῷον ἕν, καθάπερ τὸ φυτόν, καὶ τὸ μὴ ὂν φυτὸν πάλιν ἕν, ὡς τὸ ζῷον. οὐκ ἄρα ἕκαστον τῶν ἀριθμητῶν ἕν ἐστιν. τὸ δὲ οὗ ἕκαστον μετοχῇ νενόηται ἕν, ἐκεῖνο ἕν τέ ἐστι καὶ πολλά, ἓν μὲν καθ' ἑαυτό, πολλὰ δὲ κατὰ [287] περίληψιν. ὅπερ πλῆθος πάλιν οὐκ ἔστιν ἐν τοῖς ἀριθμητοῖς δεικνύμενον. εἰ γὰρ τὸ τῶν ζῴων πλῆθος ἔστιν, τὸ τῶν φυτῶν οὐκ ἔσται πλῆθος, καὶ εἰ τὸ τούτων, ἀνάπαλιν οὐκ ἔσται τὸ τῶν ζῴων. λέγεται δέ γε καὶ ἐπὶ φυτῶν καὶ ἐπὶ ζῴων καὶ ἐπ' ἄλλων ἱκανῶν πλῆθος· οὐκ ἄρα τὸ ἐν τοῖς ἀριθμητοῖς δεικνύμενον πλῆθος τῷ ὄντι πλῆθός ἐστιν, ἀλλὰ ἐκεῖνο τὸ οὗ μετοχῇ νενόηται τοῦτο πλῆθος.

[288] ὅταν δὴ τὰ τοιαῦτα λέγωσιν οἱ Πυθαγορικοὶ τῶν φιλοσόφων, ὅμοιόν τι λέγουσι τῷ μηδένα τῶν ἐπὶ μέρους ἀνθρώπων ἄνθρωπον εἶναι, ἀλλὰ τὸν οὗ μετοχῇ ἕκαστος εἷς τε ἄνθρωπος νενόηται καὶ πολλοὶ ἄνθρωποι καλοῦνται. νοεῖται γὰρ ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν, καὶ διὰ τοῦτο οὔτε Σωκράτης ἄνθρωπός ἐστιν οὔτε Πλάτων, οὐκ [289] ἄλλος τις τῶν ἐπ' εἴδους. εἰ γὰρ Σωκράτης, καθὸ Σωκράτης ἐστίν, ἄνθρωπος καθέστηκεν, ὁ Πλάτων οὐκ ἔσται ἄνθρωπος, οὐδὲ Δίων ἢ Θέων· καὶ εἰ Πλάτων ἐστὶν ἄνθρωπος, ὁ Σωκράτης οὐκ ἔσται. λέγεται δέ γε καὶ Σωκράτης ἄνθρωπος καὶ Πλάτων καὶ ἕκαστος τῶν ἄλλων· οὐκ ἄρα τῶν ἐπὶ μέρους ἀνθρώπων ἕκαστός ἐστιν ἄνθρωπος, οὗ δὲ μετοχῇ ἕκαστος αὐτῶν νενόηται ἄνθρωπος, ὃς [290] οὔκ ἐστιν εἷς ἐξ αὐτῶν. ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ φυτοῦ καὶ πάντων τῶν λοιπῶν. ἄτοπον δέ γέ ἐστι μηδένα τῶν ἐπὶ μέρους ἀνθρώπων λέγειν ἄνθρωπον εἶναι, μηδὲ τῶν φυτῶν φυτόν· ἄτοπον ἄρα καὶ τὸ ἕκαστον τῶν ἀριθμητῶν [291] κατὰ τὸν ἴδιον λόγον μὴ λέγειν ἕν. ἄλλως τε καὶ ἡ κομιζομένη κατὰ τοῦ γένους ἀπορία φθάνειν ἔοικε καὶ ἐπὶ τὴν τοιαύτην τῶν Πυθαγορικῶν δόξαν. ὡς γὰρ ὁ γενικὸς ἄνθρωπος οὔτε μετὰ τῶν ἐπ' εἴδους ἀνθρώπων θεωρεῖται, ἐπεὶ καὶ αὐτὸς ἔσται εἰδικός, οὔτε κατ' ἰδίαν ὑφέστηκεν, ἐπεὶ οὐ γενήσονται οἱ κατὰ μέρος ἄνθρωποι μετοχῇ αὐτοῦ ἄνθρωποι, οὔτ' ἐν αὐτοῖς τούτοις περιέχεται [292] (ἀδιανόητον γὰρ τούτου μετοχῇ ἀπείρους εἶναι καὶ τοῦτο μὲν τεθνηκόσι, τοῦτο δὲ ζῶσι περιέχεσθαι), ‑ ὡς οὖν οὗτος ὁ λόγος ἄπορος, οὕτω καὶ ὁ περὶ τοῦ ἑνὸς τούτου μᾶλλόν ἐστιν ἀπορώτερος τῷ μήτε σὺν τοῖς κατὰ μέρος ἀριθμοῖς αὐτὸ θεωρεῖσθαι, μήτε κατὰ παντὸς αὐτὸ δύνασθαι τετάχθαι, μήτε μετοχὴν αὐτοῦ τοῖς ἀπείροις προϋπάρχειν.

[293] ἥ γε μὴν τοῦ ἑνὸς ἰδέα, ἧς κατὰ μετοχὴν ἕκαστον νοεῖται ἕν, ἤτοι μία ἐστὶν ἰδέα τοῦ ἑνὸς ἢ πλείους ἰδέαι τοῦ ἑνός. καὶ εἰ μὲν μία, ἤτοι ὅλης μετέχει ἕκαστον τῶν ἀριθμητῶν ἢ μέρους τινὸς αὐτῆς. καὶ εἰ μὲν ὅλης μετέσχηκεν, οὐκ ἔστι μία· εἰ γὰρ ὅλην ἔχει τὴν τοῦ ἑνὸς ἰδέαν λόγου χάριν τὸ Α, ἐξ ἀνάγκης τὸ Β, μὴ ἔχον [294] οὗ μετάσχῃ, οὐκ ἔσται ἕν· ὅπερ ἄτοπον. εἰ δὲ πολυμερής ἐστιν ἡ τοῦ ἑνὸς ἰδέα καὶ ἕκαστον τῶν ἀριθμητῶν ἑκάστου μέρους αὐτῆς μετείληφεν, πρῶτον μὲν ἕκαστον τῶν ὄντων οὐ τῆς τοῦ ἑνὸς ἰδέας ἔσται μετειληφός, ἀλλὰ μέρους αὐτῆς, καὶ διὰ τοῦτο οὐκέτι γενήσεται ἕν· ὡς γὰρ τὸ μέρος ἀνθρώπου οὐκ ἔστιν ἄνθρωπος καὶ τὸ μέρος τῆς λέξεως οὐκ ἔστι λέξις, οὕτω τὸ μέρος τῆς τοῦ ἑνὸς ἰδέας οὐκ ἔσται ἡ τοῦ ἑνὸς ἰδέα, ἵνα καὶ τὸ μετεσχηκὸς [295] αὐτῆς γένηται ἕν. εἶτα ἡ τοῦ ἑνὸς ἰδέα οὐκέτι γίνεται ἑνὸς ἰδέα, οὐδὲ μία, ἀλλὰ πλείους. τὸ γὰρ ἕν, ᾗ ἕν ἐστιν, ἀδιαίρετον καθέστηκεν, καὶ ἡ μονάς, ᾗ μονάς ἐστιν, οὐ διχάζεται· ἢ εἴπερ εἰς πολλὰ διαιρεῖται, ἀθροισμὸς πλειόνων [296] μονάδων γενήσεται καὶ οὐκέτι μονάς. εἰ δὲ πλείους εἶεν ἰδέαι τοῦ ἑνός, ὡς ἕκαστον τῶν ἀριθμητῶν ἰδίας τινὸς μετέχειν ἰδέας καθ' ἣν ἓν νοεῖται, ἤτοι ἡ τοῦ Α ἰδέα καὶ ἡ τοῦ Β μετέχουσιν ἑνός τινος ἰδέας, καθ' ἣν ἑκάτερον [297] αὐτῶν προσαγορεύεται ἕν, ἢ οὐ μετέχουσιν. καὶ εἰ μὲν οὐ μετέχουσιν, ὃν τρόπον αὗται δύνανται τῆς τοῦ ἑνὸς ἐπικατηγορίας ἀξιοῦσθαι μὴ μετέχουσαί τινος ἐπαναβεβηκυίας τοῦ ἑνὸς ἰδέας, οὕτω δύναται καὶ πᾶν τὸ ὁπωσοῦν λεγόμενον ἓν μὴ κατὰ μετοχὴν τῆς τοῦ ἑνὸς ἰδέας [298] προσαγορεύεσθαι ἕν. εἰ δὲ μετέχουσιν, ἡ ἀρχῆθεν μένει ἀπορία· πῶς γὰρ αἱ δύο ἰδέαι τῆς μιᾶς μετέχουσιν ἰδέας; ὅλης ἑκατέρα, ἢ μέρους αὐτῆς; ὁπότερον γὰρ ἂν λέγωσιν, ἐπαχθήσονται αἱ μικρῷ πρόσθεν ἀποδοθεῖσαι πρὸς ἡμῶν ἀπορίαι.

[299]    Σὺν τούτοις· ἐπεὶ πᾶν τὸ λαμβανόμενον ἀνθρώπῳ ἤτοι αἰσθήσει λαμβάνεται καὶ κατὰ ψιλὴν ἐγκύρησιν ἢ διανοίᾳ, πάντως καὶ ὁ ἀθροισμός, εἴπερ ἀνθρώπῳ ληπτός [300] ἐστιν, ἤτοι αἰσθήσει ἢ διανοίᾳ καταληφθήσεται. ἀλλὰ αἰσθήσει μὲν καὶ ἁπλῇ ἐμφάσει οὐκ ἂν ληφθείη· πλανᾷ γὰρ ἐνίους ἡ τῶν ἀριθμητῶν ὑπόστασις, ἐπείπερ βλέποντες ταῦτα λευκὰ ἢ μέλανα ἢ κοινῶς αἰσθητὰ ὑπονοοῦσιν, ὅτι καὶ ὁ ἀριθμὸς αἰσθητόν τί ἐστι καὶ φαινόμενον πρᾶγμα, μὴ ἐχούσης οὕτω τῆς ἀληθείας. τὸ μὲν γὰρ λευκὸν καὶ μέλαν, καὶ εἰ οὕτω τύχοι, τὸ φυτὸν καὶ ὁ λίθος καὶ τὸ ξύλον καὶ τῶν ἀριθμητῶν ἕκαστον φαίνεται καὶ αἰσθήσει ληπτόν ἐστιν, ὁ δ' ἀριθμὸς ὡς ἀριθμὸς οὐκ ἔστιν [301] ἡμῖν αἰσθητὸς οὐδὲ φαίνεται. σκοπῶμεν δὲ τὸν τρόπον τοῦτον. τὰ αἰσθητὰ ὡς αἰσθητὰ ἀδιδάκτως ἡμῖν λαμβάνεται· οὐθεὶς γὰρ τὸ λευκὸν ἢ τὸ μέλαν ὁρᾶν διδάσκεται, οὐδὲ τραχέος ἢ λείου ἀντιλαμβάνεσθαι. ὁ δὲ ἀριθμὸς ὡς ἀριθμὸς οὐκ ἀδιδάκτως ἡμῖν λαμβάνεται· ὅτι γὰρ τὰ δὶς δύο τέσσαρά ἐστι καὶ τὰ τρὶς δύο ἕξ ἐστι καὶ τὰ δεκάκις δέκα ἑκατόν, ἐκ μαθήσεως ἔγνωμεν. οὐκ ἄρα αἰσθητόν [302] τί ἐστιν ὁ ἀριθμός. εἰ δὲ μνήμῃ κατ' ἐπισύνθεσίν τινων ἔγνωσται, ἀπορήσει τις τῶν αἰσθητῶν ἀποστάς, καθὼς καὶ ὁ Πλάτων ἠπόρει ἐν τῷ περὶ ψυχῆς, πῶς τὰ δύο κατ' ἰδίαν μὲν ὄντα οὐ νοεῖται δύο, [303] συνελθόντα δὲ εἰς ταὐτὸ γίνεται δύο. εἰ γὰρ τοιαῦτά ἐστι μετὰ τὴν σύνοδον, ὁποῖα ἦν πρὶν τῆς συνόδου, ἦν δ' ἑκάτερον αὐτῶν πρὶν τῆς συνόδου ἕν, ἔσται καὶ μετὰ τὴν σύνοδον ἑκάτερον ἕν, ἐπεὶ ἂν δῶμεν προσγίνεσθαί τι αὐτοῖς περισσότερον μετὰ τὴν σύνοδον παρ' ὃ ἦν, οἷον τὴν δυάδα, ἔσται [304] ἡ τῶν δυεῖν συνέλευσις τετράς. εἰ γὰρ τῷ συνελθόντι ἑνὶ καὶ ἑνὶ πλεῖόν τι προσγίνεται ἡ δυάς, ἐπεὶ ἐν ταύτῃ μονὰς καὶ μονὰς νοεῖται, κατὰ τὴν τοῦ ἑνὸς καὶ ἑνὸς συνέλευσιν τετρὰς γενήσεται, δυεῖν μὲν νοουμένων τῶν συνιόντων, διττῆς δὲ κατὰ τὴν φύσιν οὔσης τῆς προσγινομένης αὐτοῖς δυάδος. καὶ πάλιν· εἰ τοῖς κατὰ σύνοδον ποιοῦσι τὴν δεκάδα πλεῖόν τι προσγίνεται ἡ δεκάς, ἐπεὶ ἐν τῇ δεκάδι νοεῖται τὰ ἐννέα καὶ τὰ ὀκτὼ καὶ τὰ ἑπτὰ καὶ καθ' ὑπόβασιν οἱ λοιποὶ ἀριθμοί, ἀπειράκις ἀπείρων ἔσται πλῆθος τὰ δέκα, ὡς ἀνώτερον δεδείχαμεν.

[305]    Ὁ δὲ Πλάτων καὶ ἄλλως ἐπιχειρεῖν βούλεται. εἴπερ γὰρ τὸ ἕν, φησίν, ὅτε διαιρεῖται καὶ χωρίζεται, δύο νοεῖται, πάντως καὶ ἡ ἑκατέρου τῶν ἀνὰ ἓν εἰς ταὐτὸ σύνοδος οὐ νοηθήσεται δύο· ἐναντίον γάρ ἐστι τῷ πρώτῳ αἰτίῳ τὸ δεύτερον αἴτιον, καὶ εἰ τὰ ἐκ τοῦ αὐτοῦ χωριζόμενα δύο ἐστί, τὰ εἰς ταὐτὸ συναγόμενα καὶ ἀλλήλοις παρατεθειμένα οὐκ ἂν εἴη δύο. ἔχει δὲ καὶ τὸ ῥητὸν [306] παρ' αὐτῷ τὸν τρόπον τοῦτον· "θαυμάζω γάρ, εἰ ὅτε μὲν ἑκάτερον αὐτῶν ἦν χωρὶς ἀλλήλων, ἓν ἦν ἑκάτερον καὶ οὐκ ἤστην τότε δύο, πλησιάσαντα δ' ἀλλήλοις, αὕτη ἄρα αὐτοῖς αἰτία ἐγένετο δυεῖν γενέσθαι, σύνοδος τοῦ πλησίον ἀλλήλων τεθῆναι. οὐδέ γε ὡς ἐάν τις ἓν διασχίσῃ, δύναμαι ἔτι πεισθῆναι, ὅτι ὡσαύτως αἰτία γέγονεν ἡ σχίσις τοῦ δύο γεγονέναι· ἐναντία γὰρ γέγονεν ἢ τότε αἰτία τοῦ δύο γενέσθαι, τότε μὲν ὅτι συνήγετο πλησίον ἀλλήλων καὶ προσετίθετο ἕτερον ἑτέρῳ, νῦν δ' ὅτι ἀπάγεται [307] καὶ χωρίζεται ἕτερον ἀφ' ἑτέρου." ῥητῶς γὰρ διὰ τούτων φησίν, ὡς εἴπερ ἡ ψιλὴ σύνοδος τοῦ ἑνὸς καὶ ἑνὸς καὶ ἡ αὐτὸ μόνον παράθεσις αἴτιόν ἐστι τοῦ δύο γενέσθαι τὰ πρότερον μὴ ὄντα δύο, πῶς ἔτι πεισθῆναι δύναμαι, ὅτι τὸ ἕν, ὅτε χωρίζεται καὶ διασπᾶται, δύο γίνεται; ἐναντία γὰρ τῇ συνόδῳ ἡ σχίσις ἐστὶ καὶ ὁ χωρισμός.

[308]    Τοιοῦτος μὲν καὶ ὁ Πλάτων· ἔνεστι δὲ καὶ ὧδε συνερωτᾶν. εἰ ἔστι τι ἀριθμός, ὅτε παρατίθεταί τι ἑτέρῳ, οἷον τῇ μονάδι ἡ μονάς, τότε ἢ προσγίνεταί τι ταῖς συνελθούσαις μονάσιν ἢ ἀπογίνεται τῶν συνελθουσῶν ἢ οὔτε προσγίνεταί τι αὐταῖς οὔτε ἀπογίνεται. ἀλλ' εἰ μήτε προσγίνεταί τι αὐταῖς μήτε ἀπογίνεται αὐτῶν, οὐκ ἔσται δυὰς κατὰ τὴν παράθεσιν τῆς ἑτέρας τῇ ἑτέρᾳ, ὡς οὐδὲ [309] πρὶν τῆς συνόδου ἐτύγχανεν. εἰ δὲ ἀπογίνεταί τι κατὰ τὴν παράθεσιν αὐτῶν, ἐλάσσωσις ἔσται τῆς μιᾶς μονάδος καὶ οὐκέτι δυὰς γενήσεται. εἰ δὲ προσγίνεταί τι αὐταῖς, οἷον ἡ δυάς, τὰ ὀφείλοντα δύο εἶναι τέσσαρα γενήσονται. δυὰς γὰρ ἡ ἐπιγενομένη μονὰς ἦν καὶ μονάς· προσελθοῦσα οὖν μονάδι καὶ μονάδι, ταῖς συνερχομέναις, τὸν τέσσαρα ποιήσει ἀριθμόν· ὅπερ ἐστὶν ἄτοπον. τοίνυν οὐκ ἔστι τι ἀριθμός.

[310]

ε΄ περὶ γενέσεως καὶ φθορᾶς

   Ἡ περὶ γενέσεως καὶ φθορᾶς ζήτησις συνίσταται τοῖς σκεπτικοῖς πρὸς τοὺς φυσικοὺς σχεδόν τι περὶ τῶν ὅλων, εἴγε τῶν σκεψαμένων περὶ τῆς τοῦ παντὸς συστάσεως οἱ μὲν ἐξ ἑνὸς ἐγέννησαν τὰ πάντα, οἱ δ' ἐκ πλειόνων, καὶ [311] τῶν ἐξ ἑνὸς οἱ μὲν ἐξ ἀποίου, οἱ δὲ ἐκ ποιοῦ, καὶ τῶν ἐκ ποιοῦ οἱ μὲν ἐκ πυρὸς, οἱ δ' ‹ἐξ› ἀέρος, οἱ δ' ἐξ ὕδατος, ἄλλοι ἐκ γῆς, καὶ τῶν ἐκ πλειόνων οἱ μὲν ‹ἐξ› ἀριθμητῶν, οἱ δ' ἐξ ἀπείρων, καὶ τῶν ἐξ ἀριθμητῶν οἱ μὲν ἐκ δύο, οἱ δ' ἐκ τεσσάρων, οἱ δ' ἐκ πέντε, οἱ δ' ἐξ ἕξ, καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ ἐξ ἀνομοίων, καὶ τούτων οἱ μὲν ἐξ ἀπαθῶν, οἱ δ' ἐκ παθητῶν.

[312] ἐξ ἀποίου μὲν οὖν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων ὑπεστήσαντο γένεσιν οἱ Στωικοί· ἀρχὴ γὰρ τῶν ὄντων κατ' αὐτούς ἐστιν ἡ ἄποιος ὕλη καὶ δι' ὅλων τρεπτή, μεταβαλλούσης τε ταύτης γίνεται τὰ τέσσαρα στοιχεῖα, [313] πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ. ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵ τε περὶ τὸν Ἵππασον καὶ Ἀναξιμένη καὶ Θαλῆ, ὧν Ἵππασος μὲν καὶ κατά τινας Ἡράκλειτος ὁ Ἐφέσιος ἐκ πυρὸς ἀπέλιπον τὴν γένεσιν, Ἀναξιμένης δὲ ἐξ ἀέρος, Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ κατ' ἐνίους ἐκ γῆς·

   ἐκ γαίης γὰρ πάντα, καὶ εἰς γῆν πάντα τελευτᾷ.

[314] ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν, γῆς τε καὶ ὕδατος, ὁ ποιητὴς Ὅμηρος, ὁτὲ μὲν λέγων

   Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν,

ὁτὲ δὲ

   ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.

συμφέρεσθαι δ' αὐτῷ δοκεῖ κατ' ἐνίους καὶ ὁ Κολοφώνιος Ξενοφάνης· φησὶ γάρ·

   πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.

[315]ἐκ γῆς δὲ καὶ αἰθέρος Εὐριπίδης, ὡς πάρεστιν ἐκδέξασθαι ἐκ τοῦ λέγειν αὐτόν·

   Αἰθέρα καὶ Γαῖαν πάντων γενέτειραν ἀείδω. ἐκ τεσσάρων δὲ ὁ Ἐμπεδοκλῆς·

   τέσσαρα γὰρ πάντων ῥιζώματα πρῶτον ἄκουε·

   Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ' Ἀιδωνεύς

   Νῆστίς θ', ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.

[316] ἐκ πέντε δὲ Ὄκκελος ὁ Λευκανὸς καὶ Ἀριστοτέλης· συμπαρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια.

[317] ἐκ δὲ τῶν ἓξ τὴν πάντων ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. ἐν οἷς μὲν γὰρ λέγει τέσσαρα τῶν πάντων ῥιζώματα, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ

   Νεῖκός τ' οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντῃ,

   καὶ Φιλίη μετὰ τοῖσιν, ἴση μῆκός τε πλάτος τε,

ἓξ παραδίδωσι τὰς τῶν ὄντων ἀρχάς, τέσσαρας μὲν τὰς ὑλικάς, γῆν ὕδωρ ἀέρα πῦρ, δύο δὲ τὰς δραστηρίους, φιλίαν [318] καὶ νεῖκος. ἐξ ἀπείρων δ' ἐδόξασαν τὴν τῶν πραγμάτων γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον καὶ ἄλλοι παμπληθεῖς, ἀλλ' ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστι τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων μέν, παθητῶν δέ, καθάπερ τῶν ἀνάρμων ὄγκων.

[319]    Προειληφότες οὖν, ὅτι πᾶσι τούτοις ἄπορος δείκνυται ὁ τῆς φυσιολογίας τρόπος ἀναιρεθείσης τῆς γενέσεως καὶ τῆς φθορᾶς, προθυμότερον ἁπτώμεθα τῶν λόγων. καίτοι γε, ἐὰν ἐξετάζωμεν, διὰ τῶν ἔμπροσθεν αὐτάρκως ἤδη [320] συμβεβίβασται τὸ κεφάλαιον. τὸ γὰρ γινόμενον καὶ φθειρόμενον ἐν χρόνῳ φθείρεται καὶ γίνεται, χρόνος δὲ οὐκ ἔστιν, ὡς ἀνώτερον παρεστήσαμεν, ὥστε οὐδὲ τὸ [321] γινόμενον καὶ φθειρόμενον ἔσται. πᾶσά τε γένεσις καὶ φθορὰ μεταβλητικαί τινές εἰσι κινήσεις, οὐδὲν δ' ἐστὶ κίνησις, ὡς προκατεστησάμεθα· τοίνυν οὐδὲ γένεσις καὶ [322] φθορὰ γενήσεται. καὶ πᾶν τὸ γεννώμενον ἢ φθειρόμενον οὐ χωρὶς τοῦ δρῶντος καὶ πάσχοντος γεννᾶται ἢ φθείρεται, οὔτε δὲ δρᾷ τι οὔτε πάσχει, ὥστ' οὐδὲ γεννᾶταί τι οὐδὲ φθείρεται.

[323] καὶ μὴν εἰ γίνεταί τι καὶ φθείρεται, ὀφείλει τί τινι προστίθεσθαι καί τί τινος ἀφαιρεῖσθαι ἤ τι ἔκ τινος μεταβάλλειν· γένεσις γὰρ καὶ φθορὰ κατά τινα τῶν τριῶν τούτων τρόπων ὀφείλει συνίστασθαι, οἷον ἐπὶ τῆς δεκάδος κατ' ἀφαίρεσιν τῆς μονάδος γίνεται μὲν ἡ ἐννεάς, φθείρεται δὲ ἡ δεκάς, καὶ πάλιν ἐπὶ τῆς ἐννεάδος κατὰ πρόσθεσιν μονάδος γίνεται μὲν ἡ δεκάς, φθείρεται δὲ ἡ ἐννεάς. καὶ ἐπὶ τῶν κατὰ τροπὴν φθειρομένων ἢ γεννωμένων ὁ αὐτὸς λόγος· οὕτω γὰρ φθείρεται μὲν ὁ οἶνος, γίνεται δὲ [324] ‹ὁ› ὄξος. εἰ δὴ τοίνυν πᾶν τὸ γεννώμενον καὶ φθειρόμενον ἤτοι κατὰ πρόσθεσιν ἢ κατ' ἀφαίρεσιν ἢ κατὰ μεταβολὴν γίνεται καὶ φθείρεται, ἐπεὶ παρεστήσαμεν μήτε πρόσθεσιν οὖσαν μήτε ἀφαίρεσιν μήτε μεταβολήν, δυνάμει προκατεστησάμεθα τὸ μηδὲ γένεσιν ἢ φθορὰν [325] ὑπάρχειν. πρὸς τούτοις· τὸ γεννώμενον ἢ φθειρόμενον ψαύειν ὀφείλει ἐκείνου τοῦ ἐξ οὗ φθείρεται καὶ τοῦ εἰς ὃ μεταβάλλει, οὐδὲν δὲ ψαῦσίς ἐστιν, ὡς παρέσταται· τοίνυν οὐδὲ γένεσις ἢ φθορὰ συστῆναι δύναται.

[326]    Πάρεστι δὲ καὶ προηγουμένως ἀποροῦντας λέγειν, ὡς εἴπερ ‹τι› γίνεται, ἤτοι τὸ ὂν γίνεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ μὴ ὂν γίνεται· τῷ γὰρ μὴ ὄντι οὐδὲν συμβέβηκεν, ᾧ δὲ μηδὲν συμβέβηκεν, οὐδὲ τὸ γίνεσθαι συμβέβηκεν. [327] καὶ ἄλλως· τὸ γινόμενον πάσχει, τὸ δὲ μὴ ὂν οὐδὲν δύναται πάσχειν· ὄντος γὰρ τὸ πάσχειν· οὐκ ἄρα τὸ μὴ ὂν γίνεται. καὶ μὴν οὐδὲ τὸ ὄν· ἔστι γὰρ ἤδη τὸ ὄν, καὶ οὐκ ἔχει χρείαν γενέσεως· οὐκ ἄρα οὐδὲ τὸ ὂν γεννᾶται. ἀλλ' εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν γίνεται, παρὰ ταῦτα δ' οὐδὲν ἔστι τρίτον ἐπινοεῖν, οὐδὲν γεννᾶται.

[328] ἄλλως τε· ἐν τοῖς φαινομένοις θεωρεῖται τὰ μὲν ἐξ ἑνὸς γεννώμενα κατὰ μεταβολήν, τὰ δ' ἐκ πλειόνων κατὰ σύνθεσιν, [329] καὶ ἐξ ἑνὸς μὲν κατὰ μεταβολὴν ὁπόσα τῆς αὐτῆς οὐσίας μενούσης ἑτέραν ἐξ ἑτέρας μεταλαμβάνει ποιότητα, οἷον ὅταν τοῦ αὐτοῦ ὑγροῦ μένοντος ἐν τῷ αὐτῷ πλήθει τὸ μὲν γλεῦκος ἀφανισθῇ, οἶνος δὲ γένηται, ἢ ὁ οἶνος μὲν ἀφανισθῇ, ὄξος δὲ ὑποστῇ, ἢ τοῦ κηροῦ μένοντος ἡ μὲν σκληρότης ἀφανίζηται, ἡ δὲ μαλακότης γένηται, ἢ ἀνάπαλιν· [330] ἐκ πλειόνων δὲ κατ' ἐπισύνθεσιν ὡς ἅλυσις μὲν κατ' ἐπισύνδεσιν κρίκων, οἰκία δὲ κατὰ σύνοδον λίθων, ἐσθὴς [331] δὲ κατὰ κρόκης καὶ στημόνων συμπλοκήν. εἰ δὲ κἀν τοῖς νοητοῖς γίνεταί τι, ἤτοι ἐξ ὄντος γίνεταί τι ἢ ἐκ μὴ ὄντος. καὶ ἐκ μὲν τοῦ μὴ ὄντος οὐδὲν δύναται γίνεσθαι· δεῖ γὰρ τὸ γεννητικόν τινος οὐσίαν ἔχειν καὶ ποιὰν ἀναδέχεσθαι κίνησιν, ὥστ' οὐκ ἂν εἴη τι ἐκ τοῦ μὴ ὄντος γεννώμενον.

[332] καὶ μὴν οὐδ' ἐκ τοῦ ὄντος. εἰ γὰρ ἐκ τοῦ ὄντος γίνεταί τι, ἤτοι ἐξ ἑνὸς γίνεται ἢ ἐκ πλειόνων. καὶ ἐξ ἑνὸς μὲν οὐκ ἂν εἴη γεννώμενον. εἰ γὰρ ἐξ ἑνὸς γίνεται, ἤτοι αὐξανομένου ἢ μειουμένου ἢ ἐν τῷ αὐτῷ μένοντος [333] γίνεται. ἀλλ' αὐξάνεσθαι μὲν καὶ μειοῦσθαι οὐχ οἷόν τε ταὐτό, καὶ οὐκ ἂν δυνηθείη ἑαυτοῦ τι μεῖζον ἢ ἑαυτοῦ τι ἔλαττον ἀποτελεῖσθαι ταὐτόν. ἐάν τε γὰρ αὑτοῦ πλεῖον γένοιτο, ἐπεὶ οὐδὲν ἔχει πλεῖον παρ' ἑαυτό, ἐξ οὐκ ὄντος ἕξει τὴν πρόσθεσιν· ἐάν τε ἔλαττον ἑαυτοῦ, πάλιν, ἐπεὶ οὐδὲν ἔχει παρ' ἑαυτὸ ἀπολλύμενον αὐτοῦ, εἰς τὸ μὴ ὂν ἀπολεῖται. οὐδὲν ἄρα δύναται ἐκ τοῦ αὐξομένου ἢ μειουμένου [334] γίνεσθαι. καὶ μὴν οὐδ' ἐκ τοῦ ἐν τῷ αὐτῷ μένοντος ἔσται τὸ γεννώμενον. εἰ γὰρ τοῦτο, ἤτοι ἀτρέπτου καὶ ἀμεταβλήτου μένοντος αὐτοῦ γεννᾶταί τι ἐξ αὐτοῦ, ἢ ἐκ τρεπομένου καὶ μεταβάλλοντος. ἀλλ' ἐξ ἀτρέπτου μὲν καὶ ἀεὶ ὡσαύτως μένοντος οὐκ ἂν γεννηθείη τι· ἑτεροίωσις [335] γάρ τίς ἐστιν ἡ γένεσις. εἰ δὲ ἐκ τρεπομένου καὶ μεταβάλλοντος, ἤτοι εἰς ἑαυτὸ μεταβάλλοντος γίνεται τὸ γεννώμενον ἢ εἰς ἕτερον. καὶ εἰ μὲν εἰς ἑαυτὸ μεταβάλλοι τὸ γεννητικόν τινος, πάλιν μένει τὸ αὐτό, καὶ μένον τὸ αὐτὸ οὐδενὸς ἔσται περισσοτέρου γεννητικόν. εἰ δὲ εἰς ἕτερον τρέποιτο, ‹ἤτοι› ἐκβαίνει τῆς ἰδίας ὑποστάσεως, ὅτε τρέπεται καὶ γεννᾶται, ἢ μένει μὲν ἐν τῇ οἰκείᾳ ὑποστάσει, [εἰς] ἄλλο δὲ εἶδος ἀντ' ἄλλου εἴδους μεταλαμβάνον γεννᾶται, ὡς ὁ μετασχηματιζόμενος κηρὸς καὶ ἄλλοτε ἄλλην [336] μορφὴν ἀναδεχόμενος. ἀλλ' ἐκβαῖνον μὲν τῆς ἰδίας ὑποστάσεως εἰς τὸ μὴ ὂν φθαρήσεται, καὶ εἰς τὸ μὴ ὂν φθειρόμενον οὐδὲν γεννήσει. εἰ δὲ μένον ἐν τῇ ἰδίᾳ ὑποστάσει καὶ ἄλλην ἀντ' ἄλλης ποιότητα ἀναδεχόμενον γεννᾶται, [337] κρατεῖται τῇ αὐτῇ ἀπορίᾳ. ἤτοι γὰρ μένοντος τοῦ πρώτου εἴδους καὶ τῆς προτέρας ποιότητος περὶ αὐτῷ γίνεται τὸ δεύτερον εἶδος καὶ ἡ δευτέρα ποιότης, ἢ μὴ μένοντος. οὔτε δὲ μένοντος τοῦ πρώτου εἴδους γίνεται τὸ δεύτερον εἶδος οὔτε μὴ μένοντος, ὡς ἔμπροσθεν παρεστήσαμεν, ὅτε περὶ τοῦ πάσχοντος ἐσκεπτόμεθα.

[338] τοίνυν οὐδ' ἐξ ἑνὸς γίνεται τὸ γεννώμενον. καὶ μὴν οὐδ' ἐκ πλειόνων. δυεῖν γὰρ συνελθόντων τρίτον οὐκ ἂν γένοιτο, μενόντων τῶν δυεῖν, καὶ πάλιν τριῶν ὄντων τέταρτον οὐκ ἂν γένοιτο, μενόντων τῶν τριῶν. εἴρηται δὲ περὶ τούτων ἀκριβέστερον, ὅτε περὶ τῆς τοῦ ἀνθρώπου ὑποστάσεως ἐζητοῦμεν παριστάντες, ὅτι οὔτε [339] σῶμά ἐστιν ὁ ἄνθρωπος οὔτε ψυχὴ οὔτε τὸ σύνθετον. διόπερ εἰ μήτε ἐξ ἑνός ἐστι τὸ γεννώμενον μήτε ἐκ πλειόνων, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, ἐξ ἀνάγκης οὐδὲν τῶν ὄντων γεννᾶται.

[340]    Ταῦτα μὲν οἱ ἀπορητικοὶ περὶ γενέσεως διεξίασιν· οἱ δὲ δογματικοὶ μὴ πρὸς νοῦν ἀπαντῶντες πάλιν ἐπὶ τὰ ἐξ ἐναργείας ὑποδείγματα συμφεύγουσιν. τὸ γὰρ ὕδωρ θερμὸν ὄν, μὴ ὂν δὲ ψυχρόν, γίνεται ψυχρόν· καὶ ὁ ὑπάρχων χαλκός, μὴ ὢν ἀνδριάς, γίνεται ἀνδριάς· καὶ τὸ ᾠὸν κατὰ δύναμιν μέν ἐστι νεοσσός, κατ' ἐντελέχειαν δὲ οὔκ ἐστιν, ἀλλὰ λέγεται κατὰ δύναμιν εἶναι νεοσσὸς εἰς τὸ κατ' ἐντελέχειαν ὑπάρχειν. καὶ τὸ ὂν τοίνυν δύναται γίνεσθαι καὶ τὸ μὴ ὄν. εἶτα καὶ ὁρῶμεν βρέφος μὲν γεννώμενον ἐξ ἀνθρώπου, χυλὸν δ' ἐκ πόας. ὥστε πάντα τὸν τῶν δογματικῶν [341] λόγον παρὰ τὴν ἐνάργειαν χωρεῖν. πλανῶνται δ' οἱ ταῦτα λέγοντες, καὶ οὐ πρὸς τὸ προκείμενον ὑπαντῶσιν. τὸ γὰρ θερμὸν ὕδωρ καὶ οὐκ ὂν ψυχρὸν οὔτε θερμὸν γίνεται τῷ εἶναι οὔτε ψυχρὸν τῷ μὴ εἶναι· παρὰ δὲ τὸ εἶναι ‹καὶ μὴ εἶναι› οὐδὲν ἔστιν· οὐκ ἄρα οὐδ' ἐπὶ τοῦ ὕδατος ἔστι τις γένεσις. καὶ πάλιν· οὔτε ὁ χαλκὸς γίνεται [342] τῷ εἶναι χαλκὸς οὔτε ὁ ἀνδριὰς τῷ μὴ εἶναι. καὶ ἐπὶ τῶν κατὰ δύναμιν καὶ ἐντελέχειαν ὁ αὐτός ἐστι λόγος. ἄλλως τε· ἤτοι πλεῖόν τι ἐστὶν ἐν τῷ κατ' ἐντελέχειαν παρὰ τὸ ἐν δυνάμει ἢ οὔκ ἐστιν· καὶ εἰ μὲν οὐδὲν πλεῖόν ἐστιν, αὐτόθεν οὐδὲν γίνεται τῷ κατὰ δύναμιν εἶναι, εἰ δὲ ἔστι ‹τι› [343] πλέον, ἐκ τοῦ μὴ ὄντος τοῦτο γίνεται, ὅπερ ἄτοπον. ναί, ἀλλὰ καὶ βρέφος ἐκ τῆς ἐγκύμονος γεννᾶται, καὶ χυλὸς ἐκ τῆς πόας συνίσταται. καὶ τοῦτο τί πρὸς τὸ ζητούμενον, ἐροῦμεν. οὔτε γὰρ τὸ βρέφος γίνεται τικτόμενον (εἰς τοὐμφανὲς δὲ ἐκ τοῦ ἀφανοῦς ἄγεται), οὔτε ὁ χυλός (καὶ γὰρ ἐν τῇ πόᾳ προϋπῆρχεν, καὶ ἐκτὸς τῆς πόας γινόμενος τόπον μόνον ἤλλαξεν). ὥσπερ οὖν τὸν ἐκ τοῦ ζόφου εἰς τὸ φῶς προελθόντα οὐ λέγομεν γίνεσθαι, τόπον δ' ἐκ τόπου μεταβεβηκέναι, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ βρέφος ἐροῦμεν γίνεσθαι, ἀλλ' ἐξ ἑτέρου τινὸς τόπου εἰς ἕτερον μεταβαίνειν τόπον. οὐδὲν οὖν γεννᾶται.

[344]    Κατὰ ταὐτὰ δὲ οὐδὲ φθείρεται. εἰ γὰρ φθείρεταί τι, ἤτοι τὸ ὂν φθείρεται ἢ τὸ μὴ ὄν. οὔτε δὲ τὸ μὴ ὂν φθείρεται· τὸ γὰρ φθειρόμενον εἰς τὸ μὴ εἶναι χωρεῖ, τὸ δὲ μὴ ὄν [τι] ἤδη ἐν τῷ μὴ εἶναι ὂν οὐ δεῖται τῆς εἰς τοῦτο μεταστάσεως. τοίνυν οὐ φθείρεται τὸ μὴ ὄν.

[345] καὶ μὴν οὐδὲ τὸ ὄν. ἤτοι γὰρ μένον ἐν τῷ εἶναι φθείρεται ἢ μὴ μένον. καὶ εἰ μὲν μένον, ἔσται ἅμα καὶ οὐκ ἔσται, ἐφθαρμένον καὶ μὴ ἐφθαρμένον· εἰ δὲ μὴ μένον, ἀπόλλυται, καὶ οὐκέτι τὸ ὄν, ἀλλὰ τὸ μὴ ὂν φθείρεται. ὥστε εἰ μήτε τὸ ὂν μήτε τὸ μὴ ὂν φθείρεται, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲν φθείρεται.

[346]    Τινὲς δὲ καὶ τῶν χρόνων ἐχόμενοι τῆς τε γενέσεως καὶ φθορᾶς οὕτω συνερωτῶσιν. εἰ ἀπέθανε Σωκράτης, ἤτοι ὅτε ἔζη ἀπέθανεν ἢ ὅτε ἐτελεύτα. καὶ ζῶν μὲν οὐκ ἀπέθανεν· ἔζη γὰρ δήπουθεν καὶ ζῶν οὐκ ἐτεθνήκει. οὔτε δ' ὅτε ἀπέθανεν· δὶς γὰρ ἔσται τεθνηκώς. οὐκ [347] ἄρα ἀπέθανε Σωκράτης. ἀπὸ δὲ τῆς αὐτῆς δυνάμεως, ἐπὶ διαφέροντος δὲ ὑποδείγματος, λόγον συνηρώτηκε καὶ ὁ Κρόνος τοιοῦτον· εἰ φθείρεται τὸ τειχίον, ἤτοι ὅτε ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσμένοι, φθείρεται τὸ τειχίον, ἢ ὅτε διεστᾶσιν. οὔτε δὲ ὅτε ἅπτονται ἀλλήλων καί εἰσιν ἡρμοσμένοι, φθείρεται τὸ τειχίον, οὔτε ὅτε διεστᾶσιν ἀπ' ἀλλήλων· [348] οὐκ ἄρα φθείρεται τὸ τειχίον. καὶ ὁ μὲν λόγος τοιοῦτος, ἡ δὲ δύναμις αὐτοῦ προφανής. δύο γάρ εἰσι χρόνοι κατ' ἐπίνοιαν, ἐν ᾧ ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσμένοι, καὶ ἐν ᾧ διεστᾶσιν· παρὰ δὲ τούτους οὐδ' ἐπινοηθῆναι τρίτος τις δύναται χρόνος. εἰ οὖν φθείρεται τὸ τειχίον, [349] ἐν τῷ ἑτέρῳ τούτων ὀφείλει φθείρεσθαι. ἀλλ' ἐν μὲν ᾧ ἅπτονται ἀλλήλων οἱ λίθοι καί εἰσιν ἡρμοσμένοι, οὐ δύναται φθείρεσθαι· ἔστι γὰρ ἔτι τειχίον, καὶ εἰ ἔστιν, οὐ φθείρεται. οὔτε ἐν ᾧ διεστᾶσιν ἀπ' ἀλλήλων· οὐκέτι γὰρ ἔστι τειχίον, τὸ δὲ μὴ ὂν οὐ δύναται φθείρεσθαι. εἰ οὖν μήτε ὅτε ἅπτονται ἀλλήλων οἱ λίθοι, φθείρεται τὸ τειχίον, μήτε ὅτε διεστᾶσιν ἀπ' ἀλλήλων, οὐ φθείρεται τὸ τειχίον.

[350] καὶ οὕτω δὲ δυνατὸν συνερωτᾶν· εἰ γίνεταί τι καὶ φθείρεται, ἤτοι ἐν ᾧ ἔστι χρόνῳ γίνεται καὶ φθείρεται, ἢ ἐν ᾧ μὴ ἔστιν. καὶ ἐν ᾧ μὲν ἔστιν, οὔτε γίνεται οὔτε φθείρεται· ἐφ' ὅσον γὰρ ἔστι τοῦτο, οὔτε γίνεται οὔτε φθείρεται. καὶ μὴν οὐδὲ ἐν ᾧ μὴ ἔστι πάθοι ἄν τι τούτων· ἐν ᾧ γάρ τι μὴ ἔστιν, οὔτε παθεῖν τι οὔτε ποιεῖν δύναται. εἰ δὲ τοῦτο, οὐδὲν οὔτε γίνεται οὔτε φθείρεται.

[351]    Ταῦτα μὲν οὖν πρὸς τοὺς φυσικοὺς τῶν φιλοσόφων εἰρήσθω· καιρὸς δ' ἂν εἴη μετελθεῖν καὶ ἐπὶ τοὺς τὸ ἠθικὸν μέρος τῆς φιλοσοφίας ἀσπασαμένους.