[1] Βαδίζοντί μοι κατὰ τὴν στοὰν τὴν ἐντεῦθεν ἐξιόντων ἐν ἀριστερᾷ, τῆς ἕκτης ἐπὶ δέκα σμικρὸν πρὸ μεσημβρίας, Θερσαγόρας περιτυγχάνει. τάχα τινὲς αὐτὸν ὑμῶν ἐπίσταιντο· σμικρός τίς ἐστι γρυπὸς ὑπόλευκος ἀνδρικὸς τὴν φύσιν. ἰδὼν οὖν αὐτὸν ἔτι προσιόντα Θερσαγόρας, ἔφην, ὁ ποιητής, ποῖ δὴ καὶ πόθεν;
Οἴκοθεν, ἦ δ' ὅς, ἐνταῦθα.
Πότερον, ἦν δ' ἐγώ, διαβαδίσων;
Ἀμέλει μέν, ἔφη, καὶ τούτου δεόμενος· ἀωρὶ γάρ τοι τῶν νυκτῶν ἐξαναστὰς ἔδοξέ μοι χρῆναι τοῖς Ὁμήρου γενεθλίοις τῆς ποιητικῆς ἀπάρξασθαι.
Καλῶς γε σὺ ποιῶν, ἔφην, καὶ τὰ τροφεῖα τῆς παιδεύσεως ἐκτίνων.
Ἐκεῖθεν οὖν ἀρξάμενος, ἦ δ' ὅς, ἔλαθον ἐμαυτὸν εἰς τοῦτο τῆς μεσημβρίας ἐκπεσών. ὅπερ οὖν ἔφην, δεῖ μέν μοι καὶ τοῦ περιπάτου·
[2] πολὺ μέντοι πρότερον, ἔφη, προσειπεῖν τουτονὶ δεόμενος ἥκω ‑ τῇ χειρὶ τὸν Ὅμηρον ἐπιδείξας· ἴστε δήπου τὸν ἐν δεξιᾷ τοῦ τῶν Πτολεμαίων νεώ, τὸν καθειμένον τὰς κόμας ‑ προσερῶν τε οὖν αὐτὸν ἀφικόμην, ἔφη, καὶ προσευξόμενος ἀφθόνων διδόναι τῶν ἐπῶν.
Εἰ γάρ, ἔφην, ἐν εὐχαῖς τὰ πράγματα εἴη. πάλαι γάρ τοι καὶ αὐτὸς ‹ἂν› ἐνοχλεῖν μοι δοκῶ τὸν Δημοσθένην ἐπικουρῆσαί τι πρὸς τὴν αὐτοῦ γενέθλιον. εἰ οὖν ἡμῖν ἐπαρκέσει τὸ εὔχεσθαι, συμβουλοίμην ἄν σοι· κοινὸν γὰρ ἡμῖν τὸ ἕρμαιον.
Ἐγὼ μέν, ἔφη, καὶ τῶν νύκτωρ τε καὶ τήμερον πεποιημένων δοκῶ μοι τῆς εὐροίας τὸν Ὅμηρον ἐπιγράψασθαι· θείως γάρ πως καὶ μαντικῶς εἰς τὴν ποίησιν ἐξεβακχεύθην. κρινεῖς δ' αὐτός· ἐπίτηδες γάρ τοι τουτὶ τὸ γραμματεῖον περιηγόμην, εἰ ἄρα τῷ σχολὴν ἄγοντι τῶν ἑταίρων περιτύχοιμι. δοκεῖς οὖν ἐν καλῷ μοι σὺ τῆς σχολῆς εἶναι.
[3] Μακάριος γὰρ εἶ, ἦν δ' ἐγώ, καὶ πέπονθας τὸ τοῦ τὸν δόλιχον νενικηκότος, ὃς ἤδη λελουμένος τὴν κόνιν καὶ τὸ λοιπὸν τῆς θέας ψυχαγωγούμενος μυθολογεῖν πρὸς τὸν παλαιστὴν διενοεῖτο, ἐπιδόξου κληθήσεσθαι τῆς πάλης οὔσης· ὁ δ' Ἀλλ' ἐπὶ τῆς βαλβῖδος οὐκ ἂν ἐμυθολόγεις, ἔφη. καὶ σὺ δή μοι δοκεῖς νενικηκὼς τὸν δόλιχον τῶν ἐπῶν ἐντρυφᾶν ἀνδρὶ μάλα δὴ κατορρωδοῦντι τὴν τοῦ σταδίου τύχην. καὶ ὃς γελάσας,
Ὡς δή σοι τί τῶν ἀπόρων, εἶπεν, ἐργασόμενος;
[4] Ἴσως γάρ, ἔφην, ὁ Δημοσθένης ἐλάττονος ἢ καθ' Ὅμηρον εἶναί σοι λόγου καταφαίνεται. καὶ σὺ μὲν φρονεῖς Ὅμηρον ἐπαινέσας, ἐμοὶ δὲ ὁ Δημοσθένης σμικρὸν καὶ τὸ μηδέν;
Συκοφαντεῖς, ἔφη. διαστασιάσαιμι δ' οὐκ ἂν τοὺς ἥρως, εἰ καὶ πλείων εἰμὶ τὴν γνώμην πρὸς Ὁμήρου τετάχθαι.
[5] Εὖ ‹σύ› γε, εἶπον· ἐμὲ δ' οὐκ ἂν νομίζοις πρὸς τοῦ Δημοσθένους; ἀλλὰ ἐπεί γε μὴ ταύτῃ τὸν λόγον ἀτιμάζεις, κατὰ τὴν ὑπόθεσιν δῆλον ὡς τὴν ποιητικὴν ἔργον ἡγῇ μόνον, τοὺς δὲ ῥητορικοὺς λόγους καταφρονεῖς ἀτεχνῶς οἷον ἱππεὺς παρὰ πεζοὺς ἐλαύνων.
Μὴ μανείην, ἔφη, ταῦτά γε, κἂν εἰ πολλῆς δεῖ τῆς μανίας ἐπὶ τὰς ποιητικὰς ἰοῦσιν θύρας.
Δεῖ γάρ τοι καὶ τοῖς καταλογάδην, ἔφην, ἐνθέου τινὸς ἐπιπνοίας, εἰ μέλλουσιν μὴ ταπεινοὶ φανεῖσθαι καὶ φαύλης φροντίδος.
Οἶδά τοι, ἔφη, ὦ ἑταῖρε, καὶ χαίρω πολλάκις ἄλλων τε δὴ λογοποιῶν καὶ τὰ Δημοσθένους ἐγγὺς τῶν Ὁμήρου τιθείς, οἷον λέγω τὴν σφοδρότητα καὶ πικρίαν καὶ τὸν ἐνθουσιασμόν, καὶ τὸ μὲν "οἰνοβαρὲς" πρὸς τὰς Φιλίππου μέθας καὶ κορδακισμοὺς καὶ τὴν ἀσέλγειαν, τὸ δὲ "εἷς οἰωνὸς ἄριστος" πρὸς τὸ "δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τὰς ἀγαθὰς ὑποθεμένους ἐλπίδας" καὶ τὸ
"ἦ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς" πρὸς τὸ "πηλίκον ποτὲ ἂν στενάξειαν οἱ ἄνδρες ἐκεῖνοι οἱ ὑπὲρ δόξης καὶ ἐλευθερίας τελευτήσαντες;" παραβάλλω δὲ καὶ τὸν "ῥέοντα Πύθωνα" πρὸς τὰς Ὀδυσσέως "νιφάδας" τῶν λόγων καὶ τὸ
"εἰ μὲν μέλλοιμεν ἀγήρω τ' ἀθανάτω τε
ἔσσεσθαι." πρὸς τὸ "πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ". καὶ μυρίαι γε αὖθις αὐτοῖς ἐπὶ ταὐτὸν τῆς διανοίας ἐπιδρομαί.
[6] ἥδομαι δὲ καὶ πάθη καὶ διαθέσεις καὶ τροπὰς λέξεως καὶ τὰς ἀφαιρούσας τὸν κόρον μεταβολὰς καὶ τὰς ἐκ τῶν παρατροπῶν ἐπανόδους καὶ τὰς τῶν παραβολῶν σὺν τῷ καιρῷ γλαφυρότητας καὶ τὸ τοῦ τρόπου μισοβάρβαρον πανταχοῦ.
[7] καί μοι πολλάκις ἔδοξεν ‑ οὐ γὰρ ἂν τἀληθὲς ἀποκρυψαίμην ‑ εὐπρεπέστερον μὲν ῥᾳθυμίας Ἀττικῆς καθάπτεσθαι Δημοσθένης ὁ τὴν παρρησίαν, ὥς φασιν, ἀνειμένος τοῦ τοὺς Ἀχαιοὺς "Ἀχαιΐδας" προσειπόντος, διαρκεστέρῳ δὲ τόνῳ πνεύματος τὰς Ἑλληνικὰς ἀποπληροῦν τραγῳδίας τοῦ μεταξὺ τῆς ἀκμαιοτάτης μάχης διαλόγους ἀναπλάττοντος καὶ μύθοις τὴν φορὰν σκεδαννύντος.
[8] πολλάκις δέ με τὰ τοῦ Δημοσθένους ‑ καὶ μέτρα κώλων καὶ ῥυθμοὶ καὶ βάσεις ‑ οὐκ ἔξω τῆς ποιητικῆς ἡδονῆς ἐκβιβάζουσιν, ὥσπερ οὐδ' Ὅμηρος ἐλλιπὴς ἀντιθέσεων ἢ παρισώσεων ἢ σχημάτων τραχύτητος ἢ καθαρότητος. ἀλλ' ἔοικεν φύσει πως ὑπάρχειν ταῖς δυνάμεσι τὰς ἀρετὰς ἐπιπεπλέχθαι. πόθεν γε δὴ περιφρονοίην ἂν τὴν Κλειὼ τῇ Καλλιόπῃ ταὐτὰ ‹δυναμένην› γιγνώσκων;
[9] ἀλλ' οὐδὲν ἧττον τοὐμὸν ἀγώνισμα τῶν εἰς Ὅμηρον ἐγκωμίων διπλάσιον ἔργον ἢ τοὺς σοὺς εἰς Δημοσθένην ἐπαίνους τίθημι, οὐ τοῖς μέτροις ‑
Ἀλλὰ τῷ μέν; ἔφην. ‑ Τῷ τοὐμὸν μὲν οὐκ ἔχειν ἑδραίαν τινὰ κρηπῖδα τῶν ἐπαίνων ὑποβάλλεσθαι πλήν γε τῆς ποιητικῆς αὐτῆς· τὰ δ' ἄλλα τῷ μὲν ἀσαφῆ, πατρὶς καὶ γένος καὶ χρόνος. εἰ γοῦν τι σαφὲς αὐτῶν ἦν,
οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις, πατρίδα μὲν αὐτῷ διδόντων Ἴον ἢ Κολοφῶνα ἢ Κύμην ἢ Χίον ἢ Σμύρναν ἢ Θήβας τὰς Αἰγυπτίας ἢ μυρίας ἄλλας, πατέρα δὲ Μαίονα τὸν Λυδὸν ἢ ποταμόν, ὅπου γε καὶ τοὔνομα πρὸ τοῦ γνωρίμου τὸ Μελησιγενῆ προκρίνουσιν· καὶ μητέρα ‹τὴν› Μελανώπου φασὶν ἢ νύμφην τῶν Ὑδριάδων ἀνθρωπίνου γένους ἀπορίᾳ, χρόνον δὲ τὸν ἡρωϊκὸν ἢ τὸν Ἰωνικόν, καὶ μηδ' ὅπως πρὸς τὸν Ἡσίοδον εἶχεν ἡλικίας σαφῶς εἰδέναι, τύχην δὲ πενίας ἢ πάθος ὀμμάτων. ἀλλὰ μὴν βέλτιον εἴη καὶ ταῦτα ἐᾶν ἐν ἀσαφεῖ κείμενα. περὶ στενὸν δή μοι κομιδῇ τὸ ἐγκώμιον, ποίησιν ἄπρακτον ἐπαινέσαι καὶ σοφίαν ἐκ τῶν ἐπῶν εἰκαζομένην συλλέγειν.
[10] τὸ δὲ σόν, ἔφη, κατὰ χειρὸς ἐπίδρομόν τε καὶ λεῖον ἐφ' ὡρισμένοις τε καὶ γνωρίμοις μόνον ‹τῶν› ὀνομάτων, οἷον ὄψον ἕτοιμον ἡδυσμάτων παρὰ σοῦ δεόμενον. τί γὰρ οὐ μέγα τῷ Δημοσθένει καὶ λαμπρὸν ἡ τύχη προσῆψε; τί δ' οὐ γνώριμον; οὐκ Ἀθῆναι μὲν αὐτῷ πατρίς, "αἱ λιπαραὶ καὶ ἀοίδιμοι καὶ τῆς Ἑλλάδος ἔρεισμα"; καίτοι λαβόμενος ἂν ἐγὼ τῶν Ἀθηνῶν ἐπὶ τῆς ποιητικῆς ἐξουσίας ἐπεισῆγον ἂν ἔρωτας θεῶν καὶ κρίσεις καὶ κατοικήσεις καὶ δωρεὰς καὶ τὴν Ἐλευσῖνα. νόμων δὲ καὶ δικαστηρίων καὶ πανηγύρεων καὶ Πειραιῶς καὶ ἀποικιῶν καὶ τροπαίων θαλαττίων τε καὶ χερσαίων ἐπεισηγμένων οὐδ' ἂν εἷς ἐπ' ἴσης ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, φησὶν ὁ Δημοσθένης. ἀφθονία μὲν ‹οὖν› ἦν ἄν μοι περιττὴ πάντως, τὸ δὲ ἐγκώμιον οὐκ ἂν ἀπαρτᾶν ἐνομιζόμην, ἐν νόμῳ τοῖς ἐπαίνοις ὂν ἐκ τῶν πατρίδων ἐπικοσμεῖν τοὺς ἐπαινουμένους. Ἰσοκράτης δὲ παρεμπόρευμα τῆς Ἑλένης φέρων ἐνέθηκε τὸν Θησέα. τὸ μὲν δὴ ποιητικὸν φῦλον ἐλεύθερον. σοὶ δ' ἴσως εὐλάβεια τὸ τῆς παροιμίας ἐπὶ σκώμματι τῆς συμμετρίας ἐπαγαγέσθαι, μή σοι μεῖζον προσκέοιτο τοὐπίγραμμα τῷ θυλάκῳ.
[11] Παρέντι δὴ τὰς Ἀθήνας ἐκδέχεται τὸν λόγον πατὴρ τριήραρχος, "χρυσέα κρηπὶς" κατὰ Πίνδαρον. οὐ γὰρ ἦν Ἀθήνησιν λαμπρότερον τίμημα τοῦ τριηραρχικοῦ. εἰ δὲ τοῦ Δημοσθένους ἔτι κομιδῇ παιδὸς ὄντος ἐτελεύτα, τὴν ὀρφανίαν οὐ συμφορὰν ὑποληπτέον, ἀλλὰ δόξης ὑπόθεσιν τὸ τῆς φύσεως γενναῖον ἀποκαλύπτουσαν.
[12] Ὁμήρου μὲν οὖν οὔτε παίδευσιν οὔτ' ἄσκησιν μνήμῃ καθ' ἱστορίαν παρειλήφαμεν, ἀλλ' εὐθὺς ἀνάγκη τὸν ἔπαινον ἅπτεσθαι τῶν ὑπ' αὐτοῦ δεδημιουργημένων, ὕλην ἐκ τροφῆς καὶ μελέτης καὶ διδασκαλίας οὐκ ἔχοντα μηδ' οὖν ἐπὶ τὴν Ἡσιόδου δάφνην καταφυγόντα, τὴν ῥᾳθύμως καὶ τοῖς ποιμέσιν τῶν ἐπῶν ἐπιπνέουσαν. σοὶ δ' ἐνταῦθα δήπου πολὺς μὲν ὁ Καλλίστρατος, λαμπρὸς δ' ὁ κατάλογος, Ἀλκιδάμας, Ἰσοκράτης, Ἰσαῖος, Εὐβουλίδης. μυρίων μὲν ἐφελκομένων Ἀθήνησι τῶν ἡδονῶν καὶ τοὺς πατρονομίας ἀνάγκαις ὑποκειμένους, ταχείας δ' οὔσης τοῖς μειρακίοις τῆς ἡλικίας εἰς τὰς θρύψεις ὑπολισθάνειν, παρὸν δ' αὐτῷ κατ' ἐξουσίαν ἐκ τῆς τῶν ἐπιτρόπων ὀλιγωρίας, καὶ φιλοσοφίας καὶ τῆς πολιτικῆς ἀρετῆς κατεῖχε πόθος, ὃς αὐτὸν ἦγεν οὐκ ἐπὶ τὰς Φρύνης, ἀλλ' ἐπὶ τὰς Ἀριστοτέλους καὶ Θεοφράστου καὶ Ξενοκράτους καὶ Πλάτωνος θύρας.
[13] κἀνταῦθ' ἄν, ὦ βέλτιστε, φιλοσοφοῖς τῷ λόγῳ διττὰς ἐπ' ἀνθρώποις ἐρώτων ἀγωγάς, τὴν μὲν θαλαττίου τινὸς ἔρωτος παράφορόν τε καὶ ἀγρίαν καὶ κυμαίνουσαν ἐν ψυχῇ, Ἀφροδίτης πανδήμου κλύδωνα, φλεγμαινούσαις νέων ὁρμαῖς αὐτόχρημα θαλάττιον, τὴν δ' οὐρανίου "χρυσῆς τινος σειρᾶς ἕλξιν," οὐ πυρὶ καὶ τόξοις ἐντιθεῖσαν δυσαλθεῖς νόσους τραυμάτων, ἀλλ' ἐπὶ τὴν αὐτοῦ τοῦ κάλλους ἄχραντόν τε καὶ καθαρὰν ἰδέαν ἐξορμῶσαν μανίᾳ σώφρονι τῶν ψυχῶν, "ὅσαι Ζηνὸς ἐγγὺς καὶ θεῶν ἀγχίσποροι," φησὶν ὁ τραγικός.
[14] ἔρωτι δὴ πάντα πόριμα, κουρὰ σπήλαιον κάτοπτρον ξίφος, γλῶτταν διαρθρῶσαι, μετελθεῖν ὀψὲ τῆς ἡλικίας ὑπόκρισιν, μνήμην ἀκριβῶσαι, θορύβου καταφρονῆσαι, συνάψαι νύκτας ἐπιπόνοις ἡμέραις. ἐξ ὧν τίς οὐκ οἶδεν, ὁποῖος ὁ Δημοσθένης, ἔφη, σοὶ τὴν ῥητορικὴν ἐγένετο, ταῖς μὲν ἐννοίαις καὶ τοῖς ὀνόμασιν καταπυκνῶν τὸν λόγον, ταῖς δὲ διαθέσεσιν ἐξακριβῶν τὰς πιθανότητας, λαμπρὸς μὲν τῷ μεγέθει, σφοδρὸς δὲ τῷ πνεύματι, σωφρονέστατος δὲ τὴν τῶν ὀνομάτων καὶ τῶν νοημάτων ἐγκράτειαν, ποικιλώτατος δ' ἐναλλαγαῖς σχημάτων; μόνος γέ τοι τῶν ῥητόρων, ὡς ὁ Λεωσθένης ἐτόλμησεν εἰπεῖν, ἔμψυχον καὶ σφυρήλατον παρεῖχεν τὸν λόγον.
[15] οὐ γάρ, ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγῳδίας ἐν οἴνῳ γράφειν ἐξορμῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν, οὐχ οὕτως ὁ Δημοσθένης συνετίθει πρὸς μέθην τοὺς λόγους, ἀλλ' ὕδωρ πίνων· ᾗ καὶ τὸν Δημάδην παῖξαί φασιν εἰς ταύτην αὐτοῦ τὴν ὑδροποσίαν, ὡς οἱ μὲν ἄλλοι πρὸς ὕδωρ λέγοιεν, τὸν Δημοσθένην δὲ πρὸς ὕδωρ γράφειν. Πυθέᾳ δὲ ὁ κρότος τῶν Δημοσθενικῶν λόγων ἀπόζειν ἐφαίνετο τοῦ νυκτερινοῦ λύχνου. καὶ τουτὶ μέν, ἔφη, σοὶ τὸ χωρίον τοῦ λόγου κοινὸν πρὸς τὴν ἐμὴν ὑπόθεσιν. οὐ γάρ τοι μείων ὁ περὶ τὴν Ὁμήρου ποίησιν ὑπῆρχε κἀμοὶ λόγος.
[16] ἀλλ' εἰ μετίοις ἐπὶ τὰς φιλανθρωπίας καὶ τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν καὶ τῆς πολιτείας τὴν ὅλην λαμπρότητα ‑ καὶ ὁ μὲν ᾔει συνείρων ὡς τὰ λοιπὰ προσθήσων, ἐγὼ δὲ γελάσας, Ἦ πού γε, ἔφην, διανοῇ καταχεῖν μου τῶν ὤτων ὥσπερ βαλανεὺς καταντλήσας τὸν λοιπὸν λόγον;
Νὴ Δία γε, εἶπεν, δημοθοινίας τε καὶ χορηγίας ἐθελουσίους καὶ τριηραρχίας καὶ τεῖχος καὶ τάφρον καὶ λύσεις αἰχμαλώτων καὶ παρθένων ἐκδόσεις, ἀρίστην πολιτείαν, καὶ πρεσβείας καὶ νομοθεσίας καὶ μέγεθος πολιτευμάτων ἐμπεσόν, γελᾶν ἔπεισί μοι τοῦ τὰς ὀφρῦς συνάγοντος καὶ δεδιότος μὴ λόγοι τῶν Δημοσθένους αὐτὸν ἔργων ἐπιλίποιεν.
[17] Ἴσως γάρ, ἔφην, ὦγαθέ, νομίζεις ἐμὲ δὴ μόνον τῶν ἐν ῥητορικῇ βεβιωκότων μὴ διατεθρυλῆσθαι τὰ ὦτα ταῖς Δημοσθένους πράξεσιν;
Εἴ γε, ἔφη, περὶ τὸν λόγον ἐπικουρίας τινός, ὡς σὺ φῄς, δεόμεθα· πλὴν εἰ μή σε τοὐναντίον κατέχει πάθος, οἷον αὐγῆς περιλαμπούσης οὐκ ἔχεις πρὸς λαμπρὰν τὴν Δημοσθένους δόξαν τὴν ὄψιν ἀπερεῖσαι· καὶ γὰρ αὐτός τι τοιοῦτον ἐφ' Ὁμήρῳ κατὰ τὰς ἀρχὰς πέπονθα. κατέβαλον γοῦν σμικροῦ δεῖν, ὡς οὐκ ἀντιβλεπτέον ὄν μοι πρὸς τὴν ὑπόθεσιν. εἶτ' ἐγὼ μέν, οὐκ οἶδ' ὅπως, ἀνήνεγκα, ‹καὶ› δοκῶ μοι κατὰ σμικρὸν προσεθιζόμενος ἀντίον ὁρᾶν μηδ' ἀποτρέπων ὥσπερ ἡλίου τὰς ὄψεις νόθος τοῦ τῶν Ὁμηριδῶν γένους ἐλέγχεσθαι.
[18] Σὸν δέ μοι φαίνεται καὶ τοῦτο, ἔφη, πολὺ ῥᾷον ἢ κατ' ἐμὲ εἶναι. τῆς μὲν γὰρ Ὁμήρου δόξης οἷον ἐπὶ μιᾶς ὁρμούσης τῆς ποιητικῆς δυνάμεως ἀθρόως ἐξ ἀνάγκης ἦν ἁπάσης λαβέσθαι. σὺ δ' εἰ μὲν ἐπὶ τὸν Δημοσθένην ὅλον ἐφάπαξ τῇ γνώμῃ τράποιο, καὶ μάλα ἂν ἀποροῖς, περὶ τὸν λόγον ᾄττων οὐδ' ἔχων ὅτου πρώτου τῇ γνώμῃ λάβοιο, καθάπερ οἱ λίχνοι πάσχουσιν περὶ τὰς Συρακουσίας τραπέζας ἢ οἱ φιλήκοοι καὶ φιλοθεάμονες εἰς μυρίας ἀκουσμάτων καὶ θεαμάτων ἡδονὰς ἐμπεσόντες· οὐκ ἔχουσιν ἐφ' ἣν ἔλθωσιν ἀεὶ τὴν ἐπιθυμίαν μετατιθέντες. οἶμαι δὲ καὶ σὲ μεταπηδᾶν οὐκ ἔχοντα ἐφ' ὅτι σταίης, ἐν κύκλῳ σε περιελκόντων φύσεως μεγαλοπρεποῦς, ὁρμῆς διαπύρου, βίου σώφρονος, λόγου δεινότητος, τῆς ἐν ταῖς πράξεσιν ἀνδρείας, λημμάτων πολλῶν καὶ μεγάλων ὑπεροψίας, δικαιοσύνης, φιλανθρωπίας, πίστεως, φρονήματος, συνέσεως, ἑκάστου τῶν πολλῶν καὶ μεγάλων πολιτευμάτων. ἴσως οὖν ὁρῶν ἔνθεν μὲν ψηφίσματα πρεσβείας δημηγορίας νόμους, ἐκεῖθεν ἀποστόλους Εὔβοιαν Μέγαρα τὴν Βοιωτίαν Χίον Ῥόδον τὸν Ἑλλήσποντον Βυζάντιον, οὐκ ἔχεις ὅποι τὴν γνώμην ἀποκλίνῃς συμπεριφερόμενος τοῖς πλεονεκτήμασιν.
[19] ὥσπερ οὖν ὁ Πίνδαρος ἐπὶ πολλὰ τῷ νῷ τραπόμενος οὕτως πως ἠπόρηκεν,
Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν,
ἢ Κάδμον, ἢ σπαρτῶν ἱερὸν γένος ‹ἀνδρῶν›,
ἢ τὰν κυανάμπυκα Θήβαν,
ἢ τὸ πάντολμον σθένος Ἡρακλέος,
ἢ τὰν Διονύσου πολυγαθέα τιμάν,
ἢ γάμον λευκωλένου Ἁρμονίας ὑμνήσομεν;
οὑτωσὶ δὲ καὶ σὺ ταὐτὸν ἔοικας ἀπορεῖν, λόγον ἢ βίον ἢ φιλοσοφίαν ἢ δημαγωγίαν ἢ τὸν θάνατον τἀνδρὸς ὑμνητέον.
[20] ἔστι δ' οὐδὲν ἔργον ἐκφυγεῖν, ἔφη, τὴν πλάνην· ἀλλ' ἑνὸς ὅτου δὴ λαβόμενος ἢ τῆς ῥητορείας καθ' αὑτήν, εἰς ταύτην καθοῦ τοῦτον τὸν λόγον. ἱκανή γ' ἂν οὐδ' ἡ Περικλέους· ἐκείνου μέν γε τὰς ἀστραπὰς καὶ βροντὰς καὶ πειθοῦς τι κέντρον δόξῃ παραλαβόντες, ἀλλ' αὐτήν γε οὐχ ὁρῶμεν, δῆλον ὡς οὐδὲν ὁποῖον τὴν φαντασίαν οὐδ' ἔμμονον ἔχουσαν οὐδ' οἵαν ἐξαρκέσαι πρὸς τὴν τοῦ χρόνου βάσανον καὶ κρίσιν· τὰ δὲ τοῦ Δημοσθένους ‑ ἀλλὰ σοὶ καταλελείφθω λέγειν, εἰ ταύτῃ τράποιο.
[21] πρός γε μὴν τὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς πολιτείας αὐτοῦ τραπομένῳ καλὸν μίαν ἡντινοῦν ἀποτεμέσθαι τὴν διατριβήν, εἰ δὲ βούλοιο δαψιλές, δύο καὶ σύντρεις ἑλόμενον ἔχειν ἀποχρῶσαν λόγων ὑποβολήν. πολλὴ γὰρ ἐν ἅπασιν ἡ λαμπρότης. εἰ δ' οὐκ ἐκ τοῦ παντὸς ἀλλ' ἐκ μέρους ἐπαινεσόμεθα, νόμος μὲν Ὁμηρικὸς ἡρώων ἐπαίνους ἐκ μερῶν διατίθεσθαι, ποδῶν ἢ κεφαλῆς ἢ κόμης, ἤδη δὲ κἀκ τῶν φορημάτων ἢ ἀσπίδων, μεμπτὸν δ' οὐδὲ τοῖς θεοῖς ἐγένετο ὑμνεῖσθαι πρὸς τῶν ποιητῶν ἐξ ἠλακάτης ἢ τόξων ἢ τῆς αἰγίδος, μή τί γε δὴ μέρει σώματος ἢ τῆς ψυχῆς, τῶν εὐεργεσιῶν δ' οὐδὲ δυνατὸν ἐφ' ἁπάσας ἐλθεῖν. οὐκοῦν οὐδ' ὁ Δημοσθένης αἰτιάσεται καθ' ἓν τῶν αὑτοῦ καλῶν ἐπαινούμενος, ἐπεὶ τό γε σύμπαν οὐδ' αὐτὸς ἂν αὑτὸν ἐξαρκέσειεν ἐπαινέσαι.
[22] ταῦτα τοῦ Θερσαγόρου διελθόντος, Οἶμαί σε, ἔφην, ἓν ἐπιδεδεῖχθαί μοι, τὸ μὴ μόνον ποιητὴν ἀγαθὸν εἶναι, τῷ δώρῳ παρεμπόρευμα πεποιῆσθαι τὸν Δημοσθένην, τὰ πεζὰ τοῖς ἐμμέτροις προστιθέντα.
Σοὶ μὲν οὖν, ἔφη, τὴν ῥᾳστώνην ὑποτιθεὶς προήχθην ἐπιδραμεῖν τὸν λόγον, εἴ τι τῆς φροντίδος ἀνεὶς ἀκροατὴς ἡμῖν γένοιο.
Προὔργου τοίνυν, ἔφην, σοὶ γέγονεν οὐδέν, εὖ ἴσθι. σκόπει δὲ καὶ μὴ πλέον ᾖ γεγονὸς θάτερον.
Καλὸν ἂν λέγοις, ἔφη, τὸ ἴαμα.
Σὺ γάρ, ἔφην, ἀγνοεῖς, οἶμαι, τὸ παρὸν ἄπορον, εἶτα ἰατροῦ δίκην τὸ τοῦ νοσοῦντος σαθρὸν ἀγνοήσαντος ἄλλο θεραπεύεις.
Ὅτι τί δή;
Σὺ μὲν ἃ ταράξειεν ἂν τὸν πρῶτον ἰόντα πρὸς τὸν λόγον ἐπεχείρησας ἰάσασθαι, τὰ δ' ἤδη κατανάλωται παλαιαῖς ἐτῶν περιόδοις· ὡς ταύταις ‹ταῖς› ἀπορίαις ἕωλά σοι τὰ ἰάματα.
Ταὔτ' οὖν, ἔφη, σοὶ τόδε ἴαμα· χρὴ μέντοι καθάπερ ὁδὸν θαρραλεωτάτην εἶναι τὴν συνηθεστάτην.
[23] Τὴν ἐναντίαν γάρ, εἶπον, προὐθέμην, ᾗ φασιν Ἀννίκεριν τὸν Κυρηναῖον φιλοτιμηθῆναι πρὸς Πλάτωνά τε καὶ τοὺς ἑταίρους· τὸν μέν γε τὴν Κυρηναίων ἁρματηλασίαν ἐπιδεικνύντα πολλοὺς περὶ τὴν Ἀκαδημίαν ἐξελαύνειν δρόμους ἐπὶ τῆς αὐτῆς ἁρματοτροχιᾶς ἅπαντας μηδὲν παραβάντας, ὥσθ' ἑνὸς δρόμου σημεῖα κατὰ τῆς γῆς ὑπολείπεσθαι· τοὐμὸν δέ γε τὴν ἐναντίαν σπεύδει, τὰς ἁρματοτροχιὰς ἀλεείνειν, οὐ μάλα ῥᾴδιον ‹ὄν›, οἶμαι, καινουργεῖν ὁδοὺς τῶν τετριμμένων ἐκτρεπόμενον.
Ἀλλά τοι τὸ Παύσωνος, ἔφη, σοφόν.
Ποῖον; ἔφην· οὐ γὰρ ἀκήκοα.
[24] Παύσωνι τῷ ζωγράφῳ φασὶν ἐκδοθῆναι γράψαι ἵππον ἀλινδούμενον· τὸν δὲ γράψαι τρέχοντα καὶ πολὺν κονιορτὸν περὶ τὸν ἵππον. ὡς δ' ἔτι γράφοντος ἐπιστῆναι τὸν ἐκδόντα, μέμφεσθαι· μὴ γὰρ τοῦτο προστάξαι. τὸν οὖν Παύσωνα τοῦ πίνακος τὰ μετέωρα κάτω περιαγαγόντα τῷ παιδὶ τὴν γραφὴν ἐπιδεῖξαι κελεῦσαι, καὶ τὸν ἵππον ἔμπαλιν κείμενον ὀφθῆναι κυλινδούμενον.
Ἡδὺς εἶ, ἔφην, Θερσαγόρα, ἂν μίαν οἴῃ με στροφὴν μεμηχανῆσθαι τοσούτων ἐτῶν, ἀλλ' οὐχὶ πάσας στροφὰς καὶ περιαγωγὰς ἐναλλάττοντα καὶ μετατιθέντα δεδιέναι μή τι τελευτῶν πάθοιμι τὸ τοῦ Πρωτέως.
Ποῖον, ἔφη, πάθος;
Τὸ γενόμενον, ὅ φασιν αὐτὸν γενέσθαι δρασμὸν ἐξευρίσκοντα τῆς ἀνθρωπίνης ὄψεως· ἐπεὶ καταναλώκει πάσας ἰδέας θηρίων καὶ φυτῶν καὶ στοιχείων, αὖθις αὖ πενίᾳ μορφῆς ἐπεισάκτου Πρωτέα γενέσθαι.
[25] Σὺ μέν, εἶπεν, ὑπὲρ τὸν Πρωτέα μηχανᾷ τὴν ἀκρόασιν ἀποδιδράσκειν.
Οὐκ, ὦγαθέ, ἔφην, τοῦτο. παρέξω γοῦν ἐμαυτὸν ἀκροᾶσθαι παρεὶς τὴν ἐπηρτημένην φροντίδα. τάχ' ἄν τι περὶ τοῦ σοῦ κυήματος ἄφροντις γενόμενος καὶ τῆς ἐμῆς ὠδῖνος συμφροντίσαις.
Ὡς οὖν ἐδόκει αὐτῷ, καθίσαντες ἐπὶ τῆς πλησίον κρηπῖδος ἐγὼ μὲν ἠκροώμην, ὁ δ' ἀνελέγετο μάλα γενναῖα ποιήματα. μεταξὺ δ' ὥσπερ ἔνθους γενόμενος, ἐπιπτύξας τὸ γραμματεῖον, Κομίζου τὸν ἀκροατικόν, ἔφη, μισθόν, καθάπερ Ἀθήνησιν ἐκκλησιαστικὸν ἢ δικαστικόν. ἀλλ' ὅπως εἴσῃ μοι χάριν.
[26] Χάριν μέν, ἔφην, εἴσομαι καὶ πρὶν ὅτι λέγεις εἰδέναι. τί δ' ἐστὶν ὅτι καὶ λέγεις;
Μακεδονικοῖς, εἶπεν, ἐντυχὼν τῆς βασιλικῆς οἰκίας ὑπομνήμασιν, καὶ τότε ὑπερησθεὶς τὸ βιβλίον οὐ κατὰ πάρεργον ἐκτησάμην καὶ νῦν ὑπεμνήσθην ἔχων οἴκαδε. γέγραπται δ' ἄλλα τε τῶν Ἀντιπάτρῳ πραχθέντων ἐπὶ τῆς οἰκείας καὶ περὶ Δημοσθένους, ἅ μοι δοκεῖς οὐκ ἂν παρέργως ἀκοῦσαι.
Καὶ μήν, εἶπον, ἤδη γέ σοι τῶν εὐαγγελίων χάρις καὶ τὰ λοιπὰ τῶν ἐπῶν. ἐγὼ μὲν οὖν οὐκ ἀπολείψομαι τοῦ τὴν ὑπόσχεσιν ἔργον σοι γενέσθαι, σὺ δ' εἱστίακάς με λαμπρῶς τὴν Ὁμήρου γενέθλιον, ἔοικας δ' ἑστιάσειν αὐτὸς καὶ τὴν Δημοσθένους.
[27] Ὡς οὖν ἀνέγνω τὰ λοιπὰ τοῦ γραμματείου, διατρίψαντες ὀλίγον ὅσον ἀποδοῦναι τῷ ποιήματι τοὺς δικαίους ἐπαίνους ᾔειμεν εἰς τοῦ Θερσαγόρου. καὶ μόλις μέν, ἐπιτυγχάνει δὲ τῷ βιβλίῳ. κἀγὼ λαβὼν τότε μὲν ἀπηλλαττόμην, ἐντυχὼν δ' οὕτω τὴν γνώμην διετέθην, ὡς οὐδέν τι περιτρέψας, ἀλλ' ἐπ' αὐτῶν ‹τῶν› ὀνομάτων τε καὶ ῥημάτων ὑμῖν ἀναλέξομαι. οὐδὲ γὰρ τἀσκληπιῷ μεῖόν τι γίγνεται τῆς τιμῆς, εἰ μὴ τῶν προσιόντων αὐτῶν ποιησάντων ὁ παιᾶν, ἀλλ' Ἰσοδήμου τοῦ Τροιζηνίου καὶ Σοφοκλέους ᾄδεται, καὶ τῷ Διονύσῳ τὸ μὲν ποιῆσαι κωμῳδίας ἢ τραγῳδίας ἐκλέλειπται, τὰ δὲ ἑτέροις συντεθέντα τοῖς νῦν εἰς μέσον ἐν καιρῷ κομίζουσιν χάριν οὐκ ἐλάττω φέρει τῷ τὸν θεὸν δοκεῖν τετιμηκέναι.
[28] τὸ μὲν οὖν βιβλίον τοῦτο ‑ ἔστι δὲ τῶν ὑπομνημάτων τὸ προσῆκον ἡμῖν μέρος τόδε δρᾶμα ‑ τὸ βιβλίον φησίν Ἀντιπάτρῳ μεμηνύσθαι παρόντα τὸν Ἀρχίαν. ὁ δ' Ἀρχίας, εἴ τις ἄρα τῶν νεωτέρων ἀγνοεῖ, τοὺς φυγάδας ἐτέτακτο συλλαμβάνειν. ἐπέσταλτο δ' αὐτῷ καὶ Δημοσθένην ἀπὸ τῆς Καλαυρίας πεῖσαι μᾶλλον ἢ βιάσασθαι πρὸς τὸν Ἀντίπατρον ἥκειν. καὶ δὴ καὶ μετέωρος ἐπὶ ταύτης ὁ Ἀντίπατρος ἦν τῆς ἐλπίδος, τὸν Δημοσθένην ἀεὶ προσδοκῶν. ὡς οὖν ἤκουσεν ἀπὸ τῆς Καλαυρίας ἥκοντα τὸν Ἀρχίαν, εὐθὺς ὡς εἶχεν ἐκέλευσεν εἴσω καλεῖν.
[29] ἐπεὶ δ' εἰσῆλθεν ‑ αὐτὸ φράσει τὰ λοιπὰ τὸ βιβλίον.
ΑΡΧΙΑΣ Χαῖρε, ὦ Ἀντίπατρε.
ΑΝΤΙΠΑΤΗΡ Τί δ' οὐ μέλλω χαίρειν, εἰ Δημοσθένην ἤγαγες;
ΑΡΧΙΑΣ Ἤγαγον ὡς ἐδυνάμην· ὑδρίαν γὰρ κομίζω τῶν Δημοσθένους λειψάνων.
ΑΝΤΙΠΑΤΗΡ Ἀπ' ἐλπίδος γε μήν μ' ἔσφηλας, ὦ Ἀρχία. τί γὰρ τῶν ὀστῶν καὶ τῆς ὑδρίας Δημοσθένην οὐκ ἔχοντι;
ΑΡΧΙΑΣ Τὴν γὰρ ψυχήν, ὦ βασιλεῦ, πρὸς βίαν αὐτοῦ κατέχειν οὐκ ἐδυνάμην.
ΑΝΤΙΠΑΤΗΡ Τί δ' οὐ ζῶντα κατειλήφατε;
ΑΡΧΙΑΣ Κατειλήφαμεν.
ΑΝΤΙΠΑΤΗΡ Κατὰ τὴν ὁδὸν οὖν τέθνηκεν;
ΑΡΧΙΑΣ Οὔκ, ἀλλ' οὗπερ ἦν, ἐν Καλαυρίᾳ.
ΑΝΤΙΠΑΤΗΡ Τάχα τῆς ὑμετέρας γέγονεν ἔργον ὀλιγωρίας οὐ θεραπευόντων τὸν ἄνθρωπον;
ΑΡΧΙΑΣ Ἀλλ' οὐδ' ὑφ' ἡμῖν ἐγένετο.
ΑΝΤΙΠΑΤΗΡ Τί φῄς; αἰνίγματα λέγεις, ὦ Ἀρχία, ζῶντα λαβόντες οὐκ ἔχετε;
ΑΡΧΙΑΣ [30] Οὐ γὰρ ἐκέλευες τήν γε πρώτην μὴ βιάζεσθαι; καίτοι πλέον ἂν οὐδὲ βιασαμένοις οὐδὲν ἦν· καὶ γὰρ οὖν ἐμελλήσαμεν.
ΑΝΤΙΠΑΤΗΡ Οὐκ εὖ γε ὑμεῖς οὐδὲ μελλήσαντες. ἴσως οὖν ἐκ τῆς ὑμετέρας τέθνηκε βίας;
ΑΡΧΙΑΣ Ἡμεῖς μὲν αὐτὸν οὐκ ἀπεκτείναμεν, βιάζεσθαι δὲ μὴ πείθουσιν ἀναγκαῖον ἦν. σοὶ δέ, ὦ βασιλεῦ, τί τὸ πλέον, εἰ ζῶν ἀφίκετο; πάντως οὐδὲν ‹ἂν› αὐτὸν ἢ ἀπέκτεινας.
ΑΝΤΙΠΑΤΗΡ [31] Εὐφήμει, ὦ Ἀρχία· δοκεῖς μοι μὴ συννενοηκέναι μήθ' ὅστις ὁ Δημοσθένης μήτε τὴν ἐμὴν γνώμην, ἀλλὰ νομίζειν ὅμοιον εἶναι Δημοσθένην εὑρεῖν καὶ τούτους ζητεῖν τοὺς κακῶς ἀπολωλότας, Ἱμεραῖον τὸν Φαληρέα καὶ τὸν Μαραθώνιον Ἀριστόνικον καὶ τὸν ἐκ Πειραιῶς Εὐκράτην, τῶν ῥαγδαίων ῥευμάτων οὐδὲν διαφέροντας, ἀνθρώπους ταπεινούς, ἀφορμῇ προσκαίρων θορύβων ἐπιπολάσαντας καὶ πρὸς μικρὰν ταραχῆς ἐλπίδα θρασέως ἐξαναστάντας, εἶτα πτήξαντας οὐκ εἰς μακράν, δίκην τῶν δειλινῶν πνευμάτων, καὶ τὸν ἄπιστον Ὑπερίδην, τὸν δημοκόλακα, τὸν οὐδὲν αἰσχρὸν νομίσαντα κολακείᾳ τοῦ πλήθους συκοφαντῆσαι Δημοσθένην οὐδ' αὑτὸν εἰς ταῦτα παρασχεῖν διάκονον, ἐφ' οἷς αὐτοὶ μετενόησαν οἷς ἐχαρίζετο· μετ' οὐ πολὺ γοῦν τῆς συκοφαντίας λαμπροτέραν ἢ κατ' Ἀλκιβιάδην αὐτῷ τὴν κάθοδον ἀκηκόαμεν γενέσθαι. τῷ δ' οὐκ ἔμελεν οὐδ' ἐπῃσχύνετο κατὰ τῶν ποτε φιλτάτων τῇ γλώττῃ χρώμενος, ἣν ἐχρῆν δήπου τῆς ἀγνωμοσύνης ἐκτεμεῖν.
ΑΡΧΙΑΣ [32] Τί δέ; οὐκ ἐχθρῶν ἡμῖν ἔχθιστος ὁ Δημοσθένης;
ΑΝΤΙΠΑΤΗΡ Οὐχ ὅτῳ μέλει τρόπου πίστεως, φίλον πᾶν ἄδολον καὶ βέβαιον ἦθος ἡγουμένῳ. τὰ γάρ τοι καλὰ καὶ παρ' ἐχθροῖς καλὰ καὶ τὸ τῆς ἀρετῆς πανταχοῦ τίμιον. οὐδὲ κακίων ἐγὼ Ξέρξου τοῦ Βοῦλιν καὶ Σπέρχιν τοὺς Λακεδαιμονίους θαυμάσαντος καὶ κτεῖναι παρὸν ἀφέντος. ἀλλ' εἰ δή τινα πάντων καὶ Δημοσθένην αὐτός τε δὶς Ἀθήνησιν, εἰ καὶ μὴ κατὰ πολλὴν σχολήν, συγγενόμενος καὶ παρὰ τῶν ἄλλων ἀναπυνθανόμενος ἔκ τε τῶν πολιτευμάτων αὐτῶν εἶχον θαυμάσας, οὐχ ὡς ἂν νομίσειέ τις τῆς τῶν λόγων δεινότητος, εἰ καὶ μηδὲν μὲν ὁ Πύθων πρὸς αὐτόν, οἱ δ' Ἀττικοὶ ῥήτορες παιδιὰ παραβάλλειν τῷ τούτου κρότῳ καὶ τόνῳ καὶ λέξεων εὐρυθμίᾳ καὶ ταῖς τῶν διανοιῶν περιγραφαῖς καὶ συνεχείαις ἀποδείξεων καὶ τῷ συνακτικῷ τε καὶ κρουστικῷ. μετενοοῦμεν γοῦν ὅτε τοὺς Ἕλληνας Ἀθήναζε συνηγάγομεν ὡς ἐλέγξοντες Ἀθηναίους, Πύθωνι καὶ τοῖς Πύθωνος ἐπαγγέλμασιν πεπιστευκότες, εἶτα Δημοσθένει καὶ τοῖς Δημοσθένους ἐλέγχοις περιπεσόντες. ἀλλ' ἦν μὲν ἀπρόσιτος ἡ δύναμις αὐτῷ τοῦ λόγου.
[33] ἐγὼ δὲ ταύτην μὲν δευτέραν ἔταττον, ἐν χώρᾳ τιθεὶς ὀργάνου, Δημοσθένην δ' αὐτὸν ὑπερηγάμην τοῦ τε φρονήματος καὶ τῆς συνέσεως, ἀκλινῆ τὴν ψυχὴν ἐπ' ὀρθῆς ἐν ἁπάσαις φυλάττοντα τρικυμίαις τῆς τύχης καὶ πρὸς μηδὲν τῶν δεινῶν ἐνδιδόντα. καὶ Φίλιππον δὲ τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντα περὶ τἀνδρὸς ἠπιστάμην· τούτῳ μέν γε δημηγορίας ἐξαγγελθείσης Ἀθήνηθέν ποτε καθαπτομένης τοῦ Φιλίππου, καὶ Παρμενίωνος ἠγανακτηκότος καί τι καὶ σκωπτικὸν εἰς τὸν Δημοσθένην ἐπειπόντος, Ὦ Παρμενίων, ἔφη, δίκαιος ὁ Δημοσθένης παρρησίας τυγχάνειν· μόνος γέ τοι τῶν ἐπὶ τῆς Ἑλλάδος δημαγωγῶν οὐδαμοῦ τοῖς ἀπολογισμοῖς ἐγγέγραπται τῶν ἐμῶν ἀναλωμάτων, καίτοι μᾶλλον ἠβουλόμην ἢ γραμματεῦσι τριηρίταις ἐμαυτὸν πεπιστευκέναι. νῦν δ' ἐκείνων μὲν ἕκαστος ἀπογέγραπται χρυσίον ξύλα πυροὺς θρέμματα γῆν Βοιωτίας οὐκ ἔσθ' ὅτι μὴ παρ' ἐμοῦ λαβόντες. ἡμεῖς δὲ θᾶττον ἂν τὸ Βυζαντίων τεῖχος ἕλοιμεν μηχαναῖς ἢ Δημοσθένην χρυσίῳ.
[34] ἐγὼ δέ, ὦ Παρμενίων, ἔφη, εἰ μέν τις Ἀθηναῖος ὢν ἐν Ἀθήναις λέγων ἐμὲ τῆς πατρίδος προτιμᾷ, τούτοις ἀργύριον μὲν προείμην ἄν, φιλίαν δ' οὐκ ἄν. εἰ δέ τις ὑπὲρ τῆς πατρίδος ἐμὲ μισεῖ, τούτῳ προσπολεμῶ μὲν ὡς ἀκροπόλει καὶ τείχει καὶ νεωρίοις καὶ τάφρῳ, θαυμάζω δὲ τῆς ἀρετῆς καὶ μακαρίζω γε τοῦ κτήματος τὴν πόλιν. καὶ τοὺς μὲν ἔξω τῆς χρείας γενόμενος ἥδιστ' ἂν προσαπολέσαιμι, τὸν δὲ βουλοίμην ἂν ἐνταυθοῖ παρ' ἡμῖν τυχεῖν γενόμενον μᾶλλον ἢ τὴν Ἰλλυριῶν ἵππον καὶ Τριβαλλῶν καὶ πᾶν τὸ μισθοφορικόν, τῆς ὅπλων βίας τὴν τοῦ λόγου πειθὼ καὶ τὸ τῆς γνώμης ἐμβριθὲς οὐδαμῇ τιθεὶς δεύτερον. πρὸς Παρμενίωνα μὲν ταῦτα.
[35] τοιούτους δέ τινας καὶ πρὸς ἐμὲ λόγους ἐποιήσατο. τῶν γὰρ μετὰ Διοπείθους Ἀθήνηθεν ἀπεσταλμένων ἐγὼ μὲν εἶχον διὰ φροντίδος, ὁ δ' εὖ μάλα γελάσας ἔφη· Σὺ δ' Ἀττικὸν στρατηγὸν ἢ στρατιώτην δέδοικας ἡμῖν; αἱ μὲν τριήρεις καὶ Πειραιεὺς καὶ τὰ νεώρια λῆρος ἔμοιγε καὶ φλήναφος. τί δ' ἂν ἄνθρωποι πράξαιεν διονυσιάζοντες, ἐν κρεανομίαις καταζῶντες καὶ χοροῖς; εἰ δὲ μὴ Δημοσθένης εἷς ἐν Ἀθηναίοις ἐγένετο, ῥᾷον ἂν εἴχομεν τὴν πόλιν ἢ Θηβαίους καὶ Θετταλούς, ἀπατῶντες βιαζόμενοι φθάνοντες ὠνούμενοι. νῦν δὲ εἷς ἐκεῖνος ἐγρήγορεν καὶ πᾶσι τοῖς καιροῖς ἐφέστηκεν καὶ ταῖς ἡμετέραις ὁρμαῖς ἐπακολουθεῖ καὶ τοῖς στρατηγήμασιν ἀντιπαρατάττεται. λανθάνομεν δὲ αὐτὸν οὐ τεχνάζοντες, οὐκ ἐπιχειροῦντες, οὐ βουλευόμενοι, καὶ καθάπαξ κώλυμά τι καὶ πρόβολος ἡμῖν ἅνθρωπός ἐστιν μὴ πάντ' ἔχειν ἐξ ἐπιδρομῆς. τό γέ τοι κατ' αὐτὸν οὐκ Ἀμφίπολιν εἵλομεν, οὐκ Ὄλυνθον, οὐ Φωκέας καὶ Πύλας ἔσχομεν, οὐ Χερρονήσου καὶ τῶν περὶ τὸν Ἑλλήσποντον κεκρατήκαμεν.
[36] ἀλλ' ἀνίστησι μὲν ἄκοντας οἷον ἐκ μανδραγόρου καθεύδοντας τοὺς αὑτοῦ πολίτας, ὥσπερ τομῇ τινι καὶ καύσει τῆς ῥᾳθυμίας τῇ παρρησίᾳ χρώμενος, ὀλίγον τοῦ πρὸς ἡδονὴν φροντίσας. μετατίθησιν δὲ τῶν χρημάτων τοὺς πόρους ἀπὸ τῶν θεάτρων ἐπὶ τὰ στρατόπεδα, συντίθησι δὲ τὸ ναυτικὸν νόμοις τριηραρχικοῖς ὑπὸ τῆς ἀταξίας μόνον οὐ τελέως διεφθαρμένον, ἐγείρει δ' ἐρριμμένον ἤδη χρόνου πρὸς τὴν δραχμὴν καὶ τὸ τριώβολον τὸ τῆς πόλεως ἀξίωμα, πάλαι τούτους κατακεκλιμένους εἰς τοὺς προγόνους ἐπανάγων καὶ τὸν ζῆλον τῶν Μαραθῶνι καὶ Σαλαμῖνι κατειργασμένων, συνίστησιν δ' ἐπὶ συμμαχίας καὶ συντάξεις Ἑλληνικάς. τοῦτον οὐ λαθεῖν ἐστιν, οὐ φενακίσαι, οὐ πρίασθαι οὐ μᾶλλον ἢ τὸν Ἀριστείδην ἐκεῖνον ὁ Περσῶν βασιλεὺς ἐπρίατο.
[37] τοῦτον οὖν, ὦ Ἀντίπατρε, χρὴ δεδιέναι μᾶλλον ἢ πάσας τριήρεις καὶ πάντας ἀποστόλους. ὃ γὰρ Ἀθηναίοις τοῖς πάλαι Θεμιστοκλῆς καὶ Περικλῆς ἐγένετο, τοῦτο τοῖς νῦν ὁ Δημοσθένης, ἐφάμιλλος Θεμιστοκλεῖ μὲν τὴν σύνεσιν, Περικλεῖ δὲ τὸ φρόνημα. ἐκτήσατο γοῦν αὐτοῖς ἀκούειν Εὔβοιαν, Μέγαρα, τὰ περὶ τὸν Ἑλλήσποντον, τὴν Βοιωτίαν. καὶ καλῶς γε, ἔφη, ποιοῦσιν Ἀθηναῖοι Χάρητα μὲν καὶ Διοπείθην καὶ Πρόξενον καὶ τοιούτους τινὰς ἀποδεικνύντες στρατηγεῖν, Δημοσθένην δὲ εἴσω κατέχοντες ἐπὶ τοῦ βήματος. ὡς εἰ τοῦτον τὸν ἄνθρωπον ὅπλων ἀπέφηναν καὶ νεῶν καὶ στρατοπέδων ‹καὶ› δὴ καὶ καιρῶν καὶ χρημάτων κύριον, ὀκνῶ μὴ περὶ τῆς Μακεδονίας ἂν κατέστησέ μοι τὸν λόγον, ὃς καὶ νῦν ἀπὸ ψηφισμάτων ἀνταγωνιζόμενος ἡμῖν πανταχοῦ συμπεριτρέχει, καταλαμβάνει, πόρους εὑρίσκει, στόλους ἀποπέμπει, συντάττει δυνάμεις, ἀντιμεθίσταται.
[38] Τοιαῦτα καὶ τότε καὶ πολλάκις πρός με Φίλιππος περὶ τἀνδρὸς ἔλεγεν, ἓν τῶν παρὰ τῆς τύχης χρηστῶν τιθέμενος τὸ μὴ στρατηγεῖν τὸν Δημοσθένην, οὗ γε καὶ τοὺς λόγους ὥσπερ κριοὺς ἢ καταπέλτας Ἀθήνηθεν ὁρμωμένους διασείειν αὐτοῦ καὶ ταράττειν τὰ βουλεύματα. περὶ μὲν γὰρ Χαιρωνείας οὐδὲ μετὰ τὴν νίκην ἐπαύετο πρὸς ἡμᾶς λέγων εἰς ὅσον ἅνθρωπος ἡμᾶς κινδύνου κατέστησεν. Καὶ γὰρ εἰ παρ' ἐλπίδα καὶ κακίᾳ στρατηγῶν καὶ στρατιωτῶν ἀταξίᾳ καὶ τῇ παραδόξῳ ῥοπῇ τῆς τύχης τῇ πολλὰ πολλάκις ἡμῖν συνειργασμένῃ κεκρατήκαμεν, ἀλλ' ἐπὶ μιᾶς γε ταύτης ἡμέρας τὸν περὶ τῆς ἀρχῆς καὶ τῆς ψυχῆς κίνδυνον ἐπέστησέ μοι, τὰς ἀρίστας πόλεις εἰς ἓν συναγαγὼν καὶ πᾶσαν τὴν Ἑλληνικὴν δύναμιν ἀθροίσας, πρὸς Ἀθηναίοις ἅμα καὶ Θηβαίους Βοιωτούς τε τοὺς ἄλλους καὶ Κορινθίους Εὐβοέας τε καὶ Μεγαρέας καὶ τὰ κράτιστα τῆς Ἑλλάδος διακινδυνεύειν συναναγκάσας καὶ μηδ' εἴσω με τῆς Ἀττικῆς ἐπιτρέψας παρελθεῖν.
[39] τοιοῦτοί τινες ἦσαν αὐτῷ συνεχεῖς περὶ Δημοσθένους οἱ λόγοι· καὶ πρός γε τοὺς λέγοντας ὡς μέγαν ἔχοι τὸν Ἀθηναίων δῆμον ἀνταγωνιστήν, Ἐμοὶ Δημοσθένης μόνος, εἶπεν, ἀνταγωνιστής, Ἀθηναῖοι δὲ Δημοσθένην οὐκ ἔχοντες Αἰνιᾶνές εἰσι καὶ Θετταλοί. καὶ πρέσβεις ὁπότε πρὸς τὰς πόλεις πέμποι, τῶν μὲν ἄλλων ῥητόρων εἴ τινας ἡ τῶν Ἀθηναίων πόλις ἀνταποστέλλοι τῇ πρεσβείᾳ, κεκρατηκὼς ἂν ἥδετο, τοῦ Δημοσθένους δ' ἐπιστάντος, Μάτην, εἶπεν, ἀντεπρεσβεύσαμεν.
[40] οὐ γὰρ ἔστιν κατὰ τῶν Δημοσθένους λόγων ἐγεῖραι τρόπαιον.
Ταῦτα ὁ Φίλιππος. καὶ μέντοι καὶ πάντως ἔλαττον ἂν ἔχοντες λάβοιμεν· τοιοῦτον οὖν ἄνδρα πρὸς Διός, Ἀρχία, τί ποτε νομίζεις, βοῦν ἂν ἐπὶ σφαγὴν ἤγομεν ἢ πολὺ μᾶλλον ἂν σύμβουλον περὶ τῶν Ἑλληνικῶν πραγμάτων καὶ τῆς ἀρχῆς πάσης ἐποιούμεθα; φύσει μὲν γὰρ αὐτῷ καὶ κατ' ἀρχὰς προσεπεπόνθειν ἐξ αὐτῶν τῶν πολιτευμάτων, ἔτι δὲ μᾶλλον Ἀριστοτέλει μάρτυρι. πρὸς γοῦν τὸν Ἀλέξανδρον καὶ πρὸς ἡμᾶς γε λέγων οὐδὲν ἐπαύετο τοσούτων ὄντων τῶν αὐτῷ προσπεφοιτηκότων μηδένα οὕτως πώποτε θαυμάσαι μεγέθους τε φύσεως καὶ τῆς περὶ τὴν ἄσκησιν ἐγκρατείας καὶ βάρους καὶ τάχους καὶ παρρησίας καὶ καρτερίας.
[41] Ὑμεῖς δέ, ἔφη, διανοεῖσθε ὡς ὑπὲρ Εὐβούλου καὶ Φρύνωνος καὶ Φιλοκράτους, καὶ πειρᾶσθε δώροις καὶ τοῦτον ἀναπείθειν, ἄνθρωπον καὶ τὴν πατρῴαν οὐσίαν εἰς Ἀθηναίους ἰδίᾳ τε τοῖς δεηθεῖσι καὶ δημοσίᾳ τῇ πόλει καταναλωκότα, διαμαρτάνοντες δὲ φοβήσειν οἴεσθε πάλαι βεβουλευμένον τὴν ψυχὴν ὑποθεῖναι ταῖς τῆς πατρίδος ἀδήλοις τύχαις, καὶ καθαπτομένου τῶν πραττομένων ὑμῖν ἀγανακτεῖτε; ὁ δὲ οὐδὲ τὸν Ἀθηναίων δῆμον ὑποστέλλεται. λέληθεν ὑμᾶς, ἔφη, τῇ μὲν τῆς πατρίδος εὐνοίᾳ πολιτευόμενος, αὑτῷ δὲ τὴν πολιτείαν γυμνάσιον φιλοσοφίας προθέμενος.
[42] ταῦτά τοι, ὦ Ἀρχία, ὑπερεπεθύμουν αὐτῷ συγγενόμενος τήν τε γνώμην, ἣν ἔχοι περὶ τῶν παρόντων, ἀκοῦσαι λέγοντος καὶ τῶν ἀεὶ παραπεπτωκότων ἡμῖν κολάκων, εἰ ἐδεόμην, ἀποστὰς ἁπλοῦ τινος ἐξ ἐλευθέρας γνώμης ἀκοῦσαι λόγου καὶ φιλαλήθους συμβουλῆς μεταλαβεῖν. καί τι καὶ νουθετῆσαι δίκαιον, ὑπὲρ οἵων ὄντων ‹τῶν› Ἀθηναίων τὴν ἀχαριστίαν πάντα παραβάλοιτο τὸν αὑτοῦ βίον, ἐξὸν εὐγνωμονεστέροις καὶ βεβαιοτέροις κεχρῆσθαι φίλοις.
ΑΡΧΙΑΣ Ὦ βασιλεῦ, τῶν μὲν ἄλλων ἴσως ἂν ἔτυχες, ταυτὶ δὲ μάτην ἂν ἔλεγες· οὕτως μανικῶς φιλαθήναιος ἦν.
ΑΝΤΙΠΑΤΗΡ Ταῦτα, ὦ Ἀρχία· τί γὰρ ἂν καὶ λέγοιμεν; ἀλλὰ πῶς ἀπέθανεν;
ΑΡΧΙΑΣ[43] Ἔοικας ἔτι μᾶλλον, ὦ βασιλεῦ, θαυμάσειν· καὶ γὰρ ἡμεῖς οἱ τεθεαμένοι διαφέρομεν οὐδὲν ἐκπλήξει τε καὶ ἀπιστίᾳ τῶν ὁρώντων. ἔοικεν γὰρ δὴ πάλαι ὧδε βεβουλευμένῳ περὶ τῆς ὑστάτης ἡμέρας. δηλοῖ δὲ ἡ παρασκευή. καθῆστο μὲν γὰρ ἔνδον ἐν τῷ νεῴ, μάτην δὲ τῶν πρόσθεν ἡμερῶν λόγους ἦμεν ἀναλωκότες.
ΑΝΤΙΠΑΤΗΡ Τίνες γὰρ ἦσαν οἱ παρ' ὑμῶν λόγοι;
ΑΡΧΙΑΣ Πολλὰ καὶ φιλάνθρωπα προὐτεινόμην ἐλεόν τινα παρὰ σοῦ καθυπισχνούμενος, οὐ μάλα μὲν προσδοκῶν ‑ οὐ γὰρ ἠπιστάμην, ἀλλὰ σὲ ᾤμην δι' ὀργῆς ἔχειν τὸν ἄνθρωπον ‑ χρήσιμον δ' οὖν πρὸς τὸ πείθειν νομίζων.
ΑΝΤΙΠΑΤΗΡ Ὁ δὲ πῶς προσίετο τοὺς λόγους; καί με μηδὲν ἀποκρύψῃ· μάλιστα μὲν γὰρ αὐτήκοος ἂν ἐβουλόμην παρὼν εἶναι νῦν. ἀλλὰ σύ γε μὴ παραλίπῃς μηδέν· οὐ γάρ τοι σμικρὸν ἔργον ἦθος ἀνδρὸς γενναίου πρὸς αὐτῷ τῷ τέλει τοῦ βίου καταμαθεῖν, πότερον κἄτονος καὶ νωθρὸς ἦν ἢ παντάπασιν ἀκλινὲς τὸ τῆς ψυχῆς ὄρθιον ἐφύλαττεν.
ΑΡΧΙΑΣ [44] Οὐδὲν ὑπέστελλεν ἐκεῖνός γε. πῶς γάρ; ὃς ἡδὺ γελάσας κἀμὲ δὴ σκώπτων εἰς τὸν πρότερον βίον, ἀπίθανον ἔφη με ὑποκριτὴν εἶναι τῶν σῶν ψευσμάτων.
ΑΝΤΙΠΑΤΗΡ Ἀπιστήσας ἄρα τοῖς ἐπαγγέλμασιν προεῖτο τὴν ψυχήν;
ΑΡΧΙΑΣ Οὔκ· εἴ γε τῶν λοιπῶν ἀκούσαις, οὐ δόξει σοι μόνον ἀπιστεῖν. ἀλλ' ἐπεὶ κελεύεις, ὦ βασιλεῦ, λέγειν, Μακεδόσιν μέν, εἶπεν, οὐδὲν ἀπώμοτον οὐδὲ παράδοξον, εἰ Δημοσθένην οὕτως λαμβάνουσιν ὡς Ἀμφίπολιν, ὡς Ὄλυνθον, ὡς Ὠρωπόν. τοιαῦτα πολλὰ ἔλεγεν. καὶ γὰρ οὖν ὑπογραφέας παρεστησάμην, ἵνα σοι τὰ λεχθέντα σῴζοιτο.
Ἐγὼ μέντοι, ἔφη, ὦ Ἀρχία, βασάνων ἢ θανάτου φόβῳ κατ' ὄψιν οὐκ ἂν Ἀντιπάτρῳ γενοίμην, ἀλλ' εἰ ταῦτ' ἀληθεύετε, πολύ μοι μᾶλλόν ἐστι φυλακτέον μὴ τὴν ψυχὴν αὐτὴν παρ' Ἀντιπάτρου δεδωροδοκηκέναι μηδ' ἣν ἐμαυτὸν ἔταξα τάξιν λιπὼν τὴν Ἑλληνικὴν εἰς τὴν Μακεδονικὴν μεταβάλλεσθαι.
[45] καλὸν γὰρ, Ἀρχία, τὸ ζῆν ἐμοί, εἰ Πειραιεὺς αὐτὸ παρέχοι καὶ τριήρης ἣν ἐπιδέδωκα καὶ τεῖχος καὶ τάφρος τοῖς ἐμοῖς τέλεσιν ἐξειργασμένα καὶ φυλὴ Πανδιονίς, ἧς ἐθελοντὴς ἐχορήγουν ἐγώ, καὶ Σόλων καὶ Δράκων καὶ παρρησία βήματος καὶ δῆμος ἐλεύθερος καὶ ψηφίσματα στρατιωτικὰ καὶ νόμοι τριηραρχικοὶ καὶ προγόνων ἀρεταὶ καὶ τρόπαια καὶ πολιτῶν εὔνοια τῶν ἐμὲ πολλάκις ἐστεφανωκότων καὶ δύναμις Ἑλλήνων τῶν ὑπ' ἐμοῦ μέχρι νῦν τετηρημένων· εἰ δὲ καὶ βιωτὸν ἐλεηθέντι, ταπεινὸν μέν, ἀνεκτὸς δ' οὖν ὁ ἔλεος παρὰ τοῖς οἰκείοις, ὧν ἐλυσάμην αἰχμαλώτων, ἢ τοῖς πατράσιν, ὧν συνεξέδωκα τὰς θυγατέρας ἢ οἷς τοὺς ἐράνους συνδιελυσάμην.
[46] εἰ δέ με μὴ σῴζει νήσων ἀρχὴ καὶ θάλαττα, παρά γε τουτουὶ Ποσειδῶνος αἰτῶ τὸ σῴζεσθαι καὶ τοῦδε τοῦ βωμοῦ καὶ τῶν ἱερῶν νόμων. εἰ δὲ Ποσειδῶν, ἔφη, μὴ δύναται φυλάττειν τὴν ἀσυλίαν τοῦ νεὼ μηδ' ἐπαισχύνεται προδοῦναι Δημοσθένην Ἀρχίᾳ, τεθναίην· οὐδὲν Ἀντίπατρος ἡμῖν ἀντὶ τοῦ θεοῦ κολακευτέος. ἐξῆν μοι φιλτέρους ἔχειν Ἀθηναίων Μακεδόνας καὶ νῦν μετέχειν τῆς ὑμετέρας τύχης, εἰ μετὰ Καλλιμέδοντος καὶ Πυθέου καὶ Δημάδου συνεταττόμην· ἐξῆν κἂν ὀψὲ τῆς τύχης μεθαρμόσασθαι, εἰ μὴ τὰς Ἐρεχθέως θυγατέρας καὶ τὸν Κόδρον ἐπῃσχυνόμην. οὔκουν ᾑρούμην αὐτομολοῦντι τῷ δαίμονι συμμεταβάλλεσθαι. καλὸν γὰρ κρησφύγετον θάνατον ἐν ἀκινδύνῳ παντὸς αἰσχροῦ γενέσθαι. καὶ νῦν, Ἀρχία, τὸ κατ' ἐμαυτὸν οὐ καταισχυνῶ τὰς Ἀθήνας δουλείαν ἑκὼν ἑλόμενος, ἐντάφιον δὲ τὸ κάλλιστον, τὴν ἐλευθερίαν, προέμενος.
[47] ἀλλὰ δίκαιον γάρ, ἔφη, σοὶ τῶν τραγῳδιῶν μνημονεύειν, οὗ σεμνὸν τὸ λεχθὲν
ἡ δὲ καὶ θνῄσκουσ' ὅμως
πολλὴν πρόνοιαν εἶχεν εὐσχήμως πεσεῖν,
κόρη καὶ ταῦτα· Δημοσθένης δὲ εὐσχήμονος θανάτου βίον προκρινεῖ ἀσχήμονα τῶν Ξενοκράτους καὶ Πλάτωνος ὑπὲρ ἀθανασίας λόγων ἐκλαθόμενος;
καί τινα καὶ πικρότερον ἔλεγεν προαχθεὶς εἰς τοὺς ταῖς τύχαις ἐξυβρίζοντας. ἀλλὰ τί δεῖ λέγειν νῦν ἐμέ; τέλος δ' ἐμοῦ τὰ μὲν δεομένου, τὰ δ' ἀπειλοῦντος, ἁπαλὴν μοῦσαν στερεᾷ κεραννύντος, Ἐπείσθην ἄν, ἔφη, τούτοις Ἀρχίας ὤν, ἐπεὶ δὲ Δημοσθένης εἰμι, συγγίγνωσκέ μοι, ὦ δαιμόνιε, μὴ πεφυκότι κακῷ γενέσθαι.
[48] τότε δὴ τότε πρὸς βίαν αὐτὸν ἀποσπᾶν διενοούμην· ὁ δ' ὡς ᾔσθετο, δῆλος ἦν καταγελῶν καὶ τὸν θεὸν προσβλέψας, Ἔοικεν Ἀρχίας, εἶπεν, ὅπλα μόνα καὶ τριήρεις καὶ τείχη καὶ στρατόπεδα δυνάμεις εἶναι καὶ κρησφύγετα ταῖς ἀνθρωπίναις ψυχαῖς ὑπολαμβάνειν, τῆς δὲ ἐμῆς παρασκευῆς καταφρονεῖν, ἣν οὐκ ἂν ἐλέγξειαν Ἰλλυριοὶ καὶ Τριβαλλοὶ καὶ Μακεδόνες, ἐχυρωτέραν ἢ ξύλινόν ποτε τεῖχος ἡμῖν, ὃ θεὸς ἀνεῖλεν ἀπόρθητον εἶναι· μεθ' ἧς ἀεὶ τῆς προνοίας ἀδεῶς μὲν ἐπολιτευσάμην, ἀδεὲς δέ μοι τὸ κατὰ Μακεδόνων θάρσος, ἐμέλησεν δ' οὐδὲν οὐκ Εὐκτήμονος, οὐκ Ἀριστογείτονος, οὐ Πυθέου καὶ Καλλιμέδοντος, οὐ Φιλίππου τότε, οὐ τὰ νῦν Ἀρχίου.
[49] ταῦτ' εἰπὼν Μὴ πρόσαγέ μοι τὴν χεῖρα, ἔφη· τὸ κατ' ἐμὲ γὰρ οὐδὲν παράνομον ὁ νεὼς πείσεται, τὸν δὲ θεὸν προσειπὼν ἑκὼν ἕψομαι. κἀγὼ μὲν ἐπὶ τῆς ἐλπίδος ταύτης ἦν καὶ τὴν χεῖρα τῷ στόματι προσαγαγόντος οὐδὲν ἀλλ' ἢ προσκυνεῖν ὑπελάμβανον.
ΑΝΤΙΠΑΤΗΡ Τὸ δὲ τί ποτε ἦν;
ΑΡΧΙΑΣ Ὕστερον βασάνοις θεραπαίνης ἐφωράσαμεν πάλαι φάρμακον αὐτὸν τεταμιεῦσθαι, λύσει ψυχῆς ἀπὸ σώματος ἐλευθερίαν κτώμενον. οὐ γὰρ οὖν ἔφθασεν ὑπερβὰς τὸν οὐδὸν τοῦ νεώ, καὶ πρὸς ἐμὲ βλέψας Ἄγε δὴ τοῦτον, ἔφη, πρὸς Ἀντίπατρον, Δημοσθένην δὲ οὐκ ἄξεις, οὐ μὰ τοὺς, κἀμοὶ μὲν ἐφαίνετο προσθήσειν τοὺς ἐν Μαραθῶνι πεπτωκότας.
[50] ὁ δὲ χαίρειν εἰπὼν ἀπέπτη. τοῦτό σοι τὸ τέλος, ὦ βασιλεῦ, τῆς Δημοσθένους πολιορκίας κομίζειν ἔχω.
ΑΝΤΙΠΑΤΗΡ Δημοσθένους γε καὶ ταῦτα, ὦ Ἀρχία. βαβαὶ τῆς ἀηττήτου ψυχῆς καὶ μακαρίας, ὡς ἀνδρεῖον μὲν αὐτῷ τὸ λῆμα, πολιτικὴ δ' ἡ πρόνοια μετὰ χεῖρα τὸ πιστὸν τῆς ἐλευθερίας ἔχειν. ἀλλ' ὁ μὲν οἴχεται βίον ἕξων τὸν ἐν μακάρων νήσοις ἡρώων λεγόμενον ἢ τὰς εἰς οὐρανὸν ψυχαῖς νομιζομένας ὁδούς, ὀπαδός τις δαίμων ἐσόμενος ἐλευθερίου Διός· τὸ σῶμα δ' ἡμεῖς εἰς Ἀθήνας ἀποπέμψομεν, κάλλιον ἀνάθημα τῇ γῇ τῶν ἐν Μαραθῶνι πεπτωκότων.