[1] Ἡ τοῦ πυρὸς φύσις ἰδιαιτάτας ἔχει δυνάμεις τῶν ἁπλῶν. ἀὴρ μὲν γὰρ καὶ ὕδωρ καὶ γῆ τὰς εἰς ἄλληλα μόνον ποιοῦνται μεταβολὰς φυσικάς, αὐτὸ δὲ αὑτοῦ γεννητικὸν οὐδέν· τὸ δὲ πῦρ γεννᾶν καὶ φθείρειν πέφυκεν αὑτό, γεννᾶν μὲν τὸ ἔλαττον τὸ πλέον, φθείρειν δὲ τὸ πλέον τὸ ἔλαττον. ἔτι δὲ αἱ γενέσεις αὐτοῦ αἱ πλεῖσται [καὶ] οἷον μετὰ βίας, καὶ γὰρ ἡ πληγῇ τῶν στερεῶν ὥσπερ λίθων, καὶ ‹αἱ› τρίψει καὶ πιλήσει καθάπερ τῶν πυρείων ‹καὶ πάντων› ὅσα ἔχει φοράς, ὥσπερ τῶν πυρουμένων καὶ τηκομένων (ἐκ δ' αὐτοῦ τοῦ ἀέρος καὶ τοῖς νέφεσι συστροφαὶ καὶ θλίψεις· βίαιοι γὰρ δὴ αἱ φοραί, δι' ὧν δὴ οἱ πρηστῆρες καὶ κεραυνοὶ γίνονται), καὶ ὅσους δὴ τρόπους ἄλλους τεθεωρήκαμεν εἴθ' ὑπὲρ γῆς γινομένων εἴτ' ἐπὶ γῆς εἴθ' ὑπὸ γῆς. αἱ γὰρ πολλαὶ δόξειαν ἂν αὐτῶν μετὰ βίας.
[2] εἰ δ' ἄρα μὴ τοῦτ', ἀλλ' ἐκεῖνό γε φανερόν, ὅτι πλείστας ἔχει γενέσεις, ὧν οὐδεμία τοῖς ἄλλοις ὑπάρχει οὐδὲ ὅλως ὁ τρόπος οἰκεῖος, ἀλλὰ πάντων, ὥσπερ ἐλέχθῃ, φυσική τις μεταβολὴ καὶ γένεσις. διὸ κἀκείνων μὲν οὐδὲν ἐφ' ἡμῖν ποιεῖν (οὐδὲ γὰρ ὅταν τὸ ὕδωρ ὀρύττωμεν, αὐτὸ ποιοῦμεν ἀλλ' εἰς ἐμφάνειαν ἄγομεν, τὸ κατὰ μέρος μεμερισμένον ἀθροιζόμενοι), τοῦτο δὲ φαίνεται οὐ καθ' ἕνα μόνον τρόπον ἀλλὰ κατὰ πλείστους.
[3] μεγίστη δὲ αὕτη διαφορὰ δόξειεν ἄν· τὰ μὲν γὰρ καθ' αὑτὰ καὶ οὐδὲν ἐν ὑποκειμένῳ, πλὴν ‹ὅσα μικτά, τὸ δὲ πῦρ ἐν ὑποκειμένῳ,› ὅ γε τῇ περὶ ἡμᾶς αἰσθήσει φανερόν, εἴτ' ἀριθμητέον εἴτε μὴ ἀριθμητέον εἰς τὸ αὐτὸ ‹τὸ› φῶς. εἰ μὲν γὰρ καὶ τὸ φῶς, φανερὸν ὡς ἐν ἀέρι γε τοῦτο καὶ ὕδατι· εἰ δὲ μή, ‹τὸ› πῦρ τό γε τῆς φλογὸς καὶ τοῦ ἄνθρακος ‹ἐν› ὑποκειμένῳ. ἡ μὲν γὰρ καπνὸς καιόμενος, ὁ δὲ γεῶδές τι καὶ στερεόν. ὁμοίως δὲ καὶ τὰ ἐν τοῖς μεταρσίοις ἐκπυρούμενα καὶ τὰ ἐν τῇ γῇ. πάντα γὰρ ἢ ἀέρος πύρωσις ἢ ἀέρος ἅμα καὶ ὑγροῦ καὶ γεώδους (ἢ πάντων ἤτοι δυοῖν). ἁπλῶς δ' ἀεὶ καὶ πᾶν καιόμενόν τι καὶ ὥσπερ ἐν γενέσει καθάπερ ἡ κίνησις, διὸ καὶ γινόμενον φθείρεταί πως καὶ ἅμα τῷ ὑπολείπειν τὸ καυστὸν καὶ αὐτὸ συναπόλλυται.
[4] τοῦτο γὰρ ἦν καὶ τὸ παρὰ τῶν παλαιῶν λεγόμενον, ὅτι τροφὴν ἀεὶ ζητεῖ τὸ πῦρ ὡς οὐκ ἐνδεχόμενον αὐτὸ διαμένειν ἄνευ τῆς ὕλης. ‹διὸ› καὶ ἄτοπον φαίνεται πρῶτον αὐτὸ λέγειν καὶ οἷον ἀρχήν, εἰ μὴ οἷόν τ' εἶναι χωρὶς ὕλης. οὔτε γὰρ ἁπλοῦν οὕτω γε οὔτε πρότερον τοῦ ὑποκειμένου καὶ τῆς ὕλης, εἰ μή τις ἐν αὐτῇ τῇ πρώτῃ σφαίρᾳ τοιαύτη φύσις, ὥστε ἄμικτον εἶναι θερμότητα καὶ καθαράν. οὕτω δὲ οὐκ ἂν ἔτι καίοι. πυρὸς δ' αὕτη φύσις, πλὴν εἰ ἄρα γε πλείους καὶ διάφοροι καὶ ἡ μὲν πρώτη καθαρὰ καὶ ἄμικτος, ἡ δὲ περὶ τὴν τῆς γῆς σφαῖραν μεμιγμένη καὶ ἀεὶ κατὰ γένεσιν. ἡ δ' ἀρχὴ πότερον ἀπ' ἐκείνης αὐτῷ τῆς γενέσεως ἢ ἀπὸ τῶν ὑποκειμένων, ὅταν ἐν κινήσει τοιᾷδε καὶ διαθέσει πρὸς ἄλληλα γένηται, καθάπερ ἀρτίως ἐλέγομεν, ‹ἢ› ἀπ' ἀμφοῖν;
[5] καὶ γὰρ ἡ κίνησις ἡ τοιάδε καὶ ἡ ἀλλοίωσις εἰς τὴν τοῦ θερμοῦ πως ἀνάγεται φύσιν· ὁ γὰρ ἥλιος ὁ ταῦτα πάντα δημιουργῶν. πάλιν δ' ἡ τοῦ ἡλίου φύσις εἰ μὲν τοῦ πυρός τις ἰδέα, πλείστην ἂν αὕτη καὶ μεγίστην ἔχοι διαφορὰν ἀρχή τις οὖσα καὶ πρὸς ἅπαντα ἥκουσα. καὶ γὰρ τὸ φῶς ἀπὸ τούτου καὶ ἡ γόνιμος ἐν τοῖς ζῴοις καὶ φυτοῖς θερμότης, ἔτι δὲ ἡ τοῦ γεώδους τούτου καὶ καιομένου πυρὸς δυνατὴ διὰ τούτου γίνεσθαι. πολλοί γ' οὖν καὶ ἐξάπτοντες ὑπολαμβάνουσι εἶναι τὴν αὐγὴν ἀπὸ τοῦ ἡλίου.
[6] εἰ δὲ μή ἐστι πῦρ μηδὲ πυρὸς φῶς, αὐτὸ μὲν τοῦτο θαυμαστὸν καὶ λόγου δεῖται. εἰ δὲ μήθ' ὑπὸ τούτου καὶ διὰ τοῦτον ἡ θερμότης, ἐκεῖνο δὲ φανερόν, ὡς ἐν ὑποκειμένῳ τινὶ καὶ τὸ πῦρ καὶ [ὁ ἥλιος] τὸ θερμόν. ἄτοπον δὲ καὶ τοῦτο πάλιν, εἰ ἡ ἀρχὴ καὶ τὸ πρῶτον ἐν ὑποκειμένῳ· τὸ γὰρ θερμὸν καὶ ἡ τούτου δύναμις ἀρχή. κοινότερον γὰρ τοῦτο καὶ ἐπὶ πλείω διήκει καὶ κυριώτερον ἀλλοιώσεως καὶ φυσικῆς γενέσεως, τὸ δὲ πῦρ, ὡς εἴρηται, γεννητικὸν μὲν αὑτοῦ, φθαρτικὸν δὲ ὡς ἐπὶ πᾶν τῶν ἄλλων. ὅθεν καὶ δῆλον ὡς ἑτέρα τις φύσις πυρὸς καὶ θερμοῦ.
[7] πῦρ δὲ λέγομεν ὅταν ἐν τῷ γεώδει καὶ ἀερώδει τῆς ξηρᾶς ἀναθυμιάσεως καυστικὴ γένηται θερμότης, ἥνπερ οὐχ οἷόν τ' ἐν τοῖς ὑγροῖς ὑπάρχειν, πλὴν ὥσπερ σάρκα λέγομεν καίειν. ἀλλὰ γὰρ ταῦτα ἔοικεν εἰς μείζω τινὰ σκέψιν ἐκφέρειν ἡμᾶς τῶν ὑποκειμένων, ἣ ζητεῖ τὰς πρώτας αἰτίας.
[8] φαίνεται γὰρ οὕτω λαμβάνουσι τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὥσπερ πάθη τινῶν εἶναι καὶ οὐκ ἀρχαὶ καὶ δυνάμεις, ἅμα δὲ καὶ ἡ τῶν ἁπλῶν λεγομένων φύσις μικτή τις καὶ ἐνυπάρχουσα ἀλλήλοις. ὥσπερ γὰρ οὐδὲ τὸ πῦρ ἄνευ ἀέρος ἢ ὑγροῦ τινος καὶ γεώδους εἶναι δυνατόν, οὕτως οὐδὲ τὸ ὑγρὸν ἄνευ πυρὸς οὐδὲ τὴν γῆν ἄνευ ὑγροῦ. σημεῖον δέ· τὸ μὲν γὰρ πήγνυται διὰ τὴν ἔκθλιψιν, ἡ δ' οὐκ ἂν συμμείνειεν ἀπολιπόντος πάντῃ καὶ πάντως τοῦ ὑγροῦ. διὸ ταῦτα μὲν φαίνεται κοινὰ καὶ δεόμενα διορισμοῦ, πῶς ποτε χρὴ τὰ ἁπλᾶ λέγειν.
[9] τὰ δὲ τούτων πρότερα ‹μὴ› μιχθέντα μείζους ἔχει ζητήσεις, ὥσπερ εἴπομεν. ἐκεῖνο δ' ἐξ ἁπάντων φανερόν, ὡς ἡ τοῦ πυρὸς φύσις ἰδιαιτάτας ἔχει καὶ πλείστας δυνάμεις, καθάπερ ἐν ἀρχῇ τῶν λόγων ἐλέχθῃ. καὶ γὰρ αὐτὸ τὸ πολυειδὲς αὐτοῦ καὶ διειλημμένον ἐν ἅπασι τοῖς τόποις ἰδιότητα μηνύει τῆς φύσεως. οὐδὲν γὰρ δὴ τῶν ἄλλων οὔθ' οὕτω πολυειδὲς οὔτ' ἀνώμαλον ταῖς δυνάμεσιν οὐδ' αὐτῇ τῇ φύσει διάφορον οὔτε διῆκον εἰς πάντας καὶ καταμεμερισμένον τοὺς τόπους.
[10] ἀφέντας δ' οὖν τὰ μείζω καὶ τὰ πρότερον πειρατέον ὑπὲρ τῶν ἐλαττόνων λέγειν ἀρξαμένους ἀπὸ τῆς γενέσεως αὐτοῦ καὶ φθορᾶς [ἣν ὑφ' αὑτοῦ ποιεῖται]. ληπτέον δὲ εἰς ταῦτα τὸ μικρῷ πρότερον εἰρημένον, ὃ καὶ τῇ αἰσθήσει φανερόν, ὡς ἐν ὑποκειμένῳ πως ἡ φύσις αὐτοῦ καὶ τὸ ὅλον ἀλλοιουμένῳ καὶ πάσχοντι. τούτου γὰρ τεθέντος εὔλογος ἤδη καὶ ἡ γένεσις καὶ ἡ φθορά. γεννᾷ μὲν γὰρ τῷ ἐπὶ πλέον ἀεὶ προιέναι ἐξισοῦν καὶ ἐξομοιούμενον, συμβαίνει δὲ καὶ ἀπόλειψίν τινα αὐτοῦ γίνεσθαι καταναλισκομένης γε τῆς ὑγρότητος τῶν πρότερον πυρουμένων. φθείρει δέ, ὅταν πλήσιον τεθῇ, τὸ πλέον τὸ ἔλαττον εἴτε τὴν τροφὴν ἀφαιρούμενον εἴτε οὖν ξηραῖνον τὴν ἀρχὴν καὶ καταμαραῖνον τῷ ὑπερισχύειν. οὔτε γὰρ ἄνευ ὑγρότητος οὐδὲν καυστὸν οὔτε ταύτης ἐνυπαρχούσης ἐὰν μὴ ἔχῃ δύναμιν τὴν ἐργασομένην.
[11] ὁμοίως δὲ καὶ ἡ ὑπὸ τοῦ πνιγέως σβέσις. καὶ γὰρ ἐνταῦθα συναθροισθὲν τῷ ‹μὴ› ἀπορρεῖν ‹τὸ› θερμὸν ἐκμαραίνει καὶ ξηραίνει τὴν ἀρχὴν ὥσπερ ἂν θλίψιν τινὰ ποιοῦν καὶ ἀποπίεσιν (διὸ καὶ οὐκ ἀμαθῶς τοὔνομα τὸ καταπνίγεσθαι τὸ πῦρ). καὶ γὰρ ὅλως ὁ ἀὴρ πυκνωθεὶς δύναιτ' ἂν τοῦτο δρᾶν, καὶ πυρωθεὶς ἔτι μᾶλλον καὶ θᾶττον. διὰ τὰς αὐτὰς δὲ καὶ παραπλησίους αἰτίας καὶ ἐν τῷ ἡλίῳ τὸ πῦρ ἧττον καίεται ἢ ἐν τῇ σκιᾷ, καὶ οἱ λύχνοι φαίνουσιν ἧττον καιομένου πυρός. καὶ ἀποσβέννυται ὅλως, ἐὰν ὑπὲρ τῆς φλογὸς τεθῇ. καὶ γὰρ ἐνταῦθα καταμαραίνει τε καὶ κωλύει τὴν ἀρχὴν τὸ πλέον.
[12] ἀντικειμένως δὲ τούτῳ διὰ τὴν αὐτὴν καὶ παρομοίαν αἰτίαν καὶ τὰ καιόμενα θᾶττον κατακαίεται χειμῶνος ἢ θέρους. ἀσθενέστερον γὰρ ποιεῖ τὸ πῦρ τὸ θέρος ὥσπερ καὶ ὁ ἥλιος, καὶ αὐτὸ τὸ πῦρ τὸ φῶς, ὁ δὲ χειμὼν καὶ τὸ ‹τοῦ› πέριξ [καὶ τὸ τοῦ] ἀέρος ψυχρὸν ἀθροίζει· συνηθροισμένον δὲ πᾶν ἰσχυρόν (διὸ καὶ ‹τὸ› ἐν τοῖς λαμπτῆρσι φῶς ἐπὶ πλέον φαίνεται). ὅλως δὲ συνεστηκυῖα καὶ ἀθρόος ἡ δύναμις ἅπαντος ἰσχυροτέρα καθάπερ τοῦ βάρους· ὥσπερ γὰρ μείζων γίνεται.
[13] πολλὰ δὲ τοιαῦτα ἐπὶ τοῦ θερμοῦ λαβεῖν ἔστιν· οἷον καὶ τὰ ἀλειπτήρια καὶ τὰ βαλανεῖα θερμότερα καὶ χειμῶνος ἢ θέρους καὶ βορείοις ἢ νοτίοις. συνέσταλται γὰρ ἐν τῷ χειμῶνι καὶ συγκατακέκλεισται τὸ θερμὸν ὑπὸ τοῦ πέριξ ἀέρος. καὶ τὰ σώματα πέττει τὰς τροφὰς μᾶλλον καὶ ὅλως ἰσχυρότερα τοῖς χειμῶσίν ἐστιν, ὅτι συνήθροισται καὶ ἀντιπεριέστηκε τὸ θερμόν.
[14] ἐκ ταύτης δὲ τῆς αἰτίας καὶ τὸ ψυχρὸν ἐνιαχοῦ δοκεῖ τὸ αὐτὸ ποιεῖν τῷ θερμῷ, καὶ ἁπλῶς καὶ ταῖς ὑπερβολαῖς. πέττειν τε γάρ φασι τοὺς καρποὺς τὰ ψύχη καὶ ἀποκαίειν καὶ τὸ καῦμα καὶ τὸ ψῦχος, οὐκ ἀληθῆ λέγοντες. ἀποκαίει γὰρ οὕτω καὶ πέττει τὸ ψῦχος οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκός, ὅτι συστέλλει καὶ συνάγει τὸ θερμὸν [ἐπὶ] τὸ ἐργαζόμενον ἐκεῖνο, πλέον δὲ ὂν καὶ ἰσχυρὸν μᾶλλον.
[15] ἡ αὐτὴ δ' αἰτία καὶ ὅτι τοῖς λειποψυχήσασι ψυχρὸν ὕδωρ προσχέουσι ψυχροῦ τοῦ πάθους ὄντος. συνάγει γὰρ καὶ ἐξιέναι κωλύει τὸ θερμὸν ἐμφράττον τοὺς πόρους καὶ καταψῦχον τὸ πέριξ. ἀθροῖσαι γὰρ τοῦτο δεῖ καὶ ἀνακαλέσασθαι. διὸ καὶ κατέχειν τινὲς κελεύουσι τὸ πνεῦμα τὸν ἐκλυόμενον. ἅμα γὰρ διαθερμαίνεται καὶ τὸ ἐντὸς καὶ ὁ ἱδρὼς ἐκπίπτων λύει τὴν λειποθυμίαν. ψύχεται δὲ καὶ τὰ θερμὰ ἧττον ἐν τῇ σκιᾷ ἢ ἐν τῷ ἡλίῳ διὰ τὸ ψυχρότερον εἶναι τὸ περιεστηκός. [ἐκ]θλίβεται γὰρ μᾶλλον τὸ θερμόν.
[16] καὶ τὰ ‹ὕδατα τὰ› ἐκ τῆς γῆς δὲ θερμότερα τοῦ χειμῶνος ἢ τοῦ θέρους διὰ τὴν αὐτὴν αἰτίαν· ἔνια γὰρ καὶ ἀναζεῖ μᾶλλον. τὸ δὲ θερμαινόμενον ὕδωρ οὐχ ὁμοίως ὑπερζεῖ καὶ τοῦ θέρους (μᾶλλον θερμαινόμενον ὡς εἰπεῖν), ὅτι τὸ ὑπερζεῖν ἐστιν ἀναβολὴ τῶν πομφολύγων. αὗται δ' οὐχ ὁμοίως αἴρεσθαι δύνανται διὰ τὴν ψυχρότητα τοῦ περιέχοντος ἀέρος (θλίβει γὰρ οὗτος καὶ ὥσπερ ἐπικόπτει), διὸ καὶ ταχὺ συμπίπτουσι καὶ ἅμα τῷ τε πλήθει καὶ τοῖς ὄγκοις ἐλάττους γίνονται· τοῦ δὲ θέρους ἀνάπαλιν.
[17] ὅτι δὲ ἰσχυρὸν ‹τὸ ψυχρὸν› εἰς τὸ συναγαγεῖν καὶ συναθροῖσαι τὸ θερμόν, σημεῖον καὶ τὰ τηκόμενα καὶ τὰ ῥηγνύμενα τῶν ἐλατῶν καὶ χυτῶν (‹καὶ γάρ φασι› καττίτερον καὶ μόλιβδον ἤδη τακῆναι ἐν τῷ Πόντῳ πάγου καὶ χειμῶνος ὄντος νεανικοῦ, χαλκὸν δὲ ῥαγῆναι. τοῦτο δὲ δῆλον ὡς διὰ τὸ ἐκπνευματωθῆναι τὴν ὑγρότητα συστελλομένου καὶ συνιόντος τοῦ θερμοῦ, τὸ γὰρ πνεῦμα διεκπίπτον ποιεῖ τὴν ῥῆξιν.)
[18] καὶ ‹ἡ› ὑπὸ χιόνος δὲ τῆς γῆς ἀναζύμωσις καὶ γένεσις ἐν αὐτῇ τῇ χιόνι ζῴων ἐνίων. ἁπλῶς δὲ καὶ ἡ μεταβολὴ τῶν ἐν τῇ γῇ πάντων ἀπ' αὐτῶν ἀρξαμένοις τῶν ὑδάτων, ἐπεὶ καὶ ἡ ἀναθυμίασις καὶ ὁ ἀτμὸς πλείων οὐ μόνον διὰ τὴν παρουσίαν ἀλλὰ καὶ διὰ τὸν ἀθροισμὸν τοῦ θερμοῦ καὶ διὰ τὴν ἀντιπερίστασιν ἅμα καθυγραινομένης. τοῦτο μὲν οὖν φανερὸν ἐκ πολλῶν ὅτι καὶ ἰσχύει μᾶλλον ἠθροισμένον, καὶ ἀσθενέστερον γίνεται διακεχυμένον.
[19] ἓν δέ τι τῶν ὑπὸ τοῦτο καὶ τὸ διαμένειν ἐστὶ τὸ πῦρ ἐγκρυφθέν. περιστέγει γὰρ ἡ τέφρα καὶ κωλύει τὸν ἀέρα τὸν ἔξωθεν προσπίπτοντα σβεννῦναι (σβεννύει γὰρ τὸ ψυχρόν) καὶ τὴν ἀπορροὴν μὴ γίνεσθαι τὴν τοῦ πυρός (καὶ γὰρ οὕτως ἐκμαραίνεται καταναλισκομένου τοῦ ὑγροῦ) μηδ' αὐτήν, εἴ τις ἄρ' ἐστι, συναθροίζεσθαι καθάπερ πρὸς τοῦ πνιγέως ἀλλ' ἔχειν δίοδον ἱκανήν. τὸ δὲ δοκοῦν ὑπεναντίον εἶναι τούτῳ, διότι μὴ ἐγκρυφθὲν θᾶττον φθείρεται μὴ ἀφαιρούντων τὴν τέφραν ἢ ὑφαιρούντων, οὐκ ἔστιν ὑπεναντίον. διὰ γὰρ τὴν ὀλιγότητα τὴν αὐτῆς οὔτε κωλύειν δύναται τὸν ἀέρα προσπίπτειν οὔτε πάλιν εἰς τὴν ἀπορροὴν ἰέναι τοσαύτην, ὥστε ἀμύνεσθαι καὶ κρατεῖν τοῦ προσπίπτοντος, ὅπερ, εἰ γυμνὸν ἦν, ἐποίει ἂν μᾶλλον· ὥστε εὐλόγως καταναλίσκεται θᾶττον.
[20] φθοραὶ γὰρ πυρὸς πλείους, ἡ μὲν ὥσπερ φυσική τις ἐξαναλισκομένου τοῦ ὑγροῦ καὶ ἁπλῶς τοῦ καυστοῦ (τότε γὰρ ὥσπερ φθίνει καὶ μαραίνεται), αἱ δ' ἐκ τῶν ἔξωθεν, ὧν ἓν μέν τι γένος αἱ ὑπὸ τῶν ὁμογενῶν, ἃς ὀλίγῳ πρότερον εἴπομεν, ἄλλαι δὲ ὑπὸ τοῦ ψυχροῦ καὶ ὑγροῦ μᾶλλον οἰκεῖαι δόξασαι τῶν ὑπὸ τοῦ ὁμογενοῦς. τὰ γὰρ ἐναντία φθαρτικὰ φύσει τῶν ἐναντίων·
[21] διὸ δὴ καὶ ἡ προσπίπτουσα ψυχρότης εἰς τὸ τετεφρωμένον πῦρ σβέννυσιν, ἡ δ' ὑγρότης καὶ θερμὴ καὶ ψυχρὰ οὖσα διαδύεται καὶ καταφθείρει τὴν ἀρχήν, ἐπεὶ καὶ ἡ φύσει καυστὴ καθάπερ ἡ λιπαρὰ πλείων ἐπιρρέουσα τῆς ἱκανῆς, ἔτι τοῦ γε φλογώδους καὶ ὑπὸ πνεύματος μεγέθους (καὶ γὰρ οὕτω σβέννυται) φθειρομένου καὶ οὐχ ὥσπερ κατισχυομένου τῇ μείζονι κινήσει ἀλλὰ τρόπον τινὰ καταφθειρομένης καὶ ἐνταῦθα τῆς ἀρχῆς.
[22] διὸ καὶ ὅταν ἐπιτεθῇ τι τοῖς λύχνοις, ἧττον σβέννυνται, καὶ οὕς γε δὴ νῦν ποιοῦσι τοὺς χαλκοῦς, οἷς ἐπὶ τῶν λαμπτήρων χρῶνται, τὸ ὅλον οὐδὲ σβέννυνται, πλὴν ἐὰν ἔκτοπόν τι γένηται πνεῦμα. οὐ γὰρ ἔχοντες οὐδαμοῦ παρείσδυσιν, οὐχ ἅπτονται τῆς ἀρχῆς. ἕως δ' ἂν αὕτη μένῃ καθάπερ ὕδατος πηγή, μένει καὶ ἡ φλόξ.
[23] σβέννυται δὲ καὶ ἐάν τις ἀποστεγάσῃ πανταχῇ καὶ ἐὰν μηδεμίαν ἀναπνοὴν διδῷ, διὸ καὶ ἐν τῇ τέφρᾳ ἐγκρύπτουσι τοῦτ' εὐλαβούμενοι. κωλυόμενον γὰρ ἀπορρεῖν αὐτὸ ἐν αὑτῷ φλίβεται. καὶ ἐάν τις καταθλίβῃ τοὺς δαλοὺς ἢ τοὺς ἄνθρακας ὥσπερ καὶ τοὺς λύχνους, ἀποσβέννυσιν. ἐπεὶ καὶ ὁ ἐν τοῖς μετάλλοις λύχνος διὰ τοιαύτην τινὰ αἰτίαν σβέννυται. παχὺς γὰρ ὢν ὁ ἀὴρ καὶ ἀκίνητος οἷον καταπιέζει καὶ θλίβει καθάπερ εἴ τι στερεόν, ‹ὃν› οὐ δύναται διαβιάσασθαι τὸ πῦρ. κενὸν γὰρ δὴ ζητεῖ, πρὸς ὃ καὶ ἐν ᾧ ἡ φορά.
[24] διὰ τοῦτο δὲ καὶ τὸν πνιγμὸν ποιεῖ τοῖς ἐργαζομένοις ὁ ἀήρ, ὅτι παχύς τε καὶ ἠρεμῶν. οὐ γὰρ διαδίδωσι τῇ ἐκπνοῇ. διὸ καὶ τὰ ψυχαγωγεῖα ποιοῦσιν, ὅπως λεπτύνηται τῇ κινήσει καὶ ἅμα μεταβάλλων διδῷ χώραν. ὅτι δὲ ὁ παχὺς δύσπνους, φανερὸν μὲν καὶ ἁπλῶς λεχθέν, οὐ μὴν ἀλλὰ καὶ ‹ὅτι› ὁμιχλώδης καὶ θολερώδης, διαμαρτυροῦσι. καὶ τούτων μὲν τοιαύτας ἄν τις ὑπολάβοι τὰς αἰτίας.
[25] ὅτι δ' ἡ ἀρχὴ φθειρομένη κυριωτάτη πρὸς τὴν σβέσιν, κἀκεῖθεν φανερόν. τὴν γὰρ πίτταν καιομένην τὸ μὲν ὕδωρ οὐ σβέννυσι, τὸ δ' ἔλαιον σβέννυσιν, ὅτι διαδύεται λεπτότερον ὂν πρὸς τὴν ἀρχήν. καίτοι μάλιστα εὔκαυστον. ἀλλ' ὅτε ἂν ἀπολάβῃ καὶ φλίψῃ ταύτην, ἔσβεσεν ὥσπερ καὶ τοὺς λύχνους πλέον ἐπιρρυέν. πάλιν δὲ τὸ ὄξος σβεστικώτερον τοῦ ὕδατος καὶ διὰ τὴν αὐτὴν αἰτίαν θερμότατον ὂν τῶν λοιπῶν. εἰσδύεται γὰρ μάλιστα καὶ πλεῖστον, ὥστε θιγγάνειν τῆς ἀρχῆς. οὐ γὰρ ᾗ ψυχρὸν σβέννυσι πάντως τὸ ὑγρόν (τοῦτο δὲ δῆλον ὅτι καὶ τὸ ζέον ὕδωρ), ἀλλ' ᾗ τὴν ἀρχὴν ἐπικλείει καὶ καταλαμβάνει.
[26] συντεθέντα μὲν οὖν ἄμφω, τό θ' ὑγρὸν καὶ τὸ ψυχρόν, μᾶλλον φθείρει (γίνεται γὰρ τοῖς ἐναντίοις ὑπὸ τῶν ἐναντίων ἡ φθορά· τὸ γὰρ πῦρ θερμὸν καὶ ξηρόν), οὐ μὴν ἀλλὰ καὶ χωριζόμενον ἑκάτερον φθαρτικόν. ὁ μὲν γὰρ ἀήρ, ᾗ ψυχρός, σβέννυσι, τὸ δ' ὕδωρ, ᾗ ὑγρόν. καὶ αὗται μὲν ἐοίκασιν ὥσπερ φυσικαῖς τισι, τοῖς ἐναντίοις ὑπὸ τῶν ἐναντίων γινόμεναι, ἡ δ' ὑφ' ἑαυτοῦ καθάπερ εἰ παρὰ φύσιν. οὐκ ἔστι δὲ παρὰ φύσιν τὸ τὴν ἐλάττω κρατεῖσθαι δύναμιν ὑπὸ τῆς μείζονος.
[27] φθείρει δὲ καὶ τὰ οἰκείως φθαρτικὰ ταῖς ὑπερβολαῖς, ἐπεὶ μέχρι γέ του συναύξει λαμβάνοντα συμμετρίαν, οἷον τὸ μὲν ὑγρὸν αὐτὸ καιόμενον, τὸ δὲ ψυχρὸν συνθλίβον ἰσχυρότερον ποιεῖ, τὸ δὲ πνεῦμα τῇ κινήσει συνεκκαίει καὶ ζωπυρεῖ (διὸ καὶ οἱ λύχνοι πλέον ἔλαιον ἀναλίσκουσιν ἐν τοῖς πνεύμασιν, καὶ τὰ ξύλα θᾶττον κατακαίεται σφοδροτέρας καὶ πλείονος τῆς κινήσεως γινομένης). ἡ δὲ μείζων καὶ ἀσύμμετρος ἀπέσβεσε.
[28] καὶ διὰ τοῦθ' ὁ μὲν λύχνος ἀποσβέννυται φυσώμενος, τὰ δὲ ξύλα καὶ οἱ ἄνθρακες ἐκκαίονται. τῷ μὲν γὰρ οὐκ ἔστι σύμμετρον πνεῦμα λαβεῖν (ἅμα δὲ καὶ εὔκαυστον ἔχων τὸ πυρούμενον οὐ δεῖται τῆς ἔξωθεν πνοῆς· τό τε γὰρ ἐλλύχνιον ἅτε μανὸν καὶ ξηρὸν ‹ὂν› ἐφέλκεται τὴν ὑγρότητα, καὶ τὸ ἔλαιον αὐτὸ καιόμενον), ὁ δ' ἄνθραξ καὶ τὸ ξύλον οὐ δύναται καίεσθαι μὴ φυσώμενα διὰ τὸ γεῶδες καὶ στερεόν. οἱ γὰρ πόροι πυκνοὶ τῶν τοιούτων πάντων, οὓς διοίγει καὶ ‹ὁδο›ποιεῖ τῷ πυρὶ τὸ πνεῦμα, καὶ ὅσῳ ἂν εἰς πλείω καὶ ἐλάττω μεμερισμένα προσπίπτῃ, μᾶλλον.
[29] διὰ τοῦτο καταγνύντες τοὺς ἄνθρακας ἐνίοτε καὶ προσάγοντες ἀλλήλοις φυσῶσιν (ἐκ μικρῶν γὰρ συνιόντων ὥσπερ ναματίων καὶ ἡ φλὸξ γίνεται, διὸ καὶ τὰ πυρεῖα τῇ τρίψει τὸ αὐτὸ τοῦτο ποιεῖ, καὶ τοῖς ξύλοις ὑπεκκαύματα λεπτὰ προσβάλλοντες φυσῶσι [τοὺς ἄνθρακας]. καὶ αὐτὸς δὲ ὁ ἄνθραξ φυσώμενος μᾶλλον καὶ θᾶττον ἐκκαίει καθάπερ ἐν τοῖς χαλκείοις. ‹διὸ› τοῦτο μὲν οὖν οὐκ ἂν ἀλόγως δόξειε συνεργεῖν πνεύματι πνεῦμα. καὶ γὰρ τὸ πῦρ οἷον πνεύματός τις φύσις.
[30] ἐπεὶ δὲ πλείω καὶ ἀεὶ διαφέροντα τὰ καυστὰ καὶ πυρωτά, διὰ τοῦτο καὶ αἱ δυνάμεις αὐτῶν διάφοροι, καὶ οὐχ ἅπερ θάτερον δύναται καὶ θάτερον ποιεῖν οἷον ὁ ἄνθραξ φωτίζειν ὥσπερ ἡ φλόξ, οὐδ' αὕτη καὶ ὁ λύχνος ὁμοίως, οὐδ' αὖ οὗτός γ' ἐκκαίων καὶ αὐαίνων, ἀλλ' ὅσῳ δὴ καθαρωτέρα τοσούτῳ μᾶλλον, οὐκ ἔχουσα γεῶδες οὐδὲ ὑδατῶδες οὐδὲν αὐτῇ τὸ ἀντιφράττον, ἐξ ὧν ὁ καπνὸς καὶ ἡ ἀναθυμίασις.
[31] διὰ τοῦτο γὰρ καὶ ἡ τῶν χλωρῶν ἐρυθροτέρα φλὸξ ἢ τῶν ξηρῶν, ὅτι πλέον ἔχει τὸ τοιοῦτον, δι' οὗ διαφαινομένη λαμβάνει τὴν χροιὰν ὥσπερ καὶ ὁ ἥλιος, ὅταν ᾖ παχὺς ὁ ἀήρ. ὁ δ' ἄνθραξ οὐδὲ ποιεῖ φλόγα πλὴν ὀλίγην διὰ τὸ μὴ ἔχειν τὴν ἐξαερουμένην πολλὴν ὑγρότητα· πυρουμένη γὰρ αὕτη φλόξ.
[32] οὔσης δὲ τῆς εἰρημένης ἀνωμαλίας εὔλογον ἤδη καὶ τὸ θερμαίνειν ἔνια μᾶλλον καὶ θᾶττον, ‹ἧττον› ὄντα θερμὰ (καθάπερ ἡ τοῦ καλάμου φλὸξ καὶ τὸ ὕδωρ καὶ τοὺς ἀνθρώπους τῆς ἀπὸ τῶν ξύλων, καίτοι θερμότατόν γε πῦρ ὅλως τὸ ἀπὸ τῶν στερεωτάτων, ὁ δ' ἄνθραξ ἥκιστα θερμαίνει στερεώτατος ὤν) καὶ τὴν μὲν τοῦ ἡλίου θερμότητα μελαίνειν τὰ σώματα, τὴν δὲ τοῦ πυρὸς μή.
[33] πάντων δὲ τούτων καὶ τῶν τοιούτων αἰτιάσαιτ' ἄν τις τὴν λεπτότητα καὶ τὴν παχύτητα· θερμαίνει τε γὰρ τὴν σάρκα καὶ τὸ ὕδωρ ἡ τῶν καλάμων τάχιστα διὰ τὴν λεπτότητα καὶ πυκνότητα (λεπτὴ μὲν γὰρ ὅτι κοῦφος, πυκνὴ δὲ ὅτι συνεχής· τὸ δὲ λεπτὸν διαδυτικόν, καὶ τὸ θερμαίνεσθαι διὰ τὴν συνεχῆ κατάμιξιν) ἥ τε φλὸξ ὅλως τῶν ἀνθράκων μᾶλλον διὰ τοῦτο, καὶ ἅμα πλείων ἡ ἀπορροὴ ‹καὶ› ἀθροωτέρα.
[34] τὸ δ' ὅλον οὐ διὰ τῶν αὐτῶν ἴσως ἑκάτερον θερμαντικόν. εἰ δὲ μή, οὐχ ὡσαύτως γ' ἔχον οὐδ' ὁμοίως ἑκάτερον, ἀλλ' ἄνθραξ μὲν ὁ στερεώτατος, φλὸξ δ' ἡ λεπτοτάτη καὶ πυκνοτάτη. θερμαίνει μὲν οὖν ἡ φλὸξ διὰ ταῦτα μᾶλλον ἔνια, κατακαίει δὲ πάλιν οὐχ ὁμοίως, ὅτι λεπτοτέρα καὶ ἀσθενεστέρα, τὸ γὰρ ἐν τῷ γεώδει καὶ στερεῷ πῦρ θερμότατον οὐκ ἀπορρέον ὁμοίως ἀλλ' ἀποστεγόμενον ὑπὸ τῆς πυκνότητος ἔχον τε τὸ καυστὸν σωματωδέστερον διὰ τὴν πυκνότητα καὶ σκληρότητα.
[35] ‹διὸ καὶ τοιαῦτα θερμότα›τα πυρωθέντα καθάπερ σίδηρος, χαλκὸς, λίθος, ὄστρακον, ἃ τῇ φύσει σχεδὸν ψυχρότατα. στέγει γὰρ ἐν αὑτοῖς μάλιστα καὶ τηρεῖ τὸ θερμόν, ὥστε εὐλόγως καυστικώτατα τῆς σαρκός. ἅμα δὲ καὶ ἡ τῆς φλογὸς φορὰ ποιεῖ τινα παραλλαγήν. διὸ καὶ οἱ κινοῦντες ἐν τῇ φλογὶ τὰς χεῖρας ὀξέως οὐ κατακαίονται, θάττων γὰρ ἡ κίνησις τῆς χειρὸς οὖσα καὶ ἅμα μεταλλάττουσα τὰ μέρη κωλύει τὴν κατάκαυσιν (οὐ γὰρ καίει, εἰ μὴ ἐπιμένει τὸν ἱκανὸν χρόνον· διὰ τοῦτο καὶ οἱ ἐν τῷ ἡλίῳ βαδίζοντες ἧττον καίονται τῶν καθημένων καὶ οἱ τρέχοντες ἔτι τούτων), ἅμα δ' ἴσως τούτοις γε καὶ ἡ ὑπὸ τῆς κινήσεως τοῦ ἀέρος γινομένη ‹φορὰ› ποιεῖ τινα κατάψυξιν.
[36] ἔχει δὲ καὶ πρὸς τὰς τήξεις καὶ πρὸς τὰς ἑψήσεις καὶ τὰ ἄλλα τὰ τοιαῦτα μεγάλας ἕκαστά πως τὰ ὑποκείμενα διαφορὰς οἷον φλογὸς μαλακῆς ἢ θερμότητος μὴ σκληρᾶς ἢ πάλιν ὀξείας καὶ σφοδροτέρας καὶ ἀθροωτέρας. ἀπὸ μὲν γὰρ τῶν μαλακῶν καὶ μανῶν μαλακώτερον τὸ θερμόν, ἀπὸ δὲ τῶν σκληρῶν καὶ πυκνῶν σφοδρότερον.
[37] διὸ καὶ οἱ ἰατροὶ τοὺς ἥλους καίουσι τῷ οἴσῳ· μαλακωτάτη γὰρ ἡ ἀπὸ τούτου θερμότης. ὁμοίως δὲ καὶ ἐν ταῖς πυριάσεσι καὶ τοῖς ἀλείμμασιν, ἀπὸ τοιούτων γὰρ ζητοῦσι τὰς θερμότητας. σχεδὸν ὁμοίως δὲ καὶ αἱ ἄλλαι τέχναι. κατὰ λόγον ‹γὰρ› αἷς μὲν ὥσπερ μάλαξις ἢ τῆξις ἢ καὶ διάλυσίς τις κατὰ μικρόν, τὴν λεπτὴν διώκουσι καὶ μαλακήν, αἷς δ' ὥσπερ βιαιοτέρα τις χρῆσις ὥσπερ τῇ χαλκευτικῇ τὴν σφοδροτάτην. διὸ καὶ τοὺς ἄνθρακας τοὺς γεωδεστάτους καὶ πυκνοτάτους λαμβάνουσι καὶ ἐνίους γε στιπτοὺς ποιοῦσιν ἕνεκα τῆς ἰσχύος καὶ ἔτι ταῖς φύσαις χρῶνται. σφοδροτέρα γὰρ οὕτως ἡ θερμότης καὶ ἀθροωτέρα συνεκκαίοντος τοῦ πνεύματος.
[38] ἐν τούτῳ δ' οὖν τῷ γένει καὶ ἐκεῖνο τὸ ἀπορούμενον, διὰ τί ὁ μὲν ἥλιος μελαίνει τὴν σάρκα, τὸ δὲ πῦρ οὔ. συμβαίνει γὰρ τὴν μὲν τοῦ ἡλίου θερμότητα λεπτὴν οὖσαν ‹καὶ› μαλακὴν εἰσάγεσθαι κατὰ μικρὸν εἰς τοὺς πόρους καὶ ὥσπερ ἀναθυμιᾶν καὶ ἐπικαίειν τὰ ἐπὶ πολῆς (διὸ καὶ ἀλύπως), ὥστε ὑπομένειν. τὴν δὲ τοῦ πυρὸς παχυτέραν καὶ σφοδροτέραν οὖσαν ‹καὶ› διαθερμαίνουσαν μᾶλλον παραχρῆμα μὲν ἀνιόντος τοῦ αἵματος ποιεῖν εὔχροιαν ὕστερον δ' οὐ διαμένειν. οὐ μὴν ἀλλ' ἐάν τις τούτῳ σφοδρότερον χρήσηται καὶ κατακαύσῃ, μελαίνει. μέλανα γὰρ τὰ πυρίκαυστα καὶ ὅλως τὰ κατακαιόμενα.
[39] διὸ καὶ αἱ φλυκτίδες ἔχουσιν ἐνιαχοῦ τοιαύτην τινὰ χροιὰν ὥσπερ ἀποσβεννυμένου τοῦ πυρὸς καθάπερ ἐν τοῖς ἄνθραξιν. οὐδὲν γὰρ μέλαν ἄνευ ὑγρότητος, ἀλλ' ὅταν ἐκκαυθῇ, πάντα λευκὰ καὶ τεφρώδη καθάπερ καὶ τὰ ὀστᾶ. τὸ δ' ἐπὶ τοῦ κεράμου λεγόμενον, ὅτι μελαίνει τὸ πῦρ, τὴν σάρκα μὴ μελαῖνον, ἢ οὐκ ἀληθὲς ἢ οὐχ ὅμοιον, μίξει γάρ τινι μελαίνει, τὸν ἄσβολον καὶ τὸν καπνὸν ἀναφέρον, ὥσπερ καὶ τὰ ξύλα καὶ τὸν κέραμον καὶ τοὺς τοίχους, ἐπεὶ καὶ τοὺς ἄνθρακας τρόπον τινὰ παραπλησίως. ἐγκαταδύεται γὰρ ὁ καπνὸς ἀναφέρων πολὺ γεῶδες (ἅμα δὲ καὶ ἡ ὑγρότης οὐ πᾶσα ἐκκαίεται διὰ τὸ μὴ πυροῦσθαι. καὶ διὰ τοῦτο βαρύτεροι τῶν ἄλλων εἰσίν), ἀναφερομένης γὰρ τῆς τοιαύτης ἀναθυμιάσεως ἕλκεται τῇ πνοῇ καὶ εἰσδύεται πόρρω. διὸ καὶ βαρύνει τὰς κεφαλὰς καὶ ὅλα τὰ σώματα. τούτων μὲν οὖν ταύτας τὰς αἰτίας ὑποληπτέον.
[40] ἐὰν δὲ ὅλως ἐν ἑτερογενέσι τεθῇ τὸ θερμὸν οἷον ὑγρῷ καὶ ξηρῷ, πλείων ἔτι γίνεται διαφορά. πολλὰ γὰρ οὐ δύναται ποιεῖν ἑκάτερον, ὧν θάτερον, οὐκ ἀσθενέστερον ἔχειν δοκοῦν τὸ θερμόν. οἷον τὸ ὕδωρ ζέον θερμότερον ὂν κατὰ τὴν ἁφὴν ‹ἤ γ'› οὐχ ἧττον τῆς φλογός, οὐ τήκει ταχύ. καὶ πάλιν τὸ πῦρ οὐ δύναται κατὰ μικρὸν ἐξάγειν τὸ ὑγρὸν οὐδὲ συνιστάναι καὶ παχύνειν, ἀλλὰ διὰ τὴν ξηρότητα πυκνοὺς τοὺς ἔξω πόρους ἀποδείκνυσιν ὥσπερ τὰ ὠά.
[41] τὸν αὐτὸν δὲ τρόπον καὶ ἐάν τι ἄλλο δέῃ μαλακῇ θερμότητι πέττειν ἢ παχύνειν· ἡ δ' ὑγρότης ὥσπερ μαλάττει μιγνυμένη. διὰ τοῦτο καὶ ὅταν περίξηρος ὁ ἀὴρ ᾖ, ἐκκαίει τὰ ὀπωριαῖα. καὶ ὅπου φύσει τοιοῦτος, ἀεὶ τοῦτο συμβαίνει, πλὴν ἐὰν δὴ τὸ ἔδαφος βοηθῇ διαρρέον καὶ τὴν ἰκμάδα παρέχον ἢ δρόσοι πίπτωσιν· οὕτως ἅμα τροφήν τε λαμβάνουσι καὶ πέψιν.
[42] εἰς μὲν οὖν τὰ τοιαῦτα χρήσιμον [πλὴν] ἐν ὑγρότητι καὶ μεθ' ὑγρότητος τὸ θερμόν. εἰς δὲ τὰς τήξεις τὸ ὑγρὸν ἀχρεῖον (αἴτιον δέ, ὅτι τὸ τηκτὸν ὕδατος ὂν φύσει ξηρᾶς δεῖται θερμότητος εἰς τὴν διάλυσιν. τὸ γὰρ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθές), ἅμα δὲ καὶ ἡ ἀσυμμετρία τῶν πόρων ἐναντιοῦται πρὸς τὸ μὴ δέξασθαι· μεγαλομερὲς γάρ. οὐχ οἷόν τε δὲ ἄνευ τοῦ ὑγροῦ χωρισθὲν εἰσιέναι τὸ θερμόν. ἔτι δὲ ἀσθενέστερον, ‹ἢ› ὥστε διοῖξαι τοὺς πόρους, πυκνῶν καὶ συνεχῶν ὄντων τῶν ἔξωθεν. διὰ δὴ τοῦθ' ἡ ξηρὰ θερμότης ἁρμόττει πρὸς τὰς τήξεις καὶ αὐτὴ λαμβάνουσά τινα συμμετρίαν. εἰ γὰρ πλείων, ἐκκαίει. τὰ δὲ καὶ ὅλως κατακαίει πρὶν εἰς διάλυσιν ἀγαγεῖν.
[43] ἔνια δὲ τοιαύτης δεῖται θερμότητος, ἣ ἐν λεπτοτέρῳ γίνεται τοῦ ὕδατος, ὥσπερ τὰ λίνα καὶ οἱ στήμονες οἱ ἑψόμενοι. τῷ γὰρ ἀτμῷ ταῦτα διαθερμαινόμενα λαμβάνει τὴν ἕψησιν ἐγκαταμιγνυμένης ἅμα τῆς ἰκμάδος, ὃ καὶ χρήσιμον πρὸς ἰσχύν. ἔνια δὲ καὶ τῶν βρωτῶν οὕτως ἕψεται διαφεύγειν βουλομένων τὸ ὑγρόν, ὅθεν οὐ κακῶς κεῖται τοὔνομα τὸ πνίγειν. ἐγκατακλείουσι γὰρ περιπωμάζοντες καὶ περιπλάττοντες τὸν ἀτμόν. ὥστε τρίτη τις ἀπόστασις ἀπὸ τοῦ πρώτου αὕτη καὶ γένεσις. τὸ μὲν γὰρ ὑγρὸν ἀπὸ τοῦ ξηροῦ γίνεται θερμόν, τοῦτο δ' ἀπὸ τοῦ ὑγροῦ, πλὴν ἐκεῖ μὲν μιγνυμένου πως τοῦ πυρός, τοῦτο δ' ἴδιον ἐκκρινομένου καὶ ἀπιόντος.
[44] ἡ δὲ δὴ τοῖς ἐμψύχοις σώμασιν ἐνυπάρχουσα θερμότης, πλείοσι μιγνυμένη καὶ τρόπον ἰδιαίτερον, οἷον εἰ ζῶσα καὶ γόνιμος ἤδη γίνεται τῶν ὁμοίων. ἔτι δὲ προτέρα ταύτης ἡ ἀπὸ τοῦ ἡλίου. καὶ γὰρ αὕτη γόνιμος καὶ ζῴων καὶ φυτῶν, οὐκ ἄμικτος μὲν οὖσα τῷ ἀέρι (μᾶλλον δ' ἐν αὐτῷ τούτῳ γινομένη), συμμετρίαν δέ τινα ἔχουσα τῇ μαλακότητι καὶ λεπτότητι πρὸς τὸ γεννᾶν, οὐχ ὥσπερ ἡ τοῦ πυρὸς σκληρὰ καὶ περικαής. διὸ καὶ τὰ σπέρματα πυρωθέντα μὲν ἀβλαστεῖ, θερμαινόμενα δ' ὑπὸ τοῦ ἡλίου καθ' ὑπερβολὴν ‹γεννᾷ καὶ βλαστάνει›. ἐνίοτε γάρ φασι περὶ Βαβυλῶνα καὶ ἔτι τοὺς θερμοτέρους τόπους καὶ πηδᾶν ἐπὶ τῆς ἅλω καθάπερ τὰ φρυγόμενα [γεννᾷ καὶ βλαστάνει]. τὸ μὲν οὖν πῦρ καὶ τὸ θερμὸν τηλικαύτας καὶ τοιαύτας ἔχει διαφορὰς καὶ ὄν τε καθ' αὑτὸ καὶ μετ' ἄλλων καὶ ἐν ἄλλοις μιγνύμενον.
[45] ἐκ ταύτης δέ πως τῆς αἰτίας καὶ ἐκεῖνο λύεται τὸ ἀπόρημα, διὰ τί ποτε ἡ μὲν κοιλία τήκει τὰ νομίσματα, τὸ δὲ ὕδωρ ζέον θερμότερον ὂν οὐ τήκει. καὶ γὰρ ὅλως τὸ ὑγρόν, ὥσπερ ἐλέχθῃ, κωλυτικὸν τήξεως καὶ ἅμα διὰ τὴν μαλακότητα καὶ μεγαλομέρειαν οὐ δύναται τέμνειν οὐδὲ διοίγειν τοὺς πόρους. ἡ δ' ἐν τῇ κοιλίᾳ θερμότης ξηροτέρα καὶ γεωδεστέρα διακρινομένου καὶ ὑπονοστοῦντος ἀεὶ τοῦ ὑγροῦ καὶ πρὸς τὴν κύστιν.
[46] καὶ πάλιν διὰ τί τῶν μὲν ἐν τῷ πυρὶ κατακαιομένων νεκρῶν γίνεταί τι λείψανον, ὁ δ' ἐν Λυκίᾳ λίθος, ἐξ οὗ τὰς σοροὺς ποιοῦσι, καὶ ὅπου ἄλλοθι τοιοῦτος, ἀφανίζει πάντα καὶ ἐν ἑαυτῷ τέφραν ποιεῖ; διαφέρει γὰρ καὶ ἐνταῦθ' ἡ θερμότης. ὅτι μὲν ὁ λίθος ἐργάζεται τῇ θερμότητι καὶ τῇ φύσει θερμὸς ὤν, σημεῖον τὸ γίνεσθαι κονίαν ἐξ αὐτοῦ, τοῦ δὲ θερμῷ ἑτέρῳ τὸ διαιρεῖν ταχύ τε καὶ εἰς λεπτά. ταχὺ μὲν γὰρ τὸ θερμότερον καὶ κινητικώτερον οἷον ἡ φλόξ, εἰς δὲ μικρὰ τὸ λεπτομερέστερον διὰ τὸ πάντῃ διαδύεσθαι.
[47] τοιοῦτον δὲ τὸ ἐν τῷ λίθῳ θερμόν, ἐπεὶ ποιεῖ γε τοῦτο καὶ ὁ ἀὴρ ὁ ἐγκατακλειόμενος ἐν ταῖς θήκαις καὶ διαλύει πάντα εἰς τέφραν ἀλλὰ χρονιώτερος θερμανθείς. ἡ δ' ἐν τῷ λίθῳ θερμότης τῆς μὲν τοῦ πυρὸς ἀσθενεστέρα λεπτοτέρα δέ, τῆς ‹δὲ› τοῦ ἀέρος τοῦ συγκατακλειομένου θερμοτέρα λεπτὴ δ' ἧττον, ὥστε τοῦ μὲν θᾶττον τοῦ δὲ ‹εἰς› λεπτότερα διαιρεῖν χρονιώτερον ‹δέ›.
[48] ἐπεὶ δὲ τὸ σωματωδέστερον καὶ πυκνότερον πυρωθὲν θερμότερον, διὰ τοῦθ' ὅπου παχὺς καὶ θολερώτερος ὁ ἀήρ, πάγοι καὶ καύματα μᾶλλον, ὥστ' ἔνιοι ψυχρότατοι καὶ καυματωδέστατοι. πυρωθεὶς γὰρ ὁ ἀὴρ κατέχων ἐν ἑαυτῷ διὰ τὴν παχύτητα τὸ θερμὸν ἐκπυροῖ τὸν τόπον. ὡς ἐπὶ τὸ πολὺ δ' οἱ τοιοῦτοι κἄπνοι. ἐὰν δὲ καὶ ἐπιπίπτῃ πνεῦμα θερμὸν ὄντα τὸν ἀέρα προσφέρον, καίεται.
[49] διὰ τὴν αὐτὴν δ' αἰτίαν καὶ τῶν ἑψομένων τὰ παχύτερα θερμότερα καθάπερ τὸ γάλα καὶ ὅλως τὰ ῥοφήματα τοῦ ὕδατος. καὶ ἐὰν ἐπιβάληταί τι ἐπὶ τὸ ὕδωρ, θερμαίνεται θᾶττον ἢ ψιλόν (οἷον γὰρ ἀντιφράττει καὶ κωλύει διατμίζειν ἔξω τὸ θερμόν) ὥσπερ τὰ ἐπιπωματιζόμενα, καὶ ἅμα δὴ θερμανθέντα θερμαίνει. πᾶν γὰρ ἔχον πυκνότητα δύναται ποιεῖν τοῦτο διὰ τὸ κατέχειν. ὅλως γὰρ, ὃ πολλάκις λέγεται, τὸ μὲν λεπτὸν καὶ ῥέον αὐτὸ καὶ μὴ μένον ἔτι δὲ μικρομερὲς ὂν οὐχ ὁμοίως καίει. τὸ δ' ἐναντίως ἔχον τούτῳ διὰ τὸν ἀθροισμὸν καίει μᾶλλον καὶ ἰσχυρότερον γίνεται καὶ χρονιώτερον.
[50] τῆς δὲ φλογὸς λευκότατον ἀεὶ καὶ καθαρώτατον τὸ μέσον, τὸ δὲ κάτω καὶ τὸ ἔσχατον ἐρυθρὰ καὶ μελανοῦντα μᾶλλον. ἐμφαίνεται δὲ τοῦτο μάλιστα ἐπὶ τῶν λύχνων, ὅτι ἀμιγέστατον τοῦτο τῇ ἀναθυμιάσει τὸ μὲν γὰρ πρὸς αὐτῇ τῇ μύξῃ καὶ τοῖς λύχνοις, ἅτε ἐπὶ τοῦτο φερομένης τῆς ἀναθυμιάσεως, εὐλόγως μελαίνει μᾶλλον. εἰς δὲ τὸ ἄκρον οἷον συρροὴ γίνεται καταλήγοντος ἤδη ‹τοῦ πυρός› καὶ ἅμα προσεπιλαμβάνοντος τοῦ ἀέρος (ἄνω γὰρ ἡ ἰσχὺς πᾶσα καὶ ἡ φορὰ τῆς φλογός· διὸ καὶ ὁ καπνὸς ταύτῃ μάλιστα φέρεται).
[51] τάχα δὲ κἀκεῖνο οὐ κακῶς, εἰ μὴ ἄρα καὶ ἀληθέστερον, ὡς οὔτε, ᾗ γίνεται, οὔπω ἔστιν, οὔτε, ᾗ φθείρεται, ὅμοιον ἔτι. κάτωθεν μὲν ‹γὰρ› γίνεται, ἄνωθεν δὲ φθείρεται ὑπὸ τοῦ ἀέρος. τὸ δὲ μέσον οἷον καθαρὸν καὶ εἰλικρινές. διὸ καὶ ταύτῃ μὲν [οὐ] διορᾶται, τὰ δ' ἄνω κωλύει διά τε τὸ εἰς ὀξὺ συννεύειν καὶ διὰ τὴν κίνησιν.
[52] ἀπορεῖται δὲ τοῦτο, διὰ τί τὸ τῆς φλογὸς σχῆμα πυραμοειδές ἐστι; καί φησι Δημόκριτος μὲν περιψυχομένων αὐτῆς τῶν ἄκρων εἰς μικρὸν συνάγεσθαι καὶ τέλος ἀποξύνεσθαι. ἕτεροι δέ τινες τῶν παλαιῶν ὑπὸ τῆς τοῦ προσπίπτοντος πνεύματος κινήσεως περισχίζεσθαι. τό τε γὰρ ἐπάνω τῆς φλογὸς ἀσθενέστερον εἶναι καὶ ἐν πλείστῃ κινήσει, ἀλλ' οὐ περιψύχεσθαι. [καὶ διὰ τὴν τοῦ προσπίπτοντος κίνησιν] εἰ γὰρ τὸ περιψύχειν εἰς τὰ ἄνω ‹καὶ περὶ τὰ κάτω› δεῖν ὡσαύτως γίνεσθαι, ὃ δὴ οὐδ' ἑτέρου τῶν δύο. ‹διὸ› καὶ μᾶλλον ὑπὸ τῆς κινήσεως ἢ περιψύξεως ἀποξύνεσθαι.
[53] γελοία δὲ ὅλως καὶ τούτοις ἡ τοῦ προσπίπτοντος ἀέρος κίνησις. ὑφ' αὑτοῦ γὰρ κινεῖται τὸ πῦρ καὶ μᾶλλον κινεῖ τὸν ἀέρα ἢ ὑπ' ἐκείνου τῷ διωθεῖν, ἐπεὶ καὶ εὐδίας οὔσης οὐδὲν ἧττον ἡ ὀξύτης τῆς φλογός. ἔτι δ' ἄτοπος ὁ περισυρμὸς ὥσπερ κούφων τινῶν καὶ ἐπιπολαίων ἐπόντων. χρῆν γὰρ τοῦτο πανταχόθεν ὁμοίως συμβαίνειν, καὶ πνεύματος ὄντος μείζονος μᾶλλον. νῦν δ' ἐν ταῖς ἀπνοίαις ἀποκορυφοῦται μάλιστα ἡ φλὸξ ἅτε καὶ οὐ κωλυομένη τῷ πνεύματι, ὅπερ διακωλύει τὴν ἐπ' ὀρθὸν φορὰν ἀλλὰ περικλᾷ καὶ μεταρρίπτει. τοῦτο μὲν οὖν πρὸς τῷ μὴ ἀληθὲς οὐδ' ἄγαν συνετόν.
[54] εἰ δ' ἐν φορᾷ τινι καὶ ῥύσει τὸ πῦρ, ἀεὶ δὲ τῶν ῥεόντων εἰς ἔλαττον ἡ ἀποτελεύτησις μὴ γινομένης ἄλλοθεν ἐπιρροῆς. (ἀναγκαῖον εἰς τὸν πλείω τόπον διατεινόμενον καὶ τὸ συνεχὲς διατηροῦν ἀποστενοῦσθαι μᾶλλον.) ὥστε τοῦτο ἂν εἴη καὶ τῆς φλογὸς αἴτιον εἰς τὸν σχηματισμόν. ἡ γὰρ ἀρχὴ κάτωθεν ἰσχυροτάτη καὶ πλείστη, μετὰ δὲ ταῦτα ἐλάττων ἀεὶ καὶ ἀπολήγουσα ἀσθενεστέρα, διασώζουσα δὲ τὸ συνεχές.
[55] ὅπερ καὶ ἐπὶ τῶν ὑδάτων γίνεται. καὶ ‹μᾶλλον› γίνοιτ' ἂν, εἰ μὴ παρεμπίπτοιεν ἔξωθεν ἕτερα ῥεῖθρα. πολλῆς γὰρ οὔσης καὶ ἀθρόας τῆς πηγῆς, τὸ ἐγγύτατον πλεῖστον, εἶτα ἔλαττον ἀεὶ καὶ ἔλαττον. τελευτῶν δ' ὑπελλείπει, ἐὰν μή που τόπος ἔγκοιλος ὢν ἢ καὶ ἄλλως ἀνωμαλής, ἀθροισμὸν ἢ διάχυσιν εἰς πλείω ποιήσῃ. τοῦτο δ' ἐπὶ τοῦ ἀέρος καὶ τῆς φλογὸς οὐκ ἔστιν. ὁ μὲν γὰρ ὁμαλής. ἡ δὲ φλὸξ καθ' αὑτὴν φέρεται ἀλλ' οὐ διὰ τὴν τῶν τόπων ἔγκλισιν.
[56] ὅμοιον δὲ καὶ οὐχ ἧττον ἴσως οἰκεῖον τὸ ἐπὶ τῶν φυτῶν. καὶ γὰρ τούτων ἡ αὔξησις εἰς λεπτὸν ἀνήκει καὶ εἰς ὀξύ, τῇ τοῦ θερμοῦ φορᾷ γινομένη, μέχρις ὅταν ἀρχὰς ἑτέρας ἐν αὑτοῖς λαβόντα ποιήσηται τὴν τῶν ὄζων καὶ κλάδων ἔκφυσιν. εἰ δ' ἄρα καὶ τὸ περιέχον κωλύει τι καὶ ἀφαιρεῖται, καθάπερ εἰκός, οὐχ ᾗ κινούμενον ἀλλ' ᾗ ψυχρόν, τοῦτο δρᾷ. πλέον δ' ἀφαιρεῖται καὶ μᾶλλον ἐνισχύει δῆλον ὅτι τοῦ ἀσθενεστέρου καὶ πορρωτέρω διατεινομένου. καὶ περὶ μὲν τοῦ σχήματος ἱκανῶς εἴρηται.
[57] διαφοραὶ δὲ γίνονται πλείους τοῦ πυρός. πειρατέον δ' εἰς ἑκάστην τούτων ἀνάγειν κατὰ μέρος οἷον καὶ τὰ τοιάδε· διὰ τί ‹τὰ› τὴν σάρκα καίοντα τὴν κοιλίαν οὐ καίει οὐδὲ τὰ στόματα ὁμοίως; διὰ τί δὲ τοὺς λύχνους τινὲς εἰς τὰ στόματα λαμβάνοντες ἀποσβεννύοντες οὐ καίονται; διὰ τί δὲ τοὺς διαπύρους ὀβελίσκους σφοδροτέρως πιάζοντες, ἧττον ‹ἢ› οὐ καίονται (διὸ καὶ τοὺς διὰ σποδοῦ βαδίζοντας πρὸς τοῖς ἄλλοις, οἷς παρασκευάζονται, καὶ τοῦτό φασι δρᾶν); καὶ διὰ τί τὰ κατακαύματα τῷ θερμῷ καθίσταται καὶ κωλύεται φλυκταίνας ἐπαίρεσθαι;
[58] πάντα γὰρ ταῦτα καὶ εἴ τι τούτοις ὅμοιον εἰς ἐκείνας πίπτει τὰς αἰτίας εἴς τε τὸ τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος φθείρεσθαι καὶ μαραίνεσθαι καὶ εἰς τὸ συνθλίβειν τε καὶ καταπνίγειν τὴν ἀρχήν. τοῦτο γὰρ ποιεῖ καὶ τὰ στόματα καὶ ἡ κοιλία καὶ ἡ πίεσις. οὐκ ἐᾷ γὰρ ἀπορρεῖν (μὴ ἀπορρέον δὲ ἧττον καίει, ἥττων γὰρ ἡ δύναμις), ἐπεὶ καὶ θλίβοντες οὕτω (καὶ μεταβάλλοντες τοὺς ἄνθρακας) τῇ ἀποπιέσει σβεννύουσιν.
[59] αἱ δὲ τῶν ὑγρῶν δυνάμεις [αἱ] σβεστικώτεραι τῷ παρεισδύεσθαι μάλιστα εἰς τὴν ἀρχήν, ὥσπερ ἐλέχθῃ περὶ τοῦ ὄξους. ἐὰν δ' ἅμα καὶ γλίσχρον τι μιχθῇ, μᾶλλον δ' ἔτι· τὸ μὲν γὰρ διαδῦναι δύναιτ' ἂν καὶ διοδοποιεῖν, τὸ δ' ὥσπερ ἐπαλείφει καὶ ἐπιπωματίζει. διά τε τοῦτο σβεστικώτατον εἶναί φασιν, ἐάν τις μίξῃ τὸ ὄξος ὠοῦ τῷ λευκῷ (τὸ μὲν γὰρ γλίσχρον, τὸ δὲ διαδυτικόν), καὶ πρὸς τὰς ἐμπρήσεις τῶν μηχανημάτων τοῦτο μάλιστα βοηθεῖν.
[60] ἐὰν δ' ἅμα τῇ ὑγρότητι τῇ τοιαύτῃ καὶ τὸ ψυχρὸν προσῇ φύσει, καὶ τοῦτο συνεργεῖν εἰς τὴν σβέσιν, ὅπερ καὶ περὶ τὴν σαλαμάνδραν εἶναι (ψυχρὸν γὰρ τῇ φύσει τὸ ζῷον, καὶ ἡ ἀπορρέουσα ὑγρότης γλίσχρα καὶ ἅμα χυλόν τιν' ἔχουσα τοιοῦτον, ὥστε διικνεῖσθαι πορρωτέρω. σημεῖον δὲ καὶ ‹τὸ› τὰ ὕδατα ὀλέθρια γίνεσθαι καὶ τοὺς καρποὺς, ἐὰν καταμιχθῇ, καὶ μᾶλλον τεθνεώσης).
[61] ἔτι δὲ καὶ τὸ νωθὲς τῆς πορείας συνεργεῖ, πλείω γὰρ χρόνον ἐπιμένον μᾶλλον σβέννυσιν. ἡ δὲ σβέσις οὐκ ἐὰν ὁπόσον οὖν ᾖ πῦρ, ἀλλ' ἐὰν σύμμετρον πρὸς τὴν φύσιν καὶ τὴν δύναμιν. καὶ ἐνίοτε, ἐὰν μὴ ἐπιχρονίσῃ, πάλιν ἀναζωπυρεῖται. σύμφωνον δὲ τούτῳ καὶ τὸ τὰ ἰξούμενα μὴ καίεσθαι, διὸ καὶ ἔνια πρὸς τὸ μὴ πάσχειν ἀλείφουσι, ψυχρὸν γὰρ δὴ καὶ γλίσχρον ὁ ἰξός, ὥστε [μὴ] διὰ τὴν πυκνότητα μὴ δέχεσθαι καὶ διὰ τὸ ψυχρὸν σβεννύειν. τούτων μὲν οὖν αὗται αἱ αἰτίαι.
[62] τοῦ δὲ μὴ ἐπαίρεσθαι τὰ κατακαύματα, καὶ εἴ τι τοιοῦτον ἕτερον, ἡ πλείων θερμότης κρατοῦσα τῆς ἐλάττονος καὶ ἀναξηραίνουσα τὴν γινομένην σύντηξιν, ἀφ' ἧς αἱ φλύκταιναι, ὥσπερ ἐλέχθῃ, καὶ καταμαραίνουσα καὶ συμφρύγουσα τὴν ἀρχήν. καὶ τὰς μὲν καθ' ἕκαστα σβέσεις ἐκ τούτων θεωρητέον.
[63] "διὰ τί δ' ἐκ μὲν ξύλων γίνεται πυρεῖα καίπερ οὐκ ἐκπηδῶντος πυρός, ἐκ δὲ λίθων ἐκπηδῶντος ἧττον γίνεται;" τοῦτο δ' οὐκ ἔστιν ἀληθές. ἐκ πολλῶν γὰρ γίνεται μᾶλλον καὶ θᾶττον. οὐ μὴν ἀλλ' εἴπερ, ἐκείνην ὑποληπτέον τὴν αἰτίαν, ὅτι τὸ μὲν ξύλον εὐθὺς ὑπεκκαῖον ἔχει συγγενῶν ἐνόντων τῷ πυρί (κ' ἂν εἰ γὰρ προσ‹άγεται›, οὐδὲν θᾶττον πυροῦται δι' ἀσθένειαν), ὁ δὲ λίθος οὐκ ἔχει κατάξηρος ὤν, διὸ καὶ τὸ ἐκπηδῶν εὐθὺ πεπυρωμένον, προσάγουσιν.
[64] ἅπτεται ‹δὲ› βέλτιον [δ'] ἐν βορείοις ἢ νοτίοις τὰ πυρεῖα, διότι ξηρότερα ὄντα θᾶττον καὶ δι' ἐλάττονος τρίψεως ἐκθερμαίνεται. διὰ τοῦτο γὰρ οὐδ' ἐκ τῶν τυχόντων ξύλων ἀλλ' ἐξ ὡρισμένων τινῶν γίνεται. δεῖ γὰρ ἔχειν τινὰ συμμετρίαν. ἄριστα δ' οἱ μὲν ἐκ κιττοῦ φασιν, οἱ δ' ἐκ τῆς καλουμένης ἀθραγένης τὴν ἐσχάραν, τὸ δὲ τρύπανον δάφνης. οὐ γὰρ ἐκ τοῦ αὐτοῦ ποιοῦν καὶ πάσχον ἀλλ' ἕτερον εὐθὺ κατὰ φύσιν. ἀγαθὰ δὲ καὶ ἐκ ῥάμνου, καὶ μᾶλλον εἰς τὴν ἐσχάραν. πρὸς γὰρ τῷ ξηρὰν καὶ ἄχυμον εἶναι καὶ μανότητά τινα ἔχειν, δεῖ δὲ τοῦθ' ὑπάρχειν, ἵν' ἡ τρίψις ἰσχύῃ, τὸ δὲ τρύπανον ἀπαθέστερον εἶναι. διὸ ‹τὸ› τῆς δάφνης ἄριστον, ἅμα γὰρ ἀπαθὲς ὂν ἐργάζεται τῇ δριμύτητι.
[65] ἐπεὶ δὲ ἄνευ ὑγρότητος ἢ ἀναθυμιάσεώς τινος οὐκ ἔστι θερμότης, διὰ τοῦθ' ἡ κονία καίει μᾶλλον ἢ καὶ ἁπλῶς ὕδατος ἐπιχεομένου (δεῖται γὰρ ὕλης τὸ ἐγκαταλελειμμένον πῦρ ὥσπερ οἱ λύχνοι), καὶ οὔθ' ἡ παλαιὰ σφόδρα οὔθ' ἡ λεία ἀλλ' ἡ ἀρτίκαυστος καὶ βωλοειδής. τῆς μὲν γὰρ ὁ χρόνος ἐξῄρηται διὰ τὴν ἀναπνοήν, ἡ δὲ μικρομερὴς ἄγαν ὀλίγον ἔχει. μικρὸν δὲ ὂν τὸ πῦρ ἀσθενές.
[66] ἔοικε δὲ καὶ τὸ περὶ τὴν γύψον τὴν Φοινικικὴν τοιοῦτον εἶναι. φασὶ γὰρ κἀκείνην ἀναφυρομένην καίειν. οὐδὲν γὰρ διαφέρειν σύμφυτον καὶ ἐπακτὸν ἔξωθεν ἔχειν τὸ θερμόν. ἐμφαίνει δέ πως καὶ τὸ νίτρον τὸ κεκαυμένον ἐν τῷ ὀρύττεσθαι τὴν τοιαύτην δύναμιν. ὅταν γὰρ ὕδωρ μικρὸν ἐπιχυθῇ, διαθερμαίνει καὶ αἴσθησιν ἐμποιεῖ κατὰ τὴν ἁφήν. ἀεὶ δὲ δεῖ συμμετρίας τινὸς εἰς ἅπαντα τὰ τοιαῦτα πρὸς τὸ κρατεῖσθαι.
[67] διὰ τοῦτο γὰρ καὶ ὁ οἶνος ὁ χεόμενος ἐπὶ τὴν φλόγα καθάπερ τοῖς σπένδουσιν ἐκλάμπει καὶ ἡ θάλαττα, ὅταν ἀποσβεννύωσιν ἐὰν δ' ἔλαττον ᾖ, καὶ τὸ ὕδωρ (συστελλόμενον γὰρ καὶ ἀθροισθὲν ἰσχυρότερον). ἐν δὲ τῇ πίττῃ καιομένῃ μᾶλλον, ὅτι σφοδροτέρα καὶ πλείων ἡ φλὸξ, ὥστε καὶ ἐκπηδᾶν καὶ κατακαίειν τὰς οἰκίας. διακρίνεται γὰρ τὸ ἐμπίπτον κρατηθὲν καὶ ἐκ φλογοῦται.
[68] ψόφος δὲ γίνεται πυρουμένου διὰ τὸ μάχεσθαι τὸ θερμὸν καὶ τὸ ὑγρόν, ὅπερ συμβαίνει ‹καὶ› κατὰ τὴν σβέσιν. ἀὴρ γάρ τις ὁ ψοφῶν κατὰ τὴν ἐναπόληψιν καὶ ἐνταῦθα καὶ ἐκεῖ. ταῦτα δὲ καὶ ἐπὶ τῶν λύχνων ἔστιν ὁρᾶν, ὅταν ὕδωρ ἔχῃ τὸ ἔλαιον. τὸ γὰρ ὕδωρ σβέννυσι. καὶ τὰ φύλλα δὲ τὰ τῆς δάφνης καὶ τοῦ κιττοῦ καὶ τὰ ἄλλα τὰ τοιαῦτα πηδᾷ διὰ πυκνότητα καὶ διὰ τὸ ἔχειν πολὺ τὸ ὑγρόν. ἐξαεροῦται γὰρ πολὺ καὶ οὐ δίεισι τῇ πυκνότητι. διὸ καὶ ὁ ψόφος.
[69] ὡσαύτως δὲ καὶ τὰ ξύλα καιόμενα τὰ μὲν ῥήγνυται καὶ πηδᾷ, τὰ δὲ συνεχῇ ποιεῖ τινα ψόφον (καλοῦσι δ' οἱ μὲν γελᾶν τὸν Ἥφαιστον, οἱ δ' ἀπειλεῖν). ἀεὶ γὰρ καὶ ἐνταῦθα διαερουμένου τοῦ ὑγροῦ καὶ ἀθρόου φερομένου μετὰ βίας, ὁτὲ μὲν ῥῆξις γίνεται καὶ πήδησις, ὁτὲ δὲ συνεχὴς ψόφος καὶ φλόγωσις. ὃ καὶ αὐτὸ ποιεῖ τρόπον τινὰ τὸ πῦρ ὥσπερ ἐν φρέατι πνεύματος ὄντος πυρουμένου.
[70] ὁ δὲ καπνὸς ἧττον λυπεῖ, ὅταν ἐν τῷ αὐτῷ πῦρ ᾖ, διὸ καὶ οἱ ἐν τοῖς σπηλαίοις πολιορκούμενοι τῷ καπνῷ, πῦρ ἐὰν ἔχωσιν, οὐδὲν πάσχουσι. σβέννυσι γὰρ τὸ ἐν τῷ καπνῷ θερμὸν τὸ πῦρ, ἐπεὶ πέφυκε τὸ πλέον τὸ ἔλαττον μαραίνειν, σβεννυμένου δὲ φθείρεται καὶ ὁ καπνός. διὸ καὶ ὁ ἥλιος ὥσπερ τὸ πῦρ βοηθεῖ πρὸς τὸ μὴ καπνίζεσθαι. τὸν δ' ἐν ἐφικτῷ καὶ προσπίπτοντα ἐκπυροῖ. διὰ τοῦτο καὶ οἱ ἐγγὺς τοῦ πυρὸς ἧττον ἐνοχλοῦνται. καὶ γὰρ τοῦτο ποιεῖ καὶ ἀναφέρει καὶ ἀνωθεῖ πρὸς τὰ ἄνω.
[71] διὰ τὸ αὐτὸ δὲ καὶ τὸ πολὺ πῦρ ἄκαπνον, ὅτι φλολογοῦται καὶ κατισχύεται πολλοῦ πυρὸς ὄντος. ὅταν γὰρ ᾖ πλέον τὸ καιόμενον, ἔλαττον τὸ καπνίζον ἐξαφθέντος ἣ θυμιωμένου. καὶ ἐπὶ τῶν ξηρῶν ξύλων πυκνῶν συντιθεμένων ἄνωθεν οἱ ἄνθρακες ἐπιβαλλόμενοι ποιοῦσιν ἀκαπνότερον, ὅτι ἐκφλογοῦται πᾶς ὁ καπνὸς ἐμπίπτων εὐθὺς εἰς τὸ πῦρ καὶ τῇ πυκνότητι κατακλειόμενος.
[72] δύσκαπνα δὲ τῶν ξύλων τά τε χλωρὰ καὶ τὰ σκολιὰ καὶ τὰ ἰνώδη καθάπερ ὁ φοῖνιξ. ἄινον γὰρ δεῖ καὶ εὐδιαίρετον εἶναι τῇ φλογί. διὸ καὶ τὰ ἐσχισμένα τῶν ἀσχίστων εὐκαυστότερα, κωλύει γὰρ ὁ φλοιός. καὶ ἐάν τις κινῇ καὶ μετατιθῇ καιόμενα, καπνωδέστερα, ὅτι συμβαίνει τὰ μὲν μεταστραφέντα σβεννύεσθαι τὰ δὲ μὴ καίεσθαι προσπίπτοντος ἄρτι τοῦ πυρὸς ἀλλ' ὅλα καπνίζειν. ἔνια δὲ καὶ τῶν εὐκαύστων περιφλοισθέντα πολὺ καυστότερα γίνεται καθάπερ τὰ ἐλάινα. διὸ καὶ οὐ πολὺν χρόνον φασὶ δεῖν φυσᾶν, ἐὰν μὴ πλῆθος ᾖ ξύλων. ἡ δὲ δριμύτης τοῦ καπνοῦ κατὰ τὴν ὑγρότητα τὴν ἑκάστου. διὸ καὶ ‹ὁ› ἀπὸ τῶν συκίνων δριμύς· ὀπωδέστατον γάρ. ὁ δὲ τῆς δᾳδὸς καὶ πεύκης οὐ δηκτικός, ὅτι πίων καὶ ἐλαιώδης [ὥσπερ ὁ καπνός], οὐκ ἔχων οὐδὲν τραχὺ καὶ γεῶδες.
[73] ὅτι δ' ἀπὸ μὲν τοῦ ἡλίον φῶς ἅπτουσι τῇ ἀνακλάσει ἀπὸ τῶν λείων, [τί τὸ ἄπορον; συμμιγνύουσι δὲ τὸ ὑπέκκαυμα] ἀπὸ δὲ τοῦ πυρὸς οὐχ ἅπτουσιν, αἴτιον δ' ἥ τε λεπτομέρεια, καὶ ὅτι συνεχὲς γίνεται μᾶλλον ἀνακλώμενον, τὸ δὲ ἀδυνατεῖ διὰ τὴν ἀνομοιότητα. ὥστε τὸ μὲν τῷ ἀθροισμῷ καὶ τῇ λεπτότητι διαδυόμενον εἰς τὸ ἔκκαυμα δύναται καίειν, τὸ δ' οὐδ' ἕτερον ἔχον οὐ δύναται. ἐξάπτεται δὲ ἀπό τε τῆς ὑέλου καὶ ἀπὸ τοῦ χαλκοῦ καὶ τοῦ ἀργύρου τρόπον τινὰ ἐργασθέντων, οὐχ, ὥσπερ Γοργίας φησὶ καὶ ἄλλοι δέ τινες οἴονται, διὰ τὸ ἀπιέναι τὸ πῦρ διὰ τῶν πόρων.
[74] οἱ δ' ἐρριγωκότες κατὰ μικρὸν διαθερμαίνονται καὶ οἱ λουόμενοι χλιαρῷ καταχέονται πρῶτον, ὅπως εἰσδυόμενον διαχέῃ. τὸ γὰρ ἄγαν θερμὸν ἀθρόως συνέκλεισε τοὺς πόρους καὶ ὁτὲ μὲν ἀντιπεριστὰν καὶ συνθλίψαν φρίκην ἐποίησεν, ὁτὲ ‹δ'› ἐκώλυσεν ἐξελθεῖν, ὥστε μὴ πεπαῦσθαι τὸ ῥιγοῦν ἀλλὰ τὰ μὲν περικεκαῦσθαι, τὰ δὲ κατεψῦχθαι καθάπερ καὶ ἐπὶ τῶν κακῶς ὀπτωμένων. καὶ γὰρ ἐνταῦθα τὸ μὲν ἔξω καίεται, τὰ δ' ἐντὸς ὠμά, πυκνουμένων καὶ οὐ διιέντων τῶν πόρων. διὸ καὶ μαλακότητα καὶ συμμετρίαν τινὰ ζητοῦσι πρὸς τὴν ὄπτησιν, καὶ ἐργωδέστερόν φασι τὸ καλῶς ὀπτῆσαι καὶ μᾶλλον τέχνης ἢ τὸ ἑψῆσαι.
[75] οἱ δ' ἄνθρακες γίνονται μὲν μέλανες, ὅτι ἐγκατακέκλεισται ὁ καπνὸς ἐν αὐτοῖς, ‹καὶ› μέλας ὢν φύσει καθάπερ βάπτει. διὸ μελάντατοι οἱ σκευαστοί. καίουσι γὰρ οὕτως, ὥστε ἀποσβέννυσθαι, θνυμιῶτες καὶ κατὰ μικρὸν διδόντες ἀναπνοήν. ἐὰν γὰρ ἐκφλογωθῇ, κατακαίει καὶ διαλλάττει εἰς τέφραν. ὁ δὲ καπνὸς [ὁ] μέλας, ὅτι συγκεῖται ἐξ ὑγροῦ διαλυομένου εἰς πνεῦμα καὶ γεώδους, καὶ ‹τού›του [πνεύματος] ὄντος μέλανος. (ὁ γὰρ ἀὴρ ‹οὐ› φύσει μέλας). ἕως μὲν οὖν ἂν ἔχωσιν πῦρ, ἐρυθροὶ φαίνονται. διὰ γὰρ τοῦ μέλανος τὸ λευκὸν φαίνεται φοινικοῦν ὥσπερ ὁ ἥλιος διὰ καπνοῦ καὶ ἀχλύος. διὸ καὶ ὁ ἄνθραξ τῆς φλογὸς ἐρυθρότερος. λεπτότερος γὰρ ὁ ἀποκρινόμενος καπνὸς τοῦ ἐνυπάρχοντος ἔτι γεώδους τῷ ξύλῳ.
[76] διὸ καὶ ἧττον οὗτος εὐδίοπτος, ἐπεὶ καὶ αὐτῆς τῆς φλογὸς ἡ μᾶλλον καπνώδης καὶ τῶν χλωρῶν ἐρυθρὰ ξύλων. ὅταν δ' ἀποσβεσθῶσι πνίξει συγκατακλειομένου καὶ ἐναποσβεννυμένου τοῦ καπνοῦ μέλανες γίνονται διὰ τὴν λεχθεῖσαν αἰτίαν. τὰ δ' ἐκκρίματα μάλιστα διαδύνει, ὅτι ἐναπολαμβάνεται τὸ πνεῦμα τοῦ πυρός· πνευματῶδες γὰρ μάλιστα τὸ πῦρ. ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἴρηται μέχρι γε τοῦ νῦν, ἀκριβέστερον δὲ πάλιν ἐν ἄλλοις ἐροῦμεν περὶ αὐτῶν.