5380 315 0 6 3 0 II-III d. C. Storiografia Cassius Dio LXII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 13

Cassius Dio - Historiae Romanae LXII

   ἐν ᾧ δὲ ταῦτα ἐν τῇ Ῥώμῃ ἐπαίζετο, πάθος ἐν τῇ Βρεττανίᾳ δεινὸν συνηνέχθη· δύο τε γὰρ πόλεις ἐπορθήθησαν, καὶ μυριάδες ὀκτὼ τῶν τε Ῥωμαίων καὶ τῶν συμμάχων αὐτῶν ἐφθάρησαν, ἥ τε νῆσος ἠλλοτριώθη. καὶ ταῦτα μέντοι πάντα ὑπὸ γυναικὸς αὐτοῖς συνηνέχθη, ὥστε καὶ κατὰ τοῦτο πλείστην αὐτοῖς αἰσχύνην συμβῆναι, [2] ὥς που καὶ τὸ θεῖον τὴν συμφορὰν αὐτοῖς προεσήμανεν· ἔκ τε γὰρ τοῦ βουλευτηρίου θροῦς νυκτὸς βαρβαρικὸς μετὰ γέλωτος καὶ ἐκ τοῦ θεάτρου θόρυβος μετ' οἰμωγῆς ἐξηκούετο, μηδενὸς ἀνθρώπων μήτε φθεγγομένου μήτε στένοντος, οἰκίαι τέ τινες ἐν τῷ Ταμέσᾳ ποταμῷ ὕφυδροι ἑωρῶντο, καὶ ὁ ὠκεανὸς ὁ μεταξὺ τῆς τε νήσου καὶ τῆς Γαλατίας αἱματώδης ποτὲ ἐν τῇ πλημμυρίδι [2] [1] ηὐξήθη. πρόφασις δὲ τοῦ πολέμου ἐγένετο ἡ δήμευσις τῶν χρημάτων ἃ Κλαύδιος τοῖς πρώτοις αὐτῶν ἐδεδώκει· καὶ ἔδει καὶ ἐκεῖνα, ὥς γε Δεκιανὸς Κάτος ὁ τῆς νήσου ἐπιτροπεύων ἔλεγεν, ἀναπόμπιμα γενέσθαι. διά τε οὖν τοῦτο, καὶ ὅτι ὁ Σενέκας χιλίας σφίσι μυριάδας ἄκουσιν ἐπὶ χρησταῖς ἐλπίσι τόκων δανείσας ἔπειτ' ἀθρόας τε ἅμα αὐτὰς καὶ βιαίως ἐσέπρασσεν ........

[2] ἡ δὲ μάλιστα αὐτοὺς ἐρεθίσασα καὶ ἐναντία Ῥωμαίων πολεμεῖν ἀναπείσασα, τῆς τε προστατείας αὐτῶν ἀξιωθεῖσα καὶ τοῦ πολέμου παντὸς στρατηγήσασα, Βουδουῖκα ἦν, γυνὴ Βρεττανὶς γένους [3] τοῦ βασιλείου, μεῖζον ἢ κατὰ γυναῖκα φρόνημα ἔχουσα. αὕτη γὰρ συνήγαγέ τε τὸ στράτευμα ἀμφὶ δώδεκα μυριάδας ὄν, καὶ ἀνέβη ἐπὶ βῆμα ἐκ γῆς ἑλώδους ἐς τὸν Ῥωμαϊκὸν τρόπον πεποιημένον. ἦν δὲ καὶ τὸ σῶμα μεγίστη καὶ τὸ εἶδος βλοσυρωτάτη τό τε βλέμμα [4] δριμυτάτη, καὶ τὸ φθέγμα τραχὺ εἶχε, τήν τε κόμην πλείστην τε καὶ ξανθοτάτην οὖσαν μέχρι τῶν γλουτῶν καθεῖτο, καὶ στρεπτὸν μέγαν χρυσοῦν ἐφόρει, χιτῶνά τε παμποίκιλον ἐνεκεκόλπωτο, καὶ χλαμύδα ἐπ' αὐτῷ παχεῖαν ἐνεπεπόρπητο. οὕτω μὲν ἀεὶ ἐνεσκευάζετο· τότε δὲ καὶ λόγχην λαβοῦσα, ὥστε καὶ ἐκ τούτου πάντας ἐκπλήττειν, ἔλεξεν ὧδε.

[3]

[1]    "πέπεισθε μὲν τοῖς ἔργοις αὐτοῖς ὅσον ἐλευθερία τῆς δουλείας διαφέρει, ὥστ' εἰ καὶ πρότερόν τις ὑμῶν ὑπὸ τῆς τοῦ κρείττονος ἀπειρίας ἐπαγωγοῖς ἐπαγγέλμασι τῶν Ῥωμαίων ἠπάτητο, ἀλλὰ νῦν γε ἑκατέρου πεπειραμένοι μεμαθήκατε μὲν ὅσον ἡμαρτήκατε δεσποτείαν ἐπισπαστὸν πρὸ τῆς πατρίου διαίτης προτιμήσαντες, ἐγνώκατε δὲ ὅσῳ καὶ πενία ἀδέσποτος πλούτου δουλεύοντος προφέρει.

[2] τί μὲν γὰρ οὐ τῶν αἰσχίστων, τί δ' οὐ τῶν ἀλγίστων, ἐξ οὗπερ ἐς τὴν Βρεττανίαν οὗτοι παρέκυψαν, πεπόνθαμεν; οὐ τῶν μὲν πλείστων καὶ μεγίστων κτημάτων ὅλων ἐστερήμεθα, τῶν δὲ [3] λοιπῶν τέλη καταβάλλομεν; οὐ πρὸς τῷ τἆλλα πάντα καὶ νέμειν καὶ γεωργεῖν ἐκείνοις, καὶ τῶν σωμάτων αὐτῶν δασμὸν ἐτήσιον φέρομεν; καὶ πόσῳ κρεῖττον ἦν ἅπαξ τισὶ πεπρᾶσθαι μᾶλλον ἢ μετὰ κενῶν ἐλευθερίας ὀνομάτων κατ' ἔτος λυτροῦσθαι; πόσῳ δὲ ἐσφάχθαι καὶ ἀπολωλέναι μᾶλλον ἢ κεφαλὰς ὑποτελεῖς περιφέρειν; [4] καίτοι τί τοῦτο εἶπον; οὐδὲ γὰρ τὸ τελευτῆσαι παρ' αὐτοῖς ἀζήμιόν ἐστιν, ἀλλ' ἴστε ὅσον καὶ ὑπὲρ τῶν νεκρῶν τελοῦμεν· παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἀνθρώποις καὶ τοὺς δουλεύοντάς τισιν ὁ θάνατος ἐλευθεροῖ, Ῥωμαίοις δὲ δὴ μόνοις καὶ οἱ νεκροὶ ζῶσι [5] πρὸς τὰ λήμματα. τί δ' ὅτι, κἂν μὴ ἔχῃ τις ἡμῶν ἀργύριον (πῶς γὰρ ἢ πόθεν), ἀποδυόμεθα καὶ σκυλευόμεθα ὥσπερ οἱ φονευόμενοι; τί δ' ἂν προϊόντος τοῦ χρόνου μετριάσαιεν, οὕτως ἡμῖν κατὰ τὴν πρώτην εὐθύς, ὅτε πάντες καὶ τὰ θηρία τὰ νεάλωτα θεραπεύουσι, προσενηνεγμένοι;

[4]

[1]    ἡμεῖς δὲ δὴ πάντων τῶν κακῶν τούτων αἴτιοι, ὥς γε τἀληθὲς εἰπεῖν, γεγόναμεν, οἵτινες αὐτοῖς ἐπιβῆναι τὴν ἀρχὴν τῆς νήσου ἐπετρέψαμεν, καὶ οὐ παραχρῆμα αὐτούς, ὥσπερ καὶ τὸν Καίσαρα τὸν Ἰούλιον ἐκεῖνον, ἐξηλάσαμεν· οἵτινες οὐ πόρρωθέν σφισιν, ὥσπερ καὶ τῷ Αὐγούστῳ καὶ τῷ Γαΐῳ τῷ Καλιγόλᾳ, φοβερὸν τὸ [2] καὶ πειρᾶσαι τὸν πλοῦν ἐποιήσαμεν. τοιγαροῦν νῆσον τηλικαύτην, μᾶλλον δὲ ἤπειρον τρόπον τινὰ περίρρυτον νεμόμενοι καὶ ἰδίαν οἰκουμένην ἔχοντες, καὶ τοσοῦτον ὑπὸ τοῦ ὠκεανοῦ ἀφ' ἁπάντων τῶν ἄλλων ἀνθρώπων ἀφωρισμένοι ὥστε καὶ γῆν ἄλλην καὶ οὐρανὸν ἄλλον οἰκεῖν πεπιστεῦσθαι, καί τινας αὐτῶν καὶ τοὺς σοφωτάτους γε μηδὲ τὸ ὄνομα ἡμῶν ἀκριβῶς πρότερον ἐγνωκέναι, κατεφρονήθημεν καὶ κατεπατήθημεν ὑπ' ἀνθρώπων μηδὲν ἄλλο ἢ [3] πλεονεκτεῖν εἰδότων. ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν ἔτι, ὦ πολῖται καὶ φίλοι καὶ συγγενεῖς (πάντας γὰρ ὑμᾶς συγγενεῖς, ἅτε καὶ μιᾶς νήσου οἰκήτορας ὄντας καὶ ἓν ὄνομα κοινὸν κεκλημένους, νομίζω), τὰ προσήκοντα πράξωμεν, ἕως ἔτι τῆς ἐλευθερίας μνημονεύομεν, ἵνα καὶ τὸ πρόσρημα καὶ τὸ ἔργον αὐτῆς τοῖς παισὶ καταλίπωμεν. ἂν γὰρ ἡμεῖς τῆς συντρόφου εὐδαιμονίας παντελῶς ἐκλαθώμεθα, τί ποτε ἐκεῖνοι ποιήσουσιν ἐν δουλείᾳ τραφέντες;

[5]

[1]    λέγω δὲ ταῦτα οὐχ ἵνα μισήσητε τὰ παρόντα (μεμισήκατε γάρ), οὐδ' ἵνα φοβηθῆτε τὰ μέλλοντα (πεφόβησθε γάρ), ἀλλ' ἵνα ἐπαινέσω τε ὑμᾶς ὅτι καὶ καθ' ἑαυτοὺς πάνθ' ὅσα δεῖ προαιρεῖσθε, καὶ χάριν ὑμῖν γνῶ ὅτι καὶ ἐμοὶ καὶ ἑαυτοῖς ἑτοίμως συναίρεσθε.

[2] φοβεῖσθε δὲ μηδαμῶς τοὺς Ῥωμαίους· οὔτε γὰρ πλείους ἡμῶν εἰσιν οὔτ' ἀνδρειότεροι. τεκμήριον δὲ ὅτι καὶ κράνεσι καὶ θώραξι καὶ κνημῖσιν ἐσκέπασθε καὶ προσέτι καὶ σταυρώμασι καὶ τείχεσι καὶ τάφροις ἐσκεύασθε πρὸς τὸ μήτι πάσχειν ἐξ ἐπιδρομῆς τῶν πολεμίων. τοῦτο γὰρ αἱροῦνται μᾶλλον ὑπὸ τῶν φόβων ἢ τὸ καὶ [3] δρᾶσαί τι προχείρως ὥσπερ ἡμεῖς. τοσαύτῃ γὰρ περιουσίᾳ ἀνδρίας χρώμεθα ὥστε καὶ τὰς σκηνὰς ἀσφαλεστέρας τῶν τειχῶν καὶ τὰς ἀσπίδας πολυαρκεστέρας τῆς ἐκείνων πανοπλίας νομίζειν. ἐξ οὗπερ ἡμεῖς μὲν καὶ κρατοῦντες αἱροῦμεν αὐτοὺς καὶ βιασθέντες ἐκφεύγομεν, κἂν ἄρα καὶ ἀναχωρῆσαί ποι προελώμεθα, ἐς τοιαῦτα ἕλη [4] καὶ ὄρη καταδυόμεθα ὥστε μήτε εὑρεθῆναι μήτε ληφθῆναι· ἐκεῖνοι δὲ οὔτε διῶξαί τινα ὑπὸ τοῦ βάρους οὔτε φυγεῖν δύνανται, κἂν ἄρα καὶ ἐκδράμωσί ποτε, ἔς τε χωρία ἀποδεδειγμένα καταφεύγουσι, [5] κἀνταῦθα ὥσπερ ἐς γαλεάγρας κατακλείονται. ἔν τε οὖν τούτοις παρὰ πολὺ ἡμῶν ἐλαττοῦνται, καὶ ἐν ἐκείνοις, ὅτι οὔτε λιμὸν οὔτε δίψος, οὐ ψῦχος οὐ καῦμα ὑποφέρουσιν ὥσπερ ἡμεῖς, ἀλλ' οἱ μὲν καὶ σκιᾶς καὶ σκέπης σίτου τε μεμαγμένου καὶ οἴνου καὶ ἐλαίου δέονται, κἂν ἄρα τι τούτων αὐτοὺς ἐπιλίπῃ διαφθείρονται, ἡμῖν δὲ δὴ πᾶσα μὲν πόα καὶ ῥίζα σῖτός ἐστι, πᾶς δὲ χυμὸς ἔλαιον, [6] πᾶν δὲ ὕδωρ οἶνος, πᾶν δὲ δένδρον οἰκία. καὶ μὴν καὶ τὰ χωρία ταῦτα ἡμῖν μὲν συνήθη καὶ σύμμαχα, ἐκείνοις δὲ δὴ καὶ ἄγνωστα καὶ πολέμια· καὶ τοὺς ποταμοὺς ἡμεῖς μὲν γυμνοὶ διανέομεν, ἐκεῖνοι δὲ οὐδὲ πλοίοις ῥᾳδίως περαιοῦνται. ἀλλ' ἴωμεν ἐπ' αὐτοὺς ἀγαθῇ τύχῃ θαρροῦντες. δείξωμεν αὐτοῖς ὅτι λαγωοὶ καὶ ἀλώπεκες ὄντες κυνῶν καὶ λύκων ἄρχειν ἐπιχειροῦσιν."

[6]

[1]    ταῦτα εἰποῦσα λαγὼν μὲν ἐκ τοῦ κόλπου προήκατο μαντείᾳ τινὶ χρωμένη, καὶ ἐπειδὴ ἐν αἰσίῳ σφίσιν ἔδραμε, τό τε πλῆθος πᾶν ἡσθὲν ἀνεβόησε, καὶ ἡ Βουδουῖκα τὴν χεῖρα ἐς τὸν οὐρανὸν [2] ἀνατείνασα εἶπε "χάριν τέ σοι ἔχω, ὦ Ἀνδράστη, καὶ προσεπικαλοῦμαί σε γυνὴ γυναῖκα, οὐκ Αἰγυπτίων ἀχθοφόρων ἄρχουσα ὡς Νίτωκρις, οὐδ' Ἀσσυρίων τῶν ἐμπόρων ὡς Σεμίραμις (καὶ γὰρ ταῦτ' ἤδη παρὰ τῶν Ῥωμαίων μεμαθήκαμεν), οὐ μὴν οὐδὲ Ῥωμαίων [3] αὐτῶν ὡς πρότερον μὲν Μεσσαλῖνα ἔπειτ' Ἀγριππῖνα νῦν δὲ καὶ Νέρων (ὄνομα μὲν ‹γὰρ› ἀνδρὸς ἔχει, ἔργῳ δὲ γυνή ἐστι· σημεῖον δέ, ᾄδει καὶ κιθαρίζει καὶ καλλωπίζεται), ἀλλὰ ἀνδρῶν Βρεττανῶν, γεωργεῖν μὲν ἢ δημιουργεῖν οὐκ εἰδότων, πολεμεῖν δὲ ἀκριβῶς μεμαθηκότων, καὶ τά τε ἄλλα πάντα κοινὰ καὶ παῖδας καὶ γυναῖκας κοινὰς νομιζόντων, καὶ διὰ τοῦτο καὶ ἐκείνων τὴν [4] αὐτὴν τοῖς ἄρρεσιν ἀρετὴν ἐχουσῶν. τοιούτων οὖν ἀνδρῶν καὶ τοιούτων γυναικῶν βασιλεύουσα προσεύχομαί τέ σοι καὶ αἰτῶ νίκην καὶ σωτηρίαν καὶ ἐλευθερίαν κατ' ἀνδρῶν ὑβριστῶν ἀδίκων ἀπλήστων ἀνοσίων, εἴ γε καὶ ἄνδρας χρὴ καλεῖν ἀνθρώπους ὕδατι θερμῷ λουμένους, ὄψα σκευαστὰ ἐσθίοντας, οἶνον ἄκρατον πίνοντας, μύρῳ ἀλειφομένους, μαλθακῶς κοιμωμένους, μετὰ μειρακίων, καὶ τούτων ἐξώρων, καθεύδοντας, κιθαρῳδῷ, καὶ τούτῳ [5] κακῷ, δουλεύοντας. μὴ γάρ τοι μήτ' ἐμοῦ μήθ' ὑμῶν ἔτι βασιλεύσειεν ἡ Νερωνὶς ἡ Δομιτία, ἀλλ' ἐκείνη μὲν Ῥωμαίων ᾄδουσα δεσποζέτω (καὶ γὰρ ἄξιοι τοιαύτῃ γυναικὶ δουλεύειν, ἧς τοσοῦτον ἤδη χρόνον ἀνέχονται τυραννούσης), ἡμῶν δὲ σὺ ὦ δέσποινα ἀεὶ μόνη προστατοίης."

[7]

[1]    τοιαῦτ' ἄττα ἡ Βουδουῖκα δημηγορήσασα ἐπῆγε τοῖς Ῥωμαίοις τὴν στρατιάν· ἔτυχον γὰρ ἄναρχοι ὄντες διὰ τὸ Παυλῖνον τὸν ἡγεμόνα σφῶν εἰς νῆσόν τινα Μῶνναν ἀγχοῦ τῆς Βρεττανίας κειμένην ἐπιστρατεῦσαι. διὰ τοῦτο πόλεις τε δύο Ῥωμαϊκὰς ἐξεπόρθησε καὶ διήρπασε, καὶ φόνον ἀμύθητον, ὡς ἔφην, εἰργάσατο· τοῖς τε ἁλισκομένοις ἀνθρώποις ὑπ' αὐτῶν οὐδὲν τῶν δεινοτάτων ἔστιν ὅ τι [2] οὐκ ἐγίνετο. καὶ ὃ δὴ δεινότατον καὶ θηριωδέστατον ἔπραξαν· τὰς γὰρ γυναῖκας τὰς εὐγενεστάτας καὶ εὐπρεπεστάτας γυμνὰς ἐκρέμασαν, καὶ τούς τε μαστοὺς αὐτῶν περιέτεμον καὶ τοῖς στόμασί σφων προσέρραπτον, ὅπως ὡς καὶ ἐσθίουσαι αὐτοὺς ὁρῷντο, καὶ μετὰ τοῦτο πασσάλοις ὀξέσι διὰ παντὸς τοῦ σώματος κατὰ [3] μῆκος ἀνέπειραν. καὶ ταῦτα πάντα, θύοντές τε ἅμα καὶ ἑστιώμενοι καὶ ὑβρίζοντες, ἔν τε τοῖς ἄλλοις σφῶν ἱεροῖς καὶ ἐν τῷ τῆς Ἀνδάτης μάλιστα ἄλσει ἐποίουν. οὕτω τε γὰρ τὴν Νίκην ὠνόμαζον, καὶ ἔσεβον αὐτὴν περιττότατα.

[8]

[1]    ὁ δὲ Παυλῖνος ἔτυχε μὲν ἤδη τὴν Μῶνναν παραστησάμενος, πυθόμενος δὲ τὴν Βρεττανικὴν συμφορὰν ἀπέπλευσεν εὐθὺς ἐς αὐτὴν ἐκ τῆς Μώννης. καὶ διακινδυνεῦσαι μὲν αὐτίκα πρὸς τοὺς βαρβάρους οὐκ ἤθελε, τό τε πλῆθος αὐτῶν καὶ τὴν ἀπόνοιαν φοβούμενος, ἀλλ' ἐς ἐπιτηδειότερον καιρὸν τὴν μάχην ὑπερετίθετο· ἐπεὶ δὲ σίτου τε ἐσπάνιζε καὶ οἱ βάρβαροι ἐγκείμενοι οὐκ ἀνίεσαν, [2] ἠναγκάσθη καὶ παρὰ γνώμην αὐτοῖς συμβαλεῖν. ἡ μὲν οὖν Βουδουῖκα ἐς τρεῖς καὶ εἴκοσι μυριάδας ἀνδρῶν στράτευμα ἔχουσα αὐτὴ μὲν ἐφ' ἅρματος ὠχεῖτο, τοὺς δὲ ἄλλους ὡς ἑκάστους διέταξεν· ὁ δὲ δὴ Παυλῖνος μήτε ἀντιπαρατεῖναί οἱ τὴν φάλαγγα δυνηθείς (οὐδὲ γὰρ οὐδ' εἰ ἐφ' ἕνα ἐτάχθησαν ἐξικνοῦντο· τοσοῦτον [3] ἠλαττοῦντο τῷ πλήθει) μήτ' αὖ καθ' ἓν συμβαλεῖν, μὴ καὶ περιστοιχισθεὶς κατακοπῇ, τολμήσας, τριχῇ τε ἔνειμε τὸν στρατὸν ὅπως πολλαχόθεν ἅμα μάχοιντο, καὶ ἐπύκνωσεν ἕκαστον τῶν μερῶν ὥστε δύσρηκτον εἶναι. συντάττων δ' αὐτοὺς καὶ καθιστὰς [9] [1] προσπαρῄνει, λέγων "ἄγετε ἄνδρες συστρατιῶται, ἄγετε ἄνδρες Ῥωμαῖοι, δείξατε τοῖς ὀλέθροις τούτοις ὅσον καὶ δυστυχοῦντες αὐτῶν προφέρομεν· αἰσχρὸν γάρ ἐστιν ὑμῖν, ἃ μικρῷ πρόσθεν ὑπ' ἀρετῆς ἐκτήσασθε, νῦν ἀκλεῶς ἀπολέσαι. πολλάκις τοι τῶν νῦν παρόντων ἐλάττους ὄντες πολὺ πλείονας ἀντιπάλους καὶ ἡμεῖς [2] αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ἐνίκησαν. μήτ' οὖν τὸ πλῆθος αὐτῶν φοβηθῆτε καὶ τὴν νεωτεροποιίαν (ἐκ γὰρ ἀόπλου καὶ ἀμελετήτου προπετείας θρασύνονται), μήθ' ὅτι πόλεις τινὰς ἐμπεπρήκασιν· οὐ γὰρ κατὰ κράτος οὐδὲ ἐκ μάχης, ἀλλὰ τὴν μὲν προδοθεῖσαν τὴν δὲ ἐκλειφθεῖσαν εἷλον. ἀνθ' ὧν νῦν τὴν προσήκουσαν παρ' αὐτῶν δίκην λάβετε, ἵνα καὶ τοῖς ἔργοις αὐτοῖς ἐκμάθωσιν οἵους ὄντας ἡμᾶς οἷοι ὄντες ἠδικήκασι".

[10]

[1]    ταῦτά τισιν εἰπὼν ἐφ' ἑτέρους ἦλθε, καὶ ἔφη "νῦν καιρὸς ὦ συστρατιῶται προθυμίας, νῦν τόλμης. ἂν τήμερον ἄνδρες ἀγαθοὶ γένησθε, καὶ τὰ προειμένα ἀναλήψεσθε· ἂν τούτων κρατήσητε, οὐκέτ' οὐδεὶς ἡμῖν οὐδὲ τῶν ἄλλων ἀντιστήσεται. διὰ μιᾶς τοιαύτης μάχης καὶ τὰ ὑπάρχοντα βεβαιώσεσθε καὶ τὰ λοιπὰ προσκαταστρέψεσθε· [2] πάντες γὰρ καὶ οἱ ἄλλοθί που ὄντες στρατιῶται ζηλώσουσιν ὑμᾶς καὶ ἐχθροὶ φοβηθήσονται. ὥστε ἐν ταῖς χερσὶν ἔχοντες ἢ πάντων ἀνθρώπων ἀδεῶς ἄρχειν ὧν καὶ οἱ πατέρες ὑμῶν κατέλιπον καὶ αὐτοὶ ὑμεῖς προσεπεκτήσασθε, ἢ πάντως αὐτῶν στερηθῆναι, ἕλεσθε ἐλεύθεροι εἶναι, ἄρχειν πλουτεῖν εὐδαιμονεῖν μᾶλλον ἢ τἀναντία αὐτῶν ῥᾳθυμήσαντες παθεῖν."

[11]

[1]    τοιαῦτα δὲ καὶ τούτοις εἰπὼν ἐπὶ τοὺς τρίτους ἐπιπαρῆλθε, καὶ ἔλεξε καὶ ἐκείνοις "ἠκούσατε μὲν οἷα ἡμᾶς οἱ κατάρατοι οὗτοι [2] δεδράκασι, μᾶλλον δὲ ἔνια αὐτῶν καὶ εἴδετε· ὥσθ' ἕλεσθε πότερον καὶ αὐτοὶ τὰ αὐτὰ ἐκείνοις παθεῖν καὶ προσέτι καὶ ἐκπεσεῖν παντελῶς ἐκ τῆς Βρεττανίας, ἢ κρατήσαντες καὶ τοῖς ἀπολωλόσι τιμωρῆσαι καὶ τοῖς ἄλλοις ἀνθρώποις ἅπασι παράδειγμα ποιῆσαι καὶ πρὸς τὸ πειθαρχοῦν εὐμενοῦς ἐπιεικείας καὶ πρὸς τὸ νεωτερίζον [3] ἀναγκαίας τραχύτητος. μάλιστα μὲν οὖν ἔγωγε νικήσειν ἡμᾶς ἐλπίζω καὶ τῇ παρὰ τῶν θεῶν συμμαχίᾳ (τοῖς γὰρ ἀδικουμένοις ὡς τὸ πολὺ συναίρονται) καὶ τῇ πατρῴᾳ ἡμῶν ἀνδρίᾳ, Ῥωμαίους τε ὄντας καὶ ταῖς ἀρεταῖς ἁπάντων ἀνθρώπων κεκρατηκότας, καὶ ταῖς ἐμπειρίαις (καὶ γὰρ αὐτοὺς τούτους τοὺς νῦν ἀντικαθεστῶτας ἡττήσαντες κεχειρώμεθα), τῷ τε ἀξιώματι (οὐ γὰρ ἀντιπάλοις τισὶν ἀλλὰ δούλοις ἡμετέροις συμβαλοῦμεν, οὓς καὶ ἐλευθέρους [4] καὶ αὐτονόμους ὄντας εἰάσαμεν)· ἂν δὲ δὴ παρ' ἐλπίδα τι συμβῇ (οὐδὲ γὰρ [οὐδὲ] τοῦτ' εἰπεῖν ὀκνήσω), ἄμεινόν ἐστι μαχομένους ἡμᾶς ἀνδρείως πεσεῖν ἢ ἁλόντας ἀνασκολοπισθῆναι, τὰ σπλάγχνα τὰ ἑαυτῶν ἐκτμηθέντα ἰδεῖν, πασσάλοις διαπύροις ἀναπαρῆναι καὶ ὕδατι ζέοντι τηκομένους ἀπολέσθαι, καθάπερ ἐς θηρία τινὰ [5] ἄγρια ἄνομα ἀνόσια ἐμπεπτωκότας. ἢ οὖν περιγενώμεθα αὐτῶν, ἢ ἐνταῦθα ἀποθάνωμεν. καλὸν τὸ μνημεῖον τὴν Βρεττανίαν ἕξομεν, κἂν πάντες οἱ λοιποὶ Ῥωμαῖοι ἐξ αὐτῆς ἐκπέσωσι· τοῖς γὰρ σώμασι τοῖς ἡμετέροις πάντως αὐτὴν ἀεὶ καθέξομεν".

[12]

[1]    τοιαῦτα καὶ παραπλήσια τούτοις εἰπὼν ἦρε τὸ σημεῖον τῆς μάχης· κἀκ τούτου συνῆλθον, οἱ μὲν βάρβαροι κραυγῇ τε πολλῇ καὶ ᾠδαῖς ἀπειλητικαῖς χρώμενοι, οἱ δὲ Ῥωμαῖοι σιγῇ καὶ κόσμῳ, [2] μέχρις οὗ ἐς ἀκοντίου βολὴν ἀφίκοντο. ἐνταῦθα δὲ ἤδη βάδην τῶν πολεμίων προσιόντων σφίσιν ἐξᾴξαντες ἅμα ἀπὸ συνθήματος ἐπέδραμον αὐτοῖς ἀνὰ κράτος, καὶ ἐν μὲν τῇ προσμίξει ῥᾳδίως τὴν ἀντίταξίν σφων διέρρηξαν, περισχεθέντες δὲ τῷ πλήθει πανταχόθεν [3] ἅμα ἐμάχοντο. καὶ ἦν ὁ ἀγωνισμὸς αὐτῶν πολύτροπος· τοῦτο μὲν γὰρ οἱ ψιλοὶ τοὺς ψιλοὺς ἀντέβαλλον, τοῦτο δὲ οἱ ὁπλῖται τοῖς ὁπλίταις ἀνθίσταντο, οἵ τε ἱππεῖς τοῖς ἱππεῦσι συνεφέροντο, καὶ πρὸς τὰ ἅρματα τῶν βαρβάρων οἱ τοξόται τῶν Ῥωμαίων ἀντηγωνίζοντο. τούς τε γὰρ Ῥωμαίους οἱ βάρβαροι ῥύμῃ τοῖς ἅρμασι προσπίπτοντες ἀνέτρεπον, καὶ αὐτοὶ ὑπὸ τῶν τοξευμάτων, ἅτε καὶ δίχα θωράκων μαχόμενοι, ἀνεστέλλοντο· [4] ἱππεύς τε πεζὸν ἀνέτρεπε, καὶ πεζὸς ἱππέα κατέβαλλε· πρός τε τὰ ἅρματα συμφραξάμενοί τινες ἐχώρουν, καὶ ἄλλοι ὑπ' αὐτῶν ἐσκεδάννυντο· τούς τε τοξότας οἱ μὲν ὁμόσε σφίσιν ἰόντες ἔτρεπον, οἱ δὲ πόρρωθεν ἐφυλάσσοντο. καὶ ταῦτα οὐ καθ' ἓν ἀλλὰ τριχῇ [5] πάνθ' ὁμοίως ἐγίνετο. ἠγωνίσαντο δὲ ἐπὶ πολὺ ὑπὸ τῆς αὐτῆς ἀμφότεροι προθυμίας καὶ τόλμης. τέλος δὲ ὀψέ ποτε οἱ Ῥωμαῖοι ἐνίκησαν, καὶ πολλοὺς μὲν ἐν τῇ μάχῃ καὶ πρὸς ταῖς ἁμάξαις τῇ [6] τε ὕλῃ κατεφόνευσαν, πολλοὺς δὲ καὶ ζῶντας εἷλον. συχνοὶ δ' οὖν καὶ διέφυγον, καὶ παρεσκευάζοντο μὲν ὡς καὶ αὖθις μαχούμενοι, ἀποθανούσης δὲ ἐν τούτῳ τῆς Βουδουίκης νόσῳ ἐκείνην μὲν δεινῶς ἐπένθησαν καὶ πολυτελῶς ἔθαψαν, αὐτοὶ δ' ὡς καὶ τότε ὄντως ἡττηθέντες διεσκεδάσθησαν. Xiph. p. 158, 24-165, 20 R. St.

[13]

[1]    καὶ τὰ μὲν Βρεττανικὰ ἐπὶ τοσοῦτον, ἐν δὲ τῇ Ῥώμῃ ὁ Νέρων Ὀκταβίαν τὴν Αὔγουσταν ἀπεπέμψατο μὲν πρότερον διὰ Σαβῖναν τὴν παλλακίδα, ὕστερον δὲ καὶ ἀπέκτεινε, καίτοι τοῦ Βούρρου ἐναντιουμένου [2] αὐτῷ καὶ κωλύοντος ἀποπέμψασθαι, καί ποτε εἰπόντος "οὐκοῦν καὶ τὴν προῖκα αὐτῇ" τοῦτ' ἔστι τὴν ἡγεμονίαν "ἀπόδος". οὕτω γάρ πως ἐρρωμένως αὐτῇ ἐχρῆτο ὥστε ποτὲ δεύτερον ἐρωτηθεὶς ὑπ' αὐτοῦ γνώμην περὶ ὧν ἀπεφήνατο, εἶπεν ἄντικρυς ὅτι "περὶ ὧν ἂν ἅπαξ τι εἴπω, μηκέτι μου αὖθις πύθῃ". Xiph. 165, 2028 R. St.

[3]    τοῦτον μὲν οὖν φαρμάκῳ διώλεσε, Τιγελλῖνον δέ τινα Σωφρόνιον, ἀσελγείᾳ τε καὶ μιαιφονίᾳ πάντας τοὺς καθ' ἑαυτὸν ἀνθρώπους ὑπεράραντα, σὺν ἑτέρῳ τινὶ ἐπὶ τὴν τῶν δορυφόρων ἀρχὴν κατέστησεν. Xiph. 165, 28-31 R. St.

   πρὸς τοῦτον καὶ τὸ τῆς Πυθιάδος ἀπόφθεγμα γενέσθαι λέγεται.

[4] ἐπεὶ γὰρ τῶν περὶ τὴν Ὀκταουίαν ὄντων οἱ ἄλλοι πάντες πλὴν Πυθιάδος συνεπέθεντο μετὰ τῆς Σαβίνης αὐτῇ, τῆς μέν, ὅτι ἐδυστύχει, καταφρονήσαντες, τὴν δέ, ὅτι ἴσχυε, κολακεύοντες, μόνη [δ'] ἡ Πυθιὰς οὔτε τι κατεψεύσατο αὐτῆς, καίπερ πικρότατα βασανισθεῖσα, καὶ τέλος ὡς ὁ Τιγελλῖνος ἐνέκειτο αὐτῇ, προσέπτυσέ τε αὐτῷ καὶ εἶπε "καθαρώτερον ὦ Τιγελλῖνε τὸ αἰδοῖον ἡ δέσποινά μου τοῦ σοῦ στόματος ἔχει." Xiph. 165, 31-166, 6 R. St.

[14]

[1]    ὁ δὲ δὴ Νέρων καὶ γέλωτα καὶ σκώμματα τὰ τῶν συγγενῶν κακὰ ἐποιεῖτο. τὸν γοῦν Πλαῦτον ἀποκτείνας, ἔπειτα τὴν κεφαλὴν αὐτοῦ προσενεχθεῖσάν οἱ ἰδών, "οὐκ ᾔδειν" ἔφη "ὅτι [οὕτω] μεγάλην ῥῖνα εἶχεν," ὥσπερ φεισάμενος ἂν αὐτοῦ εἰ τοῦτο προηπίστατο.

[2] πάντα δὲ ὡς εἰπεῖν τὸν βίον ἐν καπηλικῇ διαίτῃ ποιούμενος ἀπεῖπε τοῖς ἄλλοις μηδὲν ἑφθὸν ἐν καπηλείῳ, πλὴν λαχάνων [3] καὶ ἔτνους, πιπράσκειν. τὸν δὲ Πάλλαντα διεχρήσατο, ὅτι καὶ πλοῦτον πολὺν ἐκέκτητο, ὥστε καὶ ἐς μυρίας μυριάδας αὐτὸν ἀριθμεῖσθαι· καὶ δυσκολίᾳ τρόπων πολλῇ ἐχρῆτο, ὥστε μήτε τοῖς οἰκέταις μήτε τοῖς ἐξελευθέροις διαλέγεσθαί τι, ἀλλ' ἐς γραμματεῖα πάνθ' ὅσα ἐβούλετο καὶ προσέτασσέ σφισιν ἐσγράφειν. Xiph. 166, 717 R. St., et (v. 1. 2) Exc. Val. 245 (p. 689).

[15]

[7]    ὅτι ἐκ τῶν συναχθέντων ἐς τὸ Ἄντιον πολλῶν ἀπολομένων ὁ Νέρων ἐν ἑορτῆς μέρει τοῦτο ἐποιεῖτο. Exc. Val. 246 (p. 689).

[1a]    ὅτι Θρασέας τις γνώμην ἀπεφήνατο ἀνδρὶ βουλευτῇ ἐσχάτην εἶναι τιμωρίαν τὴν φυγήν. Petr. Patr. exc. Vat. 58 (p. 212 Mai. 6 p. 194, 16. 17 Dind.)

[1]    τοσαύτη δ' ἦν ἡ τοῦ Νέρωνος ἀκολασία ὥστε καὶ ἅρματα δημοσίᾳ ἤλαυνε. καί ποτε θηρία ἀποκτείνας ὕδωρ τε εὐθὺς ἐς τὸ θέατρον ἐπωχέτευσε καὶ ναυμαχίαν ἐπετέλεσε, καὶ μετὰ τοῦτο τὸ ὕδωρ ἀφεὶς μονομαχίαν ἐπιδιέθηκε, καὶ τέλος ἐσαγαγὼν αὐτὸ [2] αὖθις δεῖπνον δημοσίᾳ πολυτελὲς ἐδείπνισεν. ἑστιάτωρ μὲν ὁ Τιγελλῖνος ἀπεδέδεικτο, καὶ παρασκευὴ πᾶσα πολλὴ ἐπεπόριστο· ἐσκευάσθη δὲ τόνδε τὸν τρόπον. ἐν μὲν τῷ μέσῳ καὶ ἐπὶ τῷ ὕδατι τά τε σκεύη τὰ οἰνηρὰ τὰ ξύλινα τὰ μεγάλα προκαθεῖτο, [3] καὶ ἐπ' αὐτῶν σανίδες ἐπεπήγεσαν, πέριξ δὲ περὶ αὐτὸ καπηλεῖα καὶ οἰκήματα ἐπεποίητο, ὥστε τὸν Νέρωνα καὶ τὸν Τιγελλῖνον τούς τε συσσίτους αὐτῶν τὸ μέσον ἔχοντας ἐπί τε ταπήτων πορφυρῶν καὶ ἐπὶ στρωμάτων ἁπαλῶν ἐπευωχεῖσθαι, τοὺς δὲ δὴ [4] ἄλλους πάντας ἐν τοῖς καπηλείοις εὐθυμεῖσθαι. ἔς τε τὰ πορνεῖα ἐσῄεσαν, καὶ συνεγίγνοντο πάσαις ἀνέδην ἁπλῶς ταῖς ἐνταῦθα καθημέναις· ἦσαν δὲ αἵ τε περικαλλέσταται καὶ ἐκφανέσταται, δοῦλαί τε καὶ ἐλεύθεραι, ἑταῖραι, παρθένοι, γαμεταί τινων, οὐχ ὅπως δημότιδες ἀλλὰ καὶ αὐταὶ αἱ εὐγενέσταται καὶ κόραι καὶ [5] γυναῖκες. καὶ ἦν ἐξουσία παντὶ τῷ βουλομένῳ σχεῖν ἣν ἤθελεν· οὐ γὰρ ἐξῆν αὐταῖς οὐδένα ἀπαρνήσασθαι. ὥστε, οἷα συρφετώδης ὅμιλος, ἀπλήστως τε ἅμα ἔπινον καὶ ἀσελγῶς ὕβριζον, καί τις καὶ δοῦλος τῇ δεσποίνῃ παρόντος τοῦ δεσπότου καὶ μονομάχος [6] εὐγενεῖ κόρῃ ὁρῶντος τοῦ πατρὸς συνεγίνοντο. ὠθισμοί τε καὶ πληγαὶ καὶ θόρυβοι, τοῦτο μὲν ἀπ' αὐτῶν τῶν ἐσιόντων, τοῦτο δὲ καὶ ἐκ τῶν ἔξωθεν περιεστηκότων, αἰσχροὶ συνέβαινον, καὶ ἄνδρες τε ἐκ τούτων συχνοὶ ἐφθάρησαν καὶ γυναῖκες, αἱ μὲν ἀποπνιγεῖσαι αἱ δὲ διαρπαγεῖσαι.

[16]

[1]    μετὰ δὲ ταῦτα ἐπεθύμησεν ὅπερ που ἀεὶ ηὔχετο, τήν τε πόλιν ὅλην καὶ τὴν βασιλείαν ζῶν ἀναλῶσαι· τὸν γοῦν Πρίαμον καὶ αὐτὸς θαυμαστῶς ἐμακάριζεν ὅτι καὶ τὴν πατρίδα ἅμα καὶ τὴν [2] ἀρχὴν ἀπολομένας εἶδεν. λάθρᾳ γάρ τινας ὡς καὶ μεθύοντας ἢ καὶ κακουργοῦντάς τι ἄλλως διαπέμπων, τὸ μὲν πρῶτον ἕν που καὶ δύο καὶ πλείονα ἄλλα ἄλλοθι ὑπεπίμπρα, ὥστε τοὺς ἀνθρώπους ἐν παντὶ ἀπορίας γενέσθαι, μήτ' ἀρχὴν τοῦ κακοῦ ἐξευρεῖν μήτε τέλος ἐπαγαγεῖν δυναμένους ἀλλὰ πολλὰ μὲν ὁρῶντας πολλὰ [3] δὲ ἀκούοντας ἄτοπα. οὔτε γὰρ θεάσασθαι ἄλλο τι ἦν ἢ πυρὰ πολλὰ ὥσπερ ἐν στρατοπέδῳ, οὔτε ἀκοῦσαι λεγόντων τινῶν ἢ ὅτι τὸ καὶ τὸ καίεται· ποῦ; πῶς; ὑπὸ τίνος; βοηθεῖτε. θόρυβός τε οὖν ἐξαίσιος πανταχοῦ πάντας κατελάμβανε, καὶ διέτρεχον οἱ [4] μὲν τῇ οἱ δὲ τῇ ὥσπερ ἔμπληκτοι. καὶ ἄλλοις τινὲς ἐπαμύνοντες ἐπυνθάνοντο τὰ οἴκοι καιόμενα· καὶ ἕτεροι πρὶν καὶ ἀκοῦσαι ὅτι τῶν σφετέρων τι ἐμπέπρησται, ἐμάνθανον ὅτι ἀπόλωλεν. οἵ τε ἐκ τῶν οἰκιῶν ἐς τοὺς στενωποὺς ἐξέτρεχον ὡς καὶ ἔξωθεν αὐταῖς βοηθήσοντες, καὶ οἱ ἐκ τῶν ὁδῶν εἴσω ἐσέθεον ὡς καὶ ἔνδον τι [5] ἀνύσοντες. καὶ ἦν ἥ τε κραυγὴ καὶ ὀλολυγὴ παίδων ὁμοῦ γυναικῶν ἀνδρῶν γερόντων ἄπλετος, ὥστε μήτε συνιδεῖν μήτε συνεῖναί τι ὑπὸ τοῦ καπνοῦ καὶ τῆς κραυγῆς δύνασθαι· καὶ διὰ ταῦθ' ὁρᾶν [6] ἦν τινας ἀφώνους ἑστῶτας ὥσπερ ἐνεοὺς ὄντας. κἀν τούτῳ πολλοὶ μὲν καὶ τὰ σφέτερα ἐκκομιζόμενοι, πολλοὶ δὲ καὶ τὰ ἀλλότρια ἁρπάζοντες ἀλλήλοις τε ἐνεπλάζοντο καὶ περὶ τοῖς σκεύεσιν ἐσφάλλοντο, καὶ οὔτε προϊέναι ποι οὔθ' ἑστάναι εἶχον, ἀλλ' [7] ὤθουν ὠθοῦντο, ἀνέτρεπον ἀνετρέποντο. καὶ συχνοὶ μὲν ἀπεπνίγοντο συχνοὶ δὲ συνετρίβοντο, ὥστε σφίσι μηδὲν ὅ τι τῶν δυναμένων ἀνθρώποις ἐν τῷ τοιούτῳ πάθει κακῶν συμβῆναι μὴ συνενεχθῆναι. οὐδὲ γὰρ οὐδ' ἀποφυγεῖν που ῥᾳδίως ἐδύναντο· κἂν ἐκ τοῦ παρόντος τις περιεσώθη, ἐς ἕτερον ἐμπεσὼν ἐφθείρετο.

[17]

[1] καὶ ταῦτα οὐκ ἐν μιᾷ μόνον ἀλλ' ἐπὶ πλείους καὶ ἡμέρας καὶ νύκτας ὁμοίως ἐγίνετο. καὶ πολλοὶ μὲν οἶκοι ἔρημοι τοῦ βοηθήσοντός σφισιν ἀπώλοντο, πολλοὶ δὲ καὶ ὑπ' αὐτῶν τῶν ἐπικουρούντων προσκατεπρήσθησαν· οἱ γὰρ στρατιῶται, οἵ τε ἄλλοι καὶ οἱ νυκτοφύλακες, πρὸς τὰς ἁρπαγὰς ἀφορῶντες οὐχ ὅσον οὐ [2] κατεσβέννυσάν τινα ἀλλὰ καὶ προσεξέκαιον. τοιούτων δὲ δὴ ἄλλων ἄλλοθι συμβαινόντων, ὑπέλαβέ ποτε τὸ πῦρ ἄνεμος καὶ ἐπὶ τὰ λοιπὰ ὁμοῦ πάντα ἤγαγεν, ὥστε σκευῶν μὲν πέρι ἢ οἰκιῶν μηδένα μηδὲν ἔτι φροντίσαι, πάντας δὲ τοὺς λοιποὺς ἑστῶτάς που ἐν ἀσφαλεῖ τινι ὁρᾶν ὥσπερ νήσους τινὰς καὶ πόλεις ἅμα πολλὰς φλεγο[3]μένας, καὶ ἐπὶ μὲν τοῖς σφετέροις μηδὲν ἔτι λυπεῖσθαι, τὸ δὲ δημόσιον ὀδυρομένους ἀναμιμνήσκεσθαι ὅτι καὶ πρότερόν ποτε [18] [1] οὕτως ὑπὸ τῶν Γαλατῶν τὸ πλεῖον τῆς πόλεως διεφθάρη. πάντων δὲ δὴ τῶν ἄλλων οὕτω διακειμένων, καὶ πολλῶν καὶ ἐς αὐτὸ τὸ πῦρ ὑπὸ τοῦ πάθους ἐμπηδώντων, ὁ Νέρων ἔς τε τὸ ἄκρον τοῦ παλατίου, ὅθεν μάλιστα σύνοπτα τὰ πολλὰ τῶν καιομένων ἦν, ἀνῆλθε, καὶ τὴν σκευὴν τὴν κιθαρῳδικὴν λαβὼν ᾖσεν ἅλωσιν, ὡς μὲν αὐτὸς ἔλεγεν, Ἰλίου, ὡς δὲ ἑωρᾶτο, Ῥώμης.

[2]    τοιούτῳ μὲν δὴ πάθει τότε ἡ πόλις ἐχρήσατο οἵῳ οὔτε πρότερόν ποτε οὔθ' ὕστερον, πλὴν τοῦ Γαλατικοῦ. τό τε γὰρ Παλάτιον τὸ ὄρος σύμπαν καὶ τὸ θέατρον τοῦ Ταύρου τῆς τε λοιπῆς πόλεως τὰ δύο που μέρη ἐκαύθη, καὶ ἄνθρωποι ἀναρίθμητοι [3] διεφθάρησαν. ὁ μέντοι δῆμος οὐκ ἔστιν ὅ τι οὐ κατὰ τοῦ Νέρωνος ἠρᾶτο, τὸ μὲν ὄνομα αὐτοῦ μὴ ὑπολέγων, ἄλλως δὲ δὴ τοῖς τὴν πόλιν ἐμπρήσασι καταρώμενοι, καὶ μάλισθ' ὅτι αὐτοὺς ἡ μνήμη τοῦ λογίου ‹τοῦ] κατὰ τὸν Τιβέριόν ποτε ᾀσθέντος ἐθορύβει. ἦν δὲ τοῦτο

   "τρὶς δὲ τριηκοσίων περιτελλομένων ἐνιαυτῶν

   Ῥωμαίους ἔμφυλος ὀλεῖ στάσις".

[4]    ἐπειδή τε ὁ Νέρων παραμυθούμενος αὐτοὺς οὐδαμοῦ ταῦτα τὰ ἔπη εὕρασθαι ἔλεγε, μεταβαλόντες ἕτερον λόγιον ὡς καὶ Σιβύλλειον ὄντως ὂν ᾖδον· ἔστι δὲ τοῦτο

   "ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει".

   καὶ ἔσχεν οὕτως, εἴτε καὶ ὡς ἀληθῶς θεομαντείᾳ τινὶ προλεχθέν, εἴτε καὶ τότε ὑπὸ τοῦ ὁμίλου πρὸς τὰ παρόντα θειασθέν· τελευταῖος γὰρ τῶν Ἰουλίων τῶν ἀπὸ Αἰνείου γενομένων ἐμονάρχησε.

[5] χρήματα δὲ ὁ Νέρων παμπληθῆ καὶ παρὰ τῶν ἰδιωτῶν καὶ παρὰ τῶν δήμων, τὰ μὲν βίᾳ ἐπὶ τῇ προφάσει τοῦ ἐμπρησμοῦ, τὰ δὲ καὶ παρ' ἑκόντων δῆθεν ἠργυρολόγησεν, καὶ τῶν Ῥωμαίων αὐτῶν τὸ σιτηρέσιον παρεσπάσατο. Xiph. 166, 17169, 10 R. St.

[19]

[1]    πράσσοντι δὲ αὐτῷ ταῦτα ἀγγελία ἐξ Ἀρμενίας καὶ δάφνη ἐπὶ τῇ νίκῃ αὖθις ἦλθεν. ὁ γάρ τοι Κορβούλων συστήσας τε τὰ στρατιωτικὰ ἐσκεδασμένα καὶ ἀσκήσας ἠμελημένα, τόν τε Οὐολόγαισον τὸν βασιλέα τῶν Πάρθων καὶ τὸν Τιριδάτην τὸν τῆς [2] Ἀρμενίας ἡγούμενον καὶ ἀγγελθεὶς μόνον ἐξεφόβησεν. ὅμοια γὰρ δὴ τοῖς πρώτοις Ῥωμαίων, οὐχ ὅτι τῷ γένει λαμπρὸς ἢ τῷ σώματι ἰσχυρός, ἀλλὰ καὶ τῇ ψυχῇ ἀρτίφρων ἦν, καὶ πολὺ μὲν τὸ ἀνδρεῖον πολὺ δὲ καὶ τὸ δίκαιον τό τε πιστὸν ἐς πάντας καὶ τοὺς [3] οἰκείους καὶ τοὺς πολεμίους εἶχεν. ὑφ' οὗπερ καὶ ὁ Νέρων ἐπὶ τὸν πόλεμον αὐτὸν ἀνθ' ἑαυτοῦ ἀπέστειλε, καὶ δύναμιν αὐτῷ ὅσην οὐδενὶ ἄλλῳ ἐπέτρεψε, πιστεύσας ὁμοίως καὶ τοὺς βαρβάρους αὐτὸν κατεργάσεσθαι καὶ αὑτῷ μὴ ἐπαναστήσεσθαι. καὶ ὁ μὲν οὐδέτερον τούτων ἐψεύσθη, τοὺς μέντοι ἄλλους ἀνθρώπους [4] καθ' ἓν τοῦτο μόνον ὁ Κορβούλων ἐλύπησεν, ὅτι τὴν πρὸς τὸν Νέρωνα πίστιν ἐτήρησεν· οὕτω γὰρ αὐτὸν αὐτοκράτορα ἀντ' ἐκείνου λαβεῖν ἤθελον ὥστε καὶ κακὸν τὸ μέρος τοῦτο γενέσθαι μόνον ἠξίουν. Xiph. 169, 1025 R. St., et 14 24 Exc. Val. 247 (p. 689).

   οὗτος οὖν ὁ Κορβούλων ἀκονιτὶ τὰ Ἀρτάξατα λαβὼν τὴν πόλιν [20] [1] κατέσκαψε. πράξας δὲ τοῦτο πρὸς τὰ Τιγρανόκερτα ἤλασε, πάσης μὲν τῆς τῶν ἐνδιδόντων σφᾶς χώρας φειδόμενος, πάντα δὲ τὰ τῶν ἀνθισταμένων πορθῶν, καὶ ἔλαβε καὶ ἐκεῖνα ἐθελούσια· ἄλλα τε ἔπραξε λαμπρὰ καὶ ἐπίδοξα, ἐφ' οἷς καὶ τὸν Οὐολόγαισον, καίτοι φοβερὸν ὄντα, ἐς διαλλαγὰς ἁρμοζούσας τῷ Ῥωμαίων ἀξιώματι ὑπηγάγετο. Xiph. 169, 2632 R. St.

[2]    ὅτι ὁ Οὐολόγαισος ἀκούσας ὡς τὴν Ἀρμενίαν ὁ Νέρων ἄλλοις διένειμε καὶ τὴν Ἀδιαβηνὴν ὑπὸ τοῦ Τιγράνου πορθουμένην, αὐτὸς μὲν ὡς ἐς τὴν Συρίαν ἐπὶ τὸν Κορβούλωνα στρατεύσων ἡτοιμάζετο, τὸν δὲ τῶν Ἀδιαβηνῶν βασιλέα Μονόβαζον καὶ Μοναίσην [3] Πάρθον ἐς τὴν Ἀρμενίαν ἔπεμψεν. οὗτοι δὲ τὸν Τιγράνην ἐς τὰ Τιγρανόκερτα καθεῖρξαν. καὶ ἐπεὶ ἐν τῇ προσεδρείᾳ οὐδὲν αὐτὸν ἐλύπουν, ἀλλὰ καὶ ὁσάκις προσμίξειάν οἱ ἀπεκρούοντο καὶ ὑπ' ἐκείνου καὶ ὑπὸ τῶν Ῥωμαίων τῶν συνόντων αὐτῷ, καὶ ὁ Κορβούλων ἀκριβῆ φρουρὰν τῆς Συρίας ἐποιήσατο, ἐγνωσιμάχησε καὶ τὴν [4] παρασκευὴν ἀφῆκε, καὶ πέμψας πρὸς τὸν Κορβούλωνα ἀνοχῆς ἔτυχεν ἐπὶ τῷ πρός τε τὸν Νέρωνα αὖθις πρεσβεύσασθαι καὶ τὴν πολιορκίαν λῦσαι καὶ τοὺς στρατιώτας ἐκ τῆς Ἀρμενίας ἐξαγαγεῖν. Νέρων δὲ ἐκείνῳ μὲν οὐδὲ τότε οὐδὲ ταχὺ οὐδὲ σαφὲς ἀπεκρίνατο, Λούκιον δὲ Καισέννιον Παῖτον ἐς τὴν Καππαδοκίαν, ὅπως μηδὲν περὶ τὴν Ἀρμενίαν νεοχμωθῇ, ἀπέστειλεν. Exc. U4G 38 (p. 391).

[21]

[1]    ὅτι ὁ Οὐολόγαισος τοῖς Τιγρανοκέρτοις προσέμιξε, καὶ τὸν Παῖτον ἐπιβοηθήσαντά σφισιν ἀπεώσατο, φεύγοντα δὲ αὐτὸν ἐπιδιώξας τήν τε ἐπὶ τοῦ Ταύρου καταλειφθεῖσαν ὑπ' αὐτοῦ φρουρὰν ἐξέκοψε, καὶ ἐκεῖνον ἐς Ῥάνδειαν πρὸς τῷ Ἀρσανίᾳ ποταμῷ [2] οὖσαν κατέκλεισε. κἂν ἀπανέστη μηδὲν περάνας (οὔτε γὰρ πελάσαι πῃ τῷ ἐρύματι ἅτε χωρὶς ὁπλιτῶν ὢν ἐδύνατο, οὔτε τῆς τροφῆς, ἄλλως τε καὶ πλήθει πολλῷ ἄνευ παρασκευῆς σιτίων ἀφιγμένος, εὐπόρει) εἰ μὴ ὁ Παῖτος τήν τε τοξείαν αὐτοῦ καὶ ἐς αὐτὸ τὸ στρατόπεδον ἀφικνουμένην καὶ τὴν ἵππον πανταχοῦ φαινομένην δείσας λόγους τε ὑπὲρ σπονδῶν αὐτῷ ἔπεμψε καὶ ὡμολόγησε, καὶ ὤμοσεν αὐτός τε τὴν Ἀρμενίαν ἅπασαν ἐκλείψειν καὶ [3] τὸν Νέρωνα τῷ Τιριδάτῃ αὐτὴν δώσειν. ἀγαπήσας γὰρ ἐπὶ τούτοις ὁ Πάρθος ὡς καὶ τὴν χώραν ἀπονητὶ ληψόμενος καὶ εὐεργεσίαν ἐς τοὺς Ῥωμαίους μεγάλην καταθησόμενος, καὶ ἅμα καὶ τὸν Κορβούλωνα, ὃν ὁ Παῖτος πρὶν περιστοιχισθῆναι μετεπέμπετο, [4] πλησιάζειν πυθόμενος, ἀφῆκεν αὐτούς, προδιομολογησάμενος ἵνα τὸν ποταμὸν αὐτῷ Ἀρσανίαν ζεύξωσιν, οὐχ ὅτι γεφύρας ἐδεῖτο (πεζῇ γὰρ αὐτὸν διεληλύθει), ἀλλ' ἵνα ἐνδείξηταί σφισιν ὅτι κρείττων αὐτῶν ἦν. ἀμέλει οὐδὲ τότε διὰ τοῦ ζεύγματος ἀνεχώρησεν, ἀλλ' αὐτὸς μὲν ἐπ' ἐλέφαντος, οἱ δὲ ἄλλοι ὥσπερ καὶ [22] [1] πρότερον. ἄρτι τε ἡ ὁμολογία ἐγεγόνει, καὶ ὁ Κορβούλων ἀμηχάνῳ τάχει πρὸς τὸν Εὐφράτην ἐλθὼν ἐνταῦθ' ὑπέμεινεν. ὅτε δ' οὖν συνεγένοντο ἀλλήλοις, πλεῖστον ἄν τις τὸ διάφορον τῶν στρατοπέδων καὶ τῶν στρατηγῶν, τῶν μὲν χαιρόντων τε καὶ λαμπρυνομένων ἐπὶ τῇ σπουδῇ, τῶν δὲ λυπουμένων τε καὶ αἰσχυνομένων [2] ἐπὶ τῇ συνθήκῃ, κατενόησεν. ὁ δὲ Οὐολόγαισος Μοναίσην πρὸς Κορβούλωνα πέμψας ἠξίωσεν αὐτὸν τὸ ἔρυμα τὸ ἐν τῇ Μεσοποταμίᾳ ἐκλιπεῖν· καὶ διελέχθησαν ἐκεῖνοι πολλὰ ἀλλήλοις ἐν αὐτῇ [3] τῇ τοῦ Εὐφράτου γεφύρᾳ, τὸ μέσον αὐτῆς λύσαντες. ὑποσχομένου δὲ τοῦ Κορβούλωνος ἀπαλλαγήσεσθαι ἐκ τῆς χώρας, ἂν καὶ ὁ Πάρθος τὴν Ἀρμενίαν ἐκλείπῃ, ἑκάτερον ἐγένετο, μέχρι οὗ ὁ Νέρων τὰ πραχθέντα πυθόμενος, καὶ τοῖς πρέσβεσι τοῦ Οὐολογαίσου, οὓς αὖθις ἔπεμψε, χρηματίσας, τούτοις μὲν ἀπεκρίνατο τὴν Ἀρμενίαν [4] ‹δώσειν› τῷ Τιριδάτῃ, ἂν ἐς τὴν Ῥώμην ἀνέλθῃ, τὸν δὲ δὴ Παῖτον τῆς ἀρχῆς παύσας, τούς τε στρατιώτας τοὺς σὺν αὐτῷ γενομένους ἄλλοσέ ποι πέμψας, τὸν Κορβούλωνα αὖθις τῷ κατ' αὐτῶν πολέμῳ προσέταξεν. ἐβουλεύσατο μὲν γὰρ αὐτὸς συστρατεῦσαι, ἐπεὶ δὲ θύων ἔπεσεν, οὐκ ἐτόλμησεν ἐξορμῆσαι, ἀλλὰ κατὰ τὴν χώραν ἔμεινεν. Exc. U4R 12 (p. 392).

[23]

[1]    ὅτι ὁ Κορβούλων ἐν μὲν τῷ φανερῷ τὸν πρὸς Οὐολόγαισον πόλεμον παρεσκευάζετο, καὶ πέμψας ἑκατοντάρχην ἐκέλευσεν αὐτὸν ἀπαλλαγῆναι τῆς χώρας, ἰδίᾳ δὲ συνεβούλευέν οἱ τὸν ἀδελφὸν ἐς τὴν Ῥώμην πέμψαι, καὶ ἔπεισεν, ἐπειδὴ κρείττων αὐτοῦ τῇ δυνά[2]μει ἐδόκει εἶναι. συνῆλθον οὖν ἐν αὐτῇ τῇ Ῥανδείᾳ ὅ τε Κορβούλων καὶ ὁ Τιριδάτης· τοῦτο γὰρ τὸ χωρίον ἀμφοτέροις ἤρεσε, τῷ μὲν ὅτι ἀπολαβόντες ἐς αὐτὸ τοὺς Ῥωμαίους ὑποσπόνδους ἀφῆκαν, πρὸς ἔνδειξιν ὧν εὐηργέτηντο, τῷ δὲ ὅτι τὴν δύσκλειαν τὴν ἐν [3] αὐτῷ πρότερον συμβᾶσάν σφισιν ἀποτρίψεσθαι ἔμελλον. οὐδὲ γὰρ ἁπλῶς λόγους τινὰς ἐποιήσαντο, ἀλλὰ καὶ βῆμα ὑψηλὸν ἠγέρθη καὶ ἐπ' αὐτοῦ εἰκόνες τοῦ Νέρωνος ἐστάθησαν, ὅ τε Τιριδάτης πολλῶν μὲν Ἀρμενίων πολλῶν δὲ Πάρθων καὶ Ῥωμαίων παρόντων προσῆλθέ τε αὐταῖς καὶ προσεκύνησεν, θύσας τε καὶ ἐπευφημήσας τὸ διάδημα ἀπό τε τῆς κεφαλῆς ἀφεῖλε καὶ παρέθηκεν [4] αὐταῖς· καὶ ὁ Μονόβαζος καὶ ὁ Οὐολόγαισος πρὸς τὸν Κορβούλωνα ἦλθον καὶ ὁμήρους αὐτῷ ἔδωκαν. καὶ ἐπὶ τούτοις ὁ Νέρων αὐτοκράτωρ τε πολλάκις ἐπεκλήθη, καὶ τὰ ἐπινίκια ἔπεμψε παρὰ τὸ νενομισμένον. Exc. U4G 39 (p. 391).

[5]    Κορβούλων μὲν οὖν, καίτοι καὶ ἰσχὺν μεγάλην καὶ δόξαν οὐκ ἐλαχίστην ἔχων, καὶ δυνηθεὶς ἂν ῥᾷστα καὶ αὐτοκράτωρ, ἅτε καὶ τῶν ἀνθρώπων τῷ τε Νέρωνι δεινῶς ἀχθομένων καὶ ἐκεῖνον ἐς πάντα δὴ πάντως θαυμαζόντων, ἀποδειχθῆναι, οὔτε ἐνεωτέρισέ τι [6] οὔτε ᾐτιάθη. τά τε γὰρ ἄλλα ἔτι καὶ μᾶλλον ἐμετρίαζε, καὶ τὸν γαμβρὸν Ἄννιον ὑποστρατηγοῦντά οἱ ἐς τὴν Ῥώμην, πρόφασιν μὲν ὡς τὸν Τιριδάτην ἀνάξοντα, τὸ δ' ἀληθὲς ἐφ' ὁμηρείᾳ τῷ Νέρωνι ἑκὼν ἔπεμψεν. οὕτω γάρ που ἐπεπίστευτο μηδὲν νεοχμώσειν ὥστε καὶ τὸν γαμβρόν, καὶ πρὶν στρατηγῆσαι, ὕπαρχον λαβεῖν. Xiph. 169, 32170, 4 R. St., Exc. Val. 248 (p. 689 sq.)

[27]

[2]    ὅτι Ἰούνιος Τορκουᾶτος ἀπόγονος τοῦ Αὐγούστου ὢν θαυμαστῷ δή τινι ἐγκλήματι παρεδόθη. ἐπειδὴ γὰρ ἀσωτότερον τῇ οὐσίᾳ, εἴτε ἐκ φύσεως εἴτε καὶ ἐξ ἐπιτηδεύσεως, ὅπως μὴ πάνυ πλουτοίη, κατεχρήσατο, τῶν τε ἀλλοτρίων αὐτὸν ἐπιθυμεῖν ἅτε καὶ πολλῶν δεόμενον ὁ Νέρων ἔφη, κἀκ τούτου ‹ὡς› καὶ τῆς αὐτοκράτορος ἀρχῆς ἐφιέμενον συκοφαντηθῆναι ἐποίησεν. Exc. Val. 249 (p. 690).

[24]   ὁ δὲ δὴ Σενέκας καὶ ὁ Ῥοῦφος ὁ ἔπαρχος ἄλλοι τέ τινες τῶν ἐπιφανῶν ἐπεβούλευσαν τῷ Νέρωνι· οὔτε γὰρ τὴν ἀσχημοσύνην οὔτε τὴν ἀσέλγειαν οὔτε τὴν ὠμότητα αὐτοῦ ἔτι φέρειν ἐδύναντο. αὐτοί τε οὖν ἅμα τῶν κακῶν τούτων ἀπαλλαγῆναι κἀκεῖνον ἐλευθερῶσαι ἠθέλησαν, ὥσπερ ἄντικρυς Σουλπίκιός τε Ἄσπρος ἑκατόνταρχος καὶ Σούβριος Φλάουιος χιλίαρχος, ἐκ τῶν σωματοφυλάκων [3] ὄντες, καὶ πρὸς αὐτὸν τὸν Νέρωνα ὡμολόγησαν. ἐκεῖνός τε γὰρ ἐρωτηθεὶς ὑπ' αὐτοῦ τὴν αἰτίαν τῆς ἐπιθέσεως εἶπεν ὅτι "ἄλλως σοι βοηθῆσαι οὐκ ἐδυνάμην", καὶ ὁ Φλάουιος "καὶ ἐφίλησά σε" εἶπε "παντὸς μᾶλλον καὶ ἐμίσησα. ἐφίλησα μὲν ἐλπίσας ἀγαθὸν αὐτοκράτορα ἔσεσθαι, ἐμίσησα δὲ ὅτι τὰ καὶ τὰ ποιεῖς· οὔτε γὰρ ἁρματηλάτῃ οὔτε κιθαρῳδῷ δουλεύειν δύναμαι". μηνύσεως οὖν γενομένης οὗτοί τε ἐκολάσθησαν καὶ ἄλλοι δι' αὐτοὺς [4] πολλοί. πᾶν γὰρ ὅ τι τις ἐγκαλέσαι τῳ ἐκ περιχαρείας καὶ λύπης ῥημάτων τε καὶ νευμάτων οἷός τε ἦν, καὶ ἐπεφέρετο καὶ ἐπιστεύετο· οὐδ' ἔστιν ὅ τι τῶν ἐγκλημάτων, εἰ καὶ ἐπέπλαστο, ἀπιστεῖσθαι διὰ τὴν ἀλήθειαν τῶν τοῦ Νέρωνος ἔργων ἐδύνατο.

[5] καὶ διὰ τοῦτ' ἐς τὰ μάλιστα οἵ τε φίλοι οἱ πονηροὶ καὶ οἰκέται τινῶν ἤνθησαν· τοὺς μὲν γὰρ ἀλλοτρίους τούς τε ἐχθροὺς ὑποπτεύοντες ἐφυλάσσοντο, πρὸς δὲ δὴ τοὺς συνόντας καὶ ἄκοντες ἐγυμνοῦντο.

[25]

[1]    περὶ μὲν οὖν τῶν ἄλλων τῶν ἀπολωλότων πολὺ ἔργον εἰπεῖν· ὁ δὲ δὴ Σενέκας ἠθέλησε μὲν καὶ τὴν γυναῖκα Παυλῖναν ἀποκτεῖναι, λέγων πεπεικέναι αὐτὴν τοῦ τε θανάτου καταφρονῆσαι καὶ τῆς σὺν αὐτῷ μεταλλαγῆς ἐπιθυμῆσαι, καὶ ἔσχασε καὶ τὰς ἐκείνης [2] φλέβας, δυσθανατήσας δὲ δὴ καὶ πρὸς τὸν ὄλεθρον ὑπὸ τῶν στρατιωτῶν ἐπειχθεὶς προαπηλλάγη αὐτῆς, καὶ οὕτως ἡ Παυλῖνα περιεγένετο. οὐ μέντοι πρότερον ἑαυτοῦ ἥψατο πρὶν τό τε βιβλίον ὃ συνέγραφεν ἐπανορθῶσαι καὶ τἆλλα (ἐδεδίει γὰρ μὴ καὶ ἐς τὸν Νέρωνα ἐλθόντα φθαρῇ) παρακαταθέσθαι τισίν.

[3]    καὶ ὁ μὲν οὕτως ἐτελεύτησε, καίπερ τήν τε συνουσίαν τὴν πρὸς αὐτὸν ὡς καὶ ἀσθενῶν προειμένος, καὶ πᾶσαν αὐτῷ τὴν οὐσίαν ἐπὶ τῇ τῶν οἰκοδομουμένων προφάσει κεχαρισμένος, καὶ οἱ [26] [1] ἀδελφοὶ ὕστερον ἐπαπώλοντο· ὁ δὲ δὴ Θρασέας καὶ ὁ Σωρανός, καὶ γένους καὶ πλούτου τῆς τε συμπάσης ἀρετῆς ‹ἐς› τὰ πρῶτα ἀνήκοντες, ἐπιβουλῆς μὲν αἰτίαν οὐκ ἔσχον, ἀπέθανον δὲ καὶ αὐτοὶ τότε, ὅτι τοιοῦτοι ἦσαν. καὶ τοῦ γε Σωρανοῦ Πούπλιος Ἐγνάτιος [2] Κέλερ φιλόσοφος κατεψευδομαρτύρησε. δύο γὰρ ἀνδρῶν συνόντων αὐτῷ, Κασσίου τε Ἀσκληπιοδότου Νικαέως καὶ ἐκείνου Βηρυτίου, ὁ μὲν Ἀσκληπιόδοτος οὐχ ὅπως κατεῖπέ τι αὐτοῦ, ἀλλὰ καὶ τοὐναντίον καλοκἀγαθίαν οἱ προσεμαρτύρησε, καὶ διὰ τοῦτο τότε μὲν ἔφυγεν, ὕστερον δὲ ἐπὶ Γάλβου κατήχθη· ὁ δὲ δὴ Πούπλιος ἐπὶ μὲν τῇ συκοφαντίᾳ καὶ χρήματα καὶ τιμὰς ἔλαβε καθάπερ οἱ ἄλλοι [3] οἱ τοιοῦτόν τι ποιήσαντες, μετὰ δὲ τοῦτο ἐξωρίσθη. Σωρανὸς μὲν οὖν ὡς καὶ μαγεύματί τινι διὰ τῆς θυγατρὸς κεχρημένος, ἐπειδὴ νοσήσαντος αὐτοῦ θυσίαν τινὰ ἐθύσαντο, ἐσφάγη, Θρασέας δὲ ὅτι οὔτε ἐς τὸ βουλευτήριον συνεχῶς ὡς οὐκ ἀρεσκόμενος τοῖς ψηφιζομένοις ἀπήντα, οὔτ' ἤκουσέ ποτε αὐτοῦ κιθαρῳδοῦντος, οὔτε [4] ἔθυσε τῇ ἱερᾷ αὐτοῦ φωνῇ ὥσπερ οἱ ἄλλοι, οὔτε ἐπεδείξατο οὐδέν, καίτοι ἐν Παταουίῳ τῇ πατρίδι τραγῳδίαν κατά τι πάτριον ἐν ἑορτῇ τινι τριακονταετηρίδι ὑποκρινάμενος. ἐντεμὼν οὖν τὴν φλέβα ἀνέτεινε τὴν χεῖρα, καὶ ἔφη "σοὶ τοῦτο τὸ αἷμα, ὦ Ζεῦ Ἐλευθέριε, σπένδω."

[27]

[1]    καὶ τί ἄν τις θαυμάσειεν εἰ τοιαῦτα ... ἐπήχθη, ὁπότε τις, ὅτι πρὸς τῇ ἀγορᾷ ᾤκει καὶ ἐργαστήρια ἐξεμίσθου ἢ καὶ φίλους τινὰς εἰς αὐτὰ ὑπεδέχετο, καὶ ἄλλος, ὅτι τοῦ Κασσίου τοῦ τὸν Καίσαρα ἀποκτείναντος εἰκόνα εἶχε, καὶ ἐκρίθησαν καὶ ἐφονεύθησαν.

[3]    ἄξιον δὲ μνησθῆναι καὶ γυναικός τινος Ἐπιχάριτος· αὕτη γὰρ ἔν τε τῇ συνωμοσίᾳ ἐξετασθεῖσα καὶ πᾶσαν αὐτὴν ἀκριβῶς πιστευθεῖσα οὐδὲν τὸ παράπαν, καίπερ πολλάκις ὑπὸ τῆς Τιγελλίνου [4] δεινότητος βασανισθεῖσα, ἐξέφηνε. τί δ' ἄν τις καταλέγοι ὅσα ἐπὶ τῇ ἐπιβουλῇ ταύτῃ ἢ τοῖς δορυφόροις ἐδόθη ἢ τῷ τε Νέρωνι καὶ τοῖς αὐτοῦ φίλοις ὑπέρογκα ἐψηφίσθη;

   Ῥοῦφος μέντοι Μουσώνιος ὁ φιλόσοφος ἐπὶ τούτοις ἐφυγαδεύθη. Xiph. 170, 41-72, 1 R. St.

   καὶ ἡ Σαβῖνα ὑπὸ τοῦ Νέρωνος τότε ἀπέθανε· κυούσῃ γὰρ [28] [1] αὐτῇ λάξ, εἴτε ἑκὼν εἴτε καὶ ἄκων, ἐνέθορεν. ἡ δὲ δὴ Σαβῖνα αὕτη οὕτως ὑπερετρύφησεν (ἐκ γὰρ τῶν βραχυτάτων πᾶν δηλωθήσεται) ὥστε τάς τε ἡμιόνους τὰς ἀγούσας αὐτὴν ἐπίχρυσα σπαρτία ὑποδεῖσθαι, καὶ ὄνους πεντακοσίας ἀρτιτόκους καθ' ἡμέραν ἀμέλγεσθαι, ἵν' ἐν τῷ γάλακτι αὐτῶν λούηται· τήν τε γὰρ ὥραν καὶ τὴν λαμπρότητα τοῦ σώματος λαμπρῶς ἐσπουδάκει, καὶ διὰ τοῦτο οὐκ εὐπρεπῆ ποτε αὑτὴν ἐν κατόπτρῳ ἰδοῦσα ηὔξατο τελευτῆσαι [2] πρὶν παρηβῆσαι. καὶ οὕτω γε αὐτὴν ὁ Νέρων ἐπόθησεν ὥστε μετὰ ‹τὸν› θάνατον αὐτῆς τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ οἱ μαθὼν οὖσαν μετεπέμψατο καὶ ἔσχεν, ἔπειτα καὶ παῖδα ἀπελεύθερον, ὃν Σπόρον ὠνόμαζεν, ἐκτεμών, ἐπειδὴ καὶ [3] αὐτὸς τῇ Σαβίνῃ προσεῴκει, τά τε ἄλλα ὡς γυναικὶ αὐτῷ ἐχρῆτο καὶ προϊόντος τοῦ χρόνου καὶ ἔγημεν αὐτόν, καίπερ Πυθαγόρᾳ τινὶ ἐξελευθέρῳ γεγαμημένος, καὶ προῖκα αὐτῷ κατὰ συγγραφὴν ἔνειμε, καὶ τοὺς γάμους σφῶν δημοσίᾳ οἵ τε ἄλλοι καὶ αὐτοὶ οἱ Ῥωμαῖοι ἑώρτασαν. Xiph. 172, 115 R. St., et (14 2. 3) Exc. Val. 2504a (p. 690).

[3a]    ὅτι τὸν Σπόρον τὸν ἐκτομίαν ἔχοντος τοῦ Νέρωνος ὡς γυναῖκα εἷς τις τῶν ἐν Ῥώμῃ συνόντων αὐτῷ, καὶ πρὸς φιλοσοφίαν παρεσκευασμένος, ἐρωτηθεὶς εἰ ἀρέσκεται τοῖς γάμοις καὶ τῷ συνοικεσίῳ, "εὖ γε" ἔφη "ποιεῖς, ὦ Καῖσαρ, τοιαύταις συνοικῶν. αἴθε καὶ ὁ σὸς πατὴρ τὸν αὐτὸν ζῆλον ἔσχεν καὶ τοιαύτῃ συνῴκησε γαμετῇ", δεικνὺς ὡς εἰ τοῦτο ἐγεγόνει, οὐκ ἂν οὗτος ἐτέχθη καὶ μεγάλων κακῶν ἠλευθεροῦτο ἡ πολιτεία. Petr. Patr. exc. Vat. 63 (p. 213 Mai. 6 p. 195, 19 Dind.)

[4]    ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ πολλοὶ μέν, ὥσπερ εἶπον, ἐθανατώθησαν, πολλοὶ δὲ καὶ μεγάλων χρημάτων τὴν σωτηρίαν παρὰ τοῦ Τιγελλίνου ἐκπριάμενοι ἀπελύθησαν. Xiph. 172, 15-18 R. St., Exc. Val. 2504b (p. 690).

[29]

[1]    ὁ δὲ Νέρων ἄλλα τε γελοῖα ἔπραττε, καί ποτε καὶ ἐπὶ τὴν τοῦ θεάτρου ὀρχήστραν ἐν πανδήμῳ τινὶ θέᾳ κατέβη καὶ ἀνέγνω Τρωϊκά τινα ἑαυτοῦ ποιήματα· καὶ ἐπ' αὐτοῖς θυσίαι πολλαί, [2] ὥσπερ καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασιν οἷς ἔπραττεν, ἐγένοντο. παρεσκευάζετο δὲ ὡς καὶ τὰς τῶν Ῥωμαίων πράξεις ἁπάσας συγγράψων ἐν ἔπεσιν, καὶ περί γε τοῦ πλήθους τῶν βιβλίων, πρὶν καὶ ὁτιοῦν αὐτῶν συνθεῖναι, ἐσκέψατο, παραλαβὼν ἄλλους τε καὶ [3] Ἀνναῖον Κορνοῦτον εὐδοκιμοῦντα τότε ἐπὶ παιδείᾳ. καὶ αὐτὸν ὀλίγου μὲν καὶ ἀπέκτεινεν, ἐς νῆσον δ' οὖν ἐνέβαλεν, ὅτι τινῶν τετρακόσια ἀξιούντων αὐτὸν βιβλία γράψαι, πολλά τε αὐτὰ εἶναι ἔφη καὶ μηδένα αὐτὰ ἀναγνώσεσθαι, καί τινος εἰπόντος "καὶ μὴν Χρύσιππος, ὃν ἐπαινεῖς καὶ ζηλοῖς, πολὺ πλείω συνέθηκεν" ἀπεκρίνατο ὅτι "ἀλλ' ἐκεῖνα χρήσιμα τῷ τῶν ἀνθρώπων βίῳ [4] ἐστίν". ὁ μὲν οὖν Κορνοῦτος φυγὴν ἐπὶ τούτῳ ὦφλεν, ὁ δὲ δὴ Λουκανὸς ἐκωλύθη ποιεῖν, ἐπειδὴ ἰσχυρῶς ἐπὶ τῇ ποιήσει ἐπῃνεῖτο.