[14] Δίωνος δ΄ βιβλίῳ "καὶ τῇ γε κόρῃ καὶ ὅπλα, ὡς φασί τινες, καὶ ἵππον ἐδωρήσατο." Bekk. Anecd. p. 133 8.
[15b] Δίωνος δ΄ βιβλίῳ "καὶ τά τε ἄλλα αὐτοῖς πολὺ διαλλάττοντα ἀλλήλων καὶ τὰς ἐπικλήσεις διαφόρους παρέθεσαν." ib. p. 133 16.
[15a] Δίωνος ἐκ τοῦ δ΄ βιβλίου "ἀλλὰ τῆς τε χώρας τῆς Ῥωμαϊκῆς κατέδραμον." Bekk. Anecd. p. 152 3.
Δίων δ΄ βιβλίῳ "πάντα τὰ μέχρι τείχους ἐκακούργουν." ib. p. 152 1.
[16] ὅτι τὸ κρύφιον τῶν βουλευμάτων καὶ τὸ καίριον τῶν πράξεων, τό τε ἰδιοβουλεῖν τινα καὶ τὸ μήτ' ἀναχώρησιν ἐς μηδένα ἄλλον μηδεμίαν ἔχειν καὶ τῶν συμβαινόντων αὐτὸν ἐφ' ἑκάτερα τὴν αἰτίαν λαμβάνειν, μέγα μέρος ἐς τὸ κατορθωθῆναί τι συμβάλλεται. M. 22 (p. 142).
[17] πρὸς στάσεις ἐτράποντο. αἴτιον δ' ὅτι οἵ τε ἰσχύοντες τοῖς χρήμασιν ἐν πᾶσι τῶν καταδεεστέρων ὡς καὶ βασιλεύοντές σφων προέχειν ἐβούλοντο, καὶ οἱ ἀσθενέστεροι οὐδὲν αὐτοῖς οὐδὲ σμικρὸν ὡς καὶ ἰσονομούμενοι πειθαρχεῖν ἤθελον, ἀλλ' οἱ μὲν ἄπληστοι τῆς ἐλευθερίας ὄντες καὶ ταῖς οὐσίαις ταῖς ἐκείνων, οἱ δὲ ἀκρατῶς τῆς τιμήσεως ἔχοντες καὶ τοῖς σώμασι τοῖς τούτων [2] ἐχρῶντο· καὶ οὕτως ἐξ ὧν πρότερον τὰ πρόσφορα ἀνθυπουργοῦντες ἀλλήλοις συνεφρόνουν, καταλύσαντες οὐκέτι τὸ οἰκεῖον ἀπὸ τοῦ ὀθνείου διέκρινον, ἀλλὰ τό τε μέτριον ἀμφότεροι ὑπερορῶντες καὶ τὸ ἄκρον οἱ μὲν τῆς ἐπιτάξεως οἱ δὲ τῆς οὐκ ἐθελοδουλείας προτιμῶντες, οὔτε ἐκεῖνα κατειργάσαντο καὶ πολλὰ καὶ ἄτοπα τὰ μὲν [3] ἀμυνόμενοι τὰ δὲ καὶ προκαταλαμβάνοντες ἀλλήλους ἔδρασαν, ὥστ' αὐτοὺς ἐπὶ πλεῖστον ἀνθρώπων, πλὴν ἐν τοῖς πάνυ κινδύνοις, οὓς ἐκ τῶν ἀεὶ πολέμων δι' αὐτὰ ταῦτα μάλιστα ἔσχον, διχοστατῆσαι· ὅθενπερ συχνοὶ τῶν πρώτων καὶ ἐξεπίτηδές σφας πολλάκις παρεσκεύασαν. καὶ ἐκεῖθεν ἀρξάμενοι πολὺ πλείω κακὰ πρὸς ἀλλήλων ἢ τῶν ἀλλοφύλων ἔπαθον. καί μοι καὶ καταμαντεύσασθαι ἐξ αὐτῶν ἐπέρχεται ὅτι οὐκ ἔστιν ὅπως ἄλλως εἴτ' οὖν τῆς δυνάμεως εἴτ' οὖν τῆς ἀρχῆς στερηθεῖεν, εἰ μὴ δι' ἀλλήλων σφαλεῖεν. M. 23 (ib.).
[4] ἄλλως τε γὰρ ἐδυσχέραινον ὅτι μὴ τὰ αὐτὰ δεόμενοί σφων οἱ βουλευταὶ καὶ τυχόντες ἐφρόνουν, ἀλλ' ἐν μὲν τῷ κινδύνῳ πολλὰ καὶ μεγάλα αὐτοῖς ὑπέσχοντο, σωθέντες δὲ οὐδὲν οὐδὲ τῶν ἐλαχίστων ἐποίησαν. M. 24 (p. 143).
[5] ἵνα γὰρ δὴ μὴ καθ' ἓν μαχόμενοι ἀλλ' ὑπὲρ τῆς οἰκείας χωρὶς ἕκαστοι ἀγωνιζόμενοι εὐχειρωτότεροί σφισι γένωνται, διεῖλον τὴν στρατιάν. M. 25 (ib.).
[6] ὅτι ὁ δῆμος ἰδιωτεύσαντος τοῦ Οὐαλερίου τοῦ δικτάτορος χαλεπώτατα ἐστασίασεν, ὥστε καὶ τὴν πολιτείαν νεοχμῶσαι· οἱ γὰρ ἐν ταῖς περιουσίαις ὄντες τοῦ πάνυ ἀκριβοῦς περὶ τὰ συμβόλαια ἀντεχόμενοι καὶ μηδ' ὁτιοῦν αὐτοῦ παριέντες καὶ ἐκείνου διήμαρτον καὶ ἄλλων πολλῶν ἐστερήθησαν· οὐ γὰρ ἔγνωσαν ὅτι ἥ τε πενία ἡ ἄκρατος βιαιότατον κακόν, ἥ τε ἐξ αὐτῆς ἀπόνοια, ἄλλως [7] τε καὶ πλῆθος προσλαβοῦσα, δυσμαχώτατόν ἐστι. καὶ διὰ τοῦτο οὐκ ὀλίγοι τῶν τὰ πολιτικὰ πρασσόντων ἐθελοντὶ τὸ ἐπιεικὲς πρὸ τοῦ σφόδρα δικαίου προαιροῦνται· τοῦτο μὲν γὰρ τῆς τε ἀνθρωπείας φύσεως πολλάκις ἡττᾶται καὶ ἔστιν ὅτε καὶ παντελῶς καταλύεται, ἐκεῖνο δὲ σμικρόν τι αὐτοῦ παραθραῦσαν τὸ γοῦν λοιπὸν μεῖζον ὂν σώζει. πλείστων γοῦν δεινῶν τοῖς Ῥωμαίοις αἰτία ἡ τοῦ δυνατωτέρου [8] ἐς τοὺς ὑποδεεστέρους ἀκρίβεια ἐγένετο· ἄλλα τε γὰρ πολλὰ κατὰ τῶν ὑπερημέρων αὐτοῖς ἐδέδοτο, καὶ εἰ δή τινι πλείους δεδανεικότες ἔτυχον, κρεουργηδὸν αὐτοῦ τὸ σῶμα πρὸς τὸ μέρος ὧν ὤφειλεν ἐξουσίαν εἶχον κατανέμεσθαι. καὶ τοῦτο μὲν εἰ καὶ τὰ μάλιστα ἐνενόμιστο, ἀλλ' οὔτι γε καὶ ἔργῳ ποτὲ ἐγεγόνει· πῶς γὰρ ἂν πρὸς τοσαύτην ὠμότητα προεχώρησαν οἱ καὶ τοῖς ἐπ' ἀδικήματί τινι ‹ἁλοῦσι› διάφευξιν ἐπὶ σωτηρίᾳ πολλάκις δόντες τοῖς τε ἀπὸ τῶν πετρῶν τοῦ Καπιτωλίου ὠσθεῖσι ζῆν, εἰ περιγένοιντο, ἐπιτρέποντες; M. 26 (p. 143).
[9] ὅτι οἱ χρεωστοῦντες τὰ δάνεια κολωνόν τινα κατέλαβον, καὶ Γάιόν τινα προστησάμενοι τὴν τροφὴν ἐκ τῆς χώρας ὥσπερ ἐκ πολεμίας ἐλάμβανον, κἀκ τούτου τούς τε νόμους τῶν ὅπλων καὶ τὸ δίκαιον τῆς ἀπονοίας σφῶν ἀσθενέστερα ἀπέφηναν. οἱ δὲ βουλευταὶ ‹τούτους τε› φοβηθέντες μὴ ἐπὶ πλεῖον πολεμωθῶσι καὶ τοὺς περιοίκους ‹μὴ› πρὸς τὰ παρόντα συνεπίθωνται σφίσι, διεκηρυκεύσαντο αὐτοῖς πάνθ' ὅσα καθ' ἡδονὴν ἤλπιζον ἔσεσθαι προτείνοντες.
[10] οἱ δὲ τὸ ‹μὲν› πρῶτον ἐθρασύνοντο, θαυμασίῳ ‹δὲ› δή τινι τρόπῳ κατέστησαν· ἐπειδὴ γὰρ ἀτάκτως διεβόων, Ἀγρίππας εἷς τῶν πρέσβεων μύθου τινὸς ἐπακοῦσαί σφας ἠξίωσε, καὶ τυχὼν εἶπεν ὅτι πρὸς τὴν γαστέρα ποτὲ τἆλλα μέλη τοῦ ἀνθρώπου ἐστασίασε, λέγοντα αὐτὰ μὲν καὶ ἄσιτα καὶ ἄποτα πονεῖν καὶ ταλαιπωρεῖν ἅτε καὶ ἅπαντα αὐτῇ διακονούμενα, ἐκείνην δὲ δὴ μήτε [11] τινὰ πόνον ἔχειν καὶ τῆς τροφῆς μόνην ἐμπίμπλασθαι. καὶ τέλος ἐψηφίσαντο μηκέτι μήτε τὰς χεῖρας τῷ στόματι προσφέρειν μήτε ἐκεῖνο λαμβάνειν, ὅπως ὅτι μάλιστα ἡ γαστὴρ ἐνδεὴς καὶ σίτου καὶ ποτοῦ γενομένη φθαρείη. ὡς δὲ ἔδοξε ταῦτα καὶ ἐγένετο, τὸ μὲν πρῶτον ἐξισχνάνθη τὸ σῶμα σύμπαν, ἔπειτα ὑπέδωκε καὶ ἐξέκαμε. πονήρως οὖν τὰ μέλη σφῶν ἔχοντα συνέγνω τε ἐκεῖνοι καὶ τὴν σφετέραν σωτηρίαν εἶναι καὶ ἀπέδωκεν αὐτῇ τὴν τροφήν.
[12] ἀκοῦσαν δὲ τούτων τὸ πλῆθος συνῆκεν ὅτι καὶ τὰ τῶν πενήτων αἱ τῶν εὐπόρων περιουσίαι ἀνέχουσι, καὶ διὰ τοῦτ' ἠπιώτεροι ἐγένοντο καὶ κατηλλάγησαν ἄφεσιν τῶν τε δανεισμάτων καὶ τῶν ὑπερημεριῶν εὑρόμενοι. ταῦτα μὲν οὖν καὶ πρὸς τῆς βουλῆς ἐψηφίσθη. M. 27 (p. 144).
[14] καὶ ἐδόκει μήτ' ἀπὸ τοῦ ἀνθρωπείου εἶναι, καὶ πολλοῖς καὶ ἄλλοις, τοῖς μὲν ἑκοῦσι τοῖς δὲ ἄκουσιν ... M. 28 (p. 145).
ὅτι ὅταν πολλοὶ καθ' ἓν γενόμενοι πλεονεκτήσωσι βιασάμενοι, παραχρῆμα μὲν ὁμολογίᾳ τινὶ ἐπιεικεῖ θρασύνονται, διαλυθέντες δὲ ἄλλος κατ' ἄλλην πρόφασιν δικαιοῦνται. M. 29 (p. 146).
[15] κατά τε τὸ φύσει τοῖς πλείστοις πρὸς τοὺς συνάρχοντας διάφορον (χαλεπὸν γὰρ πολλοὺς ἄλλως τε καὶ ἐν δυνάμει τινὶ συμφρονῆσαι) πᾶσα αὐτῶν ἡ ἰσχὺς διεσπᾶτο καὶ κατετέμνετο· οὐδὲν γὰρ ὄφελος ὧν ἐγίγνωσκον ἦν, εἰ καὶ εἷς σφῶν ἀντεῖπεν· τῷ γὰρ τὴν ἀρχὴν αὐτοὺς μὴ ἐπ' ἄλλο τι ἢ ‹τὸ› τοῖς βιαζομένοις τινὰς ἐναντιοῦσθαι λαμβάνειν ἰσχυρότερος ὁ κωλύων τι πραχθῆναι τῶν σπουδαζόντων αὐτὸ ἐγίγνετο. M. 30 (ib.).