[1] Ἐπειδή ποτε ῥᾷον ἔσχον ἀπὸ τοῦ πτώματος, ὡς μήποτε ὤφελον, ὀδυνᾶσθαι γὰρ ἄμεινον ἦν ἢ τοσούτοις ἀνθρώποις προσελθόντα λαλεῖν, ἥκω τὸ πολύγελων τουτὶ μειράκιον καὶ κλαῦσαί ποτε καταναγκάσων. ἐξελῶ γὰρ αὐτὸ τῆς οἰκίας ὑπὸ μάρτυσιν ὑμῖν, ἐπειδὴ τοῦτο ἔδοξε τῷ χρηστῷ νομοθέτῃ μὴ ἐμὲ κύριον εἶναι τῆς οἰκίας ἐξῶσαι τὸν ἐμοὶ διαφέροντα, ἀλλὰ συμψήφους λαβεῖν τοὺς μήτε τοῖς ἐμοῖς μήτε ἐμοί τι προσήκοντας. τί γὰρ ὑμᾶς ἔδει μαθεῖν, πρῶτον μὲν εἰ παῖδα ἐγέννησα τὴν ἀρχήν, εἶθ' ὅτι καταγέλαστος αὐτῷ νομισθεὶς οὐ βούλομαί τι τῶν ἐμῶν καταλιπεῖν;
[2] εἰ μὲν οὖν ἠπιστάμην ὡς πλείονά με ὧν βούλομαι λαλεῖν ἀναγκάσετε καὶ οὐ τοῦτο μόνον εἰπὼν τὸ οὐ βούλομαι τοῦτον εἶναι τῶν ἐμῶν κληρονόμον εὐθὺς ὑμῶν ἀπαλλάξομαι, καὶ εἰ διερράγη γελῶν οὗτος, οὐκ ἄν ποτε δεῦρο εἰσεληλύθειν· νῦν δὲ ἐντὸς ἤδη μοι τοῦ βουλευτηρίου γεγενημένῳ κακοδαίμων τις πρύτανις προσελθών, ἀλλὰ καὶ τὰς αἰτίας ἀνάγκη, φησί, καταλέγειν καὶ ὡς εὔλογοι δεικνύναι καὶ πιθανὸν εἶναι τοῖς βουλευταῖς κἂν οὕτω τύχῃ, τοῖς πολυλάλοις τουτοισὶ ῥήτορσιν ἀντιλέγοντα διαρρήγνυσθαι, ὥστ' ἔλαθον ὁ μάταιος ἑνὸς ἀπαλλαγῆναι βουλόμενος μυρίοις θηρίοις ἐμαυτὸν ἐμβαλών. ἀλλ' ἵνα θᾶττον ἀπαλλαγείην ὑμῶν, ἐρῶ τὰ δοκοῦντα διὰ βραχέων, ἄν τε οἷς λέγω προσέχειν ἐθέλητε ἄν τε, ὡς ἔθος ὑμῖν, ἀλλαχῆ κεχηνέναι.
[3] Ἐκ τῆς ἐσχατιᾶς πρῴην εἰς τὸ ἄστυ κατῄειν οὐ ποθῶν τι τῶν τῇδε θεάσασθαι, μὴ γὰρ οὕτω διαφθαρείην ὡς σπουδαῖόν τι νομίσαι τῶν παρ' ὑμῖν, ἀλλὰ πεπληγυῖαν ἐν ταῖς πέτραις τὴν δίκελλαν ἰασόμενος. ὁ γάρ τοι κακῶς ἀπολούμενος χαλκοτύπος μίαν ἡμέραν ὡρισμένον αὐτῷ φοιτᾶν εἰς ἀγρὸν καὶ ταύτης μισθὸν οὐκ ὀλίγον ἐκλέγων τῆτες οὐκ ἐλθὼν ἐμὲ δεῦρο κατελθεῖν ἐβιάσατο. ἀηδῶς μὲν γὰρ ἑώρων αὐτὸν κἀκεῖ καὶ πολλάκις ἔχων ὅ τι χαλκευσαίμην, ἵνα μὴ θεῴμην, ἀπέφησα, τοῦ δὲ μετὰ πολλῶν ἐνθάδε τὸ μόνον ἐκεῖ βλέπειν ἦν αἱρετώτερον.
[4] ἐβάδιζον οὖν ἀνιώμενος παρ' αὐτὸν καὶ πολλὰ τῷ μιαρῷ καταρώμενος. οὑτοσὶ δὲ αὐτόκλητος εἵπετο, οὐ γὰρ ἐκέλευσα, μὰ τοὺς θεούς· τί γὰρ βουλόμενος ἂν καὶ ἐκέλευσα; οὐ γὰρ ἵνα συνοδοιπορῇ μοι. καὶ γὰρ πρὸς τὴν σκιὰν τὴν ἐμαυτοῦ πολλάκις ἄχθομαι πανταχῆ μοι συνεπομένην καὶ δι' αὐτὴν πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, ὅτι ποιοῦσιν αὐτήν. ἀλλ' οὐκ οἶδ' ὅπως με, ἡνίκα ἐξῄειν, λαθὼν κατὰ μέσην τὴν ὁδὸν ἀνεφάνη, πρὸς ὃ καὶ πρῶτον εὐθὺς ἠγανάκτησα καὶ μικροῦ τῇ βακτηρίᾳ καθικόμην αὐτοῦ, ὡς ἔδει γε. οὐ γὰρ ἂν αὐτῷ νῦν καταγέλαστος ἔδοξα.
[5] ἔπειτα κατ' αὐτὴν τὴν ὁδὸν πόσα οἴεσθέ με ἠνίασεν ἢ τοὺς κύνας τῶν νομέων ἐξαγριῶν ἢ τὰς γεράνους ταῖς βώλοις ἀποσοβῶν ἢ λίθοις βάλλων τὰς αἶγας ἢ τὸν δεῖνα ὅστις ἐστὶ πυνθανόμενος ἢ πόσον τῆς ὁδοῦ τὸ λειπόμενον ὡσπερεὶ τὴν ὁδὸν ἐμοῦ καταμεμετρηκότος ἢ τοὺς ἀνθρώπους τῆς χώρας ἠριθμηκότος, ὅς, ἵνα μηδὲ ἄκων τινὶ περιτύχω, οὐδὲ τὴν δημοσίαν εἴωθα βαδίζειν ὁδόν, ἀλλ' ἐκτρεπόμενος κατὰ τὰ χωρία ποιεῖσθαι τοὺς περιπάτους; ὁ δὲ ὅμως καὶ τοὺς ἐν τῇ λεωφόρῳ βαδίζοντας ἠξίου μανθάνειν τῶν ἀετῶν ὀξύτερόν με βλέπειν κελεύων. ἐφ' οἷς ἅπασιν ἀποπνιγόμενος ὅμως διεκαρτέρουν, ἕως εἰς τὸ ἄστυ ποτὲ καὶ τὴν ἀγορὰν ἐνεβάλομεν.
[6] ἐνταῦθα δέ, ὡς οὐδὲν ἦν ὁρᾶν ἀνεκτόν, ἀλλὰ γελῶντας αὖ κἀκεῖ τοὺς πολλούς, ὀμνύντας, ἀλλήλοις λοιδορουμένους, ὄψα φέροντας οὐ πρὸς χρείαν, ἀλλ' ἕκαστον ἐνιαυτοῦ τροφὴν πολλοῖς ὁμοῦ σωφρονεῖν δυναμένοις, ἵνα μὴ παροξυνοίμην ταῦτα ὁρῶν, ἀπῆγον, ὡς οἷόν τ' ἦν, τὼ ὀφθαλμὼ καὶ προῄειν μηδὲν τῶν ἐν ποσὶ καθορῶν. οὐ γὰρ ἠπιστάμην ὡς ὑμεῖς ἐμὲ μόνον τοῖς νόμοις ἀναγκάσετε πείθεσθαι, ἀγορανόμους δὲ καὶ ἀστυνόμους οὕτω καταφρονοῦντας αὐτῶν οὐ κολάζετε, οἳ τοσοῦτον νέμουσιν ἐπιμελείας τῇ πόλει ὥστε λίμνας ὅλας ἐν αὐτῇ συνεστάναι καὶ ὀλίσθους εἶναι τῆς ἀγορᾶς πανταχοῦ, εἰς οὓς ἀπροόπτως ἐμπεσὼν καὶ τὼ πόδε μὲν ὑποσυρείς, τῇ βακτηρίᾳ δὲ οὐχ εὑρὼν ἐπερείσασθαι ἔλαθον καταπεσὼν καὶ πλατὺς τούτῳ γέλως γενόμενος, οὔποτε, μὰ τοὺς θεούς, τοῦτο ἐλπίσας.
[7] πρὸς ἑτέρῳ δὲ τὸν νοῦν ἐγενόμην εὐθὺς πεπτωκὼς καὶ μᾶλλον τοῦ πτώματος ἐδεδοίκειν μὴ οὗτος αὐτὸς ἢ τῶν κατ' ἀγοράν τινες προσελθόντες ἢ χεῖρα ὀρέγοιεν ἢ πυνθάνοιντο ἃ εἰώθασι, μὴ τὸ σκέλος ἐπλήγην ἢ τὴν κλεῖν κατεάγην ἢ συνέτριψα τὴν ὀσφύν, ἔμετον ῥημάτων καὶ ἐρωτήματα οἷα ἄν με παραχρῆμα ἀπώλεσε.
[8] τὸ δὲ οὐ τοιοῦτον ἦν, ἀλλ' ἦν πολλὴ παρ' ἐλπίδας, ὥς γε ὑμεῖς ἂν φαίητε, ἀπανθρωπία. τουτονὶ δὲ ἀναβλέψας ὁρῶ διακεχυμένον τὸ πρόσωπον καὶ ἀνάπλεων γέλωτος καὶ μονονοὺ καγχάζοντα ἐπ' ἐμοί.
[9] Οὗτος οὖν ἐμὲ κληρονομήσει καὶ αὖθις γελάσεται τεθνεῶτος, μᾶλλον δὲ ἑορτάσει λαμπρῶς; εἰ γὰρ πεπτωκότος ἁπλῶς ἀκάθεκτος ὑπὸ γέλωτος ἦν, τεθνεῶτος δηλαδὴ πάνδημον ἄξει πανήγυριν. ἀλλ' οὐχ οὕτω λέμφος οὐδ' ἀνόητός τις ἐγὼ ὥστε γρῦ τι τῶν ἐμῶν τοῦτον λαβεῖν ἢ ἐπιβῆναι τῆς ἐσχατιᾶς ἔτι, ἀλλ' οἰχέσθω παρὰ τοὺς ἀνεξομένους καταγελῶντος αὐτοῦ.
[10] Ἐμοὶ δὲ ἅπαξ ἀρκεῖ γέλωτα ὀφλεῖν, δεύτερον δὲ οὐκέτι, οὐδ' εἰ μυριάκις διαρραγεῖεν οἱ ῥήτορες οἱ διδάξαντες αὐτίκα δὴ μάλα λέγειν αὐτόν· ἀλλ' οὐ λάγνος οὐδὲ ἄσωτος οὐδὲ πορνοκόπος εἰμὶ οὐδὲ κυβείᾳ προσέχω τὸν νοῦν. ἐπὶ τούτοις ἀποκηρύττειν ὁ νομοθέτης ἐκέλευσεν.
[11] ἀλλὰ κακὸς κακῶς ἀπόλοιο μετὰ τῶν καλῶν διδασκάλων πρῶτον μὲν καὶ τὰ ὀνόματα ταῦτα μαθών, ἔπειτα οἰόμενος ὡς ἀπεκήρυξα ἄν σε μόνον καὶ ὄναρ τι τούτων πεποιηκότα, ἀλλ' οὐκ εἰς βόθρον κατορύξας βαθὺν λίθων σωρὸν ἐπεφόρησα.
[12] τί δ' ἄν τις τούτῳ διαλέγοιτο; διαρρήγνυμαι δέ, νὴ τοὺς θεούς, ἐπὶ πολὺ τὸν νομοθέτην αἰδούμενος. καὶ μὴν λέγω ἀναφανδὸν ὡς οὐδὲν ἡμῖν χρηστὸν ἐνομοθέτησεν, εἴπερ ἃ λέγουσιν οὗτοι τυγχάνει νενομοθετηκὼς κἀπὶ τηλικούτοις ἀδικήμασιν ἱκανὴν ᾠήθη τιμωρίαν εἶναι τὴν ἀποκήρυξιν. εἰ γὰρ προὔβη τῆς οἰκίας ἁπλῶς, εἰ γὰρ ἀνέτεινε τὰς ὀφρῦς ἢ προὔβαλε τοῦ ἱματίου τὴν χεῖρα ἢ προσέβλεψε τῶν μὴ συνήθων τινὶ ἢ μηδὲν ἐρωτώμενος ἐφθέγγετο, οὐκ ἐπὶ τὸ βουλευτήριον χρῆν ἄγειν εὐθὺς καὶ ἀπαλλάττειν τοιούτου κακοῦ τὴν οἰκίαν, μᾶλλον δὲ ὅλην τὴν πόλιν;
[13] Ἀλλ' εἰ μὴ καταπορνεύσει, φησί, τοῦ πατρὸς τὴν οὐσίαν ἢ γαστρὶ καὶ κύβοις ἐκδοίη, γελᾷ δὲ πεπτωκότος πατρὸς ἢ καὶ μὴ πεπτωκότος, ποῦ γὰρ ἄνθρωπος νοῦν ἔχων οὐ γελᾷ; υἱὸς ἔστω, φησί, καὶ τῶν σῶν κληρονόμος. ὢ τῆς ἀνοίας. καταναλώσας, φησί, τὴν οὐσίαν μὴ κληρονομείτω μηκέτι. ποίας, ὦ κακοδαίμονες; τῆς παρὰ ταῖς πόρναις; ἢ τῆς κατακεκυβευμένης;
[14] ἀλλ' ὑμεῖς μὲν ἔρρωσθε οὕτω τοὺς παῖδας ὑμῶν σωφρονίζοντες καὶ μέχρι τούτου τῶν ἀδικημάτων αὐτῶν ἀνεχόμενοι. τοιγαροῦν βαράθρου πάντες ὑμῖν ἀποβαίνουσιν ἄξιοι. ἐμοὶ δὲ μέγιστον ἀδικημάτων ὁ γέλως· τοῦτό με λυπεῖ. τίς ἐπὶ τούτῳ τὸν ἠδικηκότα ἀμύνεται; εἰ λάγνος ὢν ὁ παῖς ἀνιᾷ, τότε αὐτὸν ἀποκήρυξον· εἰ πορνοκόπος, τότε. ἐμὲ δὲ γελῶν ἐπ' ἐμοί, μᾶλλον δὲ ὅλως γελῶν.
[15] οὐδὲ γὰρ εἶναι ἀνθρώπων τὸ πρᾶγμά φημι, ἀλλὰ φλυαροῦσιν ὥσπερ καὶ τἄλλα πάντα οἱ τὸ γελᾶν ἴδιον ἀνθρώπου τιθέμενοι. τὸ δακρύειν γὰρ καὶ τὸ οἰμώζειν τίθεσθαι μᾶλλον ἐχρῆν. τούτου γὰρ ἄξια πράττουσιν ἅπαντες. ὁ δὲ γέλως, εἴπερ ἐπὶ χρηστοῖς γίνεται πράγμασιν, ἀλλότριον ἀνθρώπου παντάπασιν. οὐδέποτε γὰρ οὐδὲν χρηστὸν οὔτε εἶδον οὔτε μὴν ὄψονται, ἀλλ' ἀεὶ τὰ κακά, πρῶτον μὲν ἀλλήλους, εἶτα ἃ πράττουσιν. γελᾶν δὲ μίαν ἡμέραν ἐχρῆν, ὅτε ὁ βέλτιστος θάνατος παραγίνεται.
[16] Σὲ οὖν τί δήποτε, ὦ κακόδαιμον, ἐπῆρε γελᾶν; κωμῳδοὺς ἐθεῶ καὶ τῶν ἐκεῖ γελωτοποιῶν ἕνα με εἶναι ἐνόμισας; ἢ κόρδακά γε ὀρχεῖσθαι κατὰ μέσης τῆς ἀγορᾶς, ἀλλ' οὐ πίπτειν ᾠήθης με; καίτοι οὐδὲ κωμῳδοὺς πώποτέ σε θεασόμενον ἔπεμψα, ὡς μηδ' ἐπ' ἐκείνοις γελάσειας, καὶ οὐδ' ὅ τι ποτ' ἐστὶν ὁ γέλως ἔγωγε ᾤμην εἰδέναι σε.
[17] σὺ δὲ εἰς ἄκρον τοῦ πράγματος ἥκων ἐλάνθανες, ὥστε καὶ μισθώσαιντο ἄν σε οἱ κωμῳδοί, ἵνα γέλωτος αὐτοῖς πληροίης τὸ θέατρον. οἶμαι δὲ τοὺς κακοδαίμονας καὶ δρᾶμα ποιῆσαι τὸ νυνὶ τοῦτο συμβὰν καὶ ἄλλως εἰωθότας τοὺς οἷος ἐγὼ τὸν βίον εἰμὶ κωμῳδεῖν. καὶ σὺ μὲν ἴσως ἑστήξεις γελῶν, ἐγὼ δὲ κείσομαι κατὰ γῆς, οἱ δὲ προσθήσουσιν οἷα εἰώθασι ῥήματα. τοιοῦτον αὐτοῖς δρᾶμα κεχορήγηκεν ὁ γέλως ὁ σός. ὃν ποῦ μεμάθηκας, ὦ κακόδαιμον; τίνα ἐζήλωκας; οὐκ ὀλιγάκις μέν, ἀεὶ δὲ ἀηδῶς σε προσεφθεγγόμην; εἰ δέ ποτε ἀνασχοίμην ἀργῶν, μίαν ταύτην ἠφίειν φωνήν, ἐμὲ ζηλοῦν καὶ τὸν ἐμὸν τρόπον.
[18]
πότε οὖν ἐμὲ γελῶντα τεθέασαι; πότε τοὺς γελῶντας ἐπαινοῦντος ἀκήκοας; ὅς γε καὶ ὅτε τὴν πολύ σου μιαρωτέραν ἠγόμην μητέρα, πόρρωθεν ἠπείλουν ταῖς βώλοις βαλεῖν τοὺς τὸν ὑμέναιον ᾄδοντας, εἰ μὴ τῆς ἐσχατιᾶς ἀποσταῖεν. οὐδὲ γὰρ ὑμεναιούντων, ἀλλὰ μαινομένων ἡγοῦμαι τὸν τῶν γελώντων εἶναι χορόν. καὶ οὐκ ἄνθρωποι μόνον πλημμελεῖν μοι δοκοῦσιν ἁλισκόμενοι τούτῳ τῷ πάθει, ἀλλὰ καὶ τὸ μοσχίον εἴ ποτε ἐσκίρτησε, κατέαξα λίθοις αὐτοῦ τῶν ποδῶν, καὶ ὁ κύων εἰ σαίνει με προσιόντα, τῇ σκαπάνῃ συνθραύω. γεωργῶ δὲ ἀγρὸν οὐ, μὰ Δία, χλιδῶντα καὶ δένδροις κατάσκιον, ἀλλ' ὄχθον τραχύν, θύμον γεωργοῦντα καὶ σφακόν, καὶ ἡδίων οὗτος ἐμοὶ ὧν ὑμεῖς γεωργεῖτε καταγελάστων κηπίων, οὐ γὰρ ἀγροὺς ἂν τὰ τοιαῦτα καλέσαιμι.[19] Εἶτα, ὦ μιαρώτατε, τὰ μὲν βοίδια καὶ οἱ κύνες ζῶσι τὸν ἐμὸν βίον καὶ στέργουσί μου τὸν τρόπον, σὺ δὲ ὁ φάσκων ἐξ ἐμοῦ γεγονέναι καὶ κληρονομεῖν τῶν ἐμῶν ἀξιῶν, ὁ τραφεὶς ἐν τοιούτοις χωρίοις καὶ μετὰ ζώων οἵων ἄρτι κατέλεξα μόνος τῶν ἐκεῖθεν γελᾷς καὶ ταῦτα ἐμοῦ κατὰ γῆς ἐρριμμένου.
[20] καίτοι εἰ καὶ ἐδάκρυσας ἢ εἰ τὸ πρόσωπον μετήγαγες δεῦρο ἢ ἐκεῖσε ἢ προσῆλθες ἢ ἀπέστης ἢ ἐνεῖδες τῶν περιεστώτων τινὶ ἢ σοί τινες ἐκείνων, οὐκ ἂν ἤνεγκα ῥᾳδίως, ἀλλ' ὁμοίως ἂν ἠγανάκτησα. οὐδὲ γὰρ κινεῖσθαι χρῆν ὅλως, ἀλλ' ὥσπερ λίθον ἑστάναι ἢ μηδὲ ὅλως ἰδεῖν πεπτωκότα ἢ ἰδόντα πεσεῖν καὶ αὐτόν, τὴν γὰρ αὐτὴν δήπουθεν ὁδὸν ἐβαδίζομεν καὶ οὐκ ἐμοὶ μὲν ἦν ὀλισθηρά, σοὶ δὲ βέβαιος ἐπιβαίνειν, οὐδὲ σὺ μὲν ἔνηφες, ἐγὼ δὲ ἐκραιπάλων, ἀλλ' ἵνα ἑστιαθείης γελῶν καὶ εὐφράναις σαυτόν, βεβαίως τε ἔστης ἐπὶ τοσούτου πηλοῦ καὶ οὕτως ὀλισθηροῦ, καὶ οὐκ ἐς κόρακας, ἀλλ' ἐμοὶ προσεῖχες τὸν νοῦν.
[21] καὶ εἰ μέν τι χρηστὸν πώποτε ἔπραξα ἢ τὴν αἱμασιὰν οἰκοδομήσας ἢ τὰς ἀκάνθας ἐκτεμὼν ἢ λύκον διώξας, οὐκ ἐπῆλθες ὀψόμενος· ἐπεὶ δὲ ἐκείμην χαμαὶ βορβόρου τε ἀνάπλεως ἦν καὶ κακῶς εἶχον ὑπὸ τοῦ πτώματος, θεατὴς ἦσθα καὶ ἡδονὴν ἐποιοῦ τὰς ἐμὰς συμφορὰς καί που καὶ ἔλεγες· εἰ γὰρ διαρραγείη μέσος, εἰ γὰρ ἀπαλλαγείην τοῦ Κρόνου τούτου ποτέ, εἰ γὰρ ἐπὶ πλέον γελάσαιμι. τοιγαροῦν ἀπαλλάττου μέν, στένων δὲ καὶ οἰμώζων καὶ μηδενὸς ὢν κύριος, ἵνα κἀγὼ τότε γελάσω μὲν οὔ, παύσωμαι δὲ ἐφ' οἷς μου κατεγέλασας ἀνιώμενος.
[22] Καί μοι μηδεὶς ἐνταῦθα ἐνοχλήσῃ ὡς νέος ἐστὶ λέγων καὶ ὡς συγγνῶναι δεῖ τὴν ἁμαρτίαν ταύτην αὐτῷ. τίς γὰρ εἶ σὺ ὁ τουτονὶ παραιτούμενος; ποῦ γνοὺς αὐτόν; ποῦ θεασάμενος; τί δὲ ἀλγεῖς ὑπὲρ αὐτοῦ; παρεγενόμην ἐγὼ σωφρονίσων; ἀντεῖπον δὲ αἰτουμένῳ τι παρὰ τούτων; συνηγόρησε δὲ οὗτος ἢ σοὶ ἢ τῶν σοι προσηκόντων τινί; τί οὖν δίδως ἃ μηδέποτε εἴληφας; ὢ τῆς πολυπραγμοσύνης. κήδεταί τις ἀλλοτρίου παιδὸς καὶ τὸν πατέρα κωλύει σωφρονίζειν τὸν ἑαυτοῦ.
[23] σύγγνωθι, φησίν, αὐτοῦ τῇ νεότητι. σὺ τοῦτό μοι παρακελεύῃ καὶ τὴν ἡλικίαν τοὐμοῦ παιδὸς ἐμοῦ μᾶλλον ἐπίστασαι ὥσπερ μισθὸν τῇ τίτθῃ τετελεκὼς ἢ ἀπογραψάμενος τὴν ἡμέραν, ἡνίκα ἐτίκτετο; ποῦ δὲ καὶ νέος οὗτος ὀκτωκαίδεκα ‹ἢ› καὶ εἴκοσιν ἔτη ταυτὶ γεγονώς; οὐ γὰρ προσπεφυκέναι ταῖς πέτραις καὶ ἀποτρώγειν τῆς ἀρούρας ἐχρῆν. ἀλλ' ἀδικεῖν τηλικαῦτα; ‹ἢ τὴν μὲν τούτου νεότητα› ὁρᾷς, τὸ δὲ γῆρας τοὐμὸν οὐδαμοῦ τίθης, ὃ καταγέλαστον οὗτος ἐποίησε;
[24] Καίτοι εἰ καὶ ἐμοὶ συνηγόρεις, ἠγανάκτησα ἂν καὶ περίεργον καὶ πολυπράγμονα ἄν σε ἐκάλεσα, ὥσπερ καὶ εἶ. οὐ γὰρ εἶ τὸ μηδέν σοι προσῆκον μειράκιον παραιτούμενος; τί γὰρ καὶ φήσεις αὐτὸ προσήκειν σοι; πατρικὸς εἶ φίλος αὐτῷ; ἀλλ' ἐχθροί μοι πάντες ὑμεῖς. ἀλλὰ συγγενὴς ἐμοί; πόθεν; οὐδενὸς ἀνθρώπων ἐγὼ συγγενής. ἐκ τῶν πετρῶν ἀνέφυν. ἐκεῖναί μοι φίλαι, ἐκεῖναί μοι συγγενεῖς. ἐκεῖναι μόνον αὐτόν, εἰ φθέγξαιντο, παραιτήσονται, ἀνθρώπων δὲ οὐδὲ εἷς. ἀλλ' ὅσῳ μᾶλλον προσίοι τις, τοσούτῳ μᾶλλον ὀργίζομαι.
[25] Ἔρημος οὖν ἔσῃ, φησίν. εἶτα σὲ τοῦτο, ἄνθρωπε, ὀδυνᾷ; μέλει δέ σοι τῶν ἐμῶν; διὰ τί; συμπότης εἰμί σοι, συστρατιώτης, συγκυνηγέτης; ἢ δέδοικας μή σε ἀφίκωμαι πρὸς κοινωνίαν παρακαλέσων; πάνυ γε, ἵν' ὥσπερ τὰ κηλώνεια τὴν δίκελλαν ἀναφέρῃς. μὴ σὺ κρείττων εἶ τοῦ Μανοῦ γεωργός; ἀλλ' ὅμως κἀκεῖνον ἐξήλασα τῆς ἐσχατιᾶς, ἵνα μὴ δεύτερος γεωργῶ. σὺ δὲ οἴει με παντὸς ἀηδέστερον γεωργήσειν ἐρημωθέντα παντάπασιν, ὥσπερ φαῦλον ἢ τὸ τυχὸν ‹ὂν› εὐτύχημα μηδένα ὁρᾶν;
[26] εἰ δὲ δὴ καὶ κακόν, ὡς σὺ φῄς, ἡ ἐρημία, τίς ἔρημος ἀνθρώπων χεῖρας ἔχων καὶ πόδας; οὐκ ἀρκεῖ τοῦτο τὸ πλῆθος αὐτῷ σκάπτειν, ἀροῦν, ὑδροφορεῖν, τἄλλα ποιεῖν ἃ κατ' ἀγρὸν ἀεὶ πράττεται; τί δὲ καὶ ὀνήσειεν οὗτος ἄν με συνὼν διεφθαρμένος οὕτω καὶ γενόμενος τοῖς ὑμετέροις παισὶ παραπλήσιος;
[27] ἐγὼ δὲ μάλιστα μὲν οὐδένα ὁρᾶν βούλομαι, εἰ δ' ἄρα ἀνάγκη, ἐμοί τινα παραπλήσιον, αὐχμῶντα καὶ μοχθηρὸν καὶ μήτε καταγελῶντα μήτ' αὖ φιλεῖν με ἐθέλοντα. ἴσον γὰρ τοῦτο ἐκείνῳ τἀδίκημα τίθημι. ἕως δ' ἂν μηδεὶς τοιοῦτος φανῇ, ἔσται μοι καὶ παῖς καὶ φίλος καὶ συγγενὴς καὶ πάντα ἁπλῶς ἡ ἐρημία. ἐκείνη μοι συμβιώσεται, ἐκείνη με γηροβοσκήσει, ἐκείνη με καὶ τεθνεῶτα καλύψει.