11781 701 0 7 0 IV-III a. C. Nat. Hist. Theophrastus III De causis plantarum Wimmer, F., Paris, Didot, 1866 Rist. 1964, Frankfurt am Main, Minerva 0

Theophrastus-De causis plantarum - III

ΒΙΒΛΙΟΝ Γ΄.

[1]   Ἡ περὶ τῶν φυτῶν θεωρία διττὰς ἔχει τὰς σκέψεις καὶ ἐν δυσὶ, μίαν μὲν τὴν ἐν τοῖς αὐτομάτοις γινομένην ἥπερ ἀρχὴ τῆς φύσεως, ἑτέραν δὲ τῶν ἐκ τῆς ἐπινοίας καὶ παρασκευῆς ἣν δή φαμεν συνεργεῖν τῇ φύσει πρὸς τὸ τέλος. Ἐπεὶ δὲ περὶ τῆς πρότερον εἴρηται λεκτέον ὁμοίως καὶ περὶ ταύτης ὑπὲρ αὐτοῦ τούτου πρώτου εἰπόντας ὅτι καὶ τῶν δένδρων ἔνια καὶ τῶν ἐλαττόνων ὑλημάτων οὐ δέχεται γεωργίαν. Τοῦτο γὰρ ἂν εἴη τῶν μὲν οἷον πέρας τῶν δὲ ἀρχὴ μεταβαίνουσιν ἐκ τῶν αὐτοφυῶν εἰς τὰ διὰ τέχνης.

[2] Ἄτοπον δ' ἂν ἴσως δόξειε τὸ νῦν λεχθὲν εἰ τὸ προσλαμβάνον θεραπείαν ὥσπερ χώραν οἰκείαν μὴ μᾶλλον εὐσθενεῖ καὶ καλλικαρπεῖ συνεργούσης τῇ φύσει τῆς τέχνης· ἀλλ' οὐκ ἔστιν ἄτοπον οὐδ' ἀλλότριον, ἀρχὴν δὲ αὐτοῦ ληπτέον τήνδε, τὴν φύσιν ἑκάστου μὴ ἐκ τῶν αὐτῶν εἶναι μηδὲ ἐκ μιᾶς τινος ὕλης μηδ' αὖ πᾶσι ταὐτὸ τέλος τῆς πέψεως καὶ δυνάμεως τῶν καρπῶν ἀλλ' ἕκαστον πρὸς ὃ πέφυκε καὶ χυλοῖς καὶ ὀσμαῖς καὶ τοῖς ἄλλοις. Μάλιστα δέ πως ἐν δυοῖν τούτοιν ὁρίζομεν τὴν πέψιν ὀσμαῖς καὶ χυλοῖς ἀναφέροντες καὶ ταῦτα πρὸς τὴν ἡμετέραν χρείαν ὥσπερ διωρίσθη καὶ πρότερον.

[3] Ἐπεὶ δ' ἐξ ὧν συνέστηκεν ἕκαστον καὶ τρέφεται καὶ τὸ πρόσφορον οὐ κατὰ τὸ ποιὸν μόνον ἐστὶν ἀλλὰ καὶ κατὰ τὸ ποσὸν ἐν ἀμφοτέροις ἂν εἴη τούτοις τὸ οἰκεῖον. Ἡ δὲ γεωργία πλῆθός τε τροφῆς καὶ ποιότητα κατασκευάζει. Κατεργαζομένη γὰρ ἡ γῆ καὶ ἀπόλαυσιν πλείω δίδωσι καὶ μεταβάλλει τοὺς χυλοὺς, ὥστ' εὐλόγως οὐκ ἂν εἴη πρόσφορος ἐνίοις οἷον ὅσα ξηρά τε καὶ δριμέα καὶ πικρὰ καὶ ἁπλῶς ὅσα φαρμακώδη, καὶ ἐν τούτοις παρέχεται τὴν χρείαν ἡμῖν· ἐκθηλύνεται γὰρ ἀφαιρουμένων τῶν δυνάμεων καὶ τὰ μὲν ὅλως οὐκ ἐκφέρει καρποὺς τὰ δ' ὑγροτέρους καὶ χείρους, τὰ δὲ καὶ αὐτὰ ὑδαρέστερα γίνεται καθάπερ τὸ ἀψίνθιον καὶ τὸ κενταύριον καὶ ὅλως δὲ πᾶσα φαρμακώδης δύναμις ἢ κατὰ ῥίζαν ἢ κατὰ καυλὸν ἢ κατὰ καρπὸν ἢ κατὰ κλῶνας·

[4] ἀνὰ λόγον δὲ τούτοις καὶ ὅσα δριμύτητά τινα ἔχει δήλην κατὰ τὴν γεῦσιν. Ὧν καὶ ἡ κάππαρις ἔοικεν εἶναι καὶ τὸ σίλφιον καὶ τὸ λάπαθον καὶ ἡ θύμβρα καὶ τὸ θύμον· τὰ μὲν γὰρ ὅλως οὐδὲ φύεται τούτων ἐν τοῖς ἡμέροις ἢ κακῶς τὰ δὲ χείρω πολλῷ καθάπερ τὸ λάπαθον καὶ ἡ θύμβρα καὶ ἡ κάππαρις, ἔνια δὲ καὶ τὰς γλυκύτητας αὐτῶν ἀποβάλλει καθυγραινόμενα καὶ πληθυνόμενα ταῖς τροφαῖς ὥσπερ τὸ κράνον, καὶ γὰρ τοῦτο χεῖρον ἡμερούμενον γίνεται καὶ ἁπλῶς δὲ αὐτὸ τὸ δένδρον ὑδαρές τε καὶ μανὸν καὶ ἀσθενές. Τῆς δ' οἴης γλυκύτερος μὲν ὁ καρπὸς ἧττον δ' εὐώδης· ἀφαιρεῖται γὰρ τὴν εὐτροφίαν καὶ τὸ εὔοσμον.

[5] Ὁ δ' αὐτὸς λόγος καὶ περὶ σιλφίου καὶ θέρμου καὶ εἴ τι τοιοῦτον ἕτερον. Τὸ μὲν γὰρ οὐχ ὁμοίως ἔχει τὴν δριμύτητα διὰ τὸ πλείω καὶ ὑδαρεστέραν εἶναι τὴν τροφὴν, ὁ δὲ θέρμος ἄκαρπος γίνεται καθάπερ ὑλομανῶν καὶ ἐξυβρίζων· ποιεῖ γὰρ καὶ ταύτην τὴν ἐναντίωσιν (ἡ) κατεργασία καθάπερ εἴρηται πλῆθος παρέχουσα τροφῆς· ἐκ δὲ τῆς ἀρχῆς ταμιεύεται τὸ σύμμετρον ἕκαστον ἑαυτῷ καὶ λαμβάνει τὴν οἰκείαν χώραν. ἡ γὰρ αὐτοφυὴς γένεσις ἐν ταύταις.

[6] Ἁπλῶς γὰρ τὸ μέγιστον ὥσπερ πολλάκις εἴρηται τὸ λαβεῖν οἰκεῖον ἀέρα καὶ τόπον· ἐκ τούτων γὰρ ἡ εὐθένεια καὶ εὐκαρπία. Ταῦτα δ' ἐναντία φαίνεται τοῖς παρὰ φύσιν ἡμερουμένοις· εἴς τε γὰρ ἀέρα μαλακώτερον μετατεθέντα καὶ τροφὴν ἀλλοιοτέραν λαμβάνοντα ἐξ ἀμφοτέρων τούτων ἡ μεταβολὴ καὶ οἷον ἔκστασις τῆς φύσεως. Ἐπιμαρτυρεῖ δέ πως καὶ ἐν αὐτοῖς τοῖς γεωργουμένοις τὸ μὴ φιλεῖν ἔνια τὴν ἀκριβῆ καὶ τὴν πολλὴν ἄγαν ἐξεργασίαν ὥστε καὶ ταύτην ζητεῖν τινα ὅρον· καὶ τρόπον τινὰ οὐδὲν κωλύει κατὰ τὴν μετάβασιν οὕτως ἔνια μηδὲ ζητεῖν ὅλως. Ὅτι μὲν οὖν οὐ πάντα προσδέχεται τὰς γεωργίας φανερὸν ἔστω διὰ τούτων· ἴσως γὰρ τὰ μὲν ὅλως οὐ δεῖται τῶν δ' οὐκ ἐξευρίσκομεν τὰς αἰτίας.

[2]

[1]    Ἡ δὲ γεωργία, δυοῖν ὄντων ἐξ ὧν αἱ τροφαὶ καὶ εὐσθένειαι τῆς τε γῆς (καὶ τοῦ ἀέρος, τὴν ἀπὸ τῆς γῆς) παρασκευάζει βοήθειαν· τὸν ἀέρα γὰρ οὐκ ἐπ' αὐτῇ ποιόν τινα ποιεῖν ἀλλὰ δεῖ πρὸς τὰς μεταβολὰς τὰς κατὰ τὰς ὥρας γινομένας αὐτὰ τὰ δένδρα καὶ τὴν χώραν διακεῖσθαί πως ἵνα τε ἀπολαύῃ τῆς πρὸς αὔξησιν τροφῆς καὶ μὴ πάσχῃ μηδὲν ὑπὸ τῶν ἐναντίων· δεῖ γὰρ καὶ πρὸς ταῦτα φυλακῆς, λέγω δ' οἷον τομάς τε καὶ διακαθάρσεις καὶ βλαστολογίας καὶ κοπρίσεις καὶ σκαπάνην καὶ ὅσα ἄλλα πραγματεύονται.

[2] Καὶ περὶ τῆς ἀροσίμου δὲ καὶ σπερματουμένης ὁμοίως. Τοῖς μὲν γὰρ οὐ ταὐτὰ τοῖς δ' οὐκ ἴσα τοῖς δ' οὐ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν αὐτὴν ὥραν ἀποδιδόναι δεῖ, τοῖς δὲ ἴσως οὐδὲ ποιεῖν ἔνια τὸ ὅλον. Ἃ δὴ καὶ φαίνονται διαιροῦντες οἱ γεωργοὶ καθάπερ καὶ ἐν τῇ διακαθάρσει τὰ μὲν σιδήροις τὰ δὲ ταῖς χερσὶ τὰ δ' ἀγκύραις τισὶ κελεύοντες ἀφαιρεῖν, οἷον τῆς τε ἐλάας καὶ τῆς ἀπίου καὶ τῆς μηλέας ὅπως μὴ ἑλκούμενα πονῇ διὰ τὴν λεπτότητα καὶ ξηρότητα τῶν κλάδων. Καὶ γὰρ ἀφαιρεῖν δεῖ τούτων τὰ αὖά τε καὶ τὰ τρώξανα μόνον.

[3] Ὁμοίως δὲ καὶ τῶν ἀμπέλων διαιρετέον τάς τε πρωτοτόμους καὶ τὰς ὀψιτόμους καὶ τὰς βραχυτόμους καὶ τὰς μακροτόμους καὶ τοῖς ἄλλοις ὡσαύτως ἀναφέροντας ἀεὶ πρὸς τὸ τέλος. Ὁ μὲν οὖν σκοπὸς οὗτος καὶ ἡ καθ' ἕκαστα διαίρεσις. Ὑπὲρ ἑκάστου δέ ἐστιν ὁ λόγος ὁ τὴν αἰτίαν ἔχων ἣν δεῖ μὴ λανθάνειν· ὁ γὰρ ἄνευ ταύτης ποιῶν καὶ τῷ ἔθει καὶ τοῖς συμβαίνουσι κατακολουθῶν κατορθοῖ μὲν ἴσως οὐκ οἶδε δὲ καθάπερ ἐν ἰατρικῇ (τὸ διὰ τί·) τὸ δὲ τέλειον ἐξ ἀμφοῖν. Ὅσοι δὲ καὶ τὸ θεωρεῖν μᾶλλον ἀγαπῶσιν αὐτὸ τοῦτο ἴδιον τοῦ λόγου καὶ τῆς αἰτίας.

[4] Ἀντιλέγεται δὲ περὶ πολλῶν καὶ τὰ μὲν ἁπλῶς τὰ δ' εἰς τὸ βέλτιον καὶ χεῖρον ὥσπερ κατὰ τὰς ἄλλας τέχνας. Ἐνταῦθα δὲ καὶ ἰδιώτερόν τι συμβαίνει. Πρὸς γὰρ τὴν ἑαυτῶν ἔνιοι χώραν τετραμμένοι τὰ πρόσφορα πολλάκις καθόλου λέγουσιν. Ὁτὲ δὲ καὶ ἀμφοτέρως γινομένων ἄκριτόν ἐστι τὸ βέλτιον· ὁποῖα γὰρ ἂν ᾖ τὰ ἀπὸ τοῦ ἀέρος συμβαίνοντα τοιαῦτα ἀποβαίνει καὶ κατὰ τὰς ἐργασίας.

[5] Οὐδὲ γὰρ δεῖ μᾶλλον ἀκολουθεῖν τῇ τοῦ ὅλου καταστάσει καὶ περιφορᾷ (ἢ τῇ φύσει) τῶν δένδρων καὶ φυτῶν καὶ σπερμάτων ὡς πολλάκις τὰ ἁμαρτανόμενα τῇ ἀπὸ τούτου ἀκρασίᾳ τῇ αὐτῶν δυνάμει τὰ μὲν ὑπομένει τὰ δέ τινα ἀναμάχεται καθάπερ καὶ τῶν ἀνθρώπων ἡ φύσις τὰ ὑπὸ ἰατρικῆς. Ὥστε αἱ μὲν ἀντιλογίαι πρὸς ταῖς κοιναῖς τῶν τεχνῶν καὶ διὰ ταύτας γίνονται τὰς αἰτίας. Οὐ μὴν ἀλλὰ καὶ συνομολογεῖται πολλὰ καὶ παρὰ πάντων, ὥσπερ ἐξ αὐτῶν τῶν πραγμάτων εἰληφότα πίστιν, τὰ μὲν καθόλου τὰ δὲ διαιρούμενα γένεσι καὶ χώραις οἷον εὐθὺς τὰ περὶ γενέσεις καὶ φυτείας ὑπὲρ ὧν οὐ χαλεπὸν εἰπεῖν τὰς αἰτίας.

[6] Ἀεὶ γὰρ δεῖ φυτεύειν καὶ σπείρειν εἰς ὀργῶσαν τὴν γῆν· οὕτω γὰρ καὶ ἡ βλάστησις καλλίστη καθάπερ τοῖς ζώοις ὅταν εἰς βουλομένην πέσῃ τὸ σπέρμα τὴν ὑστέραν. Ὀργᾷ δ' ὅταν ἔνικμος ᾖ καὶ θερμὴ καὶ τὰ τοῦ ἀέρος ἔχῃ σύμμετρα· τότε γὰρ εὐδιάχυτός τε καὶ εὐβλαστὴς καὶ ὅλως εὐτραφής ἐστι. Τοῦτο δ' ἐν δυοῖν ὥραιν γίνεται μάλιστα τοῖς γε δένδροις ἔαρι καὶ μετοπώρῳ καθ' ἃς καὶ φυτεύουσι μᾶλλον, καὶ κοινοτέρως ἐν τῷ ἦρι· τότε γὰρ ἥ τε γῆ δίυγρος καὶ ὁ ἥλιος θερμαίνων ἄγει καὶ ὁ ἀὴρ μαλακός ἐστι καὶ ἐρσώδης ὥστε ἐξ ἁπάντων εἶναι τὴν ἐκτροφὴν καὶ τὴν εὐβλαστίαν.

[7] Ἔχει δέ τινα καὶ τὸ μετόπωρον τοιαύτην κρᾶσιν δι' ὃ καὶ τὰς ἐπιβλαστήσεις ἔφαμεν γίνεσθαι τῶν δένδρων. Οἱ δὲ ἐπαινοῦντες αὐτὴν μᾶλλον τοῦ ἔαρος τοιαῦτα λέγουσιν ὅτι τὰ φυτὰ θερμῆς οὔσης ἔτι τῆς γῆς ῥιζοῦται κάλλιον· δεῖν δ' ἀεὶ τὴν ἀρχὴν ἰσχυροτέραν ποιεῖν ἀφ' ἧς καὶ ἡ τῶν ἄλλων γένεσις καὶ ὅλως ἡ ζωή· δι' ὃ καὶ τὴν βλάστησιν ἅμα τῷ ἦρι καλὴν γίνεσθαι καὶ ἀθρόαν ἐκβεβηκυίας ἤδη καὶ κυούσης τῆς ῥίζης, τοῦ δὲ ἦρος εἰς ψυχρὰν τιθεμένων τὴν γῆν, ψυχρὰν γὰρ ἔτι διαμένειν ἐκ τοῦ χειμῶνος, ῥιγοῦν καὶ κακοβλαστεῖς γίνεσθαι τὰς ῥίζας.

[8] Καὶ διὰ τοῦτο πάντα κελεύουσι τοῦ μετοπώρου μᾶλλον φυτεύειν ὅσα δύναται βλαστάνειν· ἔνια γὰρ οὐ δύναται καθάπερ ἄπιος καὶ μηλέα καὶ ὅλως τὰ λεπτὰ καὶ ξυλώδη· καὶ γὰρ ξηρὰ φύσει καὶ διὰ τὴν ἀσθένειαν οὐχ ὑπομένει τοὺς χειμῶνας. Ἔτι τὸ μὲν μετοπωρινὸν ἔγκυμον εἶναι καὶ ἐπίφορον τὸ δὲ ἐαρινὸν ἄρτι κυΐσκεσθαι· τὸ δὲ τίκτειν ἀμφοτέροις τὴν αὐτὴν ὥραν ὥστε συμβαίνειν τῷ μὲν ἄρτι κυϊσκομένῳ πολλὰ τυφλὰ τίκτειν τῶν βλαστημάτων τῷ δὲ πάλαι κύοντι καὶ ἐπιφόρῳ τὰ πλεῖστα τέλεα καὶ καλά. Σχεδὸν γὰρ ταύτας καὶ τοιαύτας λέγουσι τὰς αἰτίας.

[3]

[1]    Οὐ μὴν ἀλλὰ καθάπερ εἴρηται κοινοτέρα πᾶσιν ἢ τοῖς πλείστοις καὶ δένδροις καὶ φυτοῖς ἡ τοῦ ἔαρός ἐστιν· αὐτά τε γὰρ τὰ φυτὰ προωρμημένα καὶ ὁ ἀὴρ μαλακὸς καὶ εὐβλαστὴς καὶ ὅλως ἡ ὥρα γονιμωτάτη καὶ αἱ ἡμέραι θερμότεραι καὶ μῆκος ἔχουσαι ταχείας ποιοῦσι τὰς βλαστήσεις. Ἡ δὲ ῥίζωσις ἰσχυρὰ καὶ οὕτω διά τε τὴν τῶν φυτευτηρίων ὁρμὴν, εἰς ἄμφω γὰρ ὁμοίως ἐστὶ, καὶ διὰ τὸ τὴν γῆν ὀργᾷν καὶ ἔτι τὸν ἀέρα συνεκτρέφειν. Ὁ γὰρ ἥλιος οὐ μόνον δοκεῖ τὰ ὑπὲρ γῆς ἀλλὰ καὶ τὰ ὑπὸ γῆς εὐτραφέστερα καὶ καλλίω ποιεῖν. Σημεῖον δ' ὅτι τῶν ῥιζῶν ἡ βλάστησις ἢ οὐ γίνεται πορρωτέρω τῆς τοῦ ἡλίου δυνάμεως ἢ χείρων.

[2] Ὁ δὲ χειμὼν ἐπιλαμβάνων τὴν φυτείαν ἔνιά γε δοκεῖ φθείρειν οἷον τῆς μὲν ἐλάας ἀφιστὰς τὸν φλοιὸν τῆς δὲ συκῆς παχύνων καὶ πηγνὺς τὸν ὀπὸν τὸν ἐν τῇ κράδῃ καὶ τῶν ἄλλων σχεδὸν τῶν πλείστων τοιοῦτόν τι πονούντων. Ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἀφορίζοιτ' ἂν ὁ φάσκων τὴν μετοπωρινὴν εἶναι τὴν βελτίω τοῖς δεχομένοις λέγων. Εἰ δὲ πλείω ταῦτα τῆς φύσεως αὐτῆς ἐστι σημεῖα τῶν πρὸς τὴν φυτείαν ὡρῶν τό τε παρορμᾷν αὐτὰ τὰ δένδρα τοῦ ἦρος καὶ τὸ κοινοτέραν εἶναι πᾶσι ταύτην, δῆλον ὡς φυσικωτέραν ἄν τις θείη ταύτην.

[3] Ἐπεὶ καὶ ὅπου περὶ κύνα καὶ τοὺς ἐτησίας εὐθενεῖ καὶ ἐπιβλαστάνει τὰ δένδρα τηνικαῦτα καὶ τὰς φυτείας ποιοῦνται, πολλῶ δέον ἀκολουθεῖν τῇ τοῦ ἀέρος κράσει καὶ τῇ τῶν φυτῶν ὁρμῇ. Τάχα δὲ καὶ ἡ ὁρμὴ γίνεται διὰ τὸ περιέχον· ὅπου δ' αὖ θερινὸς ὄμβρος πολὺς ὥσπερ ἐν Αἰθιοπίᾳ καὶ ἐν Ἰνδοῖς ἢ περὶ Αἴγυπτον ὁ Νεῖλος ἐνταῦθα δὴ πρὸ τούτων ἢ μετὰ τούτους εἰκὸς τὴν φυτείαν ἁρμόττειν· τηνικαῦτα γὰρ ἡ τοῦ ἀέρος κρᾶσις σύμμετρος.

[4] Εἴη δ' ἂν διελεῖν καὶ τοῖς κατὰ φύσιν τόποις πρὸς τὰς ὥρας, οἷον τοὺς μὲν εὐκράτους τῷ ἀέρι τοῦ ἦρος τοὺς δὲ ῥοώδεις καὶ ἐπόμβρους καὶ ἑλείους θέρους ὑπὸ τὸ ἄστρον ὥσπερ καὶ ἐν Λακωνικῇ πολλὰ φυτεύουσι, τοὺς δ' αὐχμώδεις μετοπώρου. Συμβήσεται γὰρ οὕτω θερμῆς οὔσης ἐν βάθει τῆς γῆς κατὰ χειμῶνα ψυχροῦ δὲ τοῦ πέριξ τὴν αὔξησιν κατακλειομένην εἰς τὰς ῥίζας ἰέναι. Πλείονος δ' ὄντος καὶ ἰσχυροτέρου τοῦ ῥιζώματος πλείων ἡ βλάστησις ἔσται καὶ καλλίων. Καὶ περὶ μὲν ὡρῶν τῶν εἰς τὰς φυτείας ἱκανῶς εἰρήσθω.

[4]

[1]

   Ἐπεὶ δὲ ὑπόκειται τὴν γῆν ἔνικμόν τε δεῖν καὶ εὐδίοδον εἶναι ταῖς ῥίζαις ὅπως εὐμήκεις καὶ παχεῖαι καὶ ἰσχυραὶ γίνωνται διὰ ταῦτα δεῖ τοὺς γύρους προορύττειν ἐκ πολλῶν μάλιστα δὲ ἐνιαυτῷ πρότερον ὅπως ἡ γῆ καὶ ἡλιωθῇ καὶ χειμασθῇ καθ' ἑκατέραν τὴν ὥραν. Ἄμφω γὰρ ταῦτα ποιεῖ μανὴν καὶ χαύνην. Ἔνιοι δὲ καὶ διορίζουσι τοὺς χρόνους· ἀπὸ γὰρ τροπῶν θερινῶν μέχρι ἀρκτούρου· τότε γὰρ τήν τε γῆν διαχεῖσθαι μάλιστα καὶ τὴν ἔξω καὶ τὴν ἐν τοῖς γύροις καὶ βλαστάνειν ὅλως οὐδέν. Φυτεύουσι δὲ τὴν μετοπωρινὴν φυτείαν μετὰ πλειάδος δύσιν δεξάμενοι τὸ ἐπὶ τῷ ἄστρῳ ὕδωρ ὅπως ἔνικμος ἡ γῆ γενομένη παρέχῃ τροφήν.

[2] Καὶ τοὺς γύρους οὐκ εὐθὺς συμπληροῦσιν ὅπως ῥιζωθῇ τὰ κάτω πρότερον, εἰ δὲ μὴ φέρονται πρὸς τὸ ἄνω· τρέφει γὰρ καὶ αὔξει πάνθ' ὁ ἥλιος καὶ ὁ ἀήρ. Ὄντων δὲ τῶν μὲν βαθυρρίζων τῶν δ' ἐπιπολαιορρίζων διὰ τοῦτο τοὺς γύρους οὐκ ἰσοβαθεῖς ὀρύττουσιν (ἀλλὰ βαθυτέρους) τοῖς ἐπιπολαιορρίζοις οἷον ἐλάᾳ καὶ συκῇ βουλόμενοι πιέζεσθαι καὶ ὥσπερ ἀντιταττόμενοι πρὸς τὰς φύσεις.

[3] Ὅπως δὲ καὶ τῶν ὑδάτων τοῦ χειμῶνος ἀπολαύωσι καὶ τοῦ θέρους καταψύχωνται, δεῖ γὰρ δὴ πρὸς ἀμφοτέρας τὰς ὥρας παρεσκευάσθαι, διὰ τοῦτ' ὑποβάλλουσι κάτω λίθους ὅπως συρροὴ γίνηται τοῦ ὕδατος καὶ τοῦ θέρους οὗτοι καταψύχωσι τὰς ῥίζας. Οἱ δὲ κληματίδας ὑποτιθέασιν οἱ δὲ κέραμον παρακατορύττουσιν ὕδατος οἱ δὲ ξύλον κνημοπαχὲς εἶτ' ἐξαιροῦσιν ὅπως ἔχῃ τροφὴν ἀεὶ τὰ φυτὰ διϊκμαζομένης τῆς γῆς καὶ συρρεόντων τῶν ὑδάτων. Ἁπλῶς γὰρ τοῦτο δεῖ τηρεῖν ὅπως καὶ πρὸς τοὺς ὄμβρους τοὺς γινομένους καὶ πρὸς τὸν ἀέρα καὶ τὸν ἥλιον ἕξει συμμέτρως· αἱ γὰρ τροφαὶ καὶ αἱ αὐξήσεις διὰ τούτων.

[4] Ἐπεὶ δὲ ἡ γῆ βορείοις καὶ πεπηγυῖα καὶ ξηρὰ νοτίοις δὲ κεχυμένη καὶ ἔνικμος ὡσαύτως δὲ καὶ τὸ φυτὸν ὑγρότερον καὶ (ξηρότερον) αὐτὸ ἑαυτοῦ μᾶλλον διὰ ταῦτα βελτίων ἡ τοῖς νοτίοις φυτεία· ταχεῖα γὰρ ἡ ῥίζωσις καὶ ἡ βλάστησις ὅταν ὀργῶν εἰς ὀργῶσαν τεθῇ καὶ τὰ τοῦ ἀέρος ᾖ μαλακὰ καὶ εὐμενῆ· δεῖ γὰρ δὴ τὸ μέλλον ἔσεσθαι καλὸν ἅμα κάτωθεν καὶ ἄνωθεν βλαστάνειν. Τοῖς δὲ βορείοις ἅπαντα τἀναντία γίνεται ῥιγοῦν τε καὶ κακοπαθεῖν τὰ φυτά· ἔτι δὲ τῆς γῆς πεπηγυίας οὔτε ῥιζοῦσθαι δύναιντ' ἂν ὁμοίως οὔτε βλαστάνειν. Ἡ μὲν οὖν τοιαύτη παρατήρησις τοῦ ἀέρος ἂν εἴη.

[5]

[1]    Τὰ δὲ φυτευτήρια δεῖ λαμβάνειν ἀπὸ νέων τε τῶν δένδρων ἢ ἀκμαζόντων καὶ ὅλως λειότατα καὶ εὐθύτατα καὶ ὡς κάλλιστα· καὶ γὰρ ἀντιλαμβάνεται καὶ ἰσχύει τὰ τοιαῦτα μάλιστα καὶ διὰ τὴν ἡλικίαν καὶ τὸ πάχος εὐβλαστότερα τυγχάνει· τὸ γὰρ λεῖον ὥσπερ ὑγιὲς καὶ ἀπήρωτον τὸ δὲ τραχὺ καὶ ὠζωμένον ἄλλως τε τυφλοῖς ὄζοις ὥσπερ πεπηρωμένον, ἐάν τε ζῶσι τὸ ἐκβεβλαστηκὸς ἐκ τούτων ἀσθενέστερον ὅσων μὴ καὶ ἡ φύσις τοιαύτη καθάπερ τῶν κλημάτων· διὰ τοῦτο γὰρ καὶ ἐπὶ τῶν δένδρων ἔνιοι μοσχεύουσιν οἱ δὲ περιαιροῦσι τὴν θάλειαν τῶν κλάδων ὅπως μὴ ἐξαναλώσῃ τὴν δύναμιν εἰς τὴν βλάστησιν.

[2] Ἔτι δ' εὐθύτης λειότης τε εὔρουν καὶ εὐδίοδον ποιεῖ τὴν ῥοὴν ὥστε ταχείας εἴναι τὰς αὐξήσεις. Ὀρθῶς δὲ καὶ τὸ μᾶλλον ἐξ ὁμοίας γῆς εἰ δὲ μὴ ἐκ χείρονος λαμβάνειν· ἡ μὲν γὰρ οὐδεμίαν ποιήσει μεταβολὴν ἡ δ' ἐπὶ τὸ βέλτιον συντροφοῦντος· μέγα δὲ αἱ μεταβολαὶ ταῖς ἀσθενέσιν, ἀσθενὲς δὲ τὸ φυτόν. Διὰ τοῦτο γὰρ καὶ τὰς θέσεις τῶν φυτευμάτων τὰς αὐτὰς ἀποδιδόασι κατὰ τὰ πρόσβορρα καὶ νότια καὶ πρὸς ἕω καὶ δυσμὰς ὡς ἐπὶ τῶν δένδρων εἶχε βουλόμενοι τηρεῖν μάλιστα καὶ μηθὲν τῆς φύσεως καὶ τῶν εἰωθότων μετακινεῖν ὡς οὐκ ἂν ῥᾳδίως ἐνεγκόντων μεταβολήν·

[3] ἐπεὶ καὶ τοὺς τόπους ὅτι μάλιστα ὁμοίους ζητοῦσι διὰ τὰς αὐτὰς αἰτίας καὶ προμοσχεύοντες φυτεύουσιν· ἰσχυρότερα γὰρ καὶ ὥσπερ ἤδη βεβιωκότα. Καὶ τὰ φυτὰ μάλιστα μὲν ὑπόρριζα λαμβάνουσιν, ἔχει γὰρ εὐθὺς καὶ ἀρχάς· εἰ δὲ μὴ μᾶλλον ἀπὸ τῶν κάτω ἢ τῶν ἄνω καὶ γὰρ ταῦτα ἐμβιώτερά ἐστι πλὴν ἀμπέλου καὶ συκῆς καὶ εἴ τι ἄλλο ὑγρὸν ὥσπερ εἴρηται. Τὰ γὰρ ὑγρὰ κάλλιον ἀπὸ τῶν ἄνω βλαστάνει τὰ δ' ἄλλα διὰ τὴν ξηρότητα καὶ τὴν λεπτοδερμίαν τὰ μὲν ὅλως οὐ βλαστάνει τὰ δὲ χεῖρον· τὸ δ' ὑπόρριζον ὡς προπεπονημένον τι τῆς φύσεως ἔχει καθάπερ τὸ μεμοσχευμένον ᾧ δεῖ χρῆσθαι.

[4] Καὶ διὰ τοῦτο βέλτιον λέγουσιν ὀρθὰ κελεύοντες τὰ τοιαῦτα τιθέναι καὶ μὴ ὑποβάλλοντές τι μέρος ὥσπερ τοῖς ἀρρίζοις ὅπως ἡ ῥίζα βλαστάνῃ. Συμβαίνειν γὰρ δοκεῖ πλαγίων τιθεμένων ἀφαυαίνεσθαι τὰς πρότερον, ἄτοπον δὲ ζητεῖν ἑτέρας ἀποβάλλοντα τὰς ὑπαρχούσας. Ὀρθῶς δὲ καὶ τὸ μὴ πολὺ τῆς γῆς ὑπερέχειν τὸ φυτὸν, εἰ δὲ μὴ γίνεται δυσαυξὲς ὅταν ᾖ πλέον τοῦ τρεφομένου τὸ πονοῦν. Ἔνια δὲ καὶ ἀφαυαίνεται καθάπερ ἡ συκῆ καὶ εἴ τι ἄλλο μανόν· ἅμα δὲ καὶ ἀθροωτέρα φέρεται μᾶλλον ἡ τροφὴ πρὸς τὴν βλάστησιν, ὃ καὶ ἐπὶ τῶν κατακοπτομένων συμβαίνει.

[5] Τὰ γὰρ παρὰ τὴν γῆν ὅτι μάλιστα κοπέντα θᾶττον παραγίνεται τῶν ἐν ὕψει. Φανερὸν δὲ καὶ ἐπὶ τῶν τῆς ἀμπέλου φυτῶν καὶ εἴ τι ἄλλο τομὴν ζητεῖ κατὰ τὴν φυτείαν. Τῶν δὲ τῆς ἐλάας καὶ τῶν μυρρίνων καὶ ὅλως ὅσα φύεται μείζω πάντων ἀποστέγουσι τὰς τομὰς ὅπως μήθ' ἥλιος μήθ' ὕδωρ λάβῃ· κίνδυνος γὰρ νοσῆσαι ῥαγέν. Περιαλείφουσι δὲ οἱ μὲν πηλὸν μόνον οἱ δὲ σκίλλαν ὑποτιθέντες εἶτ' ἄνωθεν τὸν πηλὸν ἐπὶ τούτῳ δὲ τὸ ὄστρακον· δοκεῖ γὰρ ἡ μὲν σκίλλα χλωρὸν παρέχειν ὁ δὲ πηλὸς ἐκείνην τηρεῖν τὸ δ' ὄστρακον τὸν πηλόν.

[6]

[1]    Ἡ δὲ κόπρος ὅτι μὲν καὶ μανοῖ τὴν γῆν καὶ διαθερμαίνει δι' ὧν ἀμφοτέρων ἡ εὐβλάστεια φανερόν. Ὑπὲρ δὲ τῆς χρήσεως διαμφισβητοῦσι καὶ οὐχ ὡσαύτως χρῶνται πάντες ἀλλ' οἱ μὲν εὐθὺς ἀναμίξαντες τῇ γῇ πρὸς τὸ φυτὸν προσβάλλουσιν οἱ δ' ἀνὰ μέσον ποιοῦσι τῆς τε πρώτης γῆς καὶ τῆς ἐπ' ἄνω· κάτωθεν γὰρ παραβαλλομένην εἰς τὸ ἄνω φέρεσθαί φασιν ὅταν ὕσῃ· βέλτιστον γὰρ εἶναι τὸν χυλὸν, ἄνωθεν δ' ἐξικμάζεσθαι ὑπὸ τοῦ ἡλίου καὶ ὕοντος οὐ διϊκνεῖσθαι τὰ κάτω.

[2] Πάντες δὲ τό γε τοσοῦτον συμφωνοῦσιν ὥστε μὴ δριμεῖαν καὶ ἰσχυρὰν ἀλλὰ κούφην δι' ὃ καὶ μάλιστα χρῶνται τῇ τῶν λοφούρων· ἡ γὰρ δριμεῖα καὶ ἰσχυρὰ διαθερμαίνει μᾶλλον ἢ καὶ ξηραίνει. Χρὴ δὲ καὶ πρὸς τὴν χώραν ἑκάστην ποιεῖν τὸ ἁρμόττον· οἷον ἐὰν μέν τις ἐν ἐμπύρῳ τόπῳ φυτεύῃ τοὺς γύρους ὕδατος ἐμπιπλάναι πρότριτα καὶ ἐπειδὰν ἀναπίωσι καταβάλλειν ὅπως ἔνικμος ἡ γῆ γενομένη μᾶλλον δέχηται καὶ καλλίω ποιῇ τὴν ῥίζωσιν.

[3] Ἐὰν δὲ ἐν ἁλμώδει ἢ ἐφάμμῳ λίθους περιτιθέναι περὶ τὸ πρέμνον τοῦ φυτευτηρίου καὶ περιχωννύναι γῆν ὅπως ἀποστέγωσι τὴν ἁλμυρίδα. Συμφέρει δὲ καὶ ἄμμον ποτάμιον παραβάλλειν καὶ ψήφους ἐκ ποταμοῦ ἢ χαράδρας· ἀποστέγει γὰρ καὶ ταῦτα καὶ ἅμα δι' αὐτῶν παρέχεταί τινα δύναμιν. Ἐὰν δ' ἐν ἐφύδρῳ καὶ ναματώδει τάφρους ὀρύσσοντα τὰς μὲν πλαγίους ἵνα τὸ ὕδωρ δέχωνται τὰς δὲ ὀρθίας καὶ λίθων πληροῦντα καὶ γῆς ὥστε μὴ ἅπτεσθαι τῆς σκαπάνης εἶτα ἄμμον ἐμβάλλοντα καὶ χοῦν·

[4] ἅπαντα γὰρ ταῦτα ὠφελεῖ πρὸς τὴν ὑπερβολήν. Αἵ τε γὰρ πλάγιοι τάφροι δεχόμενοι τὸ ὕδωρ ξηροτέραν ποιοῦσι αἱ τ' ὄρθιαι κάτω λίθους ἔχουσαι δέχονται τὴν συρροὴν, ἔτι δ' ἡ ἄμμος καὶ ὁ χοῦς ἀναξηραίνουσι· διὰ τοῦτ' οὐδ' ἐάν που ἐνῶσι λίθοι ταῖς τοιαύταις οὐκ ἐκλεκτέοι, ὑπάρχει γὰρ φύσει τὸ βοηθοῦν· ὅλως ἐν ὁποιᾳοῦν ἐὰν ὀρύττων τις λίθους εὕρῃ ἢ τρόχμαλον ἢ ἄμμον ἢ γῆν μοχθηρὰν οὐκ ἄκος τὸ μὴ συμμιγνύναι μηδὲ σκεδαννύναι ταύτην ἀλλὰ τοσούτῳ βαθύτερον τὸν γύρον ἢ τὴν τάφρον ὀρύξαντα τόν τε τρόχμαλον ὑποστρωννύναι καὶ τὴν ἄμμον.

[5] Ὁ μὲν γὰρ λίθος ὁ μὲν πλατὺς καὶ συμφυὴς βλάπτει τὰ δένδρα ὁ δὲ τρόχμαλος ὑποκάτω τεθεὶς ψύχος τε παρέχεται τό θ' ὕδωρ δέχεται καὶ ταῖς ῥίζαις εὐδίοδον ποιεῖ τὸν τόπον. Ἁπλῶς δὲ τούς γε λίθους ἐκλέγειν οὐδ' ἐκ γῆς ψιλῆς οἴονταί τινες συμφέρειν· καὶ γὰρ ἀλέαν παρέχειν τοῦ χειμῶνος καὶ ψύχος τοῦ θέρους. Ὁμοίως δὲ καὶ κατὰ τὰς ἄλλας διαφορὰς τῆς χώρας τὰ πρόσφορα ληπτέον. Ὡς γὰρ ὅλως εἰπεῖν οὐδενὸς ἔλαττον ἀλλὰ πάντων πρῶτον καὶ μέγιστον τὸ δύνασθαι θεωρῆσαι ποῖον ἐν ποίᾳ χώρᾳ φυτευτέον οὐ μόνον ἁπλῶς ἀλλὰ καὶ αὐτῆς τῆς συνεχοῦς ὅταν ἀνωμαλὴς ᾖ κατὰ τοὺς τόπους ἑκάστους.

[6] Ὥσπερ γὰρ λέγεται πολλάκις ἡ οἰκεία μεγίστην ἔχει ῥοπὴν καὶ πρὸς ἀντίληψιν καὶ πρὸς εὐκαρπίαν ὃ καὶ καθ' ὅλων τῶν γενῶν ἐστιν καὶ ἐν αὐτοῖς τοῖς ὁμοειδέσιν. Οἷον ὡς μὲν ἁπλῶς εἰπεῖν ἡ συκῆ φιλεῖ τοὺς ξηροὺς τόπους· οἱ γὰρ ὑγροὶ σήπουσιν ἢ οὐ καλῶς πεπαίνουσι διὰ τὸ καὶ αὐτὸν εἶναι τὸν καρπὸν ὑγρόν. Οὐ μὴν ἀλλ' ὅσαι γε ὑδρεύεσθαι ζητοῦσι καθάπερ ἡ λακωνικὴ τὰ ὕφυδρα ζητοῦσιν. Ὡσαύτως δὲ καὶ τῶν ἀμπέλων αἱ μὲν στερεαὶ καὶ πυκναὶ καθάπερ καὶ πρότερον ἐλέχθη τὴν ὀρεινὴν μᾶλλον φιλοῦσιν, αἱ δὲ μαναὶ καὶ ὑγραὶ τὴν πεδεινήν· ἑκατέραις γὰρ ἡ τροφὴ πρὸς τὴν φύσιν σύμμετρος ταῖς μὲν ἐλάττων οὖσα ταῖς δὲ πλείων.

[7] Ὅλως δὲ τὰ ἀκρόδρυα καλὰ δοκεῖ περὶ τὰς ὑπωρείας γίνεσθαι· σημεῖα δὲ ποιοῦνται τὴν αὐτομάτην γένεσιν· ὅπου γὰρ ἡ φύσις αὐτὴ γεννᾷ τοῦτον οἰκειότατον εἶναι τόπον. Αἱ δὲ καθ' ἕκαστα διαφοραὶ δῆλον ὅτι κυριώταται, καὶ γὰρ ὑπώρειαι πολλαὶ καὶ παντοῖαι, καὶ τὸ ὅλον ὥσπερ μία τις αὕτη διαφορὰ καθ' ὕψος καὶ ταπεινότητα, πολλῶν οὐσῶν ἑτέρων καὶ μειζόνων ὥσπερ ἐν ταῖς ἱστορίαις εἴπομεν, ὧν οὐδεμίαν ἀθεώρητον εἶναι χρή.

[8] Τὴν γοῦν λειμωνίαν καὶ ἔφυδρον σχεδὸν οἱ πλείους ὁμολογοῦσιν ἀγαθὴν εἶναι ταῖς ἀμπέλοις ὥσπερ τὴν λευκόγειον ἐλάαις καὶ συκαῖς· αἱ μὲν γὰρ ὑγροτέρας δέονται καὶ μαλακωτέρας τροφῆς, αἱ δὲ ξηροτέρας καὶ σωματωδεστέρας. Ὅλως δ' αἰεὶ τὰ μὲν ξηρὰ ξηρὰν ζητεῖ χώραν, τὰ δὲ ὑγρὰ ὑγράν. Ὡς δ' ἁπλῶς εἰπεῖν ἀρίστη πᾶσιν ἡ μανὴ καὶ κούφη καὶ ἔνικμος, εὐτραφὴς γὰρ μάλιστα καὶ εὐαυξὴς, εἰ μὴ ὅσα διὰ τὴν ἰσχὺν λαμβάνοντα πλῆθος τροφῆς ἐξυβρίζει καθάπερ ἡ ἀμυγδαλῆ. Ταύτῃ γὰρ ἡ λεπτόγειος οἰκειοτέρα καὶ τόπος εὐδιεινὸς καὶ εὔειλος, ἐναντίως δὲ τῇ εὐβοϊκῇ παλίσκιος καὶ δροσερός.

[9] Οὐ μικρὸν δὲ οὐδὲ τὸ πρὸς τὰ πνεύματα καλῶς κεῖσθαι τοὺς τόπους ὥστε καὶ τοῦτο θεωρητέον. Εὔπνουν μὲν γὰρ ἅπαντα ζητεῖ· τροφαί τε γὰρ ἐν τοῖς τοιούτοις βελτίους καὶ οἱ καρποὶ πεπειρότεροι. Πνευματώδη δὲ καὶ προσήνεμον οὐδὲν ὡς εἰπεῖν τῶν γε ἡμέρων· ἀναυξῆ γὰρ καὶ μικρὰ καὶ καυλώδη γίνεται διὰ τὰς πληγὰς τὰς ὑπὸ τῶν πνευμάτων. Ἔνια δὲ οὐδὲ τῶν ἀγρίων· οὐ γὰρ τελειοκαρπεῖ καθάπερ οὐδὲ τὴν εὐβοϊκήν φασιν, ἀλλὰ μέχρι τοῦ ἄνθους ἀφικνεῖσθαι, τὰς δ' ἐν τοῖς ὑπηνέμοις εὐαυξεῖς τε καὶ πολυκάρπους γίνεσθαι. Τὸ γὰρ ὅλον ὥσπερ πολλάκις εἴρηται συμμετρίας τινὸς ἔοικεν ἕκαστα δεῖσθαι πρὸς τὴν φύσιν ὁμοίως ἔν τε ταῖς ἄλλαις τροφαῖς καὶ ταῖς τοῦ ἀέρος μεταβολαῖς. Ἀλλὰ τοῦτο μὲν ἂν εἴη καθόλου καὶ κοινόν.

[7]

[1]    Τὰς δὲ μανότητας καὶ πυκνότητας τῶν φυτευομένων οὐχ οὕτω πρὸς τὸν τόπον ὡς πρὸς αὐτὰ τὰ φυτευόμενα σκεπτέον ὅσα τε φιλόσκια καὶ μὴ καὶ ὅσα μακρόρριζα καὶ βραχύρριζα· τὰ μὲν γὰρ δῆλον ὅτι μανὰ, τὰ δὲ πυκνὰ φυτευτέον. Φιλόσκια δὲ ὧν οἱ καρποὶ ξηροί τε καὶ πυρηνώδεις ὥσπερ ῥόας καὶ μυρρίνου, καὶ ὅσα φύσει μανά τε καὶ ξηρὰ καὶ μὴ μακρόρριζα καθάπερ ἡ δάφνη.

[2] Τῶν μὲν γὰρ ὁ καρπὸς ἡλιούμενος στρυφνὸς γίνεται, τὰ δὲ ὥσπερ προβολῆς δεῖται καὶ πρὸς τοὺς χειμῶνας καὶ πρὸς τὰ καύματα διὰ τὴν ἀσθένειαν· οὐκ ἐνοχλεῖ γὰρ τῷ ταρρῷ διὰ τὴν βραχυρριζίαν· καίτοι τινὲς ἅπαντα κελεύουσι διὰ πολλοῦ φυτεύειν ὅπως μὴ σύνταρρα γίνηται μηδ' ἀναυξῆ τροφήν τ' ἐλάττω λαμβάνοντα καὶ τοῦ πνεύματος ἀποκλειόμενα. Οὐ μὴν ὀρθῶς γε λέγουσιν, ἀλλ' ἑκάτερα διαιρετέον ὥσπερ εἴρηται. Χρὴ δὲ καὶ πρὸς τὸν τόπον ὁρῶντα ποιεῖσθαι τὰς ἀποστάσεις· ἐν γὰρ τοῖς ὀρεινοῖς ἐλάττους ἢ ἐν τοῖς πεδεινοῖς· ἐπ' ἔλαττον γὰρ αἵ τε ῥίζαι προσαύξονται καὶ ἡ κόμη.

[3] Ἅπαν δὲ φυτὸν ὅταν ἐκβλάστῃ τὸ πρῶτον ἐᾷν ῥιζωθῆναι μηδὲν κινοῦντα τῶν ἄνω καθάπερ ἐπὶ τῶν ἀμπέλων ποιοῦσιν ἀφιέντες τὰς ῥάχους, εἶθ' ὅταν ἰσχύωσιν τότε περιαιρεῖν τὰ ἄνω καταλιπόντα τὰ κάλλιστα καὶ τὰ ἐπιτηδειότατα πεφυκότα. [Κατὰ γὰρ τὰ δένδρα τοῦτ' ἀναγκαῖον, οὐδ' ὥσπερ ἐπὶ τῶν ἄλλων ἀφαιρεῖν ἐνδέχεται πάντα καὶ τέμνειν ἰσόγεων·] ἀρριζώτου γὰρ ὄντος ἐὰν περιαιρῇ καὶ κινῇ τις ἀσθενὲς ὂν κινδυνεύσει μᾶλλον, ἐὰν δ' ἐρριζωμένου καὶ ἰσχύοντος αὐτό τε ἀπαθὲς ἔσται καὶ τὴν τροφὴν ἀποδώσει πλείονα τοῖς καταλοίποις.

[4] Ἡ δὲ ἀναγωγὴ καὶ ἣν καλοῦσιν οἱ πολλοὶ τῶν φυτῶν παιδείαν οἷον σχηματισμός ἐστι καὶ μόρφωσις τῶν δένδρων ὕψει τε καὶ ταπεινότητι καὶ πλάτει καὶ τοῖς ἄλλοις. Ὡς δ' ἐπὶ πᾶν ἐπιτέμνουσι τὰ ὑψηλὰ πλὴν ὅσα φύσει τοιαῦτα καὶ ἔστι καὶ βούλεται καθάπερ φοῖνιξ, πεύκη, κυπάριττος. Ἀκαρπότερα γὰρ γίνεται διὰ πολλοῦ τῆς τροφῆς ἰούσης καὶ ἐνταῦθα καταναλισκομένης, ἀλλὰ δεῖ πολύκλαδα καὶ πολυβλαστῆ ποιεῖν· ἅμα γὰρ τῇ πολυκαρπίᾳ καὶ εὐτρυγητότερα καὶ τὸ ὅλον εὐθεραπευτότερα γίνεται, δι' ὃ καὶ περιαιρετέον τὰς μὴ κατὰ καιρὸν βλαστήσεις.

[5] Σχεδὸν δ' ἡ τοιαύτη θεραπεία καὶ κατάστασις ὁμοία τῇ διακαθάρσει τυγχάνει τελείων ὄντων τῶν δένδρων· ὑπὲρ ἧς καὶ δεικτέον πρῶτον τῶν κατὰ τὰς θεραπείας εἶθ' οὕτω περὶ τῶν ἄλλων. Ὥσπερ γὰρ ἐφεξῆς ταῦτα τῶν περὶ τὴν φυτουργίαν ἐστί. Κοινοτάτη μὲν οὖν καὶ μάλιστα ἔνδηλος ἐπὶ τῶν ἀμπέλων τυγχάνει· πάντες γὰρ χρῶνται καὶ πάντες ἀμπελουργοῦσιν ὑπ' αὐτῆς ἀναγκαζόμενοι τῆς φύσεως διὰ τὴν εὐβλάστειαν καὶ πολυβλαστίαν· ὑπὲρ ἧς ἐπειδὴ καὶ ἐν τῇ κλάσει καὶ ἐν τοῖς ἄλλοις διηκρίβωται μάλισθ' ἡ θεραπεία πειρατέον αὐτὰ καθ' αὑτὰ θεωρεῖν ὕστερον· νῦν δ' ὑπὲρ τῶν ἄλλων λέγωμεν.

[6] Οὐδὲ γὰρ οὐδ' ἐπὶ τούτων μικρόν ἐστι τὸ καταστήσασθαί πως τὰ δένδρα καὶ τὰ κακῶς πεφυκότα καὶ τὰ ἐμποδίζοντα τοὺς καρποὺς ἀφαιρεῖν. Ἐμποδίζει γὰρ οὐ ταῦτα μόνον ἀλλὰ καὶ τὰ ἀπηρτημένα καὶ αὖα ὅλως τὰ παρακαίρως πεφυκότα. Δι' ὃ δεῖ ταῦτ' ἐξαιροῦντα μετατιθέναι τὴν βλάστησιν εἰς τὸ δέον· ἔοικε γὰρ ὥστεπερ ὀχετεία τις εἶναι τῆς τροφῆς τῶν δένδρων ὅπως ἂν ἄγῃ τις· εἰς γὰρ τὰ καταλειπόμενα ῥεῖ καὶ ταῦτ' αὔξει.

[7] Τοῦτο δὲ ξυμβαίνει δι' ὅτι τοῖς μέρεσιν ἄριστα πέφυκε καὶ ἔτι προσεπιβλαστάνει κατ' ἐνιαυτόν· ἐπεὶ καὶ εἴ τις ἀεὶ βούλεται κολούειν τὰ ἄνω πρὸς τὰς ῥίζας ἡ τροφὴ πᾶσα φέρεται κἀκεῖναι λαμβάνουσιν αὔξησιν ὥστε συνταρροῦσθαι τὰ χωρία, καὶ τέλος ἀναυξῆ γίνεται τὰ ἄνω πάσης ἐνταῦθ' ὡρμηκυίας τῆς τροφῆς· οἷον γὰρ ἤδη φύσις γέγονε χρονισθέντων. Ἡ μὲν οὖν ἄμπελος ἀεὶ τὴν τομὴν ἐπιζητεῖ κατ' ἐνιαυτὸν διὰ τὸ εὐαυξὲς τὰ δὲ ἄλλα τὰ μὲν παρ' ἔτος τὰ δὲ διὰ τετραετίας, οὐδὲν γὰρ οὕτως εὐαυξές· ἐπεὶ εἴ γέ τι τοιοῦτον εἴη δέοιτ' ἄν.

[8] Ἀφαιρεῖν ἀπὸ τῶν ὑγρῶν περίεργον ἅμα δ' ἡ ἕλκωσις πόνον παρέχει καὶ κακοῖ τὰ δένδρα· δι' ὃ καὶ μετὰ τὴν διακάθαρσιν εὐθὺς οἴονται δεῖν κοπρίζειν καὶ τὴν ἄλλην ἀποδιδόναι θεραπείαν, ὅπως ἐπαναλάβωσι τῇ τροφῇ τὴν κακοπάθειαν, ἀλλὰ μόνον τό γε συνεχὲς ἐν τῇ τῶν αὔων ἀφαιρέσει ποιεῖσθαι· ταῦτα γὰρ οὔτε πόνον ποιεῖ τῇ ἑλκώσει κωλύει τε προσηρτημένα τὰς τροφάς.

[9] Ἐν δὲ τῇ διακαθάρσει τά τε μὴ κάρπιμα διαιρετέον καὶ ὅσα τῶν ἑτέρων αὔξησιν ἀφαιρεῖται καὶ ὅσα διαπέφυκεν, ἐν τοῖς ἔξω γὰρ δεῖ τὴν βλάστησιν εἶναι, καὶ ἔτι τὰ πυκνὰ καὶ ἀλλήλοις ἐπιβάλλοντα καὶ ὅσα τὴν ἔκφυσιν ἐκ τῶν μέσων ἔχει· πάντα γὰρ ταῦτα καὶ τὸ πνεῦμα καὶ τὸν ἥλιον ἀφαιρεῖται. Δεῖ δὲ καὶ εὔπνουν εἶναι καὶ πρόσειλον τὸ δένδρον δι' ὃ καὶ οὐ κακῶς οἱ οὕτω ῥυθμίζοντες ὥστε πρὸς μεσημβρίαν βλέπειν, καθάπερ οἱ τὰς συκᾶς καὶ τὰ ἄλλα καὶ μάλιστα τὴν ἐλάαν.

[10] Ἐπεὶ δ' ἐπίπονος ἡ διακάθαρσις διὰ τὰς πληγὰς διὰ τοῦτ' οὐ τὴν τυχοῦσαν ὥραν ἀλλὰ (τὴν) μετὰ πλειάδα ληπτέον· ἰσχυρότατα γὰρ τότε καὶ μάλιστα αὑτῶν τὰ δένδρα καταναλωκότα τὸ ὑγρὸν εἰς τοὺς καρποὺς ἕτερον δὲ οὐδέπω δεδεγμένα. Τὰ δ' ὀψικαρπότερα δῆλον ὅτι κατὰ λόγον μετὰ τὴν τῶν καρπῶν ἀφαίρεσιν. Ἴδιον δ' ἐπὶ τῆς συκῆς· μόνη γὰρ διακαθαίρεται μικρὸν πρὸ τῆς βλαστήσεως· αἴτιον δ' ὅτι τότε μάλιστα εὐσύμφυτος· δεῖ δὲ τοῦτο σπεύδειν, ἀσθενὲς γὰρ ὂν καὶ μανὸν πονεῖ μάλιστα διὰ τοῦ μετοπώρου καὶ περὶ πλειάδα ξηροτέρας οὔσης τῆς ὥρας οὐ δυναμένη συμφῦναι σήπεταί τε παραρρέοντος τοῦ ὕδατος καὶ ὑπὸ τῶν χειμώνων κακοπαθεῖ καὶ τὸ ὅλον διαφθείρεται. Τοῦτο μὲν οὖν ἴδιον τῶν ἀσθενῶν καὶ μανῶν.

[11] Οὐκ ἴση δὲ πάντων ἡ ἀφαίρεσις ἀλλὰ πλείων τῶν μᾶλλον δεομένων. Δεῖται δὲ τὰ εὐβλαστοῦντα πολλῆς γινομένης οἷον ἐλάα δοκεῖ καὶ ῥόα καὶ μύρρινος· ὅσῳ γὰρ ἄν τις ἐλάττω τούτοις καταλίπῃ βέλτιον βλαστάνει καὶ τοὺς καρποὺς φέρει βέλτιον· τοῦτο δ' ὅτι πυκνόβλαστα καὶ λεπτόβλαστά ἐστι καὶ ταχὺ παραυαινόμενα δι' ὃ καὶ φρυγανικώτατα πάντων τῇ προσόψει.

[12] Χρὴ δ' ἐλάττονος ὅσα πρὸς τὰς τομὰς ἀσθενῆ καθάπερ ἄπιος καὶ μηλέα καὶ εἴ τι ἄλλο ξηρὸν καὶ λεπτόφλοιον, καὶ γὰρ ταῦτα πονεῖ· δι' ὃ καὶ τὰ αὖα τούτων ἢ ταῖς χερσὶν ἀφαιρεῖν ὥσπερ ἐλέχθη τινὲς κελεύουσιν ἢ τοῖς σιδήροις ὡς ἐλαφρότατα· κίνδυνος γὰρ ἅμα τῷ πόνῳ διὰ τὴν ἕλκωσιν. Ὥσπερ γὰρ καὶ τῶν ῥιζῶν ἐν τῇ σκαπάνῃ τιτρωσκομένων χείρω γίνεται, πολλάκις δὲ καὶ νοσεῖ καὶ ἀφαυαίνεται, τὸν αὐτὸν τρόπον οἴεσθαι χρὴ καὶ ἀπὸ τῶν ἄνωθεν ἐν τοῖς μὴ δυναμένοις φέρειν. Καὶ περὶ μὲν καθάρσεως ἀρκείτω τὰ εἰρημένα.

[8]

[1]    Ῥιζοτομεῖται δὲ μετὰ τὴν φυτείαν καὶ ὅταν ᾖ νέα πάνθ' ὡς εἰπεῖν ὅπως τε κατὰ βάθους ὠθῶνται καὶ πλείω λαμβάνωσιν αὔξησιν, μάλιστα δ' ὧν ἐπιπολῆς αἱ ῥίζαι καθάπερ ἐλάα καὶ ἄμπελος. Ὅταν δὲ πρεσβύτερα γένηται τὰς μὲν ἐπετείους καὶ ὅλως τὰς ἐπιπολῆς ἀφαιρετέον ὅπως αἱ κάτω πλείους καὶ ἰσχυρότεραι γίγνωνται· φθείρουσι γὰρ ἐκεῖναι ταύτας καὶ ἐμποδίζουσιν, αὐταὶ δ' οὐ δύνανται παρέχειν τροφὴν ἀλλὰ καὶ πονοῦσι καὶ ὑπὸ τοῦ ἡλίου καὶ ὑπὸ τοῦ ψύχους. Ἀφαιρετέον δὲ καὶ τὰς αὔας· προσηρτημέναι γὰρ καὶ ἄλλως λυμαίνονται καὶ σκώληκας ἐμποιοῦσι τοῖς δένδροις.

[2] Τὰς δὲ ἄλλας οὐ κινητέον· οὐδὲ γὰρ τὴν διακάθαρσιν ἔστιν ὥσπερ τῶν ἄνω ποιεῖσθαι· καὶ γὰρ τὸ γυμνοῦν ἐπὶ πλέον χαλεπὸν καὶ ὅλως οὐκ εὔσημον ὅθεν ἀφαιρετέον. Ἅμα δὲ καὶ ὁποθενοῦν φυομένη μόνον δὲ ἰσχύουσα τὴν τροφὴν ἀποδώσει, κάλλιον δ' ἐὰν πανταχόθεν· τὸ δὲ δὴ μῆκος καὶ πλάτος ὅσῳ ἂν ᾖ πλέον ὠφελιμώτερον ὥστε τὰ πρὸς τὴν βλάστησιν καὶ τὴν εὐτροφίαν μόνον δεῖ παρασκευάζειν.

[3] Περὶ δὲ ἀρδεύσεως καὶ ὑδάτων σχεδὸν εἴρηται πρότερον. Ὅσα γὰρ ἐν τοῖς οὐρανίοις ὠφέλιμα κατὰ ποίας ὥρας ἢ ἔτους ἢ νύκτωρ ἢ μεθ' ἡμέραν δῆλον ὅτι καὶ ἐν τοῖς ἐπιρρύτοις καὶ ὀχετευομένοις ὁμοίως ἔσται. Τοῦ δὲ θέρους εὐλόγως μάλιστα χρῶνται διὰ τὴν σπάνιν τῶν ἐκ διὸς καὶ ἅμα πρὸς τὴν ἐκτροφὴν τῶν καρπῶν ἀναγκαῖον. Οἱ δὲ καὶ οἴονται τότε μάλιστα δεῖσθαι πλείστης ἀφαιρέσεως καὶ κυριωτάτης γινομένης.

[4] Ἰσχυρὸν δ' ὥσπερ ἐν τοῖς ἄλλοις καὶ ἐν τούτοις τὸ ἔθος, οἷον γὰρ φύσις γίνεται. Δι' ὃ καὶ τὰ ἐν τοῖς ξηροῖς καὶ ἀνύδροις οὐδὲν ζητεῖ πλὴν τὸ ἀναγκαῖον καὶ χείρω γίνεται βρεχόμενα καθάπερ τὰ εἰωθότα μὴ βρέχεσθαι. Καὶ κίνδυνος δὲ ἐὰν μὴ συνεχῶς ἀποδιδῷ βρέχειν ἀρξάμενος. Ἐκείνην τε γὰρ ἀφαιρεῖται τὴν ἰσχὺν καὶ [τὴν] τροφὴν [καὶ] ἑτέραν οὐ διδοὺς ἀμφοτέρων παραιρέσει ἁμαρτάνει, ὥστε πολλάκις ὑπὸ τῶν καυμάτων αὐαίνεται. Σχεδὸν δὲ οἱ καρποὶ χείρους τῶν γε πλεῖστον βρεχομένων, ἐὰν δὲ σύμμετρον λάβῃ πλείους καὶ πολλῷ καλλίους.

[9]

[1]    Περὶ δὲ κοπρίσεως ἀκολούθως δῆλον ὅτι τῇ διακαθάρσει λεκτέον τοὺς χρόνους ἄλλως τε εἰ καὶ μετ' ἐκείνην εὐθὺς κοπρίζειν δεῖ· ἅμα δὲ καὶ οὐδ' ἂν δύναιντο δέχεσθαι συνεχῶς ἀλλ' ἀφαυαίνονται διὰ τὴν θερμότητα. Τὸ γὰρ τὴν ψιλὴν κοπρίζειν οὐχ ὅμοιον· ἐν ἐκείνῃ μὲν γὰρ εἰς πολλὰ μερίζεται καὶ ἐξαναλίσκεται τὰ δεχόμενα τῶν σπερμάτων, ἐνταῦθα δὲ εἰς αὐτὰς τὰς ῥίζας δύεται καὶ οὐ δύναται πᾶν διαδιδόναι τοῖς καρποῖς οὐχ ὁμοίως εὔτροφον (ὂν) οὐδὲ πολύχουν, ὥστε πάλιν ἄλλης καὶ ἄλλης ἐπιγινομένης ὡς ἐκθερμαινόμενον αὐαίνεται.

[2] Ἐπεὶ καὶ ὁ σῖτος, ἄν τις κατακόρως χρῆται καὶ [μὴ] ἐπιγίνηται πλῆθος ὕδατος· δι' ὃ καὶ ταῖς ἐπομβρίαις χρησιμώτερος ὅ γε συνεχὴς καὶ πλείων κοπρισμὸς, ἐν δὲ ταῖς αὐχμώδεσι καὶ λεπταῖς ὁ σύμμετρος. Διὰ ταῦτα δὲ ἴσως οὐδὲ ἡ δριμυτάτη τοῖς δένδροις ἁρμόττει. Καίτοι δόξειεν ἂν ἄτοπον εἶναι τὸ μὴ τοῖς ἰσχυροτάτοις τὴν ἰσχυροτάτην· ἀλλ' ἐν τῷ προειρημένῳ τὸ αἴτιον ληπτέον. Ἐπεὶ καὶ τοῖς λαχάνοις διὰ τοῦθ' ἁρμόττει μεθ' ὑδρείας ἡ χύλωσις καὶ ὅλως ὅτι πολλῷ τῷ ὑγρῷ χρῶνται καὶ καθ' ἡμέραν καὶ αὐτὰ φύσει ὑγρά· φυλλοφορεῖν γὰρ ἐθέλουσιν οὐ καρπογονεῖν αὐτά.

[3] Οὐ μὴν ἀλλ' ἐνίαις γε χρῶνται καὶ πρὸς τὰ δένδρα τῶν ἰσχυροτέρων καὶ μάλιστα εἰς μαλακότητα καὶ μεταβολὴν τῶν καρπῶν, οἷον ὑείᾳ πρὸς τὸ γλυκαίνειν καὶ ἀπυρήνους ποιεῖν τὰς ῥόας καὶ τὰς ἀμυγδαλᾶς ἐκ πικρῶν γλυκείας καὶ ὡς παρὰ τοὺς μυρρίνους κελεύουσιν ἰσχυροτέραν ἔτι παραβάλλειν οἷον τὴν βυρσοδεψικὴν καὶ οὖρον παραχεῖν ὅταν ἐκβλαστήσωσιν ὡς ἂν ἀπυρήνων γινομένων· οἱ δὲ καὶ ἐλάᾳ συμφέρειν οἴονται πρὸς εὐκαρπίαν.

[4] Ἔοικε δὲ καὶ τὸ ἐν τῇ ἀρχῇ μέγα διαφέρειν, εἴ γε καὶ τὰ τῶν σικύων σπέρματα γάλακτι βρεχόμενα καὶ μελικράτῳ γλυκυτέρους ποιεῖ. Νομίσειε δ' ἄν τις ταῦτα καὶ ἐπὶ τῶν ἄλλων γίνεσθαι λαχάνων, ἀλλ' ἴσως τὸ δριμὺ χρησιμώτερον. Ἡ δὲ ῥίζα τῶν δένδρων ἀρχή τις οὖσα καὶ τὰ περικάρπια συνεξομοιοῖ τὰ ἐφ' ἑαυτῆς. Περὶ μὲν οὖν τούτων καὶ πρότερον εἴρηται. Τὴν δὲ χρησίμην ἀεὶ πρὸς τὰς δυνάμεις ἀποδοτέον τῆς μὲν δριμυτέρας ἐλάττονα τῆς δὲ μαλακωτέρας πλείονα.

[5] Δεῖ δὲ καὶ τὴν πρόσφορον ἑκάστοις τῶν δένδρων μὴ ἀγνοεῖν· οὐ γὰρ ὥσπερ ὕδωρ τὸ αὐτὸ πᾶσιν οὕτω καὶ κόπρος, ἀλλ' ὥσπερ τὰ ἐδάφη πρὸς ἕκαστον οἰκεῖα οὕτω καὶ ἡ κόπρος. Ἐπεὶ καὶ κατὰ τὰς ἡλικίας τῶν δένδρων ἐστί τις διαφορά· δι' ὃ καὶ φυτεύοντες ὑποβάλλουσιν εὐθὺς ὥσπερ ἐλέχθη τὴν τῶν λοφούρων ὅτι κουφοτάτη, τὸ δ' ἀσθενὲς κουφοτάτης δεῖται. Τὸ δ' ὅλον ἐν ταῖς θεραπείαις τῶν δένδρων ὅσα μὲν κοινὰ πᾶσίν ἐστι ταῦτα τῷ ποσῷ καὶ τῷ ποιῷ διοίσει καὶ τοῖς καιροῖς οἷον τομὴ, διακάθαρσις, σκαπάνη, κόπρισις. Ταῖς δ' οὖν ἀμπέλοις ἢ διὰ τεττάρων ἢ πλειόνων ἐτῶν παραβάλλουσι κόπρον· οὐ γὰρ δύνανται φέρειν δι' ἐλαττόνων οὐδ' ἔστι βοήθεια καθάπερ τοῖς δένδροις ἡ ὕδρευσις, ἀλλ' ἐκκαίονται. Δι' ὃ καθάπερ ἐλέχθη ταῖς ἐπομβρίαις χώραις συμφέρει μᾶλλον· ἄλλως γὰρ κίνδυνος μὴ ἐπιγινομένων τῶν ἐκ διός.

[10]

[1]    Σκαπάνη δὲ πᾶσι συμφέρει· τά τε γὰρ ἐμποδίζοντα καὶ τὰ παραιρούμενα τὰς τροφὰς ἐξαιρεῖ καὶ αὐτὴν τὴν γῆν ἐνικμοτέραν ποιεῖ καὶ κουφοτέραν· ἔτι δ' ὁ ἀὴρ ἐγκαταμιγνύμενος, ἀνάγκη γὰρ ἐγκαταμίγνυσθαι κινουμένης, ἰκμάδα τέ τινα δίδωσι καὶ παρέχει τροφήν. Δι' ὃ καὶ τὴν αὐχμώδη καὶ ἄνυδρον σκάπτειν δεῖ καὶ μεταβάλλειν πολλάκις ὥσπερ καὶ πρότερον εἴρηται. Συμφέρει δ' ἡ σκαπάνη καὶ τοῖς ἑλώδεσι καὶ τοῖς ἐφύδροις. Καίτοι δόξειεν ἂν ἄτοπον εἰ τοῖς ἐναντίοις· ἀλλ' οὐδὲν ἄτοπον, τὴν μὲν γὰρ ξηραίνει τὴν δ' ὑγραίνει, δεῖται δ' ἑκάτερα τοῦ ἐναντίου.

[2] Τροφῆς δὲ πλείονος καὶ βελτίονος γινομένης αὐτὸ τὸ δένδρον εὐθενεῖ καὶ οἱ καρποὶ καλλίους· ποιεῖ γὰρ καὶ τοὺς πυρῆνας ἐλάττους καὶ ὅσων ξυλώδη καὶ δερματικὰ τὰ ἐκτὸς οἷον ἀμυγδαλῆς, καρύας εὐβοϊκῆς, τούτων λεπτότερα ταῦτα τὰ δ' ἐντὸς μείζω. Τὸ γὰρ ὅλον ἡ εὐτροφία διυγραίνει καὶ τὸ σαρκῶδες αὔξει. Διὰ ταῦτα καὶ κατὰ λόγον ἀμφοῖν τὸ συμβαῖνον. Ποιεῖ δὲ καὶ εὐχυλότερα καὶ μείζω καὶ ἡδίω μετὰ τῆς ἄλλης θεραπείας, ὅτι καὶ τροφὴ πλείων καὶ πέψις γίνεται μᾶλλον. Ἐπὶ δὲ τοῦ κράνου, περὶ τούτου γὰρ μάλιστα ἀντιλέγεται, δῆλον εἴπερ ὡς ἀληθῶς πλεῖον ἀναλαμβάνει τῆς συμμέτρου τροφῆς, ὡς ἧττον ποιεῖ εὔχυλον. Ὅπερ καὶ ἔπ' ἄλλων συμβαίνει περικαρπίων ἐν ταῖς πιείραις λίαν χώραις καὶ εὐτρόφοις.

[3] Ἡ μὲν οὖν σκαπάνη πάντα ταῦτα συναπεργάζεται καὶ τὸ ὅλον ὠφελεῖ διὰ τὸ ἐξαιρεῖν τὰ παραιρούμενα· ἐπεὶ καὶ τὰ παραφυτευόμενα καὶ τὰ παρασπειρόμενα διὰ τοῦτο βλάπτει πάντα τὰ δὲ καὶ ὅλως ἀναιρεῖ πλὴν ὅσα γ' ἐν φαρμάκου μέρει· λέγω δ' ὡς οἱ τὰς κριθὰς ἐπισπείροντες τοῖς τῶν ἀμπέλων φυτοῖς ἢ εἴ τι ἄλλο ξηρὸν ὅπως τῆς ὑγρότητος (τὸ πλῆθος) ἀφαιρεθῇ, καὶ ὡς ταῖς ῥαφανίσι τοὺς ὀρόβους πρὸς τὸ μὴ κατεσθίεσθαι καὶ εἰ δή τι ἄλλο τοιοῦτον·

[4] καὶ ὅσα προσφιλῆ τυγχάνει καθάπερ δοκεῖ τῶν δένδρων ἐλάα καὶ μύρρινος· τάς τε γὰρ ῥίζας συμπλέκεσθαί φησι τῶν δένδρων Ἀνδροτίων καὶ τὰς τοῦ μυρρίνου ῥάβδους φύεσθαι διὰ τῶν ἀκρεμόνων τῆς ἐλάας, τόν τε καρπὸν ἔχοντα τοῦ ἡλίου καὶ τῶν ἀνέμων προβολὴν τὴν ἐλάαν ἁπαλὸν γίνεσθαι καὶ γλυκὺν, ἐλάττω δὲ τοῦ ἐν τοῖς προσείλοις. Ἄλλο δ' οὐδὲν ἐθέλει φυτεύεσθαι πρὸς ταῖς ἐλάαις.

[5] Εὐμενὲς δὲ καὶ ἡ πεύκη δοκεῖ πᾶσιν εἶναι διά τε τὸ μονόρριζος εἶναι καὶ βαθύρριζος· ὑποφυτεύεται γὰρ ὑπ' αὐτῇ καὶ μύρρινος καὶ δάφνη καὶ ἕτερα πλείω αὔξησιν λαμβάνει. Καὶ φανερὸν ὅτι μᾶλλον παροχλοῦσιν αἱ ῥίζαι τῆς σκιᾶς· σκιὰν γὰρ πολλὴν ποιεῖ ἡ πεύκη. Κατὰ λόγον δὲ καὶ τὰ ἄλλα τὰ ὀλιγόρριζα καὶ βαθύρριζα καὶ πρὸς τούτοις ὧν μὴ κατὰ τὴν αὐτὴν ὥραν ἡ βλάστησις καὶ καρποτοκία·

[6] τροφήν τε γὰρ ἐλαχίστην παραιρεῖται ταῦτα καὶ παραλλάττοντες οἱ χρόνοι τῇ τε βλαστήσει καὶ τῇ τελειώσει τῶν καρπῶν ἧττον λυποῦσι. Χαλεπώτατα δὲ καὶ ἀμπέλῳ καὶ τοῖς ἄλλοις συκῆ καὶ ἐλάα· καὶ γὰρ τροφὴν πολλὴν ἀμφότερα λαμβάνει καὶ σκιὰν παρέχει πλείστην· χαλεπὸν δὲ καὶ ἡ ἀμυγδαλῆ διά τε τὴν ἰσχὺν καὶ διὰ τὴν πολυρριζίαν. Καίτοι φυτεύουσί τινες ἐν ταῖς ἀμπέλοις ὡς ἀσινέστατον τροφῆς τε ἐλαφρᾶς δεομένην καὶ ἅμα διὰ τὸ πρωΐκαρπον καὶ μὴ παλίσκιον ἥκιστα ἐνοχλοῦσαν· οὐ μὴν ὀρθῶς κελεύουσιν.

[7] Οὐ γὰρ οὕτως ἡ σκιὰ λυπεῖ καθάπερ εἴρηται καὶ τὸ ὄψιον ὡς ἡ ἰσχὺς τῶν ῥιζῶν· ἀφαιρεῖται γὰρ τὴν τροφὴν συντάρρων γινομένων. Ἀλλὰ κουφότατον καὶ ἀσινέστατον πάντων ἐστὶ μηλέα καὶ ῥόα· καὶ γὰρ οὐ πολύρριζα καὶ τροφῆς ἐλαφρᾶς δεῖται καὶ ταχὺ γηράσκουσιν ὥστε μὴ πολὺν χρόνον ἐνοχλεῖν. Ἁπλῶς δ' ἅπαντα ἐπισινῆ καὶ βλάπτει τῇ παραφύσει.

[8] Καίτοι συμβαίνει γ' ἐνίοτε τῶν παραφύτων παραιρουμένου θατέρου καὶ θάτερον αὐαίνεσθαι· τοῦτο γὰρ ἤδη τινὶ συνέπεσεν ἅμα πεφυκυιῶν ἀναδενδράδων καὶ συκῶν ὡς αἱ συκαῖ παρῃρέθησαν· αἴτιον δ' ὅτι μεγάλην ἐποίησε μεταβολὴν συνηυξημένων ἤδη καὶ συντεθραμμένων· ὥσπερ γὰρ μία φύσις ἐγεγένητο διὰ τὸν χρόνον. Ἐπεὶ νέων ὄντων εἴ τις παρεῖλεν οὐχ ὅτι ἂν ἀφαύανεν ἀλλὰ καὶ εὐαυξεστέρας καὶ καλλίους ἐποίησε. Καὶ περὶ μὲν τῶν ἄλλων δένδρων ἐκ τούτων θεωρείσθω.

[11]

[1]    Περὶ δὲ ἀμπέλων ὅσα μὴ κοινὰ καὶ ἐν τοῖς πρότερον εἴρηται λεκτέον ὁμοίως. Ἐπεὶ δὲ καὶ τὰ γένη διαφέρει καὶ αἱ χῶραι τοῦτο χρὴ πειρᾶσθαι διαιρεῖν τὰ ποῖα ταῖς ποίαις οἰκεῖα. Κατὰ φύσιν μὲν γὰρ ἐὰν φυτεύῃ τις ἀγαθὰ, παρὰ φύσιν δὲ ἄκαρπα γίνεται. Τὸ δὲ κατὰ φύσιν σχεδὸν καθ' ὁμοιότητά τινα λαμβάνουσιν ὥσπερ εἴπομεν, ἐν μὲν τῇ στερεᾷ καὶ αὐχμώδει τὰ στερεὰ καὶ τὰ τῶν λευκῶν καὶ τῶν μελάνων, ὡς δ' ἐπὶ τὸ πᾶν τὰ μέλανα στερεώτερα, ἐν δὲ τῇ ἐπόμβρῳ τὰ μανά. Διάδηλα δὲ τὰ πυκνὰ καὶ τὰ μανὰ ταῖς μήτραις ἃς δεῖ θεωρεῖν ἀποτέμνοντας τὰ νέα τῶν κλημάτων· ἔχει γὰρ ἡ μὲν μανὴ πολλὴν τὸ δὲ ξύλον λεπτὸν, ἡ δὲ πυκνὴ μικρὰν τὸ δὲ ξύλον παχύ.

[2] Ὅτι δὲ ἑκάτερον ἑκατέρᾳ τῇ χώρᾳ συμφέρει, διὰ τῶνδε φανερόν· ὧν μὲν γὰρ ἡ μήτρα μεγάλη τούτων καὶ οἱ πόροι πολλοὶ καὶ εὐρέες, ὧν δὲ μικρὰ στενοί τε καὶ ὀλίγοι· δι' ὃ καὶ διὰ τοῦ ἔαρος τροφῆς ἐλάττονος δεῖται τὰ πυκνὰ καὶ ἅμα διατηρεῖν δύναται τὸ ὑγρὸν εἰς τὸ θέρος· ὁ γὰρ ἥλιος οὐχ ὁμοίως ἐξάγει διὰ τὴν πυκνότητα, δι' ὃ μικρᾶς τῆς ἀφαιρέσεως γινομένης ἐπαρκοῦσιν αἱ ῥίζαι τὸ σύμμετρον εἰς τὸν καρπόν· αἱ δὲ μαναὶ πολλῆς μὲν τῆς ἀφαιρέσεως οὔσης ὀλίγης δὲ τῆς ἐπιρροῆς διὰ τὴν ξηρότητα τῆς γῆς τά τε κλήματα ἀσθενῆ καὶ τοὺς καρποὺς ἀτελεῖς φέρουσι.

[3] Τῇ δὲ ἐπόμβρῳ προσφορώτατον τὸ γένος ἅτε πολλῆς τροφῆς δεόμενον καὶ μεγάλης ἀφαιρέσεως γινομένης, ὁ ἥλιος ἐξάγει γὰρ, τοσούτῳ μᾶλλον ἐπιδίδωσι καὶ εἰς μέγεθος καὶ εἰς εὐκαρπίαν ἄφθονον μὲν τροφὴν ἔχουσα ταύτης τε κατακρατοῦσα καὶ πέττουσα ῥᾳδίως. Διὰ τοῦτο γὰρ καὶ ἡ λειμωνία δοκεῖ ταῖς ἀμπέλοις εἶναι [καὶ] κρατίστη δι' ὅτι πρὸς τῷ κούφη καὶ μὴ πίειρα εἶναι καὶ ἔφυδρός ἐστιν ὥστε μὴ δύνασθαι τὸ οὐράνιον ὕδωρ διϊκνεῖσθαι πρὸς τὸ ἐκ τῆς γῆς.

[4] Ἡ δὲ ἄμπελος ὕδατος πλείστου δεῖται διὰ τὸ καὶ ἐν τῷ καρπῷ πλεῖστον ἔχειν τὸ ὑγρὸν, ἔτι δὲ μάλιστ' ἀντέχειν δύναται ἐν ταῖς ἐπομβρίαις. Ἐὰν δὲ ἡ χώρα μήτε αὐχμηρὰ μήτε ἔπομβρος ἀλλὰ μέση τυγχάνῃ τὰ ἀνὰ μέσον φυτεύειν ὅσα μήτε πυκνὰ μήτε μανά. Γένη μὲν οὖν πρὸς ἑκάστην ταῦτα οἰκεῖα διαιρεῖται.

[5] Περὶ δὲ τῶν σπερμάτων ἐπείπερ ἰσχυρότατα δεῖ διὰ τοῦτό τινες κελεύουσιν ὡς ἐκ ψυχροτάτης χώρας λαμβάνειν· πυκνότατα γὰρ ὄντα μᾶλλον ἀντέχειν ὥστε καὶ ἐν ταῖς λεπταῖς ἀντιλαμβάνεσθαι καὶ ἐν ταῖς ἐπομβρίαις μὴ ἐκσήπεσθαι. Διὰ τοῦτο γὰρ καὶ τὰ μοσχεύματα δεῖν ἐς τὰς ἐπομβρίους μᾶλλον ἐμβάλλειν ἢ τὰ φυτεύματα πάντων τῶν δένδρων, ὅτι τὰς ῥίζας τὰς καθιεμένας τῶν φυτευμάτων ἀσθενεῖς οὔσας ἐκσήπει, τὰ δὲ τῶν μεμοσχευμένων ἰσχυρότερα καὶ εὐθὺς ἀντιλαμβάνεται.

[6] Τὰ δὲ πάχη τῶν φυτῶν εἰς μὲν τὴν ἔπομβρον οἰκεῖα· δεῖ γὰρ ὅτι μάλιστα ἰσχυρὰ καθάπερ λέγομεν· εἰς δὲ τὴν αὐχμηρὰν μήτε παχέα μήτε ἄγαν λεπτά· τὰ μὲν γὰρ οὐκ ἂν δύναιντο σῆψαι τὰ δὲ ἀσθενῆ κίνδυνος μὴ πρὸ τῆς βλαστήσεως ἀποξηρανθῇ. Παραλλάττουσι δὲ καὶ οἱ χρόνοι τῆς φυτείας καθ' ἑκάτερον· τὴν μὲν γὰρ ἔπομβρον καὶ ψυχρὰν ὀλίγον πρὸ ἰσημερίας δεῖ, τότε γὰρ ξηροτάτη καὶ θερμοτάτη· τὴν δ' αὐχμηρὰν καὶ θερμὴν μεθ' ἡλίου τροπάς· ὅσῳ γὰρ ἂν μᾶλλον βρέχηται τοσούτῳ βελτίων ἡ βλάστησις· τὴν δ' ἄλλην ἅπασαν τεκμαιρόμενον πρὸς τοῦτο τὸν χρόνον.

[12]

[1]    Χρὴ δὲ καὶ τὴν ἐργασίαν ποιεῖσθαι πρὸς τὴν χώραν εὐθὺς ἀπ' αὐτῶν τῶν γύρων ἀρξαμένους· οἷον ἐν τῇ ἐπόμβρῳ μήτε μεγάλους ὀρύττοντας μήτε βαθεῖς ὅπως μὴ πολὺ συνιστάμενον ἐκσήπῃ τὸ ὕδωρ· διὰ τοῦτο γὰρ ἐὰν σφόδρα κάτομβρος ᾖ τοῖς παττάλοις τοῖς σιδηροῖς φυτεύουσι. Μηδὲ δὴ συσκάπτειν αὐτοετεὶ μηδὲ τῷ ὕστερον ὅπως μάλισθ' ὁ ἥλιος ξηραίνῃ τὴν κατὰ τὸ φυτὸν γῆν· ἐὰν δὲ αὐχμηρὰ καὶ ξηρὰ δῆλον ὡς ἐναντίως. Οὐ γὰρ γύρους ἀλλὰ πᾶσαν εἰ δύνατον ὀρυκτέον ἵν' ὡς μάλιστα συνεργασθεῖσα δέχηται τὸ ὕδωρ. Εἰ δὲ μὴ τάφρους ὡς βαθυτάτας καὶ μεγίστας ποιοῦντα συσκάπτειν ὅτι μάλιστα πρὸς αὐτὸ τὸ φυτὸν ὅπως ἥκιστα διαθερμαίνηται τοῦ θέρους.

[2] Ὁμοίως δὲ καὶ τἆλλα τὰ τούτοις ἀκόλουθα ποιεῖν. Ὡς γὰρ ἁπλῶς εἰπεῖν ἀληθὲς τὸ καὶ πρότερον λεχθὲν ὅτι δεῖ ταῖς ἐργασίαις τὴν μὲν ὑγρὰν ξηραίνειν τὴν δὲ ξηρὰν ὑγραίνειν· δι' ὃ καὶ τοῦ ἔαρος κελεύουσιν ὡς βαθύτατα σκάπτειν ὅπως ὅτι πλεῖστον ἐγκαταμιχθὲν πνεῦμα παράσχῃ τροφήν. Ὥσπερ γὰρ εἴρηται πολλάκις οὐκ ἀπὸ τῆς γῆς μόνον ἀλλὰ καὶ ἀπὸ τοῦ ἡλίου καὶ ἀπὸ τοῦ ἀέρος ἡ τροφή.

[3] Λαμβάνουσι δὲ καὶ κατὰ τὰς ὀρεινὰς καὶ ἀνεμώδεις τὰ πρόσφορα ταῖς φυτείαις, οἷον τούς τε γύρους ὀρύττοντες τοῖς καθεστῶσι πνεύμασι καὶ τὸ φυτὸν τιθέντες τὸν αὐτὸν τρόπον ὅπως ἡ βλάστησις μὴ ἐναντία γίνηται τῷ πνεύματι, θραύεσθαι γὰρ ἐκείνως ἀνάγκη, μηδ' ἔμπαλιν ὑπερπεσοῦσα παρὰ φύσιν αὔξηται· τούτων γάρ τι πάσχουσα χείρων ἡ ἄμπελος. Ὡσαύτως δὲ καὶ τὰ ἄλλα τὰ ἀκόλουθα πρὸς τὴν χώραν. Τὰς μὲν οὖν φυτείας οὕτω καὶ διὰ ταῦτα ποιοῦνται.

[13]

[1]    Τὰς δὲ τομὰς πανταχοῦ τῶν φυτῶν βραχείας ὡς αἱ ῥίζαι σωθῶσι καὶ αὐξηθῶσι· ἅμα δὲ ἡ γῆ αὐχμηρὰ καὶ τρέφειν ἀδύνατος τὰ πολλά. Κατὰ δὲ τὴν ὀρεινὴν καὶ ψυχρὰν ἢ καὶ ὅλως ἔναυρον κατὰ τὸ ἔαρ τέμνειν εὐλαβοῦνται, τὸ γὰρ ψύχος ἀποξηραίνει. Ὥραν δὲ τῆς τομῆς σχεδὸν τὴν αὐτὴν πᾶσιν ἀποδιδόασιν ὑπ' αὐτὴν τὴν βλάστησιν ὅπως τὸ φυτὸν πλῆρες ὂν τοῦ ὑγροῦ πρὸς τὴν ἀφαίρεσιν ὁρμήσῃ καὶ ὁ βλαστὸς ὅτι κάλλιστος γένηται·

[2] τὴν γὰρ τομὴν ταύτην οὐ καρποῦ χάριν ἀλλὰ βλαστοῦ γίνεσθαι, τὴν δὲ μετοπωρινὴν καρποῦ δι' ὅπερ ἐκείνην ποιητέον εὐθὺ μετὰ πλειάδος δύσιν· τοτὲ γὰρ εἶναι συνεστηκότα τε μάλιστα καὶ ἥκιστα τεμνόμενα δακρυρροεῖν καὶ ῥήγνυσθαι. Μεθ' ἡλίου δὲ τροπὰς καὶ μετὰ ζεφύρου πνοὰς ἀμφότερα πάσχειν ταῦτα τεμνόμενα καὶ τό τε φυτὸν πονεῖν καὶ τὸν βλαστὸν ἐξ ἄκρου φύεσθαι πρὸς τῇ τομῇ διὰ τὸ τὴν τροφὴν τὴν μὲν ἐξερρυηκέναι τὴν δ' ἐν τοῖς ἄκροις καταλελεῖφθαι.

[3] Τέμνειν δὲ τὰ μὲν ἐν τῇ χέρσῳ φυτευόμενα τῷ τρίτῳ ἔτει· θᾶττον γὰρ παραγίνεσθαι διὰ τὸ νεοργοτάτην εἶναι τὴν γῆν καὶ ἀκάρπωτον. Τὰ δ' ἐν τῇ γεωργουμένῃ ὀψιαίτερον. Τὴν δ' ἄμπελον ἄγειν δεῖ κύκλῳ περὶ τὸν πυθμένα· πανταχόθεν γὰρ ὁμαλοῦς οὔσης καλλίων καὶ εὐκαρποτέρα· τοῦτο δ' οὐ χαλεπὸν ἐάν τις καταλίπῃ μὴ τὰ κάλλισθ' ὡρμηκότα τῶν κλημάτων ἀλλὰ τὰ ἄριστα πεφυκότα πρὸς τὴν ἀγωγήν· ἀρκεῖ γὰρ εἷς ὀφθαλμὸς λειφθεὶς εἰς τὸ δέον.

[4] Ἐὰν δέ τις ἀπορῇ καὶ τοῦτο διὰ τὸ τὴν ἄμπελον μὴ ὡρμηκέναι κατὰ τὸ αὐτὸ τῶν λειφθέντων κλημάτων ἀφελεῖν τοὺς ἐντὸς ὀφθαλμοὺς ὅπως εἰς τοὺς ἔξω ῥέουσα ἡ τροφὴ σχίσῃ τὴν ἄμπελον· ἀεὶ γὰρ πρὸς τὸ ζῶν καὶ τὸ δεχόμενον ἡ ἐπιρροὴ, δι' ὃ καθάπερ ἐλέχθη ῥᾴδιον ποιεῖν τὰς ἀγωγάς. Τοῦτο δ' ἐν ταῖς ἐνίκμοις καὶ ἀγαθαῖς· ἐν δὲ ταῖς αὐχμώδεσι καὶ ξηραῖς ἀνάγκη τὰ βέλτιστα λείπειν· ξηρὰ γὰρ οὖσα καὶ ὀλιγοτρόφος οὐ ῥᾳδίως ἕτερα προήσεται, δι' ὃ συνακολουθητέον τῇ ὁρμῇ· χρὴ δὲ καὶ πρὸς τὰ πνεύματα τῇ αὐτῇ τομῇ χρῆσθαι καὶ μὴ βιάζεσθαι παρὰ φύσιν. Τῶν μὲν οὖν φυτῶν τοιαύτας καὶ διὰ ταῦτα ποιοῦνται τὰς θεραπείας.

[14]

[1]   Τῶν δ' ἀμπέλων τῶν τελέων ἤδη πρῶτον καὶ μέγιστόν ἐστιν ἡ κλάσις· καλῶς γὰρ ἀμπελουργουμένη καὶ εὐβλαστοτέρα καὶ εὐκαρποτέρα καὶ πολυχρονιωτέρα γίνεται. Δεύτερον δὲ καὶ τρόπον τινὰ τούτῳ παραπλήσιον ἡ βλαστολογία· καὶ γὰρ ἐνταῦθα εἰδέναι δεῖ τὰ ποῖα συμφέρει καταλιπεῖν καὶ τὰ ποῖα ἀφαιρεῖν καὶ πρὸς τοὺς ἐτείους καρποὺς καὶ πρὸς τὴν ὕλην φύσιν. Τὰ δ' ἄλλα ἤδη κοινότερα καὶ ῥᾴω πάντα δ' ἔχοντα διαφορὰν ὥστε καιρὸν ζητεῖν καὶ τρόπον.

[2] Αἱ δὲ διαφοραὶ κατὰ τὰς ὥρας τῶν ἔργων αἱ μὲν καὶ ἐν τοῖς ἄλλοις εἰσὶν, οὐ μὴν ἀλλὰ πλείστη γε κατὰ τὴν κλάσιν καὶ τὴν ἀμπελουργίαν ὑπὲρ ἧς καὶ πειρῶνταί γε διαιρεῖν ἅμα τοῖς τε γένεσι ποιούμενοι καὶ ταῖς χώραις τὸν ἀφορισμόν. Ὁ δ' ἀφορισμὸς ἐν δυοῖν ἐν ποίαις ἕκαστα ὥραις δεῖ καὶ ἐν τῷ βραχυτομεῖν ἢ μακροτομεῖν· ἐπεὶ τό γ' εἰς τὴν ἀγωγὴν καὶ τὴν ὅλην τομὴν τῶν ἀμπέλων πανταχοῦ τὰ αὐτά.

[3] Σχεδὸν δ' ἔνιοί γε τὸν αὐτὸν ἀποδιδόασιν ἐπί τε τῶν γενῶν καὶ τῆς ὁμοίας χώρας ἀφορισμόν· οἷον τὸ βραχυτομεῖν ἔν τε ταῖς καυσώδεσι καὶ ξηραῖς καὶ τῶν ἀμπέλων ὅσαι τοιαῦται τυγχάνουσιν. Ἐγκαρπότεραι γὰρ γίνονται διὰ τὸ μᾶλλον δύνασθαι τρέφειν· μακροτομεῖν δ' ἐν ταῖς ἐναντίαις καὶ τὰς ἐναντίας οἷον ἐν ταῖς ἐφύγροις καὶ εὐτραφέσι καὶ ὅσαι τῶν ἀμπέλων τοιαῦται· φύσει τε γὰρ καρπιμωτέρας εἶναι καὶ τὸν γινόμενον καρπὸν ἐν ἄκροις μᾶλλον φύεσθαι τοῖς κλήμασιν.

[4] Ἔνιοι δὲ καθόλου περὶ πασῶν διαιροῦσιν οὐκ εἰς τὰς χώρας ἀποβλέποντες ἀλλ' εἰς αὐτὰ τὰ γένη καὶ τὰς διαθέσεις κελεύοντες σκοπεῖν πρὸς τὴν μήτραν ὥσπερ ἐπὶ τῶν αὐτῶν εἴπομεν ἐν τοῖς ἀποτεμνομένοις τῶν νέων κλημάτων. Ἐὰν μὲν γὰρ ἔχῃ πολλὴν πολλὰ καὶ βραχέα καταλιπεῖν, ὅπως βραχέων μὲν ὄντων δύνηται τρέφειν ἀπὸ πολλῶν δὲ πολὺς ὁ καρπὸς γίνηται, ἐὰν δ' ὀλίγην καὶ πολὺ τοῦ ἔνου κλήματος ἔχωσιν, ἐλάττω μὲν τὸ πλῆθος μείζω δὲ τὸ μέγεθος· ἀεὶ δὲ ὅσῳ ἐλάττω τὴν μήτραν τοσούτῳ μακρότερα λείπειν ἐν ἁπάσαις.

[5] Καθόλου μὲν οὖν οὕτω τὸ μέγεθος καὶ τὴν βραχύτητα τῶν κλημάτων καθ' ἑκάστην ποιεῖσθαι πρὸς τὴν μήτραν τὴν ἐν τοῖς ἀποτόμοις, ὅπως ἴση τὸ πλάτος ᾖ τῷ περιειληφότι κλήματι. Τῆς γὰρ ἀμπέλου τεμνομένης ἐξ ἴσου πρός τε τὴν ἕξιν τὴν ἑαυτῆς καὶ πρὸς τὴν τοῦ καρποῦ φορὰν πολυχρόνιον ἔσεσθαι καὶ ἀγαθὴν διὰ τέλους. Ἐὰν δὲ ἡ μήτρα πλέον μέρος κατέχῃ τῆς τομῆς καρπὸν μὲν γίνεσθαι πολὺν τὰ δὲ κλήματα ἀμενηνὰ διὰ τὴν τῆς τροφῆς ἀσθένειαν.

[6] Ἐὰν δὲ αὖ τὸ κλῆμα τὸ ἐν τῇ τομῇ δυνατὸν ᾖ καὶ νεανικὸν καρπὸν ὀλίγον ἀπὸ μικρᾶς τῆς μήτρας· γίνεσθαι γὰρ τὸν μὲν βότρυν ἀπὸ τῆς μήτρας τὸ δὲ κλῆμα ἀπὸ τοῦ περιειληφότος κλήματος· δηλοῦν δὲ τὴν ἄμπελον αὐτήν. Τὰ γὰρ ἐκ τῶν ἔνων νέα βλαστήματα πάντα ἄκαρπα γίνεσθαι διὰ τὴν μικρότητα τῆς μήτρας καὶ τὰς νέας τῶν παλαιῶν ἀφορωτέρας διὰ τὴν αὐτὴν αἰτίαν ὡς ἀπὸ τῆς μήτρας τῆς τε σαρκὸς καὶ τοῦ γιγάρτου γινομένου· ὅπερ οὐδ' ὑπολαμβάνουσιν οὐδ' ἔοικεν εἴπερ ἐξαιρεθείσης ἡ μὲν σὰρξ γίνεται τὸ δὲ γίγαρτον οὐ γίνεται, πλὴν εἰ ἄρα τοῦ ἐνδοτάτω τῆς μήτρας ἐξαιρουμένης. Τοῦτο μὲν οὖν ἐπισκεπτέον.

[7] Εἰ δ' ὅλως αἱ μείζους ἔχουσαι τὰς μήτρας εὐκαρπότεραι καὶ πολυκαρπότεραι τυγχάνουσιν οὐδὲν ἂν διαφέροι πρὸς τὰ νῦν. Κοινοτάτην μὲν δὴ ταύτην εἶναι πάσαις. Ὅσαι δὲ κλήματα μὲν πολλὰ φύουσι καρπὸν δ' ὀλίγον τούτων τὰ μὲν ἐξ ἄκρας τὰ πρῶτα ὡς μακρότατα λείπειν τὰ δὲ πρὸς αὐτὸ τὸ στέλεχος βραχέα, ὅπως ἀπὸ μὲν τῆς βραχείας τομῆς ἡ ἄμπελος αὔξηται ἀπὸ δὲ τῶν ἐξ ἄκρου κλημάτων ὁ καρπὸς ἀπὸ μεγάλης τῆς μήτρας πολὺς (ᾖ).

[8] Ὅταν δὲ βλαστάνῃ περιαιρεῖν τὰ ἄλλα πάντα πλὴν ὅσα καρπὸν ἔχει, τούτων (δ') ἐπικνίζειν τὰς κορυφὰς ἐν αὐταῖς ταῖς οἰνάνθαις, ἵνα μήθ' ἡ ἄμπελος εἰς τοῦτο τὸ κλῆμα ἀφίῃ τὴν αὔξησιν ὅπερ ἀποτέμνεται, ἥ τε περιοῦσα τροφὴ συνειληθεῖσα ἐπὶ ταῖς οἰνάνθαις αὔξῃ τὸν βότρυν. Ἀεὶ γὰρ δεῖ τοῦτο ζητεῖν ἐκ τῆς τομῆς ὅπως ἥ τε ἄμπελος ἰσχύσει καὶ ὁ καρπὸς ἔσται πολύς. Αὕτη μὲν δὴ καθόλου τίς ἐστι κοινὴ πάσαις.

[15]

[1]    Ὥραν δὲ τῆς ἀμπελουργίας οἱ μὲν ταῖς χώραις μόνον διαιροῦσιν οἱ δὲ καὶ τῶν γενῶν ἐφάπτονται. Κελεύουσι δὲ τὰς μὲν ἐν τῇ ξηρᾷ καὶ θερμῇ πρωΐας ἀμπελουργεῖν ὅταν τάχιστα παύσωνται φυλλοβολοῦσαι, τὰς δ' ἐν τῇ ψυχρᾷ καὶ ἐπόμβρῳ μικρὸν πρὸ τῆς βλαστήσεως. Αἱ μὲν γὰρ ἐν τῇ ξηρᾷ διασώζουσαι τὸ ὑγρὸν αὐταί τε βελτίους γίγνονται καὶ ὁ καρπὸς ἡδυοινότερος, αἱ δὲ ἐν τῇ ψυχρᾷ μεθεῖσαι τὸ ὕδωρ αὐταὶ μὲν οὐδὲν χείρους ὁ δὲ καρπὸς ἀσηπτότερος καὶ ἡδυοινότερος. Τὰς δ' ἐν τῇ μέσῃ καὶ εὐκράτῳ κατὰ τὸ μέσον τῶν ὡρῶν.

[2] Ἔνιοι δὲ ὅλως πρωῒ πάσας κελεύουσιν ὥσπερ εἴπομεν ὅτι παχύτερόν τε τὸ κλῆμα γίνεται καὶ ἀμβλωπεῖς οὐκ ἔσονται καὶ ἐν εὐδίᾳ συμβήσεται τὰς τομὰς ἐπιξηραίνεσθαι· πάντα δὲ ταῦτα συμφέρει. Χειμῶνος μὲν γὰρ οἱ πολλοὶ τῶν ὀφθαλμῶν ἀπόλλυνται ῥίγει καὶ ἡ τομὴ βίᾳ ξηραινομένη ῥήγνυται, τοῦ δὲ ἔαρος ῥεῖ τό τε δάκρυον καὶ ἀμβλωπεῖς ἐπιγίνονται πολλαί.

[3] Καίτοι τινὲς οὐ διὰ τοῦθ' ὑπολαμβάνουσιν ἀλλ' ὡς τίκτουσαν τὴν ἄμπελον εὐθὺς ὅταν τρυγηθῇ καὶ τότε γινόμενον τὸν καρπόν· οὐ γὰρ οἷόν θ' ἅμα δύο γόνους ἔχειν· οὐκ ὀρθῶς λέγοντες· γίνεσθαι γὰρ θέρους τὸν καρπὸν ὅταν ᾖ πολὺ τὸ ὑγρόν· ἐκ τούτου γὰρ τὴν γένεσιν εἶναι· τεκμήριον δέ· ἐὰν γάρ τις ἐργάσηται τὰς διὰ χειμῶνος ἀργὰς ἀρχομένου τοῦ θέρους εὐθὺ τὰ κλήματα πυκνόφθαλμα γίνεσθαι διὰ τὸ πλῆθος τοῦ ὑγροῦ· τοῦτο δὲ τὴν ἐργασίαν ποιεῖν ὅτι πληροῖ. Τὸν δ' ἥλιον θερμαίνοντα πηγνύναι καὶ πυκνοτέρους τοὺς ὀφθαλμοὺς γίνεσθαι καὶ βότρυς πλείους.

[4] Οἱ δὲ ταῦτα κελεύοντες ἄλλως πως τὰς αἰτίας λέγουσι· φασὶ γὰρ τοῦτο δεῖν ἐν τῇ θερμῇ καὶ λεπτῇ καὶ διὰ τοῦτο πρωῒ ποιεῖν ὅπως τὸ ὕδωρ εἰς τὰ καιριώτατα τῶν κλημάτων ἔλθῃ καὶ ἔχῃ τροφὴν ἐν τῷ θέρει· τὰς δ' ἐν τοῖς ἐφύδροις ἢ ὅσα τῶν γενῶν ὑβριστικὰ τοῦ ἦρος ὅπως διεσκεδασμένου τοῦ ὑγροῦ καὶ τμηθείσης ἐν ὥρᾳ τοῦτ' ἀπορρυῇ. Διὰ γὰρ τὸ πλῆθος οὐ πεττούσας τοῦθ' ὑβρίζειν ἄλλως καὶ ἐκκληματοῦσθαι. Φυτοῖς δ' οὖσι τοῖς τοιούτοις καὶ ἐπισπείρειν ἐπὶ τὰ ἄνδηρα δεῖ κριθὰς καὶ κυάμους ἐπειδὴ ταῦτα ξηραντικώτατα πάντων.

[5] Αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται παρ' ἑκάστων. Ἀκριβεστάτη δὲ ἡ ἐν ἀμφοῖν διαίρεσις, ἔν τε ταῖς χώραις καὶ τοῖς γένεσι καὶ πρὸς τὰς ὥρας καὶ πρὸς τὸ βραχυτομεῖν ἢ μακροτομεῖν. Ἔνια γὰρ οὐ φέρουσι κἂν βραχὺ τμηθῶσιν ἀλλ' εἰς τὴν βλάστησιν τρέπονται καθάπερ ἡ ἀφυταῖος καλουμένη. Καὶ ἐν Ἀκάνθῳ δὲ ἐπὶ τέτταρας ὀφθαλμοὺς ἐλαχίστους τέμνουσιν. Αἱ δὲ μακροτομούμεναι ταχὺ καταγηράσκουσι διὰ τὴν πολυκαρπίαν. Νέας δ' οὖν οὔσας ἀναγκαῖον βραχυτομεῖν ὅπως καὶ ῥιζωθῶσι καὶ αὐξηθῶσι. Καὶ περὶ μὲν ἀμπελουργίας ἐκ τούτων ἄν τις θεωρήσειεν.

[16]

[1]    Ἐπεὶ δ' ὅμοιον τῷ τοιούτῳ καὶ ὥσπερ δεύτερον ἡ βλαστολογία δεῖ καὶ ταύτην εὐθὺς ποιεῖσθαι καὶ βλαστολογεῖν ὅταν διαφαίνωσι τὸν καρπόν. Μετὰ δὲ ταῦτα εὐθὺς τὸ δεύτερον σκάπτειν ὅπως ὅ τε καρπὸς καὶ ὁ βλαστὸς νέος ὢν καὶ ἐν ὁρμῇ τοῦ βλαστάνειν ὡραίαν λάβη τὴν σκαπάνην, ἔπειτα πάλιν βλαστολογεῖν πρὸ τοῦ ἀνθεῖν. Συμβαίνει γὰρ ἐν τούτῳ τὸ βοστρύχιον αὔξεσθαι διὰ τὸ μήπω συνεστᾶναι τὰς ῥάγας, ὅταν δὲ ἀπανθήσῃ τὸ μὲν συνέστηκεν αἱ δὲ συνίστανται καὶ αὔξονται.

[2] Τὸ δ' ὅλον ἀκμαῖα μάλιστ' ἀποδίδοσθαι ζητεῖ τῶν ἔργων ἥ τε βλαστολογία καὶ ὁ σκαφητὸς ὁ μέσος· τῇ γὰρ ἀμπέλῳ τότε συμβαίνει πρὸς αὔξησιν ὁρμᾷν τῶν τε παρόντων καρπῶν καὶ τῶν βλαστῶν ἐν οἷς ἄρχεται γονεύειν τὸν εἰς νέωτα καρπόν. Ἐὰν οὖν ὁ καιρὸς μὴ παρεθῇ καλῶς γονεύσει· βλαστάνει δὲ μεχρὶ τοῦ κυνὸς ἐπιτολῆς, ὅταν δὲ ἐπιτείλῃ παύεται τὰ μέλλοντα καλῶς ἐγκύμονα γίνεσθαι. Θερμαίνοντος γὰρ τοῦ ἡλίου τὸ προηγούμενον τῶν βλαστῶν ἁπαλὸν ἀποσκληρύνεται καὶ παύεται· πεπαυμένης δὲ τῆς αὐξήσεως φύσιν ἔχει τὸ συνίστασθαι τὴν ὑγρότητα τοῦ βλαστοῦ καὶ ἐκ ταύτης φύεσθαι τὸν καρπόν. Ὅσα δ' ἐν παλινσκίοις ἢ ἐφύδροις ἐστὶ κρατεῖ τοῦ ἡλίου καὶ πλείω χρόνον αὔξεται.

[3] Καιρὸν δέ τινα ζητεῖ καὶ ἡ διαστολὴ καὶ ἡ κόλουσις, οὐ μὴν ἄσημον γ' ὁμοίως οὐδὲ χαλεπὸν καταμαθεῖν. Τὴν δ' ὑποκόνισιν τὸ μὲν ἐν τοῖς πρώτοις καιροῖς ὅταν ἄρχωνται περκάζειν οἱ βότρυες μὴ ἐᾷν ἄχρι οὗ πεπανθῶσιν ὀρθῶς ἔχει· κωλύουσι γὰρ τὴν ὁρμὴν τῆς πέψεως ἀντισπῶντες ἑτέρᾳ κινήσει· δι' ὃ οὐδὲ τὴν πόαν οἴονται δεῖν ἐκτίλλειν. Ὡς δ' ὅλως ἀχρεῖον καὶ βλάπτον οὐκ ὀρθῶς· ἥ τε γὰρ χρεία μαρτυρεῖ καὶ τὸ ἐφ' ἑτέρων γινόμενον· οἱ γὰρ σίκυοι δοκοῦσι τρέφεσθαι τούτῳ καὶ ἁπαλώτεροι γίνεσθαι κατακρυπτόμενοι τῷ κονιορτῷ δι' ὃ καὶ Μεγαρεῖς κρύπτουσι.

[4] Θαυμάζεται δ' εἰ ξηρὸς ὢν τρέφει· τὸ δ' αἴτιον ἴσως ἐκ πλειόνων ἂν εἴη καὶ τῷ κινουμένης τῆς γῆς ἀναδίδοσθαι τροφὴν ἐνίκμου τινὸς ἀέρος ὥσπερ ἐπὶ τῶν ἀτμωδῶν ἐλέχθη καὶ τῷ προβολὴν ἅμα πρὸς τὸν ἥλιον εἶναι· καὶ ἔτι καταξηραινόμενος ἁπαλῇ ξηρότητι καὶ μαλακῇ μᾶλλον ἐπισπᾶται τὴν τροφὴν ἐκ τοῦ ἀέρος· πάντα γὰρ ταῦτα συνεργεῖ καὶ πρὸς εὐτροφίαν καὶ πέψιν. Ἡ δὲ τῶν σικύων κατάκρυψις οὐκ ἄλογος· ἀναξηραίνων γὰρ ὁ ἥλιος σκληρύνει δι' ὃ καὶ ὑπὸ τὰ φύλλα κρύπτουσιν ὥστε ἐπιβολὴν ἔχοντες καὶ βρεχόμενοι ἀμφοτέρως εὐτραφεῖς γίνονται καὶ ἁπαλοί. Καὶ περὶ μὲν ἀμπέλων ἱκανῶς εἰρήσθω.

[17]

[1]    Πάντων δὲ ἰδιώτατον εἶναι δοκεῖ τῶν κατὰ τὰς θεραπείας οἱ ἅλες οἱ τοῖς φοίνιξι παραβαλλόμενοι, καὶ γὰρ πρὸς εὐβλαστίαν καὶ πρὸς εὐκαρπίαν χρήσιμοι· ἐπεὶ ὅσα γε πρὸς ἰατρείαν τινὰ τῶν τοιούτων ἢ φυλακὴν οὐδὲν ἄτοπον οἷον ἡ τέφρα ταῖς τε συκαῖς καὶ τῷ πηγάνῳ [ξηρὰ γὰρ] πρὸς τὸ μὴ σκωληκοῦσθαι μηδὲ σήπεσθαι τὰς ῥίζας· βοηθεῖ γὰρ καταξηραίνουσα.

[2] Περὶ δὲ τῶν ἁλῶν ἢ τῆς ἅλμης ἣν παρέχουσιν, οἱ μὲν γὰρ οὕτως ποιοῦσιν οἱ δ' ἐκείνως, ἁπλῆ μέν τις αἰτία δι' ὅτι φιλεῖ χωρία ἁλμυρώδη. Σημεῖον δ' ὅτι παρ' οἷς πλῆθος φοινίκων ἐν τούτοις (ἅλς) ἐστιν, οἷον Λιβύῃ, Συρίᾳ, ταῖς ἄλλαις ὥστε καθάπερ οἰκείαν τινὰ βοήθειαν βοηθοῦσι διὰ τῶν ἁλῶν. Ὅτι μὲν γὰρ ὁ φοῖνιξ χαίρει τῷ ἁλμώδει κοινή τις ἂν αἰτία λέγοιτο περὶ πάντων ὅσα ζητεῖ τόπους διαφόρους ἀπὸ τῶν πρώτων καὶ μεγίστων ἀρχομένοις οἷον ἐνύδρων χερσαίων καὶ ὅσαι δὴ καθ' ἑκάτερα τούτων διαφοραί.

[3] Δῆλον γὰρ ὡς τῇ κράσει πως σύμμετροί τε καὶ οἰκεῖοι καθ' ἕκαστα τυγχάνουσιν ὥσπερ ἐπὶ τῶν ζώων· ὁ γὰρ αὐτὸς λόγος καὶ περὶ τούτων καὶ ἡ αὐτὴ ζήτησις. Οὐ μὴν ἀλλ' εἴ γέ τι καὶ περὶ τούτου ἴδιον χρὴ εἰπεῖν ἐν ἀμφοῖν τὴν αἰτίαν ζητητέον ἔν τε τῷ τὴν γῆν ποιάν τινα ποιεῖν καὶ ἐν τῷ τὰς ῥίζας ἅπερ ἄμφω συμβαίνει διὰ τῶν ἁλῶν· τὴν μὲν γὰρ ποιοῦσι κούφην καὶ χαύνην τὰς δὲ ῥίζας εὐτραφεστέρας καὶ παχυτέρας ἑλκτικωτέρας ποιοῦντες τῷ πόρους τινὰς ἀνοίγειν καὶ ἔτι τῷ καταψύχειν, ὅπερ ἡ κόπρος οὐ ποιεῖ διὰ τὸ ἔμπυρον.

[4] Ὁ δὲ φοῖνιξ τὸν μὲν ἀέρα τὸν περιέχοντα ζητεῖ θερμὸν, οὕτω γὰρ ἡ πέπανσις τοῦ καρποῦ, τὰς δὲ ῥίζας καταψύχεσθαι διὰ τὴν ξηρότητα, τοῦτο δὲ ποιοῦσιν οἱ ἅλες. Ὅθεν καὶ τοῖς μὲν χρῶνται Βαβυλώνιοι, τῇ κόπρῳ δὲ οὐ χρῶνται. Τοῦ δὲ μόνῳ τούτῳ συμφέρειν τὴν ἰδιότητα τῆς φύσεως αἰτιατέον· ὥσπερ γὰρ τὸ ξύλον καὶ αἱ ῥίζαι διάφοροι τῶν ἄλλων δι' ὅπερ ἀναδηχθεῖσαι μᾶλλον ἐπισπῶνται τὴν τροφὴν καὶ αὐταὶ ἀρκοῦνται καὶ τὸ ὅλον δένδρον αὔξουσι.

[5] Ποιεῖ δὲ καὶ ὡς ἡ γεωργία τὰς ῥίζας πάντων ἑλκτικωτέρας· οὕτω γὰρ καὶ ἐξημεροῦνται τῶν ἀγρίων ἔνια· καὶ ἡ κόπρος δ' ἡ ἰσχυροτάτη τὸ αὐτὸ τοῦτο δρᾷ, καθάπερ ἡ σκυτοδεψικὴ τὰς τῶν μυρρίνων καὶ οὖρον παραχεόμενον· ἄμφω γὰρ διαδύνεται μᾶλλον· αἱ δὲ ῥίζαι δέονται τῆς ἀναδήξεως καί τινων ἄλλων τοιούτων καὶ τῶν ῥοιῶν· καὶ γὰρ ταύταις παρέχουσιν καὶ τὴν σκυτοδεψικὴν παραβάλλουσι πλὴν οὐχ ὁμοίως καὶ τῆς μυρρίνης ἀλλ' ἧττον·

[6] αἱ δ' ὑγραὶ καὶ σαρκώδεις οὐ δέονται τῆς ἀναστομώσεως καὶ δήξεως. Ὅλως δ' αἱ μεταβολαὶ τῶν δένδρων διὰ τὰς θεραπείας ὥστε ἐξ ὀξέων καὶ πικρῶν γλυκέα γίγνεσθαι καθάπερ αἵ τε ῥοαὶ καὶ αἱ ἀμυγδαλαῖ καὶ εἴ τι ἄλλο τῷ τὰς ῥίζας ἀλλοιοῦσθαι μεταβάλλει· μεταβάλλουσι δὲ κατὰ τὴν γῆν καὶ τὴν τροφήν· γλυκέα μὲν οὖν μετὰ τρία ἢ τέτταρα ἔτη γίνεται· τοσοῦτον γὰρ ἡ θεραπεία· ῥόαι δὲ πικραὶ διαμένουσι καί τινα πλείω χρόνον.

[7] Μεταβολὴ δ' εὐλόγως τῶν καρπῶν ἐκπεττομένης μᾶλλον τῆς τροφῆς, ἐκπέττεται δὲ τῷ τοιούτῳ ποιάν τινα τὴν ῥίζαν εἶναι. Τὸ δ' ὅλον ὥσπερ καὶ πρότερον ἐλέχθη περὶ τῶν σπερμάτων κινουμένης καὶ μεταβαλλούσης τῆς ἀρχῆς συμμεταβάλλει καὶ τἆλλα καὶ ἡ ὅλη φύσις. Αἱ τροφαὶ δὲ κινοῦσιν καὶ ἐξαλλοιοῦσιν ἐὰν πλείω γίνωνται χρόνον. Ἐπεὶ καὶ ὅσα τοῖς θερμοῖς ἀρδευόμενα βελτίω καθάπερ ἥ τε μηλέα ἡ ἠρινὴ καὶ ὁ μύρρινος· καὶ γὰρ οὕτως ἀπύρηνος ὥσπερ φασὶ γίνεται. Καὶ ἐξ ἀρχῆς οὕτω συνώφθη κατὰ σύμπτωμα πρὸς λούτρῳ ὄντος μυρρίνου καὶ ἐξημελημένου· τούτου γὰρ ἀπυρήνου γενομένου λαμβάνοντες ἐφύτευον ὅθεν τὸ γένος Ἀθήνῃσι γέγονεν. Ἀλλὰ ταῦτα μὲν ἔχοντά τινα ὁμοιότητα πρὸς πίστιν εἴρηται τῶν ἐξ ἀρχῆς.

[8] Ἡ δ' ἁλυκότης τῶν ὑδάτων ὅτι καὶ τῶν λαχανωδῶν τισὶν ἁρμόττει καὶ δι' ὅτι τῷ λίτρῳ χρῶνται πρὸς ἔνια πρότερον εἴρηται, δι' ὃ καὶ τοῦθ' ὡς (ἐοικὸς) οἰκεῖον παραληπτέον· ἀπὸ γὰρ τούτων δῆλον ὅτι καὶ τῆς τροφῆς καὶ τούτων ἡ γλυκύτης. Ἀλλὰ τοῖς μὲν πικρότης τις ἐν τοῖς χυλοῖς σύμφυτος τῷ δὲ φοίνικι στρυφνότης ἣν ἐξαιροῦσιν εὐθὺς οἱ ἅλες ἐκ τῆς πρώτης ἀρχῆς. Περὶ μὲν οὖν τῶν ἁλῶν ἱκανῶς εἰρήσθω.

[18]

[1]    Τὸ δὲ μὴ ἐπιμένειν ἐπὶ τῷ θήλει φοίνικι τὸν καρπὸν ἂν μὴ τὸ τοῦ ἄρρενος ἄνθος κατασείωσι ἅμα τῷ κονιορτῷ κατ' αὐτοῦ, καὶ γὰρ τοῦτο λέγουσί τινες, ἴδιον μὲν παρὰ τὰ ἄλλα παρόμοιον δὲ τῷ ἐρινασμῷ τῶν συκῶν. Ἐξ ὧν πρὸς τὸ τελειογονεῖν μὴ αὔταρκες εἶναι τὸ θῆλυ καὶ μάλιστα ἄν τις ἐπαγάγοι, πλὴν ἐχρῆν τοῦτο μὴ ἐφ' ἑνὸς ἢ δυοῖν ἀλλ' ἐπὶ πάντων ἢ τῶν πλείστων εἶναι· τὴν γὰρ φύσιν οὕτω κρίνομεν τοῦ γένους. Ἀτοπώτατον δὲ καὶ ἐπ' αὐτῶν τούτων τὸ τοῦ φοίνικος, ὁ γὰρ ἐρινασμὸς δοκεῖ φανερὰν ἔχειν τὴν αἰτίαν. Ἀλλὰ περὶ μὲν τούτων ἅλις.

[2] Ἡ δὲ τῶν ἄλλων ἰδιότης ὅσων ἐστὶν συμφανεστέρας ἔχει τὰς αἰτίας, οἷον ὡς τὴν ἀμυγδαλῆν ὅταν ἄρχηται καρποφορεῖν οὔτε ὑδρεύουσιν οὔτε κοπρίζουσιν οὔτε διακαθαίρουσιν εἰ μὴ τὰ αὖα μόνον, οὐδ' ἄλλο τῶν τοιούτων οὐδὲν δρῶσι· πάντα γὰρ ἀφαιροῦσιν ὅπως μὴ ὑπερισχύσασα ἀποβάλλῃ τοὺς καρποὺς ἐν τῷ ἀνθεῖν, δι' ὃ καὶ χώραν οὐκ ἀγαθὴν ζητοῦσιν. Ἐὰν δὲ μετὰ ταῦτα ἀκαρπῇ τάς τε ῥίζας γυμνώσαντες παραδιδόασι τῷ χειμῶνι καὶ τὰς ἄλλας κολάσεις προσφέρουσι τὰς εἰρημένας.

[3] Ὁμοίως δὲ ὅσων οἱ φλοιοὶ περιαιροῦνται καθάπερ ἀμπέλου, κέδρου, φιλύρας καὶ ὅλως τῶν φλοιορραγῶν. Αὐτὴ γὰρ ἡ φύσις ἐνταῦθα ἔοικεν ἐπιδεικνύναι τὸ συμφέρον ἀφισταμένη καὶ ἀλλότριον ποιοῦσα· τὸ δ' ἀλλότριον ἅπαν βλαβερὸν ὥσπερ καὶ τὸ αὖον. Καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρόπον ὅπου τις ἰδιότης οἰκεία πρὸς τὴν φύσιν. Καὶ περὶ μὲν δένδρων ἐκ τούτων θεωρητέον.

[19]

[1]    Ἔχει δὲ ὁμοίως καὶ ἐπὶ τῶν στεφανωματικῶν καὶ ὅλως τῶν φρυγανικῶν σχεδὸν δὲ καὶ τῶν λαχανηρῶν. Τὰ μὲν γάρ ἐστι κοινὰ πᾶσιν οἷον ὕδρευσις, κόπρισις, ἡ τοῦ ἐδάφους ἐργασία, τὰ δὲ ἴδια καθ' ἕκαστον γένος οἷον ἡ διακάθαρσις· [τοῖς φρυγανικοῖς ὁμοίως ἐν στεφανώμασι καὶ λαχάνοις] καὶ γὰρ ὁ ἕρπυλλος αὐαίνεται μὴ διακαθαιρόμενος καὶ τὸ σισύμβριον καὶ τἆλλα. Τὰς δὲ δὴ ῥοδωνίας οὐ κατακόπτουσι μόνον ἀλλὰ καὶ ἐπικάουσιν· ἀνανθεῖς γὰρ γίνονται καὶ ἐκλοχμοῦνται μὴ τοῦτο πάσχουσαι δι' εὐτροφίαν.

[2] Καὶ ὁ ῥάφανος δὲ καὶ τὸ πήγανον ἀποσκληρύνονται καὶ ἀποξηραίνονται. Κολουσθέντα δὲ καὶ παλιμβλαστῆ γενόμενα μείζω καὶ καλλίω καὶ εὐχυλότερα· δεῖ γὰρ καὶ τῶν χυλῶν καὶ τῶν ὀσμῶν ἀφαιρεῖσθαι τὸ ἄγαν δριμὺ, τῇ γὰρ μεσότητι τὸ ἡδὺ καὶ τὸ σύμμετρον. Ἐν δὲ τοῖς ἄλλοις ἀφαίρεσις μὲν οὐκ ἔστι πλὴν ὅσα κειρόμενα καλλίω καθάπερ τὸ πράσον ἢ εἴ τι τῶν πολυβλαστῶν.

[3] Ἡ δὲ τῶν παραφυομένων ἐξαίρεσις καὶ ἡ αὐτῶν τῶν ὁμογενῶν ὅταν ᾖ πυκνὰ καθαπερεὶ διακάθαρσις γίνεται τροφὴν πλείω ποιοῦσα καὶ αὔξησιν τοῖς λοιποῖς. Ἔχει δὲ καὶ ἰδιότητας ἔνια καθάπερ ἐπὶ τοῦ πηγάνου πρότερον ἐλέχθη καὶ ἐπ' ἄλλων ἐστίν. Ἀλλὰ ταῦτα μὲν ἐλάττω καὶ σχεδὸν φανερά.

[20]

[1]    Λοιπὰ δὲ καὶ ὥσπερ ἀντικείμενα τοῖς περὶ τὰ δένδρα τὰ περὶ τὴν ψιλὴν γεωργίαν ἐστίν· ἐνταῦθα δὲ ἥ τε τῆς γῆς κατεργασία καὶ ἡ τῶν σπόρων ὥρα καὶ μετὰ ταῦτα σπαρέντων κατεργασία, πρότερον δ' ἔτι τούτων ἢ καὶ ἅμα τὴν οἰκείαν ἑκάστῳ σπέρματι ἰδεῖν ὥσπερ καὶ ἐπὶ τῶν δένδρων. Ἔστι δὲ καὶ κατὰ τὰς ἐργασίας τὸ οἰκεῖον, οἱονεὶ τὴν μὲν θέρους τὴν δὲ χειμῶνος νεᾷν ἢ σκάπτειν ἤ τι τοιοῦτον ἕτερον, ἅπερ ἐπιχειροῦσί τινες διαιρεῖν.

[2] Δεῖ γὰρ ὥς φασι τὴν μὲν ἔπομβρον καὶ στερεὰν καὶ βαρεῖαν καὶ τὴν πίειραν θέρους ἐργάζεσθαι καὶ τοῖς ἀρότροις καὶ τῇ σκαπάνῃ, τὴν δὲ ξηρὰν καὶ μανὴν καὶ τὴν λεπτὴν καὶ κούφην τοῦ χειμῶνος. Δύναται γὰρ ἡ μὲν ξηραίνειν καὶ λεπτύνειν, ἡ δὲ χειμερινὴ παχύνειν καὶ ὑγραίνειν. Ἑκατέρα δὲ τούτων δεῖται πρὸς τὸ ἐνδεὲς τῆς φύσεως. Καὶ κοπρίζειν πλεῖον μὲν τὴν λυπρὰν ἔλαττον δὲ τὴν ἀγαθὴν καὶ διὰ τὴν ἀρετὴν τῆς γῆς καὶ διὰ τὸ ἐκ τῆς κόπρου πλείω λαμβάνειν τροφὴν ἢ ὥστε πέττειν.

[3] Μίσγειν δὲ καὶ τὴν γῆν τὴν ἐναντίαν οἷον τῇ βαρείᾳ τὴν κούφην καὶ τῇ κούφῃ τὴν βαρεῖαν καὶ τὴν λεπτὴν τῇ πιείρᾳ, ὡσαύτως δὲ καὶ τὴν ἐρυθρὰν καὶ τὴν λευκὴν καὶ εἴ τις ἄλλη ἐναντιότης. Οὐ γὰρ μόνον ἡ μίξις ἀποδίδωσι τὸ ἐλλεῖπον, ἀλλὰ καὶ ὅλως σφοδροτέρας ποιεῖ καὶ ἐὰν ἡ τυχοῦσα ᾖ μίξις· οἷον ἐὰν τὴν ἀπειρηκυῖαν καὶ μὴ δυναμένην φέρειν ἑτέρᾳ μίξῃς πάλιν φέρει καθαπερανεὶ καινὴ γεγενημένη, καὶ ἡ καθ' αὑτὴν οὐ φέρουσα καθάπερ ἡ ἄργιλος ὅταν μιχθῇ ποιεῖ φορόν· ὥσπερ γὰρ κόπρος ἡ ἑτέρα τῇ ἑτέρᾳ γίνεται.

[4] Δι' ὃ ταῦτα ποιοῦσι Μεγαρεῖς καὶ δι' ἐτῶν πέντε ἢ ἓξ σκάπτοντες βαθεῖαν ἀναβάλλουσι τὴν κάτωθεν ἐφ' ὅσον διϊκνεῖται τὸ ὕδωρ ἵνα καινὴν ποιῶσιν· ἡ γὰρ τρόφιμος ἀεὶ καταρρεῖ ὑπὸ τοῦ ὕδατος. Σπείρειν δὲ κελεύουσι τὴν ξηρὰν καὶ τὴν θερμὴν πρὸ τῶν ὑδάτων ὅπως λαμβάνουσα πλῆθος ὕδατος ἐκτρέφειν δύνηται. Καὶ τὴν δ' ἐπομβρίαν ὡσαύτως ἵνα τὰ σπέρματα λαμβάνωσι καὶ βλαστόντα καὶ αὐξηθέντα θερμῇ τῇ γῇ δυνατώτερα δέχηται τὸν ὄμβρον· ἐὰν δὲ μὴ ἐν ξηρᾷ προεργασάμενον τὴν γῆν ὀψὲ ποιεῖσθαι τὸν σπόρον.

[5] Σπείρειν δὲ δεῖ τὸν μὲν πρωϊνὸν μανὸν τὸν δὲ ὄψιον πυκνόν· ὁ μὲν γὰρ οὐκ ἔχει ῥίζωσιν ὁ δὲ ἔχει καὶ γίνεται πολυσχιδής. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, πλείω γάρ ἐστι, διακριβοῦν εἴ τις θέλει τὰς ἐργασίας μᾶλλον, ἕκαστα δεῖ σκοπεῖν πρὸς τὴν χώραν· ἔνιαι γὰρ οὐ δέχονται τὰς ἀκριβείας ἀλλὰ διαμάρτοι ἂν ὁ ποιῶν. Ὅπερ ἔπαθέ τις ἀνελθὼν εἰς Συρακούσας ἐκ Κορίνθου τὴν ἐργασίαν τὴν ἐντεῦθεν μεταφέρων· καὶ γὰρ τὸ χωρίον τὸ δοκοῦν ἀγαθὸν ἐκλιθολογήσας διέφθειρεν· ἐξεπήγνυτο γοῦν ὁ σῖτος οὐκ ἔχων οὐδεμίαν προβολὴν ἐξαιρεθέντων τῶν λίθων. Καί τις ἐν Συρίᾳ κατὰ βάθος ἀρόσας ἀνεξήρανεν· ὑπὸ γὰρ τοῦ θέρους διακαιομένη (ἡ γῆ) ἐπὶ πλεῖον ὑπόπετρος οὖσα διέκαιε (δι' ὃ) καὶ μικροῖς ἀρότροις οἱ Σύροι χρῶνται. Ταῦτα μὲν οὖν πειρατέον ἐπικρίνειν.

[6] Ὡς δὲ κοινῇ καὶ καθόλου πᾶσιν εἰπεῖν μέγιστον μὲν καὶ πρῶτόν ἐστι τὴν σπορευτὴν χώραν κατειργάσθαι καλῶς· εἰς διειργασμένην γὰρ καλῶς πεσὸν τὸ σπέρμα καλῶς ἐκφύεται διημερωθείσης τῆς γῆς. Εἶθ' ἡ κόπρισις καὶ ἡ ἄλλη θεραπεία μετὰ ταῦτα διαβεβλαστηκότων ἤδη, οἷον σκάλσις καὶ ποασμός.

[7] Ἡ δὲ κατεργασία ἐν τῷ νεᾷν κατ' ἀμφοτέρας τὰς ὥρας καὶ θέρους καὶ χειμῶνος ὅπως χειμασθῇ καὶ ἡλιωθῇ ἡ γῆ καθάπερ καὶ ἐπὶ τῆς φυτείας ἐλέχθη. Πολλάκις γὰρ μεταβληθεῖσα μανὴ καὶ κούφη καὶ καθαρὰ γίνεται τῆς ὕλης ὥστε ῥᾳδίως ἐκτρέφειν. Καὶ διὰ τοῦτο κελεύουσιν οὐδὲ τὰ χεδροπὰ συμβάλλειν εἰς τὰς νέας ἐὰν μή τι σφόδρα πρώϊον ὅπως μὴ κωλύσωσι τὴν θερινὴν νέανσιν· ἀγαθὴν γὰρ οἴονται τὴν χιόνα ταῖς χειμεριναῖς νέαις καὶ οὐχ ἧττον τὴν πάχνην εἶναι· διεσθίειν γὰρ καὶ μανοῦν τὴν γῆν.

[8] Καὶ ὅταν μετὰ τοὺς πρώτους ἀρότους νεάσωσι πάλιν τοῦ ἦρος μεταβάλλουσιν ὅπως τὴν ἀναφυομένην πόαν ἀπολέσωσιν, εἶτα θέρει ἀροῦσι καὶ πάλιν ὅταν μέλλωσι σπείρειν ὑπήροσαν ὡς δέον καθάπερ ἐλέχθη προκατεργάσασθαι καὶ περὶ τοῦτο μάλιστα σπουδάσαι. Δι' ὃ καὶ τὴν ἀπὸ τῆς δικέλλης ἐργασίαν μᾶλλον ἐπαινοῦσιν, ἡ δ' ἀπὸ τοῦ ἀρότρου δοκεῖ πολλὰ παραλείπειν. Θέτταλοι δ' ἰσχυρότερον ἔτι τῆς δικέλλης ὄργανον ἔχουσιν ὃ καλοῦσι μίσχον ὃ μᾶλλον εἰς βάθος κατιὸν πλείω γῆν περιτρέπει καὶ κατωτέρωθεν. Αὕτη μὲν οὖν τῆς χώρας ἡ κατεργασία.

[9] Συμβαίνει δὲ τοῖς εἰς ταῦτα πονήσασιν ἧττον ἐν τοῖς ἄλλοις κακοπαθεῖν· ὅσοι δ' ἂν μαλακωτέρως, ἀναγκάζονται πολλάκις καὶ σκάλλειν καὶ βοτανίζειν ἅτε πολλῆς πόας ἐκφυομένης. Οὕτω γὰρ ἀπόλλυται τὰ σπέρματα, προτερεῖ δὲ τοῦ σίτου διά τε τὴν ἰσχὺν καὶ τὸ προϋπάρχειν· ἐπεὶ πρότερον αὐξηθέντος τοῦ σίτου πολλὰ καταπνίγεται καὶ ἀπόλλυται καὶ τὸ ὅλον οὐχ ὁμοίως βλάπτει τὰ σπέρματα.

[21]

[1]    Τὰ δ' οἰκεῖα τῇ μὲν ἐπόμβρῳ καὶ ψυχρᾷ τὰ ἀνοστιμώτατα πρὸς τὴν σιτοποιΐαν ὁμοίως καὶ πυρῶν καὶ κριθῶν καὶ τῶν ἄλλων· ἀραιὰ γὰρ ταῦτα. Τὰ δ' ἄλλα πλείονος ὄμβρου δεῖται· καὶ τὰ μέλανα τῶν λευκῶν. Ἐν δὲ ξηρᾷ καὶ ἐρυθρᾷ καὶ ἐν ψυχροῖς τόποις πολύνοστα· καὶ τὰ λευκὰ μᾶλλον τῶν μελάνων ὅπως ἁδρύνηται πρὸ τῆς ἀπολείψεως τῶν ὑδάτων· αὔξεται γὰρ καὶ φθάνει τὰ λευκὰ μᾶλλον τῶν μελάνων. Ἐν δὲ ταῖς εὐκρασίαις τὰ ἀνὰ μέσον. Οἱ μὲν οὖν οὕτω διαιροῦσιν οἱ δ' ἄλλως.

[2] Ὡς δ' ἁπλῶς εἰπεῖν ἡ μὲν λεπτὴ κριθοφόρος ἀμείνων, ἡ δὲ πίειρα πυροφόρος· αἱ μὲν γὰρ ἐλάττους καὶ κουφοτέρας δέονται τροφῆς, οἱ δὲ πλείονος καὶ σωματωδεστέρας. Τῶν δὲ πυρῶν ὁ μὲν τρίμηνος ἐν τοῖς λεπτογείοις καλλίων· σύμμετρος γὰρ ἡ τροφὴ κούφη κούφοις· ὁ δὲ λιβυκὸς καὶ ὁ δρακοντίας καὶ ὁ στραγγίας καὶ ὁ σελινούσιος ἐν ἀγαθῇ, πολύτροφοι γάρ· σημεῖον δ' ὅτι κάλαμον ἔχουσι παχύν· ἁπλῶς δὲ καὶ εἴ τις ἄλλος τοιοῦτος. Εἰ δέ τις πολυχίτων ὥσπερ ὁ θρᾴκιος, ἐν τοῖς χειμερινοῖς· ἀπαθὴς γὰρ ὑπὸ τοῦ ψύχους· ὁ δὲ χαῦνος καὶ μανὸς ὥσπερ ὁ καγχρυδίας, ἐν τοῖς ἐπόμβροις· τροφῆς γὰρ πολλῆς καὶ οὗτος δεῖται, δι' ὃ καὶ παχυκάλαμος.

[3] Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν χεδροπῶν. Ἡ μὲν γὰρ γλίσχρα καὶ μελάγγεως ἐρέβινθον, ἡ δὲ κούφη κύαμον φέρει καλλίω, σύμμετρα γὰρ ἑκατέρῳ τὰ τῆς τροφῆς. Καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρόπον ἀεὶ πρὸς τὰ τῆς τροφῆς ἀνακτέον συμπαραλαμβάνοντα καὶ τὰ τοῦ ἀέρος. Ἡ γὰρ εὔειλος καὶ ἁπλῶς ἡ εὐδιεινὴ τὰ ἀσθενέστερα ἐκφέρει μᾶλλον ἡ δ' ἐναντία τὰ ἰσχυρά. Καὶ ἡ ἀνύφαμμος δὲ καὶ πηλώδης τὰ ὀλιγότροφα καὶ ξηρὰ καθάπερ τὴν ἀχιλληΐδα· καὶ γὰρ λευκαίνει μᾶλλον ἐκπέττουσα τὰς τροφάς· καὶ φέρει δὲ καὶ τεράμονα τὰ ξηρὰ καὶ τὰ πρόσειλα, πέττει γὰρ ὁ ἥλιος μᾶλλον, ἐν δὲ τοῖς εὐγείοις καὶ πίοσιν οὐχ ὁμοίως.

[4] Πυρὸς δὲ κριθῆς ἐν τοῖς ὀμβρώδεσιν εὐθενεῖ μᾶλλον καὶ τὸ ὅλον δὲ πρὸς τὰς ἐπομβρίας ἰσχυρότατος. Φέρει δὲ καὶ ἐν τοῖς ἀκόπροις μᾶλλον· αἴτιον δὲ ὅτι θερμὸς ὢν ἐκπέττειν δύναται μᾶλλον καὶ κόπρον οὐκ ἐπιζητεῖ διὰ τὸ ἔχειν ἐν ἑαυτῷ ὃ ἔδει ἐκ τῆς κόπρου γίνεσθαι καὶ τὸ ὅλον ἰσχυρότατός ἐστι καὶ πρωϊσπορεῖται καὶ ἐν τοῖς ψυχροῖς καταβάλλεται μᾶλλον. Ἡ δὲ ἰσχὺς θερμότητι καὶ τῷ μᾶλλον πολυχίτωνα εἶναι· δι' ὃ καὶ ἡ διὰ χρόνου γεωργουμένη γῆ πυροὺς φέρει μᾶλλον ἢ κριθάς· κατακρατεῖ γὰρ τῆς τροφῆς ἰσχυροτέρας οὔσης ὁ πυρὸς μᾶλλον. Ἐνιαχοῦ δ' οὐχ ὁμοίως ἐθέλει φέρειν μὴ ἐμπρησθείσης τῆς ὕλης· οὕτως δ' ὥσπερ μανοῦται καὶ κοπρίζεται.

[5] Ὡς δὲ ἁπλῶς εἰπεῖν πάντα ἐν ταύταις μεγίσταις καὶ κοινοτάταις ἐστὶν διαφοραῖς, ἐν τῇ τῆς χώρας φύσει τῇ τῶν σπερμάτων ἰσχυῒ καὶ ἀσθενείᾳ καὶ ἐν τῇ τοῦ ἀέρος κράσει, δι' ὃ σκεπτέον ταῦτα. Χειμῶνες δὲ ἐπιγινόμενοι πανταχοῦ μὲν χρήσιμοι· ῥιζοῦται γὰρ καὶ καρκινοῦται μᾶλλον ὥστ' εἰς τὸ ἔαρ σύμμετρον ἀποδίδοται μέγεθος. Μάλιστα δ' ἐν ταῖς ἀγαθαῖς χώραις· τὰ γὰρ νότια καὶ ὅταν εὐδία ταχὺ ἀναδιδόασι καὶ ποιοῦσι λοχαίαν καὶ καρπὸν ἐρυσιβώδη. Τὰ δὲ πυκνόσπορα πρότερον ἀποχεῖται τῶν μανοσπόρων ὅτι τὰ μὲν ῥιζοῦται καὶ εἰς τὰ κάτω σχίζεται διὰ τὸ ἔχειν τόπον τὰ δ' εὐθὺς εἰς τὸ ἄνω τρέχει.

[22]

[1]    Χρὴ δὲ καὶ τὰ οἰκεῖα σπέρματα πρὸς εὐφορίαν καὶ τὰ νοσήματα τὰ συμβαίνοντα λαμβάνειν οἷον ἐρυσίβας· ἐπεὶ ἐν τοῖς κοίλοις καὶ ἀπνόοις γίνεται. (Τὰ ἐρυσιβούμενα, ἐν δὲ τοῖς εὐπνόοις) τὰ μὴ ἐρυσιβούμενα· τοιαῦτα δὲ τὰ ἐπικλινῆ τῷ στάχυϊ καὶ μὴ ὀρθά. Διὰ τοῦτο δὲ καὶ τὸ ἐπικύπτειν συμφέρει τὸν στάχυν ὅπως ἀπορρέῃ καὶ μὴ ἐμμένῃ τὸ ὕδωρ καὶ ἡ δρόσος. Ἐπικλίνουσι δὲ οἱ μακροὶ στάχυες μᾶλλον οἱ δὲ πλατεῖς καὶ βραχεῖς ὀρθότεροι δι' ὃ καὶ ἐρυσιβοῦνται ταῦτα διυγραινόμενα. Καὶ ὧν ὁ στάχυς ἀπήρτηται πολὺ τῶν φύλλων· ἐν γὰρ τοῖς φύλλοις ἐμμένει μᾶλλον ἡ ὑγρότης ὥστε πλησίον μὲν ὄντος εὐθὺς ἅπτεται πόρρω δὲ οὐχ ὁμοίως.

[2] Δι' ὃ καὶ ἡ μὲν ἀχιλληῒς κριθὴ καὶ λευκὴ καὶ μέλαινα ἐρυσιβώδης, ὀρθοὶ γὰρ οἱ στάχυες, ἡ δ' ἐτεόκριθος ἀσφαλὴς, ἀπονεύει γάρ. Τὰ δὲ προσήνεμα τῶν χωρίων ἧττον ἐρυσιβοῦνται· διὰ γὰρ τὴν κίνησιν ἀποσείεται καὶ ἀποπίπτει τὸ ὑγρόν. Ἐπεὶ καὶ ὅταν ὕσαντος πνεῦμα ἐπιγένηται καὶ πάλιν ἐπιλαμβάνῃ νὺξ ἧττον· τὸ μὲν γὰρ διέσεισεν ὁ δ' ἥλιος (οὐκ) εὐθὺς ἐπιγενόμενος οὐκ ἐποίησε σῆψιν ἀλλ' ἀνεξηράνθη πρότερον. Ἡ δ' ἐρυσίβη σαπρότης τις οὐδὲν δὲ σαπρὸν ἄνευ θερμότητος ἀλλοτρίας. Μάλιστα δὲ ἐρυσιβοῦται σῖτος ταῖς πανσελήνοις διὰ τὸ καὶ τὴν σελήνην τῇ θερμότητι σήπειν τῇ ἑαυτῆς. Ἀσθενέστερα δὲ καὶ ἐπικηρότερα πάνθ' ὡς ἁπλῶς εἰπεῖν τὰ λευκὰ τῶν μελάνων καὶ ἐπὶ τῶν φυτῶν ἐστι καὶ ἐπὶ τῶν ζώων. Ὅτι μὲν οὖν οἰκεῖα τὰ σπέρματα ταῖς χώραις ληπτέον φανερὸν ἐκ πολλῶν.

[3] Νοσήματα δὲ γίνεται πᾶσι τοῖς σπέρμασιν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσυμμετρίαν τῆς τροφῆς τε καὶ τοῦ περιέχοντος ἀέρος ὅταν ἡ μὲν πλείων ἡ δὲ ἐλάττων ὁ δὲ κάτομβρος ἢ κατάξηρος ἄγαν ἢ μὴ κατὰ καιρὸν ἀνυγραινόμενος τύχῃ· τότε γὰρ καὶ οἱ σκώληκες ἐγγίνονται τοῖς ὤχροις καὶ τοῖς λαθύροις καὶ τοῖς πισοῖς καὶ αἱ κάμπαι τοῖς ἐρεβίνθοις ὅταν οἱ μὲν ἀνυγρανθῶσι καὶ μεταξὺ ἐγγίνωνται θερμημερίαι· τῶν δὲ ἐρεβίνθων ὅταν ἡ ἅλμη κατακλυσθῇ καὶ ἀναγλυκανθῶσι· πανταχοῦ γὰρ ἡ φύσις ζωογονεῖ μιξαμένη πως τῇ ὑγρότητι τὸ θερμὸν καθάπερ ὕλην οὖσαν τὴν ὑγρότητα τῷ θερμῷ πρὸς τὴν σῆψιν.

[4] Ὃ καὶ ἐπὶ τῶν πυρῶν συμβαίνει κατὰ τοὺς σκώληκας· γίνονται γὰρ ἐν ταῖς ῥίζαις ὅταν νότια πλείω μετὰ τοὺς σπόρους ἐπιγένηται· τότε γὰρ ἀνυγραινομένης τῆς ῥίζης καὶ τοῦ ἀέρος ὄντος θερμοῦ ζωοποιεῖ πως ἡ θερμότης συσσήπουσα τὴν ῥίζαν, ὁ δὲ γενόμενος εὐθὺς κατεσθίει. Πέφυκε γὰρ ἐκ τῶν αὐτῶν ἑκάστοις ἡ γένεσις καὶ ἡ τροφή. Ἕτερος δ' ὅταν ἀποχυθῆναι διὰ τὸν αὐχμὸν μὴ δύνηται τὸ ἐγκατακλειόμενον ὑγρὸν ὑπὸ τοῦ θερμοῦ σήψεως γινομένης ἐζωοποίησεν, εἶθ' ὁμοίως ἡ τροφὴ διὰ τοῦ αὐτοῦ.

[5] Ταὐτὸ δ' ἔοικε τοῦτο καὶ ἐπὶ τῶν μηλέων καὶ ὅλως ἐπὶ τῶν δένδρων συμβαίνειν ὅσα σκωληκοῦται διψήσαντα· διὰ γὰρ τὸ ὀλίγον εἶναι τὸ ὑγρὸν καὶ μένειν ἐν τῷ δένδρῳ θερμαινόμενον σῆψιν ἐποίησεν ἐξ ὧν ὁ σκώληξ. Σημεῖον δὲ ὅταν ἄφθονος ἡ τροφὴ γίνηται· τότε γὰρ καὶ ἡ ἐπιρροὴ πρὸς τὰ ἄνω διαδίδοται καὶ πλείων οὖσα κατακρατεῖ καὶ οὐ σήπεται. Παραπλήσιον δὲ τὸ συμβαῖνόν ἐστι καὶ τῇ ἀμπέλῳ· καὶ γὰρ ἐν ταύτῃ τοῖς νοτίοις οἱ ἶπες γίνονται μᾶλλον ἅτε διυγραινομένης καὶ τοῦ ἀέρος γονεύοντος· εἶτ' εὐθὺς ἐξεσθίουσι τὸ ὁμογενές.

[6] Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἐλαῶν αἱ κάμπαι καὶ ἐφ' ὧν ἄλλα ἐγγίνεται ζῶα περὶ τὴν βλάστησιν ἢ τὴν ἄνθησιν ἢ καὶ ὕστερον· πάντα γὰρ ἐκ παραπλησίας αἰτίας ἐστὶ συνιστάμενα. Τῇ δ' ἀμπέλῳ μάλιστα τοῦτο συμβαίνει δι' ὅτι φύσει ὑγρόν ἐστι καὶ ἡ ὑγρότης αὐτῆς ἄχυλος καὶ ὑδατώδης· εὐπαθεστάτη γὰρ ἡ τοιαύτη. Ἐνιαχοῦ δὲ οὐ γίνονται τὸ ὅλον ἶπες ὅταν εὔπνους τε καὶ μὴ ἔνυγρος μηδ' εὔτροφος ὁ τόπος ὑπάρχῃ. Καὶ περὶ μὲν νοσημάτων ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥητέον.

[23]

[1]   Σπείρειν δὲ κελεύουσιν οἱ μὲν πρὸ πλειάδος· ξηρὰν γὰρ ἄνικμόν τε οὖσαν διαφυλάττειν τὸ σπέρμα τὴν γῆν. Οἱ δ' ἅμα πλειάσι δυομέναις ὥσπερ καὶ Κλείδημος· ἐπιγίνεσθαι γὰρ ὕδατα τὰ πολλὰ τῇ ἑβδόμῃ μετὰ τὴν δύσιν. Ἄριστον δὲ ἴσως καὶ ἀσφαλέστατον εἰς ὀργῶσαν τὴν γῆν ἐμβληθῆναι εὐλαβούμενον ὅπως μήτ' ἐμβληθῇ πηλῷ μήτ' (εἰς) ἡμιβρεχῆ καὶ ἡμίειλον ἣν δὴ καλοῦσί τινες ἀμφίεργον. Ἡ μὲν γὰρ ὑγρὰ καὶ πηλώδης διαχεῖ καὶ ἐκγαλακτοῖ καὶ ἐὰν ξηρανθῇ συναλείφει καὶ οὐ διαδίδωσιν, ἡ δὲ ἡμιβρεχὴς κατασήπει· τοσοῦτον γὰρ ἔχει τὸ θερμὸν καὶ τὸ ὑγρὸν ὥστε κινῆσαι μὲν μὴ ἐκβιάσασθαι δὲ μηδ' ἐκβλαστεῖν.

[2] Καὶ χείριστος οὗτος τῶν σπόρων. Ὁ γὰρ ἐν ξηρᾷ σπόρος γινόμενος καθ' ὥραν ἔτους οὐκ ἀπόλλυσι τὸ σπέρμα· τοὺς δὲ περὶ τροπὰς σπόρους Κλείδημός φησιν ἐπισφαλεῖς εἶναι· διερὰν γὰρ οὖσαν καὶ βαρεῖαν τὴν γῆν ἀτμιδώδη γίνεσθαι καὶ ἐοικέναι ἐρίοις κακῶς ἐξαμμένοις· ἔτι δ' οὐ δύνασθαι τὰς ἀτμίδας ἕλκειν οὐδὲ διαπέμπειν ἅτε θερμὸν οὐκ ἔχουσαν ἱκανὸν καὶ ἐπαλείφειν ἔλαττον. Ἀλλὰ τὰ ὄψια δεῖ σπείρειν ὑπὸ τροπάς.

[3] Συμφέρει δὲ σπειρομένοις καὶ σπαρεῖσιν εὐδίας ἐπιγίνεσθαι πλείους ἡμέρας ὅπως διαβλαστῶσι, μετὰ δὲ ταῦτα ψύχη βόρεια καὶ μέτρια λεπτὰ χειμῶνος ἰσχυρῶς ἐρριζωμένων ἤδη καὶ ταρρουμένων· ἀνθέξουσι γὰρ μᾶλλον· ἐπεὶ πιλούμενά γε βελτίω καὶ ἐγκαρπότερα. Τῆς γὰρ ῥίζας ἰσχυούσης ἥ τε τροφὴ πλείων καὶ ἡ αὔξησις μετὰ ταῦτα θᾶττον· τὰ γὰρ εὐθὺς ἀνατρέχοντα λεπτὰ καὶ ἀσθενῆ γίνεται καὶ ἅμα πρὸ τῆς ὥρας κυϊσκόμενα καὶ ἀποχεόμενα φθείρεται. Τὸ γὰρ ὅλον ἡ πάρωρος εὐτροφία σφαλερὰ δι' ὃ καὶ ἐπιτέμνουσιν οἱ δὲ κείρουσιν.

[4] Ἀγαθὸν δὲ καὶ ἡ χιὼν ὅτι ἀναζυμοῖ καὶ μανοῖ τὴν γῆν καὶ τροφήν τε παρέχει καὶ ἐγκατακλείουσα τὸ θερμὸν αὔξει τε καὶ ἰσχύειν ποιεῖ τὴν ῥίζαν. ᾟ καὶ τὸ ἀπορούμενον οὐκ ἀφανὲς διὰ τί αἱ ψυχειναὶ χῶραι καὶ αἱ θερμαὶ σιτοφόροι καθάπερ ἡ Θρᾴκη καὶ ὁ Πόντος καὶ ἡ Λιβύη καὶ ἡ Αἴγυπτος. Πρὸς γὰρ τοῖς ἄλλοις ποιεῖ τι ὁ χειμὼν καὶ τὰ καύματα καθάπερ ἐν ταῖς ἐργασίαις ἐλέχθη τῆς γῆς. Οὐδὲν δὲ ἔλαττον ἀλλὰ πάντων μέγιστον ὁ περιέχων ἀὴρ πρὸς εὐκαιρίας ὑδάτων καὶ βίας χειμώνων καὶ πνευμάτων. Ὁποῖα γὰρ ἂν ᾖ ταῦτα καὶ τὰ σπέρματα οὕτως ἐκτελεῖται ὃ καὶ ἡ παροιμία καλῶς "ἔτος φέρει οὔτι ἄρουρα."

[5] Μέγα δὲ καὶ ἡ θέσις τῆς χώρας ἡ πρὸς τὰ πνεύματα καὶ τὸν ἥλιον ὥσπερ καὶ ἐπὶ τῶν δένδρων ἐλέχθη· πολλαὶ γὰρ οὖσαι λεπταὶ καὶ φαῦλαι τελέσφοροι γίνονται διὰ τὸ πρὸς ταῦτα κεῖσθαι καλῶς. Ὡς δ' ἁπλῶς εἰπεῖν ἡ ἀγαθὴ χῶρα καὶ χειμώνων δεῖται πολλῶν· ἂν γὰρ εὐδίαι καὶ τὰ νότια ἐνισχύωσι λοχαίους ποιοῦσιν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐρυσιβώδεις. Ὁ δὲ χειμὼν πιλώσας καὶ καρκινώσας τὰς ῥίζας σύμμετρον εἰς τὸ ἔαρ ποιεῖ τὸ μέγεθος ὅλως δὲ καὶ τὴν χώραν ἂν εἰργασμένην λάβῃ μανοῖ. Διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ εἰς τὸ ἔαρ αἱ αὐξήσεις ταχεῖαι γίνονται καὶ ἐκφύσεις καὶ τελειώσεις ὥστε δοκεῖν μὴ κατὰ λόγον ἀπολείπεσθαι τῶν ἐν ταῖς ἀλεειναῖς ἀλλὰ καὶ προτερεῖν ὥσπερ καὶ τὰ περὶ Ἑλλήσποντον. Ἰσχυρᾶς γὰρ τῆς ὁρμῆς γενομένης διὰ τὸν ἀθροισμὸν καὶ τοῦ ἀέρος ὑπηρετοῦντος ταχεῖαι καὶ αἱ ἐπιδόσεις καὶ αἱ τελειώσεις γίνονται. Ταῦτα μὲν οὖν ἐν ταῖς τῆς χώρας διαφοραῖς ἐστι.

[24]

[1]    Τὰ δὲ σπέρματα καθάπερ ἐπὶ τῶν δένδρων ἐκ τῶν ὁμοίων ἢ τῶν χειρόνων ληπτέον ὅπως δὴ μηδεμία μεταβολὴ, ἢ ἐπὶ τὸ βέλτιον γίνηται. Καίτοι φασὶν ἐκ τῆς ἀγαθῆς ἰσχυρότερα εἶναι δι' ὃ καὶ ἐπὶ δύο ἔτη διαμένειν τὴν δύναμιν. Εἰ δὲ τοῦτο ἀληθὲς ὅμοιον ἂν εἴη καὶ τὸ ἐπὶ τῶν φυτευμάτων τὸ τὰ κάλλιστα καὶ ἰσχυρότατα λαμβάνειν ὥστ' ἀμφοτέρως ἂν ἔχοι λόγον.

[2] Χρὴ δὲ καὶ ταῖς τοῦ ἀέρος ἀνωμαλίαις προσέχειν. Οὔτε γὰρ τὰ ἐκ τῶν εὐείλων καὶ πρωΐνων εἰς τοὺς ὀψίους καὶ διαχειμέρους οὔτε τὰ ἐκ τούτων εἰς ἐκείνους ἁρμόττει. Τὰ μὲν γὰρ προτερεῖν δοκεῖ τὰ δ' ὑστερεῖν ὥστε τὰ μὲν ὑπὸ χειμῶνος τὰ δ' ὑπ' αὐχμῶν ἀπόλλυται καὶ ἀνυδρίας· ὄψια γὰρ ὄντα βραδέως τε κυΐσκεται καὶ ἀποτίκτει δι' ὃ καὶ ὑστερεῖ. Ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν σπερμάτων ὅσαπερ εὐβλαστεῖ καὶ ταχὺ παραγίνεται καθάπερ τὰ τριμηνιαῖα.

[3] Σπαρέντα γὰρ πρώϊα προτερεῖ καιρῶν εἰ μή τι τοιοῦτον ὥστε προλαβεῖν τοὺς χειμῶνας πρὸς τὴν ῥίζωσιν ὥσπερ καὶ τὸν κύαμον διὰ τοῦτο πρωϊσποροῦσι καὶ ἅμα διὰ τὸ φιλεῖν ἀνθοῦντα βρέχεσθαι καὶ ἀπανθεῖν πολὺν χρόνον· ὀψὲ γὰρ σπειρόμενος οὐκ ἂν βρέχοιτο. Τὸ δὲ ὕδωρ ἐν τῷ ἀνθεῖν τούτῳ μὲν συμφέρει διὰ τὴν μανότητα, τῷ σίτῳ δὲ ἀσύμφορον διὰ τὴν λεχθεῖσαν πρότερον αἰτίαν, τοῖς δὲ ἄλλοις χεδροποῖς ἀβλαβὲς πλὴν ἐρεβίνθῳ, τοῦτον δὲ ἀπολλύει· καταπλυθείσης γὰρ τῆς ἅλμης ὥσπερ συμφύτου τινὸς στερόμενος σφακελίζει τε καὶ ὑπὸ καμπῶν κατεσθίεται· ζωογονεῖται γὰρ ὥσπερ εἴρηται.

[4] Βραχέντος δὲ οἴνῳ τοῦ σπέρματος ἧττον δοκεῖ νοσεῖν, ὅπερ οὐκ ἄλογον ἔχοντά τινα δριμύτητα· διατηροῦσι γὰρ αὗται. Τὸ γὰρ ὅλον ἐάν τις ἀλλοιώσας μεταβάλῃ τὸ σπέρμα καθάπερ πρότερον ἐλέχθη μεταβάλλειν καὶ τὰ φυτὰ καὶ τοὺς καρποὺς οὐκ ἄλογον· οἵα γὰρ ἡ ἀρχὴ τοιαῦτα καὶ τὰ ἀπὸ τῆς ἀρχῆς. Ἔτι δ' ὁρῶμεν ὅτι καὶ ταῖς τροφαῖς ἀλλοιούμενα μεταβάλλει καὶ ὅλα γένη τῶν δένδρων ὥσπερ ἐξ ἀγρίων ἥμερα γινόμενα καὶ ἐκ μελάνων λευκά· καὶ κατὰ τοὺς καρποὺς ὁμοίως ὥστε καὶ πρὶν πεσεῖν αὐτὸ ποιόν τι γινόμενον οὐκ ἄτοπον ἀλλοιοῦν καὶ τὴν ῥίζαν εὐθὺς καὶ τὸν καυλὸν καὶ τὸν καρπόν. Ἀπηνθηκότος δ' οὐ συμφέρει κατὰ μικρὸν ἐφύειν οὐδ' ἥλιον ἐπιλαμβάνειν ἀλλὰ ψύχη γίνεσθαι καὶ ἐπινεφεῖν ὅπως μὴ ἐπικαθήμενον τὸ ὕδωρ ἐπιλαβὼν ὁ ἥλιος ἐρυσιβώσῃ σῆψιν ποιήσας. Δι' ὃ καὶ αἱ δροσοβόλοι χῶραι καὶ ἔγκοιλοι καὶ ἀπνεύματοι μάλιστα ἐρυσιβώδεις.