5962 307 1 11 11 0 II-III d. C. Filosofia Sextus Empiricus II Adversus mathematicos Mutschmann, H., Leipzig, Teubner, 2:1914; 3:1961 2

Sextus Empiricus - Adversus mathematicos II

ΠΡΟΣ ΡΗΤΟΡΑΣ

   Τοῖς περὶ γραμματικῆς διεξοδευθεῖσιν ἡμῖν ἀκόλουθον ἂν εἴη καὶ περὶ ῥητορικῆς λέγειν, ἀνδρικωτέρας ἤδη καθεστώσης καὶ τὸ πλέον ἐπ' ἀγορᾶς καὶ βημάτων ἐξεταζομένης. ἀλλ' ἐπεὶ κοινὸν ὑπάρξεώς τε καὶ ἀνυπαρξίας ἐστὶν ἡ ἔννοια, καὶ οὐδὲν τούτων ἕτερον οἷόν τέ ἐστι ζητεῖν μὴ προλαβόντας ὅ ἐστι τὸ ζητούμενον, φέρε πρῶτον σκεψώμεθα τί ἂν εἴη ῥητορική, τὰς ἐπιφανεστάτας εἰς τοῦτο τῶν φιλοσόφων ἀποδόσεις παρατιθέμενοι.

[2]    Πλάτων μὲν οὖν ἐν τῷ Γοργίᾳ κατὰ διοριστικὴν ἔφοδον τοιοῦτον ἔοικεν ἐξ ἐπισυνθέσεως ὅρον τῆς ῥητορικῆς ἀποδιδόναι 'ῥητορική ἐστι πειθοῦς δημιουργὸς διὰ λόγων, ἐν αὐτοῖς τοῖς λόγοις τὸ κῦρος ἔχουσα, πειστική, οὐ διδασκαλική', τὸ μὲν 'διὰ λόγων' προστιθεὶς τάχα παρόσον πολλά ἐστι τὰ πειθὼ τοῖς ἀνθρώποις ἐνεργαζόμενα χωρὶς λόγου, καθάπερ πλοῦτος καὶ δόξα καὶ ἡδονὴ καὶ κάλλος.

[3] οἱ γοῦν παρὰ τῷ ποιητῇ δημογέροντες, καίπερ ἐκπεπολεμωμένοι καὶ τελέως ἀπηλλοτριωμένοι πρὸς τὴν Ἑλένην ὡς κακῶν αἰτίαν γενομένην αὐτοῖς, ὅμως ὑπὸ τοῦ περὶ αὐτὴν κάλλους πείθονται, καὶ προσιούσης τοιαῦτά τινα πρὸς ἀλλήλους διεξίασιν

   οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιούς

   τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν.

[4] Φρύνη τε, ὥς φασιν, ἐπεὶ συνηγοροῦντος αὐτῇ Ὑπερίδου ἔμελλε καταδικάζεσθαι, καταρρηξαμένη τοὺς χιτωνίσκους καὶ γυμνοῖς στήθεσι προκυλινδουμένη τῶν δικαστῶν πλεῖον ἴσχυσε διὰ τὸ κάλλος τοὺς δικαστὰς πεῖσαι τῆς τοῦ συνηγοροῦντος ῥητορείας. τὸ δὲ αὐτὸ καὶ ἐπὶ χρημάτων ἐστὶν ἡδονῆς τε καὶ δόξης· τούτων γὰρ ἕκαστον εὑρήσομεν οὕτω πεῖθον ὡς πολλάκις τινὰ τῶν καθηκόντων ὑπερβαίνειν. οὐ τοίνυν ἀσκόπως ὁ Πλάτων ἀποβλέπων εἰς τὴν δι' αὐτῶν γινομένην πειθὼ ἔλεξεν ὅτι ῥητορική ἐστι [5] πειθοῦς δημιουργὸς οὐχ ὁπωσοῦν ἀλλὰ διὰ λόγων. καὶ μὴν οὐκ ἐπεὶ λόγοις πείθει, πάντως ἐστὶ ῥητορική (καὶ γὰρ ἡ ἰατρικὴ καὶ αἱ ὁμοειδεῖς ταύτῃ τέχναι διὰ λόγου πείθουσιν), ἀλλ' εἴ τις ἐν αὐτοῖς προηγουμένως τοῖς λόγοις ὑποκειμένην ἔχει τὴν ἰσχύν· καὶ οὐ κοινῶς, ἐπείπερ καὶ ἡ γεωμετρία καὶ ἀριθμητικὴ καὶ πᾶσα ἡ τῷ γένει θεωρητικὴ τέχνη ἐν λόγοις προηγουμένως ἔχει τὸ κῦρος, ἀλλ' ὅταν σὺν τούτοις μὴ διδασκαλικήν, ὥσπερ γεωμετρία, ἀλλὰ πειστικὴν ποιῆται τὴν πειθώ· ὅπερ ἦν ἴδιον ῥητορικῆς.

[6]    Ξενοκράτης δὲ ὁ Πλάτωνος ἀκουστὴς καὶ οἱ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι ἔλεγον ῥητορικὴν ὑπάρχειν ἐπιστήμην τοῦ εὖ λέγειν, ἄλλως μὲν Ξενοκράτους τὴν ἐπιστήμην λαμβάνοντος καὶ ἀρχαϊκῷ νόμῳ, ἀντὶ τῆς τέχνης, ἄλλως δὲ τῶν Στωικῶν, ἀντὶ τοῦ βεβαίας ἔχειν καταλήψεις, ἐν σοφῷ μόνῳ φυομένην. τὸ δὲ λέγειν ἀμφότεροι παραλαμβάνουσιν ὡς διαφέρον τοῦ διαλέγεσθαι, ἐπειδήπερ τὸ μὲν ἐν συντομίᾳ κείμενον κἀν τῷ λαμβάνειν καὶ διδόναι λόγον διαλεκτικῆς ἐστιν [7] ἔργον, τὸ δὲ λέγειν ἐν μήκει καὶ διεξόδῳ θεωρούμενον ῥητορικῆς ἐτύγχανεν ἴδιον. ἔνθεν γοῦν καὶ Ζήνων ὁ Κιτιεὺς ἐρωτηθεὶς ὅτῳ διαφέρει διαλεκτικὴ ῥητορικῆς, συστρέψας τὴν χεῖρα καὶ πάλιν ἐξαπλώσας ἔφη 'τούτῳ', κατὰ μὲν τὴν συστροφὴν τὸ στρογγύλον καὶ βραχὺ τῆς διαλεκτικῆς τάττων ἰδίωμα, διὰ δὲ τῆς ἐξαπλώσεως καὶ ἐκτάσεως τῶν δακτύλων τὸ πλατὺ τῆς ῥητορικῆς δυνάμεως αἰνιττόμενος.

[8]    Ἀριστοτέλης δὲ ἐν τῷ πρώτῳ τῶν Ῥητορικῶν τεχνῶν ἁπλούστερον παραδίδωσι τὴν ῥητορικὴν τέχνην λόγων. καὶ ζητουμένου πρὸς αὐτὸν ὅτι καὶ ἡ ἰατρικὴ τέχνη ἐστὶ λόγων ἰατρικῶν, ἀπολογούμενοί τινές φασιν ὅτι ἡ ἰατρικὴ τοὺς λόγους ἐφ' ἕτερόν τι ἀναφέρει τέλος, καθάπερ τὴν ὑγείαν, ἡ δὲ ῥητορικὴ ἄντικρύς ἐστι λόγων [9] τέχνη. καὶ ἄλλους δὲ ἐκτίθεται ὁ ἀνὴρ οὗτος ὅρους, περὶ ὧν οὐκ ἀναγκαῖόν ἐστιν ἡμῖν λέγειν τοῖς μὴ προηγουμένως τὸν περὶ ῥητορικῆς διεξοδεύουσι λόγον, ἀλλ' ὅσον τοῦ τὴν ἰδιότητα ταύτης περινοῆσαι πρὸς τὴν χειρισθησομένην ἡμῖν ἀντίρρησιν. ἧς ἀρχὴ γένοιτ' ἂν εὐθέως ἀπὸ τῆς ἐκκειμένης νοήσεως. ἐπεὶ γὰρ τέχνην ἢ ἐπιστήμην λόγων ἢ τοῦ λέγειν καὶ πειθοῦς περιποιητικὴν βούλονται τυγχάνειν τὴν ῥητορικὴν οἱ τὴν ἔννοιαν αὐτῆς ἀποδιδόντες, πειρασόμεθα καὶ ἡμεῖς τῶν τριῶν τούτων ἐχόμενοι διδάσκειν τὸ ἀνυπόστατον αὐτῆς.

[10]    Πᾶσα τοίνυν τέχνη σύστημά ἐστιν ἐκ καταλήψεων συγγεγυμνασμένων καὶ ἐπὶ τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ λαμβανουσῶν τὴν ἀναφοράν· ἡ δὲ ῥητορικὴ οὐκ ἔστι σύστημα ἐκ καταλήψεων, ὡς παραστήσομεν· [11] οὐκ ἄρα ‹τέχνη› ἐστιν ἡ ῥητορική. τῶν γὰρ ψευδῶν οὔκ εἰσι καταλήψεις, ψευδῆ δέ ἐστι τὰ λεγόμενα τῆς ῥητορικῆς εἶναι θεωρήματα, τοιαῦτα ὄντα 'οὕτω παραπειστέον τοὺς δικαστὰς' καὶ 'ὀργὴν κινητέον ἢ ἔλεον' καὶ 'μοιχῷ συνηγορητέον καὶ ἱεροσύλῳ'· ‹ἃ› ἐμφαίνει τὸ καθήκειν οὕτω τοὺς δικαστὰς παραπείθειν καὶ ὀργὴν ἢ ἔλεον κινεῖν· ἅπερ οὔκ ἐστιν ἀληθῆ, καὶ διὰ τοῦτο ἀκατάληπτα. οὐ τοίνυν αὐτῶν εἰσιν αἱ καταλήψεις· ᾧ συνεισέρχεται τὸ [12] μηδὲ τὴν ῥητορικὴν ὑπάρχειν. καθάπερ οὖν οὐκ ἂν εἴποιμεν τὴν τοιχωρυχικὴν εἶναί τινα τέχνην παραινοῦσαν τὸ οὕτω δεῖν τοῖχον διορύττειν, καὶ τὴν κλεπτικὴν τὸ οὕτω καθήκειν κλέπτειν καὶ βαλαντιοτομεῖν, (ψευδῆ γάρ ἐστι ταῦτα, καὶ οὔτε καθήκοντα οὔτε θεωρήματα), οὕτως οὐδὲ τὴν ῥητορικὴν ὑποληπτέον ἔχειν τεχνικὴν ὑπόστασιν, ἐπὶ τοιούτοις παραγγέλμασι σαλεύουσαν. ἀμέλει γέ τοι καὶ οἱ περὶ Κριτόλαον τὸν Περιπατητικόν, καὶ πολὺ πρότερον οἱ περὶ Πλάτωνα, εἰς τοῦτο ἀπιδόντες ἐκάκισαν αὐτὴν ὡς κακοτεχνίαν μᾶλλον ἢ τέχνην καθεστηκυῖαν.

[13]    καὶ μὴν ἐπεὶ πᾶσα τέχνη ἤτοι ἑστηκὸς ἔχει τὸ τέλος καὶ πάγιον, ὡς φιλοσοφία καὶ γραμματική, ἢ τοῦ ὡς τὸ πολὺ ἐχόμενον, καθάπερ ἰατρική τε καὶ κυβερνητική, δεήσει καὶ τὴν ῥητορικήν, εἴπερ ἐστὶ τέχνη, τὸ ἕτερον τούτων ἐπαγγέλλεσθαι.

[14] οὔτε δὲ ἑστηκὸς ἔχει παν‹τελῶς τὸ› τέλος (οὐδὲ γὰρ ἀεὶ περιγίνεται [περὶ] τῆς τῶν ἀντιδίκων νίκης, ἀλλ' ἔσθ' ὅτε ἕτερον μὲν προτίθεται ὁ ῥήτωρ ἕτερον δὲ [15] ἐξακολουθοῦν ἔχει τέλος) οὔτε τοῦ ὡς τὸ πολὺ ἐφιέμενον, ἐπεὶ πᾶς ῥήτωρ ἑαυτῷ συγκρινόμενος πολλάκις ἐλείφθη μᾶλλον ἢ ἐνίκησεν, ἅτε διὰ παντὸς ἑτέρου τὰς ἐπιχειρήσεις αὐτοῦ διαλύοντος· οὐκ ἄρα τέχνη ἐστὶν ἡ ῥητορική.

[16] εἴπερ τε ἐνδέχεται γενέσθαι ῥήτορα μὴ μετασχόντα τῆς ῥητορικῆς τέχνης, οὐκ ἂν εἴη τις τέχνη ῥητορική. ἐνδέχεται δέ γε ἱκανῶς καὶ κατὰ τρόπον ῥητορεύειν μὴ μετασχόντα ῥητορικῆς, ὡς καὶ περὶ Δημάδου παρειλήφαμεν· κωπηλάτης γὰρ ὢν ὁμολογεῖται ἄριστος γεγονέναι ῥήτωρ, καὶ σὺν τούτῳ ἄλλοι παμπληθεῖς. τοίνυν [17] οὔκ ἐστι τέχνη ἡ ῥητορική. ἄλλως τε καὶ [ἐπεὶ] τούτοις ἀπιστοῦμεν ὡς τοιούτοις γεγονόσι καὶ ἐν ἕξει κἀκ τοιαύτης τινὸς τριβῆς ἐπὶ τὸ ῥητορεύειν παρεληλυθόσιν, ἀλλ' οὖν γε ἐν τῷ καθ' ἡμᾶς βίῳ πολλοὺς πάρεστιν ὁρᾶν λέγοντας μὲν εὐφυῶς ἐπὶ δικαστηρίων καὶ ἐν ἐκκλησίαις, τὰ δὲ τεχνικὰ τῆς ῥητορικῆς παραγγέλματα μὴ γινώσκοντας.

[18] καὶ ἀντιστρόφως, εἰ οἱ ἐξηκριβωκότες [ἐπὶ πλεῖον] καὶ ἐπὶ πλεῖον ἐκπονήσαντες τὸν τεχνικὸν τῆς ῥητορικῆς λόγον ἀδυνατοῦσι ῥητορεύειν ἐπὶ δικαστηρίων καὶ ἀγορᾶς, οὐ ῥητέον τεχνικὴν μέθοδον εἶναι τὴν ῥητορικήν. ἀλλὰ μὴν ὡς ὁ σύμπας οἶδε βίος, οἱ σοφιστεύοντες ἐπ' ἄκρον μὲν τὴν ῥητορικὴν ἐξήσκησαν τεχνολογίαν, ἰχθύων δὲ ἀφωνότεροι ἐπὶ τῆς [γῆς] ὑπαίθρου θεωροῦνται.

[19] τοίνυν οὐ κατὰ τέχνην εἰσί τινες ῥήτορες. ὅθεν καὶ γελᾶν ἔστιν ἐπ' αὐτούς, ὅταν πρὸς τοῦτον ἀπολογούμενοι τὸν ἔλεγχον φάσκωσιν ὅτι, ὥσπερ αἱ ἀκόναι τέμνειν μὲν οὐ πεφύκασιν, ὀξύνουσαι δὲ τὴν μάχαιραν τέμνειν παρασκευάζουσιν, οὕτω καὶ αὐτοὶ ἀδυνατοῦσι μὲν εἰπεῖν ὑπὸ τῆς ἀηθείας, ἄλλους δὲ διὰ τέχνης προάγοντες λέγειν ποιοῦσιν. οὐκ ᾔδεσαν γὰρ οἱ θαυμάσιοι τὴν ἀνομοιότητα ταύτης τῆς εἰκόνος, εἴ γε ἡ μὲν ἀκόνη οὐχ ἣν εἶχε δύναμιν, ταύτην τῷ σιδήρῳ ἐμποιεῖν πέφυκεν, αὐτοὶ δὲ ἐπαγγέλλονται ὡς προηγούμενον ἔργον, ἣν ἔχουσι τέχνην, ταύτην τῷ πέλας περιποιήσειν.

[20]    Οἱ δὲ περὶ τὸν Κριτόλαον καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας, ἐν οἷς ἐστι Κλειτόμαχος καὶ Χαρμίδας, εἰώθασι καὶ οὗτοι τοιαῦτά τινα λέγειν, ὅτι τὰς μὲν τέχνας οὐκ ἐκβάλλουσιν αἱ πόλεις, πάνυ τι βιωφελεῖς οὔσας ἐπιστάμεναι, ὡς οὐδὲ τοὺς μὲν οἰκονομικοὺς τῶν οἴκων ἐκβάλλομεν τοὺς δὲ βουκόλους ἐκ τῆς ἀγέλης, τὴν μέντοι ῥητορικὴν πάντες πανταχόθεν ὡς πολεμιωτάτην ἐδίωξαν, ὥσπερ ὁ μὲν Κρητικὸς νομοθέτης εἴρξας ἐπιβαίνειν τῆς νήσου [21] τοὺς ἐν λόγοις ἀλαζονευσαμένους, ὁ δὲ Σπαρτιάτης Λυκοῦργος, ὡς ἂν ζηλωτὴς Θάλητος τοῦ Κρητὸς γενόμενος, τὸν αὐτὸν τοῖς Σπαρτιάταις νόμον εἰσηγήσατο· παρ' ἣν αἰτίαν πολλοῖς ὕστερον χρόνοις τὸν ἐπὶ ξένης ῥητορικὴν ἐκπονήσαντα νεανίαν ἐπανελθόντα ἐκόλασαν οἱ ἔφοροι, τὴν αἰτίαν προσθέντες τῆς καταδίκης ὡς δολεροὺς λόγους ἐπὶ παρακορύσει τᾶς Σπάρτας ἐμελέτησεν. καὶ αὐτοὶ δὲ διέμειναν ῥητορικὴν μισοῦντες, ἀφελεῖ δὲ βραχυλογίᾳ [22] χρώμενοι. ὅθεν καὶ ὁ ἀντιχειροτονηθεὶς Ἀθηναίοις ὑπ' αὐτῶν πρὸς Τισσαφέρνην πρεσβευτής, τῶν Ἀθηναίων μακρὰς καὶ ποικίλας ῥήσεις διεξιόντων, δύο τῇ βακτηρίᾳ γραμμὰς κατὰ τοῦ ἐδάφους χαράξας, τὴν μὲν εὐθεῖαν καὶ μικρὰν τὴν δὲ ἐπιμήκη καὶ σκολιάν, 'τούτων' εἶπεν, 'ὦ βασιλεῦ, ὁποτέραν θέλεις ἑλοῦ,' αἰνιττόμενος διὰ μὲν τῆς ἐπιμήκους καὶ τῆς σκολιᾶς γραμμῆς τὴν τερθρείαν τὴν ῥητορικήν, διὰ δὲ τῆς βραχείας ἅμα καὶ εὐθείας τὴν [23] ἀφελῆ καὶ σύντομον εὐθυρρημοσύνην, δι' ἣν οὐκ ἐν οἰκείοις μόνοις ἀλλὰ καὶ ξένοις τὴν ἀπεριττότητα τοῦ λόγου μεταδιώκουσιν. ἐκ μέσων μέντοι γε καὶ τὸν Χίων πρεσβευτὴν περὶ ἐξαγωγῆς πυροῦ δεόμενον, ἐπεὶ μακρῶς ἡρμήνευσε τὴν δέησιν, ἄπρακτον ἐξαπέστειλαν, ἑτέρου δὲ πεμφθέντος συντομωτέρου (ἤπειγε γὰρ ἀνάγκη τοὺς Χίους) ἔδοσαν· κενὸν γὰρ θύλακον αὐτοῖς οὗτος ἀνατείνας ἀλφίτων αὐτὸν ἔφη δεῖσθαι. ὅμως δ' οὖν καὶ τοῦτον ὡς ἀδολέσχην ἐμέμψαντο· ἀποχρώντως γὰρ κενὸς δειχθεὶς [24] ὁ θύλακος ἐσήμηνε τὴν τῶν Χίων αἴτησιν. ἔνθεν ὁ τραγικὸς Ἴων κινηθεὶς εἶπεν ἐπ' αὐτῶν

   οὐ γὰρ λόγοις Λάκαινα πυργοῦται πόλις,

   ἀλλ' εὖτ' ἂν Ἄρης νεοχμὸς ἐμπέσῃ στρατῷ,

   βουλὴ μὲν ἄρχει, χεὶρ δ' ἐπεξεργάζεται,

ἅτε βουλευομένων μὲν τὰ κράτιστα, στυγούντων δὲ τὴν ῥητορικήν. ὅθεν εἰ μὴ τὰς τέχνας ἐκβάλλουσιν αἱ πόλεις, ἐκβεβλήκασι δὲ τὴν ῥητορικήν, οὐκ ἂν εἴη τῶν τεχνῶν ἡ [25] ῥητορική. τὸ μὲν γὰρ ἀναστρέφειν καὶ λέγειν ὡς καὶ φιλοσόφους ἐξώρισάν τινες τῶν Ἑλληνίδων πόλεων, εὔηθές ἐστιν. πρῶτον μὲν γὰρ οὐκ ἂν ἔχοιεν τούτῳ παρασχεῖν μαρτυρίαν ὥσπερ ἐπὶ ῥητορικῆς οἱ τοὐναντίον συναγαγόντες· ἔπειτα εἰ καὶ ἐξέβαλόν τινες τῶν πόλεων φιλοσοφίαν, οὐ κατὰ γένος πᾶσαν ἐξέβαλον ἀλλὰ τινὰς αἱρέσεις, οἷον τὴν Ἐπικούρειον ὡς ἡδονῆς διδάσκαλον, τὴν Σωκρατικὴν δὲ ὡς ἐκφαυλίζουσαν τὸ θεῖον. αἱ μέντοι γε προειρημέναι πόλεις οὐ τινὰ μὲν παρῃτήσαντο ῥητορικὴν τινὰ δὲ προσήκαντο, ἀλλὰ κοινῶς πᾶσαν περιέστησαν.

[26]    Πρός γε μὴν τοῖς εἰρημένοις, καὶ εἰ τέχνη πάντως ἐστὶν ἡ ῥητορική, ἤτοι τῷ ἔχοντι ἢ ταῖς πόλεσιν ἔσται χρειώδης ὡς καὶ αἱ λοιπαὶ τῶν τεχνῶν· οὔτε δὲ τῷ ἔχοντι οὔτε ταῖς πόλεσίν ἐστιν ὠφέλιμος, ὡς παραστήσομεν· [27] οὐκ ἄρα τέχνη καθέστηκεν. καὶ δὴ τῷ μὲν ἔχοντι οὐκ ἔστιν ὠφέλιμος, ἐπεὶ πρῶτον μὲν ‹ἐν› ἀγοραῖς καὶ γραμματοφυλακίοις ἀναγκαῖόν ἐστι καλινδεῖσθαι, κἄν τε θέλῃ κἄν τε μὴ θέλῃ, μετὰ μοχθηρῶν καὶ παλιμβόλων καὶ συκοφαντῶν διατρίβειν, εἰς τοὺς αὐτοὺς ἐκείνοις τόπους κατερχόμενον, εἶτα καὶ τῆς αἰδοῦς ὀλίγην ποιεῖσθαι φειδώ, ἵνα μὴ εὐκαταφρόνητος εἶναι δοκῇ τοῖς πανουργοτέροις, [28] θρασέως δὲ λέγειν καὶ τὴν τόλμαν ὥσπερ ὅπλον προβεβλῆσθαι, ἵνα φοβερὸς ᾖ τοῖς ἀντιδίκοις, ἀπατητικόν τε καὶ γόητα τυγχάνειν καὶ χειρίστοις ἐντεθραμμένον πράγμασι, μοιχείαις τε καὶ κλοπαῖς καὶ ταῖς πρὸς τοὺς γονεῖς ἀχαριστίαις, εἰς τὸ πραγματικῶς ταῦτα διελέγχειν [29] ὅτε δεῖ, καὶ πάλιν ἐπιθολοῦν, ἔχειν δὲ ἐχθροὺς πολλοὺς καὶ μῖσος πρὸς πάντας, τοὺς μὲν ὅτι ἀντηδικήθησαν, τοὺς δὲ εἰδότας ὅτι τοῦ μισθωσαμένου [τί] ἐστί, καὶ ὃ ἄλλους διέθηκε, τοῦτο καὶ αὐτούς ποτε πλείονι λήμματι [30] δελεασθεὶς διαθήσει, μετὰ τοῦ διὰ παντὸς ἀγωνιᾶν καὶ πειρατοῦ τρόπον ὁτὲ μὲν φεύγειν ὁτὲ δὲ διώκειν, ὥστε κοπούμενον νύκτωρ καὶ μεθ' ἡμέραν ὑπὸ τῶν πράγματα ἐχόντων ὀχλεῖσθαι, μεστὸν δὲ ἔχειν τὸν βίον θρήνων τε καὶ δακρύων, καὶ τινῶν μὲν εἰς δεσμωτήριον τινῶν δὲ ἐπὶ τύμπανον ἀπαγομένων. ὥστε τῷ μὲν ἔχοντι ἐπιβλαβὴς ἡ ῥητορική.

[31]    Καὶ μὴν οὐδὲ ταῖς πόλεσίν ἐστιν ὠφέλιμος· οἱ γὰρ νόμοι πόλεών εἰσι σύνδεσμοι, καὶ ὡς [ψυχὴ] σῶμ‹α πνεύμα›τος ἐκφθαρέντος φθείρεται, οὕτω νόμων ἀναιρεθέντων καὶ αἱ πόλεις διόλλυνται. παρὸ καὶ ὁ ἠθολόγος Ὀρφεὺς τὸ ἀναγκαῖον αὐτῶν ὑποφαίνων φησὶν

   ἦν χρόνος ἡνίκα φῶτες ἀπ' ἀλλήλων βίον εἶχον

   σαρκοδακῆ, κρείσσων δὲ τὸν ἥττονα φῶτα δάιζεν.

[32] μηδενὸς γὰρ ἐπιστατοῦντος νόμου ἕκαστος ἐν χερσὶ τὸ δίκαιον εἶχε, καθὼς

   ἰχθύσι ‹μὲν› καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς

ἐπιτέτραπται

   ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετ' αὐτοῖς,

μέχρις ὅτου ὁ θεὸς οἰκτείρων μογοῦσιν αὐτοῖς θεσμοφόρους θεὰς ἐξαπέστειλεν, ἃς ἐπὶ τῷ τὴν ἀλληλοφάγον ἀνομίαν καταλῦσαι πλέον ἢ ἐπὶ τῷ καρποῖς ἡμερῶσαι τὸν [33] βίον ἐθαύμασαν ἄνθρωποι. ἐντεῦθεν καὶ οἱ Περσῶν χαρίεντες νόμον ἔχουσι βασιλέως παρ' αὐτοῖς τελευτήσαντος πέντε τὰς ἐφεξῆς ἡμέρας ἀνομίαν ἄγειν, οὐχ ὑπὲρ τοῦ δυστυχεῖν ἀλλ' ὑπὲρ τοῦ ἔργῳ μαθεῖν ἡλίκον κακόν ἐστιν ἡ ἀνομία, σφαγὰς καὶ ἁρπαγὰς καὶ εἴ τι χεῖρόν ἐστιν ἐπάγουσα, ἵνα πιστότεροι τῶν βασιλέων φύλακες [34] γένωνται. ἀλλ' ἥ γε ῥητορικὴ κατὰ τῶν νόμων εἰσκεκύκληται. τεκμήριον δὲ παμμέγεθες τὸ παρὰ μὲν τοῖς βαρβάροις, παρ' οἷς ἢ οὐδ' ὅλως ἢ σπανίως ἔστι ῥητορική, τοὺς νόμους ἀσαλεύτους μένειν, παρὰ δὲ τοῖς προιεμένοις [35] αὐτὴν ὁσημέραι νεοχμοῦσθαι, ὥσπερ καὶ παρ' Ἀθηναίοις, καθάπερ καὶ Πλάτων ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς λέγει· καὶ γὰρ τρεῖς ἐάν τις, φησίν, ἐκδημήσῃ μῆνας, οὐκέτι ἐπιγινώσκειν τὴν πόλιν, ἀλλὰ παραπλησίως τοῖς νυκτὸς περιπατοῦσι παρὰ τὰ τείχη καθάπερ τινὰς ἀγγάρους κατάγεσθαι, τὸ ὅσον ἐπὶ τοῖς νόμοις μὴ [36] τῆς αὐτῆς οὔσης πόλεως. πρόδηλον δέ ἐστι τὸ κατὰ τῶν νόμων αὐτὴν ὑπάρχειν καὶ ἐξ ὧν ἐν ταῖς κακοτέχνοις τέχναις ὑποτίθενται. ὁτὲ μὲν γὰρ παραινοῦσι τῷ ῥητῷ καὶ ταῖς φωναῖς τοῦ νομοθέτου προσέχειν ὡς σαφέσι καὶ μηδεμιᾶς ἐξηγήσεως δεομέναις, ὁτὲ δὲ ἀναστρέψαντες μήτε τῷ ῥητῷ μήτε ταῖς φωναῖς ἀλλὰ τῇ διανοίᾳ κατακολουθεῖν· [37] οὐδὲ γὰρ ὁ κολάζειν ἀξιῶν τὸν ἐπανατεινόμενόν τινι σίδηρον τὸν ὁπωσοῦν ἐπανατεινόμενον, οἷον †δακτύλιον , ἢ ὁποιον‹οῦν›, καθάπερ βελόνην, κολάζειν ἠξίωσεν, ἀλλ' ἐὰν τὴν διάνοιαν αὐτοῦ πολυπραγμονῶμεν, τὸν ἀνδροφονῆσαι [38] τολμήσαντα τεθέληκεν[αι] τιμωρεῖσθαι. κελεύουσιν δὲ ἐνίοτε καὶ κατὰ ἀποκοπὴν ἀναγινώσκειν τοὺς νόμους καὶ ἐκ τῶν λειπομένων ἕτερόν τι νόημα συντιθέναι. πολλάκις δὲ καὶ ἀμφιβόλους λέξεις διαστέλλουσι, πρόσφορον ἑαυτοῖς κατασκευάζοντες τὸ σημαινόμενον· καὶ ἄλλα μυρία πρὸς ἀνατροπὴν τῶν νόμων ποιοῦσιν. ὅθεν καὶ ὁ Βυζάντιος ῥήτωρ ἐρωτηθεὶς πῶς ὁ Βυζαντίων ἔχει νόμος εἶπεν 'ὡς ἐγὼ [39] θέλω.' καθὰ γὰρ οἱ ψηφοπαῖκται τὰς τῶν θεωμένων ὄψεις δι' ὀξυχειρίαν κλέπτουσιν, οὕτως οἱ ῥήτορες διὰ πανουργίαν τὰς τῶν δικαστῶν διανοίας ἀμαυρώσαντες τῷ [40] νόμῳ συγκλέπτουσι τὰς ψήφους. τό γε μὴν τῶν παρανόμων ψηφισμάτων εἶδος οὐδεὶς ἐτόλμησε γράφειν ἀλλ' ἢ οἱ ῥήτορες. τὸν γοῦν γραφέντα κατὰ Κτησιφῶντος Δημοσθένης πολλὰ βοῶν καὶ τερατευόμενος ἥρπασεν. ὅθεν καὶ ὁ Αἰσχίνης 'κακὸν ἔθος' φησὶν 'εἰς τὰ δικαστήρια παρῆλθεν· ὁ μὲν γὰρ κατήγορος ἀπολογεῖται, ὁ δὲ φεύγων τὴν γραφὴν κατηγορεῖ, οἱ δὲ δικασταὶ ὧν μή εἰσι κριταί, περὶ τούτων ψηφοφορεῖν [41] ἀναγκάζονται.' ἀλλ' εἰ κατὰ τῶν νόμων ἐστὶν ἡ ῥητορική, πρὸς τῷ μὴ χρησιμεύειν τι καὶ βλαβερὰ καθέστηκεν. οὐ μὴν ἀλλ' οὐδὲ οἱ δημαγωγοῦντες ῥήτορες ἐπ' ἀγαθῷ τῶν πόλεων προβαίνουσιν, ἀλλ' ὃν λόγον ἔχει φαρμακοπώλης πρὸς ἰατρόν, τοῦτον ὁ δημαγωγὸς πρὸς τὸν πολιτικόν.

[42] κακοδιδασκαλεῖ γὰρ τοὺς πολλοὺς τὰ κεχαρισμένα λέγων, καὶ διαβολαῖς αὐτοὺς ἐξαλλοτριοῖ πρὸς τοὺς ἀρίστους. λόγῳ μὲν γὰρ καὶ τῷ δοκεῖν ὑπὲρ τοῦ κοινῇ συμφέροντος ὑπισχνεῖται πάντα ποιήσειν, ταῖς δὲ ἀληθείαις ἀπ' οὐδενὸς ὑγιοῦς τροφὴν πορίζεται, ἐοικότως ταῖς τίτθαις, αἳ μικρὸν τοῦ ψωμίσματος τοῖς παιδίοις διδοῦσαι τὸ ὅλον καταπίνουσιν.

[43]    Τοσαῦτα μὲν οὖν καὶ τοῖς Ἀκαδημαϊκοῖς ἐν καταδρομῆς μέρει λέγεται περὶ ῥητορικῆς, ὥστε εἰ μήτε τῷ ἔχοντι μήτε τοῖς πέλας ἐστὶν ὠφέλιμος, οὐκ ἂν εἴη τέχνη. ἀλλὰ πρὸς ταῦτα ἀπολογούμενοί τινες μέν φασιν ὅτι διττῆς οὔσης ῥητορικῆς, τῆς μὲν ἀστείας καὶ ἐν σοφοῖς τῆς δὲ ἐν μέσοις ἀνθρώποις, τὴν κατηγορίαν γεγονέναι οὐ τῆς [44] ἀστείας ἀλλὰ τῆς τῶν μοχθηρῶν. τινὲς δὲ καὶ ὑποδείγμασι χρῶνται· ὡς γὰρ ὁ τὸν πατέρα τύπτων παγκρατιαστὴς οὐ διὰ τὴν παγκρατιαστικὴν τέχνην γίνεται πατροτύπτης, ἀλλὰ διὰ τὴν τῶν τρόπων μοχθηρίαν, οὕτως ὁ ῥητορικὴν ἐξασκήσας, εἶτα κατὰ πατρίδος αὐτῇ καὶ νόμων χρώμενος οὐ διὰ ῥητορικὴν τοιοῦτός ἐστιν, ἀλλὰ [45] διὰ τὴν ἰδίαν πονηρίαν. λέληθε δὲ τοὺς μὲν πρώτους ὅτι ἄκοντες δεδώκασι τὴν ἀνυπαρξίαν τῆς ῥητορικῆς· μηδενὸς γὰρ εὑρισκομένου σοφοῦ ἢ σπανίως γε εὑρισκομένου δεήσει καὶ τὴν ἐν αὐτοῖς ῥητορικὴν ἢ ἀνύπαρκτον ἢ σπάνιον [46] εἶναι. πρὸς δὲ τοὺς δευτέρους ῥητέον ὅτι ἀνόμοιόν ἐστι τὸ παράδειγμα τοῖς ἐν χερσὶ ζητουμένοις· ἡ μὲν γὰρ ἄθλησις οὐχ ὑποδείκνυσι τὴν πρὸς τὸ κακὸν χρῆσιν αὑτῆς οἷον τὴν πατροτυψίαν, ἡ δὲ ῥητορικὴ τοῦθ' ὡς προηγούμενον ἔργον διδάσκει, οἷον πῶς ἂν τὰ μικρὰ μεγάλα ποιήσαιμεν τὰ δὲ μεγάλα μικρά, ἢ πῶς ἂν τὰ μὲν δίκαια [47] ἄδικα φανείη τὰ δὲ ἄδικα δίκαια. καθόλου δὲ τῆς ῥητορικῆς ἐξ ἐναντίων συνισταμένης λόγων οὐκ ἐνδέχεται τὸν μὲν ἀστεῖον λέγειν ῥήτορα, τὸν δὲ μὴ τοιοῦτον οὐκέτι. ὁποῖος γὰρ ἂν ᾖ ὁ ῥήτωρ, πάντως τοὺς ἐναντίους ἐκμελετᾶν ὀφείλει λόγους, ἐν δὲ τοῖς ἐναντίοις ἔστι καὶ τὸ ἄδικον· πᾶς ἄρα ῥήτωρ καὶ τοῦ ἀδίκου συναγωνιστὴς ὢν ἄδικός ἐστιν.

[48]    Ἀλλὰ ὅτι μὲν οὐ ῥητέον τὴν ῥητορικὴν τέχνην, ἐκ τούτων συμφανές· τὸ δὲ μετὰ τοῦτο καὶ ἐκ τῆς ὕλης περὶ ἥν ἐστι σκοπῶμεν αὐτῆς τὸ ἀνυπόστατον. καίτοι προαποδέδοται ἡμῖν τὸ κεφάλαιον ἐν τῷ πρὸς τοὺς γραμματικούς. εἰ γὰρ περὶ λόγον ἡ γραμματικὴ πονεῖται, οὔτε δὲ λέξις ἐστί τι οὔτε λόγος ἐκ λέξεων συγκείμενος, ὡς ἐπεδείξαμεν, διὰ τὸ οὗ τὰ μέρη μὴ ἔστιν ἀνύπαρκτον εἶναι, ἀκολουθήσει καὶ τὸ τὴν ῥητορικὴν ἀνυπόστατον [49] ὑπάρχειν. ὅμως δ' οὖν ῥητέον πρῶτον μὲν ὅτι οὐκ εἰ τὸν λόγον ἐξεπόνησεν ἡ ῥητορική, πάντως ἐστὶν ἔντεχνος, ἀλλ' εἰ τὸν συμφέροντα. καθὸ γὰρ φαρμάκων διαφόρων ὄντων, καὶ τῶν μὲν θανασίμων τῶν δὲ σωτηρίων, ἡ μὲν ἐν τοῖς θανασίμοις ἕξις καταγιγνομένη οὔτε τέχνη τίς ἐστιν οὔτε ἰατρική, ἡ δὲ περὶ τὰ σωτήρια καὶ τέχνη καὶ βιωφελής, οὕτω καὶ λόγων τῶν μὲν συμφερόντων τῶν δὲ βλαπτικῶν ὄντων, εἰ μὴ περὶ τοὺς συμφέροντάς ἐστιν ἡ ῥητορικὴ ἀλλὰ τοὺς βλαβερούς, πρὸς τῷ μὴ εἶναι τέχνη ἔτι καὶ κακοτεχνία γενήσεται. παρεστήσαμεν δέ γε πρότερον ὅτι βλαπτικωτάτοις ἐνυποδύεται [50] λόγοις· τοίνυν οὐδὲ τέχνη καθέστηκεν. καὶ μὴν εἴπερ ἡ συκοφαντικὴ καὶ ἡ ὀχλοκοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι, δῆλον ὡς καὶ ἡ ῥητορικὴ κατὰ ψιλὸν τὸ ἐκπεπονηκέναι τὴν ἐν τῷ λέγειν δύναμιν ἐξεταζομένη οὐδὲ γενήσεται τέχνη. ἀλλὰ μὴν ἡ συκοφαντικὴ καὶ ἡ ὀχλοκοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι· [51] τοίνυν οὐδὲ ἡ ῥητορική. πρός γε μὴν τοῖς εἰρημένοις, οὐδὲ ἴδιον ῥητορικῆς ἐστι τοῦτο, ἀλλὰ τὸ κοινὸν παντὸς λογικοῦ μαθήματος· καὶ γὰρ ἰατρικὴ εὖ λέγει περὶ τῶν ἑαυτῆς θεωρημάτων καὶ μουσικὴ περὶ μουσικῶν. διόπερ ὡς ἑκάστη τούτων οὔκ ἐστιν ἕνεκα τοῦ λέγειν ῥητορική, οὕτως οὐδὲ περὶ ἧς ἐστιν ἡ ζήτησις.

[52]    Συνελόντι δὲ φάναι, οὐδὲ κατασκευάζει καλὴν λέξιν ἡ ῥητορική. οὐδὲ γὰρ ὑποδείκνυσιν ἡμῖν τὴν εἰς τοῦτο τεχνολογίαν, οἷον ὅτι καλῇ λέξει χρῆται πρῶτον μὲν ὁ μὴ ἐκκλίνων τὰ κατὰ τὴν συνήθειαν λεγόμενα, καθὼς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς ὑπεδείξαμεν, εἶτα καὶ ὁ τοῦ νοουμένου πράγματος ἀσφαλῶς κρατῶν· ῥέμβεται γὰρ ἡ λέξις ἀγνοουμένων τούτων, παρὸ καὶ εἰς τοῦτο ἀποβλέποντες ἀγαθὸν εἶναι λέγομεν ῥήτορα ἕκαστον [53] τῶν ἰδίων ἐπιτηδευμάτων. σὺν δὲ τούτοις καὶ ὁ περιεσκεμμένος τίνες τῶν λέξεων κατὰ τὴν συνήθειαν κεῖνται καὶ τίνες δοξαστῶς, τὸ ἑκάστῳ πρόσφορον ἀποδίδωσιν. 'βαλανεῖον' μὲν γὰρ 'ἀνδρεῖον' κατὰ τὴν συνήθειαν εἴρηται ἀπὸ τοῦ ἄνδρας λούειν, ὁ δὲ 'πλούσιος μακάριος' καὶ 'ὁ θάνατος κακὸν' τῶν δοξαστῶν· τό τε γὰρ τὸν θάνατον τῶν κακῶν εἶναι καὶ τὸν πλοῦτον τῶν ἀγαθῶν ἄδηλον καὶ δοξαστόν.

[54] χρῷτο δ' ἂν καλῶς λέξει καὶ ὁ κατειληφὼς τίνος ἕνεκα τὰς μεταλήψεις ποιούμεθα τῶν λέξεων, ἤτοι ὑπὲρ τοῦ μὴ εὐθυρρημονεῖν προσκοπὴν φέροντος τοῦ εὐθέος ῥήματος, ἢ ὑπὲρ τοῦ τι σαφηνίζειν, ὡς ὅταν τὸ μὲν αἴτιον εἰς τὸ ποιοῦν μεταλαμβάνωμεν, τὸ δὲ σημεῖον εἰς τὸ δηλοῦν.

[55] εἰ μὲν οὖν, ὡς ἔφην, ἐτεχνολογεῖτό τινα περὶ τούτων τοῖς ῥήτορσι, τάχα ἂν καὶ τὸ καλῶς λέγειν καὶ τὴν κεκαλλωπισμένην λέξιν ἐκ ῥητορικῆς εἶχον. νῦν δὲ ἐπεὶ ταύτης τῆς θεωρίας οὐ ψαύουσιν, ἢ εἰ ψαύοιεν, οὔτι γε κατὰ ῥητορικήν, λεκτέον μὴ ῥητορικῆς ἴδιον εἶναι τὸ καλλιλεκτεῖν.

[56] ἥ τε λέξις καθ' ἑαυτὴν οὔτε καλή ἐστιν οὔτε· μοχθηρά. τεκμήριον δὲ τὸ τῇ αὐτῇ ὑπὸ μὲν ἀστείου καὶ σεμνοῦ λεγομένῃ προσκόπτειν ἡμᾶς, ὑπὸ δὲ μίμου γελωτοποιοῦντος μηδαμῶς. διόπερ ὅταν λέγηται ὁ ῥήτωρ καλῆς λέξεως εἶναι κατασκευαστικός, ἤτοι κατὰ τοῦτο λέγεται, καθὸ τὴν τὰ συμφέροντα πράγματα δηλοῦσαν λέξιν κατασκευάζει, ἢ τὴν οἵα ἐστὶν ἡ τοῦ ἑλληνίζειν, ἢ τὴν [οἵαν] ἐναργῶς καὶ συντόμως καὶ ἐγκατασκεύως δηλοῦσαν τὰ [57] πράγματα. οὔτε δὲ καθὸ τὴν τὰ συμφέροντα πράγματα μηνύουσαν· οὐδὲν γὰρ ἴσασι περὶ τούτων τῶν πραγμάτων οἱ ῥήτορες. οὔτε καθὸ τὴν οἵα ἐστὶν ἡ τοῦ ἑλληνίζειν· κοινὸν γὰρ ἦν τοῦτο τῶν τῇ συνηθείᾳ καὶ ταῖς ἐλευθέραις τέχναις προσεχόντων. οὔτε καθὸ τὴν σαφῶς καὶ συντόμως καὶ ἐγκατασκεύως μηνύουσαν τὰ πράγματα· τοὐναντίον γὰρ περίοδον καὶ ἐπιφώνημα λέγειν θέλοντες οἱ ῥήτορες, καὶ μὴ φωνᾶεν φωνάεντι συγκρούειν, καὶ ὁμοιοτέλευτον διάνοιαν κατακλίνειν, ἐκκλείονται τῆς σαφοῦς [58] ἅμα καὶ συντόμου τῶν πραγμάτων ἑρμηνείας. οὐκ ἄρα ῥητορικῆς ἐστι τὸ κατασκευάζειν καλὴν λέξιν καὶ τὸ εὖ λέγειν. δοθέντος τε τούτου οὐδ' ἄν τις ἕλοιτο τὴν τοιαύτην φράσιν, πρῶτον μὲν διὰ τὸ μὴ πίπτειν αὐτὴν εἰς τὴν κοινὴν τοῦ βίου χρῆσιν· οὐδεὶς γὰρ ἡμῶν οὕτω διαλέγεται ὡς οἱ ῥήτορες ἐπὶ τῶν δικαστηρίων, ἐπεὶ καταγελασθήσεται. καὶ αὐτοὶ δὲ ἐκεῖνοι πάντοτε ἐξελθόντες τῆς διατριβῆς καὶ τοῦ ἀγῶνος ἄλλῃ χρῶνται πρὸς τοὺς [59] πέλας ἑρμηνείᾳ. εἶτα καὶ ὡς ἔφην, προσκοπὴν ἐμποιεῖ τὸ μετὰ προσοχῆς καὶ ῥητορείας λαλεῖν. μετακτέον δὲ τὰ πρότερον πρὸς τοὺς ἀναλογιστικοὺς τῶν γραμματικῶν εἰρημένα, καὶ διδακτέον ὅτι τῇ συνηθείᾳ προσεκτέον μᾶλλόν ἐστι θέλοντας εὖ λέγειν ἤπερ τέχνῃ τινὶ περιεργοτέρᾳ.

[60]    Τὰ νῦν δὲ μετελθόντες καὶ ἀπὸ τοῦ τέλους τῆς ῥητορικῆς ποιώμεθα τὰς ἐνστάσεις. πάλιν τοίνυν λεκτέον ὡς εἰ μηδέν ἐστι ῥητορικῆς τέλος, οὐδέν ἐστι ῥητορικὴ διὰ τὸ πᾶσαν τεχνικὴν ἕξιν πρός τι τέλος λαμβάνειν τὴν ἀναφοράν. οὐχὶ δέ γε ἔστι τι ῥητορικῆς τέλος, ὡς δείξομεν· [61] οὐκ ἄρα ἐστὶ τέχνη ἡ ῥητορική. οἱ μὲν οὖν πλεῖστοι καὶ χαρίεντες ἔσχατον οἴονται τῆς ῥητορικῆς ἔργον εἶναι τὸ πείθειν. καὶ γὰρ οἱ περὶ τὸν Πλάτωνα εἰς τοῦτο ἀπιδόντες δύναμιν εἰρήκασιν αὐτὴν τοῦ διὰ λόγων πείθειν, καὶ οἱ περὶ τὸν Ξενοκράτην πειθοῦς δημιουργόν, καὶ Ἀριστοτέλης δύναμιν τοῦ θεωρεῖν τὸ ἐνδεχόμενον πιθανόν. καὶ Ἀρίστων ὁ Κριτολάου γνώριμος σκοπὸν μὲν ἐκκεῖσθαί φησιν αὐτῇ τὴν πειθώ, τέλος [62] δὲ τὸ τυχεῖν τῆς πειθοῦς. καὶ Ἑρμαγόρας τελείου ῥήτορος ἔργον εἶναι ἔλεγε τὸ τεθὲν πολιτικὸν ζήτημα διατίθεσθαι κατὰ τὸ ἐνδεχόμενον πειστικῶς. Ἀθήναιος δὲ λόγων δύναμιν προσαγορεύει τὴν ῥητορικὴν στοχαζομένην τῆς τῶν ἀκουόντων πειθοῦς, καὶ Ἰσοκράτης φησὶ μηδὲν ἄλλο ἐπιτηδεύειν [63] τοὺς ῥήτορας ἢ ἐπιστήμην πειθοῦς. ὅθεν καὶ ἡμεῖς στοιχοῦντες τῇ τούτων φορᾷ λέγομεν εὐθὺς ὅτι τὸ πιθανὸν προσαγορεύεται τριχῶς, καθ' ἕνα μὲν τρόπον ὅπερ ἐναργῶς τε ἀληθές ἐστι καὶ ἀληθοῦς ἐμποιοῦν φαντασίαν ἐπισπᾶται ἡμᾶς εἰς συγκατάθεσιν, καθ' ἕτερον δὲ ὅπερ ψεῦδός ἐστι καὶ ἀληθοῦς ἐμποιοῦν φαντασίαν ἐπισπᾶται ἡμᾶς εἰς συγκατάθεσιν (ὅπερ καὶ εἰκὸς ὀνομάζειν εἰώθασιν οἱ ῥήτορες ἀπὸ τοῦ ἐοικὸς εἶναι τῷ ἀληθεῖ), κατὰ δὲ τὸν τρίτον τρόπον τὸ κοινὸν τοῦ τε ἀληθοῦς καὶ [64] ψεύδους. τοσαυταχῶς δὴ λεγομένου τοῦ πιθανοῦ, ἄξιόν ἐστι πυθέσθαι τῶν ῥητόρων κατὰ τί τούτων τῶν πιθανῶν οἴονται τὴν ῥητορικὴν τοῦ πείθειν ἐφίεσθαι, καὶ περὶ ποῖον αὐτῶν τεχνιτεύειν αὐτὴν ἀξιοῦσιν, περὶ τὸ ἐναργῶς ἀληθὲς ἢ περὶ τὸ ἐοικὸς τούτῳ ψεῦδος ἢ ὃ περὶ τὴν ἀμφοτέρων [65] κοινότητα στρέφεται. ἀλλὰ περὶ μὲν τὸ ἐναργῶς ἀληθὲς οὐχ οἷόν τε· τοῦτο γὰρ ἐξ αὑτοῦ πείθει καὶ ἐπισπᾶται ἡμᾶς πρὸς συγκατάθεσιν, ὥστε παρέλκειν τὴν ἐκ ῥητορικῆς ἐπ' αὐτοῦ συνισταμένην πειθώ. καὶ καθάπερ οὐδεμιᾶς δεόμεθα τέχνης πρὸς τὸ πείθεσθαι ὅτι νῦν ἡμέρα ἐστὶν ἢ ὅτι νῦν ἐγὼ διαλέγομαι, πραγμάτων ὄντων ἐναργῶν καὶ αὐτοφωράτων, οὕτως οὐδὲ πρὸς τὸ συγκατατίθεσθαι τῷ ἀνδροφόνον εἶναι τὸν ἐπ' αὐτοφώρῳ ληφθέντα [66] ἀνδροφόνον χρεία ῥητορικῆς. καὶ ἄλλως, εἰ τοῦ προδήλως ἀληθοῦς, ᾗ πιθανόν ἐστι, θεωρητικὴ καθέστηκεν ἡ ῥητορική, πάντως καὶ τοῦ ἀπιθάνου γενήσεται θεωρητική· ταυτὶ γὰρ κατὰ τὴν νῦν ὡς πρὸς ἄλληλα σχέσιν λαμβάνεται, καὶ ᾧ λόγῳ ὁ τὸ ἀριστερὸν κατειληφὼς ἐξ ἀνάγκης ἐπιβάλλει καὶ τῷ οὗ ἀριστερόν ἐστιν, οὕτως ὁ τὸ πιθανὸν ἀληθὲς διακρίνων ἀπὸ τοῦ μὴ τοιούτου γνῶσιν [67] ἔχει καὶ τοῦ ἀληθοῦς ἀπιθάνου. ἐπεὶ οὖν πᾶν ἀληθές, ὁποῖόν ποτ' ἂν ᾖ, ἤτοι πιθανόν ἐστιν ἢ ἀπίθανον, ἀκολουθήσει τὴν ῥητορικὴν παντὸς ἀληθοῦς εἶναι θεωρητικήν. τῷ δὲ παντὸς ἀληθοῦς εἶναι θεωρητικὴν ἀκολουθήσει τὸ καὶ παντὸς ψεύδους· ᾧ γὰρ λόγῳ ὁ διακριτικὸς τοῦ πιθανοῦ ἐξ ἀνάγκης καὶ τοῦ ἀπιθάνου διακριτικὸς ἔσται, τῷ αὐτῷ καὶ ὁ παντὸς ἀληθοῦς ἐπιγνώμων συνεπιβάλλει παντὶ τῷ ἀντικειμένῳ, τουτέστι τῷ ψεύδει. εἰ δὲ τοῦτο, ἔσται ἡ ῥητορικὴ γνῶσις ἀληθῶν τε καὶ ψευδῶν. οὐ πάνυ δέ γε τοῦτο· τοίνυν οὐδὲ τοῦ αὐτόθεν ἀληθοῦς [68] ἐστι θεωρητική. καὶ μὴν τοῖς ἀντικειμένοις συναγορεύειν ἐπαγγέλλεται, τὰ δὲ ἀντικείμενα οὔκ ἐστιν ἀληθῆ· οὐκ ἄρα τοῦ ἀληθοῦς ἐφίεται ἡ ῥητορική. καὶ μὴν οὐδὲ τοῦ ψεύδους· οὐδεμία γὰρ περὶ ψεῦδος ἵσταται τέχνη, ἀλλ' ἀναγκαῖόν ἐστι τὴν ῥητορικὴν τοῦτο μεταδιώκουσαν ἢ μὴ εἶναι τέχνην ἢ κακοτεχνίαν ὑπάρχειν, μετὰ τοῦ [69] πάλιν τὰς αὐτὰς ὑπαντιάζειν ἀπορίας. εἰ γὰρ περὶ τὸ πιθανὸν ψεῦδος καταγίνεται, πάντως εἴσεται καὶ τὸ ἀπίθανον. ἐπεὶ οὖν πᾶν ψεῦδος ἤτοι πιθανόν ἐστιν ἢ ἀπίθανον, παντὸς ψεύδους ἐπιστήμη γενήσεται, καὶ διὰ τοῦτο καὶ παντὸς ἀληθοῦς, ὥστ' αὐτὴν μὴ διαφέρειν τῆς διαλεκτικῆς· [70] ὃ κατὰ πολλοὺς τρόπους ἐστὶν ἄτοπον. οὐ μὴν ἀλλ' εἰ τῶν ἀντικειμένων συνήγορος καθέστηκε, τὰ δὲ ἀντικείμενα οὔκ ἐστι ψευδῆ, οὐκ ἂν εἴη ψεύδους θεωρητική. ἔτι εἴπερ εἰκός ἐστι τὸ τὰς πλείστας ἀφορμὰς εἰς τὸ ἀληθὲς εἶναι παρεχόμενον, καὶ παράλογον, ὃ δὴ τούτῳ ἀντίκειται, τὸ ὀλίγας ἀφορμὰς καὶ σπανίους ἔχον εἰς τὸ ἀληθὲς εἶναι, πάντως ἡ ῥητορικὴ εἰς τὸ ἐναντίον ἐπιχειροῦσα οὐ μᾶλλον τοῦ εἰκότος ἢ τοῦ ἀντικειμένου στοχάζεται.

[71] καὶ μὴν οὐδὲ τὸ κοινὸν τοῦ τε ἀληθοῦς καὶ ψεύδους μεταδιώκει· ἐν τούτῳ γὰρ καὶ ψεῦδος κατεπέπλεκτο· ἄτοπόν τε καθειστήκει τὸ τέχνην ψευδέσι χρῆσθαι, σὺν τῷ κατὰ τὸν προϋποδεδειγμένον τρόπον ἀκολουθεῖν τὸ καὶ ἐπιστήμην αὐτὴν ἀληθῶν τε καὶ ψευδῶν γίνεσθαι, τοῦ πράγματος μὴ οὕτως ἔχοντος. ἀλλ' εἰ μήτε ἀληθὲς μήτε ψεῦδος μήτε τὸ κοινὸν ἀμφοτέρων θεωρεῖν δύναται ἡ ῥητορική, παρὰ δὲ ταῦτα οὐδέν ἐστι πιθανόν, οὐκ ἂν εἴη ῥητορικῆς τὸ πείθειν.

[72]    Ἡμεῖς μὲν οὖν ταύταις ἀξιοῦμεν ταῖς ἐνστάσεσι χρῆσθαι πρὸς τοὺς ῥήτορας, ἄλλοι δὲ καὶ τὰς λεχθησομένας εἰώθασι παραλαμβάνειν, αἷς ἐξέσται τῷ βουλομένῳ χρῆσθαι. φασὶ γάρ, ἤτοι τέχνη ἐστὶν ἡ ῥητορικὴ ἢ οὔκ ἐστιν. καὶ εἰ μὲν μή ἐστι, μηδὲ τέλος αὐτῆς ζητῶμεν· εἰ δέ ἐστι, πῶς κοινὸν ἔχει τέλος καὶ τοῦ μὴ ῥήτορος; τὸ γὰρ πείθειν πολλοῖς πάρεστι διὰ πλοῦτον ἢ κάλλος ἢ δόξαν, [73] ὡς πρότερον ὑπεδείκνυμεν. ῥηθέντων δὲ πολλάκις τῶν λόγων καὶ ἐπ' αὐτοῖς πεπεισμένων τῶν δικαστῶν οὐδὲν ἧττον προσμένουσιν οἱ ῥήτορες, ἕτερόν τι ἀπεκδεχόμενοι τέλος, καὶ προσμένοντες δέονται. οὐκ ἄρα τὸ πείθειν ῥητορικῆς ἐστι τέλος, ἀλλ' εἰ ἄρα, ‹τὸ› μετὰ τοῦτο [74] ἐπακολουθοῦν. ἄλλως τε καὶ ἐναντίος ἐστὶν ὁ ῥητορικὸς λόγος πειθοῖ. πρῶτον μὲν γὰρ περίεργος καθέστηκεν, [75] προσκόπτουσι δὲ οἱ πολλοὶ τῇ τοῦ λόγου περιεργίᾳ· εἶτα ὁ ἀσαφὴς λόγος οὔκ ἐστι πειστικός, ὁ δὲ τῶν ῥητόρων λόγος ἐν περιόδοις κείμενος καὶ ἐνθυμήμασιν ἧττόν ἐστι σαφής· οὐκ ἄρα πειστικὸς ὁ ἀπὸ τῆς ῥητορικῆς ἐστι [76] λόγος. ὅ τε εὔνοιαν τοῖς δικασταῖς ἐμποιῶν λόγος, οὗτός ἐστι πειστικός· εὔνοιαν δὲ ἐμποιεῖ οὐχ ὁ ῥητορικὸς ἀλλ' ὁ ἀφελὴς καὶ τὸν ἰδιωτικὸν ὑποφαίνων τύπον. τῷ μὲν γὰρ τοῦ ῥήτορος ἀντίκεινται πάντες ταῖς ὑπεροχαῖς φθονοῦντες· κἂν γὰρ δίκαια κατασκευάζῃ ὁ ῥήτωρ, δοκοῦσι μὴ διὰ τὴν τῶν πραγμάτων φύσιν ἀλλὰ διὰ τὴν τοῦ ῥήτορος πανουργίαν τὰ [μὴ] δίκαια τοιαῦτα αὐτοῖς φαίνεσθαι· [77] τῷ δὲ τοῦ ἰδιώτου ὡς ἀσθενεῖ πᾶς τις συναγωνίζεται, καὶ τῷ ἧττον δικαίῳ προσδοξάζει τὸ μᾶλλον δίκαιον διὰ τὸ ὑπὸ ἀφελοῦς καὶ ἰδιώτου κατασκευάζεσθαι. παρ' ἣν αἰτίαν Ἀθηναίοις τὸ παλαιὸν οὐκ ἐπετέτραπτο συνήγορον παρίστασθαι τοῖς κρινομένοις ἐπὶ τῆς. ἐν Ἀρείῳ πάγῳ βουλῆς, ἀλλ' ἕκαστος ὡς εἶχε δυνάμεως, ἀδιαστρόφως καὶ ἀπανούργως ὑπὲρ ἑαυτοῦ τοὺς λόγους [78] ἐποιεῖτο. καὶ μὴν εἴπερ ἐπίστευον αὑτοῖς οἱ ῥήτορες ὅτι πειστικὴν ἔχουσι δύναμιν, ἐχρῆν αὐτοὺς μήτε ἔλεον μήτε οἴκτους μήτε ὀργὰς ἢ ἄλλα τινὰ τοιαῦτα κινεῖν, ἅπερ πείθει μὲν οὐδαμῶς, παραλογίζεται δὲ τὴν τῶν δικαστῶν γνώμην καὶ ἀντισκοτεῖ τῷ δικαίῳ.

   Ἀλλ' ὅτι μὲν οὐκ ἐνδέχεται τὸ πείθειν τέλος εἶναι ῥητορικῆς, [79] δέδεικται· τινὲς δὲ τοῦτο μὲν οὐ λέγουσιν αὐτῆς τέλος, τὸ δὲ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους· οἱ δὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν πραγμάτων οἵαν οἱ λέγοντες θέλουσιν, ἄλλοι δὲ τὸ συμφέρον, τινὲς δὲ τὸ [80] νικᾶν. ὧν πρὸς μὲν τοὺς πρώτους ῥητέον ὡς εἴπερ τοὺς ἐνδεχομένους εἰς τὰς ὑποθέσεις λόγους εὑρεῖν ἐπαγγέλλεται ἡ ῥητορική, ἤτοι τοὺς ἀληθεῖς ἢ δυνατοὺς ῥηθῆναι ἐπαγγέλλεται. οὔτε δὲ τοὺς ἀληθεῖς· κανόνα γὰρ καὶ κριτήριον τῆς τῶν ἀληθῶν καὶ ψευδῶν διαγνώσεως αὐτοὺς ἔχειν δεῖ, ὅπερ οὐκ ἔχουσιν· οὔτε τοὺς δυνατοὺς ῥηθῆναι· ἀγνοοῦντες γὰρ τοὺς ἀληθεῖς οὐδὲ τοὺς δυνατοὺς ῥηθῆναι [81] ἐπιγνώσονται. οὐκ ἄρα ῥητορικῆς ‹τέλος› ἐστι τὸ τοὺς ἐνόντας καὶ δυνατοὺς εὑρίσκειν λόγους, ἥ τε ῥητορικὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους. ὅθεν ὁ τοῦτο λέγων τέλος δυνάμει τὴν ῥητορικὴν τέλος εἶναι λέγει [82] τῆς ῥητορικῆς. οὗ τε χάριν ἅπαντά φησι πράσσειν ὁ ῥήτωρ, ἐκεῖνο ἂν τέλος εἴη· οὐχὶ δέ γε χάριν τῶν ἐνδεχομένων ἐπιχειρήσεων πάντα πράσσει ὁ ῥήτωρ, ἀλλὰ τοῦ μετὰ τὰς ἐπιχειρήσεις ἐπακολουθοῦντος· τοίνυν οὐκ ἂν εἴη [83] τέλος ἐκεῖνο. καὶ μὴν οὗπερ δεῖται τέλους τυχεῖν ὁ ῥήτωρ, τούτου καὶ ὁ μισθωσάμενος αὐτὸν ἰδιώτης· τοῦ δέ γε τοὺς ἐνδεχομένους εὑρεῖν λόγους οὐ σπεύδει τυχεῖν ὁ ἰδιώτης, ἀλλ' ἑτέρου τινός· ἐκεῖνο ἄρα τέλος γενήσεται, [84] καὶ οὐ τὸ τοὺς ἐνδεχομένους λόγους εὑρεῖν. καὶ μὴν οὐδὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν πραγμάτων οἵαν οἱ λέγοντες θέλουσιν· τοῦτο γὰρ οὐ διήνεγκε τοῦ [μὴ] πείθειν, ἐπείπερ ὁ πεπεικὼς δόξαν ἐμπεποίηκε τοῖς δικασταῖς περὶ τῶν πραγμάτων οἵαν οὗτος θέλει. ἐδείξαμεν δὲ ἡμεῖς ὅτι οὔκ ἐστι τῆς ῥητορικῆς τέλος τὸ πείθειν, ὥστε οὐδὲ τὸ δόξαν ἐμποιεῖν.

[85] ἀλλὰ μὴν οὐδὲ τὸ συμφέρον, ὡς ἠξιώκασί τινες· ὅ τι γὰρ τοῦ μέρους ἐστὶ τέλος, τοῦτο οὐκ ἂν εἴη τοῦ ὅλου τέλος· μέρους δέ γε τῆς ῥητορικῆς τοῦ συμβουλευτικοῦ τέλος λέγουσιν οἱ ῥήτορες εἶναι τὸ συμφέρον· οὐκ ἄρα τῆς ὅλης ῥητορικῆς ἐστι τέλος. ὅπερ τε πάσης τέχνης ἐστὶ τέλος κοινῶς, τοῦτο οὐκ ἂν εἴη τῆς ῥητορικῆς μόνης· τὸ συμφέρον δέ γε πάσης τέχνης ἐν τῷ βίῳ τέλος ἐστίν· οὐκ [86] ἄρα τῆς ῥητορικῆς ἰδιαίτερον καθέστηκεν. λείπεται οὖν τὸ νικᾶν αὐτῆς εἶναι τέλος. ὃ πάλιν ἀδύνατόν ἐστιν. ὁ γὰρ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ γραμματικὴν τέλους οὐκ ἂν εἴη γραμματικός, καὶ ὁ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ μουσικὴν τέλους οὐκ ἂν εἴη μουσικός. τοίνυν καὶ ὁ μὴ τυγχάνων πολλάκις τοῦ κατὰ ῥητορικὴν τέλους [87] οὐκ ἂν εἴη ῥήτωρ. ὁ δέ γε ῥήτωρ πλειονάκις ἢ νικᾷ νικᾶται, καὶ τοσούτῳ πλεῖον ὅσῳ δυναμικώτερός ἐστι, τῶν τὰ ἄδικα ἐχόντων πράγματα ἐπ' αὐτὸν συντρεχόντων. οὐκ ἄρα ῥήτωρ ἐστὶν ὁ ῥήτωρ. ὅ τε μὴ τυχὼν τοῦ κατὰ ῥητορικὴν τέλους οὐκ ἂν ἐπαινοῖτο, ῥήτορα δὲ ἐνίοτε νικηθέντα ἐπαινοῦμεν· οὐκ ἄρα ῥητορικῆς τέλος ἐστὶ τὸ νικᾶν.

[88]    Ὥστε εἰ μήτε ὕλην ἔχει ἡ ῥητορικὴ περὶ ἣν τεχνιτεύει, μήτε τέλος ἐφ' ὃ ἀνάγεται, οὐκ ἂν ὑπάρχοι ἡ ῥητορική. οὔτε δὲ ὕλην ἔχει οὔτε τέλος, καθὼς παρεστήσαμεν· οὐκ ἄρα ὑπάρχει ἡ ῥητορική.

[89]    Ἐναπορήσειε δ' ἄν τις αὐτοῖς καὶ ἀπὸ τῶν μερῶν αὐτῆς. μέρη δὲ λέγουσι ῥητορικῆς τὸ δικανικόν τε καὶ συμβουλευτικὸν καὶ ἐγκωμιαστικόν, τούτων δὲ τοῦ μὲν δικανικοῦ τέλος εἶναι τὸ δίκαιον, τοῦ δὲ συμβουλευτικοῦ τὸ συμφέρον, τοῦ δὲ ἐγκωμιαστικοῦ τὸ καλόν. ὅπερ εὐθέως [90] ἄπορόν ἐστιν. εἴπερ γὰρ ἄλλο τι καθέστηκεν ἡ δικανικὴ ὑπόθεσις καὶ ἄλλο τι ἡ συμβουλευτικὴ καὶ οὐ ταὐτὸν τῇ ἐγκωμιαστικῇ, πάντως τὸ τέλος τῆς δικανικῆς οὐκ ἂν εἴη καὶ τῆς συμβουλευτικῆς τέλος, καὶ τὸ ταύτης οὐκ ἔσται τῆς ἐγκωμιαστικῆς, καὶ ἐναλλάξ. ἐπεὶ οὖν τῆς συμβουλευτικῆς τέλος ἐστὶ τὸ συμφέρον, οὐκ ἂν εἴη τοῦτο τῆς δικανικῆς τέλος. ἦν δέ γε τῆς δικανικῆς τέλος τὸ δίκαιον· [91] οὐκ ἄρα τὸ δίκαιόν ἐστι συμφέρον. καὶ πάλιν, ἐπεὶ ὡς τὰ μέρη ταῦτα διαφέρει ἀλλήλων, οὕτω καὶ τὰ τέλη διοίσει, παρόσον τῆς ἐγκωμιαστικῆς τέλος ἐστὶ τὸ καλὸν ‹τῆς δὲ δικανικῆς τὸ δίκαιον, οὐκ ἔσται δίκαιον τὸ καλὸν› μὲν εἶναι καὶ τὸ δίκαιον καλόν· ὅπερ [92] ἄτοπον. καὶ μὴν εἰ τῆς ὅλης ῥητορικῆς τέλος ἐστὶ τὸ πείθειν, τοῦ δὲ δικανικοῦ τὸ δίκαιον καὶ τοῦ συμβουλευτικοῦ τὸ συμφέρον καὶ τοῦ ἐγκωμιαστικοῦ τὸ καλόν, οὐ πάντως τὸ δίκαιον ἔσται πιθανόν, οὐδὲ τὸ συμφέρον, οὐδὲ τὸ καλόν· ὅπερ μάχεται τῷ διὰ παντὸς τὴν ῥητορικὴν ἐφίεσθαι τοῦ πείθειν.

[93]    Ἄλλως τε ἐπὶ τοῦ δικανικοῦ ἤτοι διὰ δικαίων μόνον λόγων ἕλξει τοὺς δικαστὰς ἐπὶ τὸ τέλος ἡ ῥητορικὴ ‹ἢ διὰ τῶν ἀδίκων μόνον› ἢ διὰ τῶν δικαίων ἅμα καὶ ἀδίκων. ἀλλ' εἰ μὲν διὰ τῶν δικαίων μόνον, ἀρετὴ γενήσεται· οὐχὶ δέ γε ἀρετή ἐστιν ἡ στοχαζομένη τῆς ὀχλικῆς πειθοῦς, ἐν ᾗ πολὺ τὸ εἰκαῖον καὶ ἐξαπατητικόν· οὐκ ἄρα διὰ τῶν δικαίων μόνον ἐπὶ τὸ τέλος ἄγειν πέφυκε τοὺς [94] ἀκούοντας. εἶτα οὐδὲ συστήσεται ἐξ ἐναντίας λόγος ἀεί ποτε τὸ δίκαιον ταύτης μεταδιωκούσης, τοῦ δ' ἐναντίου μὴ ὄντος λόγου οὐδὲ ῥητορική τις γενήσεται, ὥστε οὐδὲ ταύτῃ τοῖς δικαίοις μόνον χρήσεται λόγοις. καὶ μὴν οὐδὲ τοῖς ἀδίκοις, ἐπεὶ ἄδικος γενήσεται, καὶ πάλιν τοῦ ἐναντίου μὴ ὄντος λόγου ἀσύστατος ἔσται. λείπεται ἄρα δι' ἀμφοτέρων αὐτὴν βαδίζειν· ὃ πολλῷ τῶν προτέρων ἐστὶν ἀτοπώτερον· ἔσται γὰρ ἅμα ἀρετὴ καὶ κακία, ὃ τῶν ἀδυνάτων καθέστηκεν. οὐ τοίνυν ῥητέον μέρος εἶναί τι ῥητορικῆς δικανικὸν ὃ τέλος ἔχει τὸ δίκαιον.

[95]    Πρός γε μὴν τοῖς εἰρημένοις, εἴπερ ὑποδεῖξαι τὸ δίκαιον τοῖς δικασταῖς ἐν τῷ δικανικῷ μέρει τῆς ῥητορικῆς ὁ ῥήτωρ προτίθεται, ἤτοι αὐτόθεν φαινόμενόν ἐστι καὶ ὁμόλογον τὸ δίκαιον ὅπερ ὑποδείκνυσιν, ἢ ἀμφισβητήσιμον. ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴποιεν· ἐπὶ τούτου γὰρ οὐ συνίσταται ὁ ῥητορικὸς λόγος, ἀναμφισβητήτου [96] καθεστῶτος. λείπεται οὖν τὸ ἀμφισβητήσιμον. ὃ πάλιν ἐστὶν ἄπορον· τοσοῦτον γὰρ ἀπέχουσιν οἱ εἰς τοὐναντίον ἐπιχειροῦντες τὴν ἀμφισβήτησιν λύειν ὡς καὶ ἐκ τῶν ἐναντίων αὐτὴν ἐπισφίγγειν, ἐπιθολοῦντες τὴν τῶν δικαστῶν γνώμην. καὶ τούτου πίστις ἡ περὶ Κόρακος φερομένη [97] παρὰ τοῖς πολλοῖς ἱστορία. νεανίας γὰρ πόθῳ ῥητορικῆς κατασχεθεὶς προσῆλθεν αὐτῷ τὸν ὁρισθησόμενον ὑπ' αὐτοῦ μισθὸν δώσειν ἐπαγγελλόμενος, ἂν τὴν πρώτην νικήσῃ δίκην. συμφωνίας δὲ γενομένης, καὶ τοῦ μειρακίου ἱκανὴν ἕξιν ἐμφαίνοντος ἤδη, ὁ μὲν Κόραξ ἀπῄτει τὸν μισθόν, ὁ δ' ἀντέλεγεν. ἀμφότεροι δὲ παρελθόντες εἰς τὸ δικαστήριον ἐκρίνοντο, ὅτε καὶ πρῶτόν φασι τὸν Κόρακα τοιαύτῃ τινὶ χρῆσθαι ἐπιχειρήσει, λέγοντα ὡς ἐάν τε νικήσῃ ἐάν τε μή, λαβεῖν ὀφείλει τὸν μισθόν, νικήσας μὲν ὅτι ἐνίκησεν, λειφθεὶς δὲ κατὰ τὸν τῆς συμφωνίας λόγον· ὡμολόγησε γὰρ αὐτῷ ὁ ἀντίδικος ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσῃ δίκην, ἣν αὐτόθεν νικήσας [98] ὀφείλει τὴν ὑπόσχεσιν χρεολυτεῖν. θορυβησάντων δὲ τῶν δικαστῶν ὡς δίκαια λέγοντος αὐτοῦ, παραλαβὼν τοὺς λόγους ὁ νεανίας τῷ αὐτῷ ἐπιχειρήματι, μηδὲν μεταθείς, ἐχρῆτο· 'ἐάν τε' γὰρ 'νικήσω' φησὶν 'ἐάν τε νικηθῶ, οὐκ ὀφείλω τὸν μισθὸν ἀποδοῦναι Κόρακι, νικήσας μὲν ὅτι ἐνίκησα, λειφθεὶς δὲ κατὰ τὸν τῆς συμφωνίας λόγον· ὑπεσχόμην γὰρ ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν [99] πρώτην νικήσω δίκην, λειφθεὶς δὲ οὐκ ἀποδώσω.' εἰς ἐποχὴν δὴ καὶ ἀπορίαν ἐλθόντες οἱ δικασταὶ διὰ τὴν ἰσοσθένειαν τῶν ῥητορικῶν λόγων ἀμφοτέρους ἐξέβαλον τοῦ δικαστηρίου, ἐπιφωνήσαντες τὸ 'ἐκ κακοῦ κόρακος κακὸν ᾠόν.'

[100]    Οἷος δέ ἐστιν ὁ περὶ τοῦ δικανικοῦ μέρους λόγος, τοιοῦτος γένοιτ' ἂν καὶ ὁ περὶ τοῦ συμβουλευτικοῦ, ἵνα μὴ μακρηγορῶμεν. τὸ μὲν γὰρ ἐγκωμιαστικόν, σὺν τῷ ταῖς αὐταῖς ἀπορίαις ὑπάγεσθαι, ἔτι καὶ ἀμέθοδόν ἐστιν.

[101] ἐπεὶ γὰρ οὔτε πάντες ἄνθρωποι ἐγκωμιάζεσθαι θέλουσιν οὔτε ἐπὶ τοῖς αὐτοῖς, δεῖ τὸν μέλλοντα καλῶς ἐγκωμιάζειν εἰδέναι τὴν τοῦ ἐγκωμιαζομένου διάθεσιν· οὐ πᾶν δέ γε τὸ καθ' ἕτερον κίνημα ληπτ[έ]όν ἐστιν ἑτέρῳ. καὶ ἄλλως οἱ ῥήτορες οὐ παραδεδώκασί τινα μέθοδον δι' ἧς εἰσόμεθα τὸ πότε καὶ τίνα ἐγκωμιαστέον ἐστίν· οὐκ ἄρα [102] δυνατὸν ἀπὸ ῥητορικῆς ὑγιῶς ἐγκωμιάζειν. ἤτοι δὲ ἐπὶ τοῖς μὴ οὖσιν ἀγαθοῖς δοκοῦσι δὲ εἶναι, ἢ ἐπὶ τοῖς κατ' ἀλήθειαν οὖσιν ἐγκωμιάσει ὁ ῥήτωρ. οὔτε δὲ ἐπὶ τοῖς μὴ οὖσι, προσδιαφθείρει γὰρ τοὺς ἐγκωμιαζομένους, οὔτε ἐπὶ τοῖς οὖσιν· ἀγνοεῖ γὰρ ταῦτα, ὅτε καὶ τοῖς φιλοσόφοις διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν μάχην ἐστὶν ἀκατάληπτα.

[103] οὐκ ἄρα δύναταί τινα ἐγκωμιάζειν ὁ ῥήτωρ. οἵ τε μὴ εἰδότες ἐφ' οἷς ἐγκωμιαστέον ἐστὶν οὐδὲ ἐγκωμιάζειν δύνανται· οἱ δέ γε ῥήτορες οὐκ ἴσασιν ἐφ' οἷς ἐγκωμιάζειν δεῖ, καθὼς παραστήσομεν· τοίνυν οὐδὲ ἐγκωμιάζειν δυνήσονται. ἐγκωμιαστέον γάρ φασιν ἀπὸ γένους τε καὶ κάλλους καὶ πλούτου καὶ πολυτεκνίας καὶ τῶν ἐοικότων, ἀνάπαλίν τε ψεκτέον ἀπὸ δυσγενείας καὶ δυσμορφίας καὶ [104] πενιχρότητος. ὅπερ εὔηθες· δεῖ γὰρ ἡμᾶς ἀπὸ τῶν παρ' ἡμᾶς γινομένων τοὺς ἐπαίνους ἕλκειν καὶ ψόγους, εὐγένεια δὲ καὶ εὐτυχία κάλλος τε καὶ πολυτεκνία καὶ τὰ τοιαῦτα οὔκ ἐστι παρ' ἡμᾶς γινόμενα, ὥστε οὐκ ἐπαινετέον ἀπ' αὐτῶν, ἐπεί τοί γε εἰ ψιλῶς ἐπαινετέον τὴν εὐγένειάν ἐστι καὶ πολυτεκνίαν καὶ πᾶν τοιουτῶδες, ἐπαινετέος καὶ Βούσιρις καὶ Ἄμυκος καὶ Ἀνταῖος οἱ ξενοκτόνοι, ὅτι Ποσειδῶνος ἦσαν υἱεῖς, ἐπαινετὴ δὲ καὶ ἡ [105] Νιόβη, ὅτι πολύτεκνος. ἐναντίως τε εἰ ἡ ἀμορφία καὶ πενία ψεκτόν, ψεκτέος μὲν Ὀδυσσεύς, ὅτι χερνήτου λαβὼν σχῆμα

   ἀνδρῶν δυσμενέων κατέδυ πόλιν,

ψεκτὸς δὲ ὁ Διὸς Περσεύς, ὅτι πήραν περιηρτημένος τὴν ἄνυδρον ὥδευε Λιβύην, καὶ Ἡρακλῆς, ὅτι λεοντῆν καὶ ξύλον ἐπὶ τοὺς ἄθλους ἐπήγετο.

[106]    Συνελόντι δὲ φάναι, δεδόσθω ταῦτα μέρη εἶναι τῆς ῥητορικῆς. ἀλλ' ἐπεὶ τὸ δίκαιον, ὅτι ἐστὶ δίκαιον, καὶ τὸ συμφέρον, ὅτι ἐστὶ συμφέρον, καὶ τὸ καλόν, ὅτι ἐστὶ καλόν, ἀποδείξει παρίσταται, καὶ οὐδέν ἐστιν ἡ ἀπόδειξις, οὐδὲ ῥητορική τι γενήσεται ἡ ἐπὶ τοιούτοις μέρεσι συνεστῶσα. ὅτι δὲ οὐδέν ἐστιν ἀπόδειξις, ἀκριβέστερον μὲν δείκνυται ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασιν [107] ὑπομνηστικώτερον δὲ καὶ νῦν παρασταθήσεται. εἰ γὰρ μηδὲν ὁ λόγος, οὐδὲ ἡ ἀπόδειξις ἔστι, ποιὸς λόγος οὖσα· οὐδὲν δέ γέ ἐστι λόγος, ὡς παρεστήσαμεν, διὰ τὸ μήτε ἐν φωναῖς μήτε ἐν ἀσωμάτοις λεκτοῖς ἔχειν τὴν [108] ὑπόστασιν· οὐδὲ ἀπόδειξις ἄρα ἔστιν. ἄλλως τε, εἰ ἔστιν, ἤτοι ἐναργὴς καθέστηκεν ἢ ἄδηλος. οὔτε δὲ ἐναργής ἐστιν· ἄδηλον γάρ τι περιέσχηκε, καὶ διὰ τοῦτό ἐστι διάφωνος, παντὸς τοῦ διαφωνουμένου πράγματος ἀδήλου τυγχάνοντος.

[109] λείπεται ἄρα ἄδηλον αὐτὴν εἶναι. ἀλλ' εἰ τοῦτο, ἤτοι αὐτόθεν ληφθήσεται ἢ ἐξ ἀποδείξεως. οὔτε δὲ αὐτόθεν ληπτή ἐστιν (ἄδηλος γὰρ ἦν, τὸ δὲ ἄδηλον αὐτόθεν λαμβανόμενον ἄπιστον) οὔτε ἐξ ἀποδείξεως διὰ τὴν εἰς [110] ἄπειρον ἔκπτωσιν· οὐκ ἄρα τίς ἐστιν ἀπόδειξις. μὴ οὔσης δὲ γενικῆς ἀποδείξεως οὐδὲ εἰδική τις ἔσται ἀπόδειξις, ὥσπερ καὶ μὴ ὄντος ζῴου οὐδὲ ἄνθρωπος ἔστιν· γενικὴ δέ γε ἀπόδειξις οὐκ ἔστιν, ὡς παραστήσομεν· τοίνυν οὐδὲ ἄλλη τις γενήσεται τῶν ἐπ' εἴδους. ἐπεὶ γὰρ ἄδηλός ἐστιν, ὡς προεπελογισάμεθα, ὀφείλει διά τινος καταστῆναι. διὰ τίνος οὖν; ἤτοι γὰρ διὰ γενικῆς ἢ εἰδικῆς ἀποδείξεως.

[111] οὔτε δὲ διὰ εἰδικῆς διὰ τὸ μήπω βέβαιον εἶναι τὴν τῆς γενικῆς ὕπαρξιν, οὔτε διὰ γενικῆς· αὕτη γάρ ἐστιν ἡ ἀμφισβητουμένη. οὐ τοίνυν ἔστι τις γενικὴ ἀπόδειξις. ᾧ ἕπεται τὸ μηδὲ τὴν εἰδικὴν ὑπάρχειν. καὶ ἄλλως, ἡ γενικὴ ἀπόδειξις εἰ μὲν λήμματά τινα ἔχει καὶ ἐπιφοράν, οὐδὲ γενική ἐστιν, εἰ δὲ οὐκ ἔχει, οὐδὲ κατασκευάσει [112] τι, πολὺ δὲ μᾶλλον οὐδὲ τὴν ἑαυτῆς ὕπαρξιν. ἥ τε τὴν ἀπόδειξιν πιστουμένη ἀπόδειξις ἤτοι ζητεῖται ἢ ἀζήτητός ἐστιν. ἀλλ' ἀζήτητος μὲν οὐκ ἂν εἴη διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας, ζητουμένη δὲ ὀφείλει ὑπ' ἄλλης κατασκευάζεσθαι, κἀκείνη πάλιν ὑπ' ἄλλης, καὶ τοῦτο εἰς ἄπειρον. οὐκ ἄρα ἔστι τις ἀπόδειξις.

[113]    Ἀλλὰ γὰρ καὶ πρὸς τὰ συνέχοντα θεωρήματα τῆς ῥητορικῆς ἀντειπόντες ἀπ' ἄλλης ἀρχῆς καὶ τῶν πρὸς τοὺς γεωμέτρας καὶ ἀριθμητικοὺς ἀποριῶν ἁπτώμεθα.