9343 470 0 1 4 0 IV-V d. C. Oratoria Synesius Oratio de regno Terzaghi, N., Rome, Polygraphica, 1944 41

Synesius - Oratio de regno

ΕΙΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ

[1]    Ἆρα, εἰ μή τις ἐκ πόλεως ἥκοι μεγάλης τε καὶ πλουτούσης, καὶ κομίζοι λόγους γαύρους τε καὶ χλιδῶντας, οἵους ῥητορικὴ καὶ ποιητικὴ τίκτουσι, πάνδημοι τέχναι πάνδημα ἔκγονα, τοῦτον, ὅταν ἐνθάδε γένηται, δεῖ κάτω νεύειν, ὡς οὐκ οὔσης αὐτῷ παρρησίας ἐν βασιλείοις οὔτε ἐρυγγάνειν, οὐκ ἔχοντι τῆς πατρίδος τὸν ὄγκον, οὔτε παρασχεῖν ἀκροαμάτων χαριέντων τε καὶ συνήθων ἡδονὴν καταδημαγωγησόντων βασιλέα τε καὶ τοὺς συνεδρεύοντας; ἢ καὶ φιλοσοφίαν ποτὲ ἐπιδημοῦσαν προσήσεσθε, καί τις αὐτὴν οὐκ ἀμφιγνοήσει δεῦρο διὰ πλείστου φανεῖσαν, ἀλλὰ ξεναγήσει καὶ κατερεῖ τι αὐτῆς ἀγαθόν, πρὸς οὓς ἄξιον; δεῖται γάρ που τούτων οὐχ ἑαυτῆς, ἀλλ' ὑμῶν ἕνεκα, μὴ καταφρονηθεῖσα ἀνόνητος ἂν γενέσθαι. αὐτὴ μέντοι παρέξεται λόγους, οὐ τοὺς ἱλαροὺς δὴ τούτους καὶ διατιθέντας ἐν ἡδονῇ τὰ μειράκια, ὡς οὔτε ἤθει διαρρέοντας οὔτε λέξεσι κομμωθέντας εἰς νόθου κάλλους ἐπίδειξιν· ἀλλ' ἕτερον τρόπον τοῖς ἐφικέσθαι δυναμένοις, τὸν ἐμβριθῆ τε καὶ ἔνθεον, ἀρρενωποὺς καὶ σεμνοὺς καὶ ἀπαξιοῦντας ἀνελευθέρου θωπείας χάριν τὰ παρὰ τῶν δυνατῶν ἐξωνεῖσθαι. οἳ δὲ οὕτως ἄρα ἀστεμφῶς ἔχουσι, καὶ εἰσὶ πάντολμοι δή τινες, καὶ ὡς ἐν βασιλείοις ἀλλόκοτοι, ὥστε οὐδέ φασιν αὐτοῖς ἀποχρήσειν, εἴ τις ξυγχωρήσει μὴ πάντα ἐκ πάντων ἐπαινεῖν τὰ βασιλέως καὶ βασιλέα· ἀλλ' εἴ πῃ παρείκοι, καὶ λυπήσειν ἀνατείνονται, καὶ ἀπειλοῦσι δήξεσθαι τὴν καρδίαν οὐκ ἐν χρῷ μόνον, ἀλλὰ καὶ μέσην, εἰ ἄρα τις ἀνιαθεὶς ὠφελήσοιτο.

[2]    Πολλοῦ μέντ' ἂν ἄξιος εἴη βασιλέως ἀκοῇ λόγος ἐλεύθερος· ὁ δὲ ἐφ' ἅπαντι γινόμενος ἔπαινος σὺν ἡδονῇ λυμαινόμενος ἐοικέναι μοι δοκεῖ τῶν φαρμάκων ἃ μέλιτι δεύσαντες τοῖς ἀπολουμένοις ὀρέγουσιν. οὐκ οἶσθ' ὅτι μαγειρικὴ μὲν κατακαρυκεύουσα καὶ νόθους ὀρέξεις ἐκκαλουμένη λωβᾶται τοῖς σώμασι, γυμναστικὴ δὲ καὶ ἰατρικὴ σῴζετον ἄμφω τὸ παραυτίκα λυποῦσαι; σὲ τοίνυν ἐγὼ βούλομαι τῶν σῳζομένων εἶναι, καὶ εἰ μέλλεις δυσχεραίνειν ἐπὶ τῷ σῴζεσθαι. κρέα μὲν γὰρ οὐκ ἐᾷ διαρραγῆναι στυφότης ἁλῶν· νέου δὲ βασιλέως γνώμην ὑπ' ἐξουσίας ᾗ ἂν τύχῃ βαδιουμένην συνέχει λόγων ἀλήθεια. οὕτως οὖν ἀνάσχοισθε τοῦ ξένου γένους τῶν λόγων· ἀλλὰ μὴ ἀγροικίας ἐν ὑμῖν ἁλώσονται καὶ κατασιγασθεῖεν, πρὶν καὶ βραχὺ προχωρῆσαι, ὅτι μὴ εἰσὶ θεραπευταὶ πειθοῦς, νέοις ἡδεῖς καὶ συμπαίστορες, ἀλλὰ παιδαγωγοί τινες ἀτεχνῶς σωφρονισταὶ καὶ βαρεῖς ἐντυχεῖν. εἰ δὲ γένοισθε καρτεροὶ συνουσίαν τοιάνδε βαστάσαι, καὶ μὴ παντάπασιν ὑμῖν ὑπὸ τῶν ἐπαίνων, οὓς ἀκούειν εἰώθατε, τὰ ὦτα ἐκδεδιῄτηται,

   ἔνδον μὲν δὴ ὅδ' αὐτὸς ἐγώ.

[3]    Ἐμέ σοι πέμπει Κυρήνη, στεφανώσοντα χρυσῷ μὲν τὴν κεφαλήν, φιλοσοφίᾳ δὲ τὴν ψυχήν, πόλις Ἑλληνίς, παλαιὸν ὄνομα καὶ σεμνόν, καὶ ἐν ᾠδῇ μυρίᾳ τῶν πάλαι σοφῶν· νῦν πένης καὶ κατηφὴς καὶ μέγα ἐρείπιον καὶ βασιλέως δεόμενον, εἰ μέλλοι τι πράξειν τῆς περὶ αὐτὴν ἀρχαιολογίας ἐπάξιον. ταύτην μὲν δή μοι τὴν ἔνδειαν, ὅταν αὐτὸς ἐθέλῃς, ἰάσῃ, καὶ ἐπὶ σοὶ βουληθέντι παρὰ μεγάλης τε καὶ εὐδαίμονος ἤδη τῆς πατρίδος τὸν δεύτερόν με διακομίσαι σοι στέφανον. οἱ λόγοι δὲ οὐδὲν νῦν τι δέονται πόλεως, ὥστε ἐλευθεροστομῆσαι καὶ βασιλέα θαρρῆσαι· ἀλήθεια γὰρ δὴ λόγων εὐγένεια· καὶ διὰ τόπον οὐδείς πω λόγος αἰσχίων οὐδὲ κυδίων ἐγένετο. ἰτητέον οὖν ἅμα τῷ θεῷ, καὶ ἐγχειρητέον τῷ καλλίστῳ τῶν λόγων, ἀληθέστερον δὲ φάναι, τῶν ἔργων. ὁ γὰρ ἑνὸς ἀνδρός, τοῦ βασιλέως, ἐπιμεληθείς, ὅπως ἂν ἄριστος εἴη, τὴν συντομωτάτην ἐβάδισεν ἐπὶ τὸ πάντας μὲν οἴκους ἐπανορθοῦν, πόλεις τε πάσας, ἔθνη τε πάντα, καὶ μικρὰ καὶ μείζω, καὶ τὰ γείτονα καὶ τὰ πόρρω, ἃ πάντα ἀπολαύειν ἀνάγκη τῆς ὅπως ποτὲ ἐχούσης τοῦ βασιλέως ψυχῆς. βούλει δὴ ποιῶμεν οὕτω τὴν πρώτην, ἵνα μοι καὶ περιμείνῃς τὸν λόγον; σοφὸν γὰρ ἂν εἴη μὴ προσοβῆσαι τὴν θήραν. λέγωμεν δὴ ἅ τε χρεὼν εἴη βασιλέα ποιεῖν, ἅ τε μὴ χρεών, ἀντιπαρατιθέντες αἰσχρὰ καὶ σεμνά. σὺ δὲ τοῖς ἐξ ἑκατέρας μερίδος ἐφιστάμενος, ὅταν ἐπιγνῷς τι προσῆκον, τὸ μὲν ἀγαπᾶν, ὡς ὑπὸ φιλοσοφίας ἐγκεκριμένον, τὸ δὲ ἀποδιοπομπεῖσθαι, καὶ διανοεῖσθαι δή, τὸ μὲν ὡς ἀεὶ ποιήσων, τὸ δὲ ὡς οὐκέτ' αὖθις. ἀλλὰ παρὰ τὸν καιρὸν τῶν λόγων, ἐπὶ τοῖς μὴ χρεών, οἷς ἡμεῖς τε σύ τε σαυτῷ συνεπίστασαι, δυσχεραίνων τε φαίνου σαυτῷ καὶ ἐρυθριῶν, ὅτι δὴ πέφηνε σὸν ὃ μὴ ἄξιον εἶναι σόν. τό τοι χρῶμα τοῦτο τὴν ἐκ μετανοίας ἀρετὴν ὑπισχνεῖται· καὶ αἰδὼς αὕτη θεία τέ ἐστι καὶ Ἡσιόδῳ δοκεῖ. ὁ δὲ ἐπὶ τοῖς ἁμαρτανομένοις ἰσχυρογνώμων, αἰσχυνόμενος ὁμολογίαν ἀγνοίας, οὐ κερδαίνει γνῶσιν ἐκ μετανοίας, οὐδὲ δεῖται λόγων ἰατρῶν, ἀλλ' ἀνὴρ ἂν φαίη σοφός, ὅτι κολάσεως. οὕτω που τραχεῖά τε ἐκ φροιμίου καὶ χαλεπὴ φιλοσοφία προσφέρεσθαι.

[4]    Αἰσθάνομαι γάρ τοι ἐνίων ὑμῶν ἐκταραττομένων τε ἤδη, καὶ τὴν ἐλευθερίαν ἐν δεινῷ τιθεμένων· ἀλλ' ὑπεσχόμην τε οὕτω ποιεῖν, καὶ τῶν προγνόντων ἦν δήπου φράξασθαι καρτερῶς, καὶ ἀντέχειν ταῖς ἐμβολαῖς· καίτοι ταῦτα σύ τε χαίρεις ἀκούων, καὶ ἅπαντες ὑμνοῦσι.

   Κἀγώ σοι σύμφημι μέγεθος ἀρχῆς ἑνὶ μηδενὶ τοσόνδε παρεῖναι, καὶ πλούτου θημῶνας ὑπὲρ τὸν πάλαι Δαρεῖον, καὶ ἵππον πολλάκις μυρίαν, καὶ τοὺς χρωμένους τοξότας τε καὶ θωρακοφόρους, πρὸς οὕς, ἡγεμόνος τυγχάνοντος, ἀσθενὲς ἅπαν τὸ ἀνθιστάμενον. πόλεις δὲ ἀριθμὸν νικῶσαι προσκυνοῦσιν, οὐδὲ ὁρώμενον αἱ πλείους, οὐδὲ ἰδεῖν προσδοκῶσαι τὸ κρεῖττον εὔχεσθαι θέαμα. ταῦτά σοι καὶ παρ' ἡμῶν ἅπαντος ἂν μᾶλλον ἀληθῆ λέγοιτο. τί οὖν τὸ μὴ συμβαῖνον ἡμῶν ἐκείνοις; οἱ μὲν ἐντεῦθέν σοι πλέκουσιν ἔπαινον, καὶ καλοῦσιν εὐδαίμονα, ἐγὼ δὲ ἥκιστα μὲν ἂν ἐντεῦθεν ἐπαινέσαιμι· μάλιστα δὲ ἂν μακαρίσαιμι. ἔστι δὲ οὐ μία φύσις, ἀλλ' ἕτερον ἑκάτερον, μακαρισμὸς καὶ ἔπαινος. μακαρίζεται μὲν γάρ τις ἐπὶ τοῖς ἔξωθεν· ἐπαινεῖται δὲ ἐπὶ τοῖς ἔνδοθεν, ἐφ' ὧν εὐδαιμονία τὴν ἕδραν ἴσχει. κἀκεῖνο μέν ἐστι τύχης ἀτέκμαρτον δῶρον, τοῦτο δὲ γνώμης οἰκεῖον ἀγαθόν. ταύτῃ καὶ τὸ μέν ἐστι παρ' ἑαυτοῦ βέβαιον, εὐτυχία δὲ πλάνον, καὶ πολλάκις γε ἀντιπεριιστάμενον εἰς τοσοῦτον τὸ ἀντικείμενον. καὶ δεῖ μὲν ἐπὶ τὴν φυλακὴν αὐτοῦ θεοῦ, δεῖ δὲ νοῦ, δεῖ δὲ τέχνης, δεῖ δὲ καιροῦ, δεῖ δὲ ἔργων πολλῶν, καὶ πολλαχοῦ καὶ παντοδαπῶν δὲ τούτων, ὧν οὔτε πεῖρά τις, οὔτε ἔχει πειρωμένοις εὐμάρειαν. οὐ γὰρ ὥσπερ παραγίνεται τοῖς ἀνθρώποις μακαρισμός, οὕτως ἀπραγματεύτως διασώζεται· ἀλλ' ὁρᾷς γὰρ τίσι βίοις αἱ τραγῳδῶν σκηναὶ κεχορήγηνται, οὐκ ἀφ' ὧν δυστυχοῦσιν ἰδιῶται καὶ πένητες, ἀλλ' ἀφ' ὧν ἰσχυροὶ καὶ δυνάσται καὶ τύραννοι. οὐ γὰρ χωρεῖ μέγεθος συμφορᾶς οἰκία μικρά, οὐδὲ ὄγκον ἀτυχημάτων πτωχεία· τὸν δὲ λαμπρὸν ταῖς τύχαις, τοῦτον ἔστι καὶ κινδύνοις ἐπιφανῆ γενέσθαι καὶ θατέρᾳ μερίδι τοῦ δαίμονος. ἀλλὰ καὶ πολλάκις μὲν ἤρξατο εὐτυχίας ἀρετή, καὶ ἔπαινος ἡγήσατο μακαρισμοῦ τοῖς ἀνθρώποις, ὥσπερ αἰσχυνομένης τῆς τύχης ἀρεταῖς ἐπιδήλοις μὴ μαρτυρῆσαι. κἂν δεήσῃ τοῦτο πιστώσασθαι παραδείγμασι, μὴ θύραθεν αὐτὸ μετίωμεν· ἀναπέμπασαι δὲ τὸν πατέρα, καὶ ὄψει τὴν ἀρχὴν αὐτῷ μισθὸν ἀρετῆς δοθεῖσαν. τύχη δὲ ἀρετῆς ἀναίτιος· ἀλλὰ τῶν γε κατ' ἀρετὴν ἔργων ἤδη πού τινες καὶ τύχην συνεπεσπάσαντο. τούτοις ἐναρίθμιος εἴης, ὦ βασιλεῦ, ἵνα μὴ μάτην δεῦρο φιλοσοφία φθέγγηται. εἴη σοι τὸ βασιλεύειν ταύτῃ σεμνόν, ὅτι τὴν ἀρετὴν ἐγύμνασε καὶ προήγαγε δεομένην ὕλης ἀποχρώσης οἰκείῳ μεγέθει, καὶ οὐκ ἂν χωρηθεῖσαν ἐν ὑποθέσει βίου βασιλείας ἐλάττονι.

[5]    Ἀσκητέον οὖν τὴν ψυχὴν ἔχειν βασιλικῶς, καὶ ἀπολογητέον ὑπὲρ τῆς τύχης, ἵνα μὴ ἀλογίας διώκηται, ὡς οὐχ ὁμοίοις φροιμίοις σοί τε καὶ τῷ πατρὶ προῆλθεν ὁ βίος. τῷ μὲν ἡ στρατεία βασιλείαν προὐξένησε, σὲ δὲ στρατεύει τὸ βασιλεύειν, καὶ ὀφείλεις ἀρετὴν τῇ τύχῃ· ὁ μὲν τἀγαθὰ πόνοις ἐκτήσατο, σὺ δὲ αὐτὰ ἀπόνως ἐκληρονόμησας· δεῖ δὴ πόνων ἐπὶ τὴν φυλακήν. καὶ τοῦτ' ἔστιν ὃ πάλαι λέγω, τὸ χαλεπὸν καὶ μυρίων ὀμμάτων δεόμενον, μή, ὅπερ εἴωθεν ἡ τύχη ποιεῖν, ἀνακάμψῃ μεταξὺ τῆς ὁδοῦ, καθάπερ οἱ μοχθηροὶ τῶν συνοδοιπόρων· τούτοις γέ τοι τὸ ἀστάθμητον αὐτῆς οἱ σοφοὶ προσεικάζουσιν. ὁρᾷς ὅτι καὶ τῷ πατρί, καίτοι σαφῶς ἐπὶ κατορθώμασι γενομένης τῆς ἀναρρήσεως, οὐδὲ τὸ γῆρας ἀκόνιτον ἀφῆκεν ὁ φθόνος· οὐκοῦν οὐδὲ ὁ θεὸς ἀστεφάνωτον· ἀλλ' ἐπὶ δύο τυράννους ἐλθών, καὶ ἄμφω βαλών, ἐπὶ τῷ δευτέρῳ τροπαίῳ καταλύει τὸν βίον, ἀνθρώπων μὲν οὐδενί, τῇ δὲ φύσει παραχωρήσας, πρὸς ἣν οὔτε ὅπλον ἰσχυρόν, οὔτε νοῦς εὐμήχανος· ἐντάφιόν τε ἔσχε τὴν ἀρετήν, ἀδήριτον ὑμῖν τὴν βασιλείαν καταλιπών, ἣν σώζοι μὲν ὑμῖν ἀρετή, σώζοι δὲ διὰ τῆς ἀρετῆς ὁ θεός. ὡς ἁπανταχοῦ δεῖ θεοῦ, καὶ οὐχ ἥκιστα παρὰ τοῖς οὐκ ἀθληταῖς οὐδὲ ἀντουργοῖς, ἀλλ', ὥσπερ ὑμῖν, κληρονόμοις τῆς τύχης. ἧς ὅτῳ πλεῖστον ἔνειμεν ὁ θεός, καὶ ὃν ἔτι κομιδῇ παῖδα μέγαν βασιλέα καλεῖσθαι πεποίηκεν, τοῦτον δεῖ πάντα μὲν πόνον αἱρεῖσθαι, πᾶσαν δὲ ῥᾳστώνην ἀπολιπεῖν, ὕπνου μὲν ὀλίγον, φροντίδων δὲ πλεῖστον μεταλαγχάνοντα, εἰ μέλλει τις τὸ βασιλέως ὄνομα προσῆκον αὑτῷ περικεῖσθαι. εὖ γὰρ ὁ παλαιὸς ἔχει λόγος, ὡς οὐ τὸ πλῆθος τῶν ὑπηκόων ποιεῖ βασιλέα, οὐ μᾶλλον ἢ τύραννον, ἐπεὶ μηδὲ πλῆθος προβάτων ποιεῖ ποιμένα, οὐ μᾶλλον ἢ μάγειρον, ὃς ἐλαύνει κατακόψων αὐτά, καὶ ἐμφορηθησόμενός τε αὐτὸς καὶ ἄλλοις δεῖπνον ἀποδωσόμενος.

[6]    Ἴσοις ὅροις φημὶ βασιλέα τε καὶ τύραννον διεστάναι· καίτοι τὰ παρὰ τῆς τύχης ἀμφοῖν ὅμοια, ἄρχουσιν ἑκάτερος ἀνθρώπων πολλῶν· ἀλλ' ὃς μὲν ἂν ἑαυτὸν συντάττῃ τῷ φαινομένῳ τῶν ἀρχομένων καλῷ, καὶ ἐθέλῃ μοχθεῖν, ἵνα μηδὲν ἐκείνοις ᾖ μοχθηρόν, καὶ προκινδυνεύειν, ἵνα ἐπ' ἀδείας ἐκεῖνοι βιοτεύωσιν, καὶ ἀγρυπνεῖν καὶ συνεστιᾶσθαι μερίμναις, ἵνα νύκτωρ καὶ μεθ' ἡμέραν σχολάζωσι δυσχερῶν, οὗτός ἐστιν ἐν προβάτοις μὲν ποιμήν, ἐν ἀνθρώποις δὲ βασιλεύς. ὅστις δὲ ἀπολαύει τῆς ἡγεμονίας εἰς τρυφὴν καὶ καθηδυπαθεῖ τὴν ἐξουσίαν, οἰόμενος δεῖν ἐμπιπλάναι τὰς αὐτὸς αὑτοῦ πάσας ὀρέξεις, ὅθεν οἰμώξεται τὸ ἀρχόμενον, τοῦτο κέρδος τοῦ πολλῶν ἄρχειν τιθέμενος, τὸ παρὰ πολλῶν αὐτῷ θεραπεύεσθαι τῆς ψυχῆς τὸ ἡδόμενον· καὶ καθάπαξ εἰπεῖν, ὅστις οὐ πιαίνει τὴν ἀγέλην, ἀλλ' αὐτὸς ὑπὸ τῆς ἀγέλης θέλει πιαίνεσθαι, τοῦτον καλῶ μάγειρον ἐπὶ βοσκημάτων, τοῦτον ἀποφαίνω [τὸν] τύραννον, ὅταν ᾖ δῆμος ἔλλογος τὸ ἀρχόμενον. εἷς οὗτος βασιλείας σοι γνώμων. σὺ δὲ ἤδη σαυτὸν πρόσαγε τῷ βασανιστηρίῳ· κἂν μὲν ἐφαρμόζῃς, χρῆσθαι δικαίως τῇ σεμνῇ προσηγορίᾳ τοῦ σεμνοῦ πράγματος· ἀφαρμόζων δέ, ἐπανορθοῦν πειρῶ τὰ διάστροφα, καὶ τῷ κανόνι προσφύεσθαι. οὐ γὰρ ἀπογινώσκω τῆς ἡλικίας χωρῆσαι πᾶσαν ἐπίδοσιν, μόνον εἴ τις αὐτὴν εἰς ζῆλον ἀρετῆς μυωπίσειεν· ἰσχυρὸν γὰρ ἡ νεότης ἐφ' ἑκατέρᾳ ῥοπῇ, ὥσπερ οἱ ποταμοὶ ταῖς δοθείσαις ὁδῶν ἀφορμαῖς ἀπληστότερον ἐπεξέρχονται. ταύτῃ καὶ δεῖ τῷ νέῳ βασιλεῖ φιλοσοφίας ἢ προσλαμβανούσης αὐτόν, ἢ ἀνθελκούσης ἀπὸ τῆς εἰς ἑκάτερον ἐκροῆς· ἄλλαι μὲν γὰρ ἄλλαις ἀρεταῖς κακίαι γείτονες, καὶ ἀφ' ἑκάστης ὄλισθος οὐκ εἰς ἑτέραν, ἀλλ' εἰς τὴν γείτονα. βασιλείᾳ δὲ τυραννὶς παροικεῖ, καὶ μάλα ἀγχίθυρος, καθάπερ ἀνδρείᾳ μὲν θρασύτης, ἐλευθεριότητι δὲ ἀσωτία· καὶ ὁ μεγαλόφρων, ἢν μὴ παρὰ φιλοσοφίας εἴσω τῶν τῆς ἀρετῆς ὅρων φυλάττηται, προκύψας ἀλαζών ἐστι καὶ φαῦλος τὴν γνώμην ἀντὶ τοῦ μεγαλόφρονος. μὴ τοίνυν ἄλλην, ἀλλὰ τὴν βασιλείας νόσον, τυραννίδα, δείδιθί τε καὶ διαγίνωσκε, χαρακτῆρσι τοῖς τεθεῖσιν ὑπὸ τοῦ λόγου χρώμενος· μεγίστῳ δέ, ὅτι βασιλέως μέν ἐστι τρόπος ὁ νόμος, τυράννου δὲ ὁ τρόπος νόμος· ἡ δὲ ἐξουσία κοινή τίς ἐστιν ὕλη, καὶ μαχομένων τῶν βίων.

[7]    Εὐμοιρίας μὲν οὖν καὶ εὐδαιμονίας τὰ ἄκρα πατεῖ πᾶς, ὅτῳ φύσει πάντα μὲν ἕπεται τῇ βουλήσει· ἕπεται δὲ ἡ βούλησις τῇ φρονήσει, καὶ δεσπότις οὖσα τῶν ἔξω, παραχωρεῖ τῆς ἀρχῆς τῇ συνοίκῳ τῇ κρείττονι, καὶ δέχεται παρ' αὐτῆς τῶν πρακτέων συνθήματα. οὐ γὰρ ἀπόχρη δυναστεία πρὸς εὐδαιμονίαν, οὐδ' ἐν ἰσχύι τὸ μακάριον ἔθηκεν ὁ θεός, ἀλλὰ δεῖ παρεῖναι, μᾶλλον δὲ προεῖναι, τὴν φρόνησιν, ἥτις ἂν κάλλιστα τῷ δύνασθαι χρήσαιτο. καὶ τοῦτον ἐγὼ τελεώτατον ἄνδρα καὶ βίον ἀναγορεύω, τὸν ἄρτιον ἀπ' ἀμφοῖν, καὶ οὐ θατέρᾳ σκάζοντα, ὃς ἄρχειν ἔλαχεν, ἄρχειν εἰδώς· ὡς ἔστιν ἄμαχον, ὅταν ἰσχὺς καὶ σοφία συγγένωνται· διαληφθεῖσαι δὲ ἀπ' ἀλλήλων, ῥώμη τε ἀμαθὴς καὶ φρόνησις ἀσθενής, εὐχείρωτοι γίνονται. καὶ ἐγὼ τοῦτο τῶν σοφῶν Αἰγυπτίων ἐθαύμασα· τὸν Ἑρμῆν Αἰγύπτιοι διπλῆν ποιοῦσι τὴν ἰδέαν τοῦ δαίμονος, νέον ἱστάντες παρὰ πρεσβύτῃ, ἀξιοῦντες, εἴπερ τις αὐτῶν μέλλοι καλῶς ἐφορεύσειν, ἔννουν τε εἶναι καὶ ἄλκιμον, ὡς ἀτελὲς εἰς ὠφέλειαν θάτερον παρὰ θάτερον. ταῦτ' ἄρα καὶ ἡ Σφὶγξ αὐτοῖς ἐπὶ τῶν προτεμενισμάτων ἱδρύεται, τοῦ συνδυασμοῦ τῶν ἀρετῶν ἱερὸν σύμβολον, τὴν μὲν ἰσχὺν θηρίον, τὴν δὲ φρόνησιν ἄνθρωπος. ἰσχύς τε γάρ, ἔρημος ἡγεμονίας ἔμφρονος, ἔμπληκτος φέρεται, πάντα μιγνῦσα καὶ ταράττουσα πράγματα· καὶ νοῦς ἀχρεῖος εἰς πρᾶξιν ὑπὸ χειρῶν οὐχ ὑπηρετούμενος. κόσμος μὲν οὖν βασιλέως ἀρεταὶ πᾶσαι· φρόνησις δὲ ἁπασῶν βασιλικωτέρα. ταύτην μοι ποίησαι πάρεδρον· ἕψεται γὰρ ἡ τριττὺς τῇ πρεσβυτέρᾳ τῶν ἀδελφῶν, καὶ πάσας εὐθὺς ἕξεις συσκήνους καὶ συστρατιώτιδας ἐπὶ σοί.

[8]    Λόγον ἐρῶ τοῦτον ἄτοπον ὡς εὐθὺς ἀκοῦσαι, παντὸς δὲ δήπου τῆς ἀληθείας ἐχόμενον. ὅταν ἀσθένειαν ἐγὼ πρὸς δύναμιν ἐξετάζω, καὶ πενίαν πρὸς πλοῦτον, καὶ τὰς ἐν ἅπασι μειονεξίας πρὸς τὰς ἐν ἅπασι πλεονεξίας, εἰ δίχα φρονήσεως καθαραὶ πρὸς ἀλλήλας κρίνοιντο, πενία τε καὶ ἀδυναμία καὶ βίος ἰδιώτης ἀντὶ τῆς μεγίστης ἡγεμονίας εὐτυχέστεραι παρεῖναι τοῖς ἥκιστα ἐπηβόλοις νοῦ καὶ φρονήσεως· ἐλάττω γὰρ ἂν ἐξαμάρτοιεν τῆς ἐν τῇ γνώμῃ κακίας οὐχ εὑρισκούσης πρόοδον εἰς ἐνέργειαν. τὰ γὰρ θυραῖα τῶν ἀγαθῶν, ἅπερ ὀργανικὰ καλεῖν ἔθος Ἀριστοτέλει καὶ Πλάτωνι, τοῖς ἐμοῖς ἡγεμόσιν, ὑπηρετεῖν οἶδε κακίαις οὐ μεῖον ἢ ἀρεταῖς. ταύτῃ καὶ τὼ ἄνδρε τούτω καὶ ὅσοι γε ἀπὸ τούτων ῥύακες φιλοσοφίας ἐρρύησαν, οὔτε τῆς ἀμείνονος αὐτὰ προσηγορίας ἠξίωσαν, οὔτε τῇ χείρονι κατεδίκασαν, ἀλλ' ὀργανικὰ καλοῦσι, νῦν μὲν ἀγαθά, νῦν δὲ κακά, ταῖς τῶν χρωμένων ἕξεσιν αὐτὰ χρωματεύοντες. ὥσπερ οὖν εὐχῆς ἄξιον ἀπεῖναι τοῦ φαύλου τὰ ὄργανα, ὅπως ἀνενέργητον ἔχῃ τὴν μοχθηρίαν, οὕτω παρεῖναι τῷ καλῶς χρησομένῳ, οὗ πάντες ἂν καὶ πόλεις καὶ ἰδιῶται ὀνίναιντο, ἵνα μὴ ἀχρεία καὶ ἄπρακτος ἀρετῆς φύσις ἀγνοουμένη μαραίνηται, ἀλλ' εἰς ἀνθρώπων εὐεργεσίας δαπανήσῃ τὴν δύναμιν. οὕτω μοι χρῶ τοῖς προκειμένοις ἀγαθοῖς· καὶ γὰρ μόνως ἂν οὕτως ἀγαθοῖς χρήσαιο. ἀπολαυόντων οἶκοι καὶ πόλεις καὶ δῆμοι καὶ ἔθνη καὶ ἤπειροι προνοίας βασιλικῆς καὶ κηδεμονίας ἔμφρονος, ἣν ὁ θεὸς αὐτὸς ἑαυτὸν ἐν τοῖς νοητοῖς στήσας ἀρχέτυπον, δίδωσιν εἰκόνα τῆς προνοίας, καὶ ἐθέλει τὰ τῇδε τετάχθαι κατὰ μίμησιν ὑπερκόσμιον. φίλος οὖν τοῦ μεγάλου βασιλέως ὁ δεῦρο ὁμώνυμος, ἂν μὴ ψεύδηται τοὔνομα· οὐ ψεύδεται δέ, ἂν καὶ θάτερον παρῇ τῶν ὀνομάτων τοῦ θεοῦ. ὃ πρὶν εἰπεῖν, οὐκ ἂν ἄκαιρον εἴη διαλεχθῆναί τι τῶν παρὰ φιλοσοφίας ἐνθάδε σαφήνειαν προοικονομούμενον.

[9]    Οὐδὲν οὐδαμῇ πω πέφηνεν ὄνομα τῆς οὐσίας ἁπτόμενον τοῦ θεοῦ· ἀλλ' ἀτευκτοῦντες αὐτοῦ τῆς ἐμφάσεως ἄνθρωποι, διὰ τῶν ἀπ' αὐτοῦ ψαύειν ἐθέλουσιν αὐτοῦ. κἂν πατέρα, κἂν ποιητήν, κἂν ὁτιοῦν εἴπῃς, κἂν ἀρχήν, κἂν αἴτιον, ταῦτα πάντα σχέσεις εἰσὶν αὐτοῦ πρὸς τὰ παρ' αὐτοῦ. καὶ βασιλέα τοίνυν εἰπών, ἀπὸ τῶν βασιλευομένων, ἀλλ' οὐκ αὐτοπροσώπως ἐπεχείρησας τῆς φύσεως αὐτοῦ δράξασθαι. νῦν οὖν ἐρῶν ἔρχομαι καὶ τὸ λοιπὸν τῶν ὀνομάτων, ὅπερ ὑποσχόμενος ὑμῖν εἰς καιρὸν τοῦτον ἀνήρτησα· καίτοι τοῦτ' ἔστι τὸ συντεταγμένον καὶ συγγενόμενον τῷ δεῦρο βασιλεῖ, ὃ κυροῦν ἔφην αὐτὸν [καὶ] ἀποφαίνειν τυγχάνοντα καὶ οὐ ψευδώνυμον. ἀγαθόν που τὸν θεὸν ὑμνοῦσιν ἅπαντες ἁπανταχοῦ καὶ σοφοὶ δῆμοι καὶ ἄσοφοι· καὶ ταύτῃ συγχωροῦσιν ἀλλήλοις καὶ ὁμοφωνοῦσιν ἅπαντες, οἱ τὰ ἄλλα διαστάντες περὶ τὰς ὑπολήψεις τοῦ θείου, καὶ τὴν ἀκήρατον αὐτοῦ καὶ ἀμερῆ φύσιν δόξαις ἑτερογνώμοσι μερισάμενοι. ἀλλά τοι καὶ τοῦτο τὸ ἀγαθὸν τὸ ἀναμφισβήτητον οὔπω μηνύει τοῦ θεοῦ τὴν ἐν τῷ εἶναι ἕδραν, ἠράνισται δὲ ἀπὸ τῶν ὑστέρων. οὐ γὰρ ἀπόλυτον εἰς ἀκοὴν ἔρχεται τἀγαθόν, ἀλλ' ἐκείνοις ἀγαθόν, ὧν ἐστι πρακτικὸν καὶ οἷς ἐστιν ἀπολαυστόν· τοῦτο γὰρ ἡ διάνοια βούλεται τοῦ ὀνόματος, ἐφερμηνεύειν τὸν θεὸν αἴτιον ἀγαθῶν· ἱεραί τε ἐν τελεταῖς ἁγίαις εὐχαὶ πατέρων ἡμῶν ἐκβοῶσαι πρὸς τὸν ἐπὶ πᾶσι θεόν, οὐ τὴν δυναστείαν αὐτοῦ κυδαίνουσιν, ἀλλὰ τὴν κηδεμονίαν προσκυνοῦσιν. ὅ τε οὖν θεὸς δωρητικός ἐστιν ὧν προσήκει θεῷ, ζωῆς καὶ οὐσίας καὶ νοῦ, καὶ εἰ δή τι τῶν ὑστέρων οὐκ ἀνάξιον ἥκειν παρὰ τοῦ πρώτου, σοὶ δ' ἂν προσήκοι μὴ λιπεῖν τὴν τάξιν καθ' ἣν ἐτάχθης, μηδὲ αἰσχύνειν τὰς ὁμωνυμίας, ἀλλ' ἐπιτίθεσθαι τῇ μιμήσει, ἐπικλύζειν μὲν ἀγαθοῖς ἅπασι τὰς πόλεις, καταχεῖν δὲ εὐδαιμονίαν, ὅση δυνατὴ τῶν ἀρχομένων ἑκάστῳ. οὕτω βασιλέα μέγαν ὀνομάζοντες ἐπαληθεύοιμεν, τὴν τιμὴν οὐκ ἔθει διδόντες, οὐ θεραπεύοντες χρείαν, οὐκ ὀργὴν παραιτούμενοι, ἀλλ' αὐτῷ τῷ κρίνοντι τῆς ψυχῆς ἐπινεύοντες, ἀδόλῳ γνώμης ἑρμηνεῖ τῇ γλώττῃ χρώμενοι. φέρε δή σοι γράψω λόγῳ τὸν βασιλέα, ὥσπερ ἄγαλμα στήσας· σὺ δέ μοι τὸ ἄγαλμα τοῦτο κινούμενον ἐπιδείξεις, καὶ ἔμπνουν γενόμενον. οὐκοῦν συμπαραλήψομαι μὲν εἰς δημιουργίαν, εἰ τοῦτο δέοι, τῶν τοῖς παλαιοῖς τε καὶ μακαρίοις ἀνδράσιν ἐπὶ νοῦν ἐλθόντων· σὺ δὲ μηδὲν ἧττον αὐτὰ τῶν ἄλλων, ἀλλὰ μᾶλλον ἀγαπᾶν, ὡς ἀδηρίτως προσήκοντα βασιλεῖ, περὶ ὧν ὁμοίως φρονοῦσι παλαιοί τε καὶ νέοι σοφοί.

[10]    Εὐσέβεια δὲ πρῶτον ὑποβεβλήσθω κρηπὶς ἀσφαλής, ἐφ' ἧς ἑστήξει τὸ ἄγαλμα ἔμπεδον· καὶ οὐ μήποτε αὐτὸ περιτρέψῃ χειμὼν τῆς κρηπίδος ἐχόμενον. αὕτη μὲν δὴ καὶ συναναβήσεται καὶ πολλαχοῦ φανεῖται, πρὸς τῇ κορυφῇ δὲ οὐχ ἥκιστα. ἔνθεν ἑλών, φημὶ δεῖν, ἡγουμένου θεοῦ, τὸν βασιλέα πρῶτον αὐτὸν αὑτοῦ βασιλέα εἶναι καὶ μοναρχίαν ἐν τῇ ψυχῇ καταστήσασθαι. εὖ γὰρ ἴσθι τοῦτο, ὡς οὐχ ἁπλοῦν τι χρῆμα οὐδὲ μονοειδὲς ἄνθρωπος, ἀλλὰ συνῴκισεν ὁ θεὸς εἰς ἑνὸς ζῴου σύστασιν ὄχλον δυνάμεων παμμιγῆ τε καὶ πάμφωνον· καὶ ἐσμὲν ὕδρας, οἶμαι, θηρίον ἀτοπώτερον καὶ μᾶλλόν τι πολυκέφαλον. οὐ γὰρ ταὐτῷ δήπου νοοῦμεν καὶ ὀρεγόμεθα καὶ λυπούμεθα, οὐδὲ ταὐτῷ καὶ θυμούμεθα, οὐδὲ ὅθεν ἡδόμεθα καὶ φοβούμεθα. ἀλλ' ὁρᾷς ὡς ἔνι μὲν ἄρρεν ἐν τούτοις, ἔνι δὲ θῆλυ, καὶ θαρραλέον τε καὶ δειλόν, ἔνι δὲ τὰ παντοδαπῶς ἀντικείμενα, ἔνι δέ τις ἡ μέση διὰ πάντων φύσις, ἣν νοῦν καλοῦμεν, ὃν ἀξιῶ βασιλεύειν ἐν τῇ τοῦ βασιλέως ψυχῇ τὴν ὀχλοκρατίαν τε καὶ δημοκρατίαν τῶν παθῶν καταλύσαντα. ἀφ' ἑστίας γὰρ ἂν οὗτος βασιλεύσειε τῇ κατὰ φύσιν ἀρχῇ τῆς ἡγεμονίας χρησάμενος· ὡς ὅστις γε τὰς ἀλόγους τῆς ψυχῆς μοίρας τιθασοὺς καὶ χειροήθεις ποιήσας κατηκόους τῷ λόγῳ παρέσχετο, εἰς μίαν ἡγεμονίαν ἔμφρονα συντάξας τὸ πλῆθος, οὗτός ἐστιν ὁ θεῖος καὶ ἰδιώτης καὶ βασιλεύς· μᾶλλον δὲ βασιλεύς, ὅτι τὴν ἀρετὴν οὗτος ἔθνεσιν ὅλοις κοινοῦται, καὶ τῶν ἑνὸς ἀγαθῶν πολλοὶ ἐπαυρίσκονται ἄνθρωποι. τούτῳ γὰρ ἀνάγκη τὸ ἔνδοθεν ἀστασίαστον διάγειν, καὶ μέχρι προσώπου γαλήνην ἔνθεον· καὶ ἔστιν οὐ φοβερόν, ἀλλ' ὑπέρσεμνον θέαμα ἐν αἰδοῦς ἀκύμονι διαθέσει, φίλους μέν, ταὐτὸν δὲ εἰπεῖν, ἀγαθοὺς ἐκπλήττων, τοὺς δὲ ἐχθρούς τε καὶ πονηροὺς καταπλήττων. μετάνοια δὲ οὐκ ἐμβατεύει τῇ τούτου ψυχῇ· πράττει γὰρ ὅ τι ἂν πράττῃ, δεδογμένα ἅπασι τοῖς μέρεσι τῆς ψυχῆς πράττων, τῷ πάντα πρὸς μίαν ἀρχὴν κεκοσμῆσθαι, καὶ μὴ ἀπαξιῶσαι μέρη τε εἶναι, καὶ εἰς ἓν τὸ ὅλον συννεῦσαι. ὅστις δὲ διοικίζει τὴν προσβολὴν τῶν μερῶν τούτων, ἐνδοὺς αὐτοῖς εἰς ἐνέργειαν πολλοῖς εἶναι, καὶ ἀνὰ μέρος ἐθέλει ἀναπείθειν τὸ ζῷον, τοῦτον ὄψει νῦν μὲν ὑψοῦ τὴν γνώμην, νῦν δὲ ὕπτιον· τεταραγμένον νῦν μὲν ὁρμῇ, νῦν δὲ φυγῇ καὶ λύπαις καὶ ἡδοναῖς καὶ ἀτόποις ὀρέξεσιν. ὁμολογεῖ δὲ οὐδέποτε οὗτος ἑαυτῷ·

   καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,

   θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, ἔφη τις, ἐπιγνοὺς τὴν ἑτερότητα καὶ διχόνοιαν τῶν ἴσων δυνάμεων. τοῦτό τοι πρῶτον καὶ σφόδρα βασιλικόν, αὐτὸν ἑαυτοῦ βασιλεύειν, τὸν νοῦν ἐπιστήσαντα τῷ συνοίκῳ θηρίῳ, καὶ μὴ κρατεῖν ἀξιοῦντα πολλάκις μυρίων ἀνθρώπων, ἔπειτα αὐτὸν δοῦλον εἶναι δεσποινῶν αἰσχίστων, ἡδονῆς καὶ λύπης καὶ ὅσοι σύγγονοι θῆρες ἐνδιαιτῶνται τῷ ζῴῳ.

[11]    Ἐντεῦθεν δὲ ἤδη παρ' ἑαυτῷ προιὼν ὁ βασιλεὺς πρώτοις ἐντεύξεται τοῖς πέλας τε καὶ φίλοις, μεθ' ὧν συνεστώτων περὶ τῶν ὅλων βουλεύσεται. τούτους προσερεῖ φίλους, οὐ κατειρωνευόμενος τοῦ ὀνόματος, οὐδὲ ὥσπερ οἱ κολάζοντες τὸ τραχὺ καὶ πρόσαντες τῆς δεσποτείας ἔργῳ φιλανθρωποτέρῳ τῆς ἀληθείας ὀνόματι. τί γὰρ κτῆμα βασιλικὸν οὕτως, ὥσπερ ὁ συνὼν φίλος; τίς εὐτυχίας κοινωνὸς ἡδίων; τίς δὲ διενεγκεῖν χείρω τύχης ῥοπὴν ἀσφαλέστερος; τίς ἀδολώτερος εἰς ἔπαινον; τίς εἰς πλήττουσαν νουθεσίαν ἀλυπότερος; εὐγνώμονος δὲ βασιλέως ποῖον ἐπιδηλότερον τῷ πλήθει τεκμήριον ἢ εἰ φαίνοιτο ζηλωτοὺς ποιῶν ἀεὶ τοὺς συνόντας; οὕτω γὰρ καὶ τοῖς πόρρωθεν ἐραστὸς ἂν εἴη καὶ γένοιτο ἂν ἀγαθοῖς εὐχὴ τεύξασθαι φιλίας βασιλικῆς, ὧν τἀναντία τοῖς τυράννοις ὑπάρχει, δι' οὓς ἡ κομψὴ παροιμία, 'πόρρω Διός τε καὶ κεραυνοῦ', διὰ τοὺς ἐπιβούλως τοῖς συνοῦσι χρωμένους, ἀδεέστερον εἶναι λέγουσα τὴν μετ' ἀπραγμοσύνης ἀσφάλειαν τῶν ἐν ἐπιφανεῖ βίῳ κινδύνων. οὐ γὰρ ἔφθασέ τις μακαρισθῆναι τῆς τοῦ τυράννου φιλίας καὶ ἠλεήθη τῆς ἔχθρας· ἀλλ' ὅ γε βασιλεὺς οἶδεν, ὡς τὸ μὲν αὔταρκες ἐν θεῷ καὶ ἀρχαία θεὸς οὐσία τῶν ἀρχομένων ὑπερκείμενος· ἀνθρώπῳ δὲ ἀνθρώπων ἄρχοντι πολλῶν καὶ ὁμοίων οὐκ αὐτάρκης ἡ φύσις εἰς ἅπαντος ἔργου περινόησιν. ἰώμενος οὖν τὴν τῆς φύσεως ἔνδειαν, συνουσιοῦται τοῖς φίλοις τὴν δύναμιν ἑαυτῷ πολυπλασιάζων. οὕτω γὰρ τοῖς ἁπάντων μὲν ὀφθαλμοῖς ὄψεται, ταῖς ἁπάντων δὲ ἀκοαῖς ἀκούσεται καὶ ταῖς ἁπάντων γνώμαις εἰς ἓν ἰούσαις βουλεύσεται.

[12]    Παραφυλακτέον μέντοι, καὶ μάλα ὅλῃ τῇ γνώμῃ, καί, εἴγε δυνάμεθα, ἅπασι τοῖς ἐν ταῖς αὐλαῖς ὅπλοις ἐπὶ τούτῳ χρῆσθαι, μὴ λάθῃ παρεισδῦσα κολακεία τὸ φιλίας πρόσωπον περικειμένη. ὑπὸ μόνης γέ τοι ταύτης, καὶ ἀγρυπνούντων τῶν δορυφόρων, λῃστεύεται βασιλεία. εἰσφέρεται γάρ, ἢν μὴ καὶ πάνυ ἐρύκηται, μάλα ἐνδοτέρω τῶν ταμιείων καὶ ἐπιχειρεῖ τῷ κυριωτάτῳ τῶν βασιλέων, αὐτῇ τῇ ψυχῇ· ἐπεὶ τό γε φιλέταιρον οὐχ ἥκιστα ἀρετὴ βασιλέως. τοῦτό γέ τοι καὶ Κῦρον τὸν πάνυ καὶ Ἀγησίλαον ὀνομαστοτάτους βασιλέων ἐν Ἕλλησι καὶ βαρβάροις ἐποίησε. γνώσεται μὲν δὴ τὰ ποιητέα καὶ γνώμην ἐν τοῖς φίλοις κυρώσει· ἵνα δὲ ἔργα γένηται, χειρῶν αὐτῷ δεῖ πολλῶν.

[13]    Ὁ δὲ λόγος βαδίζων ἐξάγει τὸν βασιλέα τῶν βασιλείων, καὶ μετὰ τοὺς φίλους τοῖς στρατιώταις δίδωσι, δευτέροις δὴ τούτοις φίλοις, καὶ καταβιβάσας εἰς τὸ πεδίον ἐξεταστὴν ἀνδρῶν καὶ ἵππων καὶ ὅπλων ποιεῖ· ἔνθα καὶ ἱππεῖ συνιππεύσει, καὶ πεζῷ συνθευσεῖται, καὶ συνοπλιτεύσει τῷ ὁπλίτῃ, καὶ τῷ πελταστῇ συμπελτασθήσεται, καὶ συνακοντιεῖ τῷ γυμνῆτι, τῇ κοινωνίᾳ τῶν ἔργων εἰς ἔμψυχον ἑταιρίαν ἕκαστον προσαγόμενος, ἵνα μηδὲ πρὸς τούτους εἴρων ᾖ συστρατιώτας καλῶν, ἀλλὰ δημηγοροῦντα ἐπιγινώσκωσιν αὐτόν, καὶ μαρτυρῶσιν ὡς ἐκ τῶν ἔργων ἄρα τὸ ὄνομα λέγεται. δυσχεραίνεις ἴσως ὅτι σοι πονεῖν ἐπιτάττομεν· ἀλλ' ἐμοὶ σὺ πείθου, βασιλικοῦ σώματος ἐλάχιστα πόνος ἅπτεται. ὅστις γὰρ οὐ λανθάνει πονῶν, τοῦτον ἥκιστα πόνος νικᾷ. βασιλέως δὲ σωμασκοῦντος καὶ θυραυλοῦντος καὶ ὅπλοις ἐννεάζοντος οἱ πανταχοῦ δῆμοι θέατρόν εἰσι. τῶν τε γὰρ παρόντων ἐπιστρέφει τὰ ὄμματα, καὶ οὐδεὶς ἀλλαχόσε βλέπειν ἀνέχεται, βασιλέως ἐν ἀπόπτῳ τι δρῶντος· καὶ τῶν ἀπόντων ἐνηχεῖ τὰ ὦτα πᾶν ἔργον βασιλέως ᾠδὴ γενόμενον. δύναται δὲ ὁ συνεθισμὸς οὗτος, τὸ μὴ σπάνιον εἶναι τὸν βασιλέα θέαμα στρατιώταις, εὔνοιάν τε αὐτοῦ καὶ μάλα ἐρρωμένην δημιουργεῖν τῶν στρατιωτῶν ταῖς ψυχαῖς. καὶ τίς ἐχυρωτέρα βασιλεία τῆς ἔρωτι τετειχισμένης; τίς δὲ ἰδιώτης καὶ μικρὰ πράττων ἀδεέστερός τε καὶ ἀνεπιβουλευτότερος ἐκείνου βασιλέως οὐχ ὃν δεδίασιν, ἀλλ' ὑπὲρ οὗ δεδίασιν οἱ ὑπήκοοι; τὸ δή τοι στρατιωτικὸν τοῦτο φῦλον ἁπλοϊκόν τέ ἐστι καὶ γενναῖον καὶ ὑπὸ συνηθείας ἁλώσιμον· καὶ Πλάτων φύλακάς τε καλεῖ τὸ μαχητικὸν γένος καὶ κυνὶ μάλιστα προσεικάζει, θηρίῳ γνώσει καὶ ἀγνοίᾳ κρίνοντι τό τε φίλιον καὶ τὸ πολέμιον. τί δ' ἂν αἴσχιον γένοιτο βασιλέως, ὃν διὰ τῶν ζωγράφων ἐπιγινώσκουσιν οἱ προπολεμοῦντες; ὀνήσεται δὲ οὐ μόνον τοῦτο τῆς πυκνῆς ἐπιμιξίας, τὸ καθάπερ ἓν σῶμα συμφυὲς τὸ στράτευμα περικεῖσθαι, ἀλλὰ καὶ πολλὰ τῶν ἐν τοῖς τοιοῖσδε καιροῖς γινομένων, τὰ μέν ἐστι μελέτη πολεμικῶν ἔργων, τὰ δέ ἐστι στρατηγίας προτέλειαι καὶ παρασκευαί τινες, ἃ πρὸς τὰ μείζω τε καὶ σπουδαῖα διεγείρει. οὐ γάρ τοι σμικρὸν ἐν χρείᾳ δορὸς ὀνομάσαι μὲν στρατηγόν, ὀνομάσαι δὲ ὑποστράτηγον, καὶ ἰλάρχην καὶ ταγματάρχην καὶ σημαιοφόρον, εἰ τύχοι, καί τινας τοῦ πρεσβυτικοῦ σὺν ἐπιγνώσει καλέσαι τε καὶ προτρέψαι, τοὺς ἐν τέλει λέγω καθ' ἕκαστον ἱππικόν τε καὶ πεζικὸν σύστημα. Ὅμηρος μὲν γάρ τινα θεῶν παραστήσας τῇ μάχῃ τῶν Ἀχαιῶν, πληγῇ σκήπτρου φησὶν αὐτὸν πιμπλάναι τοὺς νέους

   ... μένεος κρατεροῖο, ὡς τήν τε ψυχὴν

   μᾶλλον ἐφωρμῆσθαι πολεμίζειν, ἠδὲ μάχεσθαι,

καὶ μηδὲ τὼ πόδε μηδὲ τὼ χεῖρε ἀτρέμας ἔχειν ἀνέχεσθαι·

τὸ γάρ,

   μαιμώωσι δ' ἔνερθε πόδες, καὶ χεῖρες ὕπερθεν,

ᾄττουσίν ἐστιν αὐτοκέλευστοι περὶ τὰ ἔργα τῆς μάχης. ἐμοὶ δὲ ταὐτὸ τοῦτο ἂν ποιήσαι καὶ βασιλεὺς ὀνομαστὶ καλέσας, καὶ τὸν ἀπερισάλπιστόν τε ἂν εἰς φιλοτιμίαν ἐγείραι, καὶ τὸν ἀγωνιστὴν ἂν ἐπιθήξαι. πᾶς γὰρ ἐθέλει πονεῖν ὑπὸ μάρτυρι βασιλεῖ. ὅ τοι ποιητὴς οὕτως ἔοικε κρίνειν, πάμμεγα ὄφελος εἶναι βασιλεῖ καὶ εἰρηνικῷ καὶ πολεμικῷ· ὃς αὐτό που τοῦτο πρῶτον κατανοήσας, ὅτι πλείστην ἔχει ῥοπὴν εἰς εὐψυχίαν ἀνδρῶν τὸ μηδὲ τοὺς ἀγελαίους ἀγνοεῖσθαι τῷ βασιλεῖ, οὐκ ὀνόματι μόνον καλοῦντα τοὺς στρατιώτας πεποίηκεν Ἀγαμέμνονα, ἀλλ' οὗτος αὐτῷ καὶ τὸν ἀδελφὸν νουθετεῖ πρὸς τῇ προσηγορίᾳ πατρόθεν καὶ ἐκ γενεῆς ἄνωθεν ὀνομάζειν ἄνδρα ἕκαστον καὶ πάντας κυδαίνειν μηδὲ μεγαλίζεσθαι. καὶ τὸ κυδαίνειν δὲ αὖ εὖ λέγειν ἐστίν, εἴ τῴ τι ἀγαθὸν ἢ πραχθὲν ἢ εὐτυχηθὲν συνηπίστατο. ὁρᾷς Ὅμηρον; ἐγκωμιαστὴν ποιεῖ τὸν βασιλέα δημότου. καὶ τίς οὐκ ἂν αἵματος ἀφειδήσειε βασιλέως αὐτὸν ἐπαινέσαντος; καὶ τοῦτο οὖν ἥξει σοι τἀγαθὸν ἀπὸ τοῦ θαμὰ ὁμιλεῖν στρατιώταις· καὶ πρὸς εἰδήσεις αὐτῶν ἤθη καὶ βίους καὶ τίς ἑκάστῳ τάξις ἐν καιροῖς ἑκάστοις προσήκουσα. θέα γὰρ δὴ καὶ τόδε. τεχνίτης ἐστὶν ὁ βασιλεὺς πολέμων, ὥσπερ σκυτοτόμος ὑποδημάτων. ἐκεῖνός τε οὖν γελοῖος, ὅταν ἀγνοῇ τῆς τέχνης τὰ ὄργανα, ὅ τε βασιλεὺς πῶς ἐπιστήσεται χρῆσθαι στρατιώταις ὀργάνοις, ἂν μὴ γινώσκῃ;

[14]    Ἀλλ' ἐνταῦθα γενόμενος, εἰ τὸ κοινὸν τῶν λόγων εἰς τὴν παροῦσαν τῶν λόγων ὕλην καταβιβάσαιμι, τάχα ἂν οὐκ ἀπὸ σκοποῦ βάλοιμι·

   τίς δ' οἶδ' εἴ κέν τοι σὺν δαίμονι θυμὸν ὀρίνω

   παρειπών; ἀγαθὴ δὲ παραίφασις ἀνδρὸς ἀληθοῦς.

φημὶ γὰρ οὐδὲν οὕτως ἔμπροσθεν ἄλλο χείρω ποιῆσαι τὰ Ῥωμαίων, ὡς τὴν περὶ τὸ βασιλικὸν σῶμα σκηνὴν καὶ θεραπείαν, ἣν ὥσπερ ἱερουργοῦντες ὑμῖν ἐν ἀπορρήτῳ ποιοῦνται, καὶ τὸ βαρβαρικῶς ἐκτεθεῖσθαι τὰ καθ' ὑμᾶς· ὡς οὐ φιλεῖ συγγίνεσθαι φαντασία τε καὶ ἀλήθεια. ἀλλὰ σύ γε μὴ δυσχεράνῃς, ὡς τοῦτό γε οὐκ ἔστι σόν, ἀλλὰ τῶν ἀρξάντων τῆς νόσου καὶ παραδόντων τῇ διαδοχῇ τοῦ χρόνου ζηλούμενον τὸ κακόν. τοιγαροῦν ἡ σεμνότης αὕτη καὶ τὸ δεδιέναι μὴ ἐξανθρωπισθείητε σύνηθες γενόμενοι θέαμα κατακλείστους ποιεῖ πολιορκουμένους ὑφ' ἑαυτῶν, ἐλάχιστα μὲν ὁρῶντας, ἐλάχιστα δὲ ἀκούοντας, ἀφ' ὧν πρακτικὴ φρόνησις συναθροίζεται, μόνας ἡδομένους τὰς τοῦ σώματος ἡδονάς, καὶ τούτων γε τὰς ὑλικωτάτας, ὅσας ἁφή τε καὶ γεῦσις πορίζουσι, βίον ζῶντας θαλαττίου πνεύμονος. ἕως οὖν ἀπαξιοῦτε τὸν ἄνθρωπον, οὐδὲ τῆς ἀνθρώπου τυγχάνετε τελειότητος. καὶ γὰρ οἷς σύνεστε παρὰ δίαιτάν τε καὶ ἄλλως, καὶ οἷς ἐστιν εἰς τὰ βασίλεια πάροδος ἀδεέστερον, ἢ στρατηγοῖς τε καὶ λοχαγοῖς, τούτους οὓς χαρίεντας ἄρα παρασκευάζεσθε, τοὺς μικροκεφάλους τε καὶ ὀλιγογνώμονας, οὓς ἡ φύσις ἁμαρτάνουσα παραχαράττει, καθάπερ ἀδικοῦντες οἱ τραπεζῖται τὸ νόμισμα, καὶ γίνεται βασιλεῖ δῶρον ἀπόπλεκτος ἄνθρωπος, καὶ μεῖζον ὅσον ἀποπληκτότερος· οὗτοι γελασείοντες ἐν ταὐτῷ καὶ κλαυσείοντες ἀτελῶς, καὶ σχήμασι καὶ ψόφοις καὶ ἅπασιν ὅσοις οἷόν τε βωμολοχοῦντες, συνδιαφθείρουσιν ὑμῖν τὸν χρόνον, καὶ τῆς ψυχῆς τὴν ἀχλύν, ἣν ἐκ τοῦ μὴ φύσει ζῆν ἔχετε, κακῷ μείζονι παραμυθοῦνται. τούτων τὰ κολοβὰ διανοήματα καὶ ῥήματα ταῖς ἀκοαῖς ὑμῶν ἐναρμόζεται μᾶλλον, ἢ νοῦς ἐκ φιλοσοφίας ἐν γλώττῃ περιτράνῳ τε καὶ στρογγύλῃ. ὃ δὲ τῆς θαυμαστῆς οἰκουρίας ἀπολελαύκατε, τοῦ δήμου τὸ μὲν φρόνιμον ὑποπτεύοντες καὶ πρὸς ἐκείνους ἀποσεμνυνόμενοι, τὸ δὲ ἀνόητον εἰσαγόμενοι, καὶ πρὸς ἐκείνους ἀπογυμνούμενοι, ἔδει μὲν εἰδέναι καλῶς, ὅτι ταῖς αὐταῖς παρασκευαῖς ἕκαστον αὔξεται καὶ συγκροτεῖται. ἀλλ' ἂν ἐπιδράμῃς τῷ νῷ τὴν ὅποι ποτὲ τῆς γῆς ἐκταθεῖσαν ἀρχήν, εἴτε τῶν Παρθυαίων, εἴτε τῶν Μακεδόνων, εἴτε τῶν Περσῶν, εἴτε τῶν παλαιτάτων Μήδων, εἴτε τὴν ἐν ᾗ ζῶμεν, ἄνδρες δημοτικοί τε καὶ στρατιῶται, καὶ τὰ πολλὰ συνθυραυλοῦντές τε καὶ χαμευνοῦντες τοῖς ἐν ταῖς φάλαγξιν, καὶ οὔτε μειονεκτοῦντες πόνων, οὔτε πλεονεκτοῦντες ἡδονῶν, ἑκάστην ἐπικράτειαν ἐπὶ μέγα προήγαγον, δι' ἐπιμελείας ἄνθρωποι κτώμενοι τἀγαθὰ καὶ γενόμενοι ζηλωτοί, χαλεπῶς ἂν ἔτι τὴν τάξιν τηροῖεν ἄνευ φρονήσεως. ἔοικε γὰρ εὐτυχία φορτίον μολίβδου περιβριθέστερον. περιτρέπει γοῦν τὸν ἀναθέμενον, ἢν μὴ πάνυ ῥωμαλέος ὢν τύχῃ.

[15]    ψυχῆς δὲ ῥώμην ὑπισχνεῖται μὲν φύσις, τελειοῖ δὲ ἄσκησις, εἰς ἥν σε, βασιλεῦ, προτρέπει φιλοσοφία φυλαττομένη γενέσθαι τὸ ἐκ λόγου συμβαῖνον· τοῖς γὰρ ἐναντίοις τῶν συνιστάντων ἕκαστον φθείρεται. καὶ οὐκ ἀξιῶ παραβαθῆναι τῷ βασιλεῖ Ῥωμαίων τὰ πάτρια. πάτρια δὲ ἡγοῦ Ῥωμαίων, οὐ τὰ χθὲς καὶ πρώην εἰς ἐκδεδιῃτημένην ἤδη παρελθόντα τὴν πολιτείαν, ἀλλ' ἐν οἷς ὄντες ἐκτήσαντο τὴν ἀρχήν. ἐπεὶ φέρε πρὸς τοῦ βασιλείου θεοῦ· καί μοι πειρῶ διαμεῖναι, θυμοδακὴς γὰρ ὁ μῦθος· πότε κάλλιον ἔχειν ἡγῇ τὰ Ῥωμαίων πράγματα; ἀφ' οὗ περιπόρφυροί τέ ἐστε καὶ περίχρυσοι, καὶ λίθους ἐξ ὀρῶν τε καὶ θαλαττῶν βαρβάρων τοὺς μὲν ἀναδεῖσθε, τοὺς δὲ ὑποδεῖσθε, τοὺς δὲ περίκεισθε, τοὺς δὲ ἐξαρτᾶσθε, τοὺς δὲ περονᾶσθε, τοῖς δὲ ἐφιζάνετε; τοιγαροῦν ἀπετελέσθητε θέαμα ποικιλώτατον καὶ πάγχρουν, ὥσπερ οἱ ταῷ, τὴν Ὁμηρικὴν ἀρὰν ἐφ' ἑαυτοὺς ἕλκοντες, τὸν χιτῶνα τὸν λάινον. ὑμῖν δὲ οὐδὲ χιτὼν οὗτος ἀποχρῶν· οὐ γὰρ εἰσιτητὸν εἰς τῶν ὁμοτίμων τὸ βουλευτήριον, ἡνίκα ἂν τὴν ἐπώνυμον ἀρχὴν ἄρχητε οὔτε ἀρχαιρεσιαζόντων οὔτε ἐπ' ἄλλῳ τῳ συνεδρευόντων, ἢν μὴ καὶ πέπλον τοιοῦτον ἐγκορδυλήσησθε. καὶ δῆτα ἀποβλέπεσθε ὑπὸ τῶν ἀνθρώπων, οἷς θέμις ὁρᾶν, ὡς μόνοι τῶν βουλευτῶν εὐδαίμονες, μόνοι τῶν βουλευτῶν ἀχθοφοροῦντες· ἀλλὰ καὶ γάννυσθε τῷ φορτίῳ, καθάπερ εἴ τις χρυσῷ δεθεὶς καὶ μᾶλλον πολυταλάντοις ταῖς πέδαις, ἔπειτα μηδὲν ἐπαΐοι τοῦ κακοῦ, μηδὲ ἡγοῖτο σχέτλια πάσχειν εἰς δεσμώτας τελῶν, ἠπατημένος τῇ πολυτελείᾳ τῆς συμφορᾶς· ἀλλ' οὔ γε μᾶλλον κινήσεται τῶν ἐν τῇ ποδοκάκκῃ τῷ φαυλοτάτῳ τῶν ξύλων. ὑμῖν δὲ οὐδὲ τοὔδαφός ἐστιν ἀνεκτόν, οὐδ' ἂν ἐμπεριπατήσητε κατὰ φύσιν ἐχούσῃ τῇ γῇ· ἀλλὰ δεῖ τὴν χρυσῖτιν ἐπιφορεῖν, ἣν ἐκ τῶν πέραν ἠπείρων ὑμῖν ἀπῆναί τε καὶ ὁλκάδες διακομίζουσι καὶ στρατιά τίς ἐστιν οὐ φαύλη τῶν τὸ χῶμα ῥαινόντων. οὐ γὰρ βασιλικὸν ἡγεῖσθε, μὴ οὐχὶ καὶ τοῖς σκύτεσι τῶν ὑποδημάτων τρυφᾶν. νῦν οὖν ἄρ' ἄμεινον πράττετε, ἀφ' οὗ περὶ τοὺς βασιλέας ἡ τελετὴ συνέστη, καὶ θαλαμεύεσθε καθάπερ αἱ σαῦραι μόλις, εἴ πῃ, πρὸς τὴν εἵλην ἐκκύπτουσαι, μὴ φωραθείητε ὑπὸ τῶν ἀνθρώπων ὄντες ἄνθρωποι; ἢ τόθ' ἡνίκα ἐξηγοῦντο τῶν στρατευμάτων ἄνδρες ἐν μέσῳ ζῶντες, μέλανες ὑφ' ἡλίῳ καὶ τὰ ἄλλα ἀφελῶς τε καὶ αὐτοσκευῶς ἔχοντες, ἀλλ' οὐ διθυραμβωδῶς καὶ τραγικῶς, ἐν πίλοις Λακωνικοῖς, οὓς ἐν ταῖς εἰκόσι θεώμενα γελᾷ τὰ μειράκια, καὶ οὐδὲ ὁ γέρων δῆμος εὐτυχεῖς ἡγοῦνται γεγονέναι, πρὸς δὲ ὑμᾶς ἐξετασθῆναι καὶ παντάπασι κακοδαίμονες; ἀλλ' ἐκεῖνοί γε οὐκ ἀποτειχίζοντες τὴν οἰκείαν εἶργον οὔτε τοὺς Ἀσιανοὺς οὔτε τοὺς Εὐρωπαίους βαρβάρους, ἀλλ' οἷς ἐποίουν, ἐκείνους ἐνουθέτουν τὴν σφετέραν ἀποτειχίζειν, θαμὰ διαβαίνοντες τὸν Εὐφράτην ἐπὶ τὸν Παρθυαῖον, τὸν δὲ Ἴστρον ἐπὶ τὸν Γέτην τε καὶ Μασσαγέτην. οἱ δ' οὖν ἕτερα ἀντὶ τούτων ὀνόματα θέμενοι, ἕτεροι δὲ αὐτῶν καὶ τὰ πρόσωπα τέχνῃ παραποιήσαντες, ἵνα δὴ δοκοίη γένος ἄλλο νέον τε καὶ ἀλλόκοτον ἐκφῦναι τῆς γῆς, δεδίττονται ὑμᾶς ἀντιδιαβαίνοντες, καὶ μισθὸν εἰρήνης ἀξιοῦσι πράττεσθαι,

         ἢν μὴ σύ γε δύσεαι ἀλκήν.

ἀλλ' ἀφείσθω μέν, εἰ δοκεῖ, τὰ παλαιὰ πρὸς τὰ νῦν ἐξετάζειν, ἵνα δὴ μὴ δοκοίημεν ἐν σχήματι παραινέσεως ὀνειδίζειν, δεικνύντες ὡς ὅσον ἐπέδωκεν εἰς σχῆμα σοβαρὸν τὰ βασιλέως, τοσοῦτον ἀληθείας ἀφῄρηται.

[16]    Εἰ δὲ ὥσπερ ἐν τῇ καθ' ὑμᾶς ποικιλίᾳ γενόμενος ὁ λόγος ἐφιλοχώρησε, νένοι τινὰ μοῖραν ἑαυτοῦ καὶ τῇ πάλαι τῶν βασιλέων, εἴτε ἀγροικίαν καλῶμεν αὐτήν, εἴτε λιτότητα βούλεσθε, καλῶς ἂν ἀλλήλαις ἀντιπαρεκδύοιντο πολυτέλεια καὶ εὐτέλεια· καὶ γυμνὰς ἂν οὕτω θεώμενος, ἐρασθείης ἀληθινοῦ βασιλέως κάλλους, ἀφεὶς τὸ φαινόμενόν τε καὶ ἐπιποίητον· οὐκοῦν ἐκείνην μὲν ἀπὸ τῶν χρωμάτων τὸ πλέον ἐγράφομεν· ταύτην δὲ οὐκ ἔστιν ἀπὸ τούτων, ἄλλοθεν δὲ λαβεῖν. οὐ γάρ ἐστιν αὐτῇ περιττά, μὴ πραγματευομένῃ περὶ αὐτά· τὰ δὲ ἤθη μᾶλλον εἰκόνες ἂν αὐτῆς εἶεν· καί τι ἔργον εὐθὺς συμπροκύπτει τῶν κατὰ φύσιν ἐχόντων βίων ταῖς προβολαῖς. ἑνὸς οὖν ἄξιον ἐπιμνησθῆναι βασιλέως καὶ ἤθους καὶ ἔργου· καὶ γὰρ ἀποχρῶν ὁτιοῦν πάντα συνεφελκύσασθαι.

   Λέγεται δή τινα τῶν οὐ λίαν ἀρχαίων, ἀλλ' ὃν ἂν εἰδεῖεν καὶ τῶν γερόντων οἱ πάπποι, εἰ μὴ νέοι τοὺς παῖδας ἐτέκνωσαν, καὶ παρὰ νέων τῶν παίδων ἐγένοντο πάπποι· λέγεται δή τινα ἐκείνων στρατείαν μὲν ἄγειν ἐπὶ τὸν Ἀρσακίδην εἰς Ῥωμαίους ὑβρίσαντα· ἐπειδὴ δὲ πρὸς ταῖς ὑπερβολαῖς τῶν Ἀρμενίων γενέσθαι, πρὶν ἐπιχειρῆσαι τῇ πολεμίᾳ, δείπνου τε αὐτὸν ἐρασθῆναι, καὶ ἐπιτάξαι τῇ στρατιᾷ τοῖς ἀπὸ τῶν σκευοφόρων ἀγαθοῖς χρῆσθαι, ὡς ἐγγύθεν ἐπισιτιουμένοις, ἢν δέῃ. ἐδείκνυε δὲ ἄρα τοὺς Παρθυαίων ἀγρούς· ἐν τούτῳ δὲ ὄντων, πρεσβείαν ἐκ τῶν πολεμίων παρεῖναι καὶ οἴεσθαι μὲν ἥκουσαν προεντεύξεσθαι τοῖς βασιλεῖ παραδυναστεύουσι, καὶ τούτων γε αὖ πελάταις τισὶ καὶ εἰσαγγελεῦσιν, ὡς εἰς ἡμέραν πολλοστὴν ἀπ' ἐκείνης τοῦ βασιλέως τῇ πρεσβείᾳ χρηματιοῦντος· συνενεχθῆναι δὲ κατ' αὐτόν πως γενέσθαι τὸν βασιλέα δειπνοῦντα. οὐ γὰρ ἦν πω τὸ τῶν δορυφόρων τοιοῦτον, ἀπὸ τῆς στρατιᾶς στρατιά τις ἔκκριτος, νέοι πάντες, πάντες εὐμήκεις, τὰς κόμας ξανθοί τε καὶ περιττοί,

   αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,

χρυσάσπιδες καὶ χρυσεολόγχαι, οἷς, ὅταν ποτὲ ὀφθῶσι, τὸν βασιλέα σημαινόμεθα, καθάπερ, οἶμαι, ταῖς προανισχούσαις ἀκτῖσι τὸν ἥλιον· ἀλλὰ πᾶσα φάλαγξ τὸ οἰκεῖον ποιοῦσα, δορυφόρος ἦν τοῦ βασιλέως τε καὶ τῆς βασιλείας. οἱ δὲ ἁπλῶς ἑαυτῶν εἶχον, οὐκ ἀπὸ τῆς σκευῆς, ἀλλ' ἀπὸ τῆς ψυχῆς βασιλεῖς ὄντες, καὶ τἄνδον τοῦ πλήθους διέφερον· τὰ δὲ ἐκτὸς ὅμοιοι τοῖς ἀγελαίοις ἐφαίνοντο, ὥσπερ ἔχοντά φασι τὸν Καρῖνον ὑπὸ τῆς πρεσβείας ὀφθῆναι. φοινικοβαφὴς χιτών, καὶ ἐπὶ τῆς πόας ἐκέκλιτο· τὸ δὲ δεῖπνον ἦν πίσινον ἕωλον ἔτνος, καὶ ἐν αὐτῷ τεμάχια ἄττα ταρίχη κρεῶν ὑείων, ἀπολελαυκότα τοῦ χρόνου. ἰδόντα δὲ αὐτόν, οὔτε ἀναθορεῖν οὔτε μεταποιῆσαί τι λέγεται· καλέσαντα δὲ αὐτόθεν τοὺς ἄνδρας, εἰδέναι τε φάναι παρ' αὐτὸν ἥκοντας· αὐτὸς γὰρ εἶναι Καρῖνος· καὶ κελεύειν ἀπαγγεῖλαι τῷ νέῳ βασιλεῖ τήμερον, εἰ μὴ σωφρονήσοι, προσδέχεσθαι πᾶν μὲν ἄλσος αὐτῷ, πᾶν δὲ πεδίον ἐν μιᾷ σελήνῃ ψιλότερον ἔσεσθαι τῆς Καρίνου κεφαλῆς· ἅμα δὲ λέγοντά φασιν ἐκδῦναι τοῦ πίλου, δεικνύντα τὴν κεφαλὴν οὐδέν τι δασυτέραν παρακειμένου τοῦ κράνους· καὶ εἰ μὲν πεινῷεν, ἐφεῖναι συνεμβαλεῖν τῇ χύτρᾳ· μὴ δεομένους δέ, κελεύειν αὐθωρὸν ἀπηλλάχθαι καὶ ἔξω τοῦ Ῥωμαϊκοῦ χάρακος εἶναι, ὡς τῆς πρεσβείας αὐτοῖς τέλος εὑρούσης. λέγεται τοίνυν καὶ τούτων ἀνενεχθέντων ἐπὶ τὸ πλῆθος καὶ τὸν ἡγεμόνα τῶν πολεμίων, ὧν τε εἶδον ὧν τε ἤκουσαν, ὅπερ εἰκὸς ἦν συμβῆναι, φρίκην καὶ δέος ἐπιπεσεῖν ἅπασιν, εἰ πρὸς ἄνδρας μαχοῦνται τοιούτους, ὧν ὁ βασιλεὺς οὔτε βασιλεὺς ὢν οὔτε φαλακρὸς αἰσχύνεται, καὶ χύτραν παρατιθέμενος συνδείπνους καλεῖ· ἀφικέσθαι δὲ τὸν βασιλέα τὸν ἀλαζόνα κατορρωδήσαντα, πάντα εἴκειν ἕτοιμον ὄντα, τὸν ἐν τιάρᾳ καὶ κάνδυι τῷ μετὰ χιτῶνος φαύλων ἐρίων καὶ πίλου.

[17]    Ἕτερον δὲ τούτου νεώτερον ἀκούεις, οἶμαι· καὶ γὰρ οὐδὲ εἰκὸς ἀνήκοόν τινα εἶναι βασιλέως ἑαυτὸν ἐπιδόντος εἴσω τῆς πολεμίας γενέσθαι ἐν χρείᾳ κατασκοπῆς, μιμησαμένου σχῆμα πρεσβείας. λειτουργεῖν γὰρ ἦν τότε τὸ πόλεών τε καὶ στρατευμάτων ἡγεῖσθαι καὶ ἐξώμνυντό γε πολλοὶ τὴν τοιαύτην ἀρχήν. εἷς δέ τις αὐτῶν καὶ ἐννεάσας τῷ βασιλεύειν, ἀπειπὼν πρὸς τοὺς πόνους ἑκὼν ἰδιώτης ἐγήρα. ἐπεὶ καὶ τοὔνομα αὐτό σοι δείξω τοῦ βασιλέως ὄψιμον, ἐκλιπὲς Ῥωμαίοις γενόμενον ἀφ' οὗ Ταρκυνίους ὁ δῆμος ἐξήλασεν. ἀπὸ τούτου γὰρ ἡμεῖς μὲν ὑμᾶς ἀξιοῦμεν καὶ καλοῦμεν βασιλέας, καὶ γράφομεν οὕτως· ὑμεῖς δέ, εἴτε εἰδότες εἴτε μή, συνηθείᾳ δὲ συγχωροῦντες, τὸν ὄγκον τῆς προσηγορίας ἀναδυομένοις ἐοίκατε. οὔκουν οὔτε πρὸς πόλιν οὔτε πρὸς ἰδιώτην οὔτε πρὸς ὕπαρχον γράφοντες οὔτε πρὸς ἄρχοντα βάρβαρον ἐκαλλωπίσασθέ ποτε τῷ βασιλέως ὀνόματι· ἀλλ' αὐτοκράτορες εἶναι ποιεῖσθε. ὁ δὲ αὐτοκράτωρ ὄνομα στρατηγίας ἐστὶ πάντα ποιεῖν ὑποστάσης· καὶ Ἰφικράτης καὶ Περικλῆς ἔπλεον Ἀθήνηθεν αὐτοκράτορες στρατηγοί, καὶ οὐκ ἐλύπει τοὔνομα τὸν δῆμον τὸν ἀδυνάστευτον, ἀλλ' αὐτὸς ἐχειροτόνει τὴν στρατηγίαν νόμιμον οὖσαν. Ἀθήνησι μὲν οὖν καὶ βασιλεύς τις καλούμενος μικρὰ ἔπραττε καὶ ὑπεύθυνος ἦν, εἰς τοὔνομα τοῦ δήμου, οἶμαι, παίζοντος ἅτε ὄντες ἀκρατῶς ἐλεύθεροι· ἀλλ' ὅγε αὐτοκράτωρ αὐτοῖς οὔτε μόναρχος ἦν, καὶ σπουδαῖον ἦν καὶ πρᾶγμα καὶ ὄνομα. πῶς οὖν οὐ σαφὲς τοῦτο τεκμήριον τῆς σώφρονος ἐν τῇ Ῥωμαίων πολιτείᾳ προαιρέσεως, ὅτι καίτοι μοναρχία προδήλως ἀποτελεσθεῖσα, μίσει τῶν τυραννίδος κακῶν, διευλαβεῖται καὶ φειδομένως ἅπτεται τοῦ βασιλείας ὀνόματος; μοναρχίαν γὰρ διαβάλλει μὲν τυραννίς, ζηλωτὴν δὲ ποιεῖ βασιλεία, καὶ Πλάτων αὐτὴν θεῖον ἀγαθὸν ἐν ἀνθρώποις καλεῖ· ὁ δὲ αὐτὸς οὗτος τὸ θείας εἰληχὸς μοίρας ἀξιοῖ πάντη ἄτυφον εἶναι· οὐ γὰρ σκηνοβατῶν οὐδὲ τερατουργῶν ὁ θεός, ἀλλὰ

               δι' ἀψόφου

   βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ' ἄγει

, παντί τε ἁπανταχοῦ παρεστάναι τῷ πεφυκότι μετέχειν ἕτοιμος. οὕτως ἀξιῶ τὸν βασιλέα κοινὸν ἀγαθὸν καὶ ἄτυφον εἶναι. τύραννοι δὲ εἰ θαυματοποιοῦσι κρυπτόμενοί τε καὶ σὺν ἐκπλήξει φαινόμενοι, φθόνος οὐδεὶς χήτει σεμνότητος ἀληθινῆς ἐπὶ προσποίησιν καταφεύγειν· τὸν γὰρ οὐδὲν ὑγιὲς ὄντα, καὶ εἰδότα γε τοῦτο, τίς μηχανὴ μὴ οὐχὶ φεύγειν τὸ ἐμφανές, φεύγοντα καταφρόνησιν; ἀλλ' ἡλίου τὸ μέχρι τήμερον οὐδείς πω καταπεφρόνηκεν· καίτοι τί συνηθέστερον θέαμα; καὶ βασιλεὺς εἰ τεθάρρηκεν ἀληθινὸς ὢν καὶ οὐκ ἐλεγχθησόμενος, ἔστω κοινότατος· οὐδὲν γὰρ ἧττον, εἰ μὴ καὶ μᾶλλον, ἀγαστὸς ἔσται. οὐδὲ τοῦ χωλοῦ βασιλέως, ὃν ἐπαινεῖ Ξενοφῶν ἐν ὅλῳ τῷ συγγράμματι, κατεγέλων οὔτε οὓς ἦγεν οὔτε δι' ὧν ἦγεν οὔτε ἐφ' οὓς ἐπορεύετο· καίτοι κατέλυεν οὗτος ἑκάστης πόλεως ἐν τοῖς δημοσιωτάτοις χωρίοις, ἐν ᾧ πάντα ποιῶν καταφανέστατος ἦν οἷς ἐπιμελὲς τὸν ἡγεμόνα τῆς Σπάρτης ὁρᾶν. ἀλλ' οὗτος εἰς τὴν Ἀσίαν τε διαβὰς ὀλίγῳ στρατεύματι, τὸν προσκυνούμενον ἄνθρωπον ὑπὸ τῶν ἀκατονομάστων ἐθνῶν ἐγγὺς ἦλθεν ἀποβιβάσαι τῆς ἀρχῆς· τοῦ μὲν γὰρ φρονήματος ἀπεβίβασε· καὶ ἐπειδὴ τῶν οἴκοι τελῶν καλούντων τὰς ἐν Ἀσίᾳ πράξεις ἀφῄρητο, νίκας Ἑλληνικὰς ἀνῃρεῖτο πολλάς, ὑπὸ μόνου τε ἀνθρώπων ἡττᾶτο μαχόμενος, ὑφ' οὗ κρατηθῆναι μόνου τῶν ἁπάντων εἰκὸς Ἀγησίλαον καὶ ὑπὲρ εὐτελείας ἀγωνιζόμενον. Ἐπαμεινώνδας ἦν οὗτος, ὃν στεφανοῦσαι μὲν αἱ πόλεις ἐκάλουν εὐωχησόμενον, ὁ δὲ φοιτῶν αὐταῖς (οὐ γὰρ ἦν ἄλλως ποιοῦντα μὴ οὐκ αἰτίαν ἔχειν τὸν ἐν ἀξιώματι) δριμέος ὄξους ἐπέπινεν, "Ἵνα," φησί, "τῆς οἴκοι διαίτης Ἐπαμεινώνδας μὴ ἐπιλάθοιτο." νεανίσκου δὲ Ἀττικοῦ τῆς μαχαίρας αὐτῷ τὴν κώπην ἐπισκώψαντος, ὅτι ξύλου τε φαύλου καὶ ἀκατέργαστος ἦν, "Οὐκοῦν ὅταν", ἔφη, "μαχώμεθα, τῆς μὲν κώπης οὐ πειράσῃ, τὸν σίδηρον δὲ οὐκ ἐνέσται σοι μέμψασθαι". εἰ δὲ βασιλικὸν μὲν τὸ ἄρχειν, ἄρχειν δὲ ὁποίων δέον κρατεῖν, ἐξ ὧν οἱ κρατεῖν εἰδότες ‹ἐπιτηδεύουσιν› ἐπιτηδευμάτων καὶ βίων ὁρῶμεν, ὡς οὐκ ἀπὸ τῶν ἐκφύλων τε καὶ σοβαρῶν, ἀλλ' ἀπὸ τῶν μετρίων τε καὶ σωφρόνων πάντα ἐκ πάντων συναιρεῖται, βασιλείας ἐξοριστέον εἶναι τύφον καὶ πολυτέλειαν, ὡς οὐ μετὸν αὐτῇ τῶν ἀλλοτρίων. καὶ ὁ λόγος ἐκ τούτου προῆκται.

[18]    Ἐπαναγάγωμεν δὲ ἡμεῖς τε τὸν λόγον εἰς τὴν οἰκείαν ἀρχήν, σύ τε ἐς τὸ ἀρχαῖον πρᾶγμα τὸν βασιλέα· ἀνάγκη γὰρ κεκολασμένων τῶν βίων καὶ σωφροσύνης ἐπανελθούσης, συνεπανελθεῖν μὲν αὐτῇ τὰ παλαιὰ καλά, τῶν δὲ ἐκ τῆς ἐναντίας μερίδος ἀντιμετάστασιν πάντων γενέσθαι. καὶ σύ, βασιλεῦ, τῆς ἐπαναγωγῆς τῶν ἀγαθῶν ἄρξαιο, καὶ ἀποδοίης ἡμῖν λειτουργὸν τῆς πολιτείας τὸν βασιλέα· καὶ γὰρ ἐν οἷς ἐσμὲν οὐκέτι οἵα χωρῆσαι ῥᾳθυμία οὐδὲ πρόσω βῆναι· νῦν γὰρ πάντες ἐπὶ ξυροῦ ἵστανται ἀκμῆς, καὶ δεῖ θεοῦ καὶ βασιλέως ἐπὶ τὰ πράγματα, τὴν ὠδινομένην χρόνον ἤδη συχνὸν τῆς Ῥωμαίων ἀρχῆς [τὴν] εἱμαρμένην προαναιρήσοντος, ἥν, ἅμα συνάπτων τὸ ἑξῆς τοῦ λόγου καὶ τὸν βασιλέα δημιουργῶν, ὃν ἐνήργμην ἄγαλμα πάγκαλον ἱστάναι, δείξω τε σαφῶς ἐγγὺς οὖσαν, ἢν μὴ σοφή τε καὶ ἰσχυρὰ βασιλεία κωλύῃ, καί, ἵνα ὁ κωλύων αὐτὸς ᾖς, ἐκ τῶν ἐνόντων συμπαλαμήσομαι. θεὸς δὲ ἀγαθοῖς ἀεί τε καὶ πάντως παραστάτης καὶ ἵλεως.

[19]    Πόθεν οὖν ἀπολιπόντες τὰ κοινῇ διαπλαττόμενα τῷ πλαττομένῳ παρὰ τοῦ λόγου βασιλεῖ, γνώμῃ περιηνέχθημεν εἰς τὰ καθεστῶτα; ἠξίου φιλοσοφία τὸν βασιλέα θαμὰ ὁμιλεῖν στρατιώταις, ἀλλὰ μὴ θαλαμεύεσθαι· τὴν γὰρ εὔνοιαν, ἣ μόνη καὶ μάλιστα βασιλέως ἐστὶν ἰσχυρὸν φυλακτήριον, ἐδίδασκεν ἀπὸ τῆς ὁσημέραι συνηθείας ἀθροίζεσθαι. ποδαποῖς οὖν τὸ γένος οὖσι τοῖς στρατιώταις φιλόσοφος, ἐραστὴς ὢν βασιλέως, ἀξιοῖ καὶ παιδεύειν τὸ σῶμα καὶ συναυλίζεσθαι; ἦ δῆλον ὅτι τοιούτοις, οὓς ἀγροὶ καὶ πόλεις καὶ καθάπαξ ἡ βασιλευομένη γῆ δίδωσι προμάχους καὶ καταλέγει φύλακας τῇ πολιτείᾳ τε καὶ τοῖς νόμοις, ὑφ' ὧν ἐτράφησάν τε καὶ ἐπαιδεύθησαν· οὗτοι γάρ εἰσιν, οὓς καὶ κυσὶν ὁ Πλάτων εἴκαζεν. ἀλλ' οὔτε τῷ ποιμένι μετὰ κυνῶν τοὺς λύκους τακτέον, κἂν σκύμνοι ποτὲ ἀναιρεθέντες τιθασεύεσθαι δόξωσιν, ἢ κακῶς αὐτοῖς πιστεύσει τὴν ποίμνην· ὅταν γάρ τινα ταῖς κυσὶν ἀσθένειαν ἢ ῥᾳθυμίαν ἐνίδωσιν, αὐταῖς τε καὶ ποίμνῃ καὶ ποιμέσιν ἐπιχειρήσουσιν· οὔτε τῷ νομοθέτῃ δοτέον ὅπλα τοῖς οὐ τεχθεῖσί τε καὶ τραφεῖσιν ἐν τοῖς αὐτοῦ νόμοις· οὐ γὰρ ἔχει παρὰ τῶν τοιούτων οὐδὲν εὐνοίας ἐνέχυρον. ὡς ἔστιν ἀνδρὸς θαρσαλέου ἢ μάντεως νεότητα πολλὴν ἑτερότροφον ἔθεσιν ἰδίοις χρωμένην ἐν τῇ χώρᾳ τὰ πολέμια μελετῶσαν ὁρῶντα μὴ δεδιέναι· δεῖ γὰρ ἤτοι πάντας αὐτοὺς πιστεῦσαι φιλοσοφεῖν, ἢ τούτου καλῶς ἀπογνόντας οἴεσθαι τὸν Ταντάλου λίθον ὑπὲρ τῆς πολιτείας λεπτοῖς καλωδίοις ἠρτῆσθαι. ὡς τότε πρῶτον ἐπιχειρήσουσιν, ὅτε πρῶτον αὐτοῖς οἰήσονται προχωρήσειν τὴν πεῖραν. τούτου μὲν οὖν καὶ ἀκροβολισμοί τινες ἤδη γίνονται καὶ φλεγμαίνει μέρη συχνὰ τῆς ἀρχῆς ὥσπερ σώματος, οὐ δυναμένων αὐτῷ συγκραθῆναι τῶν ἀλλοτρίων εἰς ἁρμονίαν ὑγιεινήν· ἐκκρῖναι δὲ δεῖν τἀλλότριον ἀπό τε σωμάτων καὶ πόλεων, ἰατρῶν τε καὶ στρατηγῶν παῖδες ἂν εἴποιεν. τὸ δὲ μήτε ἀντίπαλον αὐτοῖς κατασκευάζεσθαι δύναμιν καί, ὡς ἐκείνης οἰκείας οὔσης, ἀστρατείαν τε διδόναι πολλοῖς αἰτοῦσι καὶ πρὸς ἄλλοις ἔχειν ἀφιέναι τοὺς ἐν τῇ χώρᾳ, τί ἄλλο ἢ σπευδόντων ἐστὶν εἰς ὄλεθρον ἀνθρώπων; δέον πρὸ τοῦ Σκύθας δεῦρο σιδηροφοροῦντας ἀνέχεσθαι, παρά τε τῆς φίλης γεωργίας ἄνδρας αἰτῆσαι τοὺς μαχεσομένους ὑπὲρ αὐτῆς καὶ καταλέγειν εἰς τοσοῦτον, ἐν ᾧ δὴ καὶ τὸν φιλόσοφον ἀπὸ τοῦ φροντιστηρίου, καὶ τὸν χειροτέχνην ἀπὸ τοῦ βαναυσεῖν ἀναστήσαντες, καὶ ἀπὸ τοῦ πωλητηρίου τὸν ὄντα πρὸς τούτῳ, τόν τε κηφῆνα δῆμον, ὃς ὑπὸ τῆς πάνυ σχολῆς ἐγκαταβιοῖ τοῖς θεάτροις, πείσομέν ποτε καὶ σπουδάσαι, πρὶν ἀπὸ τοῦ γελᾶν ἐπὶ τὸ κλάειν ἀφίκωνται, μήτε τῆς χείρονος αἰδοῦς, μήτε τῆς ἀμείνονος ἐμποδὼν οὔσης τῷ τὴν ἰσχὺν Ῥωμαίοις οἰκείαν γενέσθαι. τέτακται γὰρ ὥσπερ ἐν οἴκῳ καὶ πολιτείαις ὁμοίως τὸ μὲν ὑπερασπίζον κατὰ τὸ ἄρρεν, τὸ δὲ εἰς τὴν ἐπιμέλειαν ἐστραμμένον τῶν εἴσω κατὰ τὸ θῆλυ. πῶς οὖν ἀνεκτὸν παρ' ἡμῖν ἀλλότριον εἶναι τὸ ἄρρεν; πῶς δὲ οὐκ αἴσχιον παραχωρῆσαι τὴν εὐανδροτάτην ἀρχὴν ἑτέροις τῆς ἐν πολέμῳ φιλοτιμίας; ἀλλ' ἔγωγε, καὶ εἰ νίκας ὑπὲρ ἡμῶν νικῷεν πολλάς, αἰσχυνοίμην ἂν ὠφελούμενος. ἐκεῖνο μέντοι

   γινώσκω φρονέω τε· καὶ γὰρ ἐγγύς ἐστιν ἅπαντος τοῦ νοῦν ἔχοντος, ὡς, ὅταν τὰ λεγόμενα ταῦτα, τὸ ἄρρεν τε καὶ τὸ θῆλυ, μήτε ἀδελφὰ τυγχάνῃ μήτε ἄλλως ὁμογενῆ, μικρὰ πρόφασις ἀρκέσει τοὺς ὡπλισμένους τῶν ἀστυπολούντων δεσπότας ἀξιοῦν εἶναι, καὶ μαχήσονταί ποτε ἀπόλεμοι πρὸς τοὺς ἠσκημένους τὸν ἐν ὅπλοις ἀγῶνα. πρὶν οὖν εἰς τοῦτο ἥκειν, ἐφ' ὃ πρόεισιν ἤδη ἀνακτητέον ἡμῖν τὰ Ῥωμαίων φρονήματα, καὶ συνεθιστέον αὐτουργεῖν τὰς νίκας, μηδὲ κοινωνίας ἀνεχομένους, ἀλλ' ἀπαξιοῦντας ἐν ἁπάσῃ τάξει τὸ βάρβαρον.

[20]    Ἀρχῶν δὲ δὴ καὶ πρῶτον ἀπεληλάσθων καὶ τῶν ἐν βουλευτηρίῳ γερῶν ἀποκεκόφθων, οἷς ὑπῆρξεν αἰσχύνη τὰ παρὰ Ῥωμαίοις πάλαι καὶ δοκοῦντα καὶ ὄντα σεμνότατα· ἐπεὶ νῦν γε καὶ τὴν βουλαίαν Θέμιν αὐτὴν, καὶ θεὸν οἶμαι τὸν στράτιον ἐγκαλύπτεσθαι, ὅταν ὁ σισυροφόρος ἄνθρωπος ἐξηγῆται χλαμύδας ἐχόντων, καὶ ὅταν ἀποδύς τις ὅπερ ἐνῆπτο κώδιον, περιβάληται τήβεννον, καὶ τοῖς Ῥωμαίων τέλεσι συμφροντίζῃ περὶ τῶν καθεστώτων, προεδρίαν ἔχων παρ' αὐτόν που τὸν ὕπατον, νομίμων ἀνδρῶν ὀπίσω θακούντων. ἀλλ' οὗτοί γε μικρὸν τοῦ βουλευτερίου προκύψαντες, αὖθις ἐν τοῖς κωδίοις εἰσί, καί, ὅταν τοῖς ὀπαδοῖς συγγένωνται, τῆς τηβέννου καταγελῶσι, μεθ' ἧς οὐκ εἶναί φασι ξιφουλκίας εὐμοιρίαν. θαυμάζω δ' ἔγωγε πολλαχῇ τε ἄλλῃ καὶ οὐχ ἥκιστα ταύτῃ τὴν ἀτοπίαν ἡμῶν· ἅπας γὰρ οἶκος ὁ καὶ κατὰ μικρὸν εὖ πράττων Σκυθικὸν ἔχει τὸν δοῦλον, καὶ ὁ τραπεζοποιός, καὶ ὁ περὶ τὸν ἰπνόν, καὶ ὁ ἀμφορεαφόρος Σκύθης ἐστὶν ἑκάστῳ, τῶν τε ἀκολούθων οἱ τοὺς ὀκλαδίας ἐπὶ τῶν ὤμων ἀνατιθέμενοι, ἐφ' ᾧ τοῖς ἐωνημένοις ἐν ταῖς ἀγυιαῖς εἶναι καθίζεσθαι, Σκῦθαι πάντες εἰσίν, ἄνωθεν ἀποδεδειγμένου τοῦ γένους ἐπιτηδείου τε καὶ ἀξιωτάτου δουλεύειν Ῥωμαίοις. τὸ δὲ τοὺς ξανθοὺς τούτους καὶ κομῶντας Εὐβοϊκῶς, παρὰ τοῖς αὐτοῖς ἀνθρώποις ἰδίᾳ μὲν οἰκέτας εἶναι, δημοσίᾳ δὲ ἄρχοντας, ἄηθες ὄν, τῆς θέας γένοιτο ἂν τὸ παραδοξότατον, καὶ εἰ μὴ τοῦτό ἐστιν, οὐκ ἂν εἰδείην ὁποῖον ἂν εἴη τὸ καλούμενον αἴνιγμα. ἐν Γαλλίᾳ μὲν οὖν Κρῖξος καὶ Σπάρτακος ὁπλοφοροῦντες ἀδόξως, ἵνα θεάτρῳ γένοιντο τοῦ δήμου Ῥωμαίων καθάρσια, ἐπειδὴ δραπετεύσαντες τοῖς νόμοις ἐμνησικάκησαν, τὸν οἰκετικὸν κληθέντα πόλεμον συνεστήσαντο, βαρυσυμφορώτατον ἐν τοῖς μάλιστα τῶν τότε Ῥωμαίοις γενόμενον· ἐφ' οὓς ὑπάτων καὶ στρατηγῶν καὶ τῆς Πομπηίου τύχης ἐδέησεν αὐτοῖς, ἐγγὺς ἐλθούσης τῆς πόλεως ἀναρπασθῆναι τῆς γῆς. καίτοι γε οἱ Σπαρτάκῳ καὶ Κρίξῳ συναποστάντες οὔτε ἐκείνοις οὔτε ἀλλήλοις ἦσαν ὁμόφυλοι, ἀλλ' ἡ κοινωνία τῆς τύχης, ἐπειλημμένη προφάσεως, ὁμογνώμονας ἐποίει. φύσει γὰρ ἅπαν, οἶμαι, πολέμιον, ὅταν ἐλπίσῃ κρατήσειν τοῦ κυρίου τὸ δοῦλον. ἆρ' οὖν ὁμοίως ἔχει καὶ παρ' ἡμῖν; ἢ τῷ παντὶ μεγαλειότερον τὰς ὑποθέσεις τῶν ἀτόπων ἐκτρέφομεν; οὔτε γὰρ δύο ἐστὸν οὔτε ἀτίμω παρ' ἡμῖν οἱ στάσεως ἂν ἄρξαντες, ἀλλὰ στρατεύματα μεγάλα καὶ παλαμναῖα καὶ συγγενῆ τῶν παρ' ἡμῖν δούλων εἰς τὴν Ῥωμαίων ἡγεμονίαν εἰσηρρηκότα κακῇ μοίρᾳ, παρέχεται στρατηγοὺς μάλα ἐν ἀξιώματι παρὰ σφίσιν αὐτοῖς καὶ παρ' ἡμῖν

   ἡμετέρῃ κακίῃ. τούτων, ὅταν ἐθέλωσι, πρὸς οἷς ἔχουσι, καὶ τοὺς οἰκέτας ἡγοῦ στρατιώτας εἶναι μάλα ἰταμοὺς καὶ θρασεῖς, ἔργοις ἀνοσιωτέροις τῆς αὐτονομίας ἐμφορησομένους. καθαιρετέον οὖν ἡμῖν τὸν ἐπιτειχισμὸν καὶ τὴν ἔξωθεν αἰτίαν ἐξαιρετέον τῆς νόσου, πρὶν ἀποσημῆναι καὶ τὸ ῥῆγμα τὸ ὕπουλον πρὶν ἐλεγχθῆναι τὴν τῶν ἐνοικούντων δυσμένειαν. ἀρχόμενά τοι κρατεῖται τὰ κακά, κρατύνεται δὲ προιόντα. καθαρτέον δὲ τῷ βασιλεῖ τὸ στρατόπεδον, ὥσπερ θημῶνα πυρῶν, οὗ ζειάν τε ἐκκρίνομεν καὶ ὅσα παραβλαστάνει, λύμη τῷ γενναίῳ τε καὶ γνησίῳ σπέρματι. εἰ δέ σοι δοκῶ τὰ μηκέτι ῥᾴδια συμβουλεύειν, οὐκ ἐννενόηκας, ἀνδρῶν ὁποίων μὲν ὄντι σοι βασιλεῖ, περὶ δὲ ἔθνους ὁποίου τοὺς λόγους ποιοῦμαι; οὐ Ῥωμαῖοι μὲν περιεγένοντο, ἀφ' οὗ καὶ τοὔνομα αὐτῶν εἰς ἀνθρώπους ἠκούσθη, καὶ κρατοῦσιν ἁπάντων, οἷς ξυμμίξειαν, καὶ χειρὶ καὶ γνώμῃ, καὶ τὴν γῆν ἐπῆλθον, ὥσπερ Ὅμηρός φησι τοὺς θεούς,

   ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφέποντες;

[21]    Σκύθας δὲ τούτους Ἡρόδοτός τέ φησι καὶ ἡμεῖς ὁρῶμεν κατεχομένους ἅπαντας ὑπὸ νόσου θηλείας. οὗτοι γάρ εἰσιν, ἀφ' ὧν οἱ πανταχοῦ δοῦλοι, οἱ μηδέποτε γῆς ἐγκρατεῖς, δι' οὓς ἡ Σκυθῶν ἐρημία πεπαροιμίασται, φεύγοντες ἀεὶ τὴν οἰκείαν· οὓς ἐξ ἠθέων τῶν σφετέρων, φασὶν οἱ τὰ παλαιὰ παραδόντες, Κιμμέριοί τε ἀνέστησαν πρότερον, καὶ αὖθις ἕτεροι, καὶ αἱ γυναῖκές ποτε, καὶ οἱ πατέρες ὑμῶν, καὶ ὁ Μακεδών, ὑφ' ὧν τῶν μὲν εἰς τοὺς εἴσω, τῶν δὲ εἰς τοὺς ἔξω προὐχώρησαν· καὶ οὐ παύονταί γε, ἕως ἂν ὦσι τοῖς καταντικρὺ παρὰ τῶν ἐλαυνόντων ἀντιδιδόμενοι, ἀλλ' ὅταν ἐμπέσωσιν ἄφνω τοῖς οὐ προσδεχομένοις, ἐπὶ χρόνον ταράττουσιν, ὥσπερ Ἀσσυρίους πάλαι καὶ Μήδους καὶ Παλαιστίνους. καὶ τὸ νῦν δὴ τοῦτο, παρ' ἡμᾶς οὐ πολεμησείοντες ἦλθον, ἀλλ' ἱκετεύσοντες, ἐπειδὴ πάλιν ἀνίσταντο· μαλακωτέροις δὲ ἐντυχόντες, οὐ τοῖς ὅπλοις Ῥωμαίων, ἀλλὰ τοῖς ἤθεσιν, ὥσπερ ἴσως ἔδει πρὸς ἱκέτας, γένος ἀμαθὲς τὸ εἰκὸς ἀπεδίδου, καὶ ἐθρασύνετο, καὶ ἠγνωμόνει τὴν εὐεργεσίαν, ὑπὲρ οὗ πατρὶ τῷ σῷ δίκας ἐπ' αὐτοὺς ὡπλισμένῳ διδόντες, αὖθις ἦσαν οἰκτροὶ καὶ ἱκέται σὺν γυναιξὶν ἐκάθιζον· ὁ δὲ τῷ πολέμῳ νικῶν ἐλέῳ παρὰ πλεῖστον ἡττᾶτο, καὶ ἀνίστη τῆς ἱκετείας, καὶ συμμάχους ἐποίει, καὶ πολιτείας ἠξίου, καὶ μετεδίδου γερῶν, καὶ γῆς τι ἐδάσατο τοῖς παλαμναίοις Ῥωμαϊκῆς, ἀνὴρ τῷ μεγαλόφρονι καὶ γενναίῳ τῆς φύσεως ἐπὶ τὸ πρᾶον χρησάμενος. ἀλλ' ἀρετῆς γε τὸ βάρβαρον οὐ ξυνίησιν. ἀρξάμενοι γὰρ ἐκεῖθεν τὸ μέχρι τοῦδε καταγελῶσιν ἡμῶν, εἰδότες ὧν τε ἦσαν ἄξιοι παρ' ἡμῶν καὶ ὧν ἠξιώθησαν· τό τε κλέος τοῦτο γείτοσιν αὐτῶν ἤδη τὴν ἐφ' ἡμᾶς ὡδοποίησεν. καί τινες ἐκφοιτῶσιν ἱπποτοξόται ξένοι παρὰ τοὺς ῥᾳδίους ἀνθρώπους φιλοφροσύνην αἰτοῦντες παράδειγμα ἐκείνους τοὺς χείρους ποιούμενοι· καὶ προβαίνειν ἔοικε τὸ κακὸν εἰς τὴν καλουμένην ὑπὸ τῶν πολλῶν πειθανάγκην. φιλοσοφίᾳ γὰρ οὐ διενεκτέον ὑπὲρ τῶν ὀνομάτων, ὑπηρεσίαν τῇ διανοίᾳ ζητούσῃ, κἂν χαμόθεν αὐτὴν εἰς τὰ πράγματα συμπορίζηται τρανήν τε καὶ ἐφαρμόζουσαν. πῶς οὖν οὐ χαλεπὸν ἀναμαχεσαμένους τὸ κλέος,

   ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους; ἢν ἀκούῃς ἐμοῦ, τὸ χαλεπὸν τοῦτο τὴν πᾶσαν εὐμάρειαν ἔχον φανεῖται, αὐξηθέντων ἡμῖν τῶν καταλόγων· τοῖς δὲ καταλόγοις τῶν φρονημάτων καὶ γενομένων οἰκείων τῶν συνταγμάτων, πρόσθες τῇ βασιλείᾳ τὸ γενόμενον ἀπ' αὐτῆς ἐκλιπές· καὶ Ὅμηρος αὐτὸ καθιέρωσε τοῖς ἀρίστοις·

   θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων. θυμοῦ οὖν ἐπὶ τοὺς ἄνδρας, καὶ ἢ γεωργήσουσιν ἐξ ἐπιτάγματος, ὥσπερ πάλαι Λακεδαιμονίοις Μεσσήνιοι τὰ ὅπλα καταβαλόντες εἰλώτευον, ἢ φεύξονται τὴν αὐτὴν ὁδὸν αὖθις, τοῖς πέραν τοῦ ποταμοῦ διαγγέλλοντες, ὡς οὐκ ἐκεῖνα ἔτι παρὰ Ῥωμαίοις τὰ μείλιχα· ἀλλ' ἐξηγεῖταί τις αὐτῶν νέος τε καὶ γενναῖος,

   δεινὸς ἀνήρ, τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.

   Εἶεν· αὕτη μέντοι τροφὴ καὶ παιδεία βασιλέως πολεμικοῦ. τὸν δὲ εἰρηνικὸν ἑξῆς πολυπραγμονῶμεν.

[22]    Εἴη μὲν ὁ πολεμικὸς παντὸς μᾶλλον εἰρηνικός· μόνῳ γὰρ ἔξεστιν εἰρήνην ἄγειν τῷ δυναμένῳ τὸν ἀδικοῦντα κακῶσαι, καὶ φαίην ἂν ἐγὼ βασιλέα τοῦτον πάντα ἐκ πάντων τὰ εἰς εἰρήνην συγκεκροτῆσθαι, ὅστις οὐκ ἐθέλων ἀδικεῖν τοῦ μὴ ἀδικεῖσθαι πεπόρισται δύναμιν· πολεμήσεται γὰρ εἰ μὴ πολεμήσει. ἔστι μὴν εἰρήνη πολέμου μακαριώτερον, ὅτι καὶ διὰ τὴν εἰρήνην τὰ τοῦ πολέμου παρασκευάζεται· τέλος οὖν ὄν, τῶν δι' αὐτὸ δικαίως ἂν προτιμῷτο· καλῶς οὖν ἔχει τῷ σώματι τῆς ἡγεμονίας διχῇ διαιρεθέντι κατὰ τὸν ὄχλον τὸν ὡπλισμένον καὶ ἄοπλον, ἀνὰ μέρος ἑαυτὸν ἑκάστῳ διδόναι καὶ συνεῖναι μετὰ τοὺς μαχίμους ταῖς πόλεσι καὶ τοῖς δήμοις, οἷς διὰ τῶν μαχίμων ἄδειαν γεωργίας καὶ πολιτείας ἐπορισάμεθα. συνέσται δὲ τοῖς μὲν ἐπιφοιτῶν, ὅσοις οἷόν τε τῶν ἐθνῶν καὶ ὅσαις οἷόν τε τῶν πόλεων· εἰς ὃ δὲ μὴ ἀφικνεῖται τοῦ ἀρχομένου, καὶ τούτου δὴ ἐπιμελήσεται τῷ πεφηνότι δυνατῷ καὶ καλλίστῳ τῶν τρόπων.

[23]    Τὸ δὲ χρῆμα τῶν πρεσβειῶν, ἄλλως τε ἱερὸν καὶ δεῦρο τοῦ παντὸς ἄξιον, αἷς ὁμιλῶν βασιλεὺς οὐδέν τι μεῖον εἴσεται τῶν ἀγχοῦ τὰ πόρρω οὐδὲ ὄψεως αἰσθήσει τὴν ὑπὲρ τῆς ἀρχῆς προμήθειαν ὁριεῖται, ἀλλὰ καὶ ἐγερεῖ τὸ πεπτωκὸς οὐκ ἰδὼν καὶ ἐπιδώσει τοῖς ἀπορουμένοις τῶν δήμων καὶ ἀνήσει λειτουργιῶν τοὺς πάλαι λειτουργίαις πονοῦντας καὶ ὑπισχνούμενον ἐκρήξει, καὶ ὄντα ἀνελεῖ πόλεμον καί τι ἄλλο προδιοικήσεται. ταῦτα παρὰ τῶν πρεσβειῶν ἕξει δίκην θεοῦ

   πάντ' ἐφορᾶν καὶ πάντ' ἐπακούειν, αἷς εὐπρόσοδος ἔστω καὶ πατὴρ ὣς ἤπιος, τοῦτο μὲν ἤδη καὶ γείτοσι καὶ μὴ γείτοσιν. Ὁμήρου γὰρ αὐτὸ καθάπαξ περὶ τοῦ κατ' αὐτὸν εἰρηνικοῦ βασιλέως λέγοντος ἤκουσα.

[24]    Καὶ πρῶτόν γε ἐπιτετάχθων καὶ δεδιδάχθων οἱ στρατιῶται φείδεσθαί τε καὶ ἥκιστα λυπηροὶ γίνεσθαι τοῖς ἀστυπόλοις τε καὶ ἀγροδιαίτοις, μεμνημένοι πόνων, οὓς δι' αὐτοὺς ἀνείλοντο. ἵνα γὰρ σώζηται τὰ πόλεών τε καὶ γῆς ἀγαθά, βασιλεύς τε προπολεμεῖ καὶ καταλέγει τοὺς πολεμήσοντας. ὅστις οὖν ἐμοῦ τὸν μὲν ἀλλόφυλον ἐχθρὸν ἀπερύκει, αὐτὸς δὲ οὐ τὰ μέτριά μοι χρῆται, οὗτος οὐδέν μοι δοκεῖ διαφέρειν κυνός, δι' αὐτὸ τοῦτο τοὺς λύκους ὡς πορρωτάτω διώκοντος, ἵνα αὐτὸς ἐπὶ σχολῆς κεραΐζοι τὴν ποίμνην, δέον ἀπέχειν τῆς φυλακῆς τὸν μισθὸν τοῦ γάλακτος ἐμφορούμενον. ἀκριβὴς οὖν εἰρήνη, πεπαιδεῦσθαι τοὺς στρατιώτας τοῖς ἀόπλοις ὡς ἀδελφοῖς χρῆσθαι, μόνα φερομένους ὅσα ἐτάχθησαν.

[25]    Οὐδὲ τὸ τρύχειν εἰσφοραῖς τὰς πόλεις βασιλικόν. ἀγαθῷ γὰρ ὄντι ποῦ καὶ δεῖ χρημάτων πολλῶν, οὔτε χαυνότητι γνώμης εἰς ἔργα δαπανηρὰ καθιέντι, [καὶ] ἀντὶ σώφρονος χρείας ἀλαζόνα φιλοτιμίαν πρεσβεύοντι, οὔτε μειρακιώδει γνώμῃ καταχαριζομένῳ ταῖς ἐπὶ σκηνῆς παιδιαῖς τοὺς τῶν σπουδαίων ἱδρῶτας, ἀλλ' οὐδὲ εἰς ἀνάγκην ἀφικνουμένῳ συχνῶν πολέμων, οὓς ὁ Λάκων φησὶν οὐ τεταγμένα σιτεῖσθαι; ἀνεπιβούλευτον γὰρ καὶ ἀνεπιχείρητον ὁ λόγος ἐποίει τὸν ἀγαθόν. συνεσταλμένων οὖν αὐτῷ τῶν ἐφ' ἃ δεῖ, περιττῶν οὐδὲν δεῖ. τούτων ἔξεστι γίνεσθαι ποριστὴν ἀλυπότατον, τὰ μὲν ἀναγκαῖα τῶν ἐλλειμμάτων ἀνιέντα, τὰ δὲ σύμμετρα ταῖς τῶν εἰσφερόντων δυνάμεσιν ἀγαπῶντα. βασιλεὺς δ' ἐρασιχρήματος αἰσχίων καπήλου· ὁ μὲν γὰρ ἔνδειαν οἴκου παραμυθεῖται, τῷ δὲ ἀπροφάσιστος ἡ κακία τῆς γνώμης. ἔγωγέ τοι θαμὰ ἐπισκοπούμενος ἕκαστα τῶν παθῶν, ὁποίους ἡμῖν τοὺς προστετηκότας ἄνδρας παρέχεται, κατιδεῖν ἐμοὶ δοκῶ καὶ τοῖς ἰδιώταις τὸ χρηματιστικὸν τοῦτο φῦλον ὡς ἅπαντος μᾶλλον ἀγεννές τέ ἐστι καὶ κακόηθες καὶ ἀκριβῶς ἀνελεύθερον, ἐν μόνῃ τε ἂν τῇ νοσούσῃ πολιτείᾳ χώραν εὑρίσκοι τὴν οὐ παντάπασιν ἄτιμον. οἵ γε καὶ φθάσαντες ὑφ' αὑτῶν αὐτοὶ κατεφρονήθησαν, ὅτι τῷ βουλήματι τῆς φύσεως ἀντικειμένως διενοήθησαν περὶ τὸ πρῶτον καὶ πολλοστόν· ἐπεὶ τὸ μὲν σῶμα συνέταξεν εἰς ὑπηρεσίαν ψυχῆς, τὰ δὲ ἐκτὸς εἰς χρείαν σώματος, τῷ δὲ ὑστέρῳ δέδωκε δεύτερα· οἱ δὲ καὶ σῶμα καὶ ψυχὴν τῷ τρίτῳ συνάπτουσι. σφᾶς οὖν αὐτοὺς ἀτιμάσαντες καὶ τὸ ἐν αὐτοῖς ἡγούμενον δοῦλον ποιήσαντες, τί ἂν ἔθ' οὗτοι μέγα καὶ σεμνὸν ἢ πράξειαν ἢ βουλεύσειαν; οὓς ἐγὼ καὶ μυρμήκων ἀγεννεστέρους ἀποφηνάμενος καὶ μᾶλλον ὀλιγογνώμονας, οὐκ αἰσχύνομαι τὴν ἀλήθειαν· οἱ μὲν γὰρ χρείᾳ ζωῆς μετροῦσι τὸν πόρον, οἱ δὲ τὴν ζωὴν μετρεῖν ἀξιοῦσι τῇ χρείᾳ τοῦ πόρου· ἐλατέον οὖν αὐτοῦ τε καὶ τῶν ἀρχομένων τὴν χαλεπὴν ταύτην κῆρα, ἵν' ἀγαθὸς ἀγαθῶν ἄρχῃ, καὶ ζῆλον ἀρετῆς ἀντεισενεκτέον, ἧς αὐτὸς βασιλεὺς καὶ ἀγωνιστὴς καὶ ἀγωνοθέτης γινέσθω. καὶ γὰρ αἰσχρόν, ἔφη τις, διακοντίζεσθαι μὲν δημοσίᾳ καὶ διαπληκτίζεσθαι καὶ στεφάνους εἶναι τοῖς ταῦτα νικῶσι, μὴ διασωφρονίζεσθαι δὲ μηδένα μηδὲ διαρετίζεσθαι. εἰκὸς δήπου, μᾶλλον δὲ πλέον εἰκότος, καὶ ἀνάγκη γε πᾶσα τοιαύτῃ διαθέσει βασιλέως ἑπομένας τὰς πόλεις βίον βιοτεῦσαι τὸν πάλαι, τὸν χρυσοῦν, τὸν ὑμνούμενον, ἀσχολίαν ἐχούσας κακῶν, σχολὴν δὲ ἀγαθῶν καὶ πρώτης τῆς εὐσεβείας, εἰς ἣν ἡγεμὼν αὐτὸς ἔσται βασιλεύς, ἅπαντος ἀρχὴν καὶ μείονος ἔργου καὶ μείζονος θεόθεν αἰτῶν. ὡς ἔστι παντὸς δήπου σεμνότερον θέαμά τε καὶ ἄκουσμα βασιλεὺς ἐν τῷ δήμῳ τὼ χεῖρε αἴρων, καὶ προσκυνῶν τὸν κοινὸν ἑαυτοῦ τε καὶ τοῦ δήμου βασιλέα· λόγον τε ἔχει καὶ τὸ θεῖον γανύσκεσθαι κυδαινόμενον βασιλέως εὐσεβοῦς θεραπείᾳ καὶ ἀρρήτοις συναφαῖς τὸν τοιοῦτον οἰκειοῦσθαι. κἀντεῦθεν οὖν παρὰ τὸ θεοφιλὴς εἶναι φιλάνθρωπός ἐστι παντὸς μᾶλλον, οἵου τυγχάνει τοῦ βασιλέως, τοιοῦτος τοῖς βασιλευομένοις φαινόμενος. ἀλλ' ἐν τούτῳ τί οὐκ ἂν εἰκὸς τῶν δεόντων παρεῖναι; καί μοι πάλιν ὁ λόγος ἐπὶ τὰ μικρῷ πρόσθεν ἀνακάμπτει.

[26]    Χαρακτῆρα βασιλείας εὐεργεσίαν ἐτίθεμεν· τὸν δωρητικὸν πάλιν, τὸν ἀγαθόν, τὸν ἵλεων, τὰς ὁμωνυμίας ἀναπεμπάζομεν τοῦ θεοῦ. αὐτά τε οὖν ταῦτα καὶ ὅσα μετὰ τούτων ἐλέγετο, πρὶν ἐπαγγείλασθαι πλάττειν τὸν ἐν τῷ λόγῳ βασιλέα, συντετάχθω νῦν εἰς μέρη καὶ πληρούτω τὸ ἄγαλμα. ὧν δή που κεφάλαιον ἦν, ὅτι παρεκτικὸς ὢν ἀγαθῶν οὐ καμεῖται τοῦτο ποιῶν, οὐ μᾶλλον ἢ τὰς ἀκτῖνας ὁ ἥλιος φυτοῖς καὶ ζῴοις δωρούμενος. οὐ γὰρ πόνος αὐτῷ καταλάμπειν, ἐν οὐσίᾳ τὸ λαμπρὸν ἔχοντι καὶ πηγῇ φωτὸς ὄντι. αὐτός τε οὖν ἑαυτὸν ἐμβιβάσας τῷ τοιῷδε τῆς ζωῆς εἴδει δι' ἑαυτοῦ κοσμήσει πᾶν, εἰς ὅσον ἐφικνεῖται τοῦ ἀρχομένου. καὶ τοὺς ἀγχοῦ τῆς καθέδρας, οἳ μόνου μὲν αὐτοῦ δευτερεύουσι τῶν δὲ ἄλλων πρωτεύουσι, τῷ βασιλικῷ τῆς ψυχῆς κόσμῳ συντάξει, ὠφελητικοὺς ἀνθρώπων ὄντας πρὸς μέτρον ἕκαστον τῆς νεμηθείσης δυνάμεως. καὶ πρόεισι μὲν ἐπὶ πλεῖον οὕτω τὴν πρώτην ἡ ἐπιμέλεια τῶν ἀνθρώπων, πλεόνων αὐτὴν διὰ χειρὸς ἐχόντων.

[27]    Ἀλλά τοι δεῖ καὶ ὑπερορίους ἁρμοστὰς ἐκπέμπειν ἐν ἀρχῆς μεγέθει τοσῷδε. τὸ δὴ μετὰ τοῦτο τοὺς ἐπὶ τῆς δίκης ἄρχοντας φυλοκρινητέον, ὡς ἔστιν αὕτη θεία καὶ μεγαλομερὴς ἡ πρόνοια. ἕκαστον μὲν γὰρ τόπον καὶ ἄνδρα καὶ ἀμφισβήτησιν ἐθέλειν εἰδέναι, πολλῆς γε τῆς ἐκπεριίξεως, καὶ οὐδ' ἂν Διονύσιος ἤρκεσεν, ὁ νήσου μιᾶς καὶ οὐδὲ ὅλης ταύτης ἀρχὴν καταστησάμενος, ἐπιμελήσασθαι. ἐπιμελητῶν δὲ δι' ὀλίγων ἔστι τῶν πολλῶν φροντίσαι. ταύτην ἐκάλεσαν θεοπρεπῆ τε καὶ καθολικὴν κηδεμονίαν, ἣν ἐν ἁδρῷ μένουσαν ἤθει καὶ μὴ συγκύπτουσαν ἐπὶ τὰ τυχόντα τῶν μερῶν, οὐδὲ τὰ τυχόντα διαπέφευγε τῶν μερῶν. ταύτῃ χρώμενος ὁ θεὸς οὐκ αὐτὸς ἐκλεπτουργεῖ τῶν δεῦρο τὰ ἕκαστα, ἀλλὰ χρῆται χειρὶ τῇ φύσει, μένων ἐν ἤθει τῷ αὑτοῦ, καὶ ἔστιν αἴτιος μέχρις ἐσχάτου τῶν ἀγαθῶν, τῶν αἰτίων γινόμενος αἴτιος. καὶ βασιλεῖ ταύτῃ μετιτέον τῶν ὅλων τὴν ἐπιμέλειαν. διανεμέτω τὴν ἀρχὴν ὡς δυνατὸν ἐπιστάταις δικαιοτάτοις τε καὶ ἀρίστοις· καὶ γὰρ ῥᾷον ὀλίγους ἢ πολλοὺς γνώσεται, καὶ ῥᾷον ὀλίγων ἁμαρτανόντων ἢ κατορθούντων αἰσθήσεται. ἀριστίνδην οὖν, ἀλλὰ μὴ πλουτίνδην, ὥσπερ νῦν, ἡ τῶν ἀρξόντων αἵρεσις γινέσθω, ἐπεὶ καὶ ἰατροῖς τὸ σῶμα ἐπιτρέπομεν οὐ τοῖς πλουσιωτάτοις, ἀλλ' οἵτινες ἂν ὦσι τῆς τέχνης ἐπηβολώτατοι· ἄρχοντα δὲ δὴ καὶ μᾶλλον ἀνθαιρετέον τοῦ πλουσίου τὸν ἔχοντα τὴν ἀρχικὴν ἐπιστήμην, ὅτι πλείω παρ' αὐτὸν κινδυνεύεται χεῖρον ἢ βέλτιον κεῖσθαι. τί γάρ, εἴ τις παρ' αὐτοῦ τοῦ κακὸς εἶναι πλοῦτον συνείλοχεν, ἆρα ἄξιον ἄρχειν αὐτόν, ἀλλὰ μὴ τὸν πένητα μέν, νόμιμον δὲ ἄνδρα καὶ δίκαιον, ὃς δι' αὐτὸ τὸ δίκαιος εἶναι πενίᾳ συνοικῶν οὐκ αἰσχύνεται; ἀλλ' ἐκεῖνός τε ὁ πλουτῶν ὁπωσοῦν, ἐωνημένος δὲ τὴν ἀρχήν, οὐκ ἂν εἰδείη ὁποῖος ἂν γένοιτο νεμητὴς τοῦ δικαίου. φαίνεται γάρ, ὡς οὕτως εἰπεῖν, οὐ ῥᾷστα ὁ τοιοῦτος ἀδικίαν μισῆσαι, σχολῇ δ' ἂν ὑπεριδεῖν χρημάτων, ἀλλ' οὐκ ἀποδείξειν τὸ ἀρχεῖον δικῶν πωλητήριον· ὡς οὐκ εἰκός γε αὐτὸν διαράμενον βλοσυροῖς ὀφθαλμοῖς ἀντιβλέψαι χρυσίῳ· τοὐναντίον μὲν αἰδεσθῆναί τε καὶ ἐνδοῦναι καὶ τελευτῶντα περιπτύξασθαι, ᾧ καὶ κατ' αὐτὸ τοῦτο χάριν οἶδεν, ὅτι ἄρα πλούτου μοίρας τὴν πολιτείαν ἠλλάξατο, καὶ ὥσπερ ἄλλο τι τὰς πόλεις μεμίσθωται. οἶδεν οὖν ὅτι διὰ τοῦτο σεμνός τέ ἐστι καὶ ὑψοῦ κάθηται, περιβλεπόμενος ὑπὸ πολλοῦ τε ἄλλου λεὼ καὶ τῶν εὖ ἡκόντων δικαίων τε καὶ πενήτων.

[28]    Ἀλλὰ σύ τοι ποίει ζηλωτὸν ἀρετήν, κἂν πενίᾳ συνῇ· μὴ λανθανέτω σε φρόνησις ἀνδρὸς καὶ δικαιοσύνη καὶ ὁ λοιπὸς ἐσμὸς τῶν ψυχικῶν ἀγαθῶν ἐσθῆτι φαύλῃ κρυπτόμενος· ἀλλ' ἕλκειν τε αὐτὸν ἐν μέσῳ, καὶ ἀξιοῦν δημοσιεῦσαι τὴν ἀρετήν, ἣν οὐκ ἄξιον οἰκουρεῖν, ἀλλ' ὕπαιθρον εἶναι καὶ ἐναγώνιον. εὖ γὰρ ἴσθι, σὺ μὲν ἐκείνους ἐν τῷ παραυτίκα κηρύξεις· ὁ δὲ ἀνακεκηρυγμένος αὐτὸς ἔσῃ διὰ παντός, δεῖγμα δοὺς τῇ διαδοχῇ τοῦ χρόνου βασιλείας εὐδαίμονος. κἂν οὕτω ποιήσῃς, ταχὺ πολλοὺς ὄψει πλοῦτον εἰργασμένον αἰσχυνομένους, καὶ ἄλλους ἐγκαλλωπιζομένους αὐθαιρέτῳ πτωχείᾳ· καὶ μεταπεσοῦνται τοῖς ἀνθρώποις αἱ νῦν περὶ αὐτὸν ὑπολήψεις, τὸ πλοῦτον ἐξευρεῖν ὄνειδος εἶναι καὶ ἐν σεμνότητος μοίρᾳ πενίαν τηρῆσαι. ὡς πολλῶν ὄντων ἃ δέδωκεν ὁ θεὸς βασιλείᾳ ζηλωτὰ καὶ μακάρια, οὐδενὸς ἧττον εἰ μὴ καὶ παντὸς μᾶλλον ἀγασθείη τις ἂν αὐτῆς καὶ ὑμνήσειε τὴν ἐν ταῖς ψυχαῖς τῶν ἀρχομένων ἰσχύν, ὅτι μετατίθησι βασιλεὺς δόξαν ἤθους ἐγκεκαυμένην ἔθει παλαιῷ καὶ τροφῇ τῇ πρώτῃ, τῷ φαίνεσθαι τἀναντία τιμῶν καὶ περὶ πλείστου ποιούμενος· ὅτῳ γὰρ βασιλεὺς χαίρει, τοῦτο εὐθὺς αὔξειν ἀνάγκη καὶ ὑπὸ πλείστων ἐπιτηδεύεσθαι.

[29]    Ἀλλ' ἐνταῦθα τοῦ λόγου γενόμενος, ἐθέλω τι καὶ ὑπὲρ τῶν αὐτὸς ἐμαυτοῦ παιδικῶν εὔξασθαι. ἐρασθείης, ὦ βασιλεῦ, φιλοσοφίας καὶ παιδείας ἀληθινῆς· ἀνάγκη γὰρ ἐκ τῶν εἰρημένων συνεραστάς σοι γενέσθαι πολλούς, ὧν τι καὶ ὄφελος· ἐπεὶ νῦν γε, ὡς ἠμέληται, κίνδυνος ἀποσβῆναι καὶ μετὰ μικρὸν οὐδ' ἐμπύρευμα λείπεσθαι βουλομένοις ἐναῦσαι. ἆρ' οὖν ὑπὲρ φιλοσοφίας ηὖγμαι τὰ νῦν; ἢ τῇ μὲν οὐδὲν μεῖον κἂν ἀποικῇ τῶν ἀνθρώπων; ἑστίαν γὰρ ἔχει παρὰ τῷ θεῷ, περὶ ὃν καὶ δεῦρο οὖσα τὰ πολλὰ πραγματεύεται, καὶ ὅταν αὐτὴν μὴ χωρῇ κατιοῦσαν ὁ χθόνιος χῶρος, μένει παρὰ τῷ πατρί, πρὸς ἡμᾶς ἐνδίκως ἂν εἰποῦσα τὸ

            οὔ τί με ταύτης

   χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ.

τὰ δὲ ἀνθρώπινα πράγματα, παρούσης τε αὐτῆς καὶ ἀπούσης, χείρω καὶ βελτίω καὶ παντελῶς εὐδαίμονα καὶ κακοδαίμονα γίνεται. ὑπὲρ τούτων οὖν, καὶ ὑπὲρ φιλοσοφίας ηὖγμαι. καὶ εἴη γε τυχεῖν τῆς εὐχῆς, ἣν Πλάτων εὐξάμενος οὐκ εὐτύχησεν. ἴδοιμί σε τῇ βασιλείᾳ προσειληφότα φιλοσοφίαν, καὶ οὐκέτι ἄν μου πρόσω τις λέγοντός τι περὶ βασιλείας ἀκούσεται. ἀλλ' ὥρα γὰρ ἤδη σιγᾶν, ὡς ἑνὶ τούτῳ πάντα συνῄρηκα. κἂν γένηται τοῦτο, δέδωκά σοι ὅπερ ἀρχόμενος ᾔτησα, λόγῳ μὲν αὐτὸς ὑποσχόμενος ἀνδριάντα βασιλέως σοι δεῖξαι. καὶ γάρ ἐστι λόγος ὄντως ἔργου σκιή· παρὰ σοῦ δὲ αὐτὸν ἀντῄτουν ἔμβιον ἀπολαβεῖν καὶ κινούμενον. καὶ ὄψομαί γε οὐκ εἰς μακράν, καὶ ἀποδώσεις μοι τοῦ βασιλέως τὸ ἔργον, εἰ μὴ θυραυλήσουσιν οἱ λόγοι περὶ τὰ ὦτα, ἀλλ' εἰσρυήσονταί τε καὶ τοῖς μυχοῖς τῆς ψυχῆς ἐνδιαιτήσονται. οὐ μὴν ἀθεεὶ πείθομαι φιλοσοφίαν ἐπὶ τὴν παραίνεσιν ἐξωρμῆσθαι σὺν σπουδῇ τῷ θεῷ προθυμουμένῳ τὰ σὰ αὔξειν, ὡς εἰκάσαι ῥᾴδιον. ἐγὼ δ' ἂν δίκαιος εἴην ἀπολαῦσαι πρῶτος τῶν ἐμαυτοῦ σπερμάτων τῆς βλάστης, οἷόν σε πλάττω βασιλέα, τοιούτου πειρώμενος, ὅταν περὶ ὧν αἱ πόλεις αἰτοῦσι παρέχω λόγον καὶ δέχωμαι.