1233 58 0 0 0 0 II d. C. Epistolografia Aelius Aristides Ἐπιστολὴ περὶ Σμύρνης Dindorf, W., Leipzig, Reimer, 1829 Rist. 1964, Hildesheim, Olms. 5

Aelius Aristides - Ἐπιστολὴ περὶ Σμύρνης

[512] Αὐτοκράτορι Καίσαρι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ σεβαστῷ καὶ αὐτοκράτορι Καίσαρι Λουκίῳ Αὐρηλίῳ Κομόδῳ

   σεβαστῷ Αἴλιος Ἀριστείδης χαίρειν.

   ‑ ‑ ‑ Πρότερον μὲν, ὦ μέγιστοι βασιλεῖς, ἀγωνίσματα καὶ λόγους ἐκ διατριβῶν καὶ τοιαῦθ' ὑμῖν ἀπέστελλον, νυνὶ δὲ ἑτέραν ὁ δαίμων ἔδωκεν ὑπόθεσιν. κεῖται Σμύρνα τὸ τῆς Ἀσίας ἄγαλμα, τῆς δὲ ὑμετέρας ἡγεμονίας ἐγκαλλώπισμα, πυρὶ καὶ σεισμοῖς ἐκτριβεῖσα. ὀρέξατε πρὸς θεῶν χεῖρα, ὀρέξατε, ὅσην ὑμῖν πρέπει. Σμύρνα τοι μέγιστα δὴ τῆς νῦν Ἑλλάδος εὐτυχήσασα καὶ πρὸς θεῶν καὶ πρὸς ὑμῶν, τῶν τε ἀεὶ βασιλέων καὶ τοῦ συνεδρίου κοινῇ, μέγιστα δὴ καὶ πέπονθε τῶν μνημονευομένων. ἓν δὲ ὅμως αὐτῇ κἀν τούτοις ἐφυλάχθη παρὰ τοῦ δαίμονος ὡσπερεὶ σύμβολον σωτηρίας· εἴδετε τὴν πόλιν, ἴστε τὴν ζημίαν. ἀναμνήσθητε ὧν ἐπὶ τῆς πορείας ἐφθέγξασθε ὁρῶντες εἰς αὐτὴν, ἀναμνήσθητε ὧν εἴσω παρελθόντες, ὡς διετέθητε, ὡς διεθήκατε. οἱ μὲν Θεοξένια ἦγον, ὑμεῖς δὲ ὡς ἐν τοῖς ἡμερωτάτοις ὧν κέκτησθε ἀνεπαύεσθε. ποία προσβολὴ τῆς ὄψεως οὐχ ἡδίους ὑμᾶς ἐποίησε; τί τῶν πάντων ἐθεάσασθε [513] σιγῇ καὶ οὐ μετὰ τῆς πρεπούσης ὑμῖν εὐφημίας; ὧν οὐδὲ ἀπελθόντες ἠμνημονήσατε. ἃ νῦν πάντα ἐν κόνει. μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ διέφθαρται· ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν· ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυμος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφανται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν. ζέφυροι δὲ ἐρήμην ἐπιπνέουσι. τὸ δὲ λειπόμενον πᾶν εἰς ὑμᾶς βλέπει, συναποβλέπει δὲ καὶ ἡ ἄλλη πᾶσα Ἀσία, ὑμῖν μὲν τἀγαθὰ νῦν τε καὶ ἀεὶ συνευχομένη, τῇ Σμύρνῃ δ' ἔλεον παρ' ὑμῶν, εἰ δὴ Σμύρνα γε τοὔδαφος. παράδοξον μὲν οὖν οἶδα ἐρῶν λόγον, οὐ μὴν ἀνόητόν γε, ὡς οἶμαι. εἰ γὰρ καὶ ἀβούλητος ὑμῖν ἡ ὑπόθεσις, τῆς γε ἀγαθῆς τύχης ὑμῖν γέγονε, δούσης ἀφορμὴν ἐφ' ἧς κάλλιστα δὴ καὶ φανερώτατα τῇ φύσει χρήσεσθε ἐπὶ πολλοῖς καὶ μεγάλοις οἷς πρότερον ἐπεδείξασθε. μὴ γάρ μοι Λυσίμαχον ἔτι, μηδὲ Ἀλέξανδρον αὐτὸν, μηδὲ Θησέα καὶ μύθους, ἀλλ' ὑμεῖς οἰκισταὶ τῆς πόλεως γένεσθε, ὑμεῖς νέαν ἐξ ἀρχῆς ἀποδείξατε, ὑμῶν γενέσθω πᾶσα καὶ δι' ἁπάντων ἡ πόλις, εἴτε ὡς καλύπτραν βασιλίδων εἴτε ὡς βασιλέων διάδημα εἴθ' ὅπως βούλεσθε λογίσασθε, οὕτω σώσατε τὴν πόλιν. τίνας οἰκιστὰς, ποίους βασιλέας οὐκ ἀποκρύψετε; ποίους οὐχ ὑπερβαλεῖσθε ὅρους μεγαλοψυχίας, ἃ χρόνῳ καὶ καθ' ἕκαστον ἐκτήθη τῇ πόλει, ταῦθ' ἑνὸς οἰκισμοῦ ποιήσαντες γενέσθαι; καὶ ταῦτα οὐχ ὡς συμβουλεύων εἶπον, οὐδ' ὡς ἀγνοοῦντας διδάσκων, οὐχ οὕτως ἔκφρων γέγονα ὑπὸ τῆς συμφορᾶς, ἀλλά τοι καὶ εὔχεσθαι οὕτω νομίζουσιν ἄνθρωποι, Δὸς νίκην Αἴαντι, καὶ Νῦν αὖτέ με φῖλαι [514] Ἀθήνη. ἐν ᾧ τοίνυν τρόπῳ τοῖς θεοῖς διαλεγόμεθα, ἐν τούτῳ καὶ ὑμῖν ἐπιστέλλειν ἀνεπίφθονον. καὶ μὴν τοῖς μὲν θεοῖς εὐχόμεθα ὑπὲρ τούτων, ὑμῶν δὲ τῶν θειοτάτων ἀρχόντων δεόμεθα. καλὸν δέ που καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων δεῖσθαι τὰ τοιαῦτα.

   Ὅπως δὲ αὐτὸς ἐξέφυγον ποθεῖτε ἴσως ἀκοῦσαι. ἡμέραις τισὶ πρότερον τῶν συμβάντων ἐκίνησέ με ὁ θεὸς καὶ κατέστησεν εἰς χωρίον τι, καὶ προσέταξε κατὰ χώραν μένειν, οὗ δὴ καὶ διατρίβων τὰ συμβάντα ἐπυθόμην. πυθόμενος δὲ οὐκ εἶχον ὅπως ἡσυχάζοιμι ἐλείπετο δὲ ἄλλο μὲν οὐδὲν, οἶμαι, θεοὺς δὲ καὶ ὑμᾶς καλεῖν. διὰ ταῦτα οὔτε πρεσβείαν κοινὴν ἀνέμεινα οὔτ' εἰς ἕτερον βλέπειν ἠξίουν ὅ τι πράξειεν, ἀλλ' ἡγούμενος εἴ τινι τῶν πάντων κἀμοὶ διαλέγεσθαι τὸ πρᾶγμα, ἐμαυτὸν ἔταξα διάκονον, ἀξιόχρεων εἶναι νομίσας εἰ μή τι ἄλλο, ἀλλ' ἀνακλαύσασθαι τὰς τῆς πόλεως συμφοράς. ἕτεροι μὲν οὖν παρὰ βασιλεῦσιν ἰσχύσαντες δωρεὰς εὕροντο ἑαυτῶν πατρίσιν εὖ πραττούσαις, ἐγὼ δ' εἴ τι καὶ τοὐμόν ἐστι παρ' ὑμῖν, αἰτῶ καὶ δέομαι ταύτην γενέσθαι τῇ πόλει τὴν χάριν, μὴ καθάπερ σκεῦος συντριβὲν ἐκριφῆναι καταγνωσθὲν ἀχρηστίαν, ἀλλ' ἀναβιῶναι δι' ὑμῶν. εἰσῄει δέ μοι καὶ τὸ τοῦ Σόλωνος, ὅν φασι τῆς πολιτείας καταλυθείσης λαβόντα ἀσπίδα καὶ δόρυ καθῆσθαι πρὸ τῆς οἰκίας, βοηθεῖν μὲν οὐκ ἔχοντα, οἶμαι, ἐνδεικνύμενον δὲ ὡς ἔχει γνώμης. τὸ δ' ἐμὸν καὶ πλέον. εἰ γὰρ καὶ μηδὲν ἔργῳ συντελεῖν εἶχον, τό γε τὴν ὑμετέραν φιλανθρωπίαν παρακαλεῖν εἰς ἔργον ᾔδειν μοι καθιστάμενον, ὥστ' οὐχὶ μάταια σπουδάσασθαι. καὶ μὴν ὅσα μὲν ἔξω πυλῶν οὐ πάνυ θράττει με, ἐπεὶ οὐδὲ τοῖς προστάταις συνέχαιρον, ἡνίκα περιειργάζοντο· δείσθω δ' ὑπὲρ αὐτῶν ὁ βουλόμενος, οὐδὲν τό γε ἐμὸν κωλύει· ὅσα δ' εἴσω περιβόλου καὶ παλαιὰ καὶ καινὰ τῆς τε εἰς ὑμᾶς τιμῆς καὶ ἅμα τῆς παρ' ὑμῶν ὑπομνήματα καὶ τῇ πόλει φιλοτιμίαν ἔχοντα πρός τε τοὺς ὁμοτίμους [515] καὶ τῶν ξένων τοὺς εἰσαφικνουμένους, ἔτι δὲ τοῖς ξένοις ἁπάσης τύχης ἀφορμὴν καὶ παραμυθίαν, ἡδέως ἂν εἰς ἐκείνην τὴν ἡμέραν ἀφικοίμην, ἐν ᾗ ταῦτα ἑστῶτα θεάσομαι. ὅταν γε μὴν ἐνθυμηθῶ κατ' ἐμαυτὸν ὅτι τῶν πάλαι τις αὐτοκρατόρων οὐ τῆς ὑμετέρας οἰκίας, μηδὲ γὰρ εἴη τοῦτό γε, οὐδὲ γένοιτ' ἂν ὑφ' ὑμῶν οὐδενὸς, ἀλλά τις τῶν πρότερον πεττεύων, ὡς λέγεται, μεταξὺ παρεφθέγξατο, μὴ βούλεσθαι Νασαμῶνας εἶναι, ἔπειτα ἀπώλοντο οἱ Νασαμῶνες, οἶμαι περί γε ὑμῶν εἰκότως ἂν ἐλπίζειν ὅτι σπουδάζοντες καὶ τοῖς ὑμετέροις αὐτῶν ἤθεσι χρώμενοι, καὶ τοσοῦτον μόνον εἰπόντες καὶ προδείξαντες ὅτι βούλεσθε Σμύρναν εἶναι, ταχέως ἅπασιν ἡμῖν ὃ ποθοῦμεν δείξετε. ἔτι δὲ οὐκ ἀλλοτρίοις χρῶμαι παραδείγμασιν, ἀλλ' ὑμῶν αὐτῶν, ὅσην τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπιμέλειαν. ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν. ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πόλεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες. ἀξία δὲ οὐ μόνον τῆς ὄψεως χάριν ἡ πόλις σωθῆναι, ἀλλὰ καὶ τῆς εὐνοίας ἣν παρὰ πάντα τὸν χρόνον εἰς ὑμᾶς παρέσχετο, συναραμένη μὲν τοῦ πρὸς Ἀντίοχον πολέμου, συναραμένη δὲ τοῦ πρὸς Ἀριστόνικον, πολιορκίας τε ὑπομείνασα καὶ μάχας οὐ φαύλας ἀγωνισαμένη, ὧν ἔτι νῦν ἐν πύλαις ἦν αὐτῇ τὰ ὑπομνήματα. ἔτι δὲ ἐσθῆτος δεῆσαν ὑμετέρῳ στρατοπέδῳ καὶ τοῦ στρατηγοῦ διεφθαρμένου τὸν μὲν στρατηγὸν κομίσαντες εἰς τὴν πόλιν θάπτουσιν εἴσω τῶν νῦν πυλῶν, πρὸς δὲ τοὺς στρατιώτας τοὺς χιτῶνας ἐνείμαντο ἀνὴρ ἀνδρὶ δούς. τοιοῦτοι μὲν τὰ πρὸς τοὺς ἄρχοντας ὑμᾶς· πρὸς δὲ τοὺς ὁμοφύλους τίνες; πάντα μὲν οὐ μικρὸν ἔργον ἂν εἴη γράφειν. ἀλλὰ σεισμῶν ποτε καὶ λιμῶν συνεχῶν συμβάντων περὶ τὸν κάτω τόπον [516] τοῦτον τῆς Ἀσίας, καί τινων καὶ χάσμασι διεφθαρμένων καὶ συμφορᾶς πολυτρόπου κατεχούσης τὰς πόλεις, καὶ σίτῳ καὶ χρήμασι καὶ τῷ μηδὲν προθυμίας ἐλλείπειν ἔστιν ἃς τῶν πόλεων διεσώσαντο, Χίους, Ἐρυθραίους, Τηίους, Ἁλικαρνασσέας. εἰς ἃ τοίνυν τότε τοῖς ἄλλοις ἐπήρκει μία δὴ πόλις οὐδ' ἡτισοῦν αὐτῇ νῦν ἀξιόχρεως βοηθῆσαι. ἡ δὲ παρ' ὑμῶν ἐλπὶς λείπεται. καὶ μὴν πρότερον μὲν ἀριστεῖα τῶν ἔργων ἐφέρετο, χώραν καὶ πανοπλίας καὶ λάφυρα, οἷς αὐτὴν ὑμεῖς ἐτιμᾶτε, νῦν δὲ πρεσβεῖα συμφορῶν ἀνῄρηται παρὰ τοῦ δαίμονος, ὧν ὑμῖν ἡ λύσις. ὃ δ' ἁπάντων μάλιστα ἄξιον εἰπεῖν καὶ θαυμάσαι, τῆς τύχης τὴν μεταβολήν. τοῦ γὰρ νεὼ τοῦ νῦν καταδύντος οὕτω λαμπροῦ λέγεται τυχεῖν ὥστ' ἀγῶνος γενομένου τὴν μὲν Ἀσίαν τῶν ἄλλων ἐθνῶν προκριθῆναι, τῶν δ' ἐν τῇ Ἀσίᾳ πόλεων τὴν Σμύρναν τοσοῦτον ὥστε τὴν μὲν ἄλλην Ἀσίαν ἑπτὰ μόνας ψήφους μεταλαβεῖν, τῇ δὲ πόλει τετρακοσίας γενέσθαι μόνῃ. τοῦτο μὲν οὖν καὶ διὰ τῆς Ἀσίας κομίσαιτ' ἂν ἴσως, ἂν ὑμῖν δοκῇ, ἡ δὲ τῶν ὅλων ἐπανόρθωσις μόνων ὑμῶν, οἷς οἱ θεοὶ τὰ τηλικαῦτα ἀπέδοσαν. ὅταν μὲν οὖν εἰς τὸ τῆς συμφορᾶς μέγεθος ἀποβλέψω, οὐδείς μοι δοκεῖ λόγος ἀρκεῖν, ἀλλὰ πάντ' ἐλλείπειν τοῦ μετρίου, ὅταν δὲ εἰς τὴν ὑμετέραν ἀρετὴν καὶ φύσιν καὶ τὸ πρόχειρον πρὸς τὰς εὐεργεσίας, ἐπέρχεταί μοι δεδιέναι μὴ πλείω τῶν ἱκανῶν διειλέχθαι δοκῶ. οἶμαι μὲν οὖν οὐχ οὕτω τοῦτ' ἔχειν· εἰ δ' ἄρα, συγγνώσεσθε οἶδ' ὅτι. πολλά τοι καὶ παρὰ τὴν αὑτοῦ φίσιν ἄνθρωπος φθέγγεται συμφορᾷ ληφθεὶς, ἄλλως τε καὶ ἣν οὐδεπώποτ' ἂν ἤλπισεν.