[prol] Ἐν μὲν τῇ πρὸ ταύτης βίβλῳ, Κάσσιε Μάξιμε, μετὰ τὰς τεχνικὰς ὑποθήκας καὶ τὴν τοῦ ὅπως δεῖ κρίνειν τοὺς ὀνείρους διδασκαλίαν καὶ ἐπαγγελίαν τῶν ἐν ἀμφοτέραις ταῖς βίβλοις γραφησομένων περὶ πάντων τῶν περὶ ἄνθρωπον κοινῶν τε καὶ ἐν χρήσει ὄντων ἐποιησάμην τὸν λόγον ἀεί τε φυλαττόμενος, ὅπου γε μὴ μεγάλη ἀνάγκη ἐπείγοι, μὴ συνεμπεσεῖν τοῖς παλαιοῖς, ‹καὶ› παραλείπων οὐδὲν τῶν δεόντων ἢ εἴ τι προλαβόντες οἱ παλαιοὶ διδασκαλικῶς ἐξηγήσαντο· περὶ ὧν οὐκ ἐχρῆν ἐμὲ λέγειν, ἵνα μὴ ἀντιλέγειν ἐπιχειρῶν ψεύδεσθαι ἀναγκάζωμαι ἢ τὰ αὐτὰ λέγων ἀποκλείω τῆς εἰς μέσον παρόδου τὸν πόνον τῶν παλαιῶν· ἐν δὲ ταύτῃ τῇ βίβλῳ τὴν ὀφειλομένην διαίρεσιν ἀποδώσω. αἰτοῦμαι δὲ παρὰ σοῦ τῇ τῶν πραγμάτων ἀκολουθίᾳ καὶ τῷ ἀκριβεῖ τῶν κρίσεων ἐφ' ᾧ καὶ μόνῳ μέγα φρονῶ παρακολουθεῖν, τὸ δὲ κατὰ τὴν φράσιν μὴ παραβάλλειν τοῖς σοῖς λόγοις, ἀλλ' ὅσον ἐν νυκτὶ λύχνος τὴν ἡλίου χρείαν τοῖς χρῄζουσι παρέχει, τοσαύτην ἡγήσασθαι πρὸς τὴν τῶν νοουμένων ἀπαγγελίαν δύναμιν ἐμὲ ἔχειν. λοιπὸν δὲ (καιρὸς γὰρ καλεῖ) ἐπὶ τὰς κρίσεις τρέψομαι.
[1] Περὶ μὲν τοῦ δοκεῖν ἐξ ὕπνου ἐγείρεσθαι ἐν τῷ περὶ ὕπνου προείρηκα λόγῳ, αὐτὸ δὲ τὸ ἐγρηγορέναι δοκεῖν νυκτὸς κατακεκλιμένον ἐν τῇ κοίτῃ φροντίδας ὑπερβαλλούσας τινὰς τοῖς εὐποροῦσι προαγορεύει, πένησι δὲ καὶ τοῖς ἐπιτιθεμένοις τισὶν ἀγαθόν· οἱ μὲν γὰρ οὐχ ἕξουσι σχολήν, οἱ δὲ μετὰ πολλῆς προνοίας ἐπιτιθέμενοι οὐκ ἀστοχήσουσιν. ὅμοιον δ' ἂν εἴη τούτῳ καὶ τὸ ὀξὺ τοῖς ὀφθαλμοῖς ὁρᾶν καὶ τὸ ἐν νυκτὶ καὶ σκότει φῶς ἰδεῖν αἰφνίδιον ἀναλάμψαν.
[2] Προϊέναι δὲ ἕωθεν εὐμαρῶς καὶ μήτε κωλύεσθαι ὑπό τινος τῶν ἔνδον μήτε ἐναποκλείεσθαι ἀγαθόν· τὰ γὰρ κατὰ προαίρεσιν καὶ κατὰ γνώμην πρᾶξαι σημαίνει· τὸ δὲ μὴ δύνασθαι προϊέναι ἢ τὰς ἐξόδους τῆς οἰκίας τῆς ἑαυτοῦ ἢ ἡστινοσοῦν ἐν ᾗ ἂν ὑπολάβῃ τις εἶναι μὴ εὑρίσκειν κατοχὰς μὲν τοῖς ἀποδημεῖν προῃρημένοις, ἐμπόδια δὲ τοῖς πράττειν τι βουλομένοις, μακρὰν δὲ νόσον τῷ κάμνοντι καὶ τῷ πάλαι νοσοῦντι θάνατον προαγορεύει. ἀσπάζεσθαι δὲ τοὺς συνήθεις καὶ προσαγορεύειν καὶ καταφιλεῖν ἀγαθόν· ἡδεῖς γὰρ λόγους καὶ εἰπεῖν καὶ ἀκοῦσαι σημαίνει· τοὺς δὲ μὴ συνήθεις, ἄλλως δὲ γνωρίμους προσαγορεύειν ἧττον ἀγαθόν· ἐχθροὺς δὲ προσαγορεύειν καὶ καταφιλεῖν δοκεῖν τῆς ἔχθρας λύσιν ποιεῖ, νεκροὺς δὲ καταφιλεῖν δοκεῖν νοσοῦντι μὲν ἄτοπον· ὄλεθρον γὰρ αὐτῷ μαντεύεται· ἐρρωμένῳ δὲ παραγγέλλει λόγοις σπουδαίοις [κατὰ] τὸ παρὸν μὴ χρῆσθαι διὰ τὸ νεκρῷ στόματι συμβάλλειν τὰ χείλη· τοὺς δὲ ὅτε ἔζων φιλτάτους τε καὶ ἡδίστους γεγονότας νεκροὺς καταφιλεῖν οὐ κωλύει οὔτε λόγοις χρῆσθαι οὔτε ἄλλο τι πράττειν.
[3] Περὶ ἐσθῆτος καὶ κόσμου παντοδαποῦ ποιούμενος τὸν λόγον πρῶτον περὶ ἀνδρείας σκευῆς ἐγχωρίου τε καὶ ξενικῆς ἡγοῦμαι δεῖν διαλαβεῖν. ἐσθὴς ἡ συνήθης πᾶσιν ἀγαθὴ καὶ ἡ κατὰ τὴν ὥραν τοῦ ἔτους· θέρους μὲν γὰρ ὄντος ὀθόνια καὶ τριβακὰ ἱμάτια δοκεῖν φορεῖν ἀγαθὸν ἂν εἴη καὶ ὑγείας σύμβολον, χειμῶνος δὲ ἐρεᾶ ἱμάτια καὶ καινά. μόνῳ δὲ τῷ δίκην ἔχοντι καὶ τῷ δουλείας ἀπαλλακτιῶντι πονηρὰ τὰ καινὰ ἱμάτια, κἂν χειμῶνος βλέπηται, διὰ τὸ πολλὴν ἔχειν τρίψιν καὶ ἐπὶ πολὺ ἀντέχειν. λευκὰ δὲ ἱμάτια τοῖς ἠθάσι μόνοις συμφέρει καὶ δούλοις Ἑλλήνων, τοῖς δὲ ἄλλοις ταραχὰς σημαίνει διὰ τὸ τοὺς ἐν ὄχλῳ ἀναστρεφομένους λευκὰ ἔχειν ἱμάτια, χειροτέχναις δὲ ἀργίαν καὶ σχολήν, καὶ ὅσῳ ἂν πολυτελέστερα ᾖ τὰ ἱμάτια, τοσούτῳ πλείονα· οὐ γὰρ πρὸς ἔργῳ ὄντες οἱ ἄνθρωποι, καὶ μάλιστα οἱ τὰς βαναύσους τέχνας ἐργαζόμενοι, λευκοῖς ἱματίοις χρῶνται. δούλοις δὲ Ῥωμαίων μόνοις ‹ἀγαθὰ› τοῖς εὖ πράσσουσι, τοῖς δὲ ἄλλοις πονηρά· ἐλέγχει γὰρ αὐτοὺς κακῶς πράσσοντας. διὰ γὰρ ‹τὸ› τὴν αὐτὴν τοῖς δεσπόταις ὡς ἐπὶ τὸ πλεῖστον ἔχειν ἐσθῆτα ἐπὶ τούτῳ τῷ ὀνείρῳ οὐ γίνονται ἐλεύθεροι, ὥσπερ οἱ τῶν Ἑλλήνων. ἀνδρὶ δὲ νοσοῦντι λευκὰ ἔχειν ἱμάτια θάνατον προαγορεύει διὰ τὸ τοὺς ἀποθανόντας ἐν λευκοῖς ἐκφέρεσθαι, τὸ δὲ μέλαν ἱμάτιον σωτηρίαν προσημαίνει· οὐ γὰρ οἱ ἀποθανόντες ἀλλ' οἱ τοὺς ἀποθνήσκοντας πενθοῦντες τοιούτοις χρῶνται ἱματίοις. οἶδα δὲ ἐγὼ πολλοὺς καὶ πένητας καὶ δούλους καὶ δεσμώτας νοσοῦντας, οἳ καὶ μέλανα δοκοῦντες ἔχειν ἱμάτια ἀπέθανον· ἦν γὰρ εἰκὸς τούτους μὴ ἐν λευκοῖς διὰ τὴν ἀπορίαν ἐκκομισθῆναι. ἔστι δὲ καὶ ἄλλως ἡ μέλαινα ἐσθὴς πᾶσι πονηρὰ πλὴν τῶν τὰ λαθραῖα ἐργαζομένων. ποικίλην δὲ ἐσθῆτα ἔχειν ἢ ἁλουργίδα ἱερεῦσι μὲν καὶ θυμελικοῖς καὶ σκηνικοῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς ταραχὰς καὶ κινδύνους ἐπιφέρει [καὶ τὰ κρυπτὰ ἐλέγχει], τοὺς δὲ νοσοῦντας ὑπὸ δριμέων χυμῶν καὶ πολλῆς χολῆς ἐνοχληθῆναι σημαίνει. πορφυρᾶ δὲ ἐσθὴς δούλοις ἀγαθὴ καὶ πλουσίοις· οἷς μὲν γὰρ διὰ τὸ μὴ μετεῖναι ἐλευθερίαν σημαίνει, οἷς δὲ διὰ τὸ ἐπιβάλλειν καὶ τῷ ἀξιώματι κατάλληλον εἶναι τιμὴν καὶ εὐδοξίαν προαγορεύει. νοσοῦντα δὲ ἀναιρεῖ καὶ πένητα βλάπτει, πολλοῖς δὲ καὶ δεσμὰ προήγγειλε· χρὴ γὰρ τὸν ἔχοντα πορφύραν πάντως διάδημα ἢ στέφανον ἔχειν καὶ πολλοὺς ἀκολούθους καὶ φύλακας. τοῖς δὲ περὶ τὸν Διόνυσον τεχνίταις τὰ αὐτὰ τῇ ἁλουργίδι σημαίνει. κοκκίνη δὲ ἐσθὴς καὶ πᾶσα ἡ φοινικοβαφὴς οἷς μὲν τραύματα οἷς δὲ πυρετὸν ἐπιφέρει. γυναικεία δὲ ἐσθὴς ἀγάμοις μόνοις συμφέρει καὶ τοῖς ἐπὶ θυμέλην ἀναβαίνουσιν· οἱ μὲν γὰρ γαμήσουσιν οὕτω καταθυμίους γυναῖκας ὥστε τοῖς αὐτοῖς χρῆσθαι κόσμοις, οἱ δὲ διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος μεγάλας ἐργασίας καὶ μισθοὺς λήψονται· τοὺς δὲ λοιποὺς ἢ τῶν γυναικῶν στερίσκει ἢ νόσῳ μεγάλῃ περιβάλλει διὰ τὸ μαλθακὸν καὶ ἀσθενὲς τῶν τὰ τοιαῦτα φορούντων. ἐν μέντοι ταῖς ἑορταῖς καὶ πανηγύρεσιν οὔτε ποικίλη οὔτε γυναικεία βλάπτει τινὰ ἐσθής. βαρβαρικὴν δὲ ἐσθῆτα ἔχειν καὶ ἐνεσκευάσθαι ὥσπερ οἱ βάρβαροι ἐκεῖ μὲν ἀπιέναι βουλομένῳ, ὅπου τοιαύτῃ ἐσθῆτι χρῶνται [οἱ ἐκεῖ διατρίβοντες], ἀγαθὰς τὰς ἐκεῖ γενέσθαι διατριβὰς σημαίνει, πολλάκις δὲ καὶ τὸ ἐκεῖ καταβιῶναι προαγγέλλει. τοῖς δὲ λοιποῖς νόσον σημαίνει ἢ ἀπραξίαν. τὰ δ' αὐτὰ καὶ ἡ Ῥωμαϊκὴ ἐσθής, ἣν τήβεννον καλοῦσιν ἀπὸ Τημένου τοῦ Ἀρκάδος, ὃς πρῶτος τὴν ἑαυτοῦ χλαμύδα τοῦτον περιεβάλετο τὸν τρόπον εἰσπλεύσας κατὰ τὸν Ἰόνιον κόλπον καὶ ὑποδεχθεὶς ὑπὸ τῶν ταύτῃ κατοικούντων. ἀφ' οὗ μαθόντες [καὶ] οἱ ἐγχώριοι τὸν αὐτὸν ἐνεσκευάζοντο τρόπον καὶ ἐκάλουν τὴν ἐσθῆτα τημένειον ἐπώνυμον Τημένου τοῦ εὑρόντος· ὕστερον δὲ τῷ χρόνῳ παραφθαρέντος τοῦ ὀνόματος τήβεννος ἐκλήθη. μαλακῇ δὲ καὶ πολυτελεῖ ἐσθῆτι χρῆσθαι πλουσίοις μὲν ἀγαθὸν καὶ πένησιν· οἷς μὲν γὰρ ἡ παροῦσα διαμενεῖ τρυφή, οἷς δὲ φαιδρότερα τὰ πράγματα ἔσται· δούλοις δὲ καὶ ἀπόροις νόσον προαγγέλλει. κολοβαὶ δὲ καὶ ἀπρεπεῖς ἐσθῆτες ζημίας καὶ ἀπραξίας σημαίνουσι. χλαμὺς δέ, ἣν ἔνιοι μανδύην οἱ δὲ ἐφεστρίδα οἱ δὲ βίρρον καλοῦσι, θλίψεις καὶ στενοχωρίας καὶ τοῖς δικαζομένοις καταδίκην μαντεύεται διὰ τὸ ἐμπεριέχειν τὸ σῶμα, τὸ δὲ αὐτὸ καὶ ὁ λεγόμενος φαινόλης καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον εἴη. ὅθεν ἀπολλύειν τὰ ἱμάτια ταῦτα ἄμεινον ἢ ἔχειν· τῶν δὲ ἄλλων ἱματίων οὐδὲν ἀπολλύμενον συμφέρει, εἰ μή που τοῖς πένησι καὶ δούλοις καὶ δεδεμένοις καὶ καταχρέοις καὶ πᾶσι τοῖς ἐν συνοχῇ οὖσιν· ἀπολλύμενα γὰρ ταῦτα τῶν περιεχόντων τὸ σῶμα κακῶν ἀπώλειαν σημαίνει. τοῖς δὲ ἄλλοις οὔτε γυμνοῦσθαι οὔτε τὰ ἱμάτια ἀπολλύειν ἀγαθόν· πᾶν γὰρ τὸ πρὸς κόσμον τεῖνον ἀπολέσαι σημαίνει. γυναικὶ δὲ ποικίλη καὶ ἀνθηρὰ ἐσθὴς συμφέρει, μάλιστα δὲ ἑταίρᾳ καὶ πλουσίᾳ· ἡ μὲν γὰρ διὰ τὴν ἐργασίαν ἡ δὲ διὰ τὴν τρυφὴν ἀνθηραῖς ἐσθῆσι χρῶνται. τὰ δὲ ἰδιόχρωμα ἱμάτια πᾶσιν ἀγαθά, καὶ μάλιστα τοῖς εὐλαβουμένοις ἐλεγχθῆναι· οὐ γὰρ ἀνήσει ποτὲ τὸ χρῶμα. ἀεὶ δὲ ἄμεινον λαμπρὰ καὶ καθαρὰ ἱμάτια ἔχειν καὶ πεπλυμένα καλῶς ἢ ῥυπαρὰ καὶ ἄπλυτα πλὴν τῶν τὰς ῥυπώδεις [4] ἐργασίας ἐργαζομένων. τὸ δὲ δοκεῖν πλύνειν τὰ ἑαυτοῦ ἱμάτια ἢ τὰ ἄλλων ἀποθέσθαι τι τῶν δυσχρήστων κατὰ τὸν βίον σημαίνει διὰ τὸ καὶ τὰ ἱμάτια τὸν ῥύπον ἀποβάλλειν. καὶ τὰ κρυπτὰ ἐλέγξαι καὶ μαθεῖν· πλύνειν γὰρ καταχρηστικῶς καὶ τὸ ἐλέγχειν ἔλεγον οἱ παλαιοί, ὥς που καὶ Μένανδρος
ἢν γὰρ κακῶς μου τὴν γυναῖχ' οὕτω λέγῃς,
τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ,
ἀντὶ τοῦ ἐλέγξω. ὅθεν καὶ τοῖς εὐλαβουμένοις ἐλεγχθῆναι πονηρὸν τὸ πλυνόμενα ἱμάτια ἰδεῖν.
[5] Δακτύλιοι σιδηροῖ ἀγαθοὶ μέν, οὐκ ἄνευ δὲ καμάτου τὰ ἀγαθὰ σημαίνουσι· πολύκμητον γὰρ καὶ ὁ ποιητὴς τὸν σίδηρον καλεῖ· ἀγαθοὶ δὲ καὶ οἱ χρυσοῖ, οἵ γε ψήφους ἔχοντες, ἐπεὶ οἵ γε ἄψηφοι ἀκερδεῖς τὰς ἐγχειρήσεις σημαίνουσι διὰ τὸ ἄψηφον· ψῆφον γὰρ καλοῦμεν λίθον τὴν ἐν ‹τῷ› δακτυλίῳ, ταὐτὸ δὲ καὶ τὸν τῶν χρημάτων ἀριθμόν. ἀεὶ δὲ ἀμείνονες οἱ ὁλόσφυροι· οἱ γὰρ κενοὶ καὶ θεῖον ἔνδον ἔχοντες δόλους καὶ ἐνέδρας σημαίνουσι διὰ τὸ ἐμπεριέχειν τι ἐγκεκρυμμένον ἢ μείζονας τὰς προσδοκίας τῶν ὠφελειῶν διὰ τὸ μείζονα τὸν ὄγκον τοῦ βάρους ἔχειν. σούκινοι δὲ καὶ ἐλεφάντινοι καὶ ὅσοι ἄλλοι δακτύλιοι γίνονται γυναιξὶ μόναις συμφέρουσιν. ὅρμοι δὲ καὶ ἁλύσεις καὶ ἐνώτια καὶ λίθοι πολυτελεῖς καὶ πᾶς κόσμος περιδέραιος γυναικεῖος γυναιξὶ μὲν ἀγαθός· καὶ γὰρ ἀγάμοις γάμον προαγορεύει καὶ ἀτέκνοις τέκνα καὶ ταῖς ἀμφότερα ἐχούσαις πρόσκτησιν καὶ περιουσίαν πολλήν· ὥσπερ γὰρ ὑπὸ τούτων κοσμοῦνται γυναῖκες, οὕτω καὶ ὑπὸ ἀνδρῶν καὶ ὑπὸ τέκνων καὶ ὑπὸ πλούτου (καὶ γὰρ φύσει εἰσὶ φιλόπλουτοι, ὥσπερ καὶ φιλόκοσμοι), ἔτι καὶ ταῦτα περιπλέκεται τῷ τραχήλῳ, ὥσπερ καὶ ἀνὴρ καὶ τέκνα. ἀνδρὶ δὲ δόλους καὶ ἐνέδρας καὶ καταπλοκὴν τῶν πραγμάτων πολλὴν σημαίνει οὐ διὰ τὴν ὕλην ἀλλὰ διὰ τὸ σχῆμα καὶ τὴν κατασκευήν· ἔστι γὰρ ὁ χρυσὸς οὐχ ὥσπερ τινὲς ἔλεγον πονηρὸς διὰ τὴν ὕλην, ἀλλὰ πᾶν τοὐναντίον ἀγαθός, ὡς πολλάκις ἐτήρησα, ἀλλ' ὅ γε μὴ ἄμετρος μηδὲ πολὺς μηδὲ ἀνοίκειος διὰ τὸ σχῆμα, ὡς τοῖς ἀνδράσιν οἱ ὅρμοι, μηδὲ ὑπὲρ τὴν ἀξίαν, ὡς τοῖς πένησιν οἱ στέφανοι καὶ τὰ μεγάλα σκεύη καὶ τὰ πολλὰ νομίσματα· ἐπεὶ ὅταν τοιοῦτον ἴδῃ τις, οὐκέτι διὰ τὴν ὕλην ἀλλὰ διὰ τὸ ποιὸν τῆς κατασκευῆς πονηρὸς γίνεται ὁ χρυσός. ἀπολλύμενα δὲ ἢ κατεασσόμενα ἢ διαλυόμενα γυναικὶ μὲν τὰ περὶ τὸν τράχηλον ἀπώλειαν ὧν ἔμπροσθεν εἶπον σημαίνει, ἀνδρὶ δὲ τὰ περὶ τὴν χεῖρα οὐ μόνον ἀπώλειαν τῶν πιστευομένων κατὰ τὸν οἶκον, γυναικὸς λέγω ἢ οἰκονόμου, ἀλλὰ καὶ αὐτῶν τῶν ὑπαρχόντων διαφθορὰν δηλοῖ, καὶ τοῖς πιστευομένοις τὸ μηκέτι πιστεύεσθαι· οὐ γὰρ ἔτι δεῖ τοῖς τοιούτοις δακτυλίων. πολλοῖς δὲ καὶ ὀφθαλμῶν πήρωσιν προηγόρευσε τὸ τοιοῦτον ὄναρ· ἔχει γάρ τινα συμπάθειαν τὰ ὄμματα πρὸς τοὺς δακτυλίους διὰ τὰς ψήφους. τὰ δ' αὐτὰ τῇ ἐσθῆτι καὶ αἱ ὑποδέσεις σημαίνουσιν.
[6] Κτενίζεσθαι καὶ ἀνδρὶ καὶ γυναικὶ συμφέρει· ἔστι γὰρ ὁ κτεὶς χρόνος ὁ τὰ σκληρὰ διαλύων καὶ ἀπευθύνων ἅπαντα. ἐμπλέκεσθαι δὲ γυναιξὶ μόναις συμφέρει καὶ ἀνδρῶν τοῖς ἔθος ἔχουσι, τοῖς δὲ λοιποῖς καταπλοκὰς τῶν χρεῶν καὶ δάνεια πολλὰ προαγορεύει, ἐνίοτε δὲ καὶ δεσμά.
[7] Κατοπτρίζεσθαι δὲ καὶ ὁρᾶν τὴν ἑαυτοῦ εἰκόνα ἐν κατόπτρῳ ὁμοίαν ἀγαθὸν τῷ γῆμαι βουλομένῳ καὶ ἀνδρὶ καὶ γυναικί. σημαίνει γὰρ τὸ κάτοπτρον ἀνδρὶ μὲν γυναῖκα, γυναικὶ δὲ ἄνδρα, ἐπεὶ πρόσωπα δείκνυσιν ὥσπερ οὗτοι ἀλλήλοις τὰ τέκνα. ἀγαθὸν δὲ καὶ λυπουμένοις· ἄλυπον γάρ ἐστι τὸ κατοπτρίζεσθαι. νοσοῦντας δὲ ἀναιρεῖ· γήινον γάρ ἐστι τὸ κάτοπτρον, ἐξ οἵας ἂν ᾖ πεποιημένον ὕλης. τοὺς δὲ λοιποὺς μετανίστησιν, ἵνα ἐν ἄλλῃ γῇ τὰ ἑαυτῶν πρόσωπα ἴδωσιν. ἀνόμοιον δ' ἑαυτὸν ἐν κατόπτρῳ δοκεῖν ὁρᾶν νόθων ἢ ἀλλοτρίων παίδων κληθῆναι πατέρα προαγορεύει. κακίονα δὲ ἢ ἀμορφότερον ‹ἑαυτὸν› ἰδεῖν οὐδενὶ συμφέρει· νόσους γὰρ καὶ δυσθυμίας σημαίνει, ὥσπερ καὶ τὸ ἐν ὕδατι κατοπτρίζεσθαι θάνατον προαγορεύει αὐτῷ τῷ ἰδόντι ἤ τινι τῶν οἰκειοτάτων αὐτῷ.
[8] Ἀὴρ καθαρὸς καὶ λαμπρὸς ὁρώμενος πᾶσίν ἐστιν ἀγαθός, μάλιστα δὲ τοῖς τὰ ἀπολωλότα ζητοῦσι καὶ τοῖς ἀποδημεῖν βουλομένοις· πάντα γὰρ ἐν καθαρῷ τῷ ἀέρι εὐσύνοπτα γίνεται· ὁ δὲ σκοτεινὸς ἢ γνοφερὸς ἢ συννεφὴς πρὸς ταῖς ἀπραξίαις καὶ λύπας σημαίνει. εἰς ὁποίαν δ' ἂν ὕλην μεταβάλῃ, τοῖς τὴν αὐτὴν ἐργαζομένοις ὕλην ἀγαθός· τοῖς δὲ λοιποῖς πονηρὸς τετήρηται. καὶ ὁ ταπεινὸς γενόμενος μόνοις μάντεσι καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις ἀγαθός, τῶν δὲ λοιπῶν τὸν βίον εἰς τὸ ταπεινὸν κατάγει.
Ὑετὸς ἄνευ χειμῶνος καὶ πολλοῦ ἀνέμου πᾶσιν ἀγαθὸς πλὴν τῶν εἰς ἀποδημίαν στελλομένων καὶ τῶν τὰς ἐργασίας ὑπαίθρους ἐχόντων· τούτοις γὰρ ἐμπόδιος γίνεται. ψεκάδες δὲ καὶ πάχναι γεωργοῖς μὲν σφόδρα ἀγαθαί, τοῖς δὲ λοιποῖς μικρὰς ἐργασίας προαγορεύουσιν. ὄμβρος δὲ καὶ λαίλαψ καὶ χειμὼν κινδύνους καὶ ζημίας ἐπάγουσι, μόνοις δὲ δούλοις καὶ πένησι καὶ τοῖς ἔν τινι περιστάσει οὖσιν ἀπαλλαγὴν τῶν ἐν ποσὶ κακῶν προαγορεύουσι· μετὰ γὰρ τοὺς μεγάλους χειμῶνας εὐδία γίνεται. χιὼν δὲ καὶ πάγος κατὰ μὲν τὴν ὥραν τὴν οἰκείαν ὁρώμενα οὐδὲν σημαίνει· μέμνηται γὰρ τοῦ μεθ' ἡμέραν κρύους καὶ καθεύδοντος τοῦ σώματος ἡ ψυχή· παρὰ δὲ τὴν ὥραν ὁρώμενα γεωργοῖς μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς ψυχρὰς τὰς ἐγχειρήσεις καὶ τὰς προκειμένας πράξεις ἔσεσθαι προαγορεύει, ὁδεύειν δὲ κωλύει. χάλαζα δὲ ταραχὰς καὶ δυσθυμίας δηλοῖ καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. βροντὴ δὲ χωρὶς ἀστραπῆς δόλους καὶ ἐνέδρας διὰ τὸ ἀπροσδόκητον, ἀστραπὴ δὲ χωρὶς βροντῆς φόβον μάταιον σημαίνει, ὅτι μετὰ τὴν ἀστραπὴν προσδοκήσειεν ἄν τις βροντήν, ἣ διὰ τὸν ψόφον οὐδὲν ἄλλο ἐστὶν ἢ ἀπειλή. ἐπειδὰν οὖν μὴ γένηται, ἀτέλεστον τὸν φόβον ποιεῖ.
[9] Ἕπεται δὲ τούτῳ τῷ λόγῳ ὁ περὶ πυρὸς λόγος. περὶ οὗ διπλῇ τῇ κρίσει χρῆσθαι καλῶς ἔχει, πῇ μὲν ὡς περὶ οὐρανίου καὶ θείου, πῇ δὲ ὡς περὶ ἐπιγείου καὶ τοῦ ἐν χρήσει. πρῶτον μὲν οὖν περὶ τοῦ οὐρανίου ὧδε χρὴ ποιεῖσθαι τὰς κρίσεις. πῦρ ἐν οὐρανῷ ἰδεῖν λαμπρὸν καὶ καθαρὸν καὶ ὀλίγον ἀπειλὴν ἔκ τινων ὑπερεχόντων σημαίνει, τὸ δὲ πολὺ καὶ ‹ἄμετρον› πολεμίων ἔφοδον καὶ ἀφορίαν καὶ λιμὸν μαντεύεται. ὅπου δ' ἂν ᾖ τὸ πῦρ ἢ ὁπόθεν ἂν φέρηται, οἷον ἀπ' ἄρκτου ἢ μεσημβρίας ἢ δύσεως ἢ ἀνατολῆς, ἐκεῖθεν ἔρχονται οἱ πολέμιοι ἢ κατ' ἐκεῖνα τὰ κλίματα ἡ ἀφορία ἔσται. πονηρότατον δ' ἂν εἴη καταφερόμενον εἰς γῆν τὸ πῦρ ἰδεῖν. τὸ δ' αὐτὸ σημαίνουσι καὶ λαμπάδες ἐν οὐρανῷ καιόμεναι. ἃ δὴ πάντα τοῖς ἰδοῦσι περὶ τὴν κεφαλὴν τὸν κίνδυνον συνίστησιν. ὥσπερ γὰρ ὁ οὐρανὸς τοῦ παντὸς ὑπερέχει κόσμου, οὕτω καὶ ἡ κεφαλὴ τοῦ παντὸς σώματος.
Κεραυνὸς δὲ ἄνευ χειμῶνος πλησίον πεσὼν καὶ μὴ ἁψάμενος τοῦ σώματος ἐκβάλλει τῶν τόπων τὸν ἰδόντα, ἐν οἷς ἐστιν· οὐ γὰρ ἄν τις ὑπομείνειε πλησίον κεραυνοῦ. εἰ δὲ ἔμπροσθεν πέσοι, κωλύει προϊέναι εἰς τοὔμπροσθεν. τὸ δὲ κατ' ἄκρας ὑπὸ κεραυνοῦ πεπλῆχθαι οἱ μὲν πάνυ παλαιοὶ διχῇ διῄρουν λέγοντες πένησι μὲν ἀγαθὸν εἶναι πλουσίοις δὲ κακὸν λόγῳ τῷδε. ἐοίκασιν οἱ πένητες χωρίοις λιτοῖς καὶ ἀσήμοις, εἰς ἃ κόπρια ῥίπτεται ἢ ἄλλο τι τῶν φαύλων· οἱ δὲ πλούσιοι τεμένεσι θεῶν ἢ ἀνθρώπων ἢ ναοῖς [ἢ οἴκοις] θεῶν ἢ ἄλσεσιν ἢ ἄλλῳ γένει χωρίων ἐλλογίμων. ὥσπερ οὖν ὁ κεραυνὸς τὰ μὲν ἄσημα τῶν χωρίων ἐπίσημα ποιεῖ διὰ τοὺς ἐνιδρυμένους βωμοὺς καὶ τὰς γινομένας ἐν αὐτοῖς θυσίας, τὰ δὲ πολυτελῆ χωρία ἔρημα καὶ ἄβατα ποιεῖ (οὐδεὶς γὰρ ἐν αὐτοῖς ἐνδιατρίβειν ἔτι θέλει), οὕτως ὁ ὄνειρος πένητα μὲν ὠφελεῖ, πλούσιον δὲ βλάπτει. ἔτι καὶ ὁ κεραυνὸς οὐδέν ἐστιν ἄλλο ἢ πῦρ, ἴδιον δὲ πυρὸς πᾶσαν ὕλην φθείρειν. ἔχει δὲ ὁ μὲν πένης πενίαν ὁ δὲ πλούσιος πλοῦτον. τοιγαροῦν τοῦ μὲν τὴν πενίαν τοῦ δὲ τὸν πλοῦτον φθερεῖ, ἐπεὶ καὶ ὁ κεραυνωθεὶς αἰφνίδιον παρασημότερος γίνεται. ὁμοίως δὲ καὶ ὁ πένης αἰφνίδιον πλουτήσας καὶ ὁ πλούσιος αἰφνίδιον ἀπολέσας τὴν ὕπαρξιν παρασημότεροι γίνονται. τούτοις μὲν οὖν τοῖς λόγοις ἐπείθοντο οἱ πρῶτοι· οἱ δὲ μεταγενέστεροι ἤδη τινὰ καὶ περὶ δούλων ἔλεγον καὶ ἔφασκον εἶναι ἀγαθὸν δούλοις τὸ κεραυνοῦσθαι, ὅτι οὔτε δεσπότας ἔτι οἱ κεραυνωθέντες ἔχουσιν οὔτε κάμνουσι, λαμπρὰ δὲ ἱμάτια αὐτοῖς περιτίθεται, ὡς καὶ τοῖς ἐλευθερωθεῖσι, καὶ προσίασιν αὐτοῖς ὡς ὑπὸ Διὸς τετιμημένοις οἱ ἄνθρωποι, ὡς καὶ τοῖς ἐλευθερωθεῖσιν ὑπὸ δεσποτῶν τετιμημένοις. πολλὰ δὲ καὶ Ἀλέξανδρος ὁ Μύνδιος καὶ Φοῖβος ὁ Ἀντιοχεὺς περὶ τοῦ δοκεῖν κεραυνοῦσθαι ἀπὸ πείρας τε καὶ ἰδίας ἐννοίας προσέθεσαν, πλὴν οὐ πάντα ἀκριβῶς ἴσχυσαν εὑρεῖν. ἔχει δὲ ὧδε. δούλων μὲν τοὺς μὴ ἐν πίστει ὄντας ἐλευθεροῖ, τοὺς δὲ ἐν πίστει ὄντας ἢ τιμῇ παρὰ τοῖς δεσπόταις ἢ πολλὰ κτήματα ἔχοντας ἀφαιρεῖ τῆς πίστεως καὶ τῆς τιμῆς καὶ τῶν κτημάτων. ἐλευθέρων δὲ πένητας μὲν τοὺς μὴ λανθάνειν πειρωμένους [ἐφ' οἷς ἁμαρτάνουσιν] ὠφελεῖ, τοὺς δὲ ἀποκρυπτομένους καὶ λανθάνειν βουλομένους ἐλέγχει· οὔτε γὰρ λάθρᾳ πίπτει κεραυνὸς διὰ τὸ μετὰ μεγάλων βροντῶν καὶ πολλοῦ χειμῶνος καταφέρεσθαι οὔτε κεραυνωθέντα λαθεῖν ἔστιν· πλουσίων δὲ τοὺς μὲν χρυσοφορεῖν μέλλοντας διά τινα ἀρχὴν ἢ ἱερωσύνην οὐ βλάπτει, ἀλλὰ καὶ ἐπισημοτέρως ἄρξαι ἢ ἱερώσασθαι προαγορεύει· ἔοικε γὰρ πυρὶ τὸ χρυσίον κατά γε τὴν χρόαν, ἔστι δὲ καὶ παρὰ Πινδάρῳ 'ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ ἅτε.' τοὺς δὲ λοιποὺς ἀφαιρεῖ τῆς οὐσίας διὰ τὸν ἔμπροσθεν λόγον, εἰ μή τι ἄλλο κωλύοι. ἀγάμοις δὲ γάμον προαγορεύει καὶ πένησι καὶ πλουσίοις· οὐδὲν γὰρ οὕτω τὸ σῶμα θερμαίνει ὡς πῦρ καὶ γυνή· γεγαμηκότας δὲ διίστησι καὶ κοινωνοὺς καὶ ἀδελφοὺς καὶ φίλους ἐχθροὺς ποιεῖ· οὐδὲν γὰρ ὁ κεραυνὸς ἑνοῖ, ἀλλὰ καὶ τὰ ἡνωμένα χωρίζει. ἔτι καὶ τὸν παῖδας ἔχοντα τῶν παίδων στερίσκει ἤτοι ἀποθανόντων, ἐὰν ἀλγῇ πρὸς τῷ κεραυνοῦσθαι, ἢ ἄλλως ἀπαλλαγέντων, ἐὰν μὴ ἀλγῇ· καὶ γὰρ τὰ δένδρα, ὅταν κεραυνωθῇ, αὖα γίνεται καὶ τοὺς βλαστοὺς ἀπόλλυσιν. [ὥσπερ δὲ τῶν δένδρων τέκνα εἰσὶν οἱ βλαστοί, οὕτω καὶ τῶν ἀνδρῶν τέκνα εἰσὶν οἱ βλαστοί.] ἀθλητὰς δὲ ἐνδόξους ὁ κεραυνὸς ποιεῖ καὶ πάντας φιλολόγους καὶ τοὺς εἰς τὸ μέσον παρέρχεσθαι βουλομένους. ἐν δὲ ταῖς δίκαις ταῖς περὶ ἐπιτιμίας συμφέρει τὸ δοκεῖν κεραυνοῦσθαι· οὐδεὶς γὰρ κεραυνωθεὶς ἄτιμός ἐστιν, ὅπου γε καὶ ὡς θεὸς τιμᾶται. τοῖς δὲ περὶ κτημάτων πάντων πλὴν γῆς καὶ τῶν ἐν γῇ ‹δικαζομένοις› καταδίκην μαντεύεται· καὶ γὰρ τοὺς καταδικασθέντας ἐν τῇ συνηθείᾳ κεκεραυνῶσθαί φαμεν. ἐν δὲ ταῖς περὶ γῆς δίκαις τοὺς μὲν νεμομένους τὴν γῆν καὶ δεδιότας ἐκβληθῆναι ‹μενεῖν› λέγει· οὐδὲ γὰρ οἱ κεραυνωθέντες μετατίθενται, ἀλλ' ὅπου ἂν ὑπὸ τοῦ πυρὸς καταληφθῶσιν, ἐνταῦθα θάπτονται. τοὺς δὲ ἀντιποιουμένους γῆς ἀλλοτρίας μὴ εἰσελθεῖν εἰς αὐτὴν προαγορεύει, ἀλλ' ὅπου ἂν ὦσιν, ἐκεῖ μεῖναι, τοῦτ' ἔστιν ἔξω, εἰ μὴ ἄρα τις οὐκ αὐτὸς δόξειε κεκεραυνῶσθαι, ἀλλ' εἰς γῆν ἴδοι τὸν σκηπτὸν πεσόντα· καὶ γὰρ τὸ τοιοῦτον ὄναρ τοῖς ἐνοικοῦσιν ἄβατον τὴν γῆν καθίστησιν. ἔτι ὁ κεραυνὸς τοὺς μὲν ἀποδήμους εἰς τὴν οἰκείαν ἐπανάγει, τοὺς δὲ ἐνδήμους ἐν τῇ οἰκείᾳ κατέχει. μεμνῆσθαι δὲ χρὴ τοῦτο, ὅτι ταῦτα σημαίνει τὸ δοκεῖν κεραυνοῦσθαι, ὅσα εἰρήκαμεν, ἐπειδάν τις ἢ καταπεφλέχθαι ὑπὸ τοῦ κεραυνοῦ νομίσῃ ἢ κατὰ κεφαλῆς ἢ κατὰ στέρνου τὸν σκηπτὸν πεπτωκέναι, ἐπεὶ ὅταν γε ἄλλο τι μέρος τοῦ σώματος ὁ κεραυνὸς καταφλέξῃ καὶ μὴ ὅλον τὸ σῶμα ἢ μὴ τοιοῦτό τι κατάλαβοι, ἐξ οὗ εἰκὸς θάνατον ἐπακολουθεῖν τῷ κεκεραυνωμένῳ, τότε μικρότερα τὰ ἀποτελέσματα γίνεται. καὶ οὕτω χρὴ ποιεῖσθαι τὰς κρίσεις ὡσπερεὶ βλαπτομένων μερῶν καὶ οὐχὶ παντὸς τοῦ σώματος. περὶ ὧν ἀκριβῶς καὶ ἀνενδεῶς ἐν τῷ περὶ σώματος λόγῳ [κατὰ μέρος] ἐν τῷ πρώτῳ βιβλίῳ διῄρηκα. ἔτι κἀκεῖνο. οὔτε πλέοντα οὔτε ἐν τῇ κοίτῃ κατακείμενον οὔτε ἐπὶ γῆς ὕπτιον ἢ πρηνῆ ὑπὸ κεραυνοῦ καταφλέγεσθαι συμφέρει, ὑπολείπεται δὲ μόνον ἀγαθὸν εἶναι τὸ ὀρθὸν ἑστῶτα ἢ ἐπὶ θρόνου καθεζόμενον ἢ ἐπ' ἄλλου τινὸς τοιούτου κεραυνοῦσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε τῆς κλίνης τὸ ἔξω ἐνήλατον ὑπὸ κεραυνοῦ διεφθάρθαι, καὶ ἡ γυνὴ αὐτοῦ ἀπέθανεν.
Πῦρ δὲ τὸ χρήσει ὀλίγον μὲν καὶ καθαρὸν ἰδεῖν ἡ Φημονόη λέγει ἀγαθὸν εἶναι, πολὺ δὲ καὶ ἄμετρον πονηρόν. ἔστιν οὖν ἄριστον τὸ ἐφ' ἑστίας πῦρ λαμπρὸν καὶ καθαρὸν ὁρώμενον. πολλὴν γὰρ εὐπορίαν σημαίνει· ἄνευ γὰρ τοῦ τροφὰς παρασκευάζεσθαι οὐκ ἔστιν ἐφ' ἑστίας πῦρ ἰδεῖν. σβεννύμενον δὲ τοῦτο ἀπορίαν σημαίνει, καὶ εἴ τις κατὰ τὸν οἶκον νοσοίη, θάνατον αὐτῷ προαγγέλλει. ἀγαθὸν δὲ καὶ λαμπάδα δοκεῖν ἔχειν καιομένην νυκτός, μάλιστα δὲ νέοις· ὡς γὰρ ἐπὶ τὸ πολὺ ἔρωτας οὐκ ἀηδεῖς σημαίνει καὶ πράξεις προαγορεύει διὰ τὸ δύνασθαι τὰ πρὸ ποδῶν ὁρᾶν. ἄλλον δὲ ὁρᾶν ἔχοντα λαμπάδα πονηρὸν τοῖς λανθάνειν ἐθέλουσι. λύχνος δὲ καιόμενος ἐν οἰκίᾳ λαμπρὸς ἀγαθός· πρόσκτησιν γὰρ σημαίνει καὶ εὐπορίαν πᾶσι καὶ τοῖς ἀγάμοις γάμον καὶ τοῖς νοσοῦσιν ὑγεῖαν· ὁ δὲ μὴ λαμπρὸς ἀλλὰ ἀμαυρὸς δυσθυμίαν σημαίνει καὶ τοὺς νοσοῦντας οὐκ εἰς μακρὰν ἀναιρεῖ. ὁ δὲ ἐσβεσμένος σώζει· μέλλει γὰρ ἀνάπτεσθαι. λύχνος χάλκεος καὶ τὰ ἀγαθὰ βεβαιότερα καὶ τὰ κακὰ ἰσχυρότερα μαντεύεται, ὁ δὲ ὀστράκινος ἔλαττον· ἀμφότεροι δὲ τὰ κρυπτὰ ἐλέγχουσι. λύχνος δὲ ἐν πλοίῳ ὁρώμενος δεινῆς νηνεμίας ἐστὶ σημαντικός.
[10] Οἶκοι καιόμενοι καθαρῷ πυρὶ καὶ μὴ συμπίπτοντες μηδὲ διαφθειρόμενοι πένησι μὲν εὐπορίαν, πλουσίοις δὲ ἀρχὰς περιποιοῦσιν. οἱ δὲ σμυχόμενοι μὴ καθαρῷ πυρὶ καὶ καταιθαλούμενοι καὶ συμπίπτοντες καὶ ὑπὸ τοῦ πυρὸς διαφθειρόμενοι πᾶσι πονηροὶ καὶ τοιούτων ὄλεθρον σημαίνουσιν ἀνθρώπων, οἷοι ἂν ὦσιν οἱ οἶκοι [ἢ οἱ τοῖχοι]. οἷον ὁ μὲν θάλαμος τὴν γυναῖκα σημαίνει, ὅταν ὑπάρχῃ· εἰ δὲ μή, τὸν δεσπότην τῆς οἰκίας· ὁ δὲ ἀνδρὼν τοὺς κατὰ τὸν οἶκον ἀνθρώπους συγγενεῖς τε καὶ θεράποντας, ἡ δὲ γυναικωνῖτις ‹τὰς› θεραπαίνας [καὶ τὰ πρόθυρα τῆς οἰκείας τοὺς δεσπότας]. ταμεῖα δὲ καὶ ἀποθῆκαι τὰ κτήματα ἢ τοὺς ταμίας ἢ τοὺς οἰκονόμους σημαίνουσι.
Ταῦτα μὲν ἐφ' ὅλων οἴκων· τοίχων δὲ ὁ μὲν τὴν θύραν ἔχων τὸν δεσπότην σημαίνει, ὁ δὲ τὴν θυρίδα τὴν δέσποιναν. ὅπου δὲ μὴ ἔστι θυρίς, ὁ μὲν μέσος τὸν δεσπότην ὁ δὲ δεξιὸς ‹τὰ› τέκνα ὁ δὲ εὐώνυμος τὴν γυναῖκα. ἐπειδὰν δὲ πολλὰς ἔχῃ θυρίδας ὁ οἶκος, καὶ ἀδελφοῖς καὶ κοινωνοῖς θάνατον προαγορεύει· πρεσβυτέροις μὲν τὰ πρὸς ἀνατολὴν τοῦ οἴκου, νεωτέροις δὲ τὰ πρὸς ἑσπέραν. τὰ δὲ πρὸς ἄρκτον ὁμοίως τῇ ἀνατολῇ καὶ τὰ πρὸς μεσημβρίαν ὁμοίως τῇ δύσει κρινέσθω. οἱ δὲ μετὰ τὸ πῦρ αὐξηθέντες τοῖχοι ἢ λαμπρότεροι φαινόμενοι [πολυτελέστερον] τὸν βίον ἐπὶ τὸ βέλτιον μετάγουσι. θύραι δὲ καιόμεναι γυναικὸς ὄλεθρον σημαίνουσι καὶ τὸν βίον τοῦ ἰδόντος οὐκ ἐν ἀσφαλεῖ κεῖσθαι. τούτων δὲ ἡ μὲν τὸν μάνδαλον ἔχουσα ἐλευθέραν γυναῖκα σημαίνει, ἡ δὲ ἐχομένη δούλην, καὶ πάλιν ἡ μὲν τὸν μάνδαλον ἔχουσα καὶ τὸν ἄνδρα, ἡ δὲ ἐχομένη τὴν γυναῖκα. κίονες δὲ καθαρῷ πυρὶ καιόμενοι καὶ μὴ διαφθειρόμενοι τὰ τέκνα σημαίνουσι τοῦ ἰδόντος ἐπὶ τὸ βέλτιον καὶ λαμπρότερον μεταβῆναι· οἱ δὲ συντριβόμενοι υἱῶν ὄλεθρον σημαίνουσι·
στύλοι γὰρ οἴκων παῖδες εἰσὶν ἄρσενες, ὥς φησιν Εὐριπίδης. τέρεμνα δὲ καὶ ὑπέρθυρα καὶ δρύφακτοι κατακαέντες παίδων ὄλεθρον καὶ οὐσίας ἀπώλειαν μαντεύονται, οἱ δὲ θεμέλιοι δεσποτῶν, οἱ δὲ θριγκοὶ συγγενῶν καὶ φίλων, δένδρων δὲ τὰ μὲν πρὸ τῆς οἰκίας πεφυκότα δεσποτῶν, τὰ δὲ ἔνδον ἐν τῇ οἰκίᾳ τὰ μὲν μεγάλα καιόμενα ὁμοίως δεσποτῶν, τὰ μὲν ἀρσενικὰ ἀνδρῶν, τὰ δὲ θηλυκὰ γυναικῶν, τὰ δὲ μικρὰ φίλων καὶ συγγενῶν, τὰ δὲ παντελῶς χθαμαλά, οἷον πύξοι καὶ μυρρίναι, οἰκετῶν. ἀνακαίειν δὲ δοκεῖν πῦρ ταχέως ἀναπτόμενον καὶ ἐφ' ἑστίας καὶ ἐν κλιβάνῳ ἀγαθὸν καὶ παίδων σημαίνει γονήν· ἔοικε γὰρ καὶ ἡ ἑστία καὶ ὁ κλίβανος γυναικὶ διὰ τὸ δέχεσθαι τὰ πρὸς τὸν βίον εὔχρηστα· τὸ δὲ ἐν αὐτοῖς πῦρ ἔγκυον ἔσεσθαι τὴν γυναῖκα μαντεύεται· τότε γὰρ καὶ ἡ γυνὴ θερμοτέρα γίνεται. τὸ δὲ καταλαβόντα τὸ πῦρ ἐν τούτοις εἶτα ἀποσβεννύειν ἑαυτῷ αἴτιον ζημιῶν σημαίνει γενέσθαι.
[11] Ταῦτα μὲν οὖν τῷ περὶ πυρὸς λόγῳ ἀκόλουθα ὄντα ἱκανῶς εἴρηται· ἑξῆς δὲ περὶ κυνηγίου καλῶς ἔχον εἶναί μοι δοκεῖ διασαφῆσαι. λίνα καὶ στάλικες [ποδάγραι βρόχοι] καὶ πᾶσα ἀρκυοστασία καὶ αἱ νεφέλαι λεγόμεναι καὶ ὅσα πρὸς θήραν ἄνθρωποι κατεσκευασμένα ἔχουσι, κακά· μόνοις δὲ ἀγαθὰ τοῖς δραπέτας διώκουσι καὶ τοῖς ἀπολωλός τι ζητοῦσι· ταχεῖαν γὰρ τούτων εὕρεσιν προσημαίνει. τοῖς δὲ λοιποῖς ἐμποδισμοὺς τῶν χρειῶν διὰ τὰς καταπλοκὰς καὶ κινδύνους καὶ ἐνέδρας σημαίνει· ἐπὶ γὰρ βλάβῃ τῶν ζῴων ταῦτα κατασκευάζεται. ἀεὶ δὲ ἄμεινον αὐτὸν ἔχειν ταῦτα ἢ ἄλλον ἔχοντα ἰδεῖν, ὅσῳ καὶ κρεῖττον τὸ κακοῦν τοῦ ὑπό τινος κακοῦσθαι. [κύνες δὲ θηρευτικοὶ ἐπὶ μὲν θήραν ἐξιόντες ἀγαθοὶ πᾶσι καὶ πράξεων προαγορευτικοὶ τοῖς φεύγουσι δὲ πονηροί, ἀπὸ δὲ θήρας ἐπανιόντες ἄφοβοι καὶ ἄπρακτοι τετήρηνται.]
Ἕπεται δὲ τῷ περὶ κυνηγίου λόγῳ ὁ περὶ ζῴων τῶν ἐπιγείων [πάντων λόγος] διπόδων τε καὶ ἀπόδων καὶ τετραπόδων. ἄρξομαι δὲ ἀπὸ τῶν τετραπόδων. τῶν κυνῶν οἱ μὲν ἐπὶ θήρᾳ τρέφονται, καὶ τούτων οἱ μέν εἰσιν ἰχνευταί, οἱ δὲ ὁμόσε τοῖς θηρίοις χωροῦσιν· οἱ δὲ ἐπὶ φυλακῇ τῶν κτημάτων, οὓς οἰκουρούς τε καὶ δεσμίους λέγομεν· οἱ δὲ ἐπὶ τερπωλῇ οἱ Μελιταῖοι λεγόμενοι. σημαίνουσιν οὖν οἱ μὲν ἐπὶ θήρᾳ τρεφόμενοι τὰ ἔξωθεν ποριζόμενα [καὶ τὰς πράξεις]· ὅθεν ἀγαθὸν ἰδεῖν αὐτοὺς θηρῶντας καὶ λαμβάνοντάς τι καὶ ἤδη εἰληφότας ἢ μέλλοντας ἐπὶ θήραν ἐξιέναι· πράξεων γάρ εἰσι σημαντικοί· οἱ δὲ εἰς πόλιν ἐρχόμενοι ἀπραξίαν σημαίνουσι· παύονται γὰρ τῶν ἔργων· οἱ δὲ οἰκουροὶ γυναῖκα σημαίνουσι καὶ οἰκείους καὶ τὰ πεπορισμένα κτήματα. ὅθεν ἐρρωμένοι καὶ σαίνοντες τοὺς δεσπότας ἀγαθὴν οἰκουρίαν καὶ περὶ τὴν γυναῖκα καὶ περὶ τοὺς οἰκείους σημαίνουσι καὶ τῶν κτημάτων πολλὴν ἀσφάλειαν, νοσοῦντες δὲ τοῖς προειρημένοις νόσον προαγορεύουσι καὶ τοῖς κτήμασι βλάβας. ἀγριαίνοντες δὲ ἢ ὑλακτοῦντες ἢ δάκνοντες ἀδικίας τὰς ἀπὸ τῶν τοιούτων μαντεύονται προσώπων καὶ βλάβας μεγάλας. ἀλλότριοι δὲ κύνες σαίνοντες μὲν δόλους καὶ ἐνέδρας ‹ἀπὸ› πονηρῶν ἀνδρῶν ἢ γυναικῶν σημαίνουσι, δάκνοντες δὲ ἢ ὑλακτοῦντες ἐπιθέσεις καὶ ἀδικίας· κἂν μὲν ὦσι λευκοί, φανεράς, ἐὰν δὲ μέλανες, λαθραίους, ἐὰν δὲ πυρροί, οὐ παντελῶς φανεράς, ἐὰν δὲ ποικίλοι, δεινοτέρας τὰς ἐπιθέσεις μαντεύονται. ἐοίκασι δὲ οὐ παντελῶς εὐγενέσιν οὐδὲ ἐλευθέροις, σφόδρα δὲ βιαίοις καὶ ἀναιδέσι· τοιαῦτα γὰρ τὰ τῶν κυνῶν ἤθη. πολλάκις δὲ καὶ πυρετὸν ᾐνίξαντο διὰ τὸ ἄστρον τὸν Σείριον, ὃς πυρετοῦ αἴτιος ὢν πρός τινων κύων καλεῖται· καὶ γὰρ βίαιόν ἐστι καὶ ἄγνωμον τὸ ζῷον καὶ πυρετῷ ὅμοιον. οἱ δὲ Μελιταῖοι τὸ τερπνότατον τῶν ἐν τῷ βίῳ σημαίνουσι καὶ τὸ ἥδιστον. τοιγάρτοι ὅ τι ἂν πάθωσι λύπης τε καὶ ἀνίας εἰσὶ σημαντικοί.
[12] Πρόβατα [δὲ καὶ αἶγες], ὡς μὲν οἱ παλαιοὶ συνέχεον, λευκὰ μὲν ἀγαθά, μέλανα δὲ πονηρά· ὡς δὲ ἐγὼ ἐτήρησα, πρόβατα καὶ λευκὰ καὶ μέλανα ἀγαθά· λευκὰ μὲν μᾶλλον, μέλανα δὲ ἧττον. ἔοικε δὲ τὰ πρόβατα ἀνθρώποις διὰ τὸ πείθεσθαι τῷ ποιμένι καὶ συναγελάζεσθαι καὶ προβιβασμῷ καὶ τῇ ἐπὶ τὸ βέλτιον προκοπῇ ἀπὸ τοῦ ὀνόματος. ἄριστον οὖν καὶ ἴδια ἔχειν πολλὰ πρόβατα καὶ ἀλλότρια ἰδεῖν καὶ ποιμαίνειν, μάλιστα τοῖς ὄχλου προΐστασθαι βουλομένοις καὶ σοφισταῖς καὶ διδασκάλοις [ἔργων].
Ἔτι δὲ καὶ κριὸς πρὸς δεσπότην ἐστὶ ληπτέος καὶ πρὸς ἄρχοντα καὶ βασιλέα· κρείειν γὰρ τὸ ἄρχειν ἔλεγον οἱ παλαιοί, καὶ τῆς ἀγέλης [δὲ] ἡγεῖται ὁ κριός. ἀγαθὸν δὲ καὶ ἐποχεῖσθαι δοκεῖν ἀσφαλῶς καὶ δι' ὁμαλῶν χωρίων, μάλιστα φιλολόγοις καὶ τοῖς ἐπὶ τὸ πλουτεῖν ὁρμωμένοις· καὶ γὰρ ταχὺ τὸ ζῷον καὶ Ἑρμοῦ νενόμισται ὄχημα εἶναι.
Αἶγες δὲ οὔτε λευκαὶ οὔτε μέλαιναι ἀγαθαὶ ἀλλὰ πᾶσαι πονηραί, λευκαὶ μὲν ἧττον, μέλαιναι δὲ μᾶλλον, μάλιστα τοῖς πλέουσι· καὶ γὰρ τὰ μεγάλα κύματα 'αἶγας' ἐν τῇ συνηθείᾳ λέγομεν, καὶ 'λάβρος ἐποιγίζων' φησὶν ὁ ποιητὴς περὶ σφοδροῦ ἀνέμου λέγων, καὶ τὸ φοβερώτατον πέλαγος Αἰγαῖον λέγεται. γάμους δὲ καὶ φιλίας καὶ κοινωνίας οὔτε συνάγουσιν οὔτε τὰς οὔσας φυλάττουσιν· οὐ γὰρ συναγελάζονται ἀλλὰ χωρὶς ἀλλήλων νεμόμεναι κατὰ κρημνῶν καὶ πετρῶν αὐταί τε πράγματα ἔχουσι καὶ τῷ ποιμένι παρέχουσιν. ὅθεν καὶ ὁ ποιητὴς 'πλατέα' τὰ αἰπόλια καλεῖ λέγων 'οἳ δ' ὥς τ' αἰπόλια πλατέ' αἰγῶν.' [καὶ 'αἰγιβόταν ἀεὶ τὴν ἀγαθὴν κουροτρόφον.' περὶ δὲ ἵππων ἐν τῷ περὶ ἀγῶνος λόγῳ προείρηται. ἔλεγε δέ τις θεασαμένῳ τινὶ ἐπὶ κριοῦ καθημένῳ καὶ πεσόντι ἐξ αὐτοῦ ἐκ τῶν ἔμπροσθεν μεμνηστευμένῳ δὲ καὶ μέλλοντι ἐν αὐταῖς ταῖς ἡμέραις τοὺς γάμους ἐπιτελεῖν, προειπεῖν αὐτῷ ὅτι ἡ γυνή σου πορνεύσει καὶ τὸ λεγόμενον κέρατα αὐτῷ ποιήσει. καὶ οὕτως ἀπέβη. καὶ διὰ μὲν τὴν πρόρρησιν τοῦ ὀνείρατος παραιτησάμενος τὸν γάμον καὶ μόλις ποτὲ πεισθεὶς ὑπὸ φίλων μετὰ χρόνον τινὰ ἔγημε μὲν τὴν πρώην αὐτῷ μεμνηστευμένην, δεδιὼς δὲ τὸ ὄναρ ἐφύλαττε τὴν γυναῖκα καὶ διὰ πάσης ἀσφαλείας διεγίνετο. καὶ ἐκείνη μὲν ἐνιαυτὸν ἐπιζήσασα διετέλεσεν ἄμεμπτος, ἄλλην δὲ ἐπιγήμας γυναῖκα, ὡς καὶ νομίσαι αὐτὸν ἀποσκῆψαι τὸ ὄναρ, περιέπεσε τῷ δυστυχήματι· ἀπέβη γὰρ ἐκείνη εἰς ἔσχατον πορνείας ἐκπίπτουσα.]
Ὄνοι φέροντες μέν τι ἄχθος καὶ πειθόμενοι τῷ ἐλαύνοντι καὶ ἐρρωμένοι καὶ ταχέως βαδίζοντες ἀγαθοὶ πρὸς γάμον καὶ κοινωνίαν· πρὸς γὰρ τῷ μὴ εἶναι πολυτελῆ τὴν γυναῖκα καὶ τὸν κοινωνὸν καὶ προθύμως ὑπακούσεσθαι σημαίνουσι καὶ εὐνοήσειν. καὶ πρὸς τὰς ἄλλας δὲ πράξεις εἰσὶν ἀγαθοὶ διὰ τὸ ὄνομα· ὄνασθαι γὰρ τῶν προκειμένων σημαίνουσι καὶ ἡσθῆναι ἐπ' αὐτοῖς· τῷ γὰρ ἡδίστῳ ἀνάκεινται δαίμονι Σειληνῷ. καὶ πρὸς τοὺς φόβους δὲ ἀγαθοὶ διὰ τὴν περὶ αὐτοὺς ἱστορίαν καὶ τὸν ἐν ‹τῇ› συνηθείᾳ λόγον. πρὸς δὲ τὰς ἀποδημίας πολλὴν προαγορεύουσιν ἀσφάλειαν, παρολκὰς δὲ καὶ βραδύτητας ἐργάζονται διὰ τὸ νωθὲς τοῦ βαδίσματος.
Ἡμίονοι δὲ πρὸς πάντα ἐπιτήδειοι διὰ τὸ ὑπομονητικὸν τῶν ἔργων, μάλιστα δὲ πρὸς γεωργίαν· 'αἳ γάρ τε βοῶν προφερέστεραί εἰσιν, ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον', ὥς φησιν ὁ ποιητής. μόνον ἀντιβαίνουσι γάμῳ καὶ παιδοποιίᾳ διὰ τὸ ἄσπερμον εἶναι τὸ ζῷον. ὅταν δὲ ἀγριαίνωσιν οἱ ὄνοι ἢ ‹οἱ› ἡμίονοι, ἐπιβουλὴν ἐκ τῶν ὑποτεταγμένων σημαίνουσιν, ἡμίονοι δὲ καὶ νόσον, ὡς πολλάκις ἐτήρησα.
Βόες ἐργάται πᾶσιν ἀγαθοί, ἀγελαῖοι δὲ βόες ταραχὰς καὶ περιβοήσεις σημαίνουσι διὰ τὸ ὄνομα [καὶ κίνδυνον].
Ταῦρος δὲ ‹κίνδυνον› οὐ τὸν τυχόντα σημαίνει, μάλιστα ἀπειλῶν ἢ διώκων, καὶ τὴν ἐκ τῶν ὑπερεχόντων ἀπειλήν, ἐὰν ᾖ πένης ὁ ἰδὼν ἢ δοῦλος. ναυτιλλομένοις δὲ χειμῶνα σημαίνει καὶ πλήξας ναυάγιον, τῆς ἱστοκεραίας παθούσης τι δεινόν· ἔοικε γὰρ τῷ ἱστίῳ καὶ τῇ καταρτίῳ τῆς νεὼς ὅλης διὰ τὰς βύρσας καὶ τὰ κέρατα. [καὶ τοῦτο ἐγὼ πάνυ ἐτήρησα καὶ πάντοτε συμφώνως ἀπέβη.]
Ταῦτα μὲν περὶ τῶν ἡμέρων καὶ συντρόφων ζῴων, λοιπὸν δὲ περὶ τῶν ἀγρίων ζῴων εἰπεῖν.
Λέοντα ἰδεῖν ἥμερον μὲν καὶ σαίνοντα καὶ προσιόντα ἀβλαβῶς ἀγαθὸν ἂν εἴη καὶ φέρον ὠφελείας στρατιώτῃ μὲν ἀπὸ βασιλέως ἀθλητῇ δὲ ἀπὸ τῆς τοῦ σώματος εὐεξίας δημότῃ δὲ ἀπὸ ἄρχοντος καὶ δούλῳ ἀπὸ δεσπότου· τούτοις γὰρ [καὶ] τὸ ζῷον ἔοικε διὰ τὸ δυνατὸν καὶ ἰσχυρόν· ὅταν δὲ ἀπειλῇ ἢ ἀγριαίνηται τινὶ ὁ λέων, φόβον τε ἐπάγει καὶ νόσον μαντεύεται (ἔοικε γὰρ καὶ ἡ νόσος θηρίῳ), καὶ τὰς ἀπὸ τοιούτων ἀνδρῶν ἀπειλὰς μαντεύεται ἢ τοὺς ἀπὸ πυρὸς κινδύνους. σκύμνους δὲ λέοντος [καὶ ἔχειν καὶ] ἰδεῖν ἀγαθὸν ἐπίσης πᾶσιν, ὡς δὲ ἐπὶ τὸ πολὺ καὶ παιδίου γένεσιν προαγορεύει.
Λέαινα δὲ τὰ αὐτὰ τῷ λέοντι σημαίνει, πλὴν ἥττω, καὶ τὰς ὠφελείας σαίνουσα καὶ τὰς βλάβας ἀπειλοῦσα καὶ δάκνουσα οὐκ ἀπὸ ἀνδρῶν ἀλλ' ἀπὸ γυναικῶν γενέσθαι μαντεύεται. ἐτήρησα δὲ πολλάκις καὶ ἄνδρας πλουσίους σημαίνουσαν διαβεβλημένους ἐπὶ κιναιδίᾳ.
Πάρδαλις δὲ καὶ ἄνδρα καὶ γυναῖκα σημαίνει, πανούργους δὲ καὶ κακοτρόπους διὰ τὸ ποικίλον τοῦ χρώματος, πολλάκις δὲ καὶ ἀπὸ ἐθνῶν ὄντας, ἐν οἷς οἱ πλεῖστοι στίζονται. καὶ νόσον καὶ [ἄλλον τινὰ] φόβον οὐ τὸν τυχόντα σημαίνει καὶ περὶ ὄμματα κίνδυνον.
Ἄρκτος δὲ γυναῖκα σημαίνει (φασὶ γὰρ ἐκ Καλλιστοῦς τῆς Ἀρκαδικῆς μεταβαλεῖν τὸ ζῷον οἱ περὶ μεταμορφώσεων μυθολογήσαντες) καὶ νόσον διὰ τὸ θηριῶδες καὶ κίνησιν καὶ ἀποδημίαν, ἐπειδὴ ὁμώνυμός ἐστι τῷ ἀεὶ κινουμένῳ ἄστρῳ· πάλιν δὲ τὴν ἐπὶ τοῦ αὐτοῦ τόπου στροφὴν μαντεύεται· καὶ γὰρ τὸ ἄστρον ἀεὶ ἐν τῷ αὐτῷ κινούμενον οὐ καταδύεται.
Ἐλέφας ἔξω μὲν Ἰταλίας καὶ Ἰνδίας ὁρώμενος κίνδυνον καὶ φόβον σημαίνει διὰ τὸ χρῶμα καὶ διὰ τὸ μέγεθος· φοβερὸν γὰρ τὸ ζῷον, καὶ μάλιστα τοῖς μὴ ἠθάσιν αὐτοῦ· ἐν Ἰταλίᾳ δὲ δεσπότην σημαίνει καὶ βασιλέα καὶ ἄνδρα μέγιστον. ὅθεν ἐπειδὰν βαστάζῃ ἀφόβως πειθόμενος τῷ ἐποχουμένῳ, τὰς ἀπὸ ‹τῶν› τοιούτων [ἐργασίας τε καὶ] εὐεργεσίας μαντεύεται· ὅταν δὲ βλάπτῃ, τὰς ἀπὸ τῶν τοιούτων βλάβας. πολλάκις δὲ [ἐτήρησα] ἐλέφας διώκων καὶ ἀπειλῶν νόσον προαγορεύει. καὶ καταλαβὼν μὲν καὶ διαχρησάμενος τῷ ἰδόντι θάνατον σημαίνει, μὴ καταλαβὼν δὲ εἰς ἔσχατον κίνδυνον ἐλάσαντα σωθήσεσθαι· καὶ γάρ φασι τὸ ζῷον ἀνακεῖσθαι τῷ Πλούτωνι. γυναικὶ δὲ οὐδαμῶς ἀγαθός ἐστιν ὁρώμενος οὔτε προσιὼν οὔτε βαστάζων. οἶδα δέ τινα ἐν Ἰταλίᾳ γυναῖκα πάνυ πλουσίαν καὶ μὴ νοσοῦσαν, ἣ ἐδόκει ἐλέφαντι ὀχεῖσθαι, καὶ οὐκ εἰς μακρὰν ἀπέθανεν.
Ὄναγρος δὲ ἔχθραν πρός τινα ‹σημαίνει› ἀγνώμονα ‹καὶ› οὐ πάνυ τι εὐγενῆ· ἔχει γάρ τι ὄνου σύμφυλον. μεμνῆσθαι δὲ χρὴ ὅτι κοινὸν ἔχει πάντα τὰ ζῷα τὰ ἄγρια πρὸς τοὺς ἐχθροὺς λόγον. ἀεὶ οὖν ἄμεινον κρατεῖν τούτων ἢ κρατεῖσθαι ὑπ' αὐτῶν· τῶν γὰρ ἐχθρῶν περιγενήσεσθαι σημαίνει καὶ ὑπέρτερον ἔσεσθαι.
Λύκος ἐνιαυτὸν σημαίνει διὰ τὸ ὄνομα· λυκάβαντας γὰρ οἱ ποιηταὶ τοὺς ἐνιαυτοὺς καλοῦσιν ἀπὸ τοῦ περὶ τὰ ζῷα ταῦτα συμβεβηκότος· ἀεὶ γὰρ ἑπόμενα ἀλλήλοις ἐν τάξει δίεισι ποταμόν, ὥσπερ αἱ τοῦ ἔτους ὧραι ἑπόμεναι ἀλλήλαις τελοῦσι τὸν ἐνιαυτόν. καὶ ἐχθρὸν δὲ βίαιόν τινα καὶ ἁρπακτικὸν καὶ πανοῦργον καὶ ἐκ τοῦ φανεροῦ ὁμόσε χωροῦντα.
Ἀλώπηξ τὰ μὲν αὐτὰ τῷ λύκῳ σημαίνει, διαφέρει δὲ ἐν τῷ τοὺς ἐχθροὺς οὐκ ἐκ τοῦ φανεροῦ ἐπιθησομένους σημαίνειν ἀλλὰ λάθρᾳ ἐπιβουλεύσοντας. ὡς δὲ ἐπὶ τὸ πλεῖστον γυναῖκας σημαίνει τὰς ἐπιτιθεμένας.
Πίθηκος δὲ ἄνδρα πανοῦργον καὶ γόητα σημαίνει.
[Καὶ ὁ] Κυνοκέφαλος τὰ αὐτὰ τῷ πιθήκῳ σημαίνει, προστίθησι δὲ τοῖς ἀποτελέσμασι καὶ νόσον, ὡς ἐπὶ τὸ πλεῖστον τὴν ἱερὰν καλουμένην· ἀνάκειται γὰρ τῇ Σελήνῃ, φασὶ δὲ καὶ τὴν νόσον ταύτην οἱ παλαιοὶ ἀνακεῖσθαι τῇ Σελήνῃ. σφίγγας δὲ καὶ λύγκας καὶ κερκοπιθήκους [τοὺς τὰς οὐρὰς ἔχοντας] καὶ εἴ τι ἄλλο τοιοῦτο ζῷον εἰς τὴν αὐτὴν τούτοις ἀνακτέον μοῖραν.
Ὕαινα δὲ γυναῖκα σημαίνει ἀνδρόγυνον ἢ φαρμακίδα καὶ ἄνδρα κίναιδον οὐκ εὐγνώμονα.
Σύαγρος χειμῶνα σημαίνει βίαιον τοῖς ὁδεύουσιν ἢ πλέουσιν, καὶ τοῖς δικαζομένοις ἐχθρὸν δυνατὸν ἅμα καὶ ἀγνώμονα καὶ βίαιον φωνῇ μιαρᾷ πολλάκις κεχρημένον, γεωργοῖς δὲ ἀφορίαν διὰ τὸ λυμαίνεσθαι τὰ φυτά, καὶ τῷ γαμοῦντι οὔτε εὔνουν οὔτε ἐπιεικῆ τὴν γυναῖκα παρίστησιν. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ σύαγρος γυναῖκα σημαίνει. καὶ γὰρ εἰ κακόζηλον, ἀλλ' οὖν γε εἰρήσεται εἰς ἐπίδειξιν ὧν πολλάκις ἐτήρησα. κάπρος καλεῖται τὸ ζῷον καὶ εἰκότως γυναῖκα σημαίνει· οὕτω γὰρ λέγονται αἱ κατωφερεῖς, καὶ τὸ 'καπρᾷς, κακόδαιμον' Μένανδρός φησιν.
Ἔλαφος ἐν μὲν νηὶ τὰ πηδάλια σημαίνει καὶ τὸ τάχος τῆς νεώς, ἐν ὁδῷ δὲ τὸ κατὰ τὴν ὁδὸν καὶ τὴν ἀποδημίαν εὐκίνητον ἢ πάλιν αὖ δυσεργές. δείξει δὲ τοῦτο ὅπως ἂν ἔχῃ διαθέσεως ἡ ἔλαφος. ἐν δὲ τοῖς λοιποῖς τοὺς ἀποδιδράσκοντας καὶ τοὺς ἐν δίκαις φεύγοντας καὶ τοὺς καταλείποντας τὰς συμβιώσεις εὐγνώμονας μὲν δειλοὺς δὲ καὶ ἀτόλμους παρίστησιν.
Εἰ δέ τι τῶν μὴ ἐπιπολαζόντων ἀλλὰ σπανίων ἢ ἐν Λιβύῃ ἢ παρ' Ὠκεανῷ [ἢ ἐν τῇ δύσει] γεννᾶται ζῷον, ὃ μὴ ἐν τῷδε τῷ λόγῳ κατηρίθμηται, ἀπὸ τῶν εἰρημένων ἐπὶ τὸ ὅμοιον ἀεὶ καὶ μὴ πολὺ τὴν φύσιν διεστὸς μετάγοντας δεῖ τὰς κρίσεις ποιεῖσθαι.
Ταῦτα μὲν οὖν περὶ τετραπόδων ἡμέρων τε καὶ ἀγρίων ἱκανὰ νομίζειν χρή, ‹καὶ› μάλιστά γε τὸν μὴ πομπὴν λόγων ἀποδεχόμενον ἀλλ' αὐτὰ τἀληθῆ ἐξετάζοντα. κἀκεῖνο δὲ σκοπεῖν προσήκει, ὅτι τὰ ἐξ ἡμέρων μὲν ἄγρια γενόμενα πονηρὰ ἂν εἴη, ἐξ ἀγρίων δὲ ἥμερα γενόμενα ἀγαθὰ καὶ ὠφέλιμα γίνεται. μεγάλα δὲ ἀγαθὰ σημαίνει τὰ καὶ φωνὴν ῥήξαντα καὶ φθεγξάμενα ὥσπερ ἄνθρωποι, καὶ μάλιστα ὅταν τι εὔφημον καὶ ἡδὺ εἴπῃ. ὅ τι δ' ἂν εἴπῃ, πάντως ἀληθῆ λέγει, καὶ χρὴ πιστεύειν· κἂν μὲν ἁπλοῦν ᾖ τὸ εἰρημένον, αὐτόθεν προσέχειν· ἐὰν δέ τι αἴνιγμα, πειρᾶσθαι ἑρμηνεύειν.
Περὶ δὲ τῶν ἀπόδων ἑξῆς ποιήσομαι τὸν λόγον.
[13] Δράκων βασιλέα σημαίνει διὰ τὸ δυνατὸν [καὶ ἄρχοντα] καὶ χρόνον διὰ τὸ μῆκος καὶ διὰ τὸ ἀποδιδύσκεσθαι τὸ γῆρας καὶ πάλιν νεάζειν· τὸ γὰρ αὐτὸ καὶ τῷ χρόνῳ συμβέβηκε κατὰ τὰς τοῦ ἔτους ὥρας [γηρᾶν τε καὶ νεάζειν]· καὶ πλοῦτον καὶ χρήματα διὰ τὸ ἐπὶ θησαυροὺς ἱδρύεσθαι, καὶ θεοὺς πάντας, οἷς ἐστιν ἱερός. εἰσὶ δὲ οἵδε Ζεὺς Σαβάζιος Ἥλιος Δημήτηρ καὶ Κόρη Ἑκάτη Ἀσκληπιὸς Ἥρωες. ἐπειδὰν οὖν προσίῃ [ἢ] καὶ διδῷ τι ἢ λέγῃ καὶ τὸ μὴ ἄγριον διὰ τῆς γλώσσης ἐμφαίνῃ, ἀγαθὰ μεγάλα σημαίνει ἀπὸ τῶν εἰρημένων ἢ διὰ τοὺς εἰρημένους [θεοὺς ἢ δαίμονας]· τὰ δὲ ἐναντία πράττων πονηρός. περιπλακεὶς δὲ καὶ δήσας τινὰ καὶ δεσμὰ προαγορεύει καὶ τοῖς νοσοῦσιν ὄλεθρον καὶ σχεδὸν εἰς τὴν γῆν ἄγει· γῆς γάρ ἐστι καὶ αὐτὸς παῖς καὶ τὰς διατριβὰς ἐν τῇ γῇ ποιεῖται.
Ὄφις δὲ νόσον σημαίνει καὶ ἐχθρόν. ὅπως δ' ἂν διαθῇ τινα, οὕτω καὶ ἡ νόσος καὶ ὁ ἐχθρὸς τὸν ἰδόντα διαθήσουσιν.
Ἀσπίδες καὶ ἔχιδναι ἀργύριον σημαίνουσι διὰ τὸν πολὺν ἰόν, καὶ γυναῖκας πλουσίας διὰ τὸν αὐτὸν λόγον. αὗται δὲ καὶ δάκνουσαι ἀγαθαὶ παρά γε ἐμοὶ τετήρηνται καὶ προσιοῦσαι καὶ περιπλεκόμεναι. οἷον δ' ἂν θηρίον ἑρπετὸν γυνὴ ἐν τῷ κόλπῳ ἔχουσα κρύπτῃ καὶ ἐπ' αὐτῷ τέρπηται, μοιχεύεται ὡς ἐπὶ τὸ πολὺ ὑπὸ ‹τοῦ› ἐχθροῦ τοῦ ἰδόντος· ἐὰν δὲ φοβῆται ἢ ἀνιᾶται νοσήσει· καὶ ἐὰν ἐν γαστρὶ ἔχῃ, φθερεῖ καὶ οὐ διασώσει τὸ ἔμβρυον.
Ὕδροι τὰ μὲν αὐτὰ τῷ ὄφει σημαίνουσι καὶ ‹τὴν› νόσον ἐξ ὑγρῶν ἢ ἐν ὕδατι τὸν κίνδυνον ποιοῦσι καὶ τοὺς ἐχθροὺς σημαίνουσιν ἐξ ὕδατος ἢ δι' ὕδατος ἔχειν τὴν ἐργασίαν. δρυΐναι δὲ καὶ παρεῖαι καὶ φύσαλοι πονηροὶ πάντες, καὶ τὰς ἀδικίας ἔκ τινων σημαίνουσιν οὐκ ἀστικῶν οὐδὲ ἐν πόλει διατριβόντων. σὴψ δὲ καὶ διψὰς καὶ δίφας καὶ ὁ καλούμενος χαμαιλέων καὶ ὅσα ἄλλα Νίκανδρος κατηρίθμησε πονηρὰ οὔτε ὁρώμενα οὔτε ὁμόσε χωροῦντα ἀγαθόν τι σημαίνει, ἀλλὰ κινδύνους οὐ τοὺς τυχόντας ἐπάγει. φαλάγγια δὲ καὶ σκορπίοι καὶ σκολόπενδραι πονηροὺς σημαίνουσιν ἀνθρώπους.
[14] Σαγήνη καὶ γρῖπος καὶ ἀμφίβληστρον καὶ ὅσα ἄλλα ἐκ λίνων πέπλεκται ἐπιτήδεια πρὸς ἁλιείαν, ταὐτὰ τοῖς λίνοις τοῖς κυνηγετικοῖς, περὶ ὧν ἔμπροσθεν ἐπεμνήσθην, σημαίνει· ὁρμιαὶ δὲ καὶ ἄγκιστρα καὶ καθετῆρες καὶ οἱ λεγόμενοι δόλωνες δόλους καὶ ἐνέδρας σημαίνουσιν. ἀεὶ δὲ ἄμεινον ‹αὐτὸν› ταῦτα ἔχειν δοκεῖν ἢ ἄλλον ἔχοντα ἰδεῖν. λαμβάνειν δὲ ἰχθύας πολλοὺς ἅμα καὶ μεγάλους ἀγαθὸν καὶ κερδοφόρον πᾶσι πλὴν τῶν ἐπιδίφριον τὴν ἐργασίαν ἐχόντων καὶ σοφιστῶν· τοῖς μὲν γὰρ σχολὴν σημαίνει τὸ ὄναρ διὰ τὸ μὴ δύνασθαι καὶ πρὸς ἔργῳ τῷ συνήθει εἶναι καὶ ἁλιεύειν, τοῖς δὲ οὔ φησιν ἐπιτηδείων τεύξεσθαι τῶν ἀκροατῶν· ἄφωνον γὰρ ὁ ἰχθύς. μικροὶ δ' ἰχθύες λαμβανόμενοι ἀηδίαν σημαίνουσι καὶ οὐδαμῶς κέρδος, ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην, οἷον χαλκίδες τριχίαι μαινίδες ψηστοὶ ἀφύαι. ἤδη δέ τι καὶ κατ' εἶδος οἱ ἰχθύες διάφορον σημαίνουσιν· ἔχει δὲ ἕκαστα οὕτως. ὅσοι τῶν ἰχθύων εἰσὶ ποικίλοι, τοῖς μὲν νοσοῦσι φαρμακίας τοῖς δὲ ἐρρωμένοις δόλους καὶ ἐπιβουλὰς σημαίνουσιν, οἷον κίχλη φυκὶς χάννος ἰουλὶς στρωματεὺς καὶ τὰ ὅμοια· ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ πυρροί, δούλοις μὲν καὶ κακούργοις βασάνους σημαίνουσι, νοσοῦσι δὲ πυρετὸν λάβρον καὶ φλεγμονάς, τοῖς δὲ λανθάνειν πειρωμένοις ἔλεγχον ἐπάγουσιν, οἷον συνόδους ἐρυθῖνος κόκκυξ τρίγλη. αὕτη δὲ γυναιξὶν ἀτέκνοις ἐστὶν ἀγαθή· τρὶς γὰρ κυεῖ. ὅθεν αὐτῇ καὶ τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι. ὅσοι ‹δὲ› τῶν ἰχθύων ἀποδιδύσκονται τὸ γῆρας, ἀγαθοὶ τοῖς νοσοῦσι καὶ τοῖς ἐν εἱρκτῇ οὖσι καὶ πένησι καὶ πᾶσι τοῖς ἔν τινι περιστάσει οὖσιν· ἀποθήσονται γὰρ τὰ περικείμενα φαῦλα. ἀποδιδύσκονται γὰρ τὸ γῆρας τῶν ἰχθύων οἱ μαλακόστρακοι, οἷον καρὶς κάραβος καρκίνος ἀστακὸς πάγουρος καὶ ἡ λεγομένη γραῦς καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια. ταῦτα δὲ καὶ πληγὰς πολλάκις προεμαντεύσατο διὰ τὸ ἑαυτὰ παίειν, καὶ ἀποδημίας, ὅτι ἐστὶν ἀμφίβια. ὅσοι ‹δὲ› τῶν ἰχθύων ἐκταράσσουσι τὴν κοιλίαν ἡμῶν καὶ ἀποκρίνουσι τὰ σκύβαλα, ταὐτὰ τοῖς λαχάνοις σημαίνουσι καὶ τὴν αὐτὴν τοῖς ἀνθρώποις παρέχουσι χρείαν. περὶ ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ εἴρηκα. λύει δὲ τὴν γαστέρα λαμβανόμενα πάντα τὰ ὀστρακόδερμα, οἷον πορφύρα κῆρυξ ὄστρεον στρόμβος ἐχῖνος μῦς πελωρὶς χήμη κτένες [καρκινάδες] καὶ εἴ τι ἄλλο τοιοῦτον. [πορφύραι δὲ καὶ καρκινάδες ἁλιεῦσι καὶ πορφυρευταῖς πολλάκις συμφέρουσιν.] πῖνα δὲ καὶ ὁ λεγόμενος πινοφύλαξ καρκίνος [καὶ] πρὸς γάμον καὶ κοινωνίαν εἰσὶν ἀγαθοὶ διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν καὶ εὔνοιαν. οἱ δὲ μαλακοὶ τῶν ἰχθύων μόνοις τοῖς πανούργοις συμφέρουσι· καὶ γὰρ αὐτοὶ μεταβάλλοντες τὰ χρώματα καὶ ὁμοιούμενοι τοῖς τόποις, ἐν οἷς ἂν γένωνται, λανθάνουσι. τοῖς δὲ λοιποῖς ἐμπόδια καὶ κατοχὰς σημαίνουσι διὰ τὸ καθεκτικὸν καὶ ἰξῶδες, καὶ ἐν ταῖς πράξεσιν ἀτονίας πολλὰς προαγορεύουσι διὰ τὸ μὴ ὀστέα ἔχειν· ἰσχὺς γὰρ σώματος ὀστέον. εἰσὶ δὲ οἵδε, πολύπους τευθὶς ἀκαλήφη ναύπλιος ἑλεδώνη πορφυρίων σηπία. αὕτη δὲ μόνη καὶ τοὺς ἀποδρᾶναι πειρωμένους ὠφελεῖ διὰ τὸν θολόν, ᾧ χρωμένη πολλάκις φεύγει. μέμνηται δὲ τούτου τοῦ ὀνείρου καὶ Ἀντιφῶν ὁ Ἀθηναῖος. ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ σελάχιοι, οἱ μὲν μακροὶ πάντες ματαιοπονίαν σημαίνουσι καὶ τὰ ἐλπιζόμενα οὐ τελειοῦσιν, ἐπειδὴ διολισθαίνουσι τῶν χειρῶν καὶ [ὅτι] λεπίδας οὐκ ἔχουσιν, αἳ τῷ σώματι περίκεινται ὥσπερ ἀνθρώποις τὰ χρήματα. εἰσὶ δὲ οἵδε σμύραινα ἔγχελυς γόγγρος. οἱ δὲ πλατεῖς [καὶ] κινδύνους σημαίνουσι διὰ τὸ θηριῶδες καὶ ἐπιβουλάς, οἷον τρυγὼν νάρκη βοῦς καὶ ὁ λεγόμενος ἀετὸς καὶ γαλεὸς καὶ ῥίνη καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον. ὅσοι δὲ τῶν ἰχθύων ὅμοιοι μέν εἰσι λεπιδωτοῖς, οὐκ ἔχουσι δὲ λεπίδας, διολισθῆσαι τὰς ἐλπίδας τοῦ ἰδόντος σημαίνουσιν, οἷον θύννος καὶ τὰ εἴδη αὐτοῦ πρημὰς πηλαμὺς σῖμος σφύραινα [καὶ] κολίας καὶ τὰ ὅμοια. μόρμυροι δὲ καὶ μελάνουροι καὶ σκορπίοι καὶ κωβιοὶ περιπεσεῖν σημαίνουσι πανούργοις καὶ ἀηδέσιν ἀνθρώποις, κορακῖνοι δὲ καὶ βλέννοι πονηροῖς καὶ ἀνωφελέσιν. ἰχθύες δὲ οἱ λιμναῖοι ἀγαθοὶ μέν, ἧσσον δέ· καὶ γὰρ ἧσσον τῶν θαλασσίων εἰσὶ πολυτελεῖς, καὶ τρέφουσιν οὐχ ὁμοίως.
[15] Βάτραχοι δὲ ἄνδρας γόητας καὶ βωμολόχους προαγορεύουσι, τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις εἰσὶν ἀγαθοί. οἶδα δέ τινα οἰκέτην, ὃς ἔδοξε βατράχοις κονδύλους ἐπισείειν, καὶ προέστη τῆς τοῦ δεσπότου οἰκίας ἄρχων τῶν ἐν τῇ οἰκίᾳ, ἀνθρώπων· ἡ μὲν γὰρ λίμνη τὴν οἰκίαν ἐσήμαινεν, οἱ δὲ βάτραχοι τοὺς ἔνδον ἀνθρώπους, ὁ κονδυλισμὸς δὲ τὴν ἐπιταγήν.
[16] Θηρίον θαλάσσιον ἐν θαλάσσῃ ἰδεῖν οὐδενὶ συμφέρει πλὴν δελφῖνος· οὗτος γὰρ ἐν θαλάσσῃ ὁρώμενος ἀγαθός, καὶ ὅπου ἐπέρχεται, ἐκεῖθεν πνευσόμενον ἄνεμον σημαίνει. ἔξω δὲ θαλάσσης καὶ τοῦ ὑγροῦ πᾶν θηρίον θαλάσσιον ὁραθὲν ἀγαθόν· οὐ γὰρ ἔτι κακῶσαι δύναται ὅπου γε μηδὲ ἑαυτὸ σῶσαι ἀσπαῖρον καὶ δυσθανατοῦν. διὸ καὶ τοὺς ἐχθροὺς πρὸς τῷ μηδὲν ἰσχῦσαι κακοὺς κακῶς ἀπολέσθαι σημαίνει. δελφὶς δὲ ἔξω θαλάσσης ὁρώμενος οὐκ ἀγαθός· τῶν γὰρ φιλτάτων τινὰ ἐπιδεῖν ἀποθανόντα σημαίνει.
[17] Λάροι καὶ αἴθυιαι καὶ ὅσα ἐστὶν ἄλλα ὄρνεα θαλάσσια τοὺς πλέοντας εἰς ἔσχατον κατάγουσι κίνδυνον, ἀλλ' οὐκ ἀπολλύουσι· καταδύεται μὲν γὰρ ταῦτα πάντα, ἀλλ' οὐκ ἀποπνίγεται τῇ θαλάσσῃ. τοῖς δὲ ἄλλοις ἀνθρώποις ἤτοι ἑταίρας σημαίνει καὶ μαχίμους γυναῖκας ἢ ἄνδρας γόητας ἁρπακτικούς τε καὶ ἀγνώμονας καὶ ἐξ ὕδατος ἢ δι' ὕδατος ἔχοντας τὴν ἐργασίαν [πρὸς τὴν τροφήν]. τὰ δὲ ἀπολλύμενα οὔ φασιν εὑρεθήσεσθαι· ὅ τι γὰρ ἂν λάβωσι, τοῦτο καταπίνουσιν.
[18] Ἰχθύας νεκροὺς ἐν θαλάσσῃ εὑρεῖν οὐκ ἀγαθόν· ματαίας γὰρ ἐλπίδας σημαίνουσι, καὶ τὰ προσδοκώμενα οὐκ ἐῶσι τελεσθῆναι· ζῶντας δὲ ἰχθύας ἄμεινον λαμβάνειν. περὶ δὲ τῆς σκευασίας αὐτῶν καὶ τῆς ἀρτύσεως τὰς κρίσεις ἀπὸ τῆς τῶν κρεῶν ἀρτύσεως ποιεῖσθαι χρή. ἔτι καὶ τὸ δοκεῖν ἰχθὺν ἐν τῇ κοίτῃ ἰδεῖν πονηρὸν τῷ πλέοντι [νομίζειν] καὶ τῷ νοσοῦντι· τῷ μὲν γὰρ ναυάγιον τῷ δὲ κίνδυνον ἐξ ὑγρῶν ἢ δι' ὑγρῶν σημαίνει. καὶ ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα ἰχθὺν ὑπολάβῃ τεκεῖν, ὡς μὲν οἱ παλαιοὶ λέγουσιν, ἄφωνον γεννήσει, ὡς δὲ ἐγὼ ἐτήρησα, ὀλιγοχρόνιον. πολλαὶ δὲ καὶ νεκρὰ ἔτεκον· ἔξω γὰρ τοῦ περιέχοντος γενόμενος πᾶς ἰχθὺς ἀποθνήσκει.
[19] Κάλαμοι ἰξευτικοὶ καὶ ἰξὸς τοὺς ἀποδήμους ἐπανάγουσι καὶ τοὺς δραπέτας εὑρίσκουσι καὶ τὰ ἀπολωλότα σώζουσι καὶ τὰ προσδοκώμενα τελειοῦσιν, ἀλλ' οὐ πάντα· τὰ μὲν γὰρ μακρόθεν καὶ διεστῶτα πρὸς τὸν χρώμενον ἄγουσι, τοῦτ' ἔστι πρὸς τὸν ἰξεύοντα, ἔνια δὲ τοὺς καλάμους καὶ διαφεύγει. αἱ δὲ λεγόμεναι νεφέλαι καὶ ὅσα ἄλλα πλεκτά ἐστι πρὸς θήραν ὀρνέων πεποιημένα τὸν αὐτὸν ἔχει λόγον ταῖς σαγήναις καὶ τοῖς δικτύοις.
Ἑξῆς δὲ ἀκολουθεῖ τῷ λόγῳ τούτῳ περὶ ζῴων ἀεροπόρων εἰπεῖν.
[20] Ὄρνιθες ἱεροὶ πλουσίοις μᾶλλον ἢ πένησι σύμφοροι, οἱ δὲ μικροὶ τοῖς πένησίν εἰσι συμφορώτατοι. οἱ μὲν γὰρ μεγάλοι διὰ τὸ μὴ λιταῖς χρῆσθαι τροφαῖς ἔστιν ὅτε μεγάλων ἐφιέμενοι καὶ τὸ προστυχὸν οὐκ ἀγαπῶντες λιμώττουσιν, οἱ δὲ σμικροὶ καὶ σπερμολόγοι εὐπόριστον ἔχοντες τροφὴν οὐκ ἔστιν ὅτε ἐνδεεῖς εἰσιν. ἤδη δὲ καὶ κατ' εἶδος αὐτῶν ἐπιμνησθῆναι καλῶς ἔχον εἶναί μοι δοκεῖ.
Ἀετὸν ἰδεῖν ἐπὶ πέτρᾳ καθεζόμενον ἢ ἐπὶ δένδρῳ ἢ ἐπὶ ὑψηλοτάτῳ τόπῳ ἀγαθὸν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσι, φοβουμένοις δὲ πονηρόν [καὶ τὸν ἀπόδημον ἄγει]. ἱπτάμενον δὲ ἡσυχῆ καὶ ἀτάραχον ἰδεῖν ὁμοίως ἀγαθὸν ἀνδρί, βράδιον δὲ φιλεῖ ἀποβαίνειν. ἀετὸς ἐπικαθεσθεὶς τῇ κεφαλῇ τοῦ ἰδόντος θάνατον αὐτῷ μαντεύεται. ὅ τι γὰρ ἂν ὑπὸ τοῖς ὄνυξι λάβῃ, θανατοῖ. ὀχεῖσθαι δὲ ἀετῷ βασιλεῦσι μὲν καὶ ἀνδράσι πλουσίοις καὶ μεγιστᾶσιν ὄλεθρον μαντεύεται. ἔθος γάρ τι παλαιὸν τοὺς ἀποθανόντας τούς γε τοιούτους γράφειν τε καὶ πλάσσειν ἐπ' ἀετῶν ὀχουμένους καὶ διὰ τῶν τοιούτων δημιουργημάτων τιμᾶν. πένησι δὲ ἀγαθόν· ἀναληφθέντες γὰρ ὑπό τινων πλουσίων ὠφεληθήσονται οὐ μικρὰ ὡς ἐπὶ τὸ πολὺ ἀποδημήσαντες. ἀετὸς ἀπειλῶν ἀνδρὸς δυνατοῦ ἀπειλὴν προσημαίνει, τιθασὸς δὲ καὶ προσιὼν καὶ διδούς τι καὶ φθεγγόμενος τῇ ἑαυτοῦ φωνῇ ἀγαθὸς εἶναι τετήρηται. γυνὴ δὲ ἐὰν ὑπολάβῃ ἀετὸν τεκεῖν, υἱὸν γεννήσει, ὃς ἐὰν μὲν ᾖ πένης, στρατεύσεται καὶ στρατοπέδου ἄρξει [παντὸς ὡς καὶ ἀετὸς τῶν ὀρνίθων]. καὶ γὰρ στρατοπέδου παντὸς πρόεισιν ὁ ἀετός· ἐὰν δὲ μέτριος ᾖ, ἀθλήσει καὶ [βασιλεῖ] γνώριμος ἔσται· ἐὰν δὲ πλούσιος, ἄρξει πολλῶν ἢ καὶ βασιλεύσει. ἀετὸν νεκρὸν ἰδεῖν δούλῳ μόνῳ συμφέρει καὶ τῷ φοβουμένῳ τινά· τῷ γὰρ ἀπειλοῦντι καὶ τῷ δεσπότῃ θάνατον μαντεύεται· τοῖς δὲ λοιποῖς ἀπραξίαν σημαίνει. σημαίνει δὲ ὁ ἀετὸς καὶ τὸν ἐνεστῶτα ἐνιαυτόν· ἔστι γὰρ τὸ ὄνομα αὐτοῦ γραφὲν οὐδὲν ἄλλο ἢ πρῶτον ἔτος. πρὸς δὲ τὴν διαφορὰν τὴν τῶν ἀετῶν διάφορα νομίζειν χρὴ καὶ τὰ ἀποτελέσματα γίνεσθαι.
Ἅρπη γυναῖκα σημαίνει βασιλικὴν καὶ πλουσίαν, μέγα δὲ ἐπὶ κάλλει φρονοῦσαν καὶ εὐγνώμονα καὶ τοῖς ἤθεσιν εὖ κεχρημένην.
Αἰγυπιὸς δὲ τὰ αὐτὰ τῷ ἀετῷ σημαίνει.
Γῦπες δὲ κεραμεῦσι καὶ βυρσοδέψαις ἀγαθοὶ διὰ τὸ τῆς πόλεως ἀπῳκίσθαι καὶ τὸ νεκρῶν ἅπτεσθαι σωμάτων· ἰατροῖς δὲ καὶ τοῖς νοσοῦσι πονηροί· νεκροῖς γὰρ χαίρουσι σώμασι. σημαίνουσι δὲ καὶ ἐχθροὺς ἐναγεῖς καὶ μιαροὺς καὶ οἰκοῦντας οὐκ ἐν πόλει. καὶ πρὸς τὰ ἄλλα δὲ πάντα εἰσὶ πονηροί.
Ἱέραξ δὲ καὶ ἰκτῖνος ἅρπαγας καὶ λῃστὰς σημαίνουσιν· ἱέραξ μὲν φανεροὺς καὶ ὁμόσε χωροῦντας, ἰκτῖνος δὲ λάθρᾳ ἐπιτιθεμένους.
Κόραξ δὲ μοιχῷ καὶ κλέπτῃ προσεικάζοιτ' ἂν καὶ διὰ τὸ χρῶμα καὶ διὰ τὸ πολλάκις ἀλλάσσειν τὴν φωνήν.
Κορώνη χρόνον τε πολὺν καὶ παρολκὴν τῶν πραγμάτων καὶ γραῖαν διὰ τὰ ἔτη καὶ χειμῶνα δηλοῖ διὰ τὸ χειμῶνος εἶναι ἄγγελον.
Ψᾶρες ὄχλον σημαίνουσι καὶ ἄνδρας πένητας καὶ ταραχὴν ματαίαν, καὶ οἱ κολοιοὶ δὲ τὰ αὐτὰ τοῖς ψάροις.
Φάσσαι καὶ περιστεραὶ γυναῖκας σημαίνουσι, φάσσαι μὲν πάντως πορνικάς, περιστεραὶ δὲ ἔσθ' ὅτε οἰκοδεσποίνας καὶ κοσμίας. ἔστι δὲ καὶ ἀπὸ πολλῶν μίαν γυναῖκα τεκμήρασθαι καὶ ἀπὸ μιᾶς πολλάς. σημαίνουσι δὲ αἱ περιστεραὶ καὶ τὴν ἐν τοῖς πρασσομένοις ἐπαφροδισίαν διὰ τὸ ἀνακεῖσθαι τῇ Ἀφροδίτῃ καὶ πρὸς φιλίας δὲ καὶ κοινωνίας καὶ συναλλαγὰς πάσας εἰσὶν ἀγαθαὶ διὰ τὸ συναγελαστικὸν αὐτῶν.
Γέρανοι δὲ καὶ πελαργοὶ κατ' ἀγέλας μὲν καὶ συστροφὰς ὁρώμενοι λῃστῶν ἔφοδον καὶ πολεμίων σημαίνουσι καὶ χειμῶνα ἐπάγουσι χειμῶνος φαινόμενοι, θέρους δὲ αὐχμόν· ἰδίᾳ δὲ καὶ κατὰ μόνας γέρανοι καὶ πελαργοὶ ἀγαθοὶ πρὸς ἀποδημίαν καὶ πρὸς ἀποδήμων ἀνακομιδὴν διὰ τὸ περὶ τροπὰς ὡρῶν ἀποδημεῖν τε καὶ μετανίστασθαι, [καὶ πρὸς γάμον καὶ παιδοποιίαν διὰ τὸ γαμεῖν τε καὶ τεκνοῦν]. μάλιστα δὲ πρὸς παιδοποιίαν ἐπιτήδειος ὁ πελαργὸς διὰ τὴν γινομένην ὑπὸ τῶν ἐκγόνων τοῖς γονεῦσιν ἐπικουρίαν.
Κύκνος ἄνδρα σημαίνει μουσικὸν καὶ αὐτὴν τὴν μουσικήν, καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. νοσοῦσι δὲ ὁρώμενος μὲν σωτηρίαν μαντεύεται, φθεγγόμενος δὲ ὄλεθρον· οὐ γὰρ πρότερον φθέγγεται εἰ μὴ πρὸς τὸ ἀποθνήσκειν ᾖ.
Περὶ δὲ χελιδόνος ἐν τῷ περὶ θανάτου λόγῳ ἐπιμνησθήσομαι.
Πελεκᾶνες ἄνδρας ἀγνώμονας σημαίνουσιν, ἀσκέπτως δὲ καὶ ἀλόγως πάντα δρῶντας, καὶ τὸν κλέπτην καὶ τὸν δραπέτην ἐγγὺς ποταμοῦ εἶναι σημαίνουσι ἢ λίμνης.
[21] Νῆσσαι δὲ καὶ ὅσα ἄλλα ἐστὶ λιμναῖα ἢ ποτάμια ὄρνεα τὰ αὐτὰ τοῖς λάροις καὶ ταῖς αἰθυίαις σημαίνει. Ἐπειδὴ δὲ καὶ τὰ ἔντομα τῶν ζῴων ἵπταται, καὶ αὐτὰ ἐν τῷ περὶ ὀρνέων λόγῳ κατατάξω.
Μέλισσαι γεωργοῖς μὲν καὶ τοῖς ἐξ αὐτῶν ἔχουσι τὴν ἐργασίαν ἀγαθαί· τοῖς δὲ ἄλλοις ταραχὰς σημαίνουσι διὰ τὸν βόμβον καὶ τραύματα διὰ τὸ κέντρον καὶ νόσον διὰ τὸ μέλι καὶ τὸν κηρόν. ἐπικαθεζόμεναι δὲ τῇ κεφαλῇ τοῦ ὁρῶντος στρατηγοῦντι μὲν καὶ δημιουργοῦντι ἀγαθαί, τοῖς δὲ ἄλλοις πονηραί, καὶ ὡς ἐπὶ ‹τὸ› πολὺ ὑπὸ ὄχλου ἢ ὑπὸ στρατιωτῶν διαφθαρῆναι σημαίνουσι τὸν ἰδόντα. ἐοίκασι μὲν γὰρ ὄχλῳ ἢ στρατῷ διὰ τὸ ἡγεμόνι ὑποτετάχθαι, ἀναιροῦσι δὲ διὰ τὸ τοῖς ἀψύχοις ἐπικαθέζεσθαι. ἐγκλείειν δὲ μελίσσας ἀγαθόν, καὶ ἀναιρεῖν ὁμοίως ἀγαθὸν πᾶσι πλὴν γεωργῶν.
Σφῆκες δὲ πᾶσι κακοί· περιπεσεῖν γὰρ σημαίνουσι πονηροῖς ἀνθρώποις καὶ ὠμοῖς.
Ἀκρίδες δὲ καὶ πάρνοπες καὶ οἱ λεγόμενοι μάστακες γεωργοῖς μὲν ἀφορίαν ἢ φθορὰν τῶν καρπῶν προαγορεύουσι· σίνονται γὰρ τὰ σπέρματα ἢ διαφθείρουσι· τοῖς δὲ λοιποῖς πονηροὺς ἄνδρας ἢ γυναῖκας σημαίνουσι.
Κάνθαροι καὶ μηλολόνθαι καὶ λαμπυρίδες τοῖς τὰς ῥυπώδεις ἐργασίας καὶ ἀσέμνους ἐργαζομένοις μόνοις ὠφέλιμοι, τοῖς δὲ λοιποῖς βλάβης καὶ ἀπραξίας εἰσὶ σημαντικοί, μάλιστα δὲ μυροπώλαις καὶ ἀρωματοπώλαις.
[23] Πλεῖν δοκεῖν καὶ εὐπλοεῖν πᾶσιν ἀγαθόν, χειμῶνι δὲ περιπεσεῖν δυσθυμίας καὶ κινδύνους σημαίνει. τὸ δὲ ναυαγεῖν τῆς νεὼς ἤτοι ἀνατραπείσης [ἢ διαφθαρείσης] ἢ πέτραις περιρραγείσης πάντας βλάπτει πλὴν τῶν βίᾳ ὑπό τινων κατεχομένων καὶ δούλων· τούτους γὰρ ἀπαλλάσσει τῶν κατεχόντων, ἔοικε γὰρ τὸ πλοῖον τοῖς περιέχουσιν αὐτούς . ἀεὶ δὲ ἄμεινον ἐν μεγάλῳ πλεῖν πλοίῳ καὶ φορτία στερεὰ ἔχοντι, ἐπεὶ τὰ μικρὰ πλοῖα, κἂν εὐπλοῇ τις, οὐκ ἄφοβα τὰ ἀγαθὰ ποιεῖ. ἔτι κἀκεῖνο. διὰ θαλάσσης πλεῖν καὶ εὐπλοεῖν ἀγαθὸν μᾶλλον ἢ διὰ γῆς· βραδύτερα γὰρ καὶ δυσκολώτερα καὶ μόλις ἐσόμενα τὰ ἀγαθὰ σημαίνει τὸ διὰ γῆς δοκεῖν πλεῖν. πονηρότερον δὲ τὸ διὰ θαλάσσης πλέοντα χειμάζεσθαι ἢ τὸ διὰ γῆς. οὐ δύνασθαι δὲ πλεῖν προῃρημένον ἢ βίᾳ πρός τινων κατέχεσθαι ἐμπόδια καὶ κατοχὰς τῶν ἐγχειρήσεων σημαίνει, ὁμοίως δὲ καὶ τὸ διὰ γῆς πλεῖν δένδρων ἢ πετρῶν ἐμποδὼν γινομένων κατοχὰς σημαίνει καὶ ἐμποδισμούς. ἰδεῖν δὲ ἀπὸ γῆς πλοῖα διὰ θαλάσσης πλέοντα καὶ εὐπλοοῦντα ἀγαθὸν πᾶσι καὶ ἀποδημίας σημαντικὸν καὶ τοῖς ἀποδήμοις ἀνακομιδήν, πολλάκις δὲ καὶ ἀγγελίας διαποντίους προηγόρευσε. καὶ ἀναγόμενα μὲν τὰ πλοῖα βραδύτερα τὰ ἀγαθὰ ποιεῖ· ἄρτι γὰρ ἄρχεται τοῦ πλοῦ, καταγόμενα δὲ καὶ καθορμιζόμενα θᾶττον· πρὸς γὰρ τῷ συμπεράσματι τοῦ πλοῦ γέγονεν. ἀεὶ δὲ λιμένες φίλους καὶ εὐεργέτας σημαίνουσι καὶ πάντες οἱ ὅρμοι, σκόπελοι δὲ καὶ ὑποδρομαὶ τοὺς δι' ἀνάγκην καὶ μὴ κατὰ προαίρεσιν ὑφ' ἡμῶν φιλουμένους, οἳ οὐδὲ αὐτοὶ ἑκόντες ἡμᾶς εὐεργετοῦσιν. ἄγκυραι δὲ τὸ ἀναγκαῖον τῶν χρειῶν καὶ τὸ ἀσφαλὲς σημαίνουσιν, ἀποδημεῖν δὲ κωλύουσιν· ἀεὶ γὰρ ἐπὶ κατοχῇ πλοίων τίθενται. πείσματα δὲ καὶ τὰ ἀπόγεια σχοινία πάντα δανείων ἐστὶ σημαντικὰ καὶ ἐργολαβιῶν καὶ συνθηκῶν καὶ κατοχῆς. ἱστὸς δὲ τῆς νεὼς τὸν κύριον σημαίνει [τῆς νεὼς ἢ τῆς οἰκείας], ἀντιπρόσωπον δὲ τὸν πρῳρέα, καὶ ὁ χηνίσκος τὸν κυβερνήτην, τὰ δὲ [πηδάλια τὸν πλοῦν ἢ τούς γε τοῦ ναυκλήρου παῖδας, τρόπις τὴν ἐνθήκην τοῦ πλοίου,] ὅπλα τοὺς ναύτας, καὶ τὸ κέρας τὸν τοίχαρχον. ὁποῖον ἂν οὖν μέρος διαφθείρηται τῆς νεὼς ὁρμούσης, τὸν ὅμοιον εἰκὸς διαφθαρήσεσθαι· πλεούσης δὲ τῆς νεὼς περὶ αὐτὸ ἐκεῖνο τὸ μέρος κίνδυνον οὐ τὸν τυχόντα ἔσεσθαι δηλοῖ χειμῶνι βιαίῳ συσχεθείσης. ὅθεν δ' ἂν πῦρ ἐπὶ τὴν ναῦν φέρηται, ἐκεῖθεν χειμῶνα ἐσόμενον προαγορεύει. οἶδα δέ τινα ναύκληρον, ὃς ἔδοξε τοὺς ἐν τῷ πλοίῳ ἱδρυμένους θεοὺς ἀπολωλεκέναι, καὶ σφόδρα φοβουμένῳ καὶ ὄλεθρον ἡγουμένῳ σημαίνειν τὸ ὄναρ πᾶν τοὐναντίον εἰς ἀγαθὸν ἀπέβη· πολλὰ γὰρ πορίσας ἀπέδωκε τὰ χρέα τοῖς δανεισταῖς τοῖς ἔχουσιν εἰς ὑποθήκην τὴν ναῦν, καὶ συνέβη αὐτῷ μηκέτι ἔχειν τοὺς κατέχοντας τὸ πλοῖον. ἀεὶ δὲ ἀγαθὸν ἠρέμα πορφύρουσαν καὶ κυμαίνουσαν τὴν θάλασσαν ἰδεῖν· πράξεις γὰρ μεγάλας προαγορεύει· γαλήνη δὲ ἀπραξίας διὰ τὴν ἀκινησίαν, καὶ ὁ χειμὼν ταραχὰς καὶ βλάβας· ἔστι γὰρ τούτων αἴτιος.
[24] Σπείρειν καὶ φυτεύειν καὶ ἀροτριᾶν ὅ τι σημαίνει ἐν τῷ περὶ τεχνῶν λόγῳ προείρηται· νυνὶ δὲ περὶ τῶν ἑπομένων τῇ γεωργίᾳ ποιήσομαι τὸν λόγον.
Ἄροτρον ἀγαθὸν πρὸς γάμον καὶ παίδων γονὴν καὶ πράξεις· χρόνους δὲ καὶ παρολκὰς προστίθησι ταῖς ἀποβάσεσι. ζυγὸν δὲ τοῖς μὲν ἄλλοις ἀγαθόν, δούλοις δὲ ἐμπόδιον τῆς ἐλευθερίας γίνεται· ὅθεν κατασσόμενον μᾶλλον τούτοις ἢ ὑγιὲς ὂν συμφέρει. δρέπανον δὲ ἀφαιρέσεως καὶ βλάβης ἐστὶ σημεῖον διὰ τὸ πάντα διχάζειν καὶ μηδὲν ἑνοῦν. δηλοῖ δὲ καὶ ἑξάμηνον· ἥμισυ γάρ ἐστι κύκλου. πέλεκυς δὲ στάσεώς ἐστι σημεῖον καὶ βλάβης καὶ μάχης, ἀξίνη δὲ καὶ ἄμη γυναικός τε καὶ γυναικείας ἐργασίας· καὶ γυναικείας μὲν ἐργασίας διὰ τὸ τῷ κρατοῦντι προσφέρειν καὶ προσέλκειν, γυναικὸς δὲ διὰ τὸ ὄνομα. ὕνις δὲ καὶ ὁ λεγόμενος μίσχος καὶ θρίναξ καὶ πτύον βλάβην καὶ ἀποβολὴν σημαίνουσιν. ἰδίως δὲ ἡ ὕνις, ὡς πολλάκις ἐτήρησα, καὶ τὸ αἰδοῖον τοῦ ἰδόντος σημαίνει, ὅθεν οὔτε ἀπολλυμένη ἐστὶν ἀγαθὴ οὔτε κατασσομένη. ζυγόδεσμος δὲ καὶ ὁ λεγόμενος ἀμφιδέτης πρὸς πάντα εἰσὶν ἀγαθοί, μάλιστα δὲ πρὸς γάμον καὶ κοινωνίαν. κόφινοι δὲ οἰκέτας σημαίνουσιν, ἅμαξαι δὲ τὸν βίον τοῦ ἰδόντος διὰ τὸ ἐκ πολλῶν συγκεῖσθαι καὶ πολλὰ βαστάζειν καὶ ἄλλοτε ἄλλα. [ὅταν μέντοι τις παρὰ τὸν καιρὸν καὶ τὴν ὥραν τοῦ ἔτους τρυγᾶν ἢ θερίζειν ὑπολάβῃ, ἐάν τε ἀγαθὸν ἐάν τε κακὸν ᾖ τὸ συμβουλευόμενον, εἰς ἐκείνην τὴν ὥραν τοῦ ἔτους τὰ σημαινόμενα ὑπερτίθεται.] οὖλοι δὲ καὶ δράγματα καὶ θημῶνες ἀσταχύων παρολκὰς ἐν τοῖς πραττομένοις σημαίνουσι καὶ κόπον· οὐδέπω γὰρ τὰ τοιαῦτα ἕτοιμα εἰς τροφήν ἐστι. σιροὶ δὲ καὶ κάπετοι καὶ πάντα ἐν οἷς θησαυρίζεται καὶ ἀποτίθεται τὰ σπέρματα γυναῖκα σημαίνει καὶ τὸν βίον τοῦ ἰδόντος καὶ τὴν ὕπαρξιν, ὅθεν οὔτε συντριβόμενα οὔτε συμπίπτοντα ἀγαθὰ νενόμισται. θριγκοὶ δὲ καὶ περίβολοι καὶ φραγμοὶ καὶ σκόλοπες καὶ οἱ περὶ τοὺς ὅρους γῦροι τοῖς μὲν φοβουμένοις ἀσφαλείας εἰσὶ σημαντικοί, πρὸς δὲ τὰς κινήσεις καὶ ἀποδημίας οὐ πάντῃ ἁρμόζουσι· κατοχὰς γὰρ σημαίνουσι διὰ τὸ ἀποκεκλεικέναι τὰ ἐντός· πρὸς δὲ τὰς λοιπὰς ἐγχειρήσεις τοὺς παρισταμένους καὶ ἀμύνοντας καὶ συναιρομένους ἐν ταῖς χρείαις σημαίνουσιν.
Ἑξῆς δὲ περὶ δένδρων καὶ φυτῶν ποιήσομαι τὸν λόγον.
[25] Ἐλαία γυναῖκα σημαίνει καὶ ἄθλησιν καὶ ἀρχὴν καὶ ἐλευθερίαν, ὅθεν ἀγαθὸν εὐθαλῆ ὁρᾶν καὶ ταῖς ῥίζαις ἡδρασμένην καὶ καρπὸν ἔχουσαν πεπανὸν καὶ ὥριμον. τρυγώμεναι δὲ αἱ ἐλαῖαι τοῖς μὲν ἄλλοις ἅπασιν ἀγαθαί, δούλοις δὲ πληγὰς μαντεύονται διὰ τὸ μετὰ πληγῶν τὸν καρπὸν αὐτῶν καθαιρεῖσθαι. ἀναλέγειν δὲ χαμόθεν ἐλαίας ἢ τρίβειν ἐλαίας (λέγω δὲ τὸν καρπόν) πόνους καὶ καμάτους σημαίνει.
Δρῦς ἄνδρα σημαίνει πλούσιον διὰ τὸ τρόφιμον ἢ πρεσβύτην διὰ τὸ πολυχρόνιον ἢ χρόνον διὰ ταὐτό.
Δάφνη δὲ γυναῖκα σημαίνει εὔπορον διὰ τὸ ἀειθαλὲς καὶ εὔμορφον διὰ τὸ χάριεν καὶ ἀποδημίαν καὶ φυγὴν καὶ ἀποτυχίαν τῶν προσδοκωμένων διὰ τὴν περὶ τὸ δένδρον ἱστορίαν. ἰατροῖς δὲ καὶ μάντεσι πρὸς τὴν τέχνην ἐστὶ ληπτέα διὰ τὸν Ἀπόλλωνα. Κυπάρισσος δὲ μακροθυμίας καὶ παρολκῆς ἐστι σύμβολον διὰ τὸ μῆκος.
Πίτυς δὲ καὶ στρόβιλος ναυκλήροις μὲν καὶ πᾶσι τοῖς ναυτιλλομένοις πρὸς ναῦν εἰσι ληπτέαι διὰ τὴν κατασκευὴν τῶν νεῶν καὶ τὴν πίσσαν καὶ τὴν ῥητίνην τὴν ἀπὸ τούτων τῶν δένδρων γινομένην. τοῖς δὲ ἄλλοις ἅπασιν ἀηδίας καὶ φυγῆς εἰσι σημαντικαὶ διὰ τὸ φιλήνεμον.
Ῥοαὶ καὶ μηλέαι καὶ ἄπιοι καὶ ἀχράδες καὶ πάντα τὰ τοιαῦτα τὸν αὐτὸν τῷ καρπῷ λόγον ἔχει, ὃν ἐν τῷ περὶ τροφῆς εἴρηκα.
Πλάτανοι καὶ αἴγειροι καὶ πτελέαι καὶ ὀξύαι καὶ μελίαι καὶ πάντα τὰ ὅμοια μόνοις τοῖς ἐπὶ πόλεμον ὁρμῶσι καὶ τεκτονικοῖς συμφέρει. τοῖς μὲν διὰ τὸ ἐξ αὐτῶν γίνεσθαι ὅπλα, τοῖς δὲ διὰ τὴν ἐξ αὐτῶν ἐργασίαν. τοῖς δὲ λοιποῖς διὰ τὸ ἄκαρπον πενίας καὶ ἀπορίας ἐστὶ σημαντικά. μόνη δὲ λεύκη ἀθληταῖς συμφέρει διὰ τὸν Ἡρακλέα.
Πύξοι καὶ μυρρίναι καὶ ῥοδοδάφναι γυναῖκας ἑταιρικὰς καὶ οὐ πάνυ τι κοσμίας σημαίνουσι καὶ τοῖς ἐπὶ τὸ πράττειν ὁρμωμένοις ἀπάτας καὶ τοῖς νοσοῦσιν ἀνάληψιν καὶ ὑγεῖαν· τοῖς δὲ λοιποῖς ματαιοπονίας σύμβολα καθίστανται.
Περὶ δὲ τῶν λοιπῶν δένδρων κατὰ τὰς ὑποθήκας τὰς προειρημένας χρὴ ποιεῖσθαι τὰς κρίσεις παραλαμβάνοντας ἀεὶ τὰ ὅμοια ταῖς ἀποβάσεσι. καὶ γὰρ οὐδὲν ἄλλο ἐστὶν ὀνειροκρισία ἢ ὁμοίου παράθεσις. μεμνῆσθαι δὲ καὶ τοῦτο χρή, ὅτι τὰ μὲν ἀγαθόν τι σημαίνοντα δένδρα θάλλοντα καὶ καρποφοροῦντα ἀγαθὰ ἂν εἴη, αὐαινόμενα δὲ ἢ πρόρριζα ἀνατρεπόμενα ἢ κεραυνούμενα ἢ ἄλλως πυρὶ καταφλεγόμενα τἀναντία σημαίνει· τὰ δὲ πονηρόν τι σημαίνοντα ἐν ταῖς ἀποβάσεσιν αὐαινόμενα καὶ διαφθειρόμενα λυσιτελέστερα καθίσταται.
Ἑξῆς δὲ τῇ γεωργίᾳ ἐπιβάλλον ἂν εἴη καὶ περὶ κόπρου εἰπεῖν.
[26] Κόπρος βοεία γεωργοῖς μόνοις συμφέρει, ὁμοίως καὶ ἡ ἱππεία καὶ ἡ ἄλλη πᾶσα πλὴν ἀνθρωπείας, τοῖς δὲ λοιποῖς δυσθυμίας καὶ βλάβας σημαίνει, μολύνουσα δὲ καὶ νόσον. μόνοις δὲ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις συμφέρει καὶ λυσιτελὴς οὖσα τετήρηται. ἀνθρωπεία δὲ κόπρος πολλὴ ὁρωμένη πολλὰ καὶ διάφορα σημαίνει κακά. ἔχει δὲ ὧδε. ἐν πλατείᾳ καὶ ἐν ἀγορᾷ καὶ ἐν παντὶ δημοσίῳ χωρίῳ ὁρωμένη εἴργει χρῆσθαι τοῖς τόποις, ἐν οἷς ἂν ᾖ, πολλάκις δὲ καὶ προιέναι κωλύει, ὥστ' ἔστιν ὅτε τοὺς παρακούσαντας ταῖς ἑαυτῶν ‹κεφαλαῖς› μεγάλα ἀναμάξαι κακὰ ἐποίησεν. ἄτοπον δ' ἂν εἴη καὶ τὸ μολύνεσθαι κόπρῳ ἀνθρωπείᾳ καταρρεούσῃ ποθέν. οἶδα δέ τινα, ὃς ἔδοξεν ἑταῖρον καὶ συνήθη τινὰ πλούσιον, ὄντα αὐτῷ φίλον, ὄναρ κατὰ τῆς κεφαλῆς κατατιλῆσαι. οὗτος διεδέξατο τὴν οὐσίαν καὶ ἐκληρονόμησε τὸν ἑταῖρον. καὶ πάλιν αὖ ἔδοξέ τις ὑπό τινος γνωρίμου πένητος προστιληθῆναι, καὶ ὑπ' αὐτοῦ μεγάλα ἐβλάβη καὶ αἰσχύνῃ τινὶ μεγάλῃ περιέπεσεν· ἦν γὰρ εἰκὸς τὸν μὲν εὐποροῦντα τὰ ἑαυτοῦ τῷ ἰδόντι προσθήσειν, τὸν δὲ πενόμενον καὶ οὐδὲν ἔχοντα καταλιπεῖν καταφρονήσειν τοῦ ἰδόντος καὶ αἰσχύνῃ περιβαλεῖν αὐτόν. εἰ δὲ αὐτός τις ἑαυτὸν μολύνειν δόξειε κατὰ τῶν σκελῶν ἀφείς, ἑαυτῷ μεγάλων κακῶν αἴτιος ἔσται καὶ προσέτι νοσήσει. πονηρὸν δὲ καὶ τῇ κοίτῃ ἐναφιέναι· μακρὰν γὰρ νόσον μαντεύεται, ἐπειδὴ οἱ μὴ δυνάμενοι ἀναστῆναι καὶ οἱ πρὸς ἐσχάτοις ὄντες ἐναφιᾶσι τῇ κοίτῃ· πολλάκις δὲ καὶ γυναικὸς καὶ ἐρωμένης διίστησι τὸ ὄναρ [αἰτίᾳ τοῦ ἰδόντος καὶ οὐ τῆς γυναικὸς] διὰ τὸ μολῦναι τὴν κοίτην. ἐν ᾧ δέ τις οἰκεῖ οἴκῳ χαμαὶ ἀποπατεῖν μὴ χρήσασθαι ἔτι τῷ οἴκῳ σημαίνει· ἥκιστα γάρ τις τοῖς μολυνομένοις ἐνδιατρίβει. πάντων δ' ἂν εἴη ἐπισφαλέστερον καὶ φοβερώτερον τὸ ἀποπατεῖν ἐν ναῷ θεοῦ ἢ ἐν ἀγορᾷ ἢ ἐν πλατείᾳ ἢ ἐν βαλανείῳ· θεῶν τε γὰρ μῆνιν καὶ μεγάλην ἀσχημοσύνην καὶ ζημίαν οὐ τὴν τυχοῦσαν προαγορεύει, πρὸς δὲ καὶ τὰ κρυπτὰ ἐλέγχει, πολλάκις δὲ καὶ μῖσος ἐργάζεται περὶ τὸν ἰδόντα. ἀποπατεῖν δὲ ἐν κοπρῶνι καθήμενον ἢ ἐπὶ λασάνου στερεοῦ καὶ πολλὰ ἀποκρίνειν σκύβαλα ἀγαθὸν πᾶσι· πολὺν γὰρ κουφισμὸν φροντίδων καὶ πάσης ἀνίας σημαίνει· καὶ γὰρ τὸ σῶμα μετὰ τὸν ἀπόπατον κουφότατον γίνεται. ἀγαθὸν δὲ καὶ πρὸς ἀποδημίαν τὸ τοιοῦτο καὶ πρὸς ἀποδήμου ἀνακομιδὴν διὰ τὸ ὄνομα· ἄφοδος γὰρ καλεῖται. ἐγὼ δὲ ἐτήρησα καὶ τὸ παρ' αἰγιαλῷ ἀποπατεῖν καὶ ἐν ὁδοῖς καὶ ἐν ἀρούραις καὶ ἐν ποταμῷ καὶ ἐν λίμναις λυσιτελὲς ὂν καὶ τὰ αὐτὰ σημαῖνον τῷ δοκεῖν ἐν κοπρῶνι χέζειν, ὀρθῶς καὶ κατὰ λόγον ἀποβαίνοντος τοῦ τοιούτου· οὔτε γὰρ οἱ τόποι οὗτοι ὑπὸ τοῦ ἀποπατοῦντος βλάπτονται, αὐτῷ τε τῷ ἀποπατοῦντι παρέχουσι χωρὶς αἰσχύνης ἀποφορτίσασθαι.
Ἕπεται δὲ τῷ λόγῳ καὶ περὶ ποταμῶν καὶ πηγῶν εἰπεῖν καὶ λίμνης καὶ φρέατος.
[27] Ποταμοὶ καθαρὸν καὶ διειδὲς ἔχοντες ὕδωρ καὶ ἠρέμα ῥέοντες ἀγαθοὶ δούλοις καὶ δικαζομένοις καὶ ἀποδημεῖν προῃρημένοις· ἐοίκασι γὰρ οἱ ποταμοὶ δεσπόταις μὲν καὶ δικασταῖς διὰ τὸ πράττειν ὅσα ἂν βούλωνται ἀνυπευθύνως καὶ κατὰ γνώμην τὴν ἑαυτῶν, ἀποδημίαις δὲ καὶ κινήσεσι διὰ τὸ μὴ μένειν τὸ ὕδωρ ἀλλὰ παραρρεῖν. ἐπειδὰν δὲ θολερὸν καὶ ῥοῶδες ᾖ τὸ ὕδωρ, καὶ τὴν ἀπὸ δεσποτῶν καὶ δικαστῶν ἀπειλὴν σημαίνουσιν οἱ ποταμοὶ καὶ πάσης ἀποδημίας εἴργουσιν. ἐὰν δέ τι καὶ ἁρπάσαντες κτῆμα τοῦ θεωμένου τὸν ὄνειρον ἀποφέρωσιν, ἐκ παντὸς βλάβην ἐπιφέρουσι· μείζονα δὲ τὴν βλάβην ‹καὶ› ἅμα καὶ κίνδυνον σημαίνουσιν [ἐὰν] αὐτὸν συναρπάσαντες τὸν ὁρῶντα, καὶ μάλιστα ἐὰν καὶ εἰς θάλασσαν ἐκβάλωσι. πονηρὸν δὲ καὶ τὸ ἐν ποταμῷ ἑστάναι καὶ περικλύζεσθαι καὶ μὴ δύνασθαι ἐξελθεῖν· οὐ γὰρ ἂν ὑπομείνειέ τις ἐπὶ τῷ τοιούτῳ ὀνείρῳ, καὶ εἰ πάνυ εὔψυχος εἴη, τὰ κακά. χείμαρροι δὲ ποταμοὶ καὶ δικαστὰς σημαίνουσιν ἀγνώμονας καὶ δεσπότας ἀηδεῖς καὶ ὄχλον διὰ τὸ βίαιον καὶ μεγαλόφωνον. ἀγαθὸν δὲ τούτους περᾶν, μάλιστα μὲν τοῖς ποσίν· εἰ δὲ μή, νηξάμενον. εἰ δέ τις διὰ τὸ μὴ δύνασθαι ἀντικρὺς διελθεῖν ὑποστρέφειν ὑπολάβοι, ἄμεινον αὐτῷ ἀφίστασθαι καὶ μηκέτι δικάζεσθαι μηδὲ προσιέναι δεσπότῃ τὸ παρὸν μηδὲ ἐν ὄχλῳ ἀναστρέφεσθαι. νήχεσθαι δὲ ἐν ποταμῷ δοκεῖν ἢ λίμνῃ εἰς ἔσχατον ἐλάσαι κίνδυνον σημαίνει [καὶ μᾶλλον ἐὰν εἰς ποταμὸν νήχηται]· ὅσα γὰρ ἰχθὺς ἐν γῇ πάσχει, τοσαῦτα εἰκὸς καὶ ἄνθρωπον ἐν ὑγρῷ πάσχειν. ἀεὶ δὲ ἄμεινον διανήξασθαι ἢ μεταξὺ κολυμβῶντα διυπνισθῆναι. ποταμὸς εἰς οἰκίαν ῥέων καθαρὸς ἀνδρὸς πλουσίου εἴσοδον εἰς τὴν οἰκίαν μαντεύεται ἐπ' ὠφελείᾳ τῶν ἐνοικούντων, τεταραγμένος δὲ καὶ θολερός, καὶ μάλιστα ἐάν τι σίνηται τῶν ἐν τῇ οἰκίᾳ ὄντων, ἐχθροῦ βίαν σημαίνει, ὃς πολλὰ καὶ τὴν οἰκίαν καὶ τοὺς ἐν αὐτῇ βλάψει. ἐξ οἰκίας δὲ ποταμὸς ἐκρέων πλουσίῳ μὲν ἀνδρὶ καὶ μέγα δυναμένῳ συμφέρει· ἄρξει γὰρ τῆς πόλεως καὶ πολλὰ φιλοτιμούμενος εἰς τὸ δημόσιον ἀναλώσει, πολλοί τε ἐπὶ τὴν οἰκίαν αὐτοῦ φοιτήσουσι δεόμενοι καὶ χρῄζοντες· πάντες γὰρ ποταμοῦ δέονται. πένητι δὲ ἀνδρὶ διαβάλλει τὴν γυναῖκα ἢ τὸν παῖδα ἤ τινα τῶν ἐν τῇ οἰκίᾳ μοιχευόμενον καὶ ἀσχημονοῦντα. ἄλλο δὲ ὕδωρ εἰς οἰκίαν ῥέον θολερὸν μὲν ἐμπιπραμένην τὴν οἰκίαν ὄψεσθαι σημαίνει, τὸ δὲ καθαρὸν κτῆσιν καὶ χρήματα περιβαλεῖσθαι σημαίνει, φρέαρ δὲ ἰδεῖν ἐν τῇ οἰκίᾳ ἢ ἐν ἀγρῷ οὐκ ὂν πρότερον ἀγαθόν· οὐσίας γὰρ ἐπίκτησιν σημαίνει, ἀγάμῳ δὲ καὶ ἄπαιδι γυναῖκα καὶ παῖδας· νύμφαι τε γάρ εἰσιν ἐν τῷ φρέατι καὶ ὥσπερ γυνὴ τὸ φρέαρ τοῖς ἔνδον τὰ ἐπιτήδεια ὧν χρήζουσι παρέχει. ἀγαθὸν δὲ καὶ πλῆρες ἰδεῖν φρέαρ πλημμυροῦντος τοῦ ὕδατος, ὅταν γε μὴ ὑπερχέηται· ἐπεὶ τὸ ὑπερχεόμενον καὶ ῥέον ὕδωρ τοῦ φρέατος τὰ προσγενόμενα ἀγαθὰ καὶ γυναῖκα τε καὶ παῖδας μὴ παραμεῖναι μαντεύεται. τὸ δ' αὐτὸ καὶ ὅταν ἀλλότριοί τινες ἀντλῶσι τὸ φρέαρ. λίμνη δὲ μεγάλη τὰ αὐτὰ τῷ ποταμῷ σημαίνει πλὴν τοῦ κατὰ τὴν ἀποδημίαν· αὕτη γὰρ εἴργει ἀποδημεῖν διὰ τὸ τὸ ὕδωρ ἐν αὐτῇ μὴ ῥέειν ἀλλὰ μένειν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀεί. σύμμετρος δὲ καὶ μικρὰ λίμνη γυναῖκα σημαίνει εὔπορον ‹καὶ› ἀφροδισίοις χαίρουσαν· δέχεται γὰρ τοὺς εἰσβαίνειν βουλομένους καὶ ἡ λίμνη καὶ οὐκ ἀπείργει. [εἴη δ' ἂν ἄριστον καὶ ἐν λίμνῃ ἢ ἐν ποταμῷ πλέειν καὶ μὴ νήχεσθαι.] πηγαὶ δὲ καὶ κρῆναι καὶ πίδακες ὕδατι καθαρῷ πλημμυροῦσαι ἀγαθαὶ πᾶσι μὲν ἐπίσης, μάλιστα δὲ τοῖς νοσοῦσι καὶ τοῖς ἀπόροις. οἷς μὲν γὰρ σωτηρίας οἷς δὲ εὐπορίας εἰσὶ σημαντικαί· οὐδὲν γὰρ οὕτω τρόφιμον ὡς ὕδωρ. αὐαινόμεναι δὲ καὶ μὴ ἔχουσαι ὕδωρ τὰ ἐναντία πᾶσι σημαίνουσιν.
[28] Ἕλη ποιμέσι μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς ἀπραξιῶν ἐστι σημαντικά, καὶ τοῖς ὁδεύουσιν ἐμπόδια γίνεται διὰ τὰς ἐν αὐτοῖς ἀνοδίας. ὄρη δὲ καὶ νάπαι καὶ ἄγκη καὶ φάραγγες καὶ ὕλαι πᾶσι δυσθυμίας καὶ φόβους καὶ ταραχὰς καὶ ἀνεργασίας σημαίνουσι, δούλοις δὲ καὶ κακούργοις βασάνους καὶ πληγὰς καὶ πλουσίοις βλάβας διὰ τὸ κατακόπτεσθαι καὶ ἀεί τι ἀποβάλλειν. ἀεὶ δὲ ἄμεινον ταῦτα διεκπερᾶν καὶ τὰς ἐν αὐτοῖς ὁδοὺς εὑρίσκειν καὶ ἀπὸ τούτων εἰς πεδία κατιέναι καὶ μηκέτι ἐν αὐτοῖς ὄντα διυπνίζεσθαι. οἵας δ' ἂν ὁδοὺς ὁδεύειν τις ὑπολάβῃ, τοιούτῳ χρήσεται τῷ βίῳ· αἱ μὲν γὰρ πλατεῖαι καὶ ὁμαλαὶ καὶ ἐν πεδίῳ οὖσαι πολλὴν εὐμάρειαν ἐν τοῖς πραττομένοις προαγορεύουσιν, αἱ δὲ λεῖαι μὲν ἀνάντεις δὲ μετὰ παρολκῆς καὶ δυσθυμίας σημαίνουσιν ἀνύσειν τὰ προκείμενα, [ἐὰν δέ τις ἐξαναβῇ καὶ ἐπὶ πέρας ἀφῖχθαι νομίσῃ], αἱ δὲ κατάντεις πᾶσίν εἰσιν ἄπρακτοι πλὴν τῶν φοβουμένων καὶ φευγόντων· θᾶττον γὰρ ἀποφυγεῖν προαγορεύουσι· στεναὶ δὲ παντελῶς δυσθυμίας σημαίνουσι.
[29] Δικαστήρια καὶ δικασταὶ καὶ δικολόγοι καὶ νομοδιδάκται πᾶσι ταραχὰς καὶ δυσθυμίας καὶ δαπάνας ἀκαίρους προμαντεύονται καὶ τὰ κρυπτὰ ἐλέγχουσι, τοῖς δὲ νοσοῦσι κρισίμους ἡμέρας προαγορεύουσιν, ἐν αἷς, ἐὰν μὲν κατ' ὄναρ νικῶσιν, ἐπὶ τὸ βέλτιον μεταβαλοῦσιν, ἐὰν δὲ λειφθῶσι κατ' ὄναρ, τεθνήξονται. εἰ δέ τις δίκην ἔχων ὑπολάβοι ἐν τῇ τοῦ δικαστοῦ χώρᾳ καθέζεσθαι, οὐ λειφθήσεται· οὐ γὰρ ὁ δικαστὴς ἑαυτοῦ καταδικάζει, ἀλλ' ἄλλων. πᾶσι δὲ τοῖς δίκην ἔχουσιν ἰατροὶ ὁρώμενοι τὸν ἴσον τοῖς συνηγόροις ἐπέχουσι λόγον.
[30] Βασιλεύειν δοκεῖν τῷ μὲν νοσοῦντι θάνατον προαγορεύει· ἀνυπότακτος γὰρ μόνος ὁ βασιλεύς, ὥσπερ καὶ ὁ ἀποθανών· τῷ δὲ ἐρρωμένῳ τῶν συγγενῶν ἀπώλειαν πάντων καὶ κοινωνῶν χωρισμόν· ἀκοινώνητος γὰρ ἡ βασιλεία. κακούργῳ δὲ δεσμὰ σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει· ἐκφανὴς γὰρ ὁ βασιλεύς ἐστι καὶ ὑπὸ πολλῶν φρουρεῖται. τὸ δὲ αὐτὸ σημαίνει καὶ ἡ βασιλικὴ σκευή, τοῦτ' ἔστι διάδημα καὶ σκῆπτρον καὶ ἁλουργίς. βασιλεύειν πένης ἐὰν δόξῃ, πολλὰ πράξει ἐπιδόξως μέν, ἀκερδῶς δέ. δούλῳ δὲ τὸ βασιλεύειν ἐλευθερίαν προαγορεύει· πάντως γὰρ χρὴ τὸν βασιλέα ἐλεύθερον εἶναι. ἄριστον δὲ φιλοσόφῳ καὶ μάντει τὸ βασιλεύειν· οὐδὲν γὰρ ὑγιοῦς γνώμης ἐλευθεριώτερον οὐδὲ βασιλικώτερον ὑπολαμβάνομεν εἶναι. στρατηγεῖν δὲ τοῖς μὲν ἠθάσιν ἀγαθόν, πένησι δὲ ταραχὰς σημαίνει καὶ περιβοησίας, δούλοις δὲ ἐλευθερίαν. γραμματεύειν δὲ δοκεῖν ἀλλοτρίων καὶ οὐδὲν προσηκόντων σημαίνει φροντίσαι πραγμάτων, ἐξ ὧν κάματος μὲν τῷ ἰδόντι καὶ πόνος ἔσται, ὠφέλεια δὲ οὐδ' ἡτισοῦν. νοσοῦντι δὲ καὶ αὕτη ἡ ἀρχὴ θάνατον προσημαίνει διὰ τὸ προάγειν τὸν γραμματέα. δούλῳ ‹δὲ› οἰκονομίας καὶ πίστεις περιποιεῖ τὸ ὄναρ τοῦτο. ἀστυνομεῖν δὲ ἢ παιδονομεῖν ἢ γυναικονομεῖν φροντίδας καὶ σκυλμοὺς τῷ ἰδόντι περιτίθησι διὰ δημόσια ἢ διὰ παιδία ἢ διὰ γυναῖκας. ἀγορανομεῖν δὲ τοῖς ἐπὶ ἰατρικὴν ὁρμῶσι συμφέρει, καὶ μάλιστα τοῖς διαιτωμένοις διὰ τὸ τροφῆς τὸν ἀγορανόμον προνοεῖσθαι· τοῖς δὲ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαίνει. ἐὰν δὲ καὶ πράγματα ποιῇ καὶ δαπάνας ἀχρήστους, πάντως [δὲ] καὶ ψόγους ἕξει· οὐ γὰρ ἔστιν ἀγορανομοῦντα ἄνευ τούτων διάγειν. ἐπιδόσεις δὲ δημοσίας ἐπιδιδόναι παρ' ἑαυτοῦ τοῖς μὲν νοσοῦσι θάνατον προαγορεύει καὶ τῆς οὐσίας σκορπισμὸν καὶ διάλυσιν, τοῖς δὲ ἐρρωμένοις ταραχὰς καὶ περιβοησίας. μόνοις δὲ τοῖς παντελῶς ἀπόροις ἀγαθόν ἐστι καὶ κερδοφόρον τὸ ὄναρ· οὐ γὰρ ἔστι πολλοῖς ἐπιδιδόναι μὴ οὐχὶ πολλὰ ἔχοντα. ἀγαθὸν δὲ καὶ σκηνικοῖς καὶ θυμελικοῖς καὶ πᾶσι τοῖς εἰς ὄχλον καθιεῖσιν ἑαυτούς· τιμὴν γὰρ πολλὴν [πρὸς τοὺς ὄχλους] κτήσασθαι σημαίνει· εὐφημοῦνται γὰρ οἱ τὰς ἐπιδόσεις διδόντες. διδομένης δὲ ἐπιδόσεως δοκεῖν λαμβάνειν ἀγαθόν, μὴ λαμβάνειν δὲ πονηρὸν πᾶσιν, ἐάν τε δημοσία ἡ ἐπίδοσις ᾖ ἐάν τε ἰδιωτική· θάνατον γὰρ ἄντικρυς προαγορεύει, ἐπεὶ μηκέτι τοῖς ἀποθανοῦσιν ἡ ἐπίδοσις δίδοται. οἶδα δέ τινα εἰς Ὀλύμπια ἀνιόντα ἐπὶ τῷ ἀγωνίσασθαι, ὃς ἔδοξε τοὺς Ἑλλανοδίκας τοῖς ἀθληταῖς διδόναι ἄρτους, αὐτῷ δὲ ὑστερήσαντι μηκέτι ἔχειν ὅ τι δοῦναι. καὶ οἱ μὲν ἄλλοι πάντες ἐδόκουν αὐτὸν οὐ καταλήψεσθαι τὸν ἀγῶνα, ἐμοὶ δὲ δίκαιον ἐδόκει. καὶ δὴ οὕτως ἀπέβη. μετὰ γὰρ τὰς ἀπογραφὰς εὐθέως ἀπέθανεν. οἵα δ' ἂν ἀρχὴ πορφύραν ἢ χρυσὸν τὸν ἄρχοντα ἀναγκάζῃ φορεῖν, ὄλεθρον τοῖς νοσοῦσι σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει. τὸ δὲ ἱερᾶσθαι καὶ ἱερωσύνην παρὰ δήμου λαμβάνειν ἀγαθὸν πᾶσι πλὴν τῶν ἀποκρυπτομένων· ἐπίσημοι γὰρ οἱ ἱερεῖς. οἵου δ' ἂν ὑπολάβῃ τις θεοῦ ἱερεὺς εἶναι, τοιοῦτον αὐτῷ καὶ τὸ ἀγαθὸν ἀποβήσεται ἢ ἀπὸ τοιούτων ἀνδρῶν ἢ γυναικῶν. συστημάτων δὲ ἢ οἰκίας ἄρχειν ἢ ἐπιτροπεύειν πᾶσι σκυλμοὺς καὶ ἀηδίας βιωτικὰς περιτίθησι, πολλάκις δὲ καὶ ζημίας, μάλιστα δὲ τοῖς δοκοῦσι παρ' ἑαυτῶν φιλοτιμεῖσθαι καὶ δεῖπνα ποιεῖν ἢ ἐπιδόσεις διδόναι. πᾶσα δὲ ἱερωσύνη καὶ πᾶσα ἀρχή, ἧς μὴ μέτεστι γυναικί, ἐὰν ὑπολάβῃ γυνὴ ἱερατεύειν ἢ ἄρχειν, θάνατον αὐτῇ προαγορεύει· καὶ πάλιν αὖ πᾶσα ἱερωσύνη καὶ πᾶσα ἀρχή, ἧς μὴ μέτεστιν ἀνδρί [διὰ τὸ ἔθος ἢ νόμον], ἐὰν ἀνὴρ ὑπολάβῃ ἱερατεύειν ἢ ἄρχειν, ὁμοίως αὐτῷ προαγορεύει θάνατον.
[31] Πόλεμος καὶ τὰ πολέμου ἔργα πᾶσι ταραχὰς σημαίνει καὶ δυσθυμίας πλὴν στρατιωτῶν καὶ τῶν ἐξ ὅπλων ἢ ἐν ὅπλοις ἐργαζομένων· τούτοις δὲ εὐπορίαν προαγορεύει. τῶν δὲ ὅπλων τὰ μὲν σκεπαστικὰ πολλὴν ἀσφάλειαν προαγορεύει, οἷον ἀσπὶς καὶ κράνος καὶ θώραξ καὶ κνημῖδες. τὰ δὲ ἑκηβόλα πολλάκις καὶ ἀκουσίων ἁμαρτημάτων αἴτια γίνεται καὶ στάσεως καὶ φιλονεικίας οἷον δόρυ καὶ λόγχη καὶ ἀκόντιον καὶ σφενδόνη. μάχαιρα δὲ καὶ ξίφος τὸν θυμὸν τοῦ ἰδόντος σημαίνουσι καὶ τῶν χειρῶν τὸ ἰσχυρότατον καὶ τῆς γνώμης τὸ τολμηρότατον. ἰδίως δὲ ἡ ἀσπὶς γυναῖκα σημαίνει καὶ ἡ περικεφαλαία· πλουσίαν μὲν καὶ εὔμορφον ἡ πολυτελής, πενιχρὰν δὲ καὶ ἄμορφον ἡ μὴ πολυτελής. στρατολογεῖσθαι δὲ ἢ στρατεύεσθαι τοῖς ὁπωσποτοῦν νοσοῦσι θάνατον σημαίνει· καὶ γὰρ ὁ στρατευσάμενος ἐξ ἰδιωτικοῦ μεταβάλλει τὸν ἑαυτοῦ βίον καὶ ἐν ἄλλαις γίνεται διατριβαῖς τὴν πρώτην καταλιπών. πολλάκις δὲ καὶ πρεσβύταις θάνατον προηγόρευσε, τοῖς δὲ λοιποῖς σκυλμούς τε καὶ ἀηδίας καὶ κινήσεις προαγορεύει καὶ ἀποδημίας. ἀργοῖς δὲ καὶ ἀπόροις πράξεις σημαίνει καὶ ἐργασίας· οὔτε γὰρ ἀργὸς ὁ στρατιώτης οὔτε ἐνδεής ἐστι. δούλοις δὲ ἐν τιμῇ μὲν γενέσθαι σημαίνει, μηδέπω δὲ ἐλευθερωθῆναι· πολλοὶ δὲ καὶ ἐλευθερωθέντες οὐδὲν ἧττον ἐδούλευσάν τε καὶ ὑπετάγησαν· καὶ γὰρ εἰ καὶ ἐλεύθερος ὁ στρατιώτης, οὐδὲν ἧττον ὑπηρετεῖ.
[32] Μονομαχεῖν δὲ δικάσασθαι σημαίνει ἢ ἄλλην τινὰ στάσιν ἢ μάχην μαχέσασθαι. καὶ γὰρ ἡ πυγμὴ μάχη καλεῖται, εἰ καὶ μὴ δι' ὅπλων γίνεται, ἃ δὴ τὰ ἔγγραφα καὶ δίκαια τῶν μαχομένων σημαίνει· ἀεὶ δὲ τὰ μὲν τοῦ φεύγοντος ὅπλα ἐγκληθῆναι σημαίνει, τὰ δὲ τοῦ διώκοντος ἐγκαλέσαι. ἐτήρησα δὲ ἐγὼ πολλάκις καὶ γάμον τὸ τοιοῦτον ὄναρ προαγορεῦσαν γυναικὸς τοιαύτης, οἷα ἄν ‹τις› ᾖ ὅπλα ἔχων ‹ἢ› οἵῳ ἄν τις ὑπολάβῃ πυκτεύειν. ἐπειδὴ δὲ ἄνευ τῶν ὀνομάτων αὐτῶν οὐκ ἂν εἴη σαφῶς παραστῆσαι τὰς ἀποδείξεις, χρήσομαι καὶ τοῖς ὀνόμασιν. οἷον εἰ μὲν θρᾳκὶ πυκτεύοι τις, λήψεται γυναῖκα πλουσίαν ‹καὶ› πανοῦργον καὶ φιλόπρωτον· πλουσίαν μὲν διὰ τὸ κατεσκεπάσθαι τοῖς ὅπλοις, πανοῦργον δὲ διὰ τὸ μὴ ὀρθὸν ἔχειν τὸ ξίφος, φιλόπρωτον δὲ διὰ τὸ ἐπιβαίνειν. εἰ δέ τις μετ' ἀργυρέων ὅπλων πυκτεύοι, λήψεται γυναῖκα εὔμορφον καὶ ἠρέμα πλουσίαν καὶ πιστὴν καὶ οἰκουρὸν καὶ πειθομένην τῷ ἀνδρί· καὶ γὰρ ὑποβαίνει καὶ ἐσκέπασται, καὶ εὐμορφοτέρα ἡ πανοπλία αὕτη τῆς προτέρας. εἰ δὲ σεκούτορι, εὔμορφον μὲν λήψεται γυναῖκα καὶ πλουσίαν, μεγάλα δὲ φρονοῦσαν ἐπὶ τῇ οὐσίᾳ καὶ διὰ τοῦτο καταφρονοῦσαν τοῦ ἀνδρὸς καὶ κακῶν πολλῶν αἰτίαν ἐσομένην· ἀεὶ γὰρ διώκει. εἰ δὲ ῥητιαρίῳ, λήψεται γυναῖκα ἄπορον καὶ ἐρωτικὴν καὶ φοιτάδα ‹καὶ› ῥᾷστα τῷ βουλομένῳ πλησιάζουσαν. ἱππεὺς δὲ τὴν γυναῖκα πλουσίαν μὲν εἶναι λέγει καὶ εὐγενῆ, φρενῶν δὲ οὐ μετέχουσαν. ὁ δὲ ἀσσιδάριος ἀργὴν καὶ μωρὰν εἶναι τὴν γυναῖκα σημαίνει, ὁ δὲ προβοκάτωρ εὔμορφον μὲν καὶ χαρίεσσαν, λαμυρὰν δὲ καὶ ἐρωτικήν. διμάχαιρος δὲ καὶ ὁ λεγόμενος ἀρβήλας ἤτοι φαρμακὸν ἢ ἄλλως κακότροπον ἢ ἄμορφον εἶναι τὴν γυναῖκα σημαίνουσι. ταῦτα οὐ πιθανευόμενος οὐδὲ κατὰ τὸ εἰκὸς συντιθεὶς λόγους γράφω, ἀλλὰ ἀπὸ πείρας τῶν ἑκάστοτε ἀποβαινόντων πολλάκις ἐτήρησα.
[33] Θύειν θεοῖς τὰ νενομισμένα ἑκάστῳ ἀγαθὸν πᾶσιν· ἢ γὰρ τυχόντες ἀγαθῶν ἢ κακὰ φυγόντες ἄνθρωποι θεοῖς θύουσι. τὰ δὲ ἀνόσια ἢ μὴ νενομισμένα ἱερεῖα θύειν θεοῖς μῆνιν τῶν θεῶν οἷς ἔθυσέ τις προαγορεύει. ἄλλους δὲ θύοντας ἰδεῖν πονηρὸν τῷ νοσοῦντι, κἂν Ἀσκληπιῷ θύοντας ἴδῃ, διὰ τὴν τοῦ θυομένου ἱερείου ἀναίρεσιν· θάνατον γὰρ σημαίνει. στεφανοῦν δὲ θεοὺς ἄνθεσι καὶ κλάδοις τοῖς προσήκουσι καὶ νενομισμένοις ὁσίοις εἶναι ἀγαθὸν πᾶσιν, οὐκ ἄνευ μέντοι φροντίδων ἀποβησόμενον. δούλῳ δὲ παραινεῖ τὸ τοιοῦτο πείθεσθαι τῷ δεσπότῃ καὶ τὰ ἐκείνῳ κεχαρισμένα ποιεῖν. ἐκμάσσειν δὲ ἀγάλματα θεῶν ἢ ἀλείφειν ἢ καθαίρειν ἢ σαροῦν τὰ πρὸ τῶν ἀγαλμάτων καὶ ῥαίνειν τὰ περὶ τοὺς ναοὺς ἡμαρτηκέναι τι εἰς αὐτοὺς ἐκείνους τοὺς θεοὺς σημαίνει. οἶδα δέ τινα ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐπιωρκηκότα τοῦτον τὸν θεόν, οὗ ἐδόκει τὸ ἄγαλμα καθαίρειν. καὶ τοῦτο ἦν ὅπερ προηγόρευεν αὐτῷ ὁ ὄνειρος, δεῖν ἱκετεύειν τὸν θεόν. συντρίβειν δὲ θεῶν ἀγάλματα καὶ ἐκβάλλειν τῆς οἰκίας ἱδρυμένα ἔνδον ἢ καταρρίπτειν ναὸν ἤ τι τῶν οὐχ ὁσίων ἐν ναῷ ποιεῖν πονηρὸν ἂν εἴη πᾶσι καὶ περιστάσεις μεγάλας σημαίνει· οἱ γὰρ ἐν μεγάλαις συμφοραῖς γενόμενοι καὶ τῆς πρὸς θεοὺς εὐσεβείας ἀφίστανται. αὐτόματοι δὲ οἱ θεοὶ ἀπαλλασσόμενοι καὶ τὰ ἀγάλματα αὐτῶν συμπίπτοντα θάνατον τῷ ἰδόντι ἤ τινι τῶν αὐτοῦ προαγορεύει. θεοὶ ‹δὲ› θεοῖς θύοντες ἔρημον τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι σημαίνουσιν· ὡς γὰρ οὐκ ὄντων ἀνθρώπων ἑαυτοῖς θύουσι. κινούμενα δὲ τὰ τῶν θεῶν ἀγάλματα πᾶσι φόβους καὶ ταραχὰς σημαίνει πλὴν τῶν δεδεμένων καὶ τῶν ἀποδημεῖν προῃρημένων· τούτων γὰρ οὓς μὲν λυθῆναι σημαίνει, ἵνα εὐκίνητοι γένωνται, οὓς δὲ κινεῖ τῆς ἕδρας καὶ ἐξάγει.
[34] Τῶν θεῶν οἱ μέν εἰσι νοητοὶ οἱ δὲ αἰσθητοί· νοητοὶ μὲν οἱ πλείους, αἰσθητοὶ δὲ ὀλίγοι. δείξει δὲ ἔτι ὁ ἐπιὼν λόγος ἀκριβέστερον. φαμὲν δὲ τῶν θεῶν τοὺς μὲν Ὀλυμπίους εἶναι, οὓς καὶ αἰθερίους καλοῦμεν, τοὺς δὲ οὐρανίους, τοὺς δὲ ἐπιγείους, τοὺς δὲ θαλασσίους καὶ ποταμίους, τοὺς δὲ χθονίους, ‹τοὺς δὲ πέριξ τούτων›. αἰθέριοι μὲν οὖν λέγοιντο ἂν εἰκότως Ζεὺς ‹καὶ› Ἥρα καὶ Ἀφροδίτη ἡ Οὐρανία καὶ Ἄρτεμις καὶ Ἀπόλλων καὶ Πῦρ τὸ αἰθέριον καὶ Ἀθηνᾶ· οὐράνιοι δὲ Ἥλιος καὶ Σελήνη καὶ ἄστρα καὶ νέφη καὶ ἄνεμοι καὶ τὰ ὑπὸ τούτων συνιστάμενα παρήλια καὶ δοκίδες καὶ σέλας καὶ Ἶρις. εἰσὶ δὲ οὗτοι αἰσθητοὶ πάντες. τῶν δὲ ἐπιγείων αἰσθητοὶ μὲν Ἑκάτη καὶ Πὰν καὶ Ἐφιάλτης καὶ Ἀσκληπιός (οὗτος δὲ καὶ νοητὸς ἅμα λέγεται), νοητοὶ δὲ Διόσκοροι καὶ Ἡρακλῆς καὶ Διόνυσος καὶ Ἑρμῆς καὶ Νέμεσις καὶ Ἀφροδίτη ‹ἡ› πάνδημος ‹καὶ Ἥφαιστος› καὶ Τύχη καὶ Πειθὼ καὶ Χάριτες καὶ Ὧραι καὶ Νύμφαι καὶ Ἑστία. θαλάσσιοι δὲ νοητοὶ μὲν Ποσειδῶν καὶ Ἀμφιτρίτη καὶ Νηρεὺς καὶ Νηρηίδες καὶ Λευκοθέα καὶ Φόρκυς, αἰσθητοὶ δὲ αὐτὴ ἡ Θάλασσα καὶ Κύματα καὶ Αἰγιαλοὶ Ποταμαί τε καὶ Λίμναι καὶ Νύμφαι καὶ Ἀχελῷος. χθόνιοι δὲ Πλούτων καὶ Περσεφόνη καὶ Δημήτηρ καὶ Κόρη καὶ Ἴακχος καὶ Σάραπις καὶ Ἶσις καὶ Ἄνουβις καὶ Ἁρποκράτης καὶ Ἑκάτη ‹ἡ› χθονία καὶ Ἐριννύες καὶ Δαίμονες οἱ περὶ τούτους καὶ Φόβος καὶ Δεῖμος, οὓς ἔνιοι Ἄρεως υἱεῖς λέγουσιν. αὐτὸν δὲ τὸν Ἄρη πῇ μὲν ἐν τοῖς ἐπιγείοις πῇ δὲ ἐν τοῖς χθονίοις κατατακτέον. οἱ δὲ πέριξ τούτων Ὠκεανὸς καὶ Τηθὺς καὶ Κρόνος καὶ Τιτᾶνες καὶ Φύσις ἡ τῶν ὅλων. εἰ δέ τινα ‹ἄλλον› προβαίνων ὁ λόγος ὑπομνήσει τῶν θεῶν, οὐ παραλείψομεν τὸν περὶ αὐτοῦ λόγον.
Τούτων δὲ τῶν εἰρημένων θεῶν τοῖς μὲν μέγα δυναμένοις ἀνδράσι καὶ γυναιξὶν οἱ Ὀλύμπιοι συμφέρουσιν ὁρώμενοι, τοῖς δὲ μετρίοις οἱ οὐράνιοι, τοῖς δὲ πένησιν οἱ ἐπίγειοι. οἱ χθόνιοι δὲ ὡς ἐπὶ τὸ πλεῖστον μόνοις τοῖς γεωργοῖς καὶ τοῖς λανθάνειν πειρωμένοις εἰσὶν ἀγαθοί, καὶ οἱ θαλάσσιοι καὶ οἱ ποτάμιοι τοῖς ναυτιλλομένοις καὶ τοῖς ἐξ ὕδατος ἢ δι' ὕδατος ἐργαζομένοις. οἱ δὲ πέριξ τούτων πονηροὶ πᾶσι πλὴν φιλοσόφων ‹καὶ μάντεων›· οὗτοι γὰρ καὶ μέχρι ‹τοῦ› πέρατος τῶν ὅλων τείνουσι τὴν ἑαυτῶν γνώμην.
Περὶ δὲ ἑκάστου αὐτῶν κατ' ἰδίαν εἰπεῖν διδασκαλικώτερον εἶναί μοι δοκεῖ. πρῶτον οὖν περὶ τῶν Ὀλυμπίων ποιήσομαι τὸν λόγον.
[35] Δία ἰδεῖν αὐτὸν ὁποῖον ὑπειλήφαμεν ἢ ἄγαλμα αὐτοῦ [ἐν οὐρανῷ] ἔχον τὴν οἰκείαν σκευὴν ἀγαθὸν ἀνδρὶ βασιλεῖ καὶ πλουσίῳ· κρατύνει γὰρ οὗ μὲν τὴν τύχην οὗ δὲ τὸν πλοῦτον. νοσοῦντι δὲ σωτηρίαν μαντεύεται, καὶ τοῖς λοιποῖς δέ ἐστιν ἀγαθός. ἀεὶ δὲ ἄμεινον ἀτρέμας ἑστῶτα ἢ καθεζόμενον ἐπὶ θρόνου καὶ μὴ κινούμενον τὸν θεὸν ἰδεῖν· εἰ γὰρ κινοῖτο, εἰ μὲν πρὸς ἀνατολάς, ἀγαθὸς ἂν εἴη· εἰ δὲ πρὸς δύσιν, πονηρός, ὥσπερ καὶ ὅταν μὴ τὴν οἰκείαν ἔχῃ σκευήν. ὡς γάρ φησιν ὁ Πανύασις, ἄπρακτα καὶ ἀσθενῆ ἔσεσθαι τοῦ ἰδόντος τὰ πράγματα προαγορεύει.
Ἥρα δὲ γυναιξὶ ‹μὲν› τὰ αὐτὰ τῷ Διὶ σημαίνει, ἀνδράσι δὲ ἥττονα. τὰ δὲ αὐτὰ τῇ Ἥρᾳ καὶ ἡ Ῥέα σημαίνει. Ἄρτεμις τοῖς φοβουμένοις ἀγαθή· διὰ γὰρ τὸ ἀρτεμές, ὅπερ ἐστὶν ὑγιές, ἀφόβους αὐτοὺς διαφυλάττει. καὶ γυναιξὶ τικτούσαις ἀγαθὴ ἡ θεός· Λοχεία γὰρ καλεῖται. κυνηγοῖς δὲ μάλιστα συμφέρει διὰ τὴν Ἀγροτέραν καὶ ἁλιεῦσι διὰ τὴν Λιμνᾶτιν. δραπέτας δὲ καὶ τὰ ἀπολλύμενά φησιν εὑρεθήσεσθαι· οὐδὲν γὰρ τὴν θεὸν διαφεύγει. ἀεὶ δὲ ἡ μὲν Ἀγροτέρα καὶ Ἐλαφηβόλος πρὸς πράξεις ἐπιτηδειοτέρα τῆς κατὰ ἄλλον τρόπον δεδημιουργημένης· τοῖς δὲ ‹τὸν› σεμνότερον ἐπανῃρημένοις βίον ἡ κατεσταλμένη τῷ σχήματι ἀμείνων, οἷον ἡ Ἐφεσία καὶ ἡ Περγαία καὶ ἡ λεγομένη παρὰ Λυκίοις Ἐλευθέρα. οὐδὲν ‹δὲ› διαφέρει τὴν θεὸν ἰδεῖν ὁποίαν ὑπειλήφαμεν ἢ ἄγαλμα αὐτῆς· ἐάν τε γὰρ σάρκινοι οἱ θεοὶ φαίνωνται ἐάν τε ὡς ἀγάλματα ἐξ ὕλης πεποιημένα, τὸν αὐτὸν ἔχουσι λόγον. θᾶττον δὲ καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ σημαίνουσιν αὐτοὶ οἱ θεοὶ ὁρώμενοι ἤπερ τὰ ἀγάλματα αὐτῶν. Ἄρτεμιν γυμνὴν ἰδεῖν κατὰ πάντα τρόπον οὐδενὶ συμφέρει.
Ἀπόλλων μουσικοῖς ἀγαθός· λόγων γὰρ εὑρετὴς ὁ θεὸς καὶ μουσικῆς πάσης· ἀγαθὸς δὲ καὶ ἰατροῖς· Παιήων γὰρ καλεῖται. καὶ μάντεσι καὶ φιλοσόφοις· ἐντελεῖς γὰρ αὐτοὺς καὶ ἐνδόξους ἔσεσθαι προαγορεύει. καὶ τὰ κρυπτὰ ἐλέγχει· ὁ γὰρ αὐτὸς εἶναι νενόμισται τῷ Ἡλίῳ. Ἀπόλλων ὁ Δελφίνιος ἀποδημίας καὶ κινήσεις εἴωθε σημαίνειν.
Ἀθηνᾶ χειροτέχναις ἀγαθὴ διὰ τὴν προσηγορίαν· Ἐργάνη γὰρ καλεῖται. καὶ τοῖς γῆμαι βουλομένοις· σεμνὴν γὰρ καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα μαντεύεται. ἀγαθὴ δὲ καὶ φιλοσόφοις· φρόνησις γὰρ εἶναι νενόμισται ἡ θεός. ὅθεν καὶ ἐξ ἐγκεφάλου γεγεννῆσθαί φασιν αὐτήν. καὶ γεωργοῖς ἀγαθή· τὸν γὰρ αὐτὸν τῇ γῇ λόγον ἔχει, ὥς φασιν οἱ φιλόσοφοι. καὶ τοῖς ἐπὶ πόλεμον ὁρμῶσιν ἀγαθή· τὸν γὰρ αὐτὸν τῷ Ἄρει λόγον ἔχει. γυναιξὶ δὲ ἑταίραις καὶ μοιχευομέναις πονηρά, ἔτι καὶ γυναιξὶ γήμασθαι προῃρημέναις· παρθένος γὰρ ἡ θεός.
Πῦρ τὸ αἰθέριον πᾶσιν ἀγαθόν, μάλιστα δὲ τοῖς νοσοῦσι· σωτηρίας γὰρ αὐτοῖς ἐστι σημεῖον, ἐπεὶ μὴ μέτεστι τούτου τοῖς ἀποθανοῦσι. περὶ δὲ τῶν οὐρανίων ἑξῆς ἐροῦμεν.
[36] Ἥλιος ἀπὸ ἀνατολῆς ἀνίσχων λαμπρὸς καὶ καθαρὸς καὶ καταδυόμενος εἰς δύσιν ἀγαθὸς πᾶσιν· οἷς μὲν γὰρ πράξεις προαγορεύει· ἀνίστησι γὰρ ἐξ ὕπνου καὶ προτρέπεται πράττειν· οἷς δὲ παίδων γονήν· ἡλίους γὰρ καὶ τὰ ἀρσενικὰ τέκνα οἱ γονεῖς ὑποκοριζόμενοι καλοῦσι. δούλους δὲ ἐλευθέρους ποιεῖ· ἥλιον γὰρ καὶ τὴν ἐλευθερίαν καλοῦσιν ἄνθρωποι. τοῖς δὲ λοιποῖς εἰς ἐπίκτησιν ὠφέλιμος. τοὺς δὲ λανθάνειν καὶ ἀποκρύπτεσθαι πειρωμένους βλάπτει· πάντα γὰρ ἐλέγχει καὶ εὐσύνοπτα ποιεῖ. Ἥλιος ἀπὸ δύσεως ἀνατέλλων τὰ κρυπτὰ ἐλέγχει τῶν λεληθέναι δοκούντων, καὶ τὸν νοσοῦντα μετὰ ἀπόγνωσιν ἀνίστησι καὶ τὸν ὀφθαλμιῶντα οὔ φησι τυφλωθήσεσθαι· ἐκ πολλοῦ γὰρ σκότους τὸ φῶς ὄψεται. καὶ τὸν ἀπόδημον ἐπανάγει, καὶ εἰ ἀπεγνωσμένος εἴη. ἀγαθὸς δὲ καὶ τῷ εἰς δύσιν ἀπιέναι προῃρημένῳ· τὴν γὰρ ἐκεῖθεν ἀνακομιδὴν προαγορεύει αὐτῷ. καὶ τῷ ἀπὸ δύσεως προσδεχομένῳ τινά· ἤδη γὰρ αὐτὸν κεκινῆσθαι πρὸς τὴν ἐπάνοδον σημαίνει. τοῖς δὲ λοιποῖς πρὸς πᾶν ἐγχείρημα καὶ πᾶσαν ἐλπίδα ἐναντίος καθίσταται καὶ τὰ κατὰ προαίρεσιν οὐκ ἐᾷ τελεσθῆναι· τούτου γὰρ, ὡς εἰκός, τὴν ἐναντίαν φύσει κινουμένου κίνησιν νοσεῖ καὶ τὸ ὅλον καὶ τὸ ἐπὶ μέρους· πάντως δὲ καὶ ὁ ἰδὼν τὸν ὄνειρον μέρος ἐστὶ τοῦ ὅλου. πρὸς λόγον δὲ τῶν εἰρημένων καὶ τὸν ἀπὸ μεσημβρίας ἢ ἄρκτου ἀνατέλλοντα ἢ εἰς μεσημβρίαν ἢ ἄρκτον δύνοντα κρίνειν χρή. Ἥλιος ἀμαυρὸς ἢ ὕφαιμος ἢ μορμυρωπὸς πᾶσι πονηρὸς καὶ ἄτοπος γίνεται, τοῦτο μὲν ἀπραξίας δηλῶν, τοῦτο δὲ καὶ ‹τοῖς› τέκνοις τοῦ ἰδόντος νόσον ἤ τινα κίνδυνον ἢ τοῖς ὄμμασιν αὐτοῦ νόσον προαγορεύων. τοῖς δὲ λανθάνειν πειρωμένοις καὶ τοῖς φοβουμένοις ἐπιτήδειος τετήρηται· οἱ μὲν γὰρ λήσονται, οἱ δὲ οὐδὲν πείσονται πονηρόν· ἧττον γὰρ ὁ ἀμαυρὸς ἐπικαίει. Ἥλιος εἰς γῆν κατιὼν ἐμπρησμοῦ καὶ πυρκαϊᾶς ἐστι σημεῖον. τὸ δ' αὐτὸ σημαίνει κἂν εἴς τι τῶν οἰκουμένων εἰσίῃ. Ἥλιος ἐπὶ κοίτην τινὸς κατακείμενος καὶ ἀπειλῶν νόσον μεγάλην καὶ φλεγμονὰς προαγορεύει, λέγων δέ τι ἀγαθὸν ἢ δεικνὺς εὐπορίας ἐστὶ σημεῖον, πολλοῖς δὲ καὶ υἱῶν γένεσιν προηγόρευσεν. Ἥλιος ἀφανιζόμενος πᾶσι πονηρὸς πλὴν τῶν λανθάνειν πειρωμένων καὶ τὰ ἀπόρρητα ἐργαζομένων· ὡς δὲ ἐπὶ τὸ πλεῖστον ὀφθαλμῶν πήρωσιν ἔσεσθαι ἢ τέκνων ὄλεθρον προαγορεύει. Ἥλιος οὐχ οἷος ἔστιν ἀλλ' οἷος νενόμισται ἐν ἀνθρώπου ἰδέᾳ βλεπόμενος, σκευὴν ἔχων ἡνιόχου, ἀθληταῖς ἀγαθὸς καὶ τοῖς ἀποδημεῖν ἐπιχειροῦσι καὶ ἁρματηλάταις· νοσοῦσι δὲ ἐπικίνδυνος καὶ ὀλέθριος καθίσταται. ἀεὶ δὲ ἄμεινον Ἡλίου αὐγὴν εἰς οἶκον εἰσιοῦσαν ἤπερ αὐτὸν τὸν Ἥλιον ἰδεῖν· ἡ μὲν γὰρ διὰ τὸ φωτεινότερον ποιεῖν τὸν οἶκον ἐπίκτησιν σημαίνει, ὁ δὲ οὐκ ἂν ὑπομεῖναι τοὺς ἔνδον τὰ δεινά· οὐδὲ γὰρ ἀντιβλέψαι αὐτῷ ἔστιν. οὔτε διδούς τι ὁ Ἥλιος οὔτε ἀφαιρούμενος ἀγαθὸς ἂν εἴη· διδοὺς μὲν γὰρ σημαίνει κινδύνους, ἀφαιρούμενος δὲ ὄλεθρον. ἀεὶ δὲ ἄμεινον ἄγαλμα ἰδεῖν τοῦ θεοῦ τούτου ἐν ναῷ ἱδρυμένον ἑστὸς ἐπὶ βάσεως ἢ αὐτὸν τὸν θεὸν ὁποῖος νενόμισται· καὶ γὰρ τὰ ἀγαθὰ τελειότερα προαγορεύει τὸ τοιοῦτον ὄναρ καὶ τὰ κακὰ ἥττονα. οἷος δέ ἐστι καὶ οἷος βλέπεται ἐν οὐρανῷ φαινόμενος, καὶ οὕτως ἀγαθὸς ἂν εἴη.
Σελήνη γυναῖκα σημαίνει τοῦ ἰδόντος καὶ μητέρα· τροφὸς γὰρ εἶναι νενόμισται. καὶ θυγατέρα καὶ ἀδελφήν· Κόρη γὰρ καλεῖται. καὶ χρήματα καὶ εὐπορίαν καὶ πραγματείαν ψηφίζεται. καὶ πλοῦν· πρὸς γὰρ τὴν ταύτης κίνησιν καὶ οἱ κυβερνῆται ναυτίλλονται. καὶ ἀποδημίαν· ἔστι γὰρ ἀεικίνητος. καὶ τὰ τοῦ ἰδόντος ὄμματα, ὅτι τοῦ ὁρᾶν καὶ αὐτή ἐστιν αἰτία καὶ δέσποινα. κοινὸν γὰρ πάντες οἱ θεοὶ λόγον ἔχουσι πρὸς δεσπότας· οἱ μὲν ἄρσενες πρὸς ἄρσενας αἱ δὲ θήλειαι πρὸς θηλείας· ὀρθῶς γὰρ καὶ τοῦτο τὸ παλαιὸν ἔχει 'τὸ κρατοῦν δύναμιν ἔχει θεοῦ.' ἐὰν μὲν οὖν ἐπὶ τὸ κρεῖττον [καὶ ἥδιον] τρέπηται ἡ Σελήνη, τὴν ἀπὸ τούτων ἢ διὰ τούτων ὠφέλειαν σημαίνει· ἐὰν δὲ ἐπὶ τὸ χεῖρον, τὴν ἀπὸ τούτων ἢ διὰ τούτων βλάβην. ὁμοίως καὶ πλείονες φαινόμεναι Σελῆναι καὶ ἡ οὖσα ὅταν ἀπολείπῃ. τὸ δὲ δοκεῖν ἐν τῇ Σελήνῃ τὴν ἑαυτοῦ εἰκόνα βλέπειν ἄπαιδι μὲν υἱοῦ γένεσιν προαγορεύει, γυναικὶ δὲ ἰδούσῃ θυγατρός· ὄψονται γὰρ ἑκάτερος ὁμοίαν ἑαυτῷ εἰκόνα, τοῦτ' ἔστι τέκνον. ἀγαθὸν δὲ καὶ τραπεζίταις καὶ δανεισταῖς καὶ ἐρανάρχαις· πολλὰ γὰρ πορίσουσιν. ἀγαθὸν δὲ καὶ τοῖς φαίνεσθαι βουλομένοις· τοὺς δὲ ἀποκρυπτομένους ἐλέγχει. νοσοῦντας δὲ καὶ τοὺς πλοϊζομένους ἀναιρεῖ· τοὺς μὲν ὑδρωπιάσαντας, ἐπεὶ φύσει ἐστὶν ὑγρά· τοὺς δὲ ναυαγήσαντας. ὅσα δ' ἂν ἀγαθὰ ὁ Ἥλιος σημαίνῃ, ταῦτα καὶ ἡ Σελήνη. ὁμοίως καὶ ὅσα ἂν κακά, ἀεὶ δὲ ἥττονα· καὶ γὰρ αὕτη ἧττόν ἐστι τοῦ Ἡλίου θερμή. σημαίνει δὲ τὰ ἀποτελέσματα μὴ ἄνευ θηλυκοῦ προσώπου τελεσθῆναι.
Ἀστέρες ὁμοῦ μὲν πάντες λαμπροὶ καὶ καθαροὶ ὁρώμενοι καὶ πρὸς ἀποδημίαν εἰσὶν ἀγαθοὶ καὶ πρὸς ἄλλας πράξεις καὶ πρὸς τὰ ἀπόρρητα· οὐ γὰρ τὸν αὐτὸν ἔχουσι λόγον τῷ Ἡλίῳ ἢ τῇ Σελήνῃ· καὶ γὰρ ἄνευ τούτων ἐκφανεῖς εἰσι, μετὰ δὲ τούτων ἤτοι τέλεον ἀφανεῖς ‹εἰσιν› ἢ καὶ ἀμαυρότεροι φαίνονται. ἰδίᾳ δὲ ἕκαστος ἢ ἀπὸ τοῦ χρώματος ἢ ἀπὸ τοῦ μεγέθους ἢ ἀπὸ τῆς κινήσεως ἢ ἀπὸ τοῦ σχήματος τοῦ κατὰ τὴν κίνησιν κρινέσθω, εἴ γέ τις μὴ διαμαρτάνειν θέλοι. μάλιστα δὲ ἂν ἀπὸ τοῦ ἐν ἀστεροσκοπίᾳ λόγου τὸ τοιοῦτο σαφέστερον γένοιτο. τῶν δὲ ἀστέρων ἕκαστον κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ τὰ ἀποτελέσματα ποιεῖ. οἷον τὰ χειμῶνος αἴτια δυσθυμίας καὶ κινδύνους καὶ ταραχὰς σημαίνει, τὰ δὲ εὐδίας αἴτια εὐπραξίας καὶ εὐημερίας καὶ πορισμόν [σημαίνει]. τὰ δὲ τροπῆς τοῦ καταστήματος αἴτια τὰ ‹μὲν› θερινὰ τὴν ἐπὶ τὰ βελτίονα μεταβολὴν σημαίνει, τὰ δὲ χειμερινὰ τὴν ἐπὶ τὰ χείρονα. ἤδη δὲ αὐτῶν ἔνια καὶ τοῖς μύθοις τοῖς περὶ αὐτὰ τὰς ἀποβάσεις ὁμοίας ἐπιφέρει. περὶ ὧν ἑκάστου λέγειν μακρὸν ἂν εἴη, καὶ ταῦτα τοῦ περὶ αὐτὰ λόγου ἐγνωσμένου πρὸς πάντων τῶν γε μὴ ἀπαιδεύτων. ἀστέρες ἐκλείποντες τοῦ οὐρανοῦ πλουσίοις μὲν πενίαν πολλὴν καὶ ἐρημίαν σημαίνουσιν· ἔοικε γὰρ ὁ μὲν οὐρανὸς τῇ οἰκίᾳ τοῦ ἰδόντος, οἱ δὲ ἀστέρες τοῖς κατὰ τὴν οἰκίαν κτήμασί τε καὶ ἀνθρώποις· πένησι δὲ ὄλεθρον μαντεύονται. μόνοις δὲ ἂν εἴη τὸ τοιοῦτον ὄναρ ἀγαθὸν τοῖς μέγα τι κακὸν βουλομένοις ποιεῖν· ἀνύσουσι γάρ, καὶ εἰ μεγάλοις ἐπιχειροῦσιν. ἤκουσα δέ τινος λέγοντος ὡς ἄρα ἐδόκει τις τοὺς ἀστέρας τοῦ οὐρανοῦ ἐκλελοιπέναι, καὶ φαλακρὸς ἐγένετο· ὃν γὰρ ἔχει λόγον ὁ οὐρανὸς πρὸς τὸν ὅλον κόσμον, τὸν αὐτὸν καὶ ἡ κεφαλὴ πρὸς τὸ σῶμα, καὶ πάλιν ὃν ἔχουσι λόγον οἱ ἀστέρες πρὸς τὸν οὐρανόν, τὸν αὐτὸν καὶ αἱ τρίχες πρὸς τὴν κεφαλήν. οὔτε δὲ καταπίπτοντες εἰς γῆν οἱ ἀστέρες εἰσὶν ἀγαθοὶ (πολλῶν γὰρ ὄλεθρον μαντεύονται, καὶ ἀξιολόγων μὲν ἀνδρῶν οἱ μεγάλοι, λιτῶν δὲ καὶ ἀσήμων οἱ λεπτοὶ καὶ ἀμαυροί) οὔτε τὸ δοκεῖν κλέπτειν ἀστέρας ἀγαθόν· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ἱερόσυλοι ἐπὶ τούτῳ τῷ ὀνείρῳ οἱ ἰδόντες ἐγένοντο. οὐ μὴν ἔλαθόν γε ἀλλὰ ἑάλωσαν· ἔπραξαν μὲν γὰρ ἃ ἐβούλοντο διὰ τὸ καὶ τῶν ἀστέρων κεκρατηκέναι, ἑάλωσαν δὲ διὰ τὸ τοῖς ὑπὲρ ἄνθρωπον ἐπιχειρεῖν. ἀλλὰ μὴν οὐδὲ ἐσθίειν δοκεῖν ἀστέρας ἀγαθὸν οὐδενὶ πλὴν μάντεων καὶ τῶν τὰ οὐράνια διασκεπτομένων· τούτοις γὰρ ἐργασίαν σημαίνει καὶ πολλὴν πρόσκτησιν· τοῖς δὲ λοιποῖς ὄλεθρον μαντεύεται. πονηρὸν δὲ καὶ τὸ ὑπὸ στέγην ἰδεῖν ἀστέρας· ἢ γὰρ τὴν οἰκίαν ἔρημον γενομένην ἀποστεγασθῆναι σημαίνει, ἵνα καὶ ἔνδον οἱ ἀστέρες φαίνωνται, ἢ τὸν ἄρχοντα τῆς οἰκίας ἀποθανεῖν. παρήλιοι δὲ καὶ δοκίδες καὶ σέλας καὶ οἱ λεγόμενοι κομῆται ἀστέρες καὶ οἱ πωγωνίαι τὰ αὐτὰ σημαίνουσιν ἃ καὶ οἱ ὑπὲρ ἀέρα ὁραθέντες εἰώθασι ποιεῖν.
Ἶρις δεξιὰ μὲν ὁρωμένη ἀγαθή, εὐώνυμος δὲ πονηρά. δεξιὰν δὲ καὶ εὐώνυμον οὐ πρὸς τὸν ὁρῶντα χρὴ νοεῖν, ἀλλὰ πρὸς τὸν ἥλιον. ὅπως δ' ἂν φαίνηται, ἀεὶ τοῖς ἐν πενίᾳ πολλῇ ἢ ἄλλῃ τινὶ περιστάσει οὖσιν ἀγαθὴ νομιζέσθω· καὶ γὰρ αὐτὴ τρέπει ἀεὶ τὸ κατάστημα καὶ τὸ περιέχον ἀλλοιοῖ. πᾶσι δὲ τοῖς ἐν περιστάσει οὖσιν ἀγαθαὶ ‹αἱ› τῶν καθεστώτων μεταβολαί.
Νέφη τὰ μὲν λευκὰ εὐπραξίας ἐστὶ σημαντικὰ [ἀπὸ γῆς εἰς οὐρανὸν ἀναφερόμενα ὡς ἐπὶ τὸ πολὺ καὶ ἀποδημίαν σημαίνει καὶ τοὺς ἀποδημοῦντας ἄγει] καὶ τὰ κρυπτὰ ἐλέγχει, τὰ δὲ πυρρὰ ἀπραξίας ἐστὶ σημαντικὰ καὶ τὰ ζοφώδη δυσθυμίας καὶ τὰ μέλανα χειμῶνος ἢ λύπης.
Ἄνεμοι πράως καὶ ἠρέμα πνέοντες ἀγαθοί, λάβροι δὲ καὶ βίαιοι σημαίνουσιν ἀνθρώπους ἀηδεῖς καὶ ἀγνώμονας, λαίλαπες δὲ καὶ οἱ σφοδροὶ ἄνεμοι κινδύνους ἐπιφέρουσι καὶ μεγάλας ταραχάς. χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι οἱ μὲν συννεφῆ ποιοῦντες τὸν ἀέρα πᾶσι μὲν τοῖς ἄλλοις εἰσὶ πονηροί, μόνοις δὲ τοῖς ἀποκρυπτομένοις ἀγαθοί· οἱ δὲ αἰθρίας αἴτιοι τἀναντία σημαίνουσιν. ἀεὶ δὲ τοῖς ἀποδήμους προσδοκῶσιν οἱ ἀπὸ τῶν κλιμάτων ἐκείνων, οὗ εἰσιν οἱ ἀπόδημοι, πνέοντές εἰσιν ἀγαθοί, οἱ δὲ ἐναντίοι κατέχουσι τοὺς ἀποδήμους. ταῦτα μὲν περὶ τῶν οὐρανίων· περὶ δὲ τῶν ἐπιγείων θεῶν ὧδε κρίνειν προσήκει.
[37] Οἱ μὲν αἰσθητοὶ θεοὶ φόβων καὶ κινδύνων καὶ περιστάσεών εἰσι σημαντικοί· καὶ γὰρ μεθ' ἡμέραν ἐπιφερόμενοι τῶν τοιούτων αἴτιοι καθίστανται· σημαίνει δὲ καὶ διάφορα καὶ οὐδὲν ὅμοιον ἀλλήλοις ἕκαστος φαινόμενος. οἷον Ἑκάτην ἰδεῖν τριπρόσωπον ἑστῶσαν ἐπὶ βάσεως κινήσεις καὶ ἀποδημίας σημαίνει· Ἐνοδία γὰρ ἡ θεὸς καλεῖται. μονοπρόσωπον δὲ ἰδεῖν πονηρὸν πᾶσιν, ὡς δὲ ἐπὶ τὸ πλεῖστον ἀπὸ ξένης τὰ δεινὰ ἢ ἀπὸ ξένου ἐσόμενα προαγορεύει. ἀεὶ δὲ τῶν καθεστώτων κινεῖ τὸν ἰδόντα καὶ οὐκ ἐᾷ μένειν ἐν τοῖς αὐτοῖς, οἵα ἂν φαίνηται καὶ ὁποία. κινουμένη δὲ ἡ θεὸς ἢ συναντῶσα κατὰ ‹τὸ› σχῆμα καὶ τὰς ὄψεις†καὶ τὰ ὑπ' αὐτῆς κρατούμενα σημαίνει τὰ ἀποτελέσματα. περὶ ὧν λέγειν οὔτε ὅσιον οὔτε ἀσφαλές· εὔδηλος δὲ ὁ λόγος τοῖς μεμυημένοις τῇ θεῷ, οἱ δὲ ἀμύητοι παρὰ τῶν μεμυημένων μανθανέτωσαν.
Πὰν νομεῦσιν ἀγαθὸς διὰ τὸ νόμιον καὶ κυνηγοῖς διὰ τὸ ἄγριον. τοῖς δὲ λοιποῖς ἀκαταστασίας καὶ θορύβους σημαίνει καὶ ἐφ' οἷς τις μέγα φρονεῖ, ταῦτα αὐτῷ μὴ βέβαια εἶναι· οὐ γὰρ ἀσφαλῶς ὑποκειμένας ἔχει τὰς βάσεις τῶν ποδῶν ὁ θεός. λέγουσι δὲ ἔνιοι ὡς τοῖς περὶ τὸν Διόνυσον τεχνίταις ἐστὶν ἀγαθός.
Ὁ δὲ Ἐφιάλτης ὁ αὐτὸς εἶναι τῷ Πανὶ νενόμισται, διάφορα δὲ σημαίνει· θλίβων μὲν γὰρ καὶ βαρῶν καὶ οὐδὲν ἀποκρινόμενος θλίψεις καὶ στενοχωρίας σημαίνει, ὅ τι δ' ἂν ἀποκρίνηται ἐρωτώμενος, τοῦτό ἐστιν ἀληθές. ἐὰν δέ τι καὶ διδῷ καὶ συνουσιάζῃ, μεγάλας ὠφελείας προαγορεύει, μάλιστα δὲ ὅταν μὴ βαρῇ. ὅ τι δ' ἂν προσιὼν πράξῃ, τοὺς νοσοῦντας ἀνίστησιν· οὐ γὰρ ἀποθανουμένῳ πρόσεισί ποτε ἀνθρώπῳ.
Ἀσκληπιὸς ἱδρυμένος μὲν ἐν ναῷ καὶ ἑστὼς ἐπὶ βάσεως ὁρώμενος καὶ προσκυνούμενος ἀγαθὸς πᾶσι· κινούμενος δὲ ἢ προσιὼν ἢ εἰς οἰκίαν εἰσιὼν νόσον καὶ λοιμὸν μαντεύεται· τότε γὰρ μάλιστα τοῖς ἀνθρώποις δεῖ τοῦ θεοῦ τούτου. τοῖς δὲ ἤδη νοσοῦσι σωτηρίαν προαγορεύει· Παιήων γὰρ ὁ θεὸς λέγεται. ἀεὶ δὲ ὁ Ἀσκληπιὸς τοὺς ἐν ταῖς χρείαις συλλαμβανομένους καὶ τοὺς οἰκονομοῦντας τὸν οἶκον τοῦ ἰδόντος δηλοῖ. ἐν δὲ ταῖς δίκαις συνηγόρους σημαίνει.
Διόσκοροι τοῖς πλοϊζομένοις χειμῶνός εἰσι σημαντικοί, τοῖς δὲ ἐν γῇ οὖσι στάσεων ἢ δικῶν ἢ πολέμου ἢ μεγάλης νόσου. πάντων δὲ τῶν δεινῶν εἰς τέλος ἀζημίους ἀπαλλάττουσι· σωτῆρες γάρ εἰσιν οἱ θεοί.
Ἡρακλέα μὲν ἰδεῖν ‹αὐτὸν› ἢ ἄγαλμα αὐτοῦ πᾶσι τοῖς εὐπροαιρέτως καὶ κατὰ νόμον ζῶσιν ἀγαθόν, καὶ μάλιστα ἐὰν πρός τινων ἀδικῶνται· ἀεὶ γὰρ ὁ θεὸς ὅτε ἦν ἐν ἀνθρώποις ἐπήμυνε τοῖς ἀδικουμένοις καὶ ἐτιμώρει. τοῖς δὲ παρανομοῦσι καὶ τοῖς ἄδικόν τι πράττουσι πονηρὸς ὁ θεὸς διὰ τὸν αὐτὸν λόγον. ἀγαθὸς δὲ τοῖς ἐπὶ ἀγῶνα ἢ δίκην ἢ μάχην τινὰ πορευομένοις· Καλλίνικος γὰρ ὁ θεὸς καλεῖται. τὸ δὲ δοκεῖν συνδιατρίβειν τῷ θεῷ καὶ συμπράττειν τι ἢ τροφῆς τῆς αὐτῆς κοινωνεῖν ἢ σκευὴν τὴν αὐτὴν ἔχειν ἢ παρὰ τοῦ θεοῦ τὴν λεοντῆν ἢ τὸ ῥόπαλον ἢ ἄλλο τι τῶν ὅπλων λαβεῖν πᾶσιν ἄτοπον καὶ πονηρὸν τετήρηται, καὶ διὰ μακρᾶς πείρας τῶν τοιούτων ἦλθον. εὐλόγως δὲ καὶ ὀρθῶς ἀποβαίνει εἰς οὐδὲν ἀγαθὸν τὰ τοιαῦτα· ᾧ γὰρ ὁ θεὸς ἐχρήσατο βίῳ, τούτου τῷ ἰδόντι μεταδίδωσιν· ἐπίπονος δὲ καὶ μοχθηρὸς ἐγένετο ὁ τοῦ θεοῦ βίος. ὅτε ἦν ἐν ἀνθρώποις, καὶ εἰ πάνυ λαμπρὸς ἦν καὶ ἔνδοξος. πολλάκις δὲ καὶ τοιούτοις περιπεσεῖν σημαίνει, οἷς καὶ ὁ θεὸς ‹ὁ› ταῦτα ἔχων ‹τὰ› ὅπλα περιέπεσε.
Διόνυσος τοῖς γεωργοῖς συμφέρει τοῖς τὸν ξυλικὸν καρπὸν γεωργοῦσι, μάλιστα ἀμπέλους· καὶ καπήλοις δὲ καὶ πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. ἀγαθὸς δὲ καὶ τοῖς ἐν περιστάσει τινὶ οὖσι· παῦλαν γὰρ καὶ ἀπαλλαγὴν τῶν δεινῶν σημαίνει δι' αὐτὸ τὸ ὄνομα· ἔστι γὰρ Διόνυσος παρὰ τὸ διανύειν ἕκαστα. τοῖς δὲ ἁβρὸν τὸν βίον ζῶσι καὶ μάλιστα παισὶ ταραχὰς καὶ κινδύνους καὶ ἐπιβουλὰς καὶ περιβοήσεις σημαίνει διὰ τὴν περὶ τὸν θεὸν ἱστορίαν καὶ διὰ τὸν φυσικὸν λόγον ‹τοῦ› Διονύσου· οὐδὲν μέντοι ἧττον καὶ τούτους σώζει καὶ οὐκ ἐᾷ διαφθαρῆναι. ὁδεύουσι δὲ καὶ πλέουσιν ἄντικρυς καὶ διαρρήδην λῃστηρίων προσβολὰς σημαίνει καὶ τραύματα καὶ κατακοπάς. ὁ δὲ χορὸς ὁ περὶ τὸν Διόνυσον, οἷον Βάκχοι καὶ Βάκχαι καὶ Βασσάραι καὶ Σάτυροι καὶ Πᾶνες καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια ὀνόματα καὶ ὁμοῦ πάντες καὶ ἰδίᾳ ἕκαστος μεγάλας ταραχὰς καὶ κινδύνους καὶ περιβοησίας σημαίνουσι πλὴν τοῦ Σειληνοῦ· οὗτος δὲ μόνος ἀγαθὸς ἂν εἴη πᾶσι τοῖς ἐπὶ τὸ πράττειν ὁρμωμένοις καὶ τοῖς φοβουμένοις. χορεύειν δὲ τῷ θεῷ ἢ θυρσοφορεῖν ἢ δενδροφορεῖν ἢ ἄλλο τι τῶν κεχαρισμένων τῷ θεῷ πράττειν πᾶσι πονηρὸν πλὴν δούλων· οἷς μὲν γὰρ διὰ τὴν ἔκστασιν τῶν φρενῶν καὶ τὴν παρακοπὴν ἀφροσύνην καὶ βλάβην προαγορεύει, οἷς δὲ διὰ τὸ ἀνεπίστρεπτον τῶν ἐντυγχανόντων καὶ διὰ τὴν τοῦ θεοῦ προσηγορίαν καὶ εὐχαριστίαν ἐλευθερίας ἐστὶ σημαντικόν.
Ἑρμῆς ἀγαθὸς τοῖς ἐπὶ λόγους ὁρμωμένοις καὶ ἀθληταῖς καὶ παιδοτρίβαις καὶ πᾶσι τοῖς ἐμπορικὸν ‹τὸν› βίον ἔχουσι καὶ ζυγοστάταις διὰ τὸ πάντας τοὺς τοιούτους ἐπίκουρον τὸν θεὸν νομίζειν. καὶ τοῖς ἀποδημεῖν βουλομένοις· πτηνὸν γὰρ ὑπειλήφαμεν εἶναι τὸν θεόν. τοῖς δὲ λοιποῖς ἀκαταστασίας καὶ θορύβους προαγορεύει. νοσοῦντας δὲ ἀναιρεῖ διὰ τὸ ψυχοπομπὸς νενομίσθαι. Ἑρμῆς ὁ τετράγωνος ‹καὶ› σφηνοπώγων φιλολόγοις μόνοις συμφέρει, ὁ δὲ τετράγωνος καὶ ἀγένειος οὐδὲ τούτοις συμφέρει· τὸ γὰρ περικεκομμένον αὐτοῦ τῶν περὶ τὸν ἰδόντα πάντων ὄλεθρον μαντεύεται.
Νέμεσις ἀεὶ τοῖς κατὰ νόμον ζῶσιν ἀγαθὴ καὶ μετρίοις ἀνθρώποις καὶ φιλοσόφοις· τοῖς δὲ παρανομοῦσι καὶ τοῖς ἐπιτιθεμένοις τισὶ καὶ τοῖς μεγάλων ἀρχομένοις πραγμάτων ἐναντία καθίσταται καὶ ἐμπόδιος τῶν ἐπιχειρουμένων· 'νεμεσᾶν' γὰρ καλοῦμεν καὶ τὸ ἐμποδὼν ἵστασθαι τοῖς πραττομένοις κατὰ γνώμην. λέγουσι δέ τινες ὅτι ἡ θεὸς αὕτη τὰ μὲν ἀγαθὰ ἐπὶ τὸ χεῖρον τρέπει, τὰ δὲ κακὰ ἐπὶ τὸ βέλτιον.
Ἀφροδίτη ἡ μὲν πάνδημος ἀγύρταις καὶ καπήλοις καὶ ζυγοστάταις καὶ θυμελικοῖς καὶ ἰατροῖς†καὶ σκηνικοῖς πᾶσι καὶ ἑταίραις ἀγαθή· γυναιξὶ δὲ οἰκοδεσποίναις αἰσχύνην καὶ βλάβην προαγορεύει καὶ τοὺς γῆμαι προῃρημένους κωλύει, ὡς κοινῆς ἐσομένης τῆς γυναικός. ἡ δὲ οὐρανία, περὶ ἧς ἐν τῷ ἔμπροσθεν λόγῳ ἑκὼν παρέλιπον, ἵνα μὴ διασπῷτο ὁ λόγος, τὰ ἐναντία τῇ πανδήμῳ σημαίνει. μάλιστα δὲ ἀγαθὴ πρὸς γάμους καὶ κοινωνίας καὶ πρὸς τέκνων γονάς. συνδυασμῶν γὰρ καὶ ἐπιγονῶν ἐστιν αἰτία. ἀγαθὴ δὲ καὶ γεωργοῖς· φύσις γὰρ καὶ μήτηρ τῶν ὅλων εἶναι νενόμισται. ἀγαθὴ δὲ καὶ μάντεσι· πάσης γὰρ μαντείας καὶ προγνώσεως εὑρέτις εἶναι νενόμισται. Ἀφροδίτη ἡ πελαγία ναυκλήροις καὶ κυβερνήταις καὶ πᾶσι τοῖς ναυτιλλομένοις ἀγαθὴ τετήρηται καὶ πᾶσι τοῖς βουλομένοις ἀποδημεῖν διὰ τὸ τῆς θαλάσσης ἀεικίνητον· τοὺς δὲ ἐν τοῖς αὐτοῖς ἀεὶ μένειν προῃρημένους καὶ μὴ βουλομένους ἀναγκάζει κινεῖσθαι. Ἀφροδίτην ἰδεῖν ἀναδυομένην τοῖς πλέουσι πολὺν χειμῶνα καὶ ναυάγιον ἐσόμενον προαγορεύει· οὐδὲν δὲ ἧττον σώζει καὶ τὰ ἀπηλπισμένα τῶν πραγμάτων τελειοῖ. ἀεὶ δὲ ἀγαθὴ νενόμισται ἡ μέχρι ζώνης τὰ κάτω ἐσκεπασμένα ἔχουσα διὰ ‹τὸ› τοὺς μαζούς, οἵ εἰσι τροφιμώτατοι, γυμνοὺς ἔχειν καὶ ἐπιδείκνυσθαι. ἡ δὲ ὅλη γυμνὴ ἑταίραις μόναις ἀγαθὴ καὶ ἐργασίας σημαντική· πρὸς δὲ τὰ λοιπὰ αἰσχύνην προαγορεύει.
Ἥφαιστος τὰ μὲν αὐτὰ τῷ πυρὶ σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον, μόνον δὲ τὰ κρυπτὰ ἐλέγχει, καὶ μάλιστα μοιχείας διὰ τὴν περὶ αὐτὸν ἱστορίαν. χειρώναξι δέ ἐστιν ἀγαθὸς πᾶσι καὶ τοῖς γῆμαι καὶ κοινωνῆσαι βουλομένοις διὰ τὴν σύμπνοιαν τῶν φυσῶν καὶ τὰ ἑνούμενα σίδηρα.
Τύχη δὲ ἡ μὲν ἐπὶ κυλίνδρου ἑστῶσα πονηρὰ πᾶσι διὰ τὸ τῆς βάσεως ἐπικίνδυνον, ἡ δὲ τὸ πηδάλιον κρατοῦσα κινήσεις προαγορεύει· οὐδεμία γὰρ πηδαλίου χρεία ἄνευ κινήσεως. ἀεὶ δὲ ἀγαθὴ ἢ καθεζομένη ἢ κατακεκλιμένη· τὸ ἀσφαλὲς γὰρ καὶ τὸ βέβαιον διὰ τοῦ σχήματος ἐπιδείκνυσιν. ὅσῳ δ' ἂν πολυτελεστέρα καὶ εὐμορφοτέρα φαίνηται, τοσούτῳ βελτίων νομιζέσθω. λέγουσι δὲ ἔνιοι ὡς ἡ πολυτελὴς καὶ σφόδρα κεκοσμημένη Τύχη, ‹καὶ› μάλιστά γε ὅταν μὴ ὡς ἄγαλμα ἀλλ' ὡς αὐτὴ ἡ Τύχη φαίνηται, πενίας ἐστὶ σημεῖον· ὡς γὰρ εἰκὸς ἑαυτῆς ἐπιμελουμένη ἀμελεῖ τῶν ἀνθρώπων· ἡ δὲ λιτῶς ἔχουσα καὶ ἀμελοῦσα ἑαυτῆς πλοῦτον καὶ τρυφὴν προαγορεύει· φανερὸν γὰρ ὡς οὐχ ἑαυτῆς ἀλλὰ τῶν ἀνθρώπων προνοεῖ. ἐμοὶ δὲ οὐκ εἰκότα λέγειν δοκοῦσιν· ἔστι γὰρ ἡ Τύχη οὐδὲν ἄλλο ἢ αὐτὰ τὰ κτήματα τῶν ἰδόντων.
Πειθὼ δὲ καὶ Χάριτες καὶ Ὧραι καὶ Νύμφαι πρὸς πάντα καὶ πᾶσίν εἰσιν ἀγαθαί, Ἀριστοβούλη δὲ καὶ Εὐνομία τὰ αὐτὰ τῇ Νεμέσει σημαίνουσιν.
Ἑστία αὐτή τε καὶ τὰ ἀγάλματα αὐτῆς πόλεως†μὲν τὴν βουλὴν καὶ τὴν ἐνθήκην σημαίνει τῶν προσόδων, ἰδιώταις δὲ αὐτὸ τὸ ζῆν, ἄρχοντι δὲ καὶ βασιλεῖ τὴν τῆς ἀρχῆς δύναμιν. περὶ δὲ θαλασσίων καὶ ποταμίων θεῶν ἕκαστα ὧδε ἔχει.
[38] Ποσειδῶν καὶ Ἀμφιτρίτη καὶ Νηρεὺς καὶ Νηρηίδες αὐτοί τε ὁρώμενοι καὶ τὰ ἀγάλματα αὐτῶν ἀτάραχοι καὶ μηδὲν πονηρὸν πράττοντες ἢ λέγοντες ἀγαθοί εἰσι πᾶσι τοῖς τὴν θάλασσαν ἐργαζομένοις καὶ τοῖς κινεῖσθαι βουλομένοις, καὶ πρὸς τὰς λοιπὰς ἐγχειρήσεις οὐδὲν ἧττόν εἰσιν ἀγαθοί, πάντων δὲ μάλιστα τοῖς εἰς ὄχλον προϊοῦσι συμφορώτατοι τετήρηνται· κινούμενοι δὲ ἢ ταρασσόμενοι ἢ κακόν τι λέγοντες ἢ δρῶντες ἢ πάσχοντες ἢ ἀπειλοῦντες τὰ ἐναντία τοῖς προειρημένοις σημαίνουσι. πολλάκις δὲ καὶ σεισμὸν καὶ ὄμβρον προηγόρευσαν ἐσόμενον.
Λευκοθέα τοῖς μὲν τὴν θάλασσαν ἐργαζομένοις ἀγαθή, πρὸς δὲ τὰ ἄλλα πονηρὰ καὶ λύπης καὶ πένθους σημαντικὴ διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. Πρωτεὺς δὲ καὶ Γλαῦκος καὶ Φόρκυς καὶ οἱ περὶ τούτους δαίμονες δόλους καὶ ἀπάτας σημαίνουσι διὰ τὸ εὐμετάβολον τῆς ὄψεως. μάντεσι δὲ ἀγαθοί. περὶ δὲ Θαλάσσης καὶ Κυμάτων ἐν τῷ περὶ πλοῦ λόγῳ ἔμπροσθεν ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ ἐπεμνήσθην. Αἰγιαλοὶ δὲ καὶ Ἠιόνες ἐλπίδων εἰσὶ σημαντικοὶ καὶ τοῖς κάμνουσι σωτηρίας· καὶ γὰρ οἱ ἐν μεγάλῳ χειμῶνι γενόμενοι, ἐπὰν ἴδωσιν αἰγιαλόν, ἐν ἡδίσταις ἐλπίσι γίνονται σωτηρίας. Ποταμοὶ δὲ καὶ Λίμναι καὶ Νύμφαι αἱ ἐφυδριάδες ἀγαθοὶ πρὸς παίδων γονήν. ἀκριβέστερον δὲ περὶ αὐτῶν ἐν τῷ ἔμπροσθεν λόγῳ εἴρηκα. Ἀχελῷος δὲ τὰ αὐτὰ τοῖς ποταμοῖς καὶ παντὶ ποτίμῳ ὕδατι σημαίνει καὶ ἰσχυρότερα τὰ ἀποτελέσματα ποιεῖ. ἐπειδὴ δὲ περὶ τούτων κατὰ τὸ ἐνδεχόμενον εἴρηται, λοιπὸν ἂν εἴη περὶ χθονίων θεῶν εἰπεῖν καὶ τῶν πέριξ ‹τούτων›.
[39] Πλούτων καὶ Περσεφόνη τοῖς φοβουμένοις εἰσὶν ἀγαθοί· ἄρχουσι γὰρ τῶν οὐκέτι φοβουμένων· ἀγαθοὶ δὲ καὶ πένησι· πλοῦτον γὰρ καὶ πρόσκτησιν σημαίνουσι διὰ τὸ ἀνενδεὲς τῶν ὑποτεταγμένων αὐτοῖς· ἀγαθοὶ δὲ καὶ τοῖς γῆν πρίασθαι βουλομένοις καὶ τοῖς ἐπὶ τὸ ἄρχειν ὁρμωμένοις· πολλῶν γὰρ ἄρχουσιν οἱ θεοὶ οὗτοι. καὶ πρὸς τὰς μυστικὰς ‹δὲ› καὶ ἀπορρήτους χρείας ἀγαθοὶ τετήρηνται. πράττοντες δέ τι δεινὸν ἢ ἀπειλοῦντες τὰ ἐναντία σημαίνουσι.
Δημήτηρ δὲ καὶ Κόρη καὶ ὁ λεγόμενος Ἴακχος τοῖς μεμυημένοις ταῖς θεαῖς ἀγαθόν τι καὶ οὐ τὸ τυχὸν ἐσόμενον σημαίνουσι· τοῖς δὲ ἀμυήτοις πρότερόν τινα φόβον καὶ κίνδυνον ἐπάγουσιν, εἶτα δὲ οὐδὲν ἧττον τελειοῦσι καὶ τὸ ἀγαθόν. γεωργοῖς δὲ καὶ τοῖς κτήσασθαι γῆν προῃρημένοις ἀγαθαί· κρατήσειν γὰρ τῆς γῆς καὶ δεσπόσειν προσημαίνουσι. καὶ τοὺς νοσοῦντας ἀνιστᾶσι καὶ σώζουσι· καρπῶν γάρ εἰσιν ἀνθρώποις χρησίμων αἴτιαι, ὧν τοῖς ἀποθανοῦσιν οὐ μέτεστιν. ἔτι καὶ τὴν Δήμητρα τῇ γῇ τὸν αὐτὸν ἔχειν λόγον φασὶν οἱ σοφοί· ζείδωρος γὰρ ἡ γῆ καὶ φερέσβιος καλεῖται καὶ βιόδωρος. ἀγαθὴ δ' ἂν εἴη καὶ πρὸς γάμον καὶ πρὸς τὰς ἄλλας ἐγχειρήσεις πάσας κατ' ἰδίαν ὁρωμένη ἡ Δημήτηρ, οὐκέτι δὲ ἡ Κόρη διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. αὕτη δὲ πολλάκις καὶ τοῖς ὀφθαλμοῖς τοῦ ἰδόντος κίνδυνον ἐπήνεγκε διὰ τὸ ὄνομα· κόρη γὰρ καλεῖται καὶ ἡ γλήνη ἡ ἐν τῷ ὀφθαλμῷ.
Σάραπις καὶ Ἶσις καὶ Ἄνουβις καὶ Ἁρποκράτης αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τὰ μυστήρια καὶ πᾶς ὁ περὶ αὐτῶν λόγος καὶ τῶν τούτοις συννάων τε καὶ συμβώμων θεῶν ταραχὰς καὶ κινδύνους καὶ ἀπειλὰς καὶ περιστάσεις σημαίνουσιν, ἐξ ὧν καὶ παρὰ προσδοκίαν καὶ παρὰ τὰς ἐλπίδας σώζουσιν· ἀεὶ γὰρ σωτῆρες ‹εἶναι› νενομισμένοι εἰσὶν οἱ θεοὶ τῶν εἰς πάντα ἀφιγμένων καὶ ‹εἰς› ἔσχατον ἐλθόντων κίνδυνον, τοὺς δὲ ἤδη ἐν τοῖς τοιούτοις ὄντας αὐτίκα μάλα σώζουσιν. ἐξαιρέτως δὲ τὰ μυστήρια αὐτῶν πένθους ἐστὶ σημαντικά· καὶ γὰρ εἰ ‹καὶ› ὁ φυσικὸς αὐτῶν λόγος ἄλλο τι περιέχει, ὅ γε μυθικὸς καὶ ὁ κατὰ τὴν ἱστορίαν τοῦτο δείκνυσιν·
Ἑκάτη ‹ἡ› χθονία καὶ Ἐριννύες καὶ Δαίμονες οἱ περὶ τούτους φοβεροὶ καὶ τοῖς δικαιοπραγοῦσι, τοὺς δὲ παρανομοῦντας καὶ τοὺς ἐπιτιθεμένους τισὶ διαφθείρουσι. τὰ ‹δ'› αὐτὰ τούτοις καὶ ἡ λεγομένη Μήτηρ θεῶν ‹σημαίνει›. αὕτη καὶ θορύβους καὶ πένθη καθ' ἑαυτὴν ὁρωμένη προαγορεύει καὶ τὰ κρυπτὰ ἐλέγχει, γεωργοῖς δέ ἐστιν ἀγαθή· γῆ γὰρ εἶναι νενόμισται.
Δεῖμος καὶ Φόβος Ἄρεος υἱοὶ καὶ αὐτὸς δὲ ὁ Ἄρης στρατηγοῖς καὶ στρατιώταις καὶ μονομάχοις καὶ λῃσταῖς καὶ κυβευταῖς πᾶσι συμφέρουσι. τοῖς δὲ λοιποῖς μάχας καὶ βλάβας σημαίνουσι· τούτων γάρ εἰσιν αἴτιοι.
Ὠκεανὸς καὶ Τηθὺς φιλοσόφοις καὶ μάντεσι μόνοις ἀγαθοί, καθὼς ἤδη εἴρηται· τοῖς δὲ λοιποῖς λύπας ἐπιφέρουσιν πλὴν τῶν παρὰ τῷ Ὠκεανῷ ἀναστρεφομένων.
Κρόνος καὶ Τιτᾶνες κακούργοις μὲν δεσμὰ σημαίνουσι καὶ τοὺς ἐπιτιθεμένους τισὶ κωλύουσιν ἀνύσαι, πρὸς δὲ τὰ λάθρᾳ πρασσόμενά εἰσιν ἀγαθοί. οὔτε δὲ γαμεῖν ἐπιτρέπουσιν οὔτε παῖδας ἐσομένους προαγορεύουσιν.
Ἡ δὲ τῶν ὅλων Φύσις καὶ Εἱμαρμένη καὶ Πρόνοια καὶ εἴ τι ἄλλο ‹ὄνομα› τούτοις ἰσοδυναμεῖ, πᾶσιν ἀγαθὰ προαγορεύουσι πλὴν τῶν νοσούντων· τούτους δὲ ἀναιροῦσιν, ἐὰν μὴ εὔφημά τινα λέγωσι. κοινὸν δὲ λόγον ἔχουσιν οἱ θεοὶ καὶ τὰ ἀγάλματα αὐτῶν. τούτων δὲ τὰ μὲν ἐξ ὕλης πεποιημένα στερεᾶς τε καὶ ἀσήπτου ἀγαθὰ ἂν εἴη, οἷον τὰ ‹ἐκ› χρυσοῦ πεποιημένα ἢ ἀργύρου ἢ χαλκοῦ ἢ ἐλέφαντος ἢ λίθου ἢ ἠλέκτρου ἢ ἐβένου· τὰ δὲ ἐξ ὕλης ἄλλης πεποιημένα ἀγάλματα ἧττον ἂν εἴη ἀγαθά, πολλάκις δὲ καὶ ‹κακά, οἷον› τὰ γήινα ‹καὶ› ὀστράκινα καὶ πήλινα καὶ κήρινα ‹καὶ› γραπτὰ καὶ τὰ ὅμοια. ἔτι καὶ τοῦτο. ὅσοι ἀγαθὰ σημαίνουσιν, αὐτοί τε καὶ τὰ ἀγάλματα ‹αὐτῶν›, ἀγαθὸν ἂν εἴη μήτε συντριβόμενα ἰδεῖν μήτε κατασσόμενα τὰ ἀγάλματα αὐτῶν· ‹ὅσοι δὲ κακὰ σημαίνουσιν, αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν›, ἀφανιζόμενα ἰδεῖν ἀγαθὸν ἂν εἴη τὰ ἀγάλματα αὐτῶν.
[40] Περὶ δὲ Ἡρώων καὶ Δαιμόνων τί δεῖ λέγειν; τὰ γὰρ αὐτὰ τοῖς θεοῖς σημαίνουσι καὶ ἀγαθὰ καὶ κακά, ἥττονα δὲ τῇ δυνάμει. μεμνῆσθαι δὲ χρὴ ὅτι ἕκαστον αὐτῶν τὴν οἰκείαν σκευὴν ἔχειν χρὴ καὶ μὴ διαλλάσσειν μηδὲ ἀποβάλλειν μηδὲ ἁπλῶς ἑστάναι μηδὲ ἄνευ ὅπλων εἶναι τῶν νενομισμένων, ἐπεὶ ὅ τι ἂν σημαίνωσιν, ἐάν τε ἀγαθὸν ἐάν τε κακόν, ἐξαπατῶσι καὶ ψεύδονται.
[41] Γῆ κινουμένη τὰ πράγματα καὶ τὸν βίον τοῦ ἰδόντος κινηθήσεσθαι σημαίνει, χάσματα δὲ καὶ σεισμοὶ καὶ συμπτώσεις πάντας ἀνθρώπους ἀδικοῦσι καὶ διαφθείρουσιν αὐτοὺς ἢ τὰ ὑπάρχοντα αὐτῶν. μόνοις δὲ τοῖς ἀποδημεῖν προῃρημένοις καὶ τοῖς καταχρέοις αἴσια καὶ δεξιὰ πάντα τὰ τοιαῦτα τετήρηται· τὰ γὰρ διαλυόμενα καὶ συμπίπτοντα οὐκέτι κατέχει ἐν τῇ προτέρᾳ χώρᾳ τοὺς ἰδόντας, ὅθεν καὶ δανείων καὶ δεσμῶν ἀπαλλάττει.
Περὶ δὲ τῶν παραλελειμμένων ἐπ' ἀμφοτέραις ταῖς βίβλοις περισσὸν μὲν λέγειν, ἐπειδὴ ἀπὸ τῶν γεγραμμένων κατὰ τὸ ὅμοιον τὰ ἄγραφα τεκμαίρεσθαι χρή· ὅμως δέ τι εἰρήσεται περὶ αὐτῶν.
[42] Κλίμαξ ἀποδημίας ἐστὶ σημαντικὴ καὶ μεταβάσεως, οἱ δὲ βαθμοὶ αὐτῆς καὶ προκοπὴν σημαίνουσι. λέγουσι δὲ ἔνιοι ὅτι καὶ κίνδυνον σημαίνουσι.
Τάγηνον δὲ ζημίαν σημαίνει καὶ γυναῖκα λίχνον.
Μύλος δὲ ταχεῖαν τῶν σκληρῶν καὶ πονηρῶν πραγμάτων λύσιν καὶ πιστὸν θεράποντα σημαίνει.
Ὅλμος γυναῖκα σημαίνει, ὕπερον δὲ ἄνδρα.
Ἀλεκτρυὼν ἐν μὲν πένητος οἰκίᾳ τὸν οἰκοδεσπότην, ἐν δὲ πλουσίου τὸν οἰκονόμον σημαίνει διὰ τὸ ἀνιστᾶν τοὺς ἔνδον ἐπὶ τὰ ἔργα.
[43] Ὠιὰ δὲ ἰατροῖς καὶ ζωγράφοις καὶ τοῖς ἀπ' αὐτῶν ποριζομένοις συμφέρει· τοῖς δὲ λοιποῖς τὰ μὲν ὀλίγα κέρδους ἐστὶ σημαντικὰ διὰ τὸ τρόφιμον, τὰ δὲ πολλὰ φροντίδος καὶ ἀνίας, πολλάκις δὲ καὶ δικῶν, ὅτι τὰ ἐξ αὐτῶν γεννώμενα δι' ὅλου σκαλεύει καὶ τὰ κεκρυμμένα ἐρευνᾷ.
Ψιλοῦσθαι καὶ πιττοῦσθαι βλάβας καὶ ζημίας σημαίνει.
[44] Ἔτι καὶ τοῦτο. μεμνῆσθαι χρὴ ὅτι ὅσα τεράστιά ἐστι καὶ οὐδαμῶς ἐνδεχόμενα καὶ λόγον οὐκ ἔχοντα μεθ' ἡμέραν γενέσθαι, ὡς Ἱπποκένταυρος καὶ Σκύλλα καὶ τὰ ὅμοια, ψευδεῖς τὰς ἐλπίδας καὶ ἀτελέστους ποιεῖ.
Φαίνονται δὲ οἱ θεοὶ ἐν ἀνθρώπων ἰδέᾳ τε καὶ μορφῇ, ἐπειδὴ νενομίκαμεν αὐτοὺς τὰ εἴδη ἡμῖν ἐοικέναι. κανονίζειν οὖν χρὴ τοὺς ἀγνοουμένους θεούς τε καὶ θεὰς ἀπὸ ἡλικίας ἢ ἀπὸ τῶν ἐκτὸς ἢ ἀπὸ τεχνῶν οὕτως. ἀπὸ μὲν ἡλικίας. οἷον παιδάριον ὀφθὲν καιρὸν σημαίνει τὸν μέλλοντα, νεανίσκος δὲ τὸν ἐνεστῶτα. καὶ πάλιν μειράκιον νέον τὸν Ἑρμῆν, νεανίσκος δὲ τὸν Ἡρακλέα, ἀνὴρ δὲ τὸν Δία, πρεσβύτης δὲ τὸν Κρόνον, δύο μειράκια τοὺς Διοσκόρους, παρθένος Ἐλπίδα ἢ Ἄρτεμιν ἢ Ἀθηνᾶν· Ἐλπίδα μὲν γελῶσα, Ἄρτεμιν δὲ σεμνοπροσωποῦσα, Ἀθηνᾶν δὲ γοργὸν ἐμβλέπουσα. γυνὴ δὲ νέα Τύχην, πρεσβῦτις δὲ Ἑστίαν· τρεῖς γυναῖκες Μοίρας, ὅταν ὦσιν ἐνδεδυμέναι· γυμναὶ δὲ Ὥρας, λουόμεναι δὲ Νύμφας. ἀπὸ δὲ τῶν ἐκτός. οἱ θεοὶ ἔχουσι παράσημα. οἱ τὰ αὐτὰ ἔχοντες,†ἵνα μὴ καθ' ἕκαστον λέγω, εὐσήμου ὄντος τοῦ λόγου, τοὺς θεοὺς τούτους σημαίνουσιν. ἀπὸ δὲ τεχνῶν. οἱ τὰς ἐπωνύμους τοῖς θεοῖς τέχνας ἔχοντες τοὺς τῶν τεχνῶν προϊσταμένους θεοὺς σημαίνουσιν.
Ὀνείρους δὲ ἀποβεβηκότας καὶ τὰς ἀποβάσεις αὐτῶν οὐκ ἐνεδέχετο γράφειν ἐν τέχνῃ ὀνειροκριτικῇ καὶ ὑποθήκαις θεωρημάτων. οὐδέ μοι πιθανὰ ἐδόκει ταῦτα, καίτοι Γεμίνου τοῦ Τυρίου καὶ Δημητρίου τοῦ Φαληρέως καὶ Ἀρτέμωνος τοῦ Μιλησίου τοῦ μὲν ἐν τρισὶ βιβλίοις τοῦ δὲ ἐν πέντε τοῦ δὲ ἐν εἰκοσιδύο πολλοὺς ὀνείρους ἀναγραψαμένων καὶ μάλιστα συνταγὰς καὶ θεραπείας τὰς ὑπὸ Σαράπιδος δοθείσας.
[45] Ἔτι καὶ πινακὶς γυναῖκα σημαίνει διὰ τὸ τύπους παντοδαποὺς γραμμάτων ἐπιδέχεσθαι. 'τύπους' δὲ ἐν τῇ συνηθείᾳ καὶ τὰ τέκνα καλοῦμεν.
Βιβλίον τὸν βίον τοῦ ἰδόντος σημαίνει· (διέρχονται γὰρ τὰ βιβλία οἱ ἄνθρωποι ὥσπερ καὶ τὸν βίον) καὶ παλαιῶν πραγμάτων ὑπόμνησιν, ἐπειδὴ τὰ πάλαι πραχθέντα τοῖς βιβλίοις ἐγγέγραπται. ἐσθίειν δὲ βιβλία παιδευταῖς καὶ σοφισταῖς καὶ πᾶσι τοῖς ἀπὸ λόγων ἢ βιβλίων ποριζομένοις συμφέρει· τοῖς δὲ λοιποῖς θάνατον σύντομον προαγορεύει.
[46] Πέρδικες καὶ ἄνδρας καὶ γυναῖκας σημαίνουσιν, ὡς δὲ ἐπὶ τὸ πλεῖστον γυναῖκας [μᾶλλον] ἀθέους καὶ ἀσεβεῖς οὐδέ ποτε τοῖς τρέφουσιν εὐνοούσας· καὶ γὰρ δυστιθάσευτοί εἰσι καὶ ποικίλοι καὶ μόνοι τῶν ὀρνίθων θεῶν σέβας οὐκ ἔχουσι.
[47] Πέδαι κατοχῆς καὶ ἐμποδισμοῦ εἰσι σημαντικαὶ καὶ νόσου διὰ τὸ καθεκτικόν. δούλοις δὲ πίστεις μεγάλας προαγορεύουσιν, ὧν ἀχώριστοι ἔσονται· καὶ γάμον ἀγάμοις καὶ τέκνα τοῖς οὐκ ἔχουσιν. ἀπὸ δὲ τῆς ὕλης αὐτῶν τὸ πολυτελὲς τοῦ γάμου ἔστι τεκμήρασθαι.
[48] Παίειν τούτους μόνον ἐστὶν ἀγαθόν, ὧν ἄρχει τις, πλὴν γυναικός· αὕτη γὰρ εἰ παίοιτο, μοιχεύεται. οἱ δὲ λοιποὶ ἐπ' ὠφελείᾳ τοῦ παίοντος τὰς πληγὰς λαμβάνουσιν. ὧν δέ τις οὐκ ἄρχει, τούτους παίειν οὐκ ἀγαθόν· ζημίαν γὰρ διὰ τὸν νόμον προαγορεύει. παίεσθαι δὲ οὐκ ἀγαθὸν μήτε ὑπὸ θεῶν μήτε ὑπὸ νεκρῶν μήτε ὑπὸ τῶν ὑποτασσομένων, ἀλλ' ὑπὸ τῶν λοιπῶν. ἀεὶ δὲ ἀγαθὸν ξύλοις ἢ χερσὶ παίεσθαι, πονηρὸν δὲ ἱμάντι διὰ τοὺς μώλωπας καὶ καλάμῳ διὰ τὸν ψόφον [καὶ νάρθηκι ἐπειδὴ ψοφῶδές ἐστι τὸ ξύλον]. ὁπόθεν δὲ οἱ παιόμενοι λαμβάνουσι τὰς πληγάς, ἐντεῦθεν τὰς ὠφελείας συμβέβηκε γίνεσθαι. [παρὰ τὸ λαμβάνειν. ἐγὼ δὲ ἐτήρησα καὶ τοῦτο ἐπ' ἐμαυτοῦ συμβάν. ποτὲ γὰρ δόξας ὑπὸ τῆς ἐμαυτοῦ γυναικὸς ἐν ὕπνοις ὑβρίζεσθαι, τῇ ἡμέρᾳ ἐκείνῃ ἀκαταθυμίου τινός μοι ὑπαντήσαντος ἐταράχθην καὶ ἐδυσφόρησα καὶ οὐκ ἦν ἀπεοικὸς τὸν ὑπὸ προσώπου ὑποτεταγμένου καὶ ὑφ' οὗ τιμᾶσθαι ὀφείλει ὑβρισθέντα μὴ ἀηδισθῆναι ἢ λυπηθῆναι ἐν πράγματι.]
[49] Ἀποθανεῖν δοκεῖν καὶ ἐκκομισθῆναι καὶ κατορυγῆναι δούλῳ μὲν οὐκ ὄντι ἐν πίστει ἐλευθερίαν προαγορεύει· ἀδέσποτος γὰρ ὁ ἀποθανὼν καὶ πέπαυται κάμνων καὶ ὑπηρετῶν· τὸν δὲ ἐν πίστει ὄντα δοῦλον παραιρεῖται τῆς πίστεως ὁ θάνατος. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει· τέλη μὲν γὰρ ἀμφότερα τοῖς ἀνθρώποις εἶναι νενόμισται καὶ ὁ γάμος καὶ ὁ θάνατος, ἀεὶ δὲ δείκνυνται ὑπ' ἀλλήλων. ὅθεν καὶ τοῖς νοσοῦσι τὸ γαμεῖν θάνατον προαγορεύει· καὶ γὰρ τὰ αὐτὰ ἀμφοτέροις συμβαίνει, τῷ τε γαμοῦντι καὶ τῷ ἀποθανόντι, οἷον παραπομπὴ φίλων ἀνδρῶν τε καὶ γυναικῶν καὶ στέφανοι καὶ ἀρώματα καὶ μύρα καὶ συγγραφὴ κτημάτων. τὸν δὲ γεγαμηκότα διίστησι τῆς γυναικὸς ὁ θάνατος, καὶ κοινωνοὺς δὲ καὶ φίλους καὶ ἀδελφοὺς διαλύει καὶ διίστησιν ἀλλήλων· οἱ γὰρ ἀποθανόντες τοῖς ζῶσιν οὐ συναναστρέφονται, οὐδ' αὖ οἱ ζῶντες τοῖς ἀποθανοῦσι. τὸν δὲ ἐν τῇ οἰκείᾳ ὄντα ἐπὶ ξένην ἄγει διὰ τὸ μὴ τὸν ἀποθανόντα ἐν τοῖς αὐτοῖς ἔτι μένειν, τὸν δὲ ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἄγει· καὶ γὰρ ὁ ἀποθανὼν εἰς τὴν γῆν κατατίθεται, ἥτις ἐστὶ κοινὴ πάντων πατρίς. ἀθλητὰς δὲ ἱερονίκας ὁ θάνατος ποιεῖ· τέλειοι γὰρ οἱ ἀποθανόντες ὡς καὶ οἱ νικήσαντες. ἀγαθὸν δὲ καὶ φιλολόγοις τὸ ἀποθανεῖν καὶ πατράσι· μνημεῖα γὰρ ἕξουσιν οἱ μὲν τοὺς παῖδας, οἱ δὲ τῆς ἑαυτῶν σοφίας τὰ συγγράμματα. ἀγαθὸν δὲ τὸν θάνατον ἐτήρησα καὶ τοῖς λυπουμένοις καὶ τοῖς φοβουμένοις (ἄφοβοι γὰρ καὶ ἄλυποι οἱ ἀποθανόντες) καὶ τοῖς περὶ γῆς δίκην ἔχουσι καὶ τοῖς βουλομένοις γῆν πρίασθαι· γῆς γὰρ δεσπόται οἱ ἀποθανόντες. ἐν δὲ ταῖς ἄλλαις δίκαις πονηρὸν τὸ ἀποθανεῖν· ἄπρακτοι γὰρ οἱ ἀποθανόντες καὶ ἐν τῇ τῶν ζώντων ἐξουσίᾳ διακείμενοι. εἰ δέ τις νοσῶν ἢ ἀλγῶν τι δόξειε τεθνάναι, ἄπονος ἔσται καὶ ἄνοσος· καὶ γὰρ οἱ ἀποθανόντες. οὐδὲν ‹δὲ› διαφέρει ἢ αὐτὸ μόνον δοκεῖν ἀποθανεῖν ἢ ἐκκομισθῆναι ἢ ταφῆναι. ζῶντα δὲ θάπτεσθαι δοκεῖν οὐδενὶ συμφέρει· ὡς γὰρ ἐπὶ τὸ πολὺ εἱρκτὴν καὶ δεσμὰ σημαίνει. ὅ τι δ' ἂν σημαίνῃ ἀγαθὸν ἢ κακὸν ὁ θάνατος, τοῦτο ἐὰν μέν τις ἑαυτὸν ἀποκτείνῃ, ἔσται αὐτῷ διὰ τὴν ἑαυτοῦ αἰτίαν· ἐὰν δὲ ὑπὸ ἄλλου ἀποθάνῃ, διὰ τὴν ‹τοῦ› ἄλλου αἰτίαν καὶ τὰ ἀποτελέσματα ἔσται. πάντες ‹δὲ› οἱ ἐκ καταδίκης θάνατοι τὰ σημαινόμενα καὶ ἀγαθὰ καὶ κακὰ σφοδρότερα ποιοῦσι. περὶ ὧν καὶ κατ' εἶδος εἰπεῖν ἄξιον.
[50] Ἀπάγξασθαι καὶ ἑαυτὸν ἀναρτῆσαι θλίψεις καὶ στενοχωρίας σημαίνει διὰ τὸ συμβαῖνον τοῖς ἀπαγχομένοις, καὶ προσέτι μὴ μεῖναι ἐν τῇ οἰκείᾳ μηδὲ ὅπου τις ὢν τὸν ὄνειρον ἐθεάσατο· καὶ γὰρ ὁ ἀπαγξάμενος οὐκέτι τῇ γῇ ἐπιβαίνει [51] οὐδ' ἐστὶν ἐπὶ ἕδρας. σφάξαι δὲ ἑαυτὸν ἢ ὑπό τινος σφαγῆναι ταὐτὰ σημαίνει τοῖς ἔμπροσθεν περὶ θανάτου εἰρημένοις, θᾶττον δὲ τελειοῖ. ἱερευθῆναι δὲ καὶ σφαγῆναι παρὰ βωμῷ θεοῦ ἢ δημοσίᾳ ἐν ἐκκλησίᾳ ἢ ἐν ἀγορᾷ ἀγαθὸν πᾶσι, μάλιστα δούλοις· ἐνδόξως γὰρ καὶ ἐπιφανῶς ἔσονται ἐλεύθεροι.
[52] Ζῶντα κατακαίεσθαι τὰ αὐτὰ τῷ κεραυνοῦσθαι σημαίνει. περὶ ὧν ἔμπροσθεν εἴρηται. ἰδίως δὲ τὸ ζῶντα κατακαίεσθαι τοῖς νοσοῦσι διὰ τὸ σύνθετον τοῦ ὀνόματος σωτηρίαν σημαίνει, τοῖς δὲ νέοις φορὰς ἀλόγους καὶ ἐπιθυμίας ἐρωτικὰς σημαίνει.
[53] Σταυροῦσθαι πᾶσι μὲν τοῖς ναυτιλλομένοις ἀγαθόν· καὶ γὰρ ἐκ ξύλων καὶ ἥλων γέγονεν ὁ σταυρὸς ὡς καὶ τὸ πλοῖον, καὶ ἡ κατάρτιος αὐτοῦ ὁμοία ἐστὶ σταυρῷ. ἀγαθὸν δὲ καὶ πένητι· καὶ γὰρ ὑψηλὸς ὁ σταυρωθεὶς καὶ πολλοὺς τρέφει ‹οἰωνούς›. τὰ δὲ κρυπτὰ ἐλέγχει· ἐκφανὴς γὰρ ὁ σταυρωθείς. τοὺς δὲ πλουσίους βλάπτει· γυμνοὶ γὰρ σταυροῦνται καὶ τὰς σάρκας ἀπολλύουσιν οἱ σταυρωθέντες. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει διὰ τὴν δέσιν πλὴν οὐ πάνυ τι συμφέροντα. ὁ δὲ αὐτὸς λόγος καὶ περὶ φιλίας καὶ κοινωνίας. δούλους δὲ ἐλευθεροῖ· ἀνυπότακτοι γὰρ οἱ σταυρωθέντες. τοὺς δὲ ἐν τῇ οἰκείᾳ διατρίβειν βουλομένους καὶ τοὺς ἰδίαν γῆν γεωργοῦντας καὶ τοὺς ἐκβληθῆναί ποθεν φοβουμένους ἐκβάλλει καὶ οὐκ ἐᾷ μένειν ἐν οἷς εἰσιν· εἴργει γὰρ ὁ σταυρὸς τῆς γῆς ἐπιβαίνειν. ἐν πόλει δὲ δοκεῖν ἐσταυρῶσθαι ἀρχὴν σημαίνει τοιαύτην, οἷος ἂν ᾖ ὁ τόπος, ἐν ᾧ ὁ σταυρὸς ἕστηκε.
[54] Θηριομαχεῖν πένητι ἀγαθόν· πολλοὺς γὰρ ἕξει τρέφειν. καὶ γὰρ ὁ θηριομαχῶν ἀπὸ τῶν ἰδίων σαρκῶν τὰ θηρία τρέφει. ἀνδρὶ δὲ εὐπόρῳ ὑπὸ τοιούτων ἀδικίας ἐσομένας προαγορεύει, οἷα ἂν ᾖ τὰ θηρία. πολλοῖς δὲ νόσον προηγόρευσεν· ὡς γὰρ ὑπὸ θηρίων, οὕτω καὶ ὑπὸ νόσου φθείρονται αἱ σάρκες. δούλους δὲ ἐλευθεροῖ, ἐὰν ἀποθάνωσιν ὑπὸ τῶν θηρίων.
[55] Εἰς Ἅιδου καταβῆναι δοκεῖν καὶ τὰ ἐν Ἅιδου ὁρᾶν, ὅσα ἐκεῖ εἶναι νενόμισται, τοῖς μὲν εὖ πράττουσι καὶ κατὰ προαίρεσιν ζῶσιν ἀπραξίαν καὶ βλάβην σημαίνει· ἄπρακτοι γὰρ οἱ ἐν Ἅιδου καὶ ψυχροὶ καὶ ἀκίνητοι. τοῖς δὲ εὐλαβουμένοις ἢ φροντίζουσιν ἢ λυπουμένοις ἀμεριμνίας καὶ ἀλυπίας προαγορεύει· καὶ γὰρ ἄλυποι καὶ πάσης ἐκτὸς φροντίδος εἰσὶν οἱ ἐν Ἅιδου. τοῖς δὲ λοιποῖς ἀποδημίας σημαίνει ἢ πάντως γε τῶν τόπων ἐν οἷς εἰσιν ἐκβάλλει· τοῦτο μὲν γὰρ οἱ παλαιοὶ τοὺς μακρὰν ἀποδημήσαντας εἰς Ἅιδου πορεύεσθαι ἔλεγον, τοῦτο δὲ καὶ αὐτὸς ὁ λόγος δείκνυσιν, ὅτι μὴ ἐν ταῖς αὐταῖς διατριβαῖς εἰσιν οἱ ἐν Ἅιδου. καὶ εἰ μέν τις ἀναβαίνειν πάλιν ἐξ Ἅιδου ὑπολάβοι, ἀνακομισθήσεται ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν· εἰ δὲ μή, ἐπὶ ξένης καταβιώσεται. πολλάκις δὲ καὶ τοὺς ἐπὶ ξένης ἡ εἰς Ἅιδου κατάβασις εἰς τὴν οἰκείαν ἐπανάγει. τὸ δὲ δοκεῖν εἰς Ἅιδου καταβάντα εἴργεσθαι τῆς εἰς ἀνθρώπους ἀνόδου βίᾳ κατασχεθῆναι πρός τινων σημαίνει ἢ εἰς εἱρκτὴν ἐμβληθῆναι, πολλοῖς δὲ νόσον μακρὰν προηγόρευσε καὶ ἐπὶ τῇ νόσῳ θάνατον. τὸ δὲ ἀναβαίνειν διαφυγήν τινα πορισάμενον ἐξ ἐσχάτου τινὸς κινδύνου σώζει τὸν ἄρρωστον· φαμὲν γὰρ καὶ ἐν τῇ συνηθείᾳ τὸν παρὰ προσδοκίαν σωθέντα ἐξ Ἅιδου ἀναβεβηκέναι.
[56] Βαστάζειν τινὰ τῶν δαιμόνων τῶν χθονίων, ἢ αὐτὸν τὸν Πλούτωνα ἢ τὸν Κέρβερον ἢ ἄλλον τινὰ τῶν ἐν Ἅιδου, κακούργῳ μὲν ἰδόντι σταυρὸν βαστάσαι σημαίνει· ἔοικε γὰρ καὶ ὁ σταυρὸς θανάτῳ, καὶ ὁ μέλλων αὐτῷ προσηλοῦσθαι πρότερον αὐτὸν βαστάζει· ἀνδρὶ δὲ μὴ κακούργῳ θηρίον βαστάσαι σημαίνει, καὶ εἰ μὲν βαρύνοιτο, δηχθῆναι καὶ ἀποθανεῖν· εἰ δὲ μή, αἰσθόμενον ἀποθέσθαι καὶ μὴ διαφθαρῆναι. βαστάζειν δέ τινα τῶν ζώντων ἄμεινον ἢ βαστάζεσθαι, ὅσῳ καὶ κρεῖττον ἀμύνειν τινὶ δύνασθαι τοῦ ἐπιδεῖσθαι τιμωρίας καὶ βοηθείας. ἔοικε γὰρ ὁ μὲν βαστάζων συναιρομένῳ τινὶ καὶ εὐεργετοῦντι, ὁ δὲ βασταζόμενος εὐεργετουμένῳ. ὅσῳ οὖν ἀσθενέστερός ἐστιν ὁ βαστάζων, οἷον γυνὴ ‹ἢ› παιδίον, τοσούτῳ χεῖρον τῷ βασταζομένῳ· καὶ γὰρ τῶν εὐτελεστέρων καὶ ἧττον ἀμύνειν δυναμένων ἐπιδεηθήσεται. μόνῳ ‹δὲ› οἰκέτῃ ὑπὸ ‹τοῦ› δεσπότου βαστάζεσθαι ἀγαθὸν καὶ τῷ παντελῶς πένητι ὑπὸ πλουσίου· πολλὰ γὰρ ὠφεληθήσονται ὑπὸ τῶν βασταζόντων.
[57] Νεκροὺς ὁρᾶν αὐτὸ μόνον καὶ μηδὲν ἀξιόλογον δρᾶν ἢ πάσχειν οὕτω διατεθῆναι σημαίνει, ὅπως εἶχον σχέσεως οἱ νεκροὶ ὅτε ἔζων πρὸς τὸν ἰδόντα· εἰ μὲν γὰρ ἐγένοντο ἡδεῖς ἢ εὐεργέται, ἀγαθὰ σημαίνουσι καὶ τὸν παρόντα καιρὸν ἡδέως διάξειν· εἰ δὲ μή, τὰ ἐναντία. εἰ δέ τι οἱ νεκροὶ λαμβάνοιεν, οἷον νεκροῖς συντίθεται, ἀσύμφορον. πάντων δὲ χαλεπώτατοι οἱ ἱμάτια περιαιρούμενοι ἢ ἀργύριον ἢ τροφάς· ἢ γὰρ αὐτῷ τῷ ἰδόντι θάνατον σημαίνουσιν ἤ τινι τῶν τούτῳ προσηκόντων. ὅ τι δ' ἂν ἄλλο ἁρπάξωσι, κατὰ ἀναλογίαν κρίνειν χρή. διδόντες δέ τι οἱ νεκροὶ καὶ οὕτω πονηροί εἰσιν, εἰ μὴ ἄρα τροφὰς ἢ ἀργύριον ἢ ἱμάτια ἐπιδοῖεν [ἐγὼ δὲ ἐτήρησά τινα τὴν ἑαυτοῦ γυναῖκα προτελευτήσασαν θεασάμενον ἐν ὕπνοις ὅτι δῆθεν καθίστα τὸν οἶκον στρωννύουσα κλίνας. καὶ τῇ ἑξῆς ἡμέρᾳ συνέβη τοὺς πλείονας τῶν διαφερόντων τοῦ θεασαμένου τὸ ὄναρ νοσῆσαι. καὶ ἐφάνη πρόδηλον τὸ ὄναρ μετὰ τὴν ἀπόβασιν· οἱ γὰρ νοσοῦντες δέονται κατὰ τὸ ἀναγκαῖον τῆς ἑτοιμασίας τῶν κλιναρίων, οὐχ οἱ ὑγιαίνοντες.]
[58] Λέγουσι δὲ ἔνιοι τὸ ἀργύριον εἶναι πονηρὸν καὶ τὰ νομίσματα πάντα· ἐγὼ δὲ ἐτήρησα τὰ μὲν λεπτὰ καὶ χάλκεα νομίσματα δυσθυμιῶν αἴτια καὶ λόγων ἐπιλύπων, τὰ δὲ ἀργυρᾶ λόγων τῶν ἐν συνθήκαις περὶ σπουδαίων πραγμάτων σημαντικά, τὰ δὲ χρύσεα σπουδαιοτέρων. ἀεὶ δὲ ἄμεινον ὀλίγα ἔχειν χρήματα καὶ νομίσματα καὶ μὴ πολλά, ἐπεὶ τά γε πολλὰ διὰ τὸ δυσοικονόμητον φροντίδας καὶ [59] λύπας σημαίνει, ὥσπερ καὶ ὁ θησαυρός· εἴ τις ὑπολάβοι θησαυρὸν εὑρίσκειν ὀλίγα χρήματα ἔχοντα, ἥττονα τὰ χαλεπὰ σημαίνει· ὁ δὲ πολυχρήματος θησαυρὸς λύπας καὶ μερίμνας σημαίνει, πολλάκις δὲ καὶ θάνατον προαγορεύει· οὐ γὰρ ἄνευ τοῦ τὴν γῆν ἀνασκαφῆναι θησαυρὸς εὑρίσκεται, ὥσπερ οὐδὲ [ὁ] νεκρὸς κατατίθεται. [κἀγὼ τοῦτο παρεφυλαξάμην. ποτὲ γοῦν ἐν δυσθυμίᾳ ὢν καὶ φροντίδι ἐθεασάμην ἐμαυτὸν ἐν σπυρίδι ἔχοντα λεπτὰ κερμάτια καὶ εἰσελθὼν ἐν ἐργαστηρίῳ τινὶ ταῦτα ἀπεκλάπην καὶ ἀπώλεσα. καὶ συνέβη με τῇ ἡμέρᾳ ἐκείνῃ αἰσίων μοι ἀπαγγελθέντων περὶ ὧν ἐφρόντιζον εὐθυμῆσαι καὶ ῥᾷον διατεθῆναι. ἔλεγεν δέ τις ἐν συνουσίᾳ ποτὲ διηγημάτων τοιούτων κινουμένων ὅτι ποτὲ ἐπὶ ἀνύσει χρημάτων πέμψας τὸν ἴδιον αὐτοῦ υἱόν, ἔτι ἀποδήμου αὐτοῦ ὄντος ἐθεάσατο αὐτὸν ἐν ὕπνοις ἐλθόντα καὶ λέγοντα 'τρισχίλια ὀκτακόσια νομίσματα ἤνεγκα.' καὶ ἀναθέμενός τινι τῶν ἐπιστημόνων τὸ ὄναρ ἔμαθεν ὡς ἄπρακτος ὑποστρέψει αὐτοῦ ὁ υἱός. ὃ καὶ ἀπήντησεν, πρῶτον μὲν ὅτι τὰ ἐναντία ἀεὶ ἀποβαίνουσι, δεύτερον δὲ καὶ ὅτι ἀεὶ εἰώθαμεν διὰ τῆς τοιαύτης θέσεως τῶν δακτύλων τῶν τρισχιλίων ὀκτακοσίων σημαίνειν τὸ οὐδέν.]
[60] Δακρύειν καὶ ὀδύρεσθαι καὶ ἐπὶ νεκρῷ καὶ ἐπὶ ἄλλῳ ᾡτινιοῦν καὶ αὐτὸ τὸ λυπεῖσθαι χαρὰν ἐπί τινι καὶ ἡδονὴν ἐπὶ κατορθώματι ἐσομένην προαγορεύει ὀρθῶς καὶ κατὰ λόγον· ἔχει γὰρ ἡ ἡμετέρα ψυχὴ συγγενές τι πρὸς τὸ περιέχον καὶ τὸν ἀέρα τὸν ἐκτός. ὥσπερ οὖν τὸ περιέχον καὶ ὁ ἀὴρ τρέπονται ἐπὶ τὸ ἐναντίον, ἀπὸ χειμῶνος εἰς εὐδίαν καὶ πάλιν ἀπὸ εὐδίας εἰς χειμῶνα, οὕτως εἰκὸς καὶ τὴν ἡμετέραν γνώμην ἀπὸ λύπης εἰς ἡδονὴν καὶ χαρὰν τρέπεσθαι καὶ ἀπὸ χαρᾶς εἰς λύπην. ὅθεν καὶ τὸ χαίρειν εἰς τὸ ἐναντίον τρεπόμενον λύπην προαγορεύει. ἀεὶ δὲ χρὴ ἐπί τινι λυπεῖσθαι καὶ μὴ ἄνευ ὑποθέσεως, ἐπεὶ τό γε εἰκῆ λυπεῖσθαι ὄντως ἐπί τινι λυπηθήσεσθαι σημαίνει.
[61] Μνημεῖον δὲ ἔχειν ἢ οἰκοδομεῖν ἀγαθὸν δούλῳ καὶ ἄπαιδι· ὁ μὲν γὰρ ἔσται ἐλεύθερος, ἐπειδὴ μὴ δοῦλοι μνημεῖα κτῶνται ἀλλ' ἐλεύθεροι, ὁ δὲ καταλείψει μνημεῖον ἑαυτοῦ παῖδα. πολλάκις δὲ καὶ γάμον προηγόρευσε τὸ τοιοῦτον ὄναρ, ἐπειδὴ καὶ τὸ μνημεῖον ὡσπερεὶ γυνὴ ὅλα τὰ σώματα χωρεῖ· καὶ γῆς πρόσκτησιν. καὶ καθόλου πᾶσίν ἐστιν ἀγαθόν, καὶ τοῖς εὐδαιμονοῦσι καὶ τοῖς ἀπόροις. συντριβόμενα δὲ μνημεῖα ἢ καταπίπτοντα τὰ ἐναντία σημαίνει.
[62] Νεκροὶ ἀναβιοῦντες ταραχὰς σημαίνουσι καὶ βλάβας· καθ' ὑπόθεσιν γὰρ χρὴ ἐπινοῆσαι οἵα ἔσται ταραχὴ τῶν νεκρῶν ἀναβιωσάντων. ὡς εἰκὸς δὲ καὶ τὰ ἑαυτῶν ἀπαιτήσουσιν, ὅθεν καὶ βλάβαι γίνονται.
[63] Νεκροὶ ἐκ δευτέρου ἀποθνήσκοντες ὁμωνύμων ἢ ὁμοίων ἢ τῶν ἔγγιστα γένους θάνατον προαγορεύουσιν, ἵνα οὕτως οἱ αὐτοὶ δὶς δόξωσιν ἀποθνήσκειν.
[64] Φάρμακον θανάσιμον τὰ αὐτὰ τῷ θανάτῳ σημαίνει. ὁμοίως καὶ περὶ τῶν κνωδάλων καὶ κινωπέτων θηρίων, ὅσα ταχέως ἀναιρεῖ.
[65] Ἐπειδὴ καὶ ὁ γάμος ἔοικε θανάτῳ καὶ ὑπὸ θανάτου σημαίνεται, ἐνταῦθα καλῶς ἔχειν ἡγησάμην ἐπιμνησθῆναι αὐτοῦ. γαμεῖν παρθένον τῷ νοσοῦντι θάνατον σημαίνει· ὅσα γὰρ τῷ γαμοῦντι συμβαίνει, τὰ αὐτὰ καὶ τῷ ἀποθανόντι. ἀγαθὸν δὲ τῷ καινῇ πραγματείᾳ ἐγχειρεῖν βουλομένῳ (τυχεῖν γὰρ σημαίνει τοῦ προκειμένου) καὶ τῷ ἐλπίζοντί ποθεν ὠφεληθῆναι· πάντως γὰρ ὁ γαμήσας προσλαμβάνεταί τινα οὐσίαν, ἣν ἐπάγεται ἡ νύμφη. τοῖς δὲ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαίνει· οὐ γὰρ ἄνευ ταραχῆς συντελεῖται γάμος. εἰ δέ τις γυναῖκα διακεκορευμένην πρὸς γάμον λαμβάνοι, οὐ καιναῖς ἐπιθέμενος ἀλλὰ παλαιαῖς ἐγχειρήσεσιν οὐκ ἂν μεταμέλοιτο. εἰ δέ τις τὴν ἑαυτοῦ γυναῖκα ἴδοι ἄλλῳ γαμουμένην, ἐναλλαγὴν πράξεως ἢ χωρισμὸν δηλοῖ. εἰ δὲ γυνὴ ἄνδρα ἔχουσα δόξειεν ἄλλῳ γαμεῖσθαι, ὡς μὲν οἱ παλαιοὶ λέγουσι, κατορύξει τὸν ἄνδρα ἢ ἄλλως πως αὐτοῦ χωρισθήσεται· ὡς δὲ ἐγὼ ἐτήρησα, οὐκ ἀεὶ τοῦτο γίνεται ἀλλ' ὅταν ἡ γυνὴ ἢ μὴ ἐν γαστρὶ ἔχῃ ἢ ἄτεκνος ᾖ ἢ μηδὲν ἔχῃ πράσιμον. εἰ δὲ μή, ἐὰν μὲν θυγάτριον ἔχῃ, τοῦτο δώσει ἀνδρί· ἐὰν δὲ ἔγκυος ᾖ, θῆλυ τέξεται, ὅπερ ἀνατραφὲν ἀνδρὶ δώσει· καὶ οὕτως οὐχὶ αὐτὴ ἀλλ' ἡ τῆς αὐτῆς μετέχουσα φύσεως ἄλλῳ γαμηθήσεται. καὶ ἡ πωλοῦσά τι συνάλλαγμα ὥσπερ ἐν γάμῳ κατὰ τὴν πρᾶσιν ποιήσεται πρός τινα.
[66] Ἐπειδὴ περὶ χελιδόνος ἐν τῷ περὶ ὀρνίθων λόγῳ οὐκ ἐπεμνήσθην ἀλλ' ἑκὼν παρέλιπον, ἐνθάδε ἐπιμνησθήσομαι· φασὶ γὰρ τὸ ζῷον θάνατόν τε σημαίνειν ἀώρων σωμάτων καὶ πένθος καὶ λύπην μεγάλην· ἀπὸ τοιούτων γὰρ κακῶν καὶ τὴν ὄρνιν ταύτην λόγος ἔχει γενέσθαι. φησὶ γὰρ καὶ Ἀλέξανδρος ὁ Μύνδιος δεῖν ταῖς ἱστορίαις πείθεσθαι καὶ Διονύσιος ὁ Ἡλιουπολίτης. φασὶ γὰρ ὅτι, κἄν τι ψεύδηταί τις ἱστορία διὰ τὸ προειλῆφθαι οὕτως ἔχειν, ἐπειδὰν ὅμοιόν τι τῇ περιοχῇ μέλλον ἀποβήσεσθαι ἡ ψυχὴ θέλῃ προαγορεῦσαι, τὴν ἱστορίαν αὐτὴν ἐκείνην εἰς μέσον παράγει. ἐγὼ δὲ ἐπὶ μὲν τῶν πλείστων ἱστοριῶν συμφωνοῦντα τὸν λόγον εὗρον, οὐδαμῶς δὲ ἐπὶ πασῶν. ὅθεν προθέμενος ἐν ἅπαντι τῷ λόγῳ οὐ τῷ πιθανῷ τῶν λεγομένων ἀκολουθεῖν ἀλλὰ τῇ πείρᾳ τῶν ἀποτελεσμάτων, καὶ νῦν περὶ χελιδόνος λέγω ὅτι οὐκ ἔστι πονηρά, εἰ μή τι ἄτοπον πάσχοι ἢ διαλλάσσοι τι χρῶμα παρὰ φύσιν ὂν αὐτῇ. ἔστι γὰρ αὐτῆς ἡ φωνὴ οὐ θρῆνος ἀλλ' ᾆσμα ἐνδόσιμον καὶ κελευστικὸν πρὸς ἔργα. ὅτι δὲ τοῦτο ἀληθές ἐστιν ἴδοι τις ἂν ἐντεῦθεν. χειμῶνος χελιδὼν οὔτε ἵπταται οὔτε φθέγγεται, ἀλλὰ καὶ ἡ γῆ καὶ ἡ θάλασσα κατὰ τὴν ὥραν ταύτην ἀργαί εἰσι καὶ οἱ ἄνθρωποι καὶ τὰ ἄλλα πάντα ζῷα καταδύεται καὶ οὐδὲν πράττει· ὅταν δὲ τὸ ἔαρ παραβάλῃ, πρώτη πρόεισιν, ὡς ἂν εἴποι τις, ὑποδεικνύουσα τῶν ἔργων ἕκαστα. καὶ ὅταν γε φαίνηται, οὐδέποτε ἑσπέρας ᾄδει ἀλλ' ἕωθεν ἡλίου ἀνίσχοντος, οὓς ἂν ζῶντας†καταλαμβάνῃ ὑπομιμνήσκουσα τῶν ἔργων. ἔστιν οὖν ἀγαθὴ καὶ πρὸς ἔργα καὶ πράξεις καὶ πρὸς μουσικήν, μάλιστα δὲ πάντων πρὸς γάμον· πιστὴν γὰρ καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα σημαίνει καὶ ὡς ἐπὶ τὸ πλεῖστον Ἑλληνίδα καὶ μουσικήν. [καὶ γὰρ αὐτὴ ἡ χελιδὼν ὁμορόφιος.] ἀηδὼν δὲ τὰ μὲν αὐτὰ τῇ χελιδόνι σημαίνει, ἥττονα δέ· καὶ γὰρ ἧττον ἡμῖν ἐστι σύντροφος.
[67] Περὶ ὀδόντων ἠκρίβωσα μὲν ἐν τῷ πρώτῳ βιβλίῳ, βραχὺ δέ τι καὶ ἐνταῦθα ἐρῶ. ὀδόντας εἰς χεῖρας λαβεῖν τοῦ στόματος ἐκπεσόντας ἢ εἰς τὸν κόλπον τῶν ἰδίων ἀπόθεσιν τέκνων σημαίνει γενέσθαι οὐ παραμενόντων ἢ οὐκ ἀνατραφησομένων. ὀδόντας τῇ γλώσσῃ τῇ ἑαυτοῦ ἐκβάλλειν σημαίνει τὰ ἐν τῷ βίῳ σκληρὰ τοῖς ἰδίοις λόγοις διαλῦσαι. λοιπὸν δὲ περὶ πτήσεως καὶ ‹περὶ› τῶν ἀξιοπίστων ἐροῦμεν καὶ περὶ χρόνου ζωῆς.
[68] Ἵπτασθαι δοκεῖν ὀλίγον τῆς γῆς ἀπέχοντα ‹καὶ› ὀρθὸν τῷ σχήματι ἀγαθὸν τῷ ἰδόντι· ὅσον γὰρ ἄν τις ἀπέχῃ τῆς γῆς, τοσοῦτον ὑψηλότερός ἐστι τῶν κάτωθεν περιπατούντων· ἀεὶ δὲ ὑψηλοτέρους τοὺς εὐδαιμονεστέρους καλοῦμεν. ἀγαθὸν δὲ μὴ ἐν τῇ ἑαυτοῦ πατρίδι τοῦτο πάσχειν, ἐπεὶ μετανάστασιν σημαίνει διὰ τὸ μὴ τῇ γῇ ἐπιβαίνειν· τρόπον γάρ τινά φησι τὸ ὄναρ ἄβατον εἶναι τῷ ἰδόντι τὴν πατρίδα. ἵπτασθαι πτερὰ ἔχοντα ἀγαθὸν ἐπίσης πᾶσιν· οἱ μὲν γὰρ δοῦλοι ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐλευθεροῦνται, ἐπειδὴ καὶ πάντες οἱ ἱπτάμενοι ὄρνιθες ἀδέσποτοί τέ εἰσι καὶ ἡγεμόνα οὐκ ἔχουσι. πένητες δὲ πολλὰ χρήματα πορίσουσιν· ὥσπερ γὰρ τὰ χρήματα τοὺς ἀνθρώπους βαστάζει, οὕτω καὶ τὰ πτερὰ τοὺς ὄρνιθας. πλουσίοις δὲ καὶ τοῖς μέγα δυναμένοις ἀρχὰς περιποιεῖ· ὥσπερ γὰρ τὰ ἱπτάμενα τῶν ἐπὶ γῆς ἑρπόντων ὑπερέχει, οὕτω καὶ οἱ ἄρχοντες τῶν ἰδιωτῶν. ἄνευ δὲ πτερῶν δοκεῖν ἵπτασθαι καὶ πολὺ τῆς γῆς ἀπέχειν κίνδυνον καὶ φόβον τῷ ἰδόντι σημαίνει. καὶ τὸ περὶ τοὺς κεράμους ἵπτασθαι καὶ τὰς οἰκίας καὶ τὰ ἄμφοδα ἀκαταστασίας τῆς ψυχῆς καὶ ταραχὰς μαντεύεται. τὸ δὲ δοκεῖν εἰς τὸν οὐρανὸν ἀναπτῆναι δούλοις μὲν ἀεὶ εἰς μείζονας οἰκίας μεταβῆναι σημαίνει, πολλάκις δὲ καὶ εἰς βασιλέως αὐλὴν ἐλθεῖν· ἐλευθέρους δὲ καὶ μὴ βουλομένους πολλάκις ἐτήρησα εἰς τὴν Ἰταλίαν ἐλθόντας· ὥσπερ γὰρ ὁ οὐρανὸς θεῶν ἐστιν οἶκος, οὕτω καὶ ἡ Ἰταλία βασιλέων. τοὺς δὲ λανθάνειν βουλομένους καὶ τοὺς ἀποκρυπτομένους ἐλέγχει· πάντα γὰρ τὰ ἐν οὐρανῷ φανερά τε καὶ εὐσύνοπτά ἐστι πᾶσιν. ἵπτασθαι μετὰ ὀρνέων σημαίνει μετὰ ἀνθρώπων ἀλλοεθνῶν καὶ ξένων ἀναστραφήσεσθαι· πανούργοις δὲ πονηρόν· τοὺς γὰρ ἀλιτηρίους κολάζει, πολλάκις δὲ καὶ διὰ σταυροῦ. πέτεσθαι μήτε πολὺ τῆς γῆς ἀπέχοντα μήτε αὖ ταπεινὸν σφόδρα, ἀλλ' ὡς δύνασθαι διαγινώσκειν τὰ ἐν τῇ γῇ, ἀποδημίαν τινὰ καὶ μετανάστασιν σημαίνει. ἔξεστι δὲ μαθεῖν ἀπὸ τῶν ἐν τῇ γῇ βλεπομένων ποταπά τινα τῷ ἰδόντι ἐν τῇ ἀποδημίᾳ ἀπαντήσει. οἷον πεδία μὲν καὶ ἄρουραι καὶ πόλεις καὶ κῶμαι καὶ ἀγροὶ καὶ πάντα τὰ ἀνθρώπων ἔργα καὶ ποταμοὶ καλοὶ καὶ λίμναι καὶ θάλασσα εὔδιος καὶ ὅρμοι καὶ νῆες οὐριοδρομοῦσαι, ταῦτα πάντα βλεπόμενα ἀγαθὴν τὴν ἀποδημίαν μαντεύεται· ἄγκη δὲ καὶ φάραγγες καὶ νάπαι καὶ πέτραι καὶ θηρία καὶ ποταμοὶ χείμαρροι καὶ ὄρη καὶ κρημνοὶ πονηρὰ πάντα τὰ ἐν τῇ ἀποδημίᾳ προαγορεύουσιν. ἀεὶ δὲ ἀγαθὸν ἀναπτάντα πάλιν καταπτῆναι καὶ οὕτω διυπνίζεσθαι. πάντων δὲ ἄριστον τὸ ἑκόντα πέτεσθαι [καὶ βουλόμενον ἀνίπτασθαι] καὶ ἑκόντα παύεσθαι· πολλὴν γὰρ ῥᾳστώνην καὶ εὐχέρειαν ‹ἐν› τοῖς πραττομένοις προαγορεύει. διωκόμενον δὲ ὑπὸ θηρίου ἢ ὑπὸ ἀνθρώπου ἢ ὑπὸ δαίμονος ἵπτασθαι οὐκ ἀγαθόν· φόβους γὰρ μεγάλους καὶ κινδύνους ἐπάγει· καὶ γὰρ ἐν τοῖς ὕπνοις τοσοῦτον ἦν τὸ δέος, ὥστε μὴ ἱκανὴν ἡγήσασθαι εἰς τὸ φυγεῖν τὴν γῆν ἀλλὰ τοῦ οὐρανοῦ ἐπιλαβέσθαι. ἀγαθὸν δὲ δούλῳ τὸ ἐν τῇ οἰκίᾳ τοῦ δεσπότου πέτεσθαι· πολλῶν γὰρ ἐν τῇ οἰκίᾳ ὑπερέξει. εἰ δὲ ἐκτὸς πέτοιτο τῆς οἰκίας, μετὰ τὴν εὐημερίαν ἐξελεύσεται τῆς οἰκίας ἀποθανὼν μέν, ἐὰν διὰ τῆς αὐλῆς ἐκπίπτῃ· πραθεὶς δέ, ἐὰν διὰ τοῦ πυλῶνος· ἐὰν δὲ διὰ θυρίδος, ἀποδράσας. ὕπτιον δὲ πέτεσθαι πλέοντι μὲν ἢ βουλομένῳ πλεῦσαι οὐ πονηρόν· ὡς γὰρ ἐπὶ τὸ πολὺ καὶ ἐν πλοίῳ, ὅταν γε μὴ χειμάζωνται, ὕπτιοί εἰσιν οἱ ἄνθρωποι· τοῖς δὲ λοιποῖς ἀπραξίαν προαγορεύει· ὑπτίους γὰρ τοὺς ἀπράκτους λέγομεν. νοσοῦντας δὲ ἀναιρεῖ. πάντων δ' ἂν εἴη πονηρότατον καὶ σκαιότατον τὸ βούλεσθαι πέτεσθαι καὶ μὴ δύνασθαι ἢ καὶ πετόμενον πρὸς τῇ γῇ τὴν κεφαλὴν ἔχειν καὶ πρὸς τῷ οὐρανῷ τοὺς πόδας· πολλὴν γὰρ κακοδαιμονίαν τῷ ἰδόντι προαγορεύει. ὅπως δ' ἂν πέτηται νοσῶν ἄνθρωπος, τεθνήξεται· φασὶ γὰρ τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων εἰς τὸν οὐρανὸν ἀνιέναι τάχει χρωμένας ὑπερβάλλοντι καὶ ὡς εἰπεῖν πτηνῶν ὁμοίας. οἱ δὲ τὰς ἐπιδιφρίους ἐργαζόμενοι τέχνας παύσονται τῆς ἐργασίας, ἵνα εὐκίνητοι γένωνται καὶ μὴ μείνωσιν ἐφ' ἕδρας διὰ τὴν πτῆσιν. καὶ οἱ δεδεμένοι λύονται· εὔλυτος γὰρ ὁ ἱπτάμενος καὶ ποσὶ καὶ χερσί. πολλοὶ δὲ καὶ ἐτυφλώθησαν· ἐοίκασι γὰρ οἱ τυφλοὶ τοῖς ἱπταμένοις διὰ τὸ ἀεὶ φοβεῖσθαι καταπεσεῖν. ἐπὶ δίφρου δὲ ἢ βάθρου ἢ κλίνης ἢ ἄλλου τινὸς τοιούτου καθεζόμενον ἵπτασθαι μεγάλην νόσον νοσῆσαι ἢ παραλυθῆναι σημαίνει ἢ τοῖς σκέλεσιν οὐκέτι χρῆσθαι ἀλλ' ἐπὶ δίφρου βασταγῆναι διὰ τὸ μὴ δύνασθαι τῆς γῆς ἐπιβαίνειν. ἀποδημεῖν δὲ βουλομένῳ τὸ ὄναρ τοῦτο οὐκέτι πονηρὸν γίνεται· μετὰ γὰρ ὅλου τοῦ οἴκου καὶ τῆς ἐνθήκης τῆς ἰδίας ἀποδημήσει ἢ καὶ ὀχήματι φερόμενος.
[69] Τῶν δὲ ἀξιοπίστων λεγομένων, οἷς λέγουσί τι [κατ' ὄναρ] πιστεύειν χρὴ καὶ πείθεσθαι, φημὶ πρώτους εἶναι θεούς· ἀλλότριον γὰρ θεοῦ τὸ ψεύδεσθαι. ἔπειτα ἱερεῖς· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς παρὰ ἀνθρώποις τετυχήκασι τιμῆς. εἶτα βασιλεῖς καὶ ἄρχοντας· 'τὸ κρατοῦν γὰρ δύναμιν ἔχει θεοῦ'. εἶτα γονεῖς καὶ διδασκάλους· καὶ γὰρ οὗτοι ὅμοιοί εἰσι θεοῖς, οἱ μὲν εἰσάγοντες εἰς τὸ ζῆν, οἱ δὲ ὅπως χρὴ τῷ ζῆν χρῆσθαι διδάσκοντες. εἶτα μάντεις, μάντεων δὲ τοὺς μὴ ἀπατεῶνας μηδὲ ψευδομάντεις. ὅσα γὰρ ἂν λέγωσι Πυθαγορισταὶ φυσιογνωμονικοὶ ἀστραγαλομάντεις τυρομάντεις κοσκινομάντεις μορφοσκόποι χειροσκόποι λεκανομάντεις νεκυομάντεις, ψευδῆ πάντα καὶ ἀνυπόστατα χρὴ νομίζειν· καὶ γὰρ αἱ τέχναι αὐτῶν εἰσι τοιαῦται καὶ αὐτοὶ μὲν μαντικῆς οὐδὲ βραχὺ ἴσασι, γοητεύοντες δὲ καὶ ἀπατῶντες ἀποδιδύσκουσι τοὺς ἐντυγχάνοντας. ὑπολείπεται δὴ μόνα ἀληθῆ εἶναι τὰ ὑπὸ θυτῶν λεγόμενα καὶ οἰωνιστῶν καὶ ἀστεροσκόπων καὶ τερατοσκόπων καὶ ὀνειροκριτῶν καὶ ἡπατοσκόπων. περὶ δὲ μαθηματικῶν τῶν γενεθλιαλόγων ἐπισκεψώμεθα. ἔτι τῶν ἀξιοπίστων εἰσὶ καὶ οἱ νεκροί, ἐπεὶ πάντως ἀληθῆ λέγουσι· διὰ γὰρ δύο ταῦτα οἱ ψευδόμενοι ἀπατῶσιν, ἢ διὰ τὸ ἐλπίζειν τι ἢ διὰ τὸ φοβεῖσθαι· οἱ δὲ μήτε ἐλπίζοντές τι μήτε φοβούμενοι εἰκότως ἀληθῆ λέγουσι. μάλιστα δὲ οἱ νεκροί εἰσι τοιοῦτοι. ἔτι καὶ τὰ παιδία ἀληθῆ λέγει· οὐδέπω γὰρ οἶδε ψεύδεσθαι καὶ ἐξαπατᾶν. καὶ οἱ παντελῶς πρεσβῦται· τὸ γὰρ ἀξιόπιστον διὰ τοῦ γήρως ἐνδείκνυνται. καὶ τὰ ἄλογα ζῷα πάντως ἀληθῆ λέγει διὰ τὸ μὴ εἶναι ἐν μεθόδῳ λόγου. οἱ δὲ λοιποί, ἵνα μὴ καθ' ἕκαστον λέγω, ὅσα ἂν λέγωσι ψεύδονται, πλὴν τῶν ἐν τῷ ἀνὰ χεῖρα βίῳ πιστῶν καὶ τοῖς ἤθεσι χρηστῶν. θεατρικοὶ δὲ καὶ οἱ ἐπὶ θυμέλην ἀναβαίνοντες αὐτόθεν διὰ τὰς ὑποκρίσεις πᾶσιν ἄπιστοι, καὶ σοφισταὶ καὶ πένητες καὶ γάλλοι καὶ ἀπόκοποι καὶ σπάδοντες· οὗτοι γὰρ καὶ μὴ λέγοντές τι ψευδεῖς τὰς ἐλπίδας εἶναι μηνύουσι διὰ τὸ φύσει μήτε ἐν ἀνδράσι μήτε ἐν γυναιξὶν ἀριθμεῖσθαι. [χρὴ οὖν τοῖς ἀξιοπίστοις καὶ περὶ τῶν ἄλλων πάντων λέγουσι πιστεύειν.]
[70] Ἀνθρωπίνη γενεὰ κατ' ἐνίους μὲν ἔχει ἔτη ἑπτά· ὅθεν καὶ λέγουσιν οἱ ἰατρικοὶ τῶν δύο γενεῶν μηδένα δεῖν φλεβοτομεῖν, τὸν τεσσαρεσκαιδεκαετῆ λέγοντες ὡς ἔτι προσδεόμενον αἵματος καὶ οὐδέπω ἔχοντα περισσὸν αἷμα· κατ' ἐνίους δὲ τριάκοντα· ὅθεν καὶ τὸν Νέστορα βούλονταί τινες ἐνενηκονταετῆ γεγονέναι [ὅν φησιν ὁ ποιητὴς ...]· καθ' ἡμᾶς δὲ ἑκατὸν ἔτη, ἐπειδὴ τοὺς πλείστους ἢ ὀλίγῳ ἀποδέοντας ζῶντας ὁρῶμεν ἢ ὀλίγῳ ὑπεραίροντας, ἄλλως τε καὶ ἐπειδὴ τὸν λόγον τῶν ἀποτελεσμάτων πρὸς τοῦτον τὸν ἀριθμὸν συμφωνοῦντα ἡ πεῖρα δείκνυσι. διὰ τοῦτο καὶ ἡμεῖς τῇ γενεᾷ χρησόμεθα ὡς δὴ ἐχούσῃ ἔτη ἑκατόν.
Ὅσοι οὖν τῶν ἀριθμῶν γραφέντες δι' ὅλων τῶν γραμμάτων ἀποτελοῦσι ψῆφον ἐντὸς τῶν ἑκατόν, τούτους χρὴ γράφειν καὶ ψηφίζειν καὶ ἡγεῖσθαι τοσαῦτα ἔτη σημαίνειν ὅσα ἂν ἡ ψῆφος μηνύῃ. εἰσὶ δὲ οὗτοι μόνοι ἓν μία ἓξ δέκα ἕνδεκα δεκακιδέκα. καὶ ἔστι τὸ μὲν ἓν πεντήκοντα πέντε· γράφεται γὰρ διὰ τοῦ ε καὶ τοῦ ν· τὸ δὲ μία πεντήκοντα ἕν· γράφεται γὰρ διὰ τοῦ μ καὶ τοῦ ι καὶ τοῦ α· τὸ δὲ ἓξ ἑξήκοντα πέντε· γράφεται γὰρ διὰ τοῦ ε καὶ τοῦ ξ. ὁμοίως καὶ τὰ δέκα καὶ τὰ ἕνδεκα καὶ τὰ δεκακιδέκα τῇ αὐτῇ ἐπινοίᾳ γράφειν καὶ ψηφίζειν χρή· εὑρεθήσεται γὰρ τὰ μὲν δέκα ὄντα τριάκοντα, τὰ δὲ ἕνδεκα ὀγδοήκοντα πέντε, τὰ δὲ δεκακιδέκα ἐνενήκοντα. καὶ οὕτω μὲν ἐκλαμβάνειν χρὴ τούτους τοὺς ἀριθμούς· ὅσοι δὲ τῶν ἀριθμῶν γραφέντες δι' ὅλων τῶν γραμμάτων καὶ ψηφισθέντες ὑπερβάλλουσι τὴν ἀνθρωπίνην γενεάν, οἷον τὰ δύο (γίνεται γὰρ τετρακόσια ἑβδομήκοντα τέσσαρα· ταῦτα δὲ οὔτε ἐνδέχεται οὔτε λόγον ἔχει ζῆσαι τοσαῦτα ἔτη τινά), τούτους τοὺς ἀριθμοὺς κατὰ τὴν ἀνάβασιν τὴν τῶν στοιχείων λαμβάνομεν οὕτως. ἐπὶ τὸ σημαῖνον στοιχεῖον [καὶ] τὸν ἀριθμὸν ἐλθόντες ψηφίζομεν ἑκάστου τῶν προαγόντων στοιχείων τὸν ἀριθμόν. οἷον τὰ δύο δείκνυται ὑπὸ τοῦ β. προσθέντες οὖν τὸ ἕν φαμεν εἶναι τρία. τὰ δὲ τρία συναριθμήσαντες τῷ ἑνὶ καὶ τοῖς δυσί φαμεν εἶναι ἕξ. ὁμοίως τὰ τέσσαρα σὺν τῷ τῶν ἔμπροσθεν στοιχείων ἀριθμῷ γίνεται δέκα, καὶ τὰ πέντε ὁμοίως γίνεται δέκα πέντε. τὰ δὲ ἓξ ἐν τῷ ἔμπροσθεν λόγῳ ἐπεδείξαμεν ὄντα ἑξήκοντα πέντε. τὰ δὲ ἑπτὰ σὺν τῷ ἔμπροσθεν ἀριθμῷ τῶν ἓξ μὴ συναριθμουμένων διὰ τὸ καὶ σημαίνειν κατ' ἰδίαν τὰ ἑξήκοντα πέντε καὶ ὑπὸ στοιχείου μὴ δείκνυσθαι ἀλλ' ὑπὸ χαρακτῆρος γίνεται εἴκοσι δύο, ἔτι καὶ τὰ ὀκτὼ τριάκοντα, τῷ ‹δ'› αὐτῷ λόγῳ καὶ τὰ ἐννέα τριάκοντα ἐννέα. τὰ δὲ δέκα διπλάσιον ἔχει λόγον· καὶ γὰρ γραφέντα δι' ὅλων τῶν γραμμάτων καὶ ψηφισθέντα κατὰ μόνας σημαίνει τριάκοντα, καὶ πάλιν ὅτι οὐχ ὑπὸ χαρακτῆρος, ὡς τὰ ἕξ, ἀλλ' ὑπὸ στοιχείου δείκνυται, κατὰ τὴν ἀνάβασιν τὴν τῶν στοιχείων γίνεται τεσσαράκοντα ἐννέα. ἵνα δὲ μὴ εἰς ἀμφίβολον πίπτῃ τις, ἐὰν μὲν ἀκούσῃ [φωνὴν] λέγοντός τινος 'δέκα σημαίνει τριάκοντα διὰ τὴν ἀπὸ τῶν δέκα γραφομένων καὶ συναγομένων ψῆφον', ἐὰν δὲ ι ἴδῃ που γεγραμμένον, γένοιτ' ἂν τεσσαράκοντα ἐννέα κατὰ τὴν προειρημένην ἐπίνοιαν, συναριθμουμένης τῆς δεκάτης τῶν ἔμπροσθεν στοιχείων ψήφου χωρὶς τῶν ἕξ. οὕτω καὶ τὰ εἴκοσι ἑξήκοντα ἐννέα γίνεται καὶ τὰ τριάκοντα ἐνενήκοντα ἐννέα. οὐκέτι δὲ τὰ τεσσαράκοντα κατὰ τὸν αὐτὸν ἐκλαμβάνειν χρὴ τρόπον· οὐ γὰρ ἑκατὸν τριάκοντα ἐννέα ζήσεταί τις ἔτη. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν πεντήκοντα καὶ ἐπὶ τῶν ἔτι μειζόνων ἀριθμῶν. χρὴ οὖν τούτους οὐ κατὰ τὴν ἀνάβασιν τῆς ψήφου τῶν στοιχείων ἀλλὰ κατὰ τὴν θέσιν τῶν στοιχείων ἐκλαμβάνειν. οἷον τὰ τεσσαράκοντά ἐστι μ, ἐνδείξεται δὲ καὶ δώδεκα· δωδέκατον γάρ ἐστι στοιχεῖον τὸ μ τὸ τὰ τεσσαράκοντα σημαῖνον. πότε δὲ ἐνδείκνυται καὶ πότε οὔ, ὁ ἐπιὼν λόγος σημανεῖ. οὕτω ‹δὲ› καὶ τὸ ν ἤτοι πεντήκοντα ἢ τρισκαίδεκα γένοιτ' ἂν καὶ τὸ ξ ἤτοι ἑξήκοντα ἢ τεσσαρεσκαίδεκα καὶ τὰ λοιπὰ ὁμοίως. εἰσὶ δέ τινες καὶ σύνθετοι ἀριθμοί, οὓς χρὴ διαιρεῖν, οἷον ἐπὶ μὲν τῶν πρώτων οὕτω. τὰ δέκα δὶς σημαίνει εἴκοσι καὶ τὰ δέκα τρὶς τριάκοντα καὶ τὰ τετράκις δέκα τεσσαράκοντα καὶ τὰ πεντάκις δέκα πεντήκοντα καὶ τὰ ἑξάκις δέκα ἑξήκοντα καὶ τὰ ἑπτάκις ἑβδομήκοντα καὶ τὰ ὀκτάκις ὀγδοήκοντα καὶ τὰ ἐννάκις ἐνενήκοντα, καὶ πάλιν τὰ εἴκοσι δὶς τεσσαράκοντα καὶ τὰ εἴκοσι τρὶς ἑξήκοντα καὶ τὰ εἴκοσι τετράκις ὀγδοήκοντα καὶ τὰ εἴκοσι πεντάκις ἑκατόν [πεντάκις τῶν εἴκοσι γινομένων]. οὕτω καὶ ‹τὰ› τριάκοντα δὶς ἑξήκοντα καὶ τὰ τριάκοντα τρὶς ἐνενήκοντα καὶ τὰ τεσσαράκοντα δὶς ὀγδοήκοντα καὶ τὰ πεντήκοντα δὶς ἑκατόν. ἐπὶ δὲ τῶν πλειόνων ἐτῶν, οἷον εἴ τις ἀκούσειέ τινος λέγοντος 'ζήσεις ἔτη εἴκοσι ἕξ' χρὴ διαιρεῖν καὶ τὰ μὲν εἴκοσι εἴκοσι τίθεσθαι τὰ δὲ ἓξ κατὰ τὸν ἔμπροσθεν λόγον τίθεσθαι ἑξήκοντα πέντε. γίνεται οὖν τὰ πάντα ὀγδοήκοντα πέντε. εἰ δὲ εἴκοσι ἑπτά, τὰ μὲν εἴκοσι κατ' ἰδίαν εἴκοσι, τὰ δὲ ἑπτὰ κατὰ τὸν ἔμπροσθεν λόγον εἴκοσι δύο. γίνεται οὖν τὰ πάντα τεσσαράκοντα δύο. οὕτω καὶ τὰ εἴκοσι ὀκτὼ πεντήκοντα, καὶ ὅστις ἂν ἄλλος ἀριθμὸς ᾖ, σὺν τοῖς εἴκοσιν ὑπὲρ τὰ πέντε κατ' ἰδίαν ψηφιζέσθω. ὁμοίως καὶ ὁ μετὰ τῶν τριάκοντα ὑπὲρ τὰ τρία καὶ ὁ μετὰ τῶν τεσσαράκοντα ὑπὲρ τὰ δύο καὶ ὁ μετὰ τῶν πεντήκοντα ὑπὲρ τὰ δύο. οἷον ὑποδείγματος χάριν, εἴ τις ἀκούσειε τινὸς λέγοντος 'ζήσεις ἔτη πεντήκοντα ἑπτά', εὔηθές ἐστιν ἑπτάκις πεντήκοντα προσδοκᾶν ἄνθρωπον ζῆσαι, ἅπερ γίνεται τριακόσια πεντήκοντα, ἀλλὰ δῆλον ὅτι τὰ ἑπτὰ κατ' ἰδίαν κατὰ τὸν ἔμπροσθεν λόγον ψηφισθέντα σὺν τοῖς πεντήκοντα γίνεται ἑβδομήκοντα δύο. ὅταν μέντοι τις ᾖ ἐντὸς τοῦ εἰρημένου ἀριθμοῦ, δῆλον ὅτι σὺν τοῖς παρεληλυθόσιν ἔτεσι πάντα αὐτῷ οὕτω σημαίνεται. οἷον εἴ τις ὢν ἐτῶν τριάκοντα δόξειε λέγειν αὐτῷ τινὰ 'ζήσεις ἔτη πεντήκοντα', οὗτος ζήσει λοιπὰ εἴκοσι, ἵνα αὐτῷ σὺν τοῖς τριάκοντα τοῖς πρὶν τὰ μέλλοντα εἴκοσι γένηται πεντήκοντα. εἰ δέ τις ὢν ἐτῶν ἑβδομήκοντα δόξειε λέγειν αὐτῷ τινα 'ζήσεις ἔτη πεντήκοντα', δῆλον ὅτι οὔτε σὺν τοῖς πρώτοις λέγει αὐτῷ διὰ τὸ εἶναι τὰ πρῶτα πλείω τῶν πεντήκοντα, οὔτε μὴν ἄλλα πεντήκοντα ἔτη ἐπὶ τοῖς ἑβδομήκοντα οἷόν τε ζῆσαι οὐδὲ ἐνδέχεται. τοιγαροῦν λοιπὰ δέκα τρία ζήσεται, ὅτι τὸ ν ‹τὸ› τὰ πεντήκοντα σημαῖνον στοιχεῖον τρισκαιδέκατον τέτακται. ὁ δὲ παραπλήσιος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίων λόγος τηρείσθω, ὅταν ᾖ ὁ λεγόμενος ἀριθμὸς τοῦ μὲν ἔμπροσθεν χρόνου ἥττων, πρὸς δὲ τὸν μέλλοντα ἀνένδεκτος. ἔτι κἀκεῖνο. τὰς ἡμέρας καὶ τοὺς μῆνας καὶ τὰ ἔτη ὡς ἐπὶ τὸ πλεῖστον οὐ [γὰρ] πάντως [ἀεὶ] ἰσοδυναμοῦντα εὑρίσκομεν· καὶ γὰρ ὑπὸ ἐτῶν μῆνες καὶ ἡμέραι δείκνυνται καὶ ὑπὸ μηνῶν ἔτη καὶ ἡμέραι καὶ ὑπὸ ἡμερῶν μῆνες καὶ ἔτη. ἵνα δὲ τοῦτο μὴ εἰς ἀμφίβολον πίπτῃ, ὅταν εἴπῃ τις ἔτη, ἐὰν μὲν σύμμετρα ᾖ καὶ ἐνδεχόμενα, ἔτη νομιζέσθω· ἐὰν δὲ πολλά, μῆνες· ἐὰν δὲ ὑπέρμετρα, ἡμέραι. ἀναστρέφει δὲ ὁ λόγος καὶ ἀπὸ ἡμερῶν. ἐὰν γὰρ ὦσι πολλαί, ἡμέραι νομιζέσθωσαν· ἐὰν δὲ σύμμετροι, μῆνες· ἐὰν δὲ ὀλίγαι, ἔτη. ὁμοίως καὶ οἱ μῆνες πρὸς τὸ ἐνδεχόμενον ἐκλαμβανέσθωσαν. τὸ δὲ ἐνδεχόμενον ἢ μὴ ‹ἐνδεχόμενον› δείξει ἐπὶ μὲν τοῦ περὶ χρόνου ζωῆς λόγου ἡ ἡλικία τοῦ ἰδόντος, ἐπὶ δὲ τῶν ἄλλων προθεσμιῶν ἡ προσδοκία τῶν χρειῶν. μεμνῆσθαι δὲ χρὴ καὶ τοῦτο, ὅτι πολλάκις οἱ θεοὶ ἀποφαίνονται μὲν ὡς περὶ χρόνου ζωῆς, σημαίνουσι δὲ οὐ πάντοτε περὶ χρόνου ζωῆς, ἀλλ' ἔστιν ὅτε καὶ περὶ μεταβολῆς τῶν πραγμάτων καὶ περὶ ἐλευθερίας δούλοις καὶ περὶ τῶν ἄλλων ὅσα ἔμπροσθεν ὁ περὶ θανάτου λόγος περιέχει.
Ταῦτα μὲν οὖν κατὰ τὸ ἐνδεχόμενον, ὅσον εἶχον δυνάμεως, ἀνελλιπῶς καὶ ὡς ἐμοὶ δοκεῖ ἐξ ὁλοκλήρου πάντα εἴρηταί σοι, Κάσσιε Μάξιμε, ἀνδρῶν σοφώτατε. εἰ δέ τις τῶν ἐντυγχανόντων ταῖσδε ταῖς βίβλοις τῶν εἰρημένων τι ὑπ' ἐμοῦ παρά τινος τῶν ἄλλων εἰλῆφθαι καὶ μὴ ἀπὸ τῆς πείρας ἡγεῖται, ματαίως ὑπείληφεν, ἐπιμελέστερον δὲ ἐντυχὼν αὐτοῦ τούτου τοῦ βιβλίου τῷ προοιμίῳ κατανοήσει τὴν προαίρεσιν τὴν ἐμήν. ἔτι καὶ εἴ τινι πρὸς τὸ ἐναντίον ῥέπειν τι τῶν εἰρημένων φαίνεται ἢ ὡς ἐμοὶ ἐδόκει, διὰ τὸ ὑπό τινος πιθανοῦ λόγου κινεῖσθαι, ἴστω ὅτι εὑρησιλογεῖν μὲν καὶ πιθανεύεσθαι κἀγὼ πάνυ ἱκανὸς ἦν, ἀλλ' οὐ θεατροκοπίας καὶ τὰ τοῖς λογεμπόροις ἀρέσκοντά ποτε μετῆλθον, ἀλλ' ἀεὶ τὴν πεῖραν μάρτυρα καὶ κανόνα τῶν ἐμῶν λόγων ἐπιβοῶμαι. ἐγὼ μὲν οὖν πάντων διὰ πείρας ἐλήλυθα τῷ μηδὲν ἄλλο πράττειν, ἀεὶ δὲ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν πρὸς ὀνειροκρισίᾳ εἶναι. σὺ δὲ οὐκ ἀναμενεῖς χρόνον, ἀλλ' αὐτόθεν διὰ τὴν σοφίαν καὶ τὴν ὑπερβάλλουσαν σύνεσιν δυνήσει ἐπικρῖναι ἕκαστα αὐτῶν εἴτε εὖ εἴτε μὴ καλῶς ἔχει. δέομαι δὲ τῶν ἐντυγχανόντων τοῖς βιβλίοις μήτε προσθεῖναι μήτε τι τῶν ὄντων ἀφελεῖν. εἴτε γὰρ δύναιτό τις τοῖς ἐμοῖς προσθεῖναι, ῥᾷον ἂν ἴδια ποιήσειεν· εἴτε τινὰ τῶν ἐγγεγραμμένων ταῖσδε ταῖς βίβλοις περισσὰ δοκεῖ, οἷς ἀρέσκεται μόνοις χρήσθω, τὰ λοιπὰ τῶν βιβλίων μὴ ἐξαιρῶν, θεὸν ἐπόπτην καὶ φύλακα πάντων νομίζων τὸν Ἀπόλλωνα, ᾧ πειθόμενος ἐγὼ πατρῴῳ ὄντι θεῷ εἰς τήνδε τὴν πραγματείαν παρῆλθον, πολλάκις με προτρεψαμένῳ, μάλιστα δὲ νῦν ἐναργῶς ἐπιστάντι μοι, ἡνίκα σοι ἐγνωρίσθην, καὶ μονονουχὶ κελεύσαντι ταῦτα συγγράψαι. οὐδὲν οὖν θαυμαστὸν ‹τὸν› Δαλδιαῖον Ἀπόλλωνα, ὃν Μύστην καλοῦμεν ἡμεῖς πατρῴῳ ὀνόματι, ταῦτά με προτρέψασθαι τῆς σῆς ἀρετῆς καὶ σοφίας προνοούμενον· καὶ γὰρ εἶναί τινα Λυδοῖς προξενίαν πρὸς Φοίνικας οἱ τὰ πάτρια ἡμῖν ἐξηγούμενοί φασιν.