[col. 1] Τῶν μὲν λόγων τ[ῶν μελλ̣όντων ῥηθήσεσ[θαι ἐπὶ τῶιδε τῶι τάφω[ι περί τε Λεωσθένους τοῦ στ[ρατηγοῦ καὶ περὶ τῶν ἄ[λ̣λων τῶν μετ' ἐκείνου [τετελ̣]ευτηκότων ἐν τ[ῶι πολ]έμωι, ὡς ἦσαν ἄ̣ν[δρες ἀ]γαθοί, μάρ̣τ̣[υς αὐτὸς ὁ χ]ρόνος ὁ σ......... τ]ω̣ι τὰς πρ̣[άξεις ..... ..ς ἀ̣νθρω[π......... .ι̣ν πω κα[λλί......ἑώ̣]ρ̣ακε ωι...... [ἐν τῶι π]αντὶ αἰῶ[ν̣ι......... γ]εγενη[μέν... οὔτε ἄ̣νδρας [ἀμείνους τῶν τετελε‹υ›τ̣[ηκότων οὔτε πρ[ά̣ξεις μεγαλ]οπ̣ρεπεστ̣[έρας. διὸ κ̣αὶ μάλιστα [π̣εφόβημαι, μή μοι συμ[βῆι τὸν λ̣]όγον ἐλάττ[ω φαίν̣]εσθαι τῶν ἔρ[γων τ̣ῶν γεγενη[μένων. πλὴν κατ' [ἐκεῖνό γε πάλιν θα[ρρῶ, ὅτι τὰ ὑπ' ἐμοῦ ‹ἐ›κ[λειπόμενα ὑμεῖς οἱ [ἀ̣κούοντες προ̣σθήσετε· οὐ γὰρ̣ ἐ‹ν› τοῖς τυχοῦσιν οἱ λόγοι ῥηθήσονται, ἀλλ' ἐν αὐτοῖς τοῖ‹ς› μάρτυσι τῶν ‹ἐκ›είνοις
[col. 2] π]ε̣πραγμένων. Ἄξιον δέ ἐς]τ̣ιν ἐπαινεῖν ‹τ›ὴν μὲν πό]λ̣‹ι›ν ἡμῶν ‹τ›ῆς προαιρέσεω̣]ς ἕνεκεν, τὸ προελέσθ]αι ὅμοια καὶ ἔτι σεμνό]τερα καὶ καλλίω τῶν πρότ]ερον αὐτῆι πεπραγμέ]νων, τοὺς δὲ τετελευ]τηκότας τῆς ἀνδρεία]ς τῆς ἐν τῶι πολέμωι, τὸ μὴ καταισχῦναι τὰς τῶν προγόνων ἀρετάς· τὸν δὲ στρατηγὸν Λεωσθένη διὰ ἀμφότερα· τῆς τε γὰρ προαιρέσεως εἰσηγητὴς τῆι πόλει ἐγένετο, καὶ τῆς στρατείας ἡγεμὼν τοῖς πολίταις κατέστη. Περὶ μὲν οὖν τ]ῆς πόλεως διεξιέναι τ]ὸ̣ καθ' ἕκαστον ὧν πρότε]ρον πᾶσαν τὴν Ἑλλάδα̣] ‹εὐεργέτηκεν› οὔτε ὁ χρόνος ὁ παρὼ]ν ἱκανὸς οὔτε ὁ καιρὸς̣] ἁρμόττων τῷ μακρ]ολογεῖν, οὔτε ῥάιδιον] ἕνα ὄντα τοσαύτας̣] καὶ τηλικαύτας πράξεις] ‹δι›ε̣ξ̣ελθεῖν καὶ μνημο]νεῦσαι. ἐπὶ κεφαλαίου δ]ὲ̣ οὐκ ὀκνήσω εἰπεῖν περ]ὶ αὐτῆς· ὥσπερ γὰρ] ὁ ἥλιος πᾶσαν
[col. 3] τὴν οἰκουμ̣[ένη]ν̣ ἐπέρχεται, τὰ[ς μὲν] ὥ̣ρας διακρίνων [εἰς τὸ π̣]ρέπον καὶ καλῶ̣[ς πάντα καθ]ι̣στάς, τοῖς δὲ σ[ώφροσι καὶ ἐπ̣]ιεικέσι τ̣[ῶν ἀνθρώπ]ων ἐπιμ[ελούμενος κ]α̣ὶ γεν̣[έσεως καὶ τροφῆ]ς καὶ καρπ]ῶ̣ν κ̣[αὶ τῶν ἄ]λ̣λων ἁ̣[πά]ντων τῶν ε̣ἰ̣ς τὸν β[ίο]ν χρησίμων, οὕτως κα̣[ὶ] ἡ̣ πόλις ἡμῶν διατελε̣[ῖ το]ὺ̣ς μ̣ὲν κακοὺ‹ς› κολάζο̣[υσα, τοῖς̣] δὲ δικαίο‹ι›ς β̣[οηθοῦσα], τὸ δὲ ἴσον ἀντ̣ὶ τῆς ἀδι]κ̣ίας ἅπασιν ἀ̣πονέμουσα, τ]οῖς δὲ ἰδίοις κινδύνοις κα̣]ὶ δαπάναι[ς κοινὴν ἄδει]αν τοῖς Ἕλλη̣[σιν παρασκευ̣]άζουσα. [π̣ερὶ μὲν οὖ]ν τῶν κοινῶ[ν ἔργων τῆς πόλ]εως ὥσπερ [π̣ροεῖπον φρά]σ̣αι... .., πε[ρ̣ὶ δὲ Λεωσθέν̣]ους καὶ τῶν ἄ[λλων τοὺς λόγ̣]ους ποιήσομ̣[αι. νῦ]ν̣ δὲ πόθεν ἄρξωμα[ι λέγων̣], ἢ τίνος πρῶτον μνησθῶ; πότερα περ[ὶ] τοῦ γένους αὐτῶν ἑκάστου διεξέλθω; ἀλλ' εὔηθες εἶναι ὑπολαμβάνω· τὸ‹ν› μὲν ‹γὰρ› ἄλλους τινὰς ἀνθρώπους ἐγκωμιάζοντα,
[col. 4] οἳ πολλαχόθεν εἰς μίαν πόλιν συνεληλυθότες οἰκοῦσι γένος ἴδιον ἕκαστος συνεισενεγκάμενος, τοῦτον μὲν δεῖ κατ' ἄ̣νδρα γενεαλογεῖν ἕκαστον· περὶ δὲ Ἀθηναίων ἀνδρῶν̣ τοὺ‹ς› λόγου‹ς› ποιούμενοσ̣, οἷς ἡ κοινὴ γένεσις α[ὐτόχ]θ̣οσιν οὖσιν ἀνυπέρβλητ[ον] τ̣ὴν εὐγένειαν ἔχει, πε[ρ]ίεργον ἡγοῦμαι εἶναι ἰδία[ι τὰ] γένη ἐγκωμιάζειν. ἀλλὰ [πε]ρὶ τῆς παιδείας αὐτῶν ἐπι[μνη]σθῶ, καὶ ὡς ἐν πολλῆι σ̣[ωφροσύνηι παῖδες ὄντ[ες ἐτράφησαν καὶ ἐπαιδε̣[ύθησαν, ὅπερ εἰώθασίν [τινες ποιεῖν; ἀλλ' οἶμαι π̣[άντας εἰδέναι ὅτι τούτο[υ̣ ἕνεκα τοὺ‹ς› παῖδας παιδεύο[μ̣εν, ἵνα ἄνδρες ἀγαθοὶ γ[ίγνωνται· τοὺς δὲ γεγενημ̣[ένους ἐν τῶι πολέμωι ἄν̣δρ[ας ὑπερβάλλοντας τῆι ἀ[ρ̣ετῆι πρόδηλόν ἐστιν ὅτι πα[ῖδες ὄντες καλῶς ἐπαιδε[ύ̣θησαν. ἁπλούστατον ο̣[ὖν ἡγοῦμαι εἶναι τὴν ἐν τ[ῶι πολέμωι διεξελθεῖν ἀρετήν, καὶ ὡς πολλῶν ἀγαθῶν αἴτιοι γεγένη‹ν›ται τῆι πατρίδι καὶ τοῖς ἄλλοις Ἕλλησιν. ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ στρατηγοῦ· καὶ γὰρ δίκαιον. Λεωσθένης γὰρ ὁρῶν τὴν Ἑλλάδα πᾶ[ς]α̣ν τεταπεινωμένην καὶ ..... ἐπτηχυ̣]ῖαν,
[col. 5] κατεφθαρμένην ὑπὸ τῶν] δωροδοκ̣ούντων παρὰ Φιλίπ]που καὶ Ἀλεξάνδρου κατὰ τῶν] πατρίδων τῶν αὑτῶν, καὶ τ]ὴ̣ν μὲν πόλιν ἡμῶν δεομέ]νην ἀνδρός, τὴν δ' Ἑ̣λλάδα πᾶ]σαν πόλεως, ἥτις προστῆναι δυν]ήσεται τῆς ἡγεμονίας, ἐπέδ]ωκεν ἑαυτὸν μὲν τῆι πατρί]δι, τὴν δὲ πόλιν τοῖς Ἕλλησ̣[ιν] ε̣ἰς τὴν ἐλευθερίαν· καὶ ξενικὴν μὲν δύναμιν ‹συ›στησάμενος, τῆς δὲ πολιτικῆς ἡγεμὼν καταστὰς τοὺς πρώτους ἀντιταξαμένους τῆι τῶν Ἑλλήνων ἐλευθερίαι Βοιωτοὺς καὶ Μακεδόνας καὶ Εὐβοέας καὶ τοὺς ἄλλους συμμάχους αὐτῶν ἐνίκησε μαχόμενος ἐν τῆι Βοιωτίαι. ἐντεῦθεν δ' ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς πα]ρ̣όδους, δι' ὧν καὶ πρότερον ἐπὶ τ]οὺς Ἕλληνας οἱ βάρβαροι ἐπο]ρεύθησαν, τῆς μὲν ἐπὶ τὴν] Ἑλλάδα πορείας Ἀντίπ]α̣τρον ἐκώλυσεν, αὐτὸν δὲ κα]ταλαβὼν ἐν τοῖς τόποις τούτοι]ς καὶ μάχηι νικήσας ἐπολιόρ]κει κατακλείσας εἰς Λαμίαν· Θ]ε̣τταλοὺς δὲ καὶ Φωκέας καὶ Αἰ]τωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν τῶι τόπωι συμμάχους ἐποιήσατο, καὶ ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν ἔλαβεν. συνέβη δ' αὐτῶι τῶν μὲν πραγμάτων ὧν προε[ίλετο κρατῆσαι,
[col. 6] τῆς δὲ εἱ[μ̣αρ]μένης οὐκ̣ ἦν περιγενέ[σθαι.] δίκαιον δ' ἐστὶν μὴ μ[όνον] ὧν ἔπραξεν Λεωσθέν[ης κα]ὶ χάριν ἔχειν αὐτῶι πρ̣[ώτωι ἀ]λ̣λὰ καὶ τῆς ὕστερον [γενομέν̣]ης μάχης μετὰ τ[ὸ̣ν ἐκείνο]υ θάνατον καὶ τῶν̣ [ἄλλων ἀγ]α̣θῶν τῶν ἐν τῆι σ[τ̣ρατείαι τ]αύτηι συμβάντων̣ [το̣ῖς Ἕλ]λησιν· ἐπὶ γ̣ὰρ τοῖς ὑπὸ [Λε]ωσθένους ‹τε›θεῖσιν θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις. Καὶ μηδεὶς ὑπολάβῃ με τῶν ἄλλων πολιτῶν μη]δένα λόγον ποιεῖσθαι, ἀλλὰ] Λεωσθένη μό̣ν‹ον› ἐγκωμιάζ]ε̣ιν. συμβαίνει γὰρ τὸν Λε]ω̣σθένους ἔπαινον ἐπὶ ταῖ]ς μάχαις ἐγκώμιον τῶν ἄλ]λων πολιτῶν εἶναι· το[ῦ μὲν] γ̣ὰρ βουλεύεσθαι καλ̣[ῶς ὁ στρα]τηγὸς αἴτιος, τοῦ δὲ νι[κᾶν μαχ]ομένους οἱ κινδυν[εύειν ἐθ]έ̣λοντες τοῖς σώμασ[ιν· ὥστ]ε ὅταν ἐπαιν[ῶ τὴν γ]εγονυῖαν νίκην, ἅμα τ[ῆι Λε]ω̣σθένους ἡγεμονίαι καὶ [τὴν τ]ῶ̣ν ἄλλων ἀρετὴν ἐγκωμ̣[ιάς]ω̣. τίς γὰρ οὐκ ἂν δικα̣[ίως] ἐπαινοίη τῶν πολιτῶ[ν το]ὺ̣ς ἐν τῶιδε τῶι πολέμω̣[ι τε]λευτήσαντας, οἳ τὰς ἑα[υτῶ]ν̣ ψυχὰς ἔδωκαν ὑπὲρ τῆ[ς τῶ]ν Ἑλλήνων ἐλευθερίας, [φα]νερωτάτην ἀπόδειξιν τ̣[αύτ]η̣ν ἡγούμενοι εἶναι τοῦ [β̣ούλ]εσθαι τῆι Ἑλλάδι τὴν̣] ἐ̣λε̣[υθερ]ίαν
[col. 7] περιθεῖναι τὸ μαχομ[ένους τελευτῆσαι ὑπὲρ αὐτῆ[ς. μ]έγα δ' αὐτοῖς συνεβάλετ[ο εἰ]ς τὸ προθύμως ὑπὲρ τῆς [Ἑλλά̣δος ἀγωνίσασθαι τὸ ἐν τῆ[ι Βοιωτίαι τὴν μάχην τὴν π[ροτέραν̣ γενέσθαι. ἑώρων γὰ[ρ τὴν μὲν π]ό̣λιν τῶν Θηβαίων οἰκτ[ρῶς ἠφα]ν̣ισμένην ἐξ ἀνθρώπων, [τ̣ὴν δὲ ἀ̣]κρόπολιν αὐτῆς φρουρου[μ̣ένην] ὑπὸ τῶν Μακεδόνων, τὰ δ̣ὲ σώ̣ματα τῶν ἐνοικούντων ἐξηνδραποδισμένα, τὴν δὲ χώραν ἄλλους διανεμομένους, ὥστε πρὸ ὀφθαλμῶν ὁρώμενα αὐτοῖς τὰ δεινὰ ἄοκνον π[αρ]εῖχε τόλμα‹ν› εἰς τὸ κινδυνεύειν [πρ]οχείρως. ἀλλὰ μὴν τήν γε π[ερὶ Π̣]ύλας καὶ Λαμίαν μάχην γεν̣[ομέν]ην οὐχ ἧττον αὐτοῖς ἔνδο[ξον γεν]έσθαι συμβέβηκεν ἧς [ἐν Βοιω]τοῖς ἠγωνίσαντο, οὐ μόνον [τῶι μαχο]μένους νικᾶν Ἀντίπατρον [κ̣α̣ὶ τοὺς ς]υμμάχους ἀλλὰ καὶ τῶι τόπω[ι, τῶι ἐ]νταυθοῖ γεγενῆσθαι τὴν μ[άχην.] ἀ̣φ̣ικνούμενοι γὰρ οἱ Ἕλλη[νες ἅπα̣]ντες δὶς τοῦ ἐνιαυτοῦ εἰς [τὴν Πυ̣λ̣]αίαν θεωροὶ γενήσοντ[αι τῶν ἔργων τῶν π[ε̣πρα]γ̣μένων αὐτοῖς· ἅμα γὰρ εἰς τ̣ὸ̣[ν τό]πον ἁθροισθήσονται καὶ τῆ̣[ς το]ύτων ἀρετῆς μνησθήσοντ[αι. ο]ὐδένε̣ς γὰρ πώποτε τῶν γεγονότων οὔτε περὶ καλλιόνων οὔτε πρὸς ἰσχυροτέρους οὔτε μετ' ἐλαττόνων ἠγωνίσαντο, τὴν ἀρετὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν πλῆθος ἀλλ' οὐ τὸν πολὺν ἀριθμὸν τῶν σωμάτων εἶναι κρίνοντες. καὶ τὴν μὲν ἐλευθερίαν εἰς τὸ κο[ι]νὸν πᾶσιν κατέθεσαν, τὴν δ' εὐδοξίαν ‹τὴν› ἀπὸ τῶν πράξεων ἴδιον στέφανον τῆι πατρίδ̣[ι περι̣]έθηκαν. Ἄξιον
[col. 8] τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων. ἆρ' οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμωι δὲ τῶι τούτου τρόπωι ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα; συνελόντα δ' εἰπεῖν τὴν Μακεδόνων ὑπερηφανί̣αν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρ' ἑκάστοις, ὥστε μήτε γυνα‹ι›κῶν μήτε παρθένων μήτε παίδων ὕβρ‹ε›ις †ἀνεκλείπτους ἑκάστοις καθεστάναι. φανερὸν δ' ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔ̣[σ̣τ̣]ι· θυσίας μὲν ἀνθρώποις γ[ιγνο]μ̣ένας ἐφορᾶν, ἀγάλμ[α̣τα δὲ] κ̣αὶ βωμοὺς καὶ ναοὺς τοῖ[ς μὲν] θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώ̣[π̣ο̣ις] ἐπιμελῶς συντελούμενα, καὶ [τ]οὺς ‹τού›των οἰκέ̣τας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους. ὅπου δὲ τὰ πρὸς ‹τοὺς› θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπους χρὴ νομίζειν; ἆρ' οὐκ ἂν παντελῶς καταλελύσθαι; ὥστε ὅσῳ δεινότερα τὰ προ‹ς›δοκώμεν' ἂν γενέσθαι κρίνομεν, τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν. οὐδεμία γὰρ στρατεία τὴν ‹τῶν› στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν ἧι γ̣ε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον ἦ‹ν›, πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατ[είας̣] ἢ τοὺς
[col. 9] ἄλλους πάντας πληγὰς λαμβάνειν ἐν τῶι παρεληλυθότι χρόνωι, χειμώνων δ' ὑπ]ερβολὰς καὶ τῶν καθ' ἡμέρα̣]ν ἀναγκαίων ἐνδείας τοσαύ]τας καὶ τηλικαύτας οὕτως ἐγ]κ̣ρατῶς ὑπομεμ‹ε›νηκένα[ι], ὥς]τ̣ε καὶ τῶι λόγωι χαλεπὸν εἶν]αι φράσαι. τὸν δὴ τοιαύτας κ]αρτερίας ἀόκνως ὑπομεῖναι τοὺ‹ς› πολίτας προτρεψάμενον Λεωσθένη, καὶ τοὺς τῶι τοιούτωι στρατηγῶι προθύμως συναγωνιστὰς σφᾶς αὐτοὺς παρασχόντας ἆρ' οὐ διὰ τὴν τῆς ἀρετῆς ἀπόδειξιν εὐτυχεῖς μᾶλλον ἢ διὰ τὴν τοῦ ζῆν ἀπόλειψιν ἀτυχεῖς νομιστέον; οἵ τινες θνητοῦ σώματος ἀθάν̣[ατον δόξαν ἐκτήσαντο καὶ διὰ τὴ̣[ν ἰδίαν ἀρετὴν τὴν κοινὴν ἐλ[ευθερίαν τοῖς Ἕλλησιν ἐβεβαίωσα̣ν̣. φέρει γὰρ πᾶσαν εὐδαιμονίαν †ἡ αὐτονομία. ο‹ὐ› γὰρ ἀνδρὸς ἀπειλὴν ἀλλὰ νόμου φωνὴν κυριεύειν δεῖ τῶν εὐδαιμόνων, οὐδ' αἰτίαν φοβερὰν εἶναι τοῖς ἐλευθέροις ἀλλ' ἔλεγχον, οὐδ' ἐπὶ τοῖς κολακεύουσιν τοὺς δυνάστας καὶ διαβάλλουσιν τοὺ‹ς› πολίτας τὸ τῶν πολιτῶν ἀσφαλές, ἀλλ' ἐπὶ τῆι τῶν νόμων πίστει γενέσθαι. ὑπὲρ ὧν ἁπάντων οὗτοι πόνους πόνων διαδόχους ποιούμενοι καὶ τοῖς καθ' ἡμέραν κινδύνοις τοὺ‹ς› εἰς τὸν ἅπαντα χρόνον φόβους τ̣ῶν πολιτῶν καὶ τῶν Ἑλλήνων παραιρούμενοι τὸ ζῆν ἀνήλωσαν εἰς τὸ τοὺς ἄλλους καλῶς ζῆν. διὰ τούτους πατέρες ἔνδοξοι, μητέρες περίβλε‹π›τοι τοῖς πολίταις γεγόνασι, ἀδελφαὶ γάμων τῶν προσηκόντων ἐννόμως τετυχήκασι καὶ τεύξονται, παῖδες ἐφ̣ό̣διον εἰς τὴν πρὸς τὸν δῆμον ε̣[ὔνοιαν τὴν τῶν οὐκ ἀπολωλότω[ν
[col. 10] ἀρετήν, οὐ γὰρ θεμιτὸν τούτου τοῦ ὀνόματος τυχεῖν τοὺς οὕτως ὑπὲρ καλῶν τὸ‹ν› βίον ἐκλιπόντας, ἀλλ[ὰ] τῶν τὸ ζῆν ‹ε›ἰς αἰώ[ν]ι̣ον τάξιν μετηλλα[χό]των ἕξουσιν. εἰ γὰρ [ὁ τοῖ]ς ἄλλοι[ς̣] ὢν ἀνιαρ[ότ]α̣τος θάνατος τούτοις ἀρχηγὸς μ̣εγάλων ἀγαθῶν γέγονε, πῶς τούτους ο‹ὐ›κ εὐτυχεῖς κρίνειν δ̣ίκαιον, ἢ πῶς ἐκλελοιπέναι τὸν βίον, ἀλλ̣' οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης; τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δ' ἄνδρες ἀ̣γαθοὶ γεγόνασι· καὶ τ̣]ότε μὲν ‹ἐν› πολλῶι̣ χρόνωι καὶ διὰ πολλῶν κινδύνων τὴν ἀρετὴ̣ν ἀπέδειξαν· νῦν δ' ἀπὸ ταύτης ...... γνωρί̣μους πᾶσι καὶ μνημονευτ̣οὺς διὰ ἀνδραγαθίαν γεγονέναι. τίς ‹γὰρ› κα‹ι›ρὸς ἐν ὧι τῆς τούτων ἀρετῆς οὐ μνημονεύσομεν; τίς τόπος ἐν ὧι ζήλου καὶ τῶν ἐντιμοτάτων ἐπαίνων τυγχάνοντας οὐκ ὀψόμ[εθα; πότερον οὐκ ἐν τοῖς τῆ[ς πόλεως ἀγαθοῖς; ἀλλὰ τ[ὰ̣ διὰ τούτους γεγονότα τ[ίνα̣ς ἄλλους ἢ τούτους ἐπαινεῖσθ[αι καὶ μνήμης τυγχάνειν ποι̣ήσει; ἀλλ' οὐκ ἐ̣ν ταῖς ἰ̣δί̣α̣ι̣ς εὐπραξίαις; ἀλλ' ἐν τῇ τούτω̣ν̣ ἀρετῆι βεβαίως αὐτῶν ἀπολαύσομεν. παρὰ ποίᾳ δὲ τῶν ἡλικιῶν οὐ μακαριστοὶ̣
[col. 11] γενήσο̣[νται; πότερον οὐ παρὰ τοῖς π̣[ρεσβυτέροις, οἳ ἄφοβον ἄ[ξειν τὸν λοιπὸν βίον κα[ὶ ἐν ἀσφαλεῖ γεγενῆσ̣[θαι νομίζουσι διὰ τού[τους; ἀλλ' οὐ παρὰ τοῖς ἡλικιώτ̣[αις;............ τελευτὴ φ̣............... καλῶς ω̣............... παραπο̣................ αι γέγον[εν; ἀλλ' οὐ παρὰ τοῖς νεωτέρο̣[ις καὶ παισίν; ἔπειτα οὐ τὸν̣ [θάνατον ζηλώσουσιν αὐτ[ῶν, καὶ αὐτοὶ σπουδάσουσιν̣ [μιμεῖσθαι ὡς παράδειγμ̣[α τὸν τούτων βίον, ἀνθ' οὗ τὴν ἀ[ρ̣ετὴν καταλελοίπασι; οὐκ[οῦν ἄξιον εὐδαιμονίζειν αὐ̣[τοὺς ἐπὶ τοσαύτηι τιμῇ; ἢ τίνε[ς ............... φοι λει............... Ἑλλην̣[................ τῶν̣ π̣ε[............... παρὰ π̣ο̣............ [τῆς Φρυγῶν κ[ρατησάσης στρατείας ἐγ[κωμιασθήσεται;.... δὲ τῆς ἐλ̣............... τατοις ε.............. ἅπασιν κ[α̣ὶ λόγοις καὶ ὠιδαῖς ἐπα[ιν....... ἀμφότερα γὰρ ε.............. περὶ Λεωσ[θένους ........ καὶ τῶν τ[ελευτησάντων ἐν τῶι πολ[έμωι. εἰ μὲν γὰρ ἡδονῆς ἕν[εκεν μνημονεύουσιν τὰς τ̣[οιαύτας καρτερίας, τί γέ[νοιτ' ἂν τοῖς Ἕλλησιν ἥδι[ον ἢ ἔπαινος τῶν τὴν ἐλευθερί̣[αν παρασκευασάντων ἀ[π̣ὸ τῶν Μακεδόνων; εἰ δὲ [ὠφελείας ἕνεκεν ἡ τοια[ύτη μνήμη
[col. 12] γίγνεται, τίς ἂν λόγος ὠφελήσειεν μᾶλλον τὰς τῶν ἀκουσόντων ψυχὰς τοῦ τὴν ἀρετὴν ἐγκωμιάσοντος καὶ τοὺς ἀγαθοὺς ἄνδρας; ἀλλὰ μὴν ὅτι παρ' ἡμῖν καὶ τοῖς λοιποῖς πᾶσιν εὐδοκιμεῖν αὐτοὺς ἀναγκαῖον, ἐκ τούτων φανερόν ἐστιν· ἐν Ἅιδου δὲ λογίσασθαι ἄξιον, τίνες οἱ τὸν ἡγ̣εμόνα δεξιωσόμενοι τὸν τούτ̣ων. ἆρ' οὐκ ἂν ο̣ἰ̣όμεθα ὁρ̣ᾶν Λεωσθένη δεξιουμένους καὶ θαυμάζοντας τῶν †ἡμιθέων †καλ̣ουμένων τοὺς ἐπὶ †Τροίαν στρα‹τεύ›σαντ[α]ς, ὧν οὗτος ἀδελφὰς π[ρ]άξεις ἐ̣νστησάμενος τοσοῦτον δ]ιήνεγκε, ὥστε οἱ μὲν μ̣ετὰ πάσης τῆς Ἑλλάδος μ]ίαν πόλιν εἷλον, ὁ δὲ μ̣]ετὰ τῆς ἑαυτοῦ πατ]ρίδος μόνης πᾶσαν τ]ὴν τῆς Εὐρώπης καὶ τ]ῆ̣ς Ἀσίας ἄρχουσαν δύν]αμιν ἐταπείνωσεν. κ]ἀκεῖνοι μὲν ἕνεκα μ]ιᾶς γυναικὸς ὑβρισθείς]η̣ς ἤμυναν, ὁ δὲ πας]ῶν τῶν Ἑλληνίδων τ]ὰς ἐπιφερομένας ὕ]βρεις ἐκώλυσεν μετὰ] τῶν συνθαπτομέν]ων νῦν αὐτῶι ἀνδρῶν. τ]ῶν ‹δὲ› μετ' ἐκείνους μὲν γ]εγενημένων, ἄξια δ]ὲ τῆς ἐκείνων ἀρετ]ῆς διαπεπραγμένων, λ]έγω δὴ τοὺς περὶ Μιλτ̣]ιάδην καὶ Θεμιστ̣]οκλέα καὶ τοὺς ἄλλους,
[col. 13] οἳ τὴν Ἑλλάδ̣[α ἐλευθερώσαντες ἔντιμον μὲν τὴν πατρίδα κατέστησαν, ἔν̣δοξον ‹δὲ› τὸν αὑτῶν βίον ἐ̣ποίησαν, ὧν οὗτος το̣σ̣οῦτον ὑπερέσχεν ἀνδρείαι καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπε̣λθοῦσαν τὴ‹ν› τῶν βαρβάρων δύναμιν ἠμύναντο, ὁ δὲ μηδ' ἐπελθεῖν ἐποίησεν. κἀκεῖνοι μὲν ἐν τῆι οἰκ‹ε›ίαι τοὺς ἐχθ‹ρ›οὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῆι τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων. οἶμαι δὲ καὶ ‹τοὺς› τὴν πρὸς ἀλλήλους φιλίαν τῶι δήμωι βεβαιότατα ἐνδειξαμένους, λέγω δὲ Ἁρμόδιον καὶ Ἀριστογείτονα, †οὐθένας οὕτως αὑτοῖς οἰκείοτερους ὑμῖν εἶναι νομίζειν ὡς Λεωσθέ‹ν›η καὶ τοὺς ἐκείνωι συναγωνισαμένους, οὐδ' ἔστιν οἷς ἂν μᾶλλον ἢ τούτοις πλησιάσειαν ἐν Ἅιδου. εἰκότω̣ς· οὐκ ἐλάττω γὰρ ἐκείνων ἔργα διεπράξαντο, ἀλλ' εἰ δέον εἰπεῖν καὶ μείζω. οἱ μὲν γὰρ τοὺ[ς τῆς πατρίδος τυράννους [κ̣α̣τέλυσαν, οὗτοι δὲ τοὺς τῆς Ἑλλάδος ἁπάσης. ὢ καλῆς μὲν καὶ παραδόξου τόλμης τῆς πραχθείσης ὑπὸ τῶνδε τῶν̣ ἀνδρῶν, ἐνδόξου δὲ καὶ μεγαλοπρεποῦς προαιρέσεως ἧς προείλοντο, ὑπερβ̣α̣λ̣λούσης δὲ ἀρετῆς καὶ ἀνδ̣ρ̣α̣γαθίας τῆς ἐν τοῖς κινδύνοις, ἣν οὗτοι παρασχόμενοι εἰς τὴν κοινὴν ἐλευθε̣ρίαν̣ τῶν Ἑλλήνων ‑ ‑ ‑ ‑ ‑ ‑
[col. 14] [Χαλεπὸν μὲν ἴσως ἐστὶ τοὺς ἐν τοῖς τοιούτοις ὄντας πάθεσι παραμυθεῖσθαι· τὰ γὰρ πένθη οὔτε λόγωι οὔτε νόμωι κοιμίζεται, ἀλλ' ἡ φύσις ἑκάστου καὶ φιλία πρὸς τὸν τελευτήσαντα ‹τὸν› ὁρισμὸν ἔχει τοῦ λυπεῖσθαι. ὅμως δὲ χρὴ θαρρεῖν καὶ τῆς λύπης παραιρεῖν εἰς τὸ ἐνδεχόμενον, καὶ μεμνῆσθαι μὴ μόνον τοῦ θανάτου τῶν τετελευτηκότων, ἀλλὰ καὶ τῆς ἀρετῆς ἧς καταλελοίπασιν. εἰ γὰρ θρήνων ἄξια πεπόνθασιν, ἀλλ' ἐπαίνων μεγάλων πεποιήκασιν. εἰ δὲ γήρως θνητοῦ μὴ μετέσχον, ἀλλ' εὐδοξίαν ἀγήρατον εἰλήφασιν εὐδαίμονές τε γεγόνασι κατὰ πάντα. ὅσοι μὲν γὰρ αὐτῶν ἄπαιδες τετελευτήκασιν, οἱ παρὰ τῶν Ἑλλήνων ἔπαινοι παῖδες αὐτῶν ἀθάνατοι ἔσονται. ὅσοι δὲ παῖδας καταλελοίπασιν, ἡ τῆς πατρίδος εὔνοια ἐπίτροπος αὐτοῖς τῶν παίδων καταστήσεται. πρὸς δὲ τούτοις, εἰ μέν ἐστι τὸ ἀποθανεῖν ὅμοιον τῷ μὴ γενέσθαι, ἀπηλλαγμένοι εἰσὶ νόσων καὶ λύπης καὶ τῶν ἄλλων τῶν προσπιπτόντων εἰς τὸν ἀνθρώπινον βίον· εἰ δ' ἔστιν αἴσθησις ἐν Ἅιδου καὶ ἐπιμέλεια παρὰ τοῦ δαιμονίου, ὥσπερ ὑπολαμβάνομεν, εἰκὸς τοὺς ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις βοηθήσαντας πλείστης ἐπιμελείας καὶ κηδεμονίας ὑπὸ τοῦ δαιμονίου τυγχάνειν.] ‑ ‑ ‑