[2] Εἴπερ τι τῶν πάντων, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὸ [4] κοινῇ λυσιτελοῦν ἔχον τῇ πόλει καὶ φέρον ἐπὶ πλεῖστον εἰς δόξαν· καὶ τὸν τοῦ Λεπτίνου νόμον, ὡς οὐ καλῶς ἔχονθ' ἡμῖν, ἐκποδὼν πεποιῆσθαι. εἰ γὰρ ὁ μὲν δι' ὧν γράφει καὶ νομοθετεῖ οὕτω παντάπασιν ἀτέλειαν ἀναιρεῖ, ὡς μὴ ὅτι τοὺς ἔχοντας αὐτὴν ἀφελέσθαι, ἀλλὰ καὶ ἡμᾶς [6] αὐτοὺς τὸ μηκέθ' οἵους τ' εἶναι ταύτης ὁντινοῦν ἀξιῶσαι· ἡμῖν δὲ δι' αὐτῆς ταύτης τὰ κράτιστα παρὰ πάντων μετὰ τοὺς θεοὺς ἀπαντᾷ, οὐ μόνον ἃ καθ' ἡμῶν ἐστιν ἀτεχνῶς, τούτοις μηδ' ὁπωστιοῦν ἡμᾶς χρῆσθαι προσῆκεν, ἀλλὰ καὶ τὸν ταῦτ' εἰργασμένον κολάζειν τε καὶ μισεῖν καὶ τῆς πόλεως ὥσπερ τινὰ κῆρα παντάπασιν ἐξελαύνειν. δεῖ γάρ που δυοῖν θάτερον, μᾶλλον δὲ πᾶσα ἀνάγκη· εἰ μὲν ἡμῶν αὐτῶν ὡς ἀληθῶς ποιούμεθα λόγον, μηδένα τούτου τὸ παράπαν λόγον ποιεῖσθαι, μᾶλλον δ' ὅπως αὐτίκα πεπαύσεται πάντα ποιεῖσθαι λόγον· εἰ δ' ὅπως κύριος ἔσται· τοῦτο δ' ἀπείη. ποιησόμεθα λόγον, δόξομεν εὖ οἶδα πᾶσιν, ἡμῶν μὲν αὐτῶν οὐδ' ὁντινοῦν λόγον ποιεῖσθαι, τοῦ [8] δ' ὅπως τὰ ἡμέτερα αὐτῶν ἕξει κακῶς πολύν τινα λόγον ποιεῖσθαι. καὶ τίς ἂν ταῦτα φήσειε; καίτοι εἰ τὸ πρὸς τὴν πόλιν ἐρραστωνεῦσθαι καὶ μὴ τὴν γιγνομένην ταυτησὶ πρόνοιαν ἴσχειν οὐκ ἀγαθοῦ τινος καὶ δημοτικοῦ φάσκομεν εἶναι πολίτου· ὅταν τις πρὸς αὐτῷ τούτῳ καὶ ἃ ταύτῃ καθάπαξ λυμαίνεται, ταῦτα γράφειν καὶ νομοθετεῖν ἐκ περιουσίας αἱρεῖται, ποῦ τουτονὶ θήσομεν; ὡς μὲν οὖν πανοῦργος ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δύσνους καὶ τὰ τοιαῦτα Λεπτίνης, καὶ ὡς τῆς ἀγαθῆς καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης ἀντίπαλος τύχης, ἐν ὑστέρῳ καὶ δὴ σαφῶς ἐπιδείξω· ὅτι δ' οὐδὲν τῶν δεόντων καὶ ὧν τοῖς πράγμασι μάλιστα δεῖ, ἀλλ' ἃ μὴ χρὴ, συμβουλεύει, καὶ παρὰ τοὺς κειμένους τῇ πόλει νόμους καινοτομεῖ, καινούς τινας αὐτὸς εἰς τὴν πολιτείαν εἰσάγων, νῦν ἐμοῦ λέγοντος εἴσεσθε.
[10] Πρῶτον μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκεῖνο μαθεῖν ἡμᾶς δεῖ, ὅτι τοσούτων καὶ τηλικούτων ἄνωθεν, οὐκ Ἀθήνησι μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς Ἕλλησι συμβούλων καὶ νομοθετῶν γεγονότων, τούτων μὲν οὐδεὶς οὐδέν τι τοιοῦτον πώποτ' οὔτ' ἔγραψεν οὔτ' εἰσηγήσατο· μάλιστα ἂν εἴ γε συμφέρειν ᾔδεσαν καὶ τοῦτ' εἰρηκότες, ὥσπερ καὶ τἄλλα, δι' ὧν ἡμῖν ἡ πόλις, σὺν θεοῖς εἰπεῖν, ἄριστα ἔχει μόνος δὲ οὗτος, ὥσπερ ἐκ θεῶν ἥκων καὶ τὸ συμφέρον ἐκεῖθεν ὑπὲρ τοὺς ἄλλους πάντας εἰδὼς, ἐπὶ ταῦτα προῆλθε, καὶ νομοθετεῖν οἴεται δεῖν ἃ μηδὲ τὴν ἀρχὴν ἐντεθυμῆσθαι προσῆκεν. ἔπειθ' ὅτι πάντων ὡς εἰπεῖν τῶν νόμους τιθέντων οὐ τὸ συμφέρον μόνον σκοπούντων, ἀλλὰ καὶ ὅπως μετὰ δόξης τοῦτ' ἔσται μάλιστα παρασκευαζόντων, ὡς τὸ μὲν μετὰ δόξης εὖ πράττειν εὖ πράττειν ὡς ἀληθῶς ὂν, ἄνευ δὲ ταύτης ἐξ ἡμισείας οὖσαν τὴν τύχην· οὕτω πολλοῦ τινος ἐδέησε Λεπτίνης ἀμφοτέρων τουτωνὶ ποιήσασθαι λόγον, ὡς καὶ ἀμφοτέρων τούτων δι' οὗ γράφει νόμου τὴν πόλιν ἀποστερεῖν, ἀτέλειαν [12] ἐκ μέσου τιθείς. ἀλλὰ μή πω τοῦτο, ἀλλ' ὅτι δι' ὧν μόνος τῶν πάντων ἀναιρεῖν ταύτην πειρᾶται καὶ ὅπως μηκέτ' ἔσται τοῦ λοιποῦ πᾶσαν εἰσφέρει σπουδὴν, διὰ τούτων οὐχ ἥκιστα πάντων συνίστησι ταύτην, καὶ ὅπως εἰς ἅπαν ἔσται κατασκευάζει σαφῶς. ὅταν γὰρ ταύτῃ μὲν οὐδ' ἡντινοῦν μέμψιν ἐπάγῃ, οὐδ' ἀγορεύειν κακῶς ἀξιοῖ, ἀναξίους δέ τινας φάσκῃ ταυτησὶ μετασχόντας τῶν λειτουργιῶν ἀποσχέσθαι, ἄμφω ταυτὶ μαρτυρεῖ, καὶ τὴν ἀτέλειαν ὡς κάλλιστα ἔχειν καὶ χρῆναι ταύτην εἰς ἀεὶ παραμένειν τῇ πόλει, καὶ πρός γε ἔτι τὸ μηδ' ἂν αὐτὸς ἐπὶ τὸ νομοθετεῖν κεκινῆσθαι, εἰ τοὺς μετέχοντας ἀξίους ἑώρα. ὅτε τοίνυν οὐκ ἂν τοῦτ' ἔδρα, εἰ μηδεὶς ἀνάξιος ἦν, οὐκ εἰκότως οὐδ' ἐξ ἀνάγκης κατὰ τῆς ἀτελείας χωρεῖ, δέον κατὰ τῶν ἀναξίων μόνον, ὡς οὐ προσηκόντων τῷ πράγματι.
[14] Καὶ μηδεὶς εἴπῃ ὡς ἐπειδή τινες φαῦλοι ταύτης μετέσχον, διὰ τοῦτο καὶ ταύτην ἐν τοῖς φαύλοις θετέον. ἀλλ' ἐπειδὴ πᾶσιν ὡς εἰπεῖν τοῖς βελτίστοις τῆς ὑπὲρ ἡμῶν προθυμίας δίδοται γέρας, διὰ τοῦτο καὶ ταύτην ἀνάγκη μετὰ τῶν σφόδρα συνεχόντων τὴν πόλιν σπουδῆς ἀξιοῦσθαι. ἄλλως δὲ οὐδ' ἀνάξιος πώποτ' οὐδεὶς, ὡς ἐγᾦμαι, ταύτης μετέσχεν, οὐδ' ἐγγὺς, ἀλλ' ὅστις τὰ πρὸς ἡμᾶς ἄριστος ὦπται καὶ γεγονὼς ἐν καιρῷ. τοὺς γὰρ τοιούτους μάλισθ' ἡ πόλις πᾶσιν οἷς ἔχει δωρεῖται καὶ τιμᾷ τὰ εἰκότα καλλίστους ἐξ ὧν ἔδρασαν σφᾶς ἡγουμένη· κἂν ἄλλως φαῦλοί τινες τύχωσιν ὄντες καὶ μὴ διὰ σφᾶς αὐτοὺς ἀξιόχρεῳ δόξης. ὥστ' ἀνάξιός ἐστ' οὐδεὶς, ὦ Λεπτίνη, τοῦτο τὸ μέρος. οὐ μὴν ἀλλ' εἰ καὶ τὰ [16] μάλιστα τοῦθ' οὕτως ἔχει, ὅτι μὲν πολλῷ κάλλιον καὶ φιλανθρωπότερον διὰ τοὺς ἀξίους δή που καὶ τοὺς ἀναξίους τιμᾶσθαι ἢ διὰ τοὺς ἀναξίους ἀποστερεῖσθαι ταύτης καὶ τοὺς ἀξίους, ἐῶ. ἀλλὰ καὶ οὕτω σαυτῷ περιπίπτεις. τί γὰρ οὐ τοὺς ἀναξίους μόνους, ἀλλὰ καὶ τοὺς ἀξίους ἁπλῶς ἀτελείας ἀποστερεῖς; εἰ γὰρ τῷ ὄντι μόνοις τουτοισὶ δυσχεραίνεις, ἔδει δή που τούτων μεμνῆσθαι μόνων, τῶν δ' ἄλλων ἀπέχεσθαι. νῦν δὲ οἷς πάντας ἁπλῶς ὑπάγεις τῷ νόμῳ ἔοικας οὐχ οὓς λέγεις μόνους κακίζων, ἀλλὰ κοινῇ πᾶσι βασκαίνων πάντας ἀφαιρεῖσθαι πειρᾶσθαι τὰς δωρεάς. μᾶλλον δὲ οὐκ εἰκάζειν, ἀλλ' εἰδέναι δίδως σαφῶς μηδ' ὁπωστιοῦν ἔχων πρὸς ταῦτ' ἀντειπεῖν.
Σκόπει δὲ καὶ οὕτως. εἰ ὅστις ἀνάξιος, ὡς αὐτὸς λέγεις, οὗτος καὶ ἀτελείας ἀνάξιος, ἀνάγκη πᾶσα τοὺς ἀξίους ταύτης τυγχάνειν, ἵνα καὶ τὸ διάφορον ἑκατέρων [18] σώζηται· ἂν δὲ καὶ οὗτοι μετὰ τῶν ἀναξίων ἐκπέσωσι ταύτης, πρῶτον μὲν οὐκ οἶδ' ὅτῳ τῶν ἀναξίων διοίσουσιν· ἔπειτ' ἀνάξιοι δόξουσιν εἶναι, τῶν γε ἀξίων ὄντες. μᾶλλον δὲ ταῦτ' ἄμφω συμβήσεται, τοὺς μὲν ἀξίους ἀναξίους δοκεῖν τοῦτ' εἶναι τὸ μέρος, τοὺς δὲ ἀναξίους ἀξίους, ἐπειδήπερ ἄμφω ταύτης ἐξ ἴσης στερήσονται. καὶ μὴν τοὺς μὲν ἀναξίους ὄντας ἀξίους ἡ πόλις οἷς μετέδωκεν ἔδειξε, σὺ δὲ καὶ τοὺς ἀξίους παρ' ἑαυτῶν δι' ὧν ἀποστερεῖς οὕτως ἀναξίους ἐργάζει καὶ πολλῷ χείρους ἐκείνων, ὡς τοῖς μὲν οὐδὲν ἂν γενέσθαι καινὸν ἐκπεσοῦσι τῆς δωρεᾶς· ἀνάξιοι γὰρ κατὰ τὸν σὸν τυγχάνοντες λόγον, ἀνάξιοι πάλιν ἔσονται· οἱ δ' ἄξιοι καὶ πρὸ ταύτης ὄντες καὶ ταύτης ἀξίως τυχόντες εἰς ἀναξίους τελέσουσι ταυτησὶ στερηθέντες· καὶ ταῦτ' οὐδὲν ἐγκαλούμενοι τὸ παράπαν, καθάπερ ἐκεῖνοι. οὐκοῦν καὶ κατὰ τοὺς ἀξίους καὶ κατ' αὐτοὺς δή που τοὺς ἀναξίους εἰς τοὐναντίον τὸ πρᾶγμά σοι περιίσταται καὶ σαυτὸν αὐτὸς ἐξελέγχεις, διὰ μὲν τοῦ τοὺς ἀναξίους μόνους καὶ μὴ τοὺς ἀξίους προΐσχεσθαι μάτην τοὺς ἀξίους τῶν πρὸς ἀξίαν ἀποστερῶν, διὰ δ' αὖ τοῦ καὶ τοῖς ἀξίοις καὶ μὴ μόνοις τοῖς ἀναξίοις [20] ἐπηρεάζειν βούλεσθαι, οὐδὲ τοὺς ἀναξίους προϊσχόμενος ἐν καιρῷ, οὕτως ἡμᾶς οἷς λέγεις παράγων, οἷς πράττεις ἃ λέγεις ἐλέγχεις. καὶ τοὺς ἀναξίους προτείνων, σὺ δ' οὐδὲ τῶν ἀξίων ἀπέχει, μᾶλλον δὲ καὶ πάντων ἡμῶν. καὶ τοσούτῳ μᾶλλον ἡμῶν, ὅσῳ τοὺς μὲν αὐτὸ τοῦτο μόνον ἀτελείας ἀποστερεῖς, ἡμᾶς δὲ ἀδικεῖς μὲν οὐχ ἧττον καὶ τοῦτο τὸ μέρος, εἴπερ τἀκείνων ἡμέτερα χρὴ λέγειν.
Ἀδικεῖς δὲ καὶ οἷς περὶ τοὺς εὐεργέτας ἀγνωμονοῦντας ἡμᾶς φιλονεικεῖς ἀποφαίνειν, καὶ οἷς ἀτέλειαν οὔθ' ἡμεῖς ἡμῖν αὐτοῖς, εἴ τῳ ταύτης ἐν τῷ τοῦ καιροῦ καλοῦντι δεήσει, οἷοί τε πορίζειν ἐσόμεθα, οὔθ' ἑτέρους οὑστινασοῦν οὔτε νῦν οὔτε εἰσαῦθις τουτοισὶ δεδωρῆσθαι. καὶ τὸ πάντων δεινότατον, τῆς εἰς ἡμᾶς φιλοτιμίας ἀπείρξομεν πάντας, ἐὰν ἃ τοῖς εὖ πεποιηκόσι καλῶς καὶ δικαίως ἀποδεδώκαμεν πάλαι, ταῦτ' αὐτοὺς ἤδη παρὰ [22] πάντας ἀφελώμεθα νόμους, διὰ τοὺς νόμους τοὺς σούς. ὅπερ οὐκ ἄτοπον μόνον, ἀλλὰ καὶ παντάπασιν ἀσεβές· ἐπειδήπερ εὐνοίᾳ θεῶν εὖ πράττουσιν ἄνθρωποι, καὶ μάλισθ' ἡμεῖς, τὰ μὲν οἴκοθεν εἰσφέροντες καὶ αὐτοὶ, τὰ δὲ καὶ τοὺς ἄλλους ξυναγωνιστὰς τῆς ἀγαθῆς ἔχοντες τύχης· ὥσπερ αὖ μὴ βουλομένων ἐκείνων τά τ' ἔνδον τά τε θύραζε δυστυχεῖ. εἰ τοίνυν τὸ μὲν οὐκ οὔσαις σκήψεσι χρῆσθαι καὶ ἃ μὴ προσῆκε συμπλάττειν, ἐφ' ᾧ κοινὴν βλάβην εἰργάσθαι, ἀνδρός ἐστι φθόρου καὶ μηδὲν ὑγιοῦς, τὸ δὲ τοὺς εὖ ποιεῖν αἱρουμένους καθάπαξ ἐπέχειν τοῖς θεοῖς πολεμοῦντος, σὺ δὲ περιφανῶς πᾶσι τούτοις ἐνέχει, οὐχ ὅσον νόμους εἰσφέρειν, ἀλλ' οὐδὲ νόμων ὅλως ἀκροᾶσθαι [24] δίκαιος εἶ, τῷ τοὺς μὲν κωλυτὰς κακουργημάτων τυγχάνειν ὄντας, σὺ δ' εἴπερ τις τὰ τοιαῦτα τεχνίτης. ἅμα δὲ οὐδὲ νόμον τὸν σὸν δὴ τοῦτον ἔγωγ' ἂν φαίην, ἀλλ' ἀνομίαν αὐτὸ καὶ τῆς πολιτείας ἀνατραπὴν καὶ οὐδὲν ὑγιὲς, οὐ μόνον τῷ μηδὲν αὐτὸν ἔχειν ὧν τοὺς ἀγαθοὺς νόμους ἴσχειν εἰκὸς, οὓς καὶ κοινοὺς τῶν πραγμάτων σωτῆρας μετὰ τοὺς θεοὺς ἅπαντες ἴσμεν, ἀλλὰ καὶ τῷ τοσούτων καὶ τηλικούτων, ὡς ἔφην, τῇ πόλει δεινῶν, ἐὰν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πρόησθ', αὐτὸν αἴτιον ἂν γεγενῆσθαι.
Ὅτι δὲ καὶ Λεπτίνης αὐτὸς οὐχ οἷς λέγει τοσοῦτον θαρρεῖ δείκνυσι δή πως δι' ὧν τοῦ τ' εἰσέπειτα πρόνοιαν ἴσχει καὶ τοῖς ὑπὲρ ἀτελείας αὖθις θήσουσι νόμον θανάτου τιμᾶται, οὐδενὸς τῶν νομοθετῶν, ὡς ἅπαντες ἴσασιν, οὐδέν τι τοιοῦτον προσθέντος τοῖς νόμοις. ναὶ, [26] φησί· διὰ γὰρ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι τὸν δῆμον ταῦτ' εἰκότως προσγράψαι. τί οὖν ἐκώλυεν, εἴπερ ταῦθ' οὕτως εἶχε, Λεπτίνη, μὴ καὶ ξύμπαντας τοὺς ἐξ ἀρχῆς νομοθετικοὺς ταῦτα τοῖς σφῶν νόμοις προσγράψαι, ἀλλ' ἁπλῶς οὕτως ὑποθέσθαι τὸ δέον; ἢ τότε μὲν τῆς πολιτείας οἱ κρείττους παθῶν ἐπεστάτουν θεοὶ, νῦν δ' ἐπεὶ δημαγωγεῖν ἔχουσιν ἄνθρωποι καὶ ταύτῃ τὰ κοινὰ διοικεῖται, χώραν ἴσχει τοῦ φενακισμοῦ; ἀλλ' οὐκ ἂν εἰπεῖν ἔχοις· ἀλλ' οἶμαι τῷ μηδ' ὁτιοῦν φλαῦρον, ἀλλὰ πάντα τὰ βέλτιστα ξυνειδέναι τοῖς αὐτῶν νόμοις, τοῖς μὲν οὐδεμιᾶς τινος τοιαύτης ἐμέλησε τῆς προσθήκης, σοὶ δὲ οἷς ταύτης ἐμέλησεν ἔδειξας οὐ σφόδρα τοῖς νόμοις οἷς λέγεις θαρρεῖν.
Χωρὶς δὲ τούτων εἰ μὲν οὐδέσιν ἄλλοις, μόνῳ δ' ἐνῆν τῷ δήμῳ περὶ πάντων ἔχειν ψηφίζεσθαι, οὐδ' οὕτως ἂν ἦν παράκρουσιν ἡντινοῦν ὑφορᾶσθαι, διὰ τὸ [28] τὸν δῆμον τῶν Ἀθηναίων τῶν παρ' ἄλλοις δικαστῶν εἶναι βελτίω καὶ οἷον εἰκὸς τὸν τῆς Ἀθηνᾶς τρόφιμον. ἴσως δ' οὖν καί τι τοιοῦτον ἂν ξυνηνέχθη. ὅτε δὲ καὶ βουλή τις ἡμῖν θαυμαστὴ καὶ πάνθ' ἃ προσῆκεν αἱρούμενος δῆμος καὶ δικαστῶν πλῆθος καλόν τε κἀγαθὸν καὶ τῇ περὶ τοὺς νόμους ἀκριβείᾳ καὶ τὸν Ῥαδάμανθυν ἂν παριόντων· πῶς οἷόν τ' ἀπάτην διὰ τοσούτων καὶ τηλικούτων χωρῆσαι; ἢ πῶς ἂν ὁμοῦ πάντας ἔλαθε γεγονυῖα; καὶ μὴν εἰ μὲν ἡμῶν ἀπάτη κρατεῖ καὶ πρὸς τὸ πάθος ἑτοίμως ἔχομεν, ἔδει δή που κἀν τῷ παρόντι τοῦθ' ὑπὸ σοῦ πεπονθέναι. νῦν δὲ περὶ ὧν ἤδη νόμον εἰσάγεις ἀπατᾶν ἡμᾶς ἐπιχειρῶν, ὡς ἄρα τῶν βελτίστων ταῦτ' ἐστὶ τῇ πόλει, τοσοῦτον ἀπέχεις ὃ βούλει ῥᾳδίως εἰργάσθαι, ὡς καὶ ᾧ μὴ βούλει ῥᾳδίως περιπεσεῖν, κακουργίας καὶ συκοφαντίας [30] ἀτεχνῶς ἁλισκόμενος. ἔτι τοίνυν εἰ διαρρήδην μὲν παρὰ πάντων ὁμολογεῖται δεινούς τινας Ἀθηναίους μάλιστα πάντων τὰ δέοντα ξυνορᾶν καὶ ὃ τούτου κάλλιον, τῶν εὑρόντων ἄμεινον χρῆσθαι, σὺ δ' οἷς αὐτοὺς φάσκεις πρὸς ἐξαπάτην ἔχειν ἑτοίμως, εἰς Μελητίδας ἐντάττεις, ἡδέως ἄν σε ἐροίμην ποτέροις δή τισιν ἡμᾶς προσεκτέον τὸν νοῦν, πότερον πᾶσι τοῖς ἄλλοις ἢ σοί γε; οὐ γὰρ ἀμφοῖν, οἶμαι, φήσεις, οὐδ' οἷόν τε, ἀλλ' ἀνάγκη δυοῖν θάτερον, ἢ πάντας ἀνθρώπους οὐκ ἀληθῆ περὶ [32] ἡμῶν φάσκειν νομίζειν, εἰ τῶν ἐξαπατωμένων ῥαδίως κατὰ τὸν σὸν λόγον ἡμεῖς, ἢ μηδενὸς λόγου τοὺς σοὺς ποιεῖσθαι φληνάφους, εἴ γε τὴν ἁπάντων μαρτυρίαν καὶ ψῆφον τοσοῦτον ἔχουσαν ἴσμεν τὸ συγκεχωρηκὸς ὡς μὴ μόνον ἑκασταχοῦ τῶν πραγμάτων ταύτην χρῆναι διώκειν καὶ προτιμοτέραν τῆς ἐν μέρει πολλῷ τῷ ὄντι νομίζειν, ἀλλὰ καὶ τὴν ἐντεῦθεν φήμην θεὸν προσειρῆσθαι. καὶ τούτου μάρτυς αὐτὸς, οὐχ ἕνα καὶ δύο, ἀλλ' Ἀθηναίους πάντας καὶ δι' αὐτῶν πάντας ἀνθρώπους συμψήφους καὶ συναγωνιστὰς λαβεῖν ἐθέλων τοῦ νόμου, ὡς τὴν ἐν μέρει μαρτυρίαν οὐδὲν οὖσαν μὴ παρούσης ἐκείνης. εἶεν.
Εἰ δ' ἡμετέραν ἀπάτην νομίζεις ἅ γ' ἐπὶ τῶν ψηφισμάτων τε καὶ ξυμμάχων καὶ ὅλως ὑπὲρ ὧν πρόκειται σκέψις, ἔστιν ὅτε παρὰ τὸ εἰκὸς ἡμῖν ἀπαντᾷ, ὡς τοὺς [34] μὲν ἀντ' ἀγαθῶν φαύλους ποιεῖσθαι, τοῖς δ' ἑτέρως ἢ προὐθέμεθα χρῆσθαι, τὰ οὐκ ὄντα δοξάζεις. διὰ τί; ὅτι οὐ παρὰ τὴν ἡμετέραν διαγνώμην καὶ ψῆφον, οὐδ' ὅτι περ ἃ προσῆκε, περὶ τούτων εἰδότες, εἶθ' ἑκόντες ταῦτ' ἀφέντες ἃ μὴ προσῆκεν εἱλόμεθα, ἀλλὰ παρὰ τὴν τῶν πραγμάτων ἀνωμαλίαν καὶ τοὺς καιροὺς καὶ ὅ τι τοιοῦτον εἴποι τις ἂν, ταῦθ' οὕτω ξυνέβη. ὡς ἡμεῖς μὲν ὅπως βέλτιστα ταῦτ' ἔσται πάντα καὶ ποιεῖν καὶ λέγειν ᾠήθημεν δεῖν· εἰ δὲ μηδὲν ὧν βουλόμεθα γέγονε, τὴν τῶν ξυμπεσόντων ἀνάγκην, μὴ ἡμᾶς αἰτιῶ. ὥσπερ γὰρ ὁ τοῖς πράγμασι κεχρημένος ἀβούλως τὴν μὲν ἐντεῦθεν ἀηδίαν μόνος εἰκότως φέρεται, ἂν δέ τι χρηστὸν ἀποβῇ, ἑτέρωθεν δεῖ τὴν αἰτίαν ζητεῖν, οὕτως ὁ μετὰ βουλῆς ὅτι πλείστης ἐπὶ τὰ ἔργα χωρῶν κατορθοῖ μὲν, ὡς τὸ εἰκὸς, ἀεὶ δήποτε καὶ ὧν ἐθέλει τυγχάνει, ἂν δέ τί που [36] καὶ σφαλῇ τύχῃ τινὶ, καὶ οὕτως ἐπαίνων ἄξιος ἂν εἴη, τοῦ δικαίου νικῶντος· τὸ γοῦν εἰς αὐτὸν ἧκον ἅπαντ' ἔχει καλῶς, καὶ προνοίας ἕνεκα καὶ σπουδῆς καὶ τοῦ μηδὲν τῶν γιγνομένων ἐλλείπειν. ὥστε ἕως ἂν ᾖ τὸ τὰ βέλτισθ' αἱρεῖσθαι, οὐδ' ἂν εἷς ἑκὼν ἀπατώμενος εἴη, ὥς γε ἐγὼ νομίζω, κἂν μυριάκις ἀποτύχῃ τοῦ τέλους. καὶ σὺ τοίνυν σκοπῶν ἂν μὲν ἡμᾶς εὕρῃς σκέψεως ἀκριβοῦς καὶ βουλῆς ἐν οἷς ἔξεστιν ἀμελοῦντας καὶ μὴ λογισμῷ καὶ κρίσει τὸ πᾶν ἐνδιδόντας, ἀλλ' ἁπλῶς οὕτω χρωμένους τοῖς πράγμασι, τότ' ἤδη καὶ ῥᾳδίους ἡμᾶς εἶναι φάθι καὶ ἥττους ἀπάτης. εἰ δὲ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ τοῦτ' Ἀθηναίων ἐπίσημον, βουλαὶ καὶ δίκαι καὶ τὸ μετὰ πλείστων τε καὶ καλλίστων τῶν ψηφισμάτων ἑκασταχόσε χωρεῖν· οἵ γε καὶ τοὺς στρατηγοὺς αὐτοὺς [38] οὐ μόνον ἐντεῦθεν αἱροῦνται, ἀλλὰ καὶ πεπαυμένους εἰς εὐθύνας ἄγουσι· πῶς οὐ παραπλήσιον ποιεῖς εἰς εὐκολίαν τουτουσὶ διαβάλλων, ὥσπερ ἂν εἰ καὶ τὸν Πύθιον κακίζειν ἠξίους, ὡς οὐδὲν τῶν δεόντων ἐπίσταται, ὃς καὶ τοῦ τί δεῖ ποιεῖν ἡγεμὼν τοῖς ἄλλοις καὶ σύμβουλός ἐστιν ἀσφαλὴς, καὶ ξυμπάσης ὡς εἰπεῖν τῆς οἰκουμένης τὰ τοιαῦτα δημαγωγὸς καὶ προφήτης; οὐκοῦν δι' ὧν νῦν ἡμῖν εὖ μάλα σαφῶς ἀποδέδεικται, δέδεικται ὡς ἡμεῖς μὲν οὐχ ὅσον ἀπατᾶσθαι ῥᾴδιοι, ἀλλὰ καὶ τοὺς ἀπατῶντας παντὸς μᾶλλον ἐξελέγχειν δεινοί· σὺ δὲ οἷς λέγεις οὐ μόνον ἀξιόχρεως εἶ τὰ τοιαῦτα πιστεύεσθαι, ἀλλὰ καὶ ὡς εἰς ἀπατωμένους τελεῖς δίδως εἰκάζειν οἷς περὶ ἡμῶν τοιαύτην ἔσχηκας δόξαν.
Καὶ τοῦτο μὲν δὴ τοιοῦτον καὶ οὕτως ἀποφανθέν. σὺ δὲ καὶ ὅταν ἀτέλειαν ἐξελαύνῃς τῆς πόλεως, διὰ τὸ [40] τὰς μὲν λειτουργίας ἐντεῦθεν φάσκειν ἐλαττοῦσθαι τῇ πόλει, δεῖν δὲ λειτουργιῶν, εἴπερ του, μᾶλλον δὲ ὡς οὐδενὸς τούτων πάντων λειτουργιῶν πόλεσι δεῖν· πρῶτον μὲν σαυτὸν, εὖ ἴσθι, λανθάνεις αὐτὰς δή που τὰς λειτουργίας περικόπτων τῇ πόλει καὶ ταύτῃ διαφανῶς πολεμῶν. εἰ γὰρ ἀτέλεια μὲν τοῖς ὑπὲρ ἡμῶν ἐσπουδακόσι δίδοται γέρας, οὗτοι δὲ μετὰ τοὺς θεοὺς δι' ὧν δρῶσι συνιστᾶσι τὴν πόλιν, ταύτης δὲ συνισταμένης καὶ λειτουργεῖν καὶ πάντ' ἔξεστι πράττειν, ὁ τὴν ἀτέλειαν ἀναιρῶν συναναιρεῖ δή που καὶ ἅπαντα ταῦτα, εἴπερ λειτουργεῖν μὲν οὐκ ἔνι μὴ τῶν πραγμάτων εὖ καθεστώτων τῇ πόλει. ἀμήχανον δὲ τοῦτο μὴ πάντων πᾶσαν ὑπὲρ αὐτῆς σπουδὴν εἰσφερόντων· εἰσφέρουσι μέντοι προθύμως, ὡς καὶ ἀντ' εὖ πείσεσθαι παρ' αὐτῆς αὐτοὶ προσδοκῶντες. ἔπειτ' εἰ καὶ λειτουργιῶν ἡμῖν δεῖ· δεῖ [42] γὰρ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλ' ἄρα πολλῷ μᾶλλον τῶν ὑπὲρ ἡμῶν ἑκάστοτε φιλοτιμουμένων καὶ ὅπως τὰ καθ' ἡμᾶς ἄριστα ἔχειν σπουδὴν ποιουμένων. καὶ ὡς ἀληθῆ λέγω δῆλον ἐξ ὧν τοὺς μὲν τιμῶν ἀξιοῦμεν καὶ εὐεργέτας ἡμετέρους καὶ σωτῆρας καὶ πάντα τὰ τοιαῦτα καλοῦμεν, τοῖς δὲ ὡς ὀφειλέταις οὐχ ὅπως ὧν πράττουσιν ἴσχομεν χάριν, ἀλλὰ καὶ ἤν ποτ' ἐλλίπωσι τοῦ δέοντος, νεμεσῶντες ὑπάγομεν δίκην· καὶ ὅτι παρὰ μὲν τῶν αὐτὸ τοῦτο μόνον ὄνησίς ἐστι τῇ πόλει, οἱ δὲ μετὰ τούτου καὶ δόξης οὐ μικρᾶς αἴτιοι γίγνονται. εἶθ' οἳ τοῖς ἅπασι προὔχουσι καὶ τῆς βελτίονός εἰσι μοίρας, τούτους ἡμεῖς ἐλάττους διὰ σὲ νομιοῦμεν; καὶ πῶς οὐκ ἄτοπον εὐεργέτας μὲν ὅπως κτησόμεθα πάντα ποιεῖν, ἡμεῖς δὲ καὶ οὓς μὲν ἔχομεν νῦν θεῶν διδόντων, τούτοις φανέντες ἀγνώμονες ἀποστερήσομεν τῶν τιμῶν, οὓς δὲ μέλλομεν [44] ἕξειν, τούτους, ἢν μὴ νῦν ἀγνωμονοῦντες φανῶμεν, τῆς ὑπὲρ ἡμῶν ἀπείρξομεν προθυμίας;
Καὶ οὐ τοῦτο μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ τῶν ἡμετέρων προγόνων ταύτῃ δόξομεν χείρους, μᾶλλον δ' ἐκείνους θαυμαστούς τινας ἄγαν καὶ μεγαλοψυχίᾳ χρωμένους ἀποφανοῦμεν, ἡμᾶς δ' αὐτοὺς τὰ μέγιστα αἰσχυνοῦμεν, εἴπερ οἱ μὲν καὶ τοὺς δυσμενεστάτους εὖ ποιοῦντες τὸν ἀεὶ διαγεγόνασι χρόνον, ἡμεῖς δὲ παρ' ὧν εὖ πεπόνθαμεν, τούτους καὶ ὧν ἠξιώκαμεν χαρίτων ἀποστερήσομεν· ἃς τῷ μὲν δοκεῖν παρ' ἡμῶν, τῇ δ' ἀληθείᾳ παρὰ σφῶν αὐτῶν ἐκομίσαντο δή που, τῷ τούτων αἴτιοι γεγενῆσθαι δι' ὧν εἰς ἡμᾶς ἔδρασαν· ὥστε τὰ μὲν παρ' αὐτῶν πρὸς ἡμᾶς χάριν ἄν τις δικαίως προσείποι, τὰ δὲ παρ' ἡμῶν πρὸς αὐτοὺς ἀντίδοσιν καὶ πρέπουσαν ἀμοιβήν. καὶ τοίνυν τῆς δεδομένης ἀτελείας ἐκπεπτωκότες ἂν ἤδη, αὐτοὶ μὲν καὶ οὕτως οὐδὲν ἧττον ἔθ' ἕξουσι ταύτην, ὡς ἀξιόχρεῳ, ἡμεῖς δὲ οὐκ ἀγνώμονες μόνον ἐντεῦθεν, ἀλλὰ καὶ ἄπιστοί τινες καὶ ἀβέβαιοι τοῦ λοιποῦ δόξομεν ἅπασιν εἶναι· τὸ μὲν ἐὰν ἃ δεδώκα[-128]μεν [46] ἀφελώμεθα δή που, τὸ δ' ἐὰν πρὸς τοὺς εὐεργέτας οὑτωσὶ μάλιστα σχῶμεν. καὶ σιωπῶ τὴν εἰς ἀεὶ παραμενοῦσαν αἰσχύνην τῇ πόλει καὶ τὸ κοινὸν ὄνειδος· ὡς οἱ μὲν πρεσβύτατοι τῶν Ἀθηναίων εὖ ποιοῦντες, οὐκ εὖ πάσχοντες, τοὺς φίλους ἐκτῶντο, ἡμεῖς δὲ πᾶν τοὐναντίον καὶ οὓς ἔσχομεν φίλους ἐχθροὺς καθίσταμεν, τῷ τὰς μὲν παρ' αὐτῶν εἰς ἡμᾶς ὠφελείας ἀκινήτους εἶναι καθάπαξ βούλεσθαι, οἷς δὲ ἡμεῖς αὐτοὺς ἀμειβόμεθα, ταῦτ' εὐθὺς ἀνατρέπειν· ἀμφοτέρους καὶ ἡμᾶς αὐτοὺς ὧν εὖ πεπόνθαμεν ἀναξίους ἐντεῦθεν δεικνύντες, κἀκείνους ἀσφαλεστέρους ποιοῦντες πρὸς τὸ μηκέτι τηλικούτοις ἐθέλειν χαρίζεσθαι. καὶ πόσων κρημνῶν καὶ βαράθρων ταῦτ' ἄξια; ὅταν οἱ τοῦ καλοῦ καὶ [48] δικαίου παράδειγμα τοῖς ἄλλοις ἅπασιν ὄντες, ἔπειτ' ἀγνωμοσύνης καὶ ἀπιστίας καὶ τοῦ μεταβάλλειν εἰκῆ καὶ ῥᾳδίως σχῶμεν αἰτίαν, καὶ δόξωμεν μετ' Εὐρίπου χωρεῖν, καὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν διαφθείρειν καὶ ὅλως τῶν ἐπὶ σκηνῆς ἢ ψάμμου παιζόντων οὐδὲν ἄμεινον ἴσχειν. μᾶλλον δὲ καὶ πολλῷ χεῖρον· εἴπερ οἱ μὲν ὃ προὔθεντο δρῶσι· προὔθεντο δὲ μήποτ' ἐν ταὐτῷ μένειν, ἀλλὰ μεταβάλλειν ἑκάστοτε πρὸς τὴν χρείαν ἡμεῖς δ' ἴσοι καὶ παραπλήσιοι διὰ πάντων ὀφείλοντες εἶναι καὶ ταὐτὰ διὰ τέλους φρονεῖν, ἔπειτ' ἀμέλει κατὰ τὸν Φάριον ἐθελήσομεν ἐξαλλάττειν Πρωτέα, καὶ τῇ πρὸς τοὺς ἄλλους [50] χρῆσθαι ταῖς γνώμαις. μήποτε τοσοῦτον ἰσχύσειε Λεπτίνης ὡς τὰ τοιαῦθ' ἡμᾶς ὑπειλῆφθαι παρασκευάσαι.
Καὶ μὴν εἰ ὥσπερ μισθὸς ἀρετῆς εὐφημίαι, οὕτω καὶ κατωρθωμένων ἐστὶν ἀντίδοσις, ἀνάγκη θαυμάζεσθαι μὲν ἀρετὴν, τοὺς δ' ὁτιοῦν ἀγαθὸν εἰργασμένους τιμᾶσθαι, ἐάν τε ἀτέλειαν ταύτην φῇς ἐάν θ' ὁτιοῦν. εἰ μὲν οὖν τήν γ' ἀρετὴν ὅλως ἐπαίνων ἔχεις ἀποστερεῖν, καὶ τοὺς ὑπὲρ ἡμῶν ἀποφανθέντας σπουδαίους ἀποστέρει τῶν ἄθλων, καὶ μηδ' ἡτισοῦν ἔστω φειδώ. εἰ δὲ τῶν ἀτόπων ἐκεῖνο, πῶς λόγον τοῦτό γε σῶζον συνιδεῖν οὐκ ἔχω. οὐδὲ γὰρ οὔτ' ἀρετὴ τοῦθ' ὅπερ ἐστὶ, δόξει μὴ τῶν γιγνομένων ἀπολαύουσα κρότων οὔτε τὰ βέλτιστ' εἴσεταί τις τῶν ἔργων ἀμοιβῶν ἀποροῦντα. εἰ τοίνυν [52] τὸ τὰ προσήκοντ' ἀμφοτέροις ἀποδιδόναι πρὸς ἀγαθοῦ, τό γ' αὐτὰ τούτων ἀποστερεῖν πρὸς βασκάνων. σὺ δ' ἐκπεσεῖν μὲν τῶν ὄντων καὶ ὧν σοι πρόσεστιν ἐστερῆσθαι οὐκ ἂν ἀνάσχοιο, ἀλλά μοι δοκεῖς κἂν ὄναρ τοῦτ' ἰδὼν τεταράχθαι· ἧς δὲ τοὺς εὐεργέτας ἡ πόλις ἠξίωσεν ἀτελείας, ταύτης τούτους ἀπάγων, φορητόν τι νομίζεις, δέον ἀπὸ σαυτοῦ καὶ τὰ τούτων εἰκάζειν, καὶ μὴ σφᾶς ἀξιοῦν ὧν αὐτὸς γενομένων οὐκ ἂν ἠγαπήκεις;
Μᾶλλον δ' ἀνάγκη δυοῖν θάτερον, ἢ καὶ τὴν πόλιν ἐστερῆσθαι τῆς παρ' αὐτῶν ὠφελείας, ἐπειδὴ τούτους τῶν παρ' αὐτῆς γερῶν οἴει δεῖν, ἢ μηδὲ τούτοις ὁπωστιοῦν ἐνοχλεῖν, ἐπεὶ μηδὲ ταύτῃ. εἰ δὲ ταύτην μὲν ἀξιοῖς ὧν παρ' αὐτῶν εἴληφεν ἀπολαύειν εἰς ἅπαν, τούτους δὲ μὴ, ἔοικας οὐκ ὀρθῶς οὐδὲ δικαίως τοῖς πράγμασι διαντᾶν καὶ προσέτι τὴν πόλιν οὐχ ὅπως ὧν ἐχρῆν, [54] ἀλλὰ καὶ ὧν ἀπεύξαιτ' ἄν τις ἀτεχνῶς ἀξιοῦν. θαυμάζεσθαι μὲν γὰρ αὐτὴν ὁσημέραι καὶ καλῶς ἀκούειν καὶ συναγωνιστὰς πάντας ἴσχειν τῆς δόξης ἐν εὐχαῖς οἶδ' ὅτι ποιεῖ, εἴπερ μὴ κοινὸς εἶ τῆς πολιτείας ἐχθρός· πράττεις δ' ἐξ ὧν ἂν εἰκότως μισοῖθ' ὑφ' ἁπάντων. οὐ γὰρ δή που τοὺς εὐεργέτας οὐδ' ὧν τὰ μέγιστα ἀπωνάμεθα, οὐ τούτους μόνον ἐκπολεμώσομεν ἡμῖν αὐτοῖς, ἐάν σοι τὰ τοιαῦτα πεισθῶμεν, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ἁπλῶς, οὐ διὰ τὴν πρὸς ἐκείνους τοσοῦτον ἀγνωμοσύνην, ὅσον τὸ πρὸς ἀπάτην ἡμᾶς τοῖς πράγμασι χρῆσθαι καὶ κατ' Εὐρύβατον ζῆν. καίτοι ὅταν ταῦτ' ᾖ, καὶ πονηροτάτην ἡμῖν αὐτοῖς ἐπεισαγάγωμεν δόξαν, τί πλέον ἀπὸ τῶν λειτουργιῶν ἡμῖν ἔσται, ἐὰν, οὐκ Ἀθηναίους λέγω μόνον, ἀλλὰ καὶ πάντας ἀνθρώπους κτησώμεθα λειτουργούς; χωρὶς δὲ τούτων εἰ μὲν τοὺς [56] αὐτοὺς οἷόν τ' ἦν καὶ ἀτελείας ἀποστερῆσαι καὶ φίλους παραπλησίως κεκτῆσθαι, καὶ οὕτως ἡμεῖς μὲν ἀγνωμονοῦντες ἂν εἴημεν οὐδὲν ἧττον τῷ τὰ μὴ προσήκοντα σφίσι διὰ τέλους τηρῆσαι, αὐτοὶ δὲ πρὸς τῷ καλοὶ κἀγαθοί τινες εἶναι δι' ὧν εἰς ἡμᾶς ἔδρασαν, καὶ μεγαλοψυχίας φέροιντ' ἂν δόξαν, ὡς οὐκ ἐν οἷς ἠτιμάσθησαν ταραχθέντες, ἀλλ' ἐφ' οἷς εἶχον μεμενηκότες. εἰ δ' ἅμα ταύτης στερήσονται καὶ ἡμῖν ἔσονται δύσνοι, ὡς ὑφ' ἡμῶν ἀτεχνῶς ὑβρισμένοι, μανία δή που σαφὴς ἀντὶ μικρῶν καὶ φαύλων λειτουργιῶν τοσούτοις ἡμᾶς διαβεβλῆσθαι καὶ κακῶς ἀκούειν καὶ μῖσος ἐν Ἕλλησι καὶ βαρβάροις ἔχειν, ἐξὸν πᾶν τοὐναντίον θαυμάζεσθαι καὶ φιλεῖσθαι καὶ διὰ τὴν ἡμετέραν πρὸς τούτους αἰδὼ πάντας ἐπὶ τὰ ἴσα προτρέπειν.
Ἀλλὰ μὴν καὶ περί γ' αὐτῶν τῶν λειτουργιῶν, ἃς ἀναιρεῖσθαί φησι διὰ τὰς ἀτελείας Λεπτίνης, ἐκεῖνο λέγω, ὡς εἴ τις τὴν ἐσομένην ἐντεῦθεν ὄνησιν ἀκριβῶς ἐξετάσει, καὶ ἣν οἱ τὰς ἀτελείας λαμβάνοντες τῇ πόλει παρέχουσιν, εὑρήσει τὴν μὲν μείζω τοῖς ὅλοις καὶ περιφανεστέραν καὶ ὥστε ταύτης τυγχάνειν ἀξίαν εὐχῆς, τὴν δ' οὐχ ὅσον ἐλάττω καὶ φαύλην παντάπασι καὶ οὐδ' [58] αὐτὸ τοῦτο διὰ σμικρότητα δοκοῦσαν δήπουθεν ὄνησιν, ἀλλὰ καὶ οἵαν παροραθεῖσαν μηδ' ὁπωστιοῦν ἂν τῷ κοινῷ λελυμάνθαι. διὰ τί; ὅτι οὐ πᾶσι μέτεστιν ἀτελείας οὐδὲ διὰ πάντων ἁπλῶς τοῦθ' ἥκει, ἀλλ' οἷς ἄξιον τὰ τοιαῦθ' ὡς εὐεργέταις διδόναι. τοσοῦτοι δὲ οὗτοι ὥσθ' ἕνεκα πλήθους οὐχ ὅσον τοῖς λειτουργοῦσιν ἐγγὺς ἰέναι, ἀλλὰ μηδ' ἂν ἐν προσθήκῃ τουτοισὶ γεγονότες μηδ' ἡντινοῦν εἰργάσθαι διαφορὰν, μήτ' εἰς ἀριθμοῦ μήτ' εἰς πραγμάτων ἐπίδοσιν· μᾶλλον δ' ἐπείπερ οὐκ εἰς ἀριθμοῦ, οὐδὲ πολλῷ μᾶλλον εἰς πραγμάτων ἐπίδοσιν. ὥστ' εἴ τις νῦν ἔροιθ' ὑμᾶς πότερα τὴν τῶν μηδὲν εἰς ἐπίδοσιν τῆς κοινῆς ὠφελείας ξυμβαλλομένων ἐν ταῖς λειτουργίαις συντέλειαν ἢ τὴν αὐτῶν τούτων εἰς ἡμᾶς μεγαλοψυχίαν αἱρεῖσθαι δεῖ, τοῦτ' ἂν εὖ οἶδ' ὅτι φήσαιτε [60] πάντες, εἴπερ ὑμᾶς αὐτοὺς προὔργου ποιεῖσθε. οὐκοῦν ἄτοπον καὶ τῷ λυσιτελεῖ πολεμοῦν παρ' οὗ μὲν δόξα καὶ κέρδος ὑμῖν, τοῦτ' εἰσφέροντας τουτουσὶ μὴ θαυμάζειν μηδὲ τοῖς ἴσοις τιμᾶν, παρ' οὗ δὲ μηδ' ἡτισοῦν ὄνησίς ἐστι, μὴ τοῦτο ποιοῦντας κακίζειν, καὶ τὴν οὐδὲν ἔχουσαν κέρδος λειτουργίαν περὶ πλείονος ἄγειν τῆς θαυμαστῆς αὐτῶν ὑπὲρ ὑμῶν προαιρέσεως· ἣν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ σφῶν αὐτῶν καταψεύδεσθαι δόξωσιν, ἀκίνητα βούλονται σφίσιν αὐτοῖς παντάπασι καθεστάναι τὰ ἆθλα, οὐ τούτων, ὡς ἐγᾦμαι, τοσοῦτον δεόμενοι, ὅσον τοῦ καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι; μᾶλλον δὲ διὰ τὸ βούλεσθαι καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι τουτωνὶ δέονται δή που, εὖ εἰδότες ὡς εἰ καὶ τὸ καλοὺς κἀγαθοὺς αὐτοὺς γεγενῆσθαι αἰτιώτατον σφίσι τοῦ γερῶν ἠξιῶσθαι, ὡς ἐὰν μὴ τοῦτο παρῇ, οὐδ' ἂν τουτὶ γεγονός. ἀλλ' ἐπεὶ τὸ γερῶν ἠξιῶσθαι καλοὺς κἀγαθοὺς δείκνυσι μᾶλλον, καὶ γνωριμωτέρους καθίστησι πᾶσι, καθάπερ τοὺς Ὀλυμπιονίκας οἱ πομπικοὶ στέφα[-128]νοι, [62] διὰ τοῦτο δεῖ δή που, μᾶλλον δὲ πᾶσα ἀνάγκη καὶ γερῶν αὐτοὺς ἠξιῶσθαι, ὡς ἂν μᾶλλον καλοὶ κἀγαθοὶ καὶ νῦν καὶ εἰσαῦθις πᾶσι καὶ δοκῶσι καὶ ὦσιν· ὡς ἤδη τινὲς ἠριστευκότες ἐν μάχαις, ἢ καὶ ὁτιοῦν ἄλλο χρηστὸν εἰργασμένοι, ἐπειδήπερ οὐχ ὧν ἔδει μετέσχον, οὐδὲ τῆς εἰσέπειτ' ἀπέλαυσαν προθυμίας, οὐδ' ὅτι τοιοῦτοί τινες ἦσαν γεγόνασι δῆλοι, ἀλλ' ἠπιστήθησαν τοῖς πολλοῖς, κατ' αὐτὸν τὸν τῆς ἐπιδείξεως χρόνον μόνοις τοῖς θεαταῖς βοηθέντες.
Καὶ τοίνυν εἰ μὲν τοῦ παρὰ τῆς πόλεως τετιμῆσθαι λόγος οὐδ' εἱστισοῦν αὐτοῖς ἦν, οὐδ' ἂν ὅλως ἠξίωσαν περὶ αὐτὴν χρηστοὶ γεγονέναι, οὐδὲ τῆς πρὸς ἡμᾶς φιλοτιμίας ἀπῆρχθαι· εἰ δ' ὅπως αὐτοῦ τύχοιεν πάντ' ἐποίουν ἐκεῖνα, καὶ τῆς χρηστότητος τὰς ἀφορμὰς ἡ παρ' ἡμῶν ἐλπὶς ἐχορήγει, ποῦ δίκαιον τὸ μάλιστ' αὐτοῖς σπουδασθὲν περικόψαι, καὶ περὶ τὰ καίρια διορύξαι [64] τὸ πρᾶγμα; καίτοι μετριώτερον ἂν αὐτοῖς ἐδόκει μηδ' ὁτιοῦν τὴν ἀρχὴν εἰληφέναι ἢ οὕτω λαμπρῶς εἰληφόσιν ἔπειθ' ὑπ' οὐδεμιᾶς ἀξιολόγου προφάσεως τοῦτ' ἀφῃρῆσθαι. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνη τις ἂν ἦν μόνον περὶ τοὺς εὐεργέτας τῆς πόλεως, τὸ δ' ἀμφοτέρων μὲν ὕβρις καὶ ἀδοξία· ἰδίᾳ δὲ παρὰ πάντων ὄνειδος καὶ μίσος τῇ πόλει καὶ τὸ μὴ παρ' ὡντινωνοῦν ἀξίαν δοκεῖν εἶναι τὸ παράπαν ἐπὶ μηδενὶ πεπιστεῦσθαι. ᾗ τοσοῦτον δόξης καὶ τοῦ θαυμάζεσθαι μέτεστι, καὶ οὕτως ἐστὶ διὰ πάντων κρατίστη καὶ τοῖς ὅλοις νικῶσα, ὡς μόνην ταύτην [66] τῶν ὑφ' ἡλίῳ πόλεων, εἰ δεῖ συντόμως εἰπεῖν, κοινὴν ἐρωμένην ἀνθρώπων τε καὶ θεῶν καταστῆναι. οἱ μὲν γὰρ οὐ μόνον ἀντὶ πατρίδος, ἀλλὰ καὶ πρὸ τῆς πατρίδος ἄγουσι ταύτην, καὶ ὅλῳ καὶ παντὶ πρεσβεύουσι τῷ θυμῷ, ὡς εἰκὸς τὴν κοινὴν ἁπάντων αἰτίαν τε καὶ τροφόν. πρώτη γὰρ ἄνθρωπον ἤνεγκε καὶ πρώτη βίου [68] χρῆσιν ἐξεῦρε, καὶ διὰ τοῦτο μόνη πᾶσιν ἀνθρώποις ἐστὶ καταφυγὴ καὶ προστάτις· καὶ πάντες κατὰ τὸ τῆς [70] χρείας ἑστὸς ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς, τὸ τοῦ λόγου, πρὸς ταύτην ὡς πρὸς μητέρα χωροῦσι, καὶ τυγχάνουσιν ὧν βούλονται κάλλιον ἢ προσεδόκησαν. οὕτω δ' ἀνθρώποις περισπούδαστος οὖσα, οὕτω καὶ θεοφιλής ἐστι καὶ μέλημα τοῖς κρείττοσιν ἐναργῶς ὡς τοὺς μὲν αὐτῶν πάλαι πρὸς ἀλλήλους περὶ ταύτης ἐρίσαι, τοὺς δ' ὧν πρὸς ἀλλήλους εἶχον διαφορῶν ἐνταῦθα πεποιῆσθαι τὰς κρίσεις, πάντας δ' ἁπλῶς κατὰ πάντα δή που τὸν χρόνον πᾶσαν εἰσφέρειν σπουδὴν μὴ μόνον τὰ λυσιτελῆ καὶ συναύξοντ' αὐτὴν ἐκ παντὸς τρόπου περαίνειν, ἀλλὰ καὶ ὅ τι ἂν ἔσθ' ὅτε σφαλῶμεν, ταῦτ' αὐτοὺς ἐπὶ τὸ βέλτιον μεθιστάναι.
Οὐκοῦν καὶ περὶ ἀτελείας ταῦτ' εἰκότως ἔχομεν λέγειν καὶ τῆς τῶν θεῶν προνοίας ἀξίως. ὡς εἰ μὲν τῶν [72] λυμαινομένων κατὰ τὸν σόν ἐστι λόγον αὕτη, Λεπτίνη, οὐκ ἂν ἐπὶ τοσοῦτον εἰσκωμάσαι τῇ πόλει ταύτην εἴασαν οἱ θεοὶ, ἀλλ' ὥσπερ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει θεοῦ ἔπαυσαν μὲν τὴν πρὸς Εὔμολπον μάχην, ἔπαυσαν δὲ τὸν λοιμὸν, ἐνταῦθα μὲν τοῦ Λεῶ τῶν θυγατέρων ἐκστάντος, τοῦ δ' Ἐρεχθέως ἐκεῖ τῆς παιδὸς, καὶ πάλιν αὖ ἐν τῷ πρὸς Δωριέας καὶ Πελοποννησίους πολέμῳ περιγενέσθαι τῇ πόλει παρέσχον οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν παρεσκεύασαν· [74] οὕτω καὶ τὴν ἀτέλειαν, εἴπερ ἐπιβλαβῆ τῇ πόλει συνῄδεσαν, εὐθὺς ἂν τὸν αὐτὸν τρόπον ἦραν ἐκ μέσου. καὶ πάντες μὲν ὡς εἰπεῖν οἱ θεοὶ, ἐπεὶ πᾶσιν ἡμῶν μέλει καὶ πάντων ἡμῖν, πολλῷ δὲ πλέον ἡ τὴν πόλιν ἐξ ἀρχῆς λαχοῦσα Παλλὰς καὶ ὁ προσοικῶν Ἴακχος, ὃς τῆς εἰς ἡμᾶς εὐνοίας καὶ φιλανθρωπίας πλεῖστα μὲν καὶ κάλλιστα δείγματα ἐξήνεγκεν ἐν παντὶ τῷ παρασχόντι, μέγιστον δὲ καὶ ὃ πάντες ᾄδουσιν οἷς ἐν τῷ Μηδικῷ πολέμῳ τὰ κράτιστα συνήραθ' ἡμῖν, καὶ αὐτὸς δι' ἑαυτοῦ καὶ νέφος ταῖς τῶν βαρβάρων ναυσὶν ἐγκατασκῆψαι παρασκευάσας ἅμα τῷ μέλει τῷ μυστικῷ. ἀλλ', ὅπερ [76] ἔφην, εἰ μὲν τὰ τῆς ἀτελείας ἡμῖν εἰς βλάβος ἀπήντα, λόγον ἂν εἶχεν ὑπὸ τῶν τὰ ἡμέτερα πάντα τρόπον εὖ ποιεῖν βουλομένων θεῶν καὶ ταύτην αὐτίκα πεπαῦσθαι· οἷς δ' οὐ χθὲς καὶ πρώην, ἀλλ' ἄνωθεν καὶ ἐξ ἀρχῆς οὖσαν τῇ πόλει οὐδενὸς ἠξίωσαν λόγου πρὸς τὸ ταύτην ἐκτρῖψαι, πᾶσαν δὲ μᾶλλον ποιοῦνται σπουδὴν, ταύτην ὅσαι ὧραι συνιστάναι τε καὶ συναύξειν, δι' ὧν ἑκάστοτε πλείστους ἐπὶ τῷ ταύτης τυχεῖν εὖ ποιεῖν τὴν πόλιν προτρέπονται, ἄτοπον ἂν εἴη καὶ τοῖς θεοῖς ἀτεχνῶς πολεμοῦν ἁκεῖνοι καλῶς ἔχειν ἔγνωσαν, ταῦθ' ἡμᾶς διαβάλλειν, ὥσπερ ἢ τῶν θεῶν ἀμείνους ἀξιοῦντας εἶναι πρὸς τὸ τὰ δέοντα ξυνορᾶν, ἢ ὡς τὰ χείρω τιμῶσιν ἐκεῖνοι δεικνύντας.
Τοσαύτης οὖν καὶ τηλικαύτης, ὦ ἄνδρες Ἀθηναῖοι, δόξης ἡμῖν ὑπαρχούσης, καὶ ταύτης οὐ μόνον, θεῶν βουλομένων, παραπλησίας εἰς ἅπαν, ἀλλὰ καὶ περιφανεστέρας πολλῷ καὶ μείζονος ἔθ' ἡμῖν ἐσομένης, τοῦ εἰκότος ἀεὶ νικῶντος, ἔπειθ' ἡμεῖς οὐ προτιμήσομεν ταύτης, [78] ἀλλὰ τὰς Λεπτίνου λειτουργίας ἀσφαλεστέρας νομιοῦμεν καὶ καλλίους κεχρῆσθαι, ἃς διὰ τὸ μηδὲν εἶναι πρὸς λόγον λυσιτελοῦντος τῇ πόλει οὐδ' εἱστισοῦν τὸ παράπαν ἄχρι τοῦ νῦν ἠξίωκε λόγου. καὶ πῶς οὐ τοὺς ἄνωθεν ἡμῖν συναγωνιστὰς τῶν τοιούτων παροξυνοῦμεν θεοὺς, εἴπερ οἱ μὲν ὅπως ἑκάστοθ' ἡμῖν ἐπὶ μεῖζον τὰ τῆς δόξης χωροίη πάντα ποιοῦσιν, ἡμεῖς δὲ οὐ μόνον ὅπως τὴν ἐξ ἀρχῆς προσοῦσαν ἡμῖν αὐξήσαιμεν, ἀλλὰ καὶ ὅπως ἐξαλείψαιμεν ταύτην ἀξιώσομεν, καὶ μῖσος ἡμῖν αὐτοῖς ὅτι μάλιστα προστριψαίμεθα, τῆς πρόσθεν εὐνοίας ἀντίπαλον; πρὸς γὰρ τὰ τελευταῖα ταυτὶ τὰς ψήφους οἴσουσιν ἅπαντες, καὶ δόξομεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ κενοῖς τισιν ἡμεῖς φιλοτιμεῖσθαι τοῖς πρόσθεν καὶ μύθοις μᾶλλον ἢ πράγμασιν, οἱ καινότητι καὶ τῷ μεγέθει τῶν ἔργων, οὐ μόνοις παρεικότες ἀπιστεῖσθαι τοῖς μύθοις.
[80] Πάντων δὲ ἀτοπώτατον, εἰ πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δ' ἐπαγγελλομένου, ἐὰν μετ' αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα τὰ πάντων αἴσχιστ' αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδ' ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν ἢ τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι· καὶ ταῦτ' οὔσης ἀνάγκης, ἐν ᾗ καὶ τὸ παρὰ τοὺς νόμους εἰργάσθαι φέρει ξυγγνώμην. ἡμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καθ' ἡμῶν αὐτῶν εἴξομεν ὁτῳοῦν, καὶ πλέον ἕξει Λεπτίνης ἃ μὴ δεῖ συμβουλεύων, ἢ Ξέρξης μετὰ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ἡμῖν ἐπιών; καὶ μὴν οἷς μὲν [82] τούτου γῆν καὶ ὕδωρ διὰ τῶν πρέσβεων αἰτοῦντος οὐκ ἐπεστράφημεν οὐδ' ὁπωστιοῦν, ἀλλ' οὕτως ἔσχομεν ἐν τῷ παραυτίκα τῆς ἀκοῆς ὥστ' ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ ξυγχωρεῖν, οὐ μόνον αὐτὸν λίθοις εὐθὺς ἀνελεῖν, ἀλλὰ καὶ τοὺς πρέσβεις εἰς φρέαρ ἐμβεβληκότες, ἔπειτ' αὐτοῖς γῆν ἐπιχῶσαι, ὡς μόνην ταύτην οὖσαν πρὸς εὐψυχίαν παράκλησιν, θαυμαστὴν δόξαν ὑπερφυοῦς μεγαλοφροσύνης καὶ Ἕλλησι καὶ βαρβάροις ἐν τῷ τηνικαῦτα παρέσχομεν· ἀφορήτῳ δ' ὀνείδει καὶ διηνεκεῖ περιβαλεῖν ἐπιχειροῦντα νῦν τὴν πόλιν Λεπτίνην εἰ μὴ καθέξομεν, ἡμῶν αὐτῶν παντάπασι δόξομεν ἐκπεσεῖν. καὶ [84] τότε μὲν Ἄρθμιον τὸν Ζελείτην καὶ προσέτι τὸν ἑρμηνεύσαντα τὰ γράμματα τὸν μὲν ἔξω πάσης ᾠήθημεν ἀποκτεῖναι συγγνώμης, Ἄρθμιον δ' ἐψηφισάμεθα πολέμιον τοῦ δήμου τῶν Ἀθηναίων, αὐτόν τε καὶ τὸ γένος ἀτίμους, ὅτι ὁ μὲν τῷ βασιλεῖ διακονῶν χρυσίον εἰς Πελοπόννησον ἤγαγεν, ὁ δ' ἔχρησε τὴν γλῶτταν κατὰ τῶν Ἑλλήνων τῷ βασιλεῖ· τὸν δὲ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ [86] τοὺς ἡμετέρους προγόνους εἰς αἰσχύνην δι' ὧν νομοθετεῖ καθιστάντα Λεπτίνην τοῦτον δέον ὑπὲρ ἐκείνους κολάζειν, ἅθ' ὑπὲρ ἐκείνους ζημιοῦντα τὴν πόλιν, ἡμεῖς δ' αὐτοῦ παρρησιαζομένου καὶ λέγοντος ταῦτ' ἀνεχόμεθα, καὶ ψήφου καὶ βουλῆς ἀξιοῦμεν, εἴτε τοῖς τούτου πείθεσθαι χρῆν εἴτε μή.
Χωρὶς δὲ τούτων τὰ μὲν ἄλλα τῶν ἀδικημάτων οὐκ ἐν ἅπαντι δή που τῷ χρόνῳ, ἀλλ' ἐπὶ μέρους ἐπάγει τὴν βλάβην· ὃ δὲ νῦν οὗτος ἐπιχειρεῖ ποιεῖν, νομοθετῶν ἃ δεδώκαμεν ἀφαιρεῖσθαι, τούς τε νῦν ὄντας Ἀθηναίους τούς τε ἐσομένους πρό τε ὄντας, κατὰ τὸ ἔπος, μάλιστα διαβάλλει. οὔτε γὰρ ἡμεῖς ἑστῶσιν ὡς εἰπεῖν ἔθ' [88] ἕξομεν ὀφθαλμοῖς καθορᾶν, οὓς διὰ τῆς ὧν δεδώκαμεν ἀφαιρέσεως ἀτιμάσομεν, ἀλλὰ τῆς Ἅιδου κυνῆς ἡμῖν δεήσει, φανέντων· τούς τ' ἐπιγιγνομένους ἡμῶν καταλελήψεται τοὔνειδος, καὶ ὡς ἀγνωμονούντων παῖδας ἐκτρέψονται καὶ μισήσουσι πάντες. οὐ μὴν ἀλλὰ καὶ ἡ τῶν προγόνων οὐ μόνον ὑπὲρ τῶν ἀδικούντων θαυμαστὴ καὶ ἄτοπος προθυμία τε καὶ σπουδὴ, ἀλλὰ καὶ ἡ πρὸς τοὺς ἠτυχηκότας καὶ καταπεφευγότας εἰς τὴν πόλιν φιλανθρωπία καὶ τὸ σώζεσθαι λόγος ἄλλως ἅπαντα ταῦτ' οἶμαι δόξει, ὑπὸ τῆς ἡμετέρας ἀπιστηθέντα κακίας. τὸ γὰρ τοὺς εὖ πεποιηκότας ὧν ἀντευπεποιήκαμεν ἀποστερεῖν αὖθις ἐθέλειν ὥσπερ ἐκ μεταμελείας ἡμᾶς, ἄνευ τοῦ τῶν ἀδικωτάτων εἶναι, τεκμήριον [90] ποιήσονται δή που πάντες ἢ τοῦ μηδὲν ὧν ἔφην τοὺς προγόνους εἰργάσθαι, ἢ τοῦ μηδὲν ἡμᾶς ἐκείνοις κατὰ γένος προσήκειν, διὰ τὸ τοὺς μὲν καὶ τῶν αὐτοὺς ἀδικησάντων ὥσπερ εὖ πεποιηκότων ὑπὸ μεγαλοψυχίας πολλάκις προστῆναι καὶ πᾶσαν ὑπὲρ τούτων εἰσενηνοχέναι σπουδὴν, ἡμᾶς δὲ καὶ ἃ τοῖς εὐεργέταις δικαίως ἀποδεδώκαμεν, ταῦτ' αὐτοὺς ὡς δυσμενεστάτους ἀναφανέντας ὑπ' ἀγνωμοσύνης ἀφῃρηκέναι. ὃ καὶ θαυμάζω εἰ μηδὲν μὲν αὐτοῖς ἐγκαλεῖν ἔχοντες οὕτως ἀτιμάζομεν, ὡς ἀφαιρεῖσθαι σφίσι τὰς δωρεὰς, κακοὺς δὲ εἰς ἡμᾶς ἀναφανέντας ἔπειθ' ἕξομεν ὁτιοῦν πλέον εἰργάσθαι.
Ἄνευ δὲ τούτων εἰ, ὅταν τις δι' ὧν ἑτέρῳ λυμαίνεται ἑαυτῷ παρασκευάζῃ τὰ βέλτιστα, αἰτίας οὐκ ἀπήλλακται δή που διὰ τὸ πεπονηρεῦσθαι, οὐδὲ ταύτῃ μᾶλλον ἐπαινετέος ἢ κατ' ἐκεῖνο μεμπτέος· ἦ πού γε ὅταν τις καὶ ἑαυτὸν καὶ ἕτερον καταβλάπτῃ, μᾶλλον δ' ἐν τῷ δοκεῖν βλάπτειν κἀκεῖνον, τοῖς ἑαυτῷ λυσιτελοῦσιν ἐπιεικῶς πολεμῇ, τίς οὐκ ἂν τῷ τοιούτῳ δι' ἄμφω ταυτὶ [92] νεμεσῴη δικαίως; ἡμεῖς τοίνυν εἰ μὲν τῆς πρὸς ἄλλους βλάβης χωρὶς ἡμῖν αὐτοῖς τὰ λυσιτελῆ κατὰ τὸν σὸν ἐπορισάμεθα λόγον, Λεπτίνη, ζηλωτοί τινες ἂν εἴημεν· νῦν δὲ εἰ ἃς δεδώκαμεν δωρεὰς τοὺς ἔχοντας τούτων ἀποστερήσομεν, ἀποστερήσομεν καὶ ἡμᾶς αὐτοὺς τοῦ τε πιστεύεσθαι τὸ λοιπὸν τοῦ τε προσδοκᾶν ἔτι παρ' ὡντινωνοῦν τὰ βελτίω. καὶ γὰρ οὕτως ἔχει· ἐὰν μὲν ἃ τοῖς εὐεργέταις ἀπέδομεν, ταῦτ' αὐτοῖς ἐάσωμεν ἔχειν, οὐ μόνον τὰ δίκαια ποιοῦντες ἐσόμεθ' αὐτοῖς, ἀλλὰ καὶ τοὺς ἄλλους πρὸς τούτοις ἐπὶ τὰ ἴσα προτρέψομεν. ἐὰν δὲ, ὃ μὴ γένοιτο, ταῦτ' ἀφελώμεθα, οὐ μᾶλλον σφᾶς ἀδικήσομεν ἢ ἡμᾶς αὐτοὺς, τῶν συμφερόντων ἀποστεροῦντες καὶ ὧν ἥκιστ' ἐχρῆν· καὶ προσέτι δόξομεν ἢ τηνικαῦτα μὴ καλῶς βεβουλεῦσθαι ἃ μετ' ὀλίγον ἐμέλλομεν ἀφαιρεῖσθαι, ταῦτ' αὐτοῖς παρασχόντες, ἢ εἰ καλῶς βεβουλεύμεθα τότε, νῦν οὐ καλῶς ἀφαιρεῖσθαι. ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ὅλως ἀστάτῳ δή τινι γνώμη πρὸς πάντ' ἐγνώκειτε χρῆσθαι καὶ κατὰ τὰς Εὐρίπου στροφὰς ἑκασταχόσε τῶν πραγμάτων [94] χωρεῖν, οὐδὲν ἀπεικὸς οὐ μόνον τὴν ὑπὲρ ἀτελείας χειροτονίαν ἀνελεῖν ἐθελῆσαι, ἀλλὰ καὶ πάντων ὡς εἰπεῖν τῶν καὶ ἡμῖν καὶ τοῖς ἡμετέροις προγόνοις καλῶς ἐγνωσμένων ἐπίπροσθεν θέσθαι τοὺς τοῦ δεῖνος ἢ τοῦ δεῖνος φληνάφους. εἰ δὲ τὰ τοιαῦτα νοσεῖν καὶ πρὸς ὑμᾶς αὐτοὺς στασιάζειν ταῖς γνώμαις οὐδ' ἂν ὄναρ ἐνέγκοιτε, οὐκοῦν ἕως γ' ἂν εἰς Ἀθηναίους τελῆτε καὶ τὸ μέγα καὶ θαυμαστὸν τουτὶ φρόνημα σώζητε, οὐδ' ἀτελείας πέρι οὐδὲν καινὸν οὐδ' ὁπωστιοῦν ποτε ψηφιεῖσθε, κἂν μυριάκις διαρραγῶσί τινες, ἄνω καὶ κάτω λειτουργιῶν μεμνημένοι, ἀλλὰ τοῖς ὡς ἄριστα καὶ λυσιτελῶς δεδογμένοις ἐμμενεῖτε καθάπαξ.
Σκοπεῖτε δὲ κἀκείνως. τῶν πραγμάτων, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ μὲν οἷς οἴκοθεν παρεσκεύασται τὴν σύστασιν ἴσχει καὶ οὐ τοσοῦτον δεῖται πρὸς συμμαχίαν τοῦ χρόνου, τὰ δ' εἰ καὶ ἄλλως ἐνδεῖ, ἀλλὰ τὸ πόρρωθεν ἦρχθαι μέγιστον σφίσι πρὸς τὸ τιμᾶσθαι ξυναίρεται· [96] ἔστι δ' ἃ τούτων μὲν ἀμφοτέρων μετέχει, τοῦ δὲ καὶ τιμᾶσθαι παρὰ πάντων οὐκ ἐξ ἴσης μετέχει, ἀλλ' οἱ μὲν μᾶλλον, οἱ δ' ἔλαττον χρῶνται, καὶ οἱ μὲν, οἱ δ' οὔ. τὸ δὲ πᾶσιν οἷς ἔξεστι τοὺς εὐεργέτας κοσμεῖν καὶ μηδὲν τῶν εἰκότων ἐλλείπειν οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, δι' ἄμφω ταῦτα τοῦ παντὸς ἄξιον χρῆσθαι ὥστε καὶ ἄνθρωποι πάντες καὶ οἱ τὸν Ὄλυμπον οἰκοῦντες θεοὶ καὶ δαίμονες τὴν αὐτὴν περὶ τούτου φέρουσι ψῆφον καὶ ξυγχωροῦσι κατὰ ταῦτα, οἱ μὲν τοῦ μηδένα μὴ δεῖν τὸ παράπαν ἔτ' ἔχειν ἀγνωμονεῖν παράδειγμα τὸν Ἰξίονα [98] καὶ τὴν Ἰξίονος τύχην προθέντες τῷ βίῳ, τοὺς δὲ οὐδὲ λέγειν ἔξεστιν ὁπόσου δή τινος τοὺς σφῶν ἀξιοῦσι γονέας καὶ παιδευτὰς, καὶ ὅπως τούτοις καὶ ζῶσι καὶ τελευτήσασι τὸν ἅπαντα τοῦ βίου κέχρηνται χρόνον, οὐ μόνον πλείστας καὶ μεγίστας καὶ λόγῳ καὶ ἔργῳ χάριτας αὐτοῖς ἐκτιννύντες καὶ σχεδὸν ὑπὲρ κεφαλῆς αἴροντες, ἀλλὰ καὶ μετ' αὐτοὺς, ὡς εἰπεῖν, τοὺς θεοὺς ἄγοντες σφᾶς. ὥσπερ οὖν τοὺς μὲν οὕτω διακειμένους οὐκ ἂν ἀγάσαιτό τις τῆς γνώμης, διὰ τὸ μηδέν τι καινὸν, ἀλλ' ἃ τὸ εἰκὸς ἀπαιτεῖ πράττειν αἱρεῖσθαι, ἐὰν δὲ τὴν ἀναγκαίαν ἐλλίπωσι ταύτην φορὰν, τότ' ἀδικίας ἐσχάτης ἁλώσονται, ὣς δέ μοι δοκεῖ καὶ περὶ τῶν ἄλλως εὖ πεπονθότων ψηφίζεσθαι χρῆναι. καὶ ὅπως ἐκεῖ μὴ τὴν φύσιν προΐσχῃ. εἰ γὰρ καὶ μείζων ἐπ' ἐκείνοις ἡ δίκη, ἀλλὰ τὸ τῆς ἀγνωμοσύνης δή που ταυτὸν, ἐάν τε περὶ φύσιν ἐάν τε ἄλλως ξυμβαίνῃ. οὐ γὰρ τοῦ στρατηγὸν ἀνελόντος ἥττων ἂν δόξειε φονικὸς ὁ τοῦτ' αὐτὸ στρατιώτην [100] ὁντινοῦν εἰργασμένος, οὐδ' αὖ τοῦ τὰ ἱερὰ σεσυληκότος ὁ δημόσια κεκλοφώς· ἐπεὶ μηδὲ νόμον μᾶλλον ἐροῦμεν τὸν τοῖς προδόταις ἐπεξιόντα ἢ τὸν παρὰ τῶν τοιχωρυχούντων λαμβάνοντα δίκην.
Καὶ νῦν ἡμεῖς οἷς τοὺς εὐεργέτας δωρούμεθα καινὸν οὐδὲν δρῶντες, ἀλλὰ τὰ γιγνόμεν' ἀποδιδόντες, οἷς ὧν παρέσχομεν ἀποστερήσομεν σφᾶς, μειζόνως ἀδικήσομεν, εὖ οἶδα, ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς εἰσηνέγκαμεν. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνης ἂν ἦν, τὸ δ' ἀδικίας, εἴπερ ἃ παρ' ἡμῶν δικαίως εἰλήφασι, τούτων ἀδίκως ἀποστερήσονται. τοσοῦτον δ' ἀδικία μείζων ἀγνωμοσύνης, ὡς μόριον ἀδικίας τοῦτ' εἶναι· οὐ γὰρ πᾶς ἀδικῶν ἤδη καὶ πρὸς τοὺς εὐεργέτας ἐστὶν ἀγνώμων, ἀλλ' ὁ πρὸς τούτους ἀγνωμονῶν αὐτὸ τοῦτ' ἀδικεῖ μόνον, τὸ [102] μὴ τὰ προσήκοντ' αὐτοῖς πράττειν αἱρεῖσθαι· οὐκοῦν τὸ μὲν μισεῖται, ἀδικίας δὲ κολαστὰς ἴσμεν τοὺς νόμους. εἶτ', ὦ ἄνδρες Ἀθηναῖοι, ἃ μὴ παρασχόντες ἠγνωμονοῦμεν ἂν, ταῦτα μετὰ τὸ παρασχεῖν ἀφελόμενοι τοιοῦτον καθ' ἡμῶν βουλησόμεθα λόγον πᾶσι γενέσθαι, ὡς Ἀθηναῖοι τοὔλαττον ὡς κακὸν φυλαξάμενοι ἑκόντες ὄντες τῷ μείζονι περιέπεσον; μηδαμῶς. ἔτι τοίνυν ὁ μὲν παρ' ὧν εὖ ἐπεπόνθει, τούτους οὐκ ἐθέλων τοῖς ἴσοις ἀμείψασθαι ἀγνωμοσύνης ἅμα καὶ ἀδικίας ἔγκλημα φέρεται, ὁ δ' ἃ δέδωκεν ἀφαιρούμενος πρὸς τῷ τούτοις ἐνέχεσθαι καὶ τὴν τοῦ μὴ τὰ δέοντα πράττειν εἰδέναι δόξαν ἑαυτῷ δή που προσάπτει, καὶ προσέτι σκαιότητος καὶ περιεργίας. δι' ὧν γὰρ ἃ δέδωκεν ἀφαιρεῖν [104] αὖθις οἴεται δεῖν, λογίζεσθαι πᾶσιν ἐξ ἀνάγκης ξυμβαίνει ὡς ἢ μὴ γνώμης εὐθύτητι παρέσχεν ἐκεῖνα, ἀλλ' ὅπως μειζόνως τούτους οἷς ἀποστερήσει λυπήση ἢ εἰ μὴ, τοῦτο λειπόμενόν ἐστιν ἐξ ἀνάγκης, ὡς οὐ μετὰ λογισμοῦ τότε παρέσχεν, ἐπεὶ πάλιν ἐκτὸς αἰτίας ἀφείλετο. τὸ γὰρ μηδ' ἡστινοσοῦν ἐπειγούσης ἀνάγκης· ἀνάγκᾳ δὲ οὐδὲ θεοὶ, φασὶ, μάχονται· ἑτοίμως ἐφ' ἕτερ' ἄττα μεταχωρεῖν τεκμήριόν ἐστι θαυμαστὸν τοῦ τε καθάπαξ ἀβεβαίου τῆς γνώμης τοῦ τε μηδὲν ἐξ ἀρχῆς βεβουλεῦσθαι, ὥσπερ αὖ κραταιᾶς εὖ μάλα καὶ μετὰ λογισμοῦ καὶ ψήφου τοῖς πράγμασιν ἐγχειρούσης τὸ μηδὲν εἰκῆ μεταβάλλειν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις ἐμμένειν. εἶεν.
Λεπτίνη, σὲ δ' ἄν τις ἔρηται τοῦ χάριν θυσίαις καὶ τελεταῖς τοὺς θεοὺς καὶ προσόδοις τιμῶμεν, εἰ μὲν ὧν παρ' αὐτῶν εὖ πεπόνθαμεν μόνων ἐρεῖς, οὐκ ὀρθῶς ἐρεῖς, εἰ δὲ τοῦθ' ἅπασι δῆλον ὡς ἐφ' ἑκάτερον ταῦτα [106] βλέπει καὶ οὐ μόνον τῶν παρελθόντων, ἀλλὰ καὶ τῶν μελλόντων δι' αὐτῶν ποιούμεθα πρόνοιαν· τὰ μὲν ὅπως εὖ μάλα παρέσται δεόμενοι καὶ μετὰ παντὸς ἀεὶ τοῦ βελτίονος, τῶν δὲ χάριν εἰδότες, καὶ πρὸς τὰ ἴσα καὶ μείζω παρακαλοῦντες· τί καινὸν, εἰ καὶ πρὸς τοὺς εὐεργέτας ταυτὸν τοῦτο ποιεῖν οἰόμεθα δεῖν, ἐπεὶ καὶ πρώτους εὐεργέτας ἅπαντες ἴσμεν θεοὺς, καὶ ὡς ἐξ ἀρχῆς συστησαμένους τόδε τὸ πᾶν, καὶ ὡς τῇ διηνεκεῖ διὰ πάντων προνοίᾳ συνέχοντας τοῦτ' ἀεὶ καὶ κοσμοῦντας καὶ χαίροντας τῷ προσρήματι τούτῳ μᾶλλον ἢ πολυτελείαις ἐναγισμάτων; ὥστε τοῦτον τὸν τρόπον ταυτόν ἐστιν εἰς εὐεργέτας καὶ εἰς θεοὺς ἁμαρτεῖν. καὶ μὴν ἄνθρωποι μὲν ἁπάντων εἰσὶν ἐνδεεῖς, θεοῖς δὲ μηδενὸς δεῖ τῶν [108] ἁπάντων, ἅτ' οὖσι χορηγοῖς τῶν ἁπάντων· ἀλλ' ἢν τὰ παρ' ἡμῶν ποτ' ἐλλείπῃ καὶ μὴ τὴν νομιζομένην ταύτην εἰσφέρωμεν εἰσφορὰν, ἐναγεῖς εὐθὺς ἡμεῖς καὶ μιαροὶ καὶ προδόται τοῦ θείου καὶ κακῶν κάκιστοι, καὶ δεῖ δοῦναι δίκην, κατὰ τὸν Σωφρονίσκου Σωκράτη. εἰ τοίνυν τοῖς μηδενὸς δεομένοις θεοῖς τοσούτων ἐσμὲν ὀφειλέται, καὶ πάντων ἀναγκαιότατος οὗτος ἔρανος, πόσον τι χρὴ τοῦτ' εἶναι τοῖς πάντων δεομένοις ἀνθρώποις;
Παρὰ πάντα δὲ ταῦτα ἐκεῖνο λέγω, μάλιστα πάντων ἡμῖν διαφέρον, ὡς εἰ καὶ τῶν δικαίων ἥκιστ' ἐτύγχανεν ὂν τὸ τοὺς εὐεργέτας δή που τιμᾶν, καὶ ἃ παρεσχόμεθ' αὐτοῖς, ταῦτ' εἰς ἅπαν ἔχειν ἐᾶν, ἡμεῖς δὲ καὶ οὕτως οὐκ ἂν τῆς συνήθους ἐξέστημεν μεγαλοψυχίας καὶ τοῦ παντὶ τρόπῳ κοινῇ πάντας ἐκ τῶν δυνατῶν εὖ ποιεῖν προθυμεῖσθαι· εἰκότως. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἡμῖν λόγος χρημάτων οὐδ' εἱστισοῦν, καθάπερ πᾶσι τοῖς ἄλλοις, ἀλλὰ θαυμαστῆς τινος δόξης καὶ τοῦ φιλανθρώπους ἐκ περιουσίας διὰ πάντων ἅπασιν εἶναι. τεκμήριον δ' ἐναργὲς τὸ πάλαι μὲν ἡμᾶς πάνυ τοι πλείστων εὐπορηκέναι [110] χρημάτων, πάντα δὲ ταῦθ' ὑπὸ φιλοτιμίας προέσθαι καὶ τοῦ θαυμάζεσθαι βούλεσθαι, μίαν ὡς ἀληθῶς ἡγουμένους περιουσίαν τὴν ἐν τοῖς τοιούτοις δαπάνην, τά τε ἄλλα καὶ ὅτι χρήματα μὲν ὑπόκειται τύχῃ, φιλοτιμίας δὲ ἀθάνατός ἐστιν ἡ κτῆσις καὶ τὸ κλέος αὐτῆς οὔποτ' ὀλεῖται· ἧς οὔτ' οὖν τινές πω τῶν πάντων οὐδ' ἐπὶ σμικρὸν ἀμφισβητεῖν ἔσχον ἡμῖν οὔθ' ἡμεῖς κίνδυνον πώποθ' ὁντινοῦν ἐξέστημεν ὑπὲρ ταύτης, ἀλλὰ καὶ σωμάτων καὶ χρημάτων κοινῶν τε καὶ ἰδίων καὶ πάσης ἡστινοσοῦν ἄλλης παρασκευῆς δι' αὐτὴν ταύτην ἠφειδοῦμεν ἡδέως. ὅθεν σεσώκαμεν μὲν Ἡρακλείδας κινδυνεύοντας ὑπ' Εὐρυσθέως παντάπασιν ἐκτετρίφθαι, καὶ δι' ἡμῶν εὑρομένους αὐτόν τε ἀμύνασθαι καὶ τῆς Λακεδαίμονος αὖθις μετὰ πολλοῦ τοῦ κρείττονος ἐπιβῆναι· σεσώκαμεν δὲ οὐ μόνον τὸν περὶ Θήβας [112] ἠτυχηκότα καὶ τῆς Σφιγγὸς καθαιρέτην Οἰδίποδα τὸν Λαΐου, ἐξεληλαμένον μὲν Θηβῶν τε καὶ πάσης τῆς Βοιωτίας ὑπὸ τοῦ συγγενοῦς Κρέοντος, καταφυγόντα δὲ ὡς ἡμᾶς, καὶ μεγίστης ἀξιωθέντα προνοίας· ἀλλὰ καὶ Θηβαίους αὐτοὺς, ὕστερον κακῶς ὑπὸ τῆς φρουρᾶς τῆς Λακωνικῆς διακειμένους. καὶ μὴν καὶ Ταναγραίοις καὶ Θετταλοῖς τοῖς μὲν στάσει χρησαμένοις καὶ πρὸς τὸ μηδὲν ἤδη χωροῦσι, Ταναγραίοις δὲ ὑπὸ Θηβαίων ἐξῳκισμένοις γεγόναμεν ἐν καιρῷ, τοῦ μὴ διεφθάρθαι καθάπαξ αἴτιοι μετὰ τοὺς θεοὺς αὐτοῖς καταστάντες. ταυτὸ δὲ τοῦτο Μεσσήνιοι καὶ Πλαταιεῖς ἔχουσι λέγειν, οἱ μὲν ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων κατασκαφέντες, ὑφ' ἡμῶν δὲ σωθέντες, οἱ Πλαταιεῖς, τοῖς δ' ὑπὸ Λακεδαιμονίων κατασκαφεῖσι τὰ μέγιστα ξυνηράμεθ' ἡμεῖς, καὶ νῦν εἰσι Μεσσήνιοι διὰ τὴν πόλιν. καὶ σιωπῶ Δρύοπας καὶ Πελασγοὺς καὶ πάντας τοὺς ἄλλους, οὓς ἐδέξατο μὲν κινδυνεύοντας, οὕτω δ' ἀντ' ἀγαθοῦ του δαίμονος σφίσι κατέστη ὡς ἐπιλελῆσθαι δι' ὧν εὖ πεπόνθασι καὶ τῶν συμφορῶν.
Καὶ οὐχὶ πάλαι μὲν οὕτω πρὸς πάντας θαυμαστῶς καὶ μεγαλοψύχως ἔσχεν ἡ πόλις, νῦν δὲ ὡς ἑτέρως καὶ παρὰ πολὺ τῶν προγόνων καὶ τῆς ὑποθέσεως ἀναξίως, ἀλλὰ χθὲς καὶ πρώην ἐπὶ τῶν Μηδικῶν, τοῦ μὲν βαρβάρου μεγάλων καὶ ὧν οὐκ ἄν τις ἤλπισεν ἡμᾶς ἀξιοῦντος, ἐφ' ᾧ συμμάχους αὐτῷ προσλαβεῖν δεδυνῆσθαι, τῶν δ' αὖ Λακεδαιμονίων ἑτέρωθεν ἐν τούτῳ δέους διὰ ταῦτα μάλιστα καταστάντων, ὡς καὶ παῖδας ἡμῖν καὶ γυναῖκας καὶ πρεσβύτας, ἕως ἂν ὁ πόλεμος ᾖ, διὰ πάντων εὖ ποιεῖν ὑπεσχῆσθαι, ποίους τινὰς παρέσχομεν ἡμᾶς αὐτοὺς καὶ πῶς τουτοισὶ διετέθημεν δή [116] που; τοῖς μὲν γὰρ ὡς ἀνάξια τῆς ἡμετέρας προαιρέσεως καὶ φιλανθρωπίας δι' ὧν ἐπηγγέλλοντο βεβουλευμένοις μεμψάμενοι, τοῦ δ' ὡς ἀδυνάτοις ἐπιχειροῦντος οὐδ' ἀκοῦσαι ὅλως οὐδ' ὁπωστιοῦν ἀνασχόμενοι, τὸν μὲν αἰσχρῶς ἀναχωρῆσαι τῆς Ἑλλάδος παρεσκευάκαμεν, τοὺς δὲ μετὰ τῆς Ἑλλάδος ἐξειλόμεθα τῶν κινδύνων. πάλιν τοίνυν κοινῇ πάντες ξυνεισενεγκεῖν Λακεδαιμονίοις τὰ χρήματ' ᾠήθημεν δεῖν, ἅπερ ἐδανείσαντο μὲν παρ' αὐτῶν οἱ τριάκοντα κατὰ τῶν ἐν Πειραιεῖ· ὡς δὲ τὰ πράγματα κατέστη καὶ Λακεδαιμόνιοι ταῦτ' ἀπῄτουν, οἱ μὲν ἄλλοι πάντες ἀποδοῦναι τοὺς δανεισαμένους [118] ἠξίουν καὶ διαλύσασθαι κατὰ τὸ εἰκὸς, αὐτοὶ δ' οὗτοι τοῦτ' ἂν πρῶτον γνώρισμα τῆς ὁμονοίας ἐβόων γενέσθαι, ἐὰν ὁ δῆμος ἅπας ἐκτίσῃ.
Ὅτε τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μηδ' ἡστινοσοῦν προϋπηργμένης ἀνάγκης, ἀλλ' ὑπὸ τοῦ φιλανθρωποτάτου μόνου τῆς γνώμης τὰ τοιαῦτα πράττειν τῶν καλλίστων ἐδόκει, καὶ διαγεγόναμεν τὸν ἅπαντα χρόνον τὴν καλλίστην ταύτην καὶ λυσιτελεστάτην καὶ μόνην προσήκουσαν ἀνθρώποις φιλοτιμούμενοι, νῦν ἀμφοτέρων ὄντων, τοῦ τε τὰ δίκαια πράττειν ἀνάγκην εἶναι τοῦ τε κεχρῆσθαι τῇ γνώμῃ, καὶ μὴ τὴν ἐξ ἀρχῆς θαυμαστὴν ταύτην ἔνστασιν ἐγκαταλιπεῖν, ἔπειτ' οὐκ ἐθελήσομεν; καὶ πῶς οὐκ ἄτοπον τοῖς μὲν ἡμετέροις αὐτῶν κινδύνοις ἐξαιρεῖσθαι τοὺς ἄλλους ἐθέλειν κινδύνων, ἄμφω δὲ ἐξὸν ἔχειν, καὶ ἡμᾶς αὐτοὺς εὖ πάσχειν ὑπ' ἄλλων, καὶ τοὺς ἄλλους ὑφ' ἡμῶν ἀξιοῦσθαι τῶν ἴσων, εἶτ' ἀμφοῖν ἐστερῆσθαι δεδέχθαι, καὶ τοὺς μὲν τὰ δεινότατα πάντων εἰργασμένους τὴν πόλιν καὶ μηδ' ἡντινοῦν ὑπερβολὴν [120] ἐλλελοιπότας κακίας, ὡς μηδ' ἀδακρυτὶ μνημονεύειν ἐξεῖναι, τοσαύτης δή τινος διὰ τὴν ὁμόνοιαν σπουδῆς ἀξιῶσαι, ὡς καὶ μεγίστην ὑπὲρ αὐτῶν ὑποστῆναι χρημάτων δαπάνην· τοὺς δ' ἡμετέρους εὐεργέτας καὶ φίλους, καὶ οἷς ἀνάγκη δι' αὐτὸ τοῦτο τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτους, δικαίους ὄντας καὶ μείζονος ἧς νῦν παρ' ἡμῖν ἀπολαύουσι τυγχάνειν προνοίας, ἡμᾶς δὲ καὶ ἃ σφίσι δεδώκαμεν, ὡς μηδενὸς ὄντας ἀξίους, ἀφελεῖν ἐθελῆσαι; καὶ τίς οὐκ οἶδεν ὡς οὕτω γ' ἂν τὸ καθ' ἡμᾶς εἰς αἴνιγμα πέσοι, νῦν μὲν οὕτως, νῦν δ' ἐκείνως ἔχοντας, μᾶλλον δὲ οὐδετέρως, ἐπεὶ καὶ οὕτω κἀκείνως;
Καὶ μὴν ἅπας μὲν νόμος, δι' ὧν τοῦ κοινῇ λυσιτελοῦντος διὰ πάντων φροντίζει, εὖ πράττειν τοὺς χρωμένους [122] παρασκευάζει, τά τε ἄλλα καὶ τὸ ταὐτὰ διὰ τέλους φρονεῖν· ὅπερ εὐπραγίας ὡς ἀληθῶς ἴδιον. οὗτος δὲ μηδένα τούτου ποιούμενος λόγον, ἀλλὰ καὶ παρὰ τὸ κοινῇ συμφέρον καινοτομῶν ἃ μὴ δεῖ, ἐν τοῖς μεγίστοις καταβλάπτει τὴν πόλιν, οὐ μόνον ἀσύμφωνον αὐτὴν πρὸς ἑαυτὴν καθιστὰς, ἀλλὰ καὶ τῶν πάνυ τοι προσηκόντων ἀποστερῶν καὶ ὧν πᾶς τις ἂν αὐτῇ τυγχάνειν εἰς ἅπαν συνεύξαιτο. τί δ' ἂν εἴη κατ' εὐχὴν πόλεσι μᾶλλον ἢ τὸ φίλους καὶ εὐεργέτας ὁσημέραι κεκτῆσθαι; ὧν οὗτος, εἰ κύριος ἔσται, ταύτην καθάπαξ ἀπάγων, εἰ μὴ τοῦτ' ἔσται, τούτων αὐτὴν καθάπαξ ἐμπλήσει. εἰ τοίνυν τὸ μὲν τουτονὶ λελυκέναι συνίστησιν ἡμῖν τοὺς γνωρίμους εἰς ἅπαν καὶ προσέτι πλείους ποιεῖ, τὸ δ' αὖ σώζειν ἐθέλειν ἡμῶν τούτους ἀφίστησι, τοσούτῳ κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὐτῆς ὡς ἀληθῶς τῆς πόλεως μᾶλλον λύειν τοῦτον ἢ σώζειν, ὅσῳ τὸ τυγχάνειν εὐεργετῶν τε καὶ φίλων ἢ τούτων παντάπασι [124] στέρεσθαι. οὕτως ὁ σὸς νόμος, Λεπτίνη, καθάπαξ ἀσύμφορος ὢν καὶ τὸ ξύμπαν εἰπεῖν οὐδὲν ὑγιὲς, ἐν τούτῳ μόνῳ πρὸς ὄνησιν ἔσται τῇ πόλει, ἐὰν μηκέτ' ᾖ τοῦ λοιποῦ· αὐτός τε γὰρ ταυτηνὶ δώσει τὴν δίκην, μηδὲν χρηστὸν ἔχων ὅλως, καὶ παρασκευάσει τοὺς ἄλλους ἐντεῦθεν μή ποτ' ἂν ἐθελῆσαι τηλικαῦτα ληρεῖν.
Χωρὶς δὲ τούτων σκέψασθε, ὦ ἄνδρες Ἀθηναῖοι, αὐτοῦ τε τούτου καὶ τῶν ἐξ ἀρχῆς ὑπαρχόντων νόμων τὸ διάφορον, ἵν' εἰδῆτε σαφῶς ὅτι τοσοῦτον οὗτος δεῖ τουτοισὶ παραβάλλεσθαι καὶ φέρειν εἰς ἴσα, ὡς μηδὲ δίκαιος ὢν ὅλως νόμος κεκλῆσθαι. εἰ γὰρ οἱ μὲν τοσοῦτον τῶν εὐεργετῶν λόγον ποιοῦνται ὡς μὴ μόνον τῶν ἴσων αὐτοὺς ἀξιοῦν, ἀλλ' ὡς ὑπάρξαντας ἀγαθοῦ καὶ πλέον ἢ προσῆκε τιμᾶν, ὁ δὲ πᾶν τοὐναντίον καὶ ὧν εἰλήφεσαν ἐκπεσεῖν συμβουλεύει, ἀνάγκη πᾶσα τῷ μὲν ὡς δυσχερῆ καὶ ἀσύμφορα καὶ πρὸς τοσοῦτον ἀτοπίας ἰόντα ὡς μηδ' εἰς ἀκοὴν πώποτ' ἀφῖχθαι νομοθετοῦντι μηδὲ προσέχειν ὅλως τὸν νοῦν, ἀλλ' αὐτοῖς [126] οἷς φάσκει χαίρειν τοῦτον ἐᾶν· τοὺς δ' οἷς πάντας τοὺς ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπους καὶ προσέτι τὴν φύσιν αὐτὴν συμψήφους ὧν λέγουσιν ἴσχουσι, μὴ μόνον στέργειν τε καὶ θαυμάζειν, ἀλλὰ καὶ συνήδεσθαι σφίσιν, οὕτως ἄριστα πάντων ἔχουσι. πρὸς δὲ κἀκείνως νόμον ἐξούλης λάχοι τις ἂν εἰκότος αὐτῷ. οἱ μὲν γὰρ εἰ καὶ διάφορα καὶ περὶ ὧν ἂν εἴποι τις φθέγγονται, ἀλλ' ἐπεὶ πρὸς ἓν μόνον πάντες ὁρῶσι τὸ τῶν πόλεων κέρδος, διὰ τοῦτο καὶ τῆς αὐτῆς προσηγορίας μέτεστι πᾶσι, καὶ τοῦτο κοινὸν κατὰ πάντων κεκράτηκεν ὄνομα νόμοι. ὁ δὲ [128] μηδενὶ τούτων τὰ τοιαῦτα ξυμβαίνων πῶς ἂν ἔχοι λόγον κἀν τῷ καταλόγῳ τούτων τετάχθαι; μᾶλλον δὲ τοῦτ' ἂν εἴη γε σῶζον λόγον, εἰ ὃν τρόπον τοὺς μὲν ὡς ὑπὲρ ἡμῶν ὄντας τιμῶμεν καὶ σωτῆρας καὶ καθηγεμόνας τοῦ βίου μετὰ τοὺς θεοὺς ἄγομεν, τὸν αὐτὸν τρόπον καὶ τοῦτον ὡς καθ' ἡμῶν ὄντα παντάπασι παύσομεν. εἰ γὰρ ἐπανόρθωμα κακῶν ἅπαντες εὖ ἔχοντες νόμοι, ὁ μηδέν τι τοιοῦτον ἰώμενος τὸ παράπαν, ἀλλὰ καὶ στασιάζειν πρὸς τοὺς εὐεργέτας παρασκευάζων τὴν πόλιν, ταυτὸν δὲ εἰπεῖν καὶ αὐτὴν πρὸς αὑτὴν, πῶς οὐκ ἐν Ἐρινύος ἡμῖν ἔσται μοίρᾳ, παραμένων τῷ βίῳ; ἔπειτα καὶ πάνδεινόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τυράννου καὶ νόμων παντάπασιν ἐναντίων ὄντων, καὶ τῶν μὲν τὰ δίκαια πρὸς τοὺς εὐεργέτας ἐκ παντὸς τρόπου ποιεῖν προτρεπόντων, τοῦ δὲ καὶ ἃς εἰλήφεσαν δωρεὰς μετὰ καὶ τῶν ὄντων αὐτῶν προσαποστεροῦντος· [130] ὃ νῦν Λεπτίνης μηδὲν αἰσχυνόμενος γράφει· ἔπειθ' ἡμεῖς νομοθέτην τουτονὶ προσεροῦμεν, ἐφ' ὃν τύμπανα καὶ κύφωνας, τὸ τῆς κωμῳδίας, διὰ ταῦτ' ἔδει καλεῖν, ὡς τοῦ τῆς πόλεως καταψευδόμενον ἤθους, καὶ ταύτην ἐκπολεμοῦντα πρὸς οὓς ἥκιστ' ἐχρῆν;
Ἡδέως δ' ἄν σου, Λεπτίνη, πυθοίμην, ἐὰν ἣν παρά του χάριν εἰλήφεις, ταύτην ἔπειτ' ἀφαιρεθῇς, πότερον δυσχερανεῖς ἢ μή; μᾶλλον δὲ εἰ μὲν, ὅτε ταύτην εἰλήφεις, οὐ προσεῖχες ὅλως τὸν νοῦν, πρῶτον μὲν οὐκ οἶδ' ὅτου χάριν εἰλήφεις· οὐ γὰρ οἷόν τε ταύτην λαβεῖν μὴ περὶ πλείστου ποιούμενον. πλὴν, εἰ βούλει, δεδόσθω μήτε τότε μηδένα ταυτησὶ πεποιῆσθαι λόγον μήτε νῦν [132] ἀφαιρεθέντα δυσχερανεῖν. εἰ δ' ἐπὶ τὸ λαβεῖν εἶχες ἀσμένως, ὥσπερ οὖν εἶχες καὶ οὐδεὶς ἀντερεῖ, καὶ πρὸς τὴν ἀφαίρεσιν, εὖ οἶδα, δυσχερανεῖς, καὶ μάλιστ' εἰ καὶ πρότερος αὐτὸς εὖ ποιήσας τοῦτον ἐτύγχανες. εἶθ' ὧν οὐκ ἄν ποτ' αὐτὸς ἕλοιο πεπειρᾶσθαι, ταῦθ' ὑφ' ἡμῶν ἑτέρους παθεῖν ἀξιοῖς, καὶ μόνος τῶν πάντων νομοθετεῖν οἴει δεῖν ἃ καὶ εἰ πόρρωθεν ἐτύγχανε νομισθέντα, ὡς μηδὲν ὅλως πρὸς ἡμᾶς ὄντα διαγράφειν ἔδει καθάπαξ, καὶ μᾶλλον νόμον τιθέναι τῷ καὶ εἰσαῦθις ἐπιχειρήσοντι τούτοις θανάτου τιμᾶν; καὶ εἰ μὲν ὑφ' ὁτουοῦν αὐτὸς ὑβρισμένος ἐτύγχανες, οὐκ ἄν ποτ' ἴσως ἠνέσχου, ἀλλ' ἤμυνας ἂν ἐκ τῶν ἐνόντων σαυτῷ· σὺ δὲ τούς τε νῦν ὄντας ἡμῶν τούς τε ἐσομένους εἰς ὄνειδος δι' ὧν νομοθετεῖς καθιστὰς, ἔπειτ' οὐκ ἄγεις ἐν ψήφοις; ἐὰν γὰρ ἅ τις ἐπαγγειλάμενος τύχοι, ταῦτα μὴ δοὺς ὡς εἰς ἀπατεῶνας τελῶν πολλοὺς ἴσχει τοὺς κατηγόρους, ὁ καὶ ἃ δέδωκεν ἀφελόμενος τίν' οὐκ ἂν παρὰ πάντων δέξαιτο μέμψιν;
Ἐχρῆν τοίνυν ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἐχρῆν, [134] ἐπεὶ καὶ φύσει καὶ χρόνῳ συγκεκληρωμένον ὥσπερ ἄνωθεν ἔχομεν πάντες εὖ ποιεῖν μᾶλλον ἢ εὖ πάσχειν αἱρεῖσθαι, καὶ πρὸς τοὺς νῦν ἀτελείᾳ χρωμένους κατὰ ταὐτὰ διακεῖσθαι καὶ πρὶν ὑπ' αὐτῶν ἡμᾶς εὖ πεπονθέναι, ταύτης αὐτοὺς ἀξιῶσαι. ὅτε δ' ὑπ' αὐτῶν πρόσθεν ἡμεῖς εὖ πεπονθότες ἔπειτα ταύτης αὐτοὺς ἠξιώκαμεν, ἐθελήσομεν πάλιν αὖ ταύτην αὐτοὺς ἀφελέσθαι, ὥσπερ ἐπὶ ῥητοῖς δεδωκότες, ἢ ἡμῶν αὐτῶν ὅτι παρέσχομεν καταγνόντες; καὶ τίνα περὶ ἡμῶν αὐτῶν τοῖς Ἕλλησι δώσομεν δόξαν, οἱ μεγαλοψυχίας ἑκασταχοῦ γῆς ἴσχοντες ὄνομα, καὶ οὕτω φανερώτατα πάντων ἀνθρώπων δι' ἀρετὴν ὑπὸ θεῶν σπουδασθέντες ὡς καὶ λιμοῦ ποτε κατειληφότος τὴν οἰκουμένην πᾶσαν σχεδὸν καὶ Ἕλλησι καὶ βαρβάροις τὸν Πύθιον ἀνελεῖν οὐκ ἂν τὸν λιμὸν ἄλλως πεπαῦσθαι εἰ μὴ Ἀθηναίων ὑπὲρ πάντων [136] εἰς οὐρανὸν χεῖρας ᾐρκότων; πρὸς γὰρ τῷ τῆς ἐσχάτης ἀγνωμοσύνης εἶναι τὴν τῶν διδομένων ἀφαίρεσιν, καὶ ἣν ἀτέλειαν νῦν ἴσχουσιν οὗτοι, οἴκοθεν καὶ παρ' ἑαυτῶν ἴσχουσι ταύτην, οὐ χάριν ἡμετέραν λαβόντες, ἀλλ' ὧν εἰς ἡμᾶς ἔδρασαν ἀγαθῶν ὥσπερ τινὰ ταύτην ἀντειληφότες μισθόν. οὐκοῦν ἐὰν ἀφέλωμεν ταύτην αὐτοὺς, πρῶτον μὲν οὐχ ἃ χαριζόμενοι σφίσι παρέσχομεν, ταῦτα τούτους ἀφαιρησόμεθα δή που, ἀλλ' ὧν κατὰ τὸν τοῦ δικαίου λόγον εἰσὶ κύριοι, τούτων στερήσονται· ἔπειτα καὶ οἷς ἡμᾶς εὖ πεποιήκασιν οὗτοι, ταῦτ' εἰκότως ἀνταπαιτήσουσι, καὶ πολλῷ δικαιότερον ἢ ἡμεῖς, [138] εἴπερ ἡμεῖς μὲν μηδὲν ἐγκαλεῖν ἔχοντες τούτοις μηδὲ μεμφόμενοι, ἀλλ' ἑκόντες ὄντες ἐνταῦθ' ἥξομεν, οἱ δὲ καὶ ἄκοντες καὶ τὸ παράλογον τοῦτο ἐπικαλοῦντες ἡμῖν. ὥστε λάθοιμεν ἂν δι' ἡμῶν αὐτῶν ἐπὶ τουτουσὶ τὸ ξίφος ὠθοῦντες, μᾶλλον δ' αὐτοῖς ἐπηρεάζειν ἐθέλοντες τοσοῦτον ἡμᾶς καταβλάψομεν, ὅσον οἱ μὲν ἅ γ' ἔσχον ἐν δίκῃ, τούτων οὐκ ἐν δίκῃ στερήσονται, ἡμεῖς δὲ οὐχ ὅσον ἀπατεῶνες δόξομεν εἶναι, ἀλλὰ καὶ ὧν πρόσθεν παρ' αὐτῶν ἀπελαύσαμεν, τούτων διὰ τὴν εἰς αὐτοὺς ἀγνωμοσύνην ὑφέξομεν δίκην δικαίως, τὴν εἴσπραξιν.
Ὅσῳ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τοῖς καλλίστοις ἐπιχειρεῖν ἐν τῷ βελτίονι κεῖται ἢ τὸ μηδὲν χρηστὸν πράττειν αἱρεῖσθαι, τοσούτῳ δεῖ μᾶλλον ἡμᾶς τὴν πρὸς αὐτοὺς πίστιν διὰ τέλους φυλάττειν ἢ κεκινηκέναι ταύτην βεβουλῆσθαι, ἀλλὰ μὴν εἴ γε οὕτω προεισενεγκόντες ἡμῖν οὕτως ἀτιμασθήσονται, καὶ οὐδὲν αὐτοῖς τὸ παράπαν ἀρκέσει τὸ γοῦν χαρίτων ὑπῆρχθαι, τί ποτ' [140] ἂν ἔμελλον πείσεσθαι μηδὲν ὅλως προεισενεγκόντες; οὓς ἐχρῆν, εἰ μὴ διὰ τοῦτο, ἀλλὰ διὰ τὴν ἡμετέραν πρὸς ἅπαντας μεγαλοψυχίαν καὶ τὸ πεφυκὸς χαρίζεσθαι, μὴ ταῦτα μόνον εἰς τέλος, ἀλλὰ καὶ πλείω πρὸς τούτοις ἔχειν; τούτων δ' ὁμοῦ συνιόντων, Ἡράκλεις, εἰς μηδὲν ἐξ αὐτῶν τούτοις ὄνησις ἔσται, ὧν θάτερον ἤρκεσεν ἄν; ἄνευ δὲ τούτων εἰ, ὅτε παρ' ὑμῶν ἠξιοῦντο τῆς ἀτελείας, ἔφασαν δεδιέναι μὴ μετ' ὀλίγον αὐτοὺς ταύτην ἀφέλησθε, οὐ μόνον μανίας ἂν εἵλετ' αὐτοὺς, οὕτως ἔχοντας γνώμης, ἀλλὰ καὶ ὡς τῆς προαιρέσεως ὑμῶν καταψευδομένοις ἐπετιμᾶτε. εἶθ' ἃ τουτοισὶ δεδιόσιν ἐνεκαλεῖτ' ἂν, ταῦθ' ὑμεῖς ἑκόντες ἕλοισθ' ἂν πεπονθέναι; καίτοι οἱ μὲν τοιαυτὶ προϊσχόμενοι τότε οὐ παντελῶς ἀσύγγνωστ' ἂν λέγειν ἐδόκουν, ἡμῖν δ' οὕτω διατεθεῖσιν οὐδ' ἡτισοῦν παρ' οὐδενὸς παραίτησις ἔσται, ἀλλὰ καὶ ἀπιστήσουσιν ἅπαντες, εὖ οἶδα, ὁμοῦ μὲν τὴν ἡμετέραν μεγαλοψυχίαν, καὶ πρὸς τοὺς πονηροτάτους [142] εἰδότες, ὁμοῦ δὲ καὶ τῶν ἀμηχάνων νομίζοντες εἶναι τοὺς τῶν δεόντων πᾶσιν ἁπλῶς καθεστηκότας συμβούλους ἡμᾶς ἔπειτα καθ' ἡμῶν αὐτῶν συμβούλῳ τῷ Λεπτίνῃ κεχρῆσθαι, ὡς ταῦτ' ἔχειν ψηφίζεσθαι.
Ἀλλ' ἐκεῖσε πάλιν ἐπάνειμι. εἰ, ὅτ' αὐτοὺς ἀντευποιεῖν ᾤεσθε δεῖν, οὗτοι τοῦ μὴ μεταβαλεῖν ὅρκους ἀπῄτουν, πάντως ἂν εἴξατε τῇ προκλήσει· ἀχθόμενοι μὲν σφίσι τοῦ μὴ πιστεύεσθαι, ἀπειπεῖν δὲ οὐκ ἔχοντες ὅλως τοῦ μὴ τὸ δέος βεβαιῶσαι καθάπαξ. οὐκοῦν ἄτοπον ἃ τότε τοῖς ὅρκοις ἐπιστώσασθε ἂν, ταῦτα νῦν ἄνευ ὅρκων μὴ ἐθελῆσαι φυλάξαι, καὶ ταῦτα τοῦθ' ὡς ἀληθῶς κάλλιον ὂν καὶ πρὸς δόξαν μᾶλλον ὑμῖν, εἴπερ τότε μὲν ὑπὸ τῆς τῶν ὅρκων ἀνάγκης ἐδοκεῖτε φυλάττειν, νῦν δὲ καὶ χωρὶς τῆς ἐκεῖθεν ἀνάγκης τοῦτο ποιοῦντες γνώμης ἀρίστης καὶ μάλισθ' ὑμῖν προσηκούσης φέροισθ' ἂν δόξαν. ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θαυμάζειν ἔπεισιν, εἰ διαβαλλόντων μέν τινων ἡμᾶς οὐκ ἂν [144] ἠνεσχόμεθα δή που, ἀλλὰ καὶ προσελάχομεν ἂν τούτοις ὕβρεως δίκην, αὐτοὶ δὲ ἡμᾶς αὐτοὺς τὰ πάντων αἴσχιστα διαβαλεῖν ἐθελήσομεν. ὅταν γὰρ τοῖς μὲν ἐν οἷς ἐπηγγείλαντο τὸν δῆμον ἠπατηκόσιν, ἐὰν, ὡς ὁ νόμος κελεύει, κριθέντες ἁλῶσι, θανάτου τιμῶμεν, ἡμεῖς δὲ καὶ ἃ δεδώκαμεν ἀφελώμεθα, πῶς οὐχ ἡμῖν αὐτοῖς ἐπιβουλεύειν δόξομεν, ἐφ' ἃ τοὺς ἄλλους ἀξιοῦμεν θανάτου, ταῦθ' ἑκόντες ἡμᾶς εἰργασμένοι; ὃ μάλιστα πάντων ἡμᾶς φυλάξασθαι δεῖ, οὐ μόνον ὅτι τοῦ πράττειν ἃ δεῖ μάλιστα πάντων ἡμῖν δεῖ, ὅσῳ καὶ θεοφιλεῖς μάλιστα πάντων ἡμεῖς, ἀλλ' ὅτι καὶ τοῦτο, μάλιστα πάντων δεῖν, συγγνώμης ἀπήλλακται. καὶ δικαίως. ὁ μὲν γὰρ ὁτιοῦν ἀδικῶν κατ' αὐτὸ τοῦτο μόνον ἴσχει τὴν μέμψιν, ὁ δ' ἃ παρ' ἄλλοις ὡς κάλλιστα τιμω[0]ρεῖται, [146] τούτοις ἑκὼν ἐνεχόμενος κατ' αὐτὸς αὑτοῦ φέρει τὴν ψῆφον τοῦ παρὰ πάντων ἂν εἰκότως μισεῖσθαι, καὶ οἷς τοιαῦτα πράττειν αἱρεῖται καὶ οἷς ταῦτ' ἐν ἄλλοις κακίζει, ἅπερ αὐτὸς πράττειν αἱρεῖται. πρὸς ὃν ἔγωγ' ἂν φαίην ὅτι εἰ μὲν τῶν ἐπαινουμένων, ὦ τᾶν, ταῦτ' ὄντα τυγχάνει, πῶς ἐν τοῖς ἄλλοις ἀξιοῖς τιμωρίας; εἰ δὲ τῆς φαυλοτάτης πέφυκε μοίρας, πῶς ἃ παρ' ἄλλοις ὄντα κολάζεις, τούτοις αὐτὸς ὡς βελτίστοις δεῖν οἴει κεχρῆσθαι;
Καὶ μὴν εἰ τὸ πρὸς οὑστινασοῦν ἰδίᾳ γιγνόμενον βλάβος μέμψεως ἄξιον, ἦ που τὸ δημοσίᾳ καὶ κοινῇ τὴν βλάβην ἐπάγον οὐδὲ παραίτησιν ἴσχει. ὑμεῖς τοίνυν φαῦλον μὲν ὁντινοῦν τῶν πολιτῶν καὶ δόξαν οὐκ ἀγαθὴν κεκτημένον οὕτω μισεῖτε ὡς καὶ τῆς πόλεως τάχιστ' αὐτὸν ἐξελαύνειν, ἐφ' ᾧ μὴ καὶ τοὺς ἄλλους ὑπὸ τούτου βεβλάφθαι καὶ πρὸς πολλοὺς ἥκειν τὸ νόσημα. ἐὰν δὲ τὸν Λεπτίνου βεβαιώσωμεν νόμον, οὐ μόνον δόξομεν ἐναγεῖς τὰ τοιαῦτα, ἀλλὰ καὶ κοινὸν ἡμῖν αὐτοῖς ἐπεγεροῦμεν [148] τὸ μῖσος, καὶ τοὺς εὐεργέτας οὐ μᾶλλον ἀφαιρησόμεθα τὰ δοθέντα ἢ ἡμᾶς αὐτοὺς τὸ πιστεύεσθαι. εἰ δὲ τὸ τῆς ἁπάντων εὐνοίας ἐκπεσεῖν καὶ πονηρὰν ἀντὶ χρηστῆς δόξαν λαβεῖν πολλῷ χαλεπώτερον τοῦ δωρεῶν ὡντινωνοῦν ἐστερῆσθαι, πρῶτον μὲν οὐκ ἂν φθάνοιμεν ἡμᾶς αὐτοὺς μᾶλλον ἢ τοὺς εὐεργέτας δι' ὧν ἀφαιρούμεθα ζημιοῦντες· ἔπειτα καὶ δεινῶς ἄτοπον καὶ καινὸν οἴκοθεν ἡμῖν αὐτοῖς τὸν πόλεμον ἐπεισάγειν καὶ τοὺς αὐτοὺς οὐκ ἐκ μέρους, ἀλλ' ὁμοῦ καὶ ἀδικοῦντας δή που καὶ ἀδικουμένους ὑπάρχειν, καὶ δημίους καὶ πάσχοντας. ὃ παρ' ἄλλου μὲν ἂν γεγονὸς εἶχεν ἄν τινα παραμυθίαν ἡμῖν καὶ προσέτι τοῖς παραδείγμασι φέρειν ἐδόκει, τὸ δ' ἡμῖν αὐτοῖς ἐπηρεάζοντας ἡμᾶς εἶναι καὶ κακῶς ποιεῖν καὶ ὃ τούτου δεινότερον, ἐξὸν μὴ πάσχειν, εἶτα πάσχειν αἱρεῖσθαι, πᾶσαν κακοδαιμονίαν ἐκβαίνει. ὅπου γὰρ καὶ πρὸς τοὺς ὑβριστάς τε καὶ συκοφάντας μεγαλοψυχίᾳ κεχρῆσθαι καὶ ὅπως ἡμῖν ἔπειτ' αὐτοὺς παρασκευάσομεν εὔνους πάντα ποιεῖν οἰόμεθα χρῆναι, ἦ που μανία περι[53]φανὴς, [150] ὅταν τοὺς εὐεργέτας καὶ τὰ ἡμέτερ' αὐτῶν περὶ πάνυ τοι πολλοῦ ποιουμένους καὶ οὐδὲ παυσομένους ταυτησὶ τῆς μανίας, ἐὰν βουλώμεθ' ἡμεῖς, ἀντὶ τοῦ πάντων ὧν σφίσι προσῆκεν ἐπιεικῶς ἀξιοῦν καὶ πάνυ τοι προσφιλοτιμεῖσθαι, ἡμεῖς δὲ καὶ πολεμίους αὐτοὺς ἐν οἷς ἂν ἀφελώμεθα δείξομεν;
Εἰ τοίνυν ἡμῖν μὲν χρηστῆς οὕτω μέτεστι γνώμης καὶ πρὸς τοσοῦτον ἥκομεν τοῦ πρὸς πάντας ἁπλῶς εὖ διακεῖσθαι, ὡς καὶ τοὺς ἐχθροὺς εὔνους ἐθέλειν ποιεῖν καὶ μεταβάλλειν ἐφ' ἃ δεῖ, ὁ δ' ἡμᾶς δι' ὧν συμβουλεύει πᾶσι καθάπαξ συγκρούει, καὶ πρὸς ἃ μὴ πεφύκαμεν ἐκβιάζεται, οὐ μόνον ἐστὶ τῆς πολιτείας ἐχθρὸς, ὡς μηδ' ὁπωστιοῦν αὐτῷ χρῆναι προσέχειν, ἀλλὰ καὶ ἧς ἴσχομεν φύσεως πάντ' ἄνω καὶ κάτω στροβίλου δίκην ποιῶν, καὶ τοὺς ἐπιεικεστάτους τὰς φύσεις καὶ νόμοις καὶ ἔθεσιν ἐντραφέντας χρηστοῖς τῶν ἀνομωτάτων καὶ ὠμοτάτων ἔλαττον ἔχειν, ὦ θεοὶ, παρασκευάζων βαρβάρων, εἴπερ [152] ἐκεῖνοι μὲν εὐεργέτας τιμῶσιν, ἡμεῖς δ' αὐτοὺς ἀτιμάζομεν. καὶ οἱ μὲν ὠμότητι γνώμης παρὰ τὴν κοινὴν ἀνθρώπων φύσιν καὶ κατ' αὐτῶν τῶν οἰκειοτάτων ὁσημέραι χωροῦντες ἐνταῦθα μόνον ταυτηνὶ δή που τηροῦσιν, οὗ φύσει πᾶσιν ἀνθρώποις μέτεστι, λέγω δὴ τοῦ πρὸς τοὺς εὐεργέτας δικαίου· Ἀθηναῖοι δὲ, οἱ μὴ μόνον χρηστότητι φύσεως πάντων ὡς εἰπεῖν ἀνθρώπων διενεγκόντες, ἀλλὰ καὶ πέρα τῆς ἀνθρωπείας φύσεως οὐκ ὀλιγάκις ἀναφανέντες ταῖς ἀρεταῖς, κινδυνεύουσι νῦν ὑπὸ Λεπτίνου καὶ τοῦ κατὰ φύσιν ἐκστῆναι. πάλιν τοίνυν οἱ μὲν τριάκοντα τὰ τείχη τῆς πόλεως καθελόντες οὐ συγκαθεῖλον τὸ φρόνημ' αὐτῆς, ἀλλ', ἑστηκότος πάνυ τοι τούτου, ἀνέστη πάλιν τὰ τείχη πολλῷ περιφανέστερα καὶ καλλίω. Λεπτίνης δὲ νῦν οὐ καθαιρεῖν τείχη πειρᾶται, ἀλλ' ὃ [154] μεῖζον καθάπαξ ἐστὶ, τὴν τῆς πόλεως μεγαλοψυχίαν καὶ τὸ πιστεύεσθαι. καὶ τότε μὲν Θρασύβουλος ὀλίγους δή τινας παραλαβὼν τὴν τυραννίδα καθεῖλεν, ἡμῶν δὲ πάντων εἷς ὁστισοῦν ἀνὴρ περιέσται; μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι.
Σκοπεῖτε δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τοῦτο, ἵν' εἰδῆτε σαφῶς, ὡς τἀναντία Λεπτίνης ὧν προὔθετο λέγει, καὶ τοῖς αὐτὸς αὑτοῦ πολεμῶν οὐκ αἰσχύνεται· ὅταν γὰρ πάντας μὲν τοὺς ἄλλους τὰς δωρεὰς ἀφαιρῆται, μόνους δὲ τοὺς ἀφ' Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷ, μάλιστα μὲν δῆλός ἐστι μήτε χρηστὸν τοῦτο καθάπαξ μήτε φαῦλον νομίζων, ἀλλ' ἐφ' ἑνὸς τούτου τἀναντία φρονῶν. ἀμήχανον δὲ κατὰ ταυτὸν ἄμφω συμβῆναι, ἀλλὰ δυοῖν θάτερον. πλὴν τοῦ γε τὸν ἔλεγχον ἐμφανῆ γεγενῆσθαι δεδόσθω. οὐ μὴν ἀλλ' εἰ μὲν καλόν τι καὶ δίκαιον, ὦ οὗτος, τὸ τῶν δωρεῶν οἴει καὶ τῇ πόλει συμφέρον, τί μὴ πᾶσιν ἁπλῶς μεταδί[0]δως, [156] ἀλλὰ τοῖς μὲν, τοῖς δ' οὔ; εἰ δ' ἀλυσιτελεῖς εἶναί σοι δοκοῦσι, καὶ κατέγνως αὐτῶν, καὶ οὐδὲν ὑγιὲς εἶναι νομίζεις, τί μὴ καὶ πάντας τούτων ἀποστερεῖς; νῦν δ' ἔοικας οἷς τοὺς μὲν ἄλλους πάντας τῶν δοθέντων ἀποστερεῖς, τοὺς δ' ἀφ' Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷς, τοὺς μὲν τιμῆς ἀξιοῦν, πάντας δ' ἀτιμάζειν τοὺς ἄλλους, οὐδέτερον τούτων εἰκότως ποιῶν. ἀλλὰ λανθάνεις τοὺς μὲν οὐκ ἀξίως τιμῶν, ἐπειδὴ μὴ καὶ πάντας, πάντας δὲ ἀτιμάζων ἀδίκως, ἐπειδὴ μόνους ἐκείνους τιμᾶν ἀξιοῖς. δεῖ γὰρ ἀμφοτέροις μεταδιδόναι τῶν ἴσων. οἷς δὲ διαιρεῖς, καὶ ἄκων τούτους συνάπτεις, ὡς δέον εἶναι πάντας ἐξ ἴσης τῶν δωρεῶν ἀπολαύειν.
Ὅτι δὲ καὶ αὗται πολλοῦ τινος ἄξιαι δῆλον ἐκεῖθεν. δι' ὧν γὰρ μόνοις τοῖς ἀφ' Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας παρέχεις ἄμφω ταῦτα ψηφίζεσθαι μάλιστα δίδως, τοὺς μὲν δικαίους τούτων ἀπολαύειν ἡγεῖσθαι διὰ τὸ γένος, τὰς δ' οὕτω πολλοῦ τινος ἀξίας νο[0]μίζειν [158] ὡς μόνοις τουτοισὶ ἐξ ἁπάντων ὥσπερ τι γέρας ταύτας διδόναι. οὐκοῦν ὑπερφυὲς καὶ παντάπασιν ἐναντίον ἐνταῦθα μὲν ὡς βελτίστας χώραν αὐτὰς φάσκειν κεκτῆσθαι, ἐπὶ δὲ τῶν ἄλλων γε πάντων ὡς οὐδενὸς ἀποδοκιμάζειν ἀξίας. χωρὶς δὲ τούτων οὐδὲ καθ' ἕνα δή που τῶν τρόπων τοὺς ἀφ' Ἁρμοδίου καὶ Ἀριστογείτονος μνημονεύειν προσῆκεν. ἐάν τε γὰρ ὡς φαύλων τῶν δωρεῶν ἀπέχεσθαι φάσκῃς, ἐναντίον οὑτοιί σοι καθιστᾶσι τὸν λόγον, ἐάν τε πλείστου ἀξίας, πάντες αὐτῶν ἐπ' ἴσης μεθέξουσι, καὶ οὐχ οἱ τῶν ἀφ' Ἁρμοδίου καὶ Ἀριστογείτονος μόνοι. ἔτι τοίνυν Ἁρμόδιον μὲν καὶ Ἀριστογείτονα οὕτω θαυμαστούς τινας νομίζομεν ἡμῖν γεγενῆσθαι. καὶ τῶν ἄλλων ἀμείνους ὡς καὶ τιμᾶς ἐθελῆσαι τούτους εἰκόσι κατὰ ταὐτὰ τοῖς θεοῖς, καὶ πλὴν θυσιῶν μηδενὸς εἰς φιλοτιμίαν ἐλλείπειν. οὐ μὴν καὶ τοῖς ἐξ αὐτῶν τῶν ἴσων ἀξιοῦσθαι δώσομεν, οὐδ' ἐγγύς. οὔτε γὰρ [160] ὀλυμπιονίκας μεταδεδωκότας ποτ' ἴσμεν τοῖς παισὶ τοῦ κοτίνου, οὐ μᾶλλόν γε ἢ τοῦ προσρήματος σφῶν, οὔθ' οἷόν τ' αὐτοῖς μετὰ τοῦ γένους καὶ τὴν ἀρετὴν ἐκδέχεσθαι, ἀλλὰ καὶ πολλάκις ἐκ διαμέτρου ταῦτα ξυμβαίνει. πῶς οὖν ὡς ὁμολογουμένων ἀγαθῶν τούτων ἐμνήσθης, εἰ καὶ ὅλως ἔδει μεμνῆσθαι; εἰ γὰρ τῶν ὡς ἀληθῶς ἀγαθῶν οὐκ ἐχρῆν δι' ἅπερ ἔφην μεμνῆσθαι, ἦ πού γε τὸ τῶν οὐκ ὄντων μνημονεύειν ὡς ὄντων εἰς γέλωτα φέρει.
Καὶ οὐ λέγω ὅτι περ ἐν αὐτοῖς τούτοις καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὓς τοσούτου δή τινος ἄγεις, ὡς δι' αὐτοὺς τούτους καὶ τοῖς ἐξ ἐκείνων τὰς δωρεὰς ξυγχωρεῖν, λανθάνεις τῶν εἰκόνων ἀποστερῶν, ἃς ὡς τυραννοκτόνοι γέρας ἴσχουσι, καὶ τῆς θαυμαστῆς ταύτης τόλμης ἀξιόχρεων δῶρον καὶ μάλα σφίσι προσῆκον. ποτέρως δ' ἂν ἦσθα καλλίων καὶ πιστεύεσθαι ἀξιώτερος, πότερον καθάπαξ τὰς δωρεὰς συνιστὰς καὶ πᾶσιν ἀνθρώποις κατὰ τοῦτο ξυμβαίνων, ἢ ταύτας ἐκ μέρους μὲν συνιστὰς, ἐκ μέρους δὲ διαβάλλων, καὶ τοῖς μὲν εἰς ἅπαν [162] ἀπαγορεύων, τοῖς δὲ συγχωρῶν, καὶ οὐ μόνον οὐδέτερον τούτων διὰ θάτερον βεβαιῶν, ἀλλὰ καὶ τῇ κοινῇ περὶ τούτων ἐναντιούμενος ψήφῳ; ἐγὼ μὲν ἐκείνως ἂν οἶμαι, καὶ πάντες ξυμφαῖεν ἄν. σὺ δ' οἷς περὶ τὰς ξυμβουλὰς οὕτω χωλεύεις ἀνδρὸς ἔργον ἐργάζει οὐχ οἷς λέγει θαρροῦντος, ἀλλ' ἀπιστοῦντος ὡς εἰπεῖν ἑαυτῷ. δεῖ δὲ καὶ νομοθέτην καὶ ξύμβουλον καὶ πάντα τοιοῦτον καθαρῶς ἀποφαίνεσθαι, καὶ μὴ διπλᾶ κρούειν, ὡς λόγος. καίτοι ὅταν ὁ τοῖς ἄλλοις πιστεύεσθαι ἀξιῶν μὴ τὴν αὐτὴν αὐτὸς [164] οὗτος περὶ ὧν λέγει δόξαν ᾖ κεκτημένος, σχολῇ γ' ἂν ὁτῳοῦν τῶν ἁπάντων ἀξιόπιστος δόξαι.
Ἐμοὶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Λεπτίνου θαυμάζειν ἔπεισιν, ὅπως πανοῦργος ὢν καὶ δεινὸς πράγμασι χρῆσθαι τοῦτ' ἠγνόηκεν ὅτι περ οἷς τοὺς ἄλλους ἀφαιρεῖται τὰς δωρεὰς, κατ' αὐτὸς αὑτοῦ κινεῖ τὸν ἀνάγυρον, ἑαυτὸν ἀποστερῶν τῶν μεγίστων, παρρησίας καὶ δόξης καὶ λόγων καὶ τοῦ περὶ ὧν ἂν ἑκάστοθ' αἱρῆται παρελθεῖν εἰς μέσους ἐξεῖναι. οὐ γὰρ ὁ τὴν ἐν πρυτανείῳ σίτησιν ἢ ἀτέλειαν ἢ πλέθρα γῆς ἤ τι τοιοῦτον λαμβάνων, μόνος οὗτος δῶρα λαμβάνει, ἀλλὰ καὶ ὃν ἂν ὁ δῆμος ἀξιώσῃ ταυτησὶ τῆς παρόδου, καὶ οὗτος αὐτὸ τοῦτο δῶρα λαμβάνει· καὶ τοσοῦτον μᾶλλον ταῦτα δεῖ δῶρα καλεῖν [166] ἢ 'κεῖνα, ὅσον ἐκεῖνα μὲν ἀπόδοσις ἂν μᾶλλον δικαίως καλοῖτο ἢ δῶρα, ταῦτα δὲ καθαρῶς ἐστι δῶρα μηδὲν προεισενεγκοῦσι δοθέντα. ὥστε τοῦτον τὸν τρόπον ἀδικήσομεν μὲν τοὺς ἄλλους, ἀφῃρηκότες τὰς δωρεὰς, οὗτος δ' οὐδέν τι τοιοῦτον ἕξει προΐστασθαι· ἀλλὰ χάριν μὲν ἂν εἰδείη μὴ τοῦτο παθὼν, παθὼν δὲ οὐ δυσχερανεῖ δή που δικαίως, οὐδ' ὡς ἠδικημένος βοήσεται. μᾶλλον δὲ εἰ μὲν οὐδεὶς τῶν δωρεῶν ἐκπεσεῖται, οὐδὲ σὺ τῶν εἰς τὰς ἐκκλησίας προόδων, εἰ δ' ἀφαιρεθήσονται ταύτας, καὶ αὐτὸς, εὖ ἴσθι, παραπολαύσεις τοῦ νόμου. ἀπολωλεκὼς δὲ τὸ παρρησίᾳ κεχρῆσθαι καὶ ὃν ἐντεῦθεν τέθεικας νόμον συναπολλύμενον ἕξεις. ταύτῃ δὲ τούτων κεχωρηκότων, σὺ μὲν τὸ λοιπὸν ἄτιμος ἔσει, πάντες δ' ὡς πρόσθεν τὰς δωρεὰς ἕξουσι πεπαυμένου τοῦ νόμου, καὶ μηδενὸς ἔτ' εἰσαῦθις ἐμποδὼν ἐσομένου. ἑλοῦ τοίνυν δυοῖν θάτερον, ἢ τὸν νόμον χαίρειν ἐάσας τῆς προσούσης ἔχεσθαι δόξης, ἢ τοῦτον στῆσαι ζητῶν πρὸς τῷ μηδὲν πλέον εἰργάσθαι καὶ ταύτην ἀπολέσαι καθάπαξ.
[168] Καὶ μὴν οὐδ' ἐκεῖνό γ' ἂν ἔχοις εἰπεῖν, ὡς ἄρα τῶν εὑρομένων τὰς δωρεὰς οἱ μὲν φαῦλοί τινες ὄντες, οἱ δὲ μικρὰ ἄττα εὖ πεποιηκότες τὴν πόλιν, μειζόνων ἢ προσῆκεν ἠξίωνται. μάλιστα μὲν γὰρ εἰ καὶ διὰ πάντων τοῦτ' ἦν, πρὸς ἡμῶν μᾶλλον ἂν ἦν. διὰ τί; ὅτι πεφύκαμεν ἐξ ἀρχῆς ὥσπερ τοῖς ἄλλοις πᾶσιν, οὕτω κἀν ταῖς εὐεργεσίαις πάντας ἀνθρώπους νικᾶν. κοινοὺς γοῦν εὐεργέτας πάντες ἡμᾶς ᾄδουσι. νῦν δὲ τοσαῦτα μέν ἐστι τούτων τὰ πλεῖστα καὶ οὕτω πολλοῦ τινος ἄξια ὡς εἰ καὶ μηδαμόθεν ἦσαν περιφανεῖς οἱ ταῦτ' εἰργασμένοι, ἐξαρκεῖν ἂν αὐτοῖς ἐντεῦθεν διαφερόντως τιμᾶσθαι. τοιοῦτοι δέ τινες οὗτοι καὶ πρὸς τοσοῦτον ἥκοντες τοῦ θαυμάζεσθαι, ὡς μὴ μόνον τὰς δωρεὰς, ἃς παρ' ἡμῶν ἔσχον, μᾶλλον σεμνύνειν ἢ ὑπ' ἐκείνων οὗτοι σεμνύνεσθαι, ἀλλὰ καὶ εἰ μή πω κατ' ἀνθρώπους νενόμισται τὸ τῶν δωρεῶν, δι' αὐτοὺς ἂν νενομίσθαι· οὓς καθ' ἕκαστον μὲν διιέναι, [170] οὐ τοὺς ἐπὶ τῶν ἄνω χρόνων λέγω, ἀλλὰ καὶ πάντας τοὺς ἐφ' ἡμῶν τουτουσὶ, μακρὸν ἂν εἴη καὶ πόρρω τοῦ καθ' ἡμᾶς δυναμένου. ἑνὸς δὲ μόνου τοῦ χθὲς καὶ πρώην πολλῶν καὶ μεγάλων ἀγαθῶν αἰτίου καταστάντος τῇ πόλει μνησθεὶς, ὑμῖν αὐτοῖς καταλείπω τὴν ψῆφον, εἰ ἄρ' ἄξιός ἐστιν ἁνὴρ οὐκ ἀτελείας μόνον, ἣν ἔδοτ' αὐτῷ καὶ παισὶν, οὐδὲ πλείστων ὅσων ἄλλων δωρεῶν καὶ στεφάνων, ἀλλὰ καὶ τοῦ πολλοὺς ἂν ἑτέρους δι' αὐτὸν εὖ πεπονθέναι.
Ἄξιος δὲ καὶ τούτου Χαβρίας, καθάπερ πρόσθεν Τιμόθεος Κέρκυραν ᾑρηκὼς καὶ τὴν μόραν κεκοφὼς [172] Ἰφικράτης. μόνος γὰρ οὗτος τῶν εἰς κοινὸν πολιτευσαμένων πλείστας τε καὶ καλλίστας ὑπὲρ ἡμῶν ἑκάστοτε κτησάμενος νίκας, οὐδαμοῦ δὲ ἡττηθεὶς, οὐδὲ τῆς προσούσης εὐψυχίας οὐδὲ καθ' ὁντιναδήποτε τρόπον ἔλαττον σχὼν, οὐ μόνον παρ' οὐδενὸς ἐπεσπάσατο φθόνον, ἀλλὰ καὶ ὡς τὰ μέγιστα τὴν πόλιν εὖ πεποιηκὼς παρὰ πάντων βοᾶται, τοῦτο μὲν πρὸς πολλοῖς ἄλλοις καὶ Λακεδαιμονίους οὕτω καταναυμαχήσας ἐν Νάξῳ, ὡς ἑβδομήκοντα δή που τριήρεις καὶ τρισχιλίους αἰχμαλωτοὺς λαβεῖν, τοῦτο δ' ἑπτακαίδεκα παραστησάμενος πόλεις, δέκα δὲ καὶ ἑκατὸν ἀπὸ τῶν πολεμίων τάλαντ' ἀποφήνας ἡμῖν, καὶ τὸ ξύμπαν εἰπεῖν θαυμαστὸς διὰ πάντων [174] φανείς. εἶτα τὸν βέλτιστον μὲν οὕτω τοῖς ὅλοις, ἐπαινούμενον δὲ ὑφ' ἁπάντων, τοσούτοις δὲ καὶ τηλικούτοις κοσμηθέντα τροπαίοις, ἀήττητον δὲ διαγεγονότα καθάπαξ, μεγίστας δὲ εἰς εὐπορίαν ἀφορμὰς παρασχόντα τῇ πόλει, τοῦτον τοίνυν τῶν μεγίστων ἀξιόχρεων ὄντα καὶ ὑπὲρ πάντας τοὺς ἄλλους τιμᾶσθαι δίκαιον, ἡμεῖς δὲ καὶ ἧς παρὰ πολὺ τῆς αὐτοῦ δόξης ἠξιώκαμεν ἀτελείας ἀποστερήσομεν; καὶ πῶς οὐ δόξει καὶ νῦν καὶ τόθ' ὑφ' ἡμῶν τὰ μέγιστα ἀδικεῖσθαι, τότε μὲν τῶν οὐ προσηκόντων τυχὼν, νῦν δ', ὦ θεοὶ, καὶ τούτων ἐκπεπτωκώς; ὃς εἰ μὴ τοιοῦτός τις ἐτύγχανεν ὢν μηδ' ὧν ἔφην αὐτῷ περιῆν, οἷς οὕτως ὑπὲρ ἡμῶν ἐτελεύτησε δίκαιός ἐστι καὶ διὰ πάντων ὡς εἰπεῖν τῶν ἐκγόνων τιμῆς ἀξιοῦσθαι.
[176] Καὶ γὰρ ἂν εἴη τῶν ἀτόπων τοὺς μὲν ἐν τῷ πολέμῳ τετελευτηκότας αὐτούς τε καθ' ἕκαστον ἐνιαυτὸν λόγοις ἐπιταφίοις τιμᾶν τούς τε παῖδας αὐτῶν δημοσίᾳ μάλιστα τρέφειν, ἕως ἂν ηὐξηκότες εἰς ἥβην ἀναχωρήσωσιν οἴκαδε μετὰ τῶν πανοπλιῶν· τὸν δ' ὑπὲρ ἡμῶν καὶ ζῶντα καὶ μέχρι θανάτου κεκινδυνευκότα πολλάκις καὶ τὴν τελευτὴν τῆς προαιρέσεως ἀξίαν ἐπιθέντα τῷ βίῳ, αὐτόν τε δή που καὶ τοὺς υἱεῖς οὐχ ὅσον τῶν ἴσων ἀξιοῦν ἐκείνοις ἐθέλειν, ἀλλὰ καὶ τῶν δοθέντων ἀποστερεῖν, καὶ τοὺς μὲν οὐκ ὀλιγάκις ἐν ταῖς μάχαις ὑπ' αὐτοῦ πεπονθότας κακῶς οὕτω καὶ πάλαι καὶ νῦν ἄνδρα ἀγαθὸν τοῦτον ἡγεῖσθαι καὶ διαφερόντως τιμᾶν, ὡς καὶ συνήδεσθαι μὲν τούτῳ τῶν ἔργων καὶ τῆς ὑπερφυοῦς εὐψυχίας, σφίσι δ' αὐτοῖς τὸ τοιούτου δή τινος εὐτυχηκέναι πολίτου συνεύχεσθαι, ἡμᾶς δ' ὑπὲρ ὧν οὕτω λαμπρῶς παρετάξατο, καὶ οὓς μεγάλοις καὶ θαυμαστοῖς ἤγαλε τοῖς τροπαίοις, [178] καὶ τὴν ὑπάρχουσαν δόξαν αὐτῷ διαφθείρειν τῷ τοῖς υἱέσιν ἐπηρεάζειν, ὥσπερ ἤτοι μηδ' ὁτιοῦν ἐκείνου τὴν πόλιν χρηστὸν ἢ τὰ πάντων αἴσχιστα εἰργασμένου.
Καὶ μὴν εἰ μὲν, ὅθ' οὑτοσὶ περιῆν, πᾶσαν ἡντιναοῦν ὑπὸ μεγαλοψυχίας ἀπηξίωσε χάριν καὶ μηδὲν ὧν εἰς ἡμᾶς ἔδρασεν ἐζήτησε πλέον, ἀλλ' ἀποχρῆν ᾠήθη μόνον τὸ πολλοῦ τινος ἄξιος γεγονέναι τῇ πόλει, ἔδει δή που τὴν ἀρετὴν ἐκείνου δυσωπηθέντας ἡμᾶς καὶ τὰς ὑπερφυεῖς αὐτοῦ πράξεις ὥσπερ ἔμψυχόν τινα νομίσαντας στήλην φιλοτιμότατα νῦν τῷ 'κείνου χρῆσθαι παιδὶ, καὶ πρὸς αὐτὸν τοῦτον ἀπομνημονεῦσαι τὴν χάριν, καὶ οὐχ ὅσον ἀτελείας, ἀλλὰ καὶ πολλῶν ἑτέρων αὐτὸν ἀξιῶσαι. νῦν δὲ καὶ αὐτῷ καὶ παιδὶ τῷ αὐτοῦ πάλαι ταυτησὶ μεταδόντες, νῦν ἕτερόν τι βουλεύσεσθε; καὶ πῶς οὐκ ἄτοπον τὴν μὲν ὠφέλειαν τὴν παρ' ἐκείνου βεβαίαν [180] καθάπαξ καθεστάναι τῇ πόλει, ἃ δὲ τούτου χάριν ἐκείνῳ διανενόησθε, ταῦτ' εἰς παλινῳδίαν τετράφθαι; Κτησίππῳ μὲν οὖν τῷ Χαβρίου· ὅταν δὲ τοῦτον λέγω, πάντας λέγω καθ' ὧν ὁ νόμος ἔσθ' οὑτοσί· οὐδὲν ἔσται πλέον ἀτελείας ἐκπεπτωκότι· ὑμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτῃ περὶ τοὺς εὐεργέτας ὑμῶν διακείμενοι, πλείστων δή τινων ἀνδρῶν καλῶν κἀγαθῶν καὶ δυναμένων εὖ ποιῆσαι τὴν πόλιν ἐν παντὶ τῷ παρασχόντι στερήσεσθε; οὐδεὶς γὰρ οἶμαι τῶν πάντων ἔθ' ὑπὲρ ὑμῶν διαγωνιεῖται οὐδὲ παρακινδυνεῦσαι βουλήσεται, ὁρῶν τὴν ἀρετὴν παρ' ὑμῖν ἄμισθον οὖσαν. ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, κατὰ τὴν τραγῳδίαν, ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον.
Οὐ μὴν ἀλλ' εἰ μὲν εὖ πάσχειν μόνον ἐνῆν, εὖ ποιεῖν δὲ οὐ προσῆν, οὐδὲν ἂν ἦν πρᾶγμα. εἰ δ' οὐκ [182] ἔσθ' ὅπως ἄν τις εὖ πάθοι παρά του μὴ πρότερον αὐτὸς ἢ τοῦτον εὖ ποιήσας ἢ προσδοκώμενός γε ποιήσειν· οὐδὲ πόλις ἂν εὖ πράξαι ποτὲ μὴ τοὺς εὖ πεποιηκότας τιμῶσα. οὐκοῦν καὶ ὑμεῖς, εἰ μὲν εὖ πάσχειν αἱρεῖσθε, εὖ ποιεῖν καὶ αὐτοὶ τοὺς ἄλλους αἱρεῖσθε, εἰ δὲ δι' ὧν τὰς δωρεὰς ἀφαιρεῖσθε τοῦτ' ἀνέλοιτε, μηδ' ὑμεῖς εὖ πάσχειν αἱρεῖσθε, μηδ' ὅπερ ἐν τοῖς πρὸς τοὺς ἄλλους τοῦ μηδενὸς ἀξιοῦτε, τοῦτ' ἐν τοῖς πρὸς ὑμᾶς αὐτοὺς τοῦ παντὸς ἀξιοῦτε. εἰ γὰρ καὶ μάλιστα πάντων εὖ πάσχειν ἡμεῖς δίκαιοι, οὐ μόνον ὅτι μάλιστα πάντων ἐθάδες ἐσμὲν τούτου τοῦ μέρους τὸν ἅπαντα χρόνον, ἀλλ' ὅτι καὶ πρῶτοι πάντων φιλανθρωπίας καὶ μεγαλοψυχίας τὰ κράτιστα παρὰ τῶν θεῶν ἀπολελαυκότες ἡμεῖς, τῇ τε τῶν καρπῶν [184] δόσει τῷ τ' ἔρις καὶ κλῆρος τοῖς πρώτοις τῶν θεῶν γεγενῆσθαι· ἀλλ' ἐπειδὴ τούτου τυχεῖν οὐχ οἷόν τε μὴ παρόντος ἐκείνου, δεῖ δή που καὶ ἀμφοτέρων ἡμῖν, ἵνα μὴ θάτερον ζητοῦντες οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ πᾶν ἀπολέσωμεν· ἐπειδὴ τὸ εὖ ποιεῖν τε καὶ πάσχειν, εἰ καὶ ἀλλήλων καθάπαξ διῄρηται, ἀλλὰ καὶ ἀλλήλων ἐξ ἀνάγκης ὃν ἔφην τρόπον ἐξῆπται.
Ἐγὼ δὲ καὶ τοῦτο λέγω· ὡς εἰ μὲν εὖ ποιοῦντες οὐκ εὖ πάσχειν ἐμέλλομεν, οὐδ' οὕτως ἂν τὸ εὖ ποιεῖν ὑπὸ μεγαλοψυχίας ἔδει παρεῖναι, ἱκανὸν νομίζοντας κέρδος τὴν παρὰ τῶν εὖ πασχόντων αἰδῶ τε καὶ χάριν. ὅτε δὲ πρὸς τούτῳ καὶ τὸ ἀντ' εὖ πείσεσθαι προσδοκᾶν ἔστιν, [186] ἦ που μανία σαφὴς ἡμᾶς αὐτοὺς τῶν τοιούτων ἀποστερεῖν. ἐν μὲν γὰρ τῷ τοὺς ἄλλους ὅτ' ἔξεστιν εὖ ποιεῖν προθυμεῖσθαι καὶ ἡμᾶς αὐτούς ἐστιν εὖ ποιεῖν, ἐν δὲ τῷ μηδένα τούτων ποιεῖσθαι λόγον ἐν τοῖς μεγίστοις ἡμᾶς αὐτοὺς ζημιοῦν. εἰ δὲ τὸ μὴ βούλεσθαι μὲν εὖ ποιεῖν μέμψεως οὐκ ἀπήλλακται, οὐδέ γε πολὺ μᾶλλον τὸ μὴ τοὺς εὖ πεποιηκότας ἀντευποιεῖν, τῷ καὶ τὰ δεδομένα σφίσιν ἐπιχειρεῖν ἀφελέσθαι, Ἡράκλεις, πᾶς τις ἂν καθ' ὑπερβολὴν νεμεσήσαι, ὡς μήτε πώποτε παρ' οἱστισινοῦν τῶν ἁπάντων γεγενημένῳ νῦν τε οὐκ ἂν παρ' ἡμῖν ἀρχὴν εἰληφότος, νόμων ὄντων καὶ δίκης, καὶ τοῦ κοινῇ διὰ πάντων λυσιτελοῦντος θεῶν βουλομένων ἀεὶ δήποτε νικῶντος τῇ πόλει, καὶ προσέθ' ἡμῶν τοσοῦτον ἀπεχόντων τοῦ ταῦτα ποιεῖν αἱρεῖσθαι ὡς καὶ τοὺς παρ' ἡμῶν δωρεὰς εἰληφότας, ἐάν ποθ' ἡμῖν ἐθελήσωσι ταύτας πάλιν προέσθαι, ἐχθροὺς ἂν τῷ ὄντι νομίσαι, ὡς ἀναξίως ἐν [188] τούτοις καὶ τοῦ τῆς πόλεως ἤθους καὶ τῶν προγόνων βεβουλευμένους· εἰ δ' οὐκ ἀνεκτὸν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτ' ἤδη, πόσον τι χρὴ νομίζειν ἐκεῖνο;