[1] ΖΕΥΣ
Σὺ μὲν διατίθει τὰ βάθρα καὶ παρασκεύαζε τὸν τόπον τοῖς ἀφικνουμένοις, σὺ δὲ στῆσον ἑξῆς παραγαγὼν τοὺς βίους, ἀλλὰ κοσμήσας πρότερον, ὡς εὐπρόσωποι φανοῦνται καὶ ὅτι πλείστους ἐπάξονται· σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ συγκάλει.
ΕΡΜΗΣ
Ἀγαθῇ τύχῃ τοὺς ὠνητὰς ἤδη παρεῖναι πρὸς τὸ πωλητήριον. ἀποκηρύξομεν δὲ βίους φιλοσόφους παντὸς εἴδους καὶ προαιρέσεων ποικίλων. εἰ δέ τις τὸ παραυτίκα μὴ ἔχει τἀργύριον καταβαλέσθαι, εἰς νέωτα ἐκτίσει καταστήσας ἐγγυητήν.
ΖΕΥΣ
Πολλοὶ συνίασιν· ὥστε χρὴ μὴ διατρίβειν μηδὲ κατέχειν αὐτούς. πωλῶμεν οὖν.
ΕΡΜΗΣ
[2] Τίνα πρῶτον ἐθέλεις παραγάγωμεν;
ΖΕΥΣ
Τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται.
ΕΡΜΗΣ
Οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις.
ΖΕΥΣ
Κήρυττε δή.
ΕΡΜΗΣ
Τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν;
ΑΓΟΡΑΣΤΗΣ
Τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν;
ΕΡΜΗΣ
Ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις.
ΑΓΟΡΑΣΤΗΣ
Ἔξεστιν αὐτὸν ἀνακρίνειν;
ΕΡΜΗΣ
Ἀνάκρινε ἀγαθῇ τύχῃ.
ΑΓΟΡΑΣΤΗΣ
[3] Ποδαπὸς εἶ σύ;
ΠΥΘΑΓΟΡΑΣ
Σάμιος.
ΑΓΟΡΑΣΤΗΣ
Ποῦ δὲ ἐπαιδεύθης;
ΠΥΘΑΓΟΡΑΣ
Ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι.
ΑΓΟΡΑΣΤΗΣ
Φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει;
ΠΥΘΑΓΟΡΑΣ
Διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ.
ΑΓΟΡΑΣΤΗΣ
Πῶς ἀναμνήσεις;
ΠΥΘΑΓΟΡΑΣ
Καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπ' αὐτῇ ῥύπον ἐκκλύσας.
ΑΓΟΡΑΣΤΗΣ
Καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως;
ΠΥΘΑΓΟΡΑΣ
Τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν.
ΑΓΟΡΑΣΤΗΣ
Ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παιδεύειν· ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν;
ΠΥΘΑΓΟΡΑΣ
Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι.
ΑΓΟΡΑΣΤΗΣ
Χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή.
ΠΥΘΑΓΟΡΑΣ
[4] Εἶτ' ἐπὶ τουτέοισιν ἀριθμέειν.
ΑΓΟΡΑΣΤΗΣ
Οἶδα καὶ νῦν ἀριθμεῖν.
ΠΥΘΑΓΟΡΑΣ
Πῶς ἀριθμέεις;
ΑΓΟΡΑΣΤΗΣ
Ἕν, δύο, τρία, τέτταρα.
ΠΥΘΑΓΟΡΑΣ
Ὁρᾷς; ἃ σὺ δοκέεις τέσσαρα, ταῦτα δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὅρκιον.
ΑΓΟΡΑΣΤΗΣ
Οὐ μὰ τὸν μέγιστον τοίνυν ὅρκον τὰ τέτταρα, οὔποτε θειοτέρους λόγους ἤκουσα οὐδὲ μᾶλλον ἱερούς.
ΠΥΘΑΓΟΡΑΣ
Μετὰ δέ, ὦ ξεῖνε, εἴσεαι γῆς τε πέρι καὶ ἠέρος καὶ ὕδατος καὶ πυρὸς ἥτις αὐτέοισιν ἡ φορὴ καὶ ὁκοῖα ἐόντα μορφὴν ὅκως κινέονται.
ΑΓΟΡΑΣΤΗΣ
Μορφὴν γὰρ ἔχει τὸ πῦρ ἢ ἀὴρ ἢ ὕδωρ;
ΠΥΘΑΓΟΡΑΣ
Καὶ μάλα ἐμφανέα· οὐ γὰρ οἷά τε ἀμορφίῃ καὶ ἀσχημοσύνῃ κινέεσθαι. καὶ ἐπὶ τουτέοισι δὲ γνώσεαι τὸν θεὸν ἀριθμὸν ἐόντα καὶ νόον καὶ ἁρμονίην.
ΑΓΟΡΑΣΤΗΣ
Θαυμάσια λέγεις.
ΠΥΘΑΓΟΡΑΣ
[5] Πρὸς δὲ τοῖσδεσι τοῖσιν εἰρημένοισι καὶ σεωυτὸν ἕνα δοκέοντα ἄλλον ὁρεόμενον καὶ ἄλλον ἐόντα εἴσεαι.
ΑΓΟΡΑΣΤΗΣ
Τί φής; ἄλλος εἰμὶ καὶ οὐχ οὗτος ὅσπερ νῦν πρὸς σὲ διαλέγομαι;
ΠΥΘΑΓΟΡΑΣ
Νῦν μὲν οὗτος, πάλαι δὲ ἐν ἄλλῳ σώματι καὶ ἐν ἄλλῳ οὐνόματι ἐφαντάζεο· χρόνῳ δὲ αὖτις ἐς ἄλλον μεταβήσεαι.
ΑΓΟΡΑΣΤΗΣ
Τοῦτο φής, ἀθάνατον ἔσεσθαί με ἀλλαττόμενον [6] ἐς μορφὰς πλείονας; ἀλλὰ τάδε μὲν ἱκανῶς. τὰ δ' ἀμφὶ δίαιταν ὁποῖός τις εἶ;
ΠΥΘΑΓΟΡΑΣ
Ἐμψυχήϊον μὲν οὐδὲ ἓν σιτέομαι, τὰ δὲ ἄλλα πλὴν κυάμων.
ΑΓΟΡΑΣΤΗΣ
Τίνος ἕνεκα; ἢ μυσάττῃ τοὺς κυάμους;
ΠΥΘΑΓΟΡΑΣ
Οὔκ, ἀλλὰ ἱροί εἰσι καὶ θωυμαστὴ αὐτέων ἡ φύσις· πρῶτον μὲν γὰρ τὸ πᾶν γονή εἰσι, καὶ ἢν ἀποδύσῃς κύαμον ἔτι χλωρὸν ἐόντα, ὄψεαι τοῖσιν ἀνδρείοισι μορίοισιν ἐμφερέα τὴν φυήν· ἑψηθέντα δὲ ἢν ἀφῇς ἐς τὴν σεληναίην νυξὶ μεμετρημένῃσιν, αἷμα ποιήσεις. τὸ δὲ μέζον, Ἀθηναίοισι νόμος κυάμοισι τὰς ἀρχὰς αἱρέεσθαι.
ΑΓΟΡΑΣΤΗΣ
Καλῶς πάντα ἔφης καὶ ἱεροπρεπῶς. ἀλλὰ ἀπόδυθι, καὶ γυμνὸν γάρ σε ἰδεῖν βούλομαι. ὦ Ἡράκλεις, χρυσοῦς αὐτῷ ὁ μηρός ἐστι. θεός, οὐ βροτός τις εἶναι φαίνεται· ὥστε ὠνήσομαι πάντως αὐτόν. πόσου τοῦτον ἀποκηρύττεις;
ΕΡΜΗΣ
Δέκα μνῶν.
ΑΓΟΡΑΣΤΗΣ
Ἔχω τοσούτου λαβών.
ΖΕΥΣ
Γράφε τοῦ ὠνησαμένου τοὔνομα καὶ ὅθεν ἐστίν.
ΕΡΜΗΣ
Ἰταλιώτης, ὦ Ζεῦ, δοκεῖ τις εἶναι τῶν ἀμφὶ Κρότωνα καὶ Τάραντα καὶ τὴν ταύτῃ Ἑλλάδα· καίτοι οὐχ εἷς, ἀλλὰ τριακόσιοι σχεδὸν ἐώνηνται κατὰ κοινὸν αὐτόν.
ΖΕΥΣ
Ἀπαγέτωσαν· ἄλλον παράγωμεν.
ΕΡΜΗΣ
[7] Βούλει τὸν αὐχμῶντα ἐκεῖνον, τὸν Ποντικόν;
ΖΕΥΣ
Πάνυ μὲν οὖν.
ΕΡΜΗΣ
Οὗτος ὁ τὴν πήραν ἐξηρτημένος, ὁ ἐξωμίας, ἐλθὲ
καὶ περίιθι ἐν κύκλῳ τὸ συνέδριον. βίον ἀνδρικὸν πωλῶ, βίον ἄριστον καὶ γεννικόν, βίον ἐλεύθερον· τίς ὠνήσεται;
ΑΓΟΡΑΣΤΗΣ
Ὁ κῆρυξ πῶς ἔφης σύ; πωλεῖς τὸν ἐλεύθερον;
ΕΡΜΗΣ
Ἔγωγε.
ΑΓΟΡΑΣΤΗΣ
Εἶτ' οὐ δέδιας μή σοι δικάσηται ἀνδραποδισμοῦ ἢ καὶ προκαλέσηταί σε εἰς Ἄρειον πάγον;
ΕΡΜΗΣ
Οὐδὲν αὐτῷ μέλει τῆς πράσεως· οἴεται γὰρ εἶναι παντάπασιν ἐλεύθερος.
ΑΓΟΡΑΣΤΗΣ
Τί δ' ἄν τις αὐτῷ χρήσαιτο ῥυπῶντι καὶ οὕτω κακοδαιμόνως διακειμένῳ; πλὴν εἰ μὴ σκαπανέα γε καὶ ὑδροφόρον αὐτὸν ἀποδεικτέον.
ΕΡΜΗΣ
Οὐ μόνον, ἀλλὰ καὶ ἢν θυρωρὸν αὐτὸν ἐπιστήσῃς, πολὺ πιστοτέρῳ χρήσῃ τῶν κυνῶν. ἀμέλει κύων αὐτῷ καὶ τὸ ὄνομα.
ΑΓΟΡΑΣΤΗΣ
Ποδαπὸς δέ ἐστιν ἢ τίνα τὴν ἄσκησιν ἐπαγγέλλεται;
ΕΡΜΗΣ
Αὐτὸν ἐροῦ· κάλλιον γὰρ οὕτω ποιεῖν.
ΑΓΟΡΑΣΤΗΣ
Δέδια τὸ σκυθρωπὸν αὐτοῦ καὶ κατηφές, μή με ὑλακτήσῃ προσελθόντα ἢ καὶ νὴ Δία δάκῃ γε. οὐχ ὁρᾷς ὡς διῆρται τὸ ξύλον καὶ συνέσπακε τὰς ὀφρῦς καὶ ἀπειλητικόν τι καὶ χολῶδες ὑποβλέπει;
ΕΡΜΗΣ
Μὴ δέδιθι· τιθασὸς γάρ ἐστι.
ΑΓΟΡΑΣΤΗΣ
[8] Τὸ πρῶτον, ὦ βέλτιστε, ποδαπὸς εἶ;
ΔΙΟΓΕΝΗΣ
Παντοδαπός.
ΑΓΟΡΑΣΤΗΣ
Πῶς λέγεις;
ΔΙΟΓΕΝΗΣ
Τοῦ κόσμου πολίτην ὁρᾷς.
ΑΓΟΡΑΣΤΗΣ
Ζηλοῖς δὲ δὴ τίνα;
ΔΙΟΓΕΝΗΣ
Τὸν Ἡρακλέα.
ΑΓΟΡΑΣΤΗΣ
Τί οὖν οὐχὶ καὶ λεοντῆν ἀμπέχῃ; τὸ μὲν γὰρ ξύλον ἔοικας αὐτῷ.
ΔΙΟΓΕΝΗΣ
Τουτί μοι λεοντῆ, τὸ τριβώνιον. στρατεύομαι δὲ ὥσπερ ἐκεῖνος ἐπὶ τὰς ἡδονάς, οὐ κελευστός, ἀλλὰ ἑκούσιος, ἐκκαθᾶραι τὸν βίον προαιρούμενος.
ΑΓΟΡΑΣΤΗΣ
Εὖ γε τῆς προαιρέσεως. ἀλλὰ τί μάλιστα εἰδέναι σε φῶμεν; ἢ τίνα τὴν τέχνην ἔχεις;
ΔΙΟΓΕΝΗΣ
Ἐλευθερωτής εἰμι τῶν ἀνθρώπων καὶ ἰατρὸς τῶν παθῶν· τὸ δὲ ὅλον ἀληθείας καὶ παρρησίας προφήτης εἶναι βούλομαι.
ΑΓΟΡΑΣΤΗΣ
[9] Εὖ γε, ὦ προφῆτα· ἢν δὲ πρίωμαί σε, τίνα με τὸν τρόπον διασκήσεις;
ΔΙΟΓΕΝΗΣ
Πρῶτον μὲν παραλαβών σε καὶ ἀποδύσας τὴν τρυφὴν καὶ ἀπορίᾳ συγκατακλείσας τριβώνιον περιβαλῶ, μετὰ δὲ πονεῖν καὶ κάμνειν καταναγκάσω χαμαὶ καθεύδοντα καὶ ὕδωρ πίνοντα καὶ ὧν ἔτυχεν ἐμπιμπλάμενον, τὰ δὲ χρήματα, ἢν ἔχῃς, ἐμοὶ πειθόμενος εἰς τὴν θάλατταν φέρων ἐμβαλεῖς, γάμου δὲ ἀμελήσεις καὶ παίδων καὶ πατρίδος, καὶ πάντα σοι ταῦτα λῆρος ἔσται, καὶ τὴν πατρῴαν οἰκίαν ἀπολιπὼν ἢ τάφον οἰκήσεις ἢ πυργίον ἔρημον ἢ καὶ πίθον· ἡ πήρα δέ σοι θέρμων ἔσται μεστὴ καὶ ὀπισθογράφων βιβλίων· καὶ οὕτως ἔχων εὐδαιμονέστερος εἶναι φήσεις τοῦ μεγάλου βασιλέως. ἢν μαστιγοῖ δέ τις ἢ στρεβλοῖ, τούτων οὐδὲν ἀνιαρὸν ἡγήσῃ.
ΑΓΟΡΑΣΤΗΣ
Πῶς τοῦτο φὴς τὸ μὴ ἀλγεῖν μαστιγούμενον; οὐ γὰρ χελώνης ἢ καράβου τὸ δέρμα περιβέβλημαι.
ΔΙΟΓΕΝΗΣ
Τὸ Εὐριπίδειον ἐκεῖνο ζηλώσεις μικρὸν ἐναλλάξας.
ΑΓΟΡΑΣΤΗΣ
Τὸ ποῖον;
ΔΙΟΓΕΝΗΣ
Ἡ φρήν σοι ἀλγήσει, ἡ δὲ γλῶσσα ἔσται ἀνάλγητος.
[10] ἃ δὲ μάλιστα δεῖ προσεῖναι, ταῦτά ἐστιν· ἰταμὸν χρὴ εἶναι καὶ θρασὺν καὶ λοιδορεῖσθαι πᾶσιν ἑξῆς καὶ βασιλεῦσι καὶ ἰδιώταις· οὕτω γὰρ ἀποβλέψονταί σε καὶ ἀνδρεῖον ὑπολήψονται. βάρβαρος δὲ ἡ φωνὴ ἔστω καὶ ἀπηχὲς τὸ φθέγμα καὶ ἀτεχνῶς ὅμοιον κυνί, καὶ πρόσωπον δὲ ἐντεταμένον καὶ βάδισμα τοιούτῳ προσώπῳ πρέπον, καὶ ὅλως θηριώδη τὰ πάντα καὶ ἄγρια. αἰδὼς δὲ καὶ ἐπιείκεια καὶ μετριότης ἀπέστω, καὶ τὸ ἐρυθριᾶν ἀπόξυσον τοῦ προσώπου παντελῶς. δίωκε δὲ τὰ πολυανθρωπότατα τῶν χωρίων, καὶ ἐν αὐτοῖς τούτοις μόνος καὶ ἀκοινώνητος εἶναι θέλε μὴ φίλον, μὴ ξένον προσιέμενος· κατάλυσις γὰρ τὰ τοιαῦτα τῆς ἀρχῆς. ἐν ὄψει δὲ πάντων, ἃ μηδὲ ἰδίᾳ ποιήσειεν ἄν τις, θαρρῶν ποίει, καὶ τῶν ἀφροδισίων αἱροῦ τὰ γελοιότερα, καὶ τέλος, ἤν σοι δοκῇ, πολύποδα ὠμὸν ἢ σηπίαν φαγὼν ἀπόθανε. ταύτην σοι τὴν εὐδαιμονίαν προξενοῦμεν.
ΑΓΟΡΑΣΤΗΣ
[11] Ἄπαγε· μιαρὰ γὰρ καὶ οὐκ ἀνθρώπινα λέγεις.
ΔΙΟΓΕΝΗΣ
Ἀλλὰ ῥᾷστά γε, ὦ οὗτος, καὶ πᾶσιν εὐχερῆ μετελθεῖν· οὐ γάρ σοι δεήσει παιδείας καὶ λόγων καὶ λήρων, ἀλλ' ἐπίτομος αὕτη σοι πρὸς δόξαν ἡ ὁδός· κἂν ἰδιώτης ᾖς, ἤτοι σκυτοδέψης ἢ ταριχοπώλης ἢ τέκτων ἢ τραπεζίτης, οὐδέν σε κωλύσει θαυμαστὸν εἴναι, ἢν μόνον ἡ ἀναίδεια καὶ τὸ θράσος παρῇ καὶ λοιδορεῖσθαι καλῶς ἐκμάθῃς.
ΑΓΟΡΑΣΤΗΣ
Πρὸς ταῦτα μὲν οὐ δέομαί σου. ναύτης δ' ἂν ἴσως ἢ κηπουρὸς ἐν καιρῷ γένοιο, καὶ ταῦτα, ἢν ἐθέλῃ σε ἀποδόσθαι οὑτοσὶ τὸ μέγιστον δύ' ὀβολῶν.
ΕΡΜΗΣ
Ἔχε λαβών· καὶ γὰρ ἄσμενοι ἀπαλλαξόμεθα ἐνοχλοῦντος αὐτοῦ καὶ βοῶντος καὶ ἅπαντας ἁπαξαπλῶς ὑβρίζοντος καὶ ἀγορεύοντος κακῶς.
ΖΕΥΣ
[12] Ἄλλον κάλει τὸν Κυρηναῖον, τὸν ἐν τῇ πορφυρίδι, τὸν ἐστεφανωμένον.
ΕΡΜΗΣ
Ἄγε δή, πρόσεχε πᾶς· πολυτελὲς τὸ χρῆμα καὶ πλουσίων δεόμενον. βίος οὗτος ἥδιστος, βίος τρισμακάριστος. τίς ἐπιθυμεῖ τρυφῆς; τίς ὠνεῖται τὸν ἁβρότατον;
ΑΓΟΡΑΣΤΗΣ
Ἐλθὲ σὺ καὶ λέγε ἅπερ εἰδὼς τυγχάνεις· ὠνήσομαι γάρ σε, ἢν ὠφέλιμος ᾖς.
ΕΡΜΗΣ
Μὴ ἐνόχλει αὐτόν, ὦ βέλτιστε, μηδὲ ἀνάκρινε· μεθύει γάρ. ὥστε οὐκ ἂν ἀποκρίναιτό σοι, τὴν γλῶτταν, ὡς ὁρᾷς, διολισθάνων.
ΑΓΟΡΑΣΤΗΣ
Καὶ τίς ἂν εὖ φρονῶν πρίαιτο διεφθαρμένον οὕτω καὶ ἀκόλαστον ἀνδράποδον; ὅσον δὲ καὶ ἀποπνεῖ μύρων, ὡς δὲ καὶ σφαλερὸν βαδίζει καὶ παράφορον. ἀλλὰ κἂν σύ γε, ὦ Ἑρμῆ, λέγε ὁποῖα πρόσεστιν αὐτῷ καὶ ἃ μετιὼν τυγχάνει.
ΕΡΜΗΣ
Τὸ μὲν ὅλον, συμβιῶναι δεξιὸς καὶ συμπιεῖν ἱκανὸς καὶ κωμάσαι μετὰ αὐλητρίδος ἐπιτήδειος ἐρῶντι καὶ ἀσώτῳ δεσπότῃ· τὰ ἄλλα δὲ πεμμάτων ἐπιστήμων καὶ ὀψοποιὸς ἐμπειρότατος, καὶ ὅλως σοφιστὴς ἡδυπαθείας. ἐπαιδεύθη μὲν οὖν Ἀθήνησιν, ἐδούλευσε δὲ καὶ περὶ Σικελίαν τοῖς τυράννοις καὶ σφόδρα εὐδοκίμει παρ' αὐτοῖς. τὸ δὲ κεφάλαιον τῆς προαιρέσεως, ἁπάντων καταφρονεῖν, ἅπασι χρῆσθαι, πανταχόθεν ἐρανίζεσθαι τὴν ἡδονήν.
ΑΓΟΡΑΣΤΗΣ
Ὥρα σοι ἄλλον περιβλέπειν τῶν πλουσίων τούτων καὶ πολυχρημάτων· ἐγὼ μὲν γὰρ οὐκ ἐπιτήδειος ἱλαρὸν ὠνεῖσθαι βίον.
ΕΡΜΗΣ
Ἄπρατος ἔοικεν ἡμῖν οὗτος, ὦ Ζεῦ, μένειν.
ΖΕΥΣ
[13] Μετάστησον· ἄλλον παράγε· μᾶλλον δὲ τὼ δύο τούτω, τὸν γελῶντα τὸν Ἀβδηρόθεν καὶ τὸν κλάοντα τὸν ἐξ Ἐφέσου· ἅμα γὰρ αὐτὼ πεπρᾶσθαι βούλομαι.
ΕΡΜΗΣ
Κατάβητον ἐς τὸ μέσον. τὼ ἀρίστω βίω πωλῶ, τὼ σοφωτάτω πάντων ἀποκηρύττομεν.
ΑΓΟΡΑΣΤΗΣ
Ὦ Ζεῦ τῆς ἐναντιότητος. ὁ μὲν οὐ διαλείπει γελῶν, ὁ δέ τινα ἔοικε πενθεῖν· δακρύει γοῦν τὸ παράπαν. τί ταῦτα, ὦ οὗτος; τί γελᾷς;
ΔΗΜΟΚΡΙΤΟΣ
Ἐρωτᾷς; ὅτι μοι γελοῖα πάντα δοκέει τὰ πρήγματα ὑμέων καὶ αὐτοὶ ὑμέες.
ΑΓΟΡΑΣΤΗΣ
Πῶς λέγεις; καταγελᾷς ἡμῶν ἁπάντων καὶ παρ' οὐδὲν τίθεσαι τὰ ἡμέτερα πράγματα;
ΔΗΜΟΚΡΙΤΟΣ
Ὧδε ἔχει· σπουδαῖον γὰρ ἐν αὐτέοισιν οὐδέν, κενεὰ δὲ πάντα καὶ ἀτόμων φορὴ καὶ ἀπειρίη.
ΑΓΟΡΑΣΤΗΣ
Οὐ μὲν οὖν, ἀλλὰ σὺ κενὸς ὡς ἀληθῶς καὶ [14] ἄπειρος. ὢ τῆς ὕβρεως, οὐ παύσῃ γελῶν; σὺ δὲ τί κλάεις, ὦ βέλτιστε; πολὺ γὰρ οἶμαι κάλλιον σοὶ προσλαλεῖν.
ΗΡΑΚΛΕΙΤΟΣ
Ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα ὀϊζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον· τὸ δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι, καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δὲ ὑστέρῳ χρόνῳ ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δὲ τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορήν· ταῦτα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλ' ὅκως ἐς κυκεῶνα τὰ πάντα συνειλέονται καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῇ τοῦ αἰῶνος παιδιῇ.
ΑΓΟΡΑΣΤΗΣ
Τί γὰρ ὁ αἰών ἐστι;
ΗΡΑΚΛΕΙΤΟΣ
Παῖς παίζων, πεσσεύων, διαφερόμενος, συμφερόμενος.
ΑΓΟΡΑΣΤΗΣ
Τί δὲ ἄνθρωποι;
ΗΡΑΚΛΕΙΤΟΣ
Θεοὶ θνητοί.
ΑΓΟΡΑΣΤΗΣ
Τί δὲ θεοί;
ΗΡΑΚΛΕΙΤΟΣ
Ἄνθρωποι ἀθάνατοι.
ΑΓΟΡΑΣΤΗΣ
Αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης; ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς.
ΗΡΑΚΛΕΙΤΟΣ
Οὐδὲν γάρ μοι μέλει ὑμέων.
ΑΓΟΡΑΣΤΗΣ
Τοιγαροῦν οὐδὲ ὠνήσεταί σέ τις εὖ φρονῶν.
ΗΡΑΚΛΕΙΤΟΣ
Ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι.
ΑΓΟΡΑΣΤΗΣ
Τουτὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστίν· οὐδέτερον δὲ ὅμως αὐτῶν ἔγωγε ὠνήσομαι.
ΕΡΜΗΣ
Ἄπρατοι καὶ οὗτοι μένουσιν.
ΖΕΥΣ
Ἄλλον ἀποκήρυττε.
ΕΡΜΗΣ
[15] Βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον;
ΖΕΥΣ
Πάνυ μὲν οὖν.
ΕΡΜΗΣ
Δεῦρο ἐλθὲ σύ. βίον ἀγαθὸν καὶ συνετὸν ἀποκηρύττομεν. τίς ὠνεῖται τὸν ἱερώτατον;
ΑΓΟΡΑΣΤΗΣ
Εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις;
ΣΩΚΡΑΤΗΣ
Παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά.
ΑΓΟΡΑΣΤΗΣ
Πῶς οὖν ἐγὼ πρίωμαί σε; παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι.
ΣΩΚΡΑΤΗΣ
Τίς δ' ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι καλῷ; καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν ψυχὴν δὲ ἡγοῦμαι καλήν. ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόντων μηδὲν ὑπ' ἐμοῦ δεινὸν παθεῖν.
ΑΓΟΡΑΣΤΗΣ
Ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα τῆς ψυχῆς πολυπραγμονεῖν, καὶ ταῦτα ἐπ' ἐξουσίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.
ΣΩΚΡΑΤΗΣ
[16] Καὶ μὴν ὀμνύω γέ σοι τὸν κύνα καὶ τὴν πλάτανον οὕτω ταῦτα ἔχειν.
ΑΓΟΡΑΣΤΗΣ
Ἡράκλεις τῆς ἀτοπίας τῶν θεῶν.
ΣΩΚΡΑΤΗΣ
Τί σὺ λέγεις; οὐ δοκεῖ σοι ὁ κύων εἶναι θεός; οὐχ ὁρᾷς τὸν Ἄνουβιν ἐν Αἰγύπτῳ ὅσος; καὶ τὸν ἐν οὐρανῷ Σείριον καὶ τὸν παρὰ τοῖς κάτω Κέρβερον;
ΑΓΟΡΑΣΤΗΣ
[17] Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον. ἀλλὰ τίνα βιοῖς τὸν τρόπον;
ΣΩΚΡΑΤΗΣ
Οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶμαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς.
ΑΓΟΡΑΣΤΗΣ
Ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων.
ΣΩΚΡΑΤΗΣ
Ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι
δοκεῖ· μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου.
ΑΓΟΡΑΣΤΗΣ
Τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νόμους;
ΣΩΚΡΑΤΗΣ
Νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν.
ΑΓΟΡΑΣΤΗΣ
Τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ;
ΣΩΚΡΑΤΗΣ
Καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις.
ΑΓΟΡΑΣΤΗΣ
[18] Βαβαὶ τῆς φιλοδωρίας. τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον;
ΣΩΚΡΑΤΗΣ
Αἱ ἰδέαι καὶ τὰ τῶν ὄντων παραδείγματα· ὁπόσα γὰρ δὴ ὁρᾷς, τὴν γῆν, τὰ ἐπὶ γῆς, τὸν οὐρανόν, τὴν θάλατταν, ἁπάντων τούτων εἰκόνες ἀφανεῖς ἑστᾶσιν ἔξω τῶν ὅλων.
ΑΓΟΡΑΣΤΗΣ
Ποῦ δὲ ἑστᾶσιν;
ΣΩΚΡΑΤΗΣ
Οὐδαμοῦ· εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν.
ΑΓΟΡΑΣΤΗΣ
Οὐχ ὁρῶ ταῦθ' ἅπερ λέγεις τὰ παραδείγματα.
ΣΩΚΡΑΤΗΣ
Εἰκότως· τυφλὸς γὰρ εἶ τῆς ψυχῆς τὸν ὀφθαλμόν. ἐγὼ δὲ πάντων ὁρῶ εἰκόνας καὶ σὲ ἀφανῆ κἀμὲ ἄλλον, καὶ ὅλως διπλᾶ πάντα.
ΑΓΟΡΑΣΤΗΣ
Τοιγαροῦν ὠνητέος εἶ σοφὸς καὶ ὀξυδερκής τις ὤν. φέρε ἴδω τί καὶ πράξεις με ὑπὲρ αὐτοῦ σύ;
ΕΡΜΗΣ
Δὸς δύο τάλαντα.
ΑΓΟΡΑΣΤΗΣ
Ὠνησάμην ὅσου φής. τἀργύριον μέντοι εἰς αὖθις καταβαλῶ.
ΕΡΜΗΣ
[19] Τί σοι τοὔνομα;
ΑΓΟΡΑΣΤΗΣ
Δίων Συρακούσιος.
ΕΡΜΗΣ
Ἄγε λαβὼν ἀγαθῇ τύχῃ. τὸν Ἐπικούρειον σὲ ἤδη καλῶ. τίς ὠνήσεται τοῦτον; ἔστι μὲν τοῦ γελῶντος ἐκείνου μαθητὴς καὶ τοῦ μεθύοντος, οὓς μικρῷ πρόσθεν ἀπεκηρύττομεν. ἓν δὲ πλέον οἶδεν αὐτῶν, παρ' ὅσον δυσσεβέστερος τυγχάνει· τὰ δὲ ἄλλα ἡδὺς καὶ λιχνείᾳ φίλος.
ΑΓΟΡΑΣΤΗΣ
Τίς ἡ τιμή;
ΕΡΜΗΣ
Δύο μναῖ.
ΑΓΟΡΑΣΤΗΣ
Λάμβανε· τὸ δεῖνα δέ, ὅπως εἰδῶ, τίσι χαίρει τῶν ἐδεσμάτων;
ΕΡΜΗΣ
Τὰ γλυκέα σιτεῖται καὶ τὰ μελιτώδη καὶ μάλιστά γε τὰς ἰσχάδας.
ΑΓΟΡΑΣΤΗΣ
Χαλεπὸν οὐδέν· ὠνησόμεθα γὰρ αὐτῷ παλάθας τῶν Καρικῶν.
ΖΕΥΣ
[20] Ἄλλον κάλει, τὸν ἐν χρῷ κουρίαν ἐκεῖνον, τὸν σκυθρωπόν, τὸν ἀπὸ τῆς στοᾶς.
ΕΡΜΗΣ
Εὖ λέγεις· ἐοίκασι γὰρ πολύ τι πλῆθος αὐτὸν περιμένειν τῶν ἐπὶ τὴν ἀγορὰν ἀπηντηκότων. αὐτὴν τὴν ἀρετὴν πωλῶ, τῶν βίων τὸν τελειότατον. τίς ἅπαντα μόνος εἰδέναι θέλει;
ΑΓΟΡΑΣΤΗΣ
Πῶς τοῦτο φής;
ΕΡΜΗΣ
Ὅτι μόνος οὗτος σοφός, μόνος καλός, μόνος δίκαιος ἀνδρεῖος βασιλεὺς ῥήτωρ πλούσιος νομοθέτης καὶ τὰ ἄλλα ὁπόσα ἐστίν.
ΑΓΟΡΑΣΤΗΣ
Οὐκοῦν καὶ μάγειρος μόνος, καὶ νὴ Δία γε σκυτοδέψης ἢ τέκτων καὶ τὰ τοιαῦτα;
ΕΡΜΗΣ
Ἔοικεν.
ΑΓΟΡΑΣΤΗΣ
[21] Ἐλθέ, ὦγαθέ, καὶ λέγε πρὸς τὸν ὠνητὴν ἐμὲ ποῖός τις εἶ, καὶ πρῶτον εἰ οὐκ ἄχθῃ πιπρασκόμενος καὶ δοῦλος ὤν.
ΧΡΥΣΙΠΠΟΣ
Οὐδαμῶς· οὐ γὰρ ἐφ' ἡμῖν ταῦτά ἐστιν. ἃ δὲ οὐκ ἐφ' ἡμῖν, ἀδιάφορα εἶναι συμβέβηκεν.
ΑΓΟΡΑΣΤΗΣ
Οὐ μανθάνω ᾗ καὶ λέγεις.
ΧΡΥΣΙΠΠΟΣ
Τί φής; οὐ μανθάνεις ὅτι τῶν τοιούτων τὰ μέν ἐστι προηγμένα, τὰ δ' ἀνάπαλιν ἀποπροηγμένα;
ΑΓΟΡΑΣΤΗΣ
Οὐδὲ νῦν μανθάνω.
ΧΡΥΣΙΠΠΟΣ
Εἰκότως· οὐ γὰρ εἶ συνήθης τοῖς ἡμετέροις ὀνόμασιν οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις, ὁ δὲ σπουδαῖος ὁ τὴν λογικὴν θεωρίαν ἐκμαθὼν οὐ μόνον ταῦτα οἶδεν, ἀλλὰ καὶ σύμβαμα καὶ παρασύμβαμα ὁποῖα καὶ ὁπόσον ἀλλήλων διαφέρει.
ΑΓΟΡΑΣΤΗΣ
Πρὸς τῆς σοφίας, μὴ φθονήσῃς κἂν τοῦτο
εἰπεῖν, τί τὸ σύμβαμα καὶ τὸ παρασύμβαμα· καὶ γὰρ οὐκ οἶδ' ὅπως ἐπλήγην ὑπὸ τοῦ ῥυθμοῦ τῶν ὀνομάτων.
ΧΡΥΣΙΠΠΟΣ
Ἀλλ' οὐδεὶς φθόνος· ἢν γάρ τις χωλὸς ὢν αὐτῷ ἐκείνῳ τῷ χωλῷ ποδὶ προσπταίσας λίθῳ τραῦμα ἐξ ἀφανοῦς λάβῃ, ὁ τοιοῦτος εἶχε μὲν δήπου σύμβαμα τὴν χωλείαν, τὸ τραῦμα δὲ παρασύμβαμα προσέλαβεν.
ΑΓΟΡΑΣΤΗΣ
[22] Ὢ τῆς ἀγχινοίας· τί δὲ ἄλλο μάλιστα φὴς εἰδέναι;
ΧΡΥΣΙΠΠΟΣ
Τὰς τῶν λόγων πλεκτάνας αἷς συμποδίζω τοὺς προσομιλοῦντας καὶ ἀποφράττω καὶ σιωπᾶν ποιῶ, φιμὸν ἀτεχνῶς αὐτοῖς περιτιθείς· ὄνομα δὲ τῇ δυνάμει ταύτῃ ὁ ἀοίδιμος συλλογισμός.
ΑΓΟΡΑΣΤΗΣ
Ἡράκλεις, ἄμαχόν τινα καὶ βίαιον λέγεις.
ΧΡΥΣΙΠΠΟΣ
Σκόπει γοῦν· ἔστι σοι παιδίον;
ΑΓΟΡΑΣΤΗΣ
Τί μήν;
ΧΡΥΣΙΠΠΟΣ
Τοῦτο ἤν πως κροκόδειλος ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾆτά σοι ἀποδώσειν ὑπισχνῆται αὐτό, ἢν εἴπῃς τἀληθὲς ὅ τι δέδοκται αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι;
ΑΓΟΡΑΣΤΗΣ
Δυσαπόκριτον ἐρωτᾷς. ἀπορῶ γὰρ ὁπότερον εἰπὼν ἀπολάβοιμι. ἀλλὰ σὺ πρὸς Διὸς ἀποκρινάμενος ἀνάσωσαί μοι τὸ παιδίον, μὴ καὶ φθάσῃ αὐτὸ καταπιών.
ΧΡΥΣΙΠΠΟΣ
Θάρρει· καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώτερα.
ΑΓΟΡΑΣΤΗΣ
Τὰ ποῖα;
ΧΡΥΣΙΠΠΟΣ
Τὸν θερίζοντα καὶ τὸν κυριεύοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον.
ΑΓΟΡΑΣΤΗΣ
Τίνα τοῦτον τὸν ἐγκεκαλυμμένον ἢ τίνα τὴν Ἠλέκτραν λέγεις;
ΧΡΥΣΙΠΠΟΣ
Ἠλέκτραν μὲν ἐκείνην τὴν πάνυ, τὴν Ἀγαμέμνονος, ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδε· παρεστῶτος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος οἶδε μὲν Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης ἀγνοεῖ. τὸν δ' αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυμαστὸν ἀκούσῃ λόγον· ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ;
ΑΓΟΡΑΣΤΗΣ
Ναί.
ΧΡΥΣΙΠΠΟΣ
Τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι, τοῦτον οἶσθα; τί φήσεις;
ΑΓΟΡΑΣΤΗΣ
Δηλαδὴ ἀγνοεῖν.
ΧΡΥΣΙΠΠΟΣ
[23] Ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός· ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.
ΑΓΟΡΑΣΤΗΣ
Οὐ μὲν οὖν· ἀλλ' ἀποκαλύψας αὐτὸν εἴσομαι τὴν ἀλήθειαν. ὅμως δ' οὖν τί σοι τῆς σοφίας τὸ τέλος, ἢ τί πράξεις πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀφικόμενος;
ΧΡΥΣΙΠΠΟΣ
Περὶ τὰ πρῶτα κατὰ φύσιν τότε γενήσομαι, λέγω δὲ πλοῦτον, ὑγίειαν καὶ τὰ τοιαῦτα. πρότερον δὲ ἀνάγκη πολλὰ προπονῆσαι λεπτογράφοις βιβλίοις παραθήγοντα τὴν ὄψιν καὶ σχόλια συναγείροντα καὶ σολοικισμῶν ἐμπιπλάμενον καὶ ἀτόπων ῥημάτων· καὶ τὸ κεφάλαιον, οὐ θέμις γενέσθαι σοφόν, ἢν μὴ τρὶς ἐφεξῆς τοῦ ἐλλεβόρου πίῃς.
ΑΓΟΡΑΣΤΗΣ
Γενναῖά σου ταῦτα καὶ δεινῶς ἀνδρικά. τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον ‑ καὶ γὰρ τάδε ὁρῶ σοι προσόντα ‑ τί φῶμεν, ἀνδρὸς ἤδη πεπωκότος τὸν ἐλλέβορον καὶ τελείου πρὸς ἀρετήν;
ΧΡΥΣΙΠΠΟΣ
Ναί· μόνῳ γοῦν τὸ δανείζειν πρέποι ἂν τῷ σοφῷ· ἐπεὶ γὰρ ἴδιον αὐτοῦ συλλογίζεσθαι, τὸ δανείζειν δὲ καὶ λογίζεσθαι τοὺς τόκους πλησίον εἶναι δοκεῖ τῷ συλλογίζεσθαι, μόνου ἂν εἴη τοῦ σπουδαίου καθάπερ ἐκεῖνο καὶ τοῦτο, καὶ οὐ μόνον γε ἁπλοῦς, ὥσπερ οἱ ἄλλοι, τοὺς τόκους, ἀλλὰ καὶ τούτων ἑτέρους τόκους λαμβάνειν· ἢ γὰρ ἀγνοεῖς ὅτι τῶν τόκων οἱ μέν εἰσι πρῶτοί τινες, οἱ δὲ δεύτεροι, καθάπερ αὐτῶν ἐκείνων ἀπόγονοι; ὁρᾷς δὲ δὴ καὶ τὸν συλλογισμὸν ὁποῖά φησιν· εἰ τὸν πρῶτον τόκον λήψεται, λήψεται καὶ τὸν δεύτερον· ἀλλὰ μὴν τὸν πρῶτον λήψεται, λήψεται ἄρα καὶ τὸν δεύτερον.
ΑΓΟΡΑΣΤΗΣ
[24] Οὐκοῦν καὶ μισθῶν πέρι τὰ αὐτὰ φῶμεν, οὓς σὺ λαμβάνεις ἐπὶ τῇ σοφίᾳ παρὰ τῶν νέων, καὶ δῆλον ὅτι μόνος ὁ σπουδαῖος μισθὸν ἐπὶ τῇ ἀρετῇ λήψεται;
ΧΡΥΣΙΠΠΟΣ
Μανθάνεις· οὐ γὰρ ἐμαυτοῦ ἕνεκα λαμβάνω, τοῦ δὲ διδόντος αὐτοῦ χάριν· ἐπεὶ γάρ ἐστιν ὁ μέν τις ἐκχύτης, ὁ δὲ περιεκτικός, ἐμαυτὸν μὲν ἀσκῶ εἶναι περιεκτικόν, τὸν δὲ μαθητὴν ἐκχύτην.
ΑΓΟΡΑΣΤΗΣ
Καὶ μὴν τοὐναντίον ἐχρῆν τὸν νέον μὲν εἶναι περιεκτικόν, σὲ δὲ τὸν μόνον πλούσιον ἐκχύτην.
ΧΡΥΣΙΠΠΟΣ
Σκώπτεις, ὦ οὗτος. ἀλλ' ὅρα μή σε ἀποτοξεύσω τῷ ἀναποδείκτῳ συλλογισμῷ.
ΑΓΟΡΑΣΤΗΣ
Καὶ τί δεινὸν ἀπὸ τοῦ βέλους;
ΧΡΥΣΙΠΠΟΣ
Ἀπορία καὶ σιωπὴ καὶ διαστραφῆναι τὴν διάνοιαν.
[25] ὃ δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀποδείξω λίθον.
ΑΓΟΡΑΣΤΗΣ
Πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς.
ΧΡΥΣΙΠΠΟΣ
Ὧδέ πως· ὁ λίθος σῶμά ἐστι;
ΑΓΟΡΑΣΤΗΣ
Ναί.
ΧΡΥΣΙΠΠΟΣ
Τί δέ; τὸ ζῷον οὐ σῶμα;
ΑΓΟΡΑΣΤΗΣ
Ναί.
ΧΡΥΣΙΠΠΟΣ
Σὺ δὲ ζῷον;
ΑΓΟΡΑΣΤΗΣ
Ἔοικα γοῦν.
ΧΡΥΣΙΠΠΟΣ
Λίθος ἄρα εἶ σῶμα ὤν.
ΑΓΟΡΑΣΤΗΣ
Μηδαμῶς. ἀλλ' ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον.
ΧΡΥΣΙΠΠΟΣ
Οὐ χαλεπόν· ἀλλ' ἔμπαλιν ἴσθι ἄνθρωπος. εἰπὲ γάρ μοι, πᾶν σῶμα ζῷον;
ΑΓΟΡΑΣΤΗΣ
Οὔ.
ΧΡΥΣΙΠΠΟΣ
Τί δέ; λίθος ζῷον;
ΑΓΟΡΑΣΤΗΣ
Οὔ.
ΧΡΥΣΙΠΠΟΣ
Σὺ δὲ σῶμα εἶ;
ΑΓΟΡΑΣΤΗΣ
Ναί.
ΧΡΥΣΙΠΠΟΣ
Σῶμα δὲ ὢν ζῷον εἶ;
ΑΓΟΡΑΣΤΗΣ
Ναί.
ΧΡΥΣΙΠΠΟΣ
Οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν.
ΑΓΟΡΑΣΤΗΣ
Εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν. ἀλλὰ ὠνήσομαί γε σέ. πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ;
ΕΡΜΗΣ
Μνᾶς δώδεκα.
ΑΓΟΡΑΣΤΗΣ
Λάμβανε.
ΕΡΜΗΣ
Μόνος δὲ αὐτὸν ἐώνησαι;
ΑΓΟΡΑΣΤΗΣ
Μὰ Δί', ἀλλ' οὗτοι πάντες οὓς ὁρᾷς.
ΕΡΜΗΣ
Πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.
ΖΕΥΣ
[26] Μὴ διάτριβε· ἄλλον κάλει τὸν Περιπατητικόν.
ΕΡΜΗΣ
Σέ φημι, τὸν καλόν, τὸν πλούσιον. ἄγε δή, ὠνήσασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπιστάμενον.
ΑΓΟΡΑΣΤΗΣ
Ποῖος δέ τις ἐστί;
ΕΡΜΗΣ
Μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγιστον, διπλοῦς.
ΑΓΟΡΑΣΤΗΣ
Πῶς λέγεις;
ΕΡΜΗΣ
Ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ ἔντοσθεν εἶναι δοκεῖ· ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν.
ΑΓΟΡΑΣΤΗΣ
Τί δὲ γινώσκει μάλιστα;
ΕΡΜΗΣ
Τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός.
ΑΓΟΡΑΣΤΗΣ
Ἀνθρώπινα φρονεῖ. πόσου δέ ἐστιν;
ΕΡΜΗΣ
Εἴκοσι μνῶν.
ΑΓΟΡΑΣΤΗΣ
Πολλοῦ λέγεις.
ΕΡΜΗΣ
Οὔκ, ὦ μακάριε· καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος. ἔτι δὲ εἴσῃ αὐτίκα μάλα παρ' αὐτοῦ πόσον μὲν ὁ κώνωψ βιοῖ τὸν χρόνον, ἐφ' ὁπόσον δὲ βάθος ἡ θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ἡ ψυχὴ τῶν ὀστρείων.
ΑΓΟΡΑΣΤΗΣ
Ἡράκλεις τῆς ἀκριβολογίας.
ΕΡΜΗΣ
Τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερκέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον;
ΑΓΟΡΑΣΤΗΣ
Πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ μαθήματα, ὥστε ὠνοῦμαι αὐτὸν τῶν εἴκοσιν.
ΕΡΜΗΣ
[27] Εἶεν.
ΖΕΥΣ
Τίς λοιπὸς ἡμῖν;
ΕΡΜΗΣ
Καταλείπεται ὁ Σκεπτικὸς οὗτος. σὺ ὁ Πυρρίας πρόσιθι καὶ ἀποκηρύττου κατὰ τάχος. ἤδη μὲν ὑπορρέουσιν οἱ πολλοὶ καὶ ἐν ὀλίγοις ἡ πρᾶσις ἔσται. ὅμως δὲ τίς καὶ τοῦτον ὠνήσεται;
ΑΓΟΡΑΣΤΗΣ
Ἔγωγε. ἀλλὰ πρῶτον εἰπέ μοι, σὺ τί ἐπίστασαι;
ΠΥΡΡΩΝ
Οὐδέν.
ΑΓΟΡΑΣΤΗΣ
Πῶς τοῦτο ἔφησθα;
ΠΥΡΡΩΝ
Ὅτι οὐδὲν ὅλως εἶναί μοι δοκεῖ.
ΑΓΟΡΑΣΤΗΣ
Οὐδὲ ἡμεῖς ἄρα ἐσμέν τινες;
ΠΥΡΡΩΝ
Οὐδὲ τοῦτο οἶδα.
ΑΓΟΡΑΣΤΗΣ
Οὐδὲ ὅτι σύ τις ὢν τυγχάνεις;
ΠΥΡΡΩΝ
Πολὺ μᾶλλον ἔτι τοῦτο ἀγνοῶ.
ΑΓΟΡΑΣΤΗΣ
Ὢ τῆς ἀπορίας. τί δέ σοι τὰ σταθμία ταυτὶ βούλεται;
ΠΥΡΡΩΝ
Ζυγοστατῶ ἐν αὐτοῖς τοὺς λόγους καὶ πρὸς τὸ ἴσον ἀπευθύνω, καὶ ἐπειδὰν ἀκριβῶς ὁμοίους τε καὶ ἰσοβαρεῖς ἴδω, τότε δὴ τότε ἀγνοῶ τὸν ἀληθέστερον.
ΑΓΟΡΑΣΤΗΣ
Τῶν ἄλλων δὲ τί ἂν πράττοις ἐμμελῶς;
ΠΥΡΡΩΝ
Τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν.
ΑΓΟΡΑΣΤΗΣ
Τί δὲ τοῦτό σοι ἀδύνατον;
ΠΥΡΡΩΝ
Ὅτι, ὦγαθέ, οὐ καταλαμβάνω.
ΑΓΟΡΑΣΤΗΣ
Εἰκότως· βραδὺς γὰρ καὶ νωθής τις εἶναι δοκεῖς. ἀλλὰ τί σοι τὸ τέλος τῆς ἐπιστάσεως;
ΠΥΡΡΩΝ
Ἡ ἀμαθία καὶ τὸ μήτε ἀκούειν μήτε ὁρᾶν.
ΑΓΟΡΑΣΤΗΣ
Οὐκοῦν καὶ τὸ τυφλὸς ἅμα καὶ κωφὸς εἶναι λέγεις;
ΠΥΡΡΩΝ
Καὶ ἄκριτός γε προσέτι καὶ ἀναίσθητος καὶ ὅλως τοῦ σκώληκος οὐδὲν διαφέρων.
ΑΓΟΡΑΣΤΗΣ
Ὠνητέος εἶ διὰ ταῦτα. πόσου τοῦτον ἄξιον χρὴ φάναι;
ΕΡΜΗΣ
Μνᾶς Ἀττικῆς·
ΑΓΟΡΑΣΤΗΣ
Λάμβανε. τί φής, ὦ οὗτος; ἐώνημαι σε;
ΠΥΡΡΩΝ
Ἄδηλον.
ΑΓΟΡΑΣΤΗΣ
Μηδαμῶς· ἐώνημαι γὰρ καὶ τἀργύριον κατέβαλον.
ΠΥΡΡΩΝ
Ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι.
ΑΓΟΡΑΣΤΗΣ
Καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην.
ΠΥΡΡΩΝ
Τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής;
ΑΓΟΡΑΣΤΗΣ
Ὁ κῆρυξ καὶ ἡ μνᾶ καὶ οἱ παρόντες.
ΠΥΡΡΩΝ
Πάρεισι γὰρ ἡμῖν τινες;
ΑΓΟΡΑΣΤΗΣ
Ἀλλ' ἔγωγέ σε ἤδη ἐμβαλὼν ἐς τὸν μυλῶνα πείσω εἶναι δεσπότης κατὰ τὸν χείρω λόγον.
ΠΥΡΡΩΝ
Ἔπεχε περὶ τούτου.
ΑΓΟΡΑΣΤΗΣ
Μὰ Δί', ἀλλ' ἤδη γε ἀπεφηνάμην.
ΕΡΜΗΣ
Σὺ μὲν παῦσαι ἀντιτείνων καὶ ἀκολούθει τῷ πριαμένῳ, ὑμᾶς δὲ εἰς αὔριον παρακαλοῦμεν· ἀποκηρύξειν γὰρ τοὺς ἰδιώτας καὶ βαναύσους καὶ ἀγοραίους βίους μέλλομεν.