7792 591 0 0 9 II d. C Tact. Polyaenus I Strategemata Woelfflin, E., Leipzig, Teubner, 1887 Rist. 1970, Stuttgart. 6

Polyaenus - Strategemata I

ΠΟΛΥΑΙΝΟΥ ΣΤΡΑΤΗΓΙΚΑ.

Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τῶν Πολυαίνου στρατηγημάτων.

[1] Διόνυσος ...... γ

Πάν ........... α

Ἡρακλῆς ...... ε

Θησεὺς ........ α

Δημοφῶν ....... α

Κρεσφόντης .... α

Κύψελος ....... α

Ἔλνης ......... α

Τήμενος ....... α

Προκλῆς ....... α

Ἀκούης ....... α

Θεσσαλὸς ...... α

Μενέλαος ...... α

Κλεομένης ..... α

Πολύδωρος ..... α

Λυκοῦργος ..... γ

Τυρταῖος ...... α

Κόδρος ........ α

Μέλανθος ...... α

Σόλων ......... β

Πεισίστρατος .. γ

Ἀριστογείτων . α

Πολυκράτης .... β

Ἱστιαῖος ..... α

Πιττακὸς ...... α

[2]

Βίας .......... α

Γέλων ......... γ

Θήρων ......... β

Ἱέρων ........ β

Θεμιστοκλῆς ... η

Ἀριστείδης ... α

Λεωνίδας ...... α

Λεωτυχίδης .... α

Κίμων ......... β

Μυρωνίδης ..... β

Περικλῆς ...... β

Κλέων ......... α

Βρασίδας ...... ε

Νικίας ........ δ

Ἀλκιβιάδης ... θ

Ἀρχίδαμος .... ε

Γύλιππος ...... β

Ἑρμοκράτης ... β

Ἐτεόνικος .... α

Λύσανδρος ..... ε

Ἆγις ......... α

Θράσυλλος ..... β

Κόνων ......... ε

Ξενοφῶν ....... δ

ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

[1]    Τὴν μὲν κατὰ Περσῶν καὶ Παρθυαίων νίκην, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, παρὰ τῶν θεῶν ἕξετε καὶ παρὰ τῆς ὑμετέρας ἀρετῆς καὶ παρὰ τῆς Ῥωμαίων ἀνδρείας, μεθ' ὧν ἀεὶ, καὶ πάλαι καὶ νῦν εἰώθατε νικᾶν τοὺς ὑπάρχοντας πολέμους καὶ μάχας· ἐγὼ δὲ Μακεδὼν ἀνὴρ, πάτριον ἔχων τὸ κρατεῖν Περσῶν πολεμούντων δύνασθαι, οὐκ ἀσύμβολος [2] ὑμῖν ἐν τῷ παρόντι καιρῷ γενέσθαι βούλομαι. ἀλλ', εἰ μὲν ἤκμαζέ μοι τὸ σῶμα καὶ στρατιώτης πρόθυμος ἂν ἐγενόμην Μακεδονικῇ ῥώμῃ χρώμενος· ἐπεὶ δέ μοι προήκουσαν τὴν ἡλικίαν ὁρᾶτε, οὐ μὴν οὐδὲ νῦν ἀστράτευτος παντάπασιν ἀπολειφθήσομαι, ἀλλὰ τῆς στρατηγικῆς ἐπιστήμης ἐφόδια ταυτὶ προσφέρω, ὅσα τῶν πάλαι γέγονε στρατηγήματα, ὑμῖν τε αὐτοῖς πολλὴν ἐμπειρίαν παλαιῶν ἔργων, τοῖς τε ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ἢ στρατηγοῖς ἢ μυριάρχοις ἢ χιλιάρχοις ἢ ἑξακοσιάρχοις ἢ ὅσαι ἄλλαι ὅπλων ἀρχαὶ, διδασκομένοις ἀρχαίων κατορθωμάτων ἀρετὰς [3] καὶ τέχνας. ἀνδρεία μὲν γὰρ, ὅστις ἀλκῇ χρησάμενος πολεμίων μαχομένων ἐκράτησεν, εὐβουλία δὲ, ἀμαχεὶ τέχνῃ καὶ δόλῳ περιγίγνεσθαι· ὡς ἔστι πρώτη δεινῶν στρατηγῶν σοφία κτᾶσθαι τὴν νίκην ἀκίνδυνον. ἄριστον δὲ καὶ τὸ ἐν αὐτῇ τῇ παρατάξει μηχανᾶσθαι, ὅπως ἂν ἡ γνώμη τὸ κρατεῖν ἐσπισπῷτο προλαβοῦσα [4] τὸ τέλος τῆς μάχης. δοκεῖ δ' ἔμοιγε ταῦτα συμβουλεύειν καὶ Ὅμηρος· ὅταν γὰρ πολλάκις ᾄδῃ

  

   .... ἢ δόλῳ ἠὲ βίῃφι, ἄλλως οὐ παραγγέλλει ἢ τέχναις καὶ στρατηγήμασι χρήσασθαι κατὰ τῶν πολεμίων· εἰ δὲ μεῖον ἐν τούτοις ἔχοις, τηνικάδε τῇ βίᾳ τῶν σωμάτων ἀποκινδυνευτέον.

[5]    πρῶτος μὲν τοίνυν ἐν τοῖς Ἕλλησιν ἀπάτῃ καὶ δόλῳ χρήσασθαι λέγεται Σίσυφος ὁ Αἰόλου· μαρτυρεῖ καὶ Ὅμηρος·

  

   ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρῶν.

[6] δεύτερος δὲ τὸ ἀπατηλὸν ἐζήλωσεν Αὐτόλυκος ὁ Ἑρμοῦ κλέπτων· καὶ τοῦτο πάλιν αὖ μαρτυρεῖ Ὅμηρος·

   Παρνησσόνδ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας,

   μητρὸς ἑῆς πατέρ' ἐσθλὸν, ὃς ἀνθρώπους ἐκέκαστο

   κλεπτοσύνῃ θ' ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν

   Ἑρμείας .... [7] ἐγὼ δὲ καὶ τὸν Πρωτέα τὸν μεταβαλλόμενον εἰς παντοδαπὰ ζῷα καὶ δένδρα ἡγοῦμαι ζῷα μὲν καὶ δένδρα οὐκ ἄν ποτε γενέσθαι, τὰς μεταβολὰς δὲ αὐτοῦ τῶν τεχνασμάτων ἐμυθοποίησεν Ὅμηρος ὡς δεινοῦ κρατεῖν [8] ἀπάτῃ ὧν ἂν βούλοιτο. τόν γε μὴν Ὀδυσσέα ἴσμεν καὶ ἀλαζονευόμενον τῇ σοφίᾳ τοῦ δόλου·

  

   εἴμ' Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν

  

   ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει. οἱ δ' ἥρωες καὶ τὴν νίκην αὐτῷ ἀνῆψαν·

  

   σῇ δ' ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. καὶ ἀλλαχοῦ ἄλλοι πάλιν αὖ μαρτυροῦσιν ἁλῶναι τὸ Ἴλιον Ὀδυσσέως

  

   βουλῇ καὶ μύθοισι καὶ ἠπεροπηίδι τέχνῃ.

[9] τά γε μὴν στρατηγήματα, οἷς κατὰ τῶν πολεμίων ἐχρήσατο, πολλάκις ᾄδει Ὅμηρος·

  

   αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας αὐτομολῆσαι δὴ ὡς τοὺς πολεμίους ὑπεκρίνατο. καὶ τὸν ἵππον δὲ τὸν δουράτεον,

  

   ... τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ, [10] καὶ τοῦτο στρατήγημα Ὀδυσσέως ἦν. ὀρθῶς δ' ἄν τις καλοῖ καὶ τὸν Οὖτιν καὶ τὸν οἶνον καὶ τὸν δαλὸν καὶ τὸν κριὸν στρατηγήματα κατὰ τοῦ Κύκλωπος. καὶ ὁ κηρὸς δὲ τοῖς ὠσὶ τῶν ἑταίρων ἐναλειφόμενος καὶ αὐτὸς ὀρθὸς ἐν ἱστοπέδῃ δεσμευόμενος καὶ ταῦτα [11] ἐκεῖνος ἐστρατήγει κατὰ τῆς ὀλεθρίου μουσικῆς. τί δ' ἂν φαίης τὴν πήραν τοῦ πτωχοῦ; καὶ ὅσα πρὸς Εὔμαιον ἢ πρὸς τὴν Πηνελόπην ἐπλάττετο;

  

   ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. καὶ μέντοι καὶ Ἴρῳ παλαῖσαι καὶ ἐκ τοῦ καπνοῦ μεταθεῖναι τὰ ὅπλα τῶν μειρακίων μεθυόντων, ἀπό τε τῶν θυρῶν τὸ τόξον ἐντεῖναι, ἆρ' οὐχὶ πάντα ταῦτα [12] ἦν κατὰ πολεμίων στρατηγήματα; ἀλλὰ ταῦτα μὲν ἢ ὅσα τοιαῦτα διδάσκων Ὅμηρος ἀρκείτω. οἷον δὲ κἀκεῖνο στρατήγημα Ὀδυσσέως οἱ τραγῳδοὶ ᾄδουσι. Παλαμήδην ἐνίκησεν Ὀδυσσεὺς ἐν δικαστηρίῳ τῶν Ἀχαιῶν ὑποβαλὼν αὐτοῦ τῇ σκηνῇ βαρβαρικὸν χρυσίον, καὶ ὁ σοφώτατος τῶν Ἑλλήνων ἐκεῖνος ἥλω προδοσίας [13] δόλῳ καὶ στρατηγήματι. ἀλλὰ τὰ μὲν τῶν τραγῳδῶν ἱκανὴ διδάσκειν ἡ σκηνή· ὅσα δὲ τὰ ἀπὸ τῆς ἱστορίας ἔργα στρατηγίας ἔχοντα κατὰ πολεμίων ἢ κατὰ ἐχθρῶν συνεξελεξάμην, καὶ δὴ τούτων μεμνήσομαι σύντομον τὴν παρ' ἑκάστῳ μνήμην ποιούμενος. (ἔστι δὲ ἡ πᾶσα σύνταξις βιβλία ὀκτὼ, στρατηγημάτων ἐννακοσίων, ἔχοντα τὴν ἀρχὴν ἀπὸ Διονύσου.)

[1]

ΔΙΟΝΥΣΟΣ.

[1]    Διόνυσος ἐπ' Ἰνδοὺς ἐλαύνων, ἵνα δέχοιντο αἱ πόλεις αὐτὸν, ὅπλοις μὲν φανεροῖς τὴν στρατιὰν οὐχ' ὥπλισεν, ἐσθῆσι δὲ λεπταῖς καὶ νεβρίσι· δόρατα ἦν κισσῷ πεπυκασμένα· ὁ θύρσος εἶχεν αἰχμήν· κυμβάλοις καὶ τυμπάνοις ἐσήμαινεν ἀντὶ σάλπιγγος καὶ οἴνου τοὺς πολεμίους γεύων εἰς ὄρχησιν ἔτρεπεν καὶ ὅσα ἄλλα Βακχικὰ ὄργια. πάντα δὲ ἦν Διονύσου στρατηγήματα, οἷς Ἰνδοὺς καὶ τὴν ἄλλην Ἀσίαν ἐχειρώσατο.

[2]    Διόνυσος ἐν Ἰνδικῇ τῆς στρατιᾶς οὐ φερούσης τὸ φλογῶδες τοῦ ἀέρος κατελάβετο τρικόρυφον ὄρος τῆς Ἰνδικῆς. τῶν κορυφῶν κληΐζεται δὲ ἡ μὲν Κορασιβίη, ἡ δὲ Κονδάσβη, τὴν δὲ τρίτην αὐτὸς ἐκάλεσε Μηρὸν, τῆς αὐτοῦ γενέσεως ὑπόμνημα. ἐνταῦθα πηγαὶ πολλαὶ, ἶδαι πυκναὶ, θῆραι περισσαὶ, ὀπῶραι ἄφθονοι, χιόνες ἀναψύχουσαι. ἐν τούτοις ἡ στρατιὰ διαιτωμένη τοῖς ἐν τῷ πεδίῳ βαρβάροις ἐξαίφνης ἐπεφαίνετο καὶ ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερδεξίων ἀκοντίζοντες τοὺς πολεμίους ῥᾳδίως ἐτρέποντο.

[3]    Διόνυσος Ἰνδοὺς ἑλὼν αὐτούς τε Ἰνδοὺς καὶ Ἀμαζόνας ἄγων συμμάχους εἰς τὴν Βακτρίων ἐνέβαλεν· ὁρίζει δὲ τὴν Βακτρίαν ποταμὸς Σαράγγης. Βάκτριοι τὰ ὄρη κατέλαβον τὰ ὑπὲρ τὸν ποταμὸν ὡς Διονύσῳ διαβαίνοντι ἄνωθεν ἐπιθησόμενοι. ὁ δὲ στρατοπεδεύσας παρὰ τὸν ποταμὸν τὰς Ἀμαζόνας καὶ τὰς Βάκχας διαβαίνειν ἔταξεν, ἵνα οἱ Βάκτριοι καταφρονήσαντες γυναικῶν κατέλθοιεν ἀπὸ τῶν ὀρῶν. αἱ μὲν δὴ διέβαινον, οἱ δὲ κατέβαινον καὶ τῷ ῥεύματι ἐμβαίνοντες ἀνακόπτειν αὐτὰς ἐπειρῶντο. αἱ δὲ ἀνεχώρουν ἐπὶ πόδα. Βάκτριοι μέχρι τῆς ὄχθης ἐδίωκον. τότε Διόνυσος μετὰ τῶν ἀνδρῶν ἐκβοηθήσας πεπεδημένους τῷ ῥεύματι τοὺς Βακτρίους κτείνας διέβη τὸν ποταμὸν ἀκινδύνως.

[2]

ΠΑΝ.

[1]    Διονύσου στρατηγὸς ἦν Πάν· οὗτος πρῶτος τάξιν εὗρεν, φάλαγγα ὠνόμασε, κέρας ἔταξε δεξιὸν καὶ λαιόν. ταύτῃ τοι ἄρα κερασφόρον τὸν Πᾶνα δημιουργοῦσιν· ἀλλὰ δὴ καὶ πρῶτος οὗτος πολεμίοις φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. ἦν Διονύσῳ ἐν κοίλῃ νάπῃ· ἤγγειλαν οἱ σκοποὶ μυρίαν χεῖρα πολεμίων ἐπέκεινα στρατοπεδεύειν· ἔδεισε Διόνυσος, οὐ μὴν ὅ γε Πὰν, ἀλλὰ ἐσήμηνε νύκτωρ [τῇ] Διονυσιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. οἱ μὲν ἠλάλαξαν, ἀντήχησαν δὲ αἱ πέτραι καὶ τὸ κοῖλον τῆς νάπης ἦχον πολλῷ μείζονος δυνάμεως τοῖς πολεμίοις ἐνεποίησεν. οἱ μὲν δὴ φόβῳ πληγέντες ἔφευγον. τοῦ δὲ Πανὸς τὸ στρατήγημα τιμῶντες τὴν Ἠχὼ τῷ Πανὶ φίλην ᾄδομεν καὶ τοὺς κενοὺς καὶ τοὺς νυκτερινοὺς τῶν στρατευμάτων φόβους Πανικὰ κληΐζομεν.

[3]

ΗΡΑΚΛΗΣ.

[1]    Ἡρακλῆς ἐξελεῖν βουλόμενος τοῦ Πηλίου τὸ Κενταύρων γένος, οὐ μὴν αὐτὸς ἄρξαι μάχης, ἀλλ' ἐκείνους ἐκκαλέσασθαι κατήγετο παρὰ Φόλῳ· οἴνου δὲ ἀνθοσμίου πίθον ἀνοίξας αὐτός τε καὶ ὅσοι ἀμφ' αὐτὸν ἠρύσαντο. ᾔσθοντο οἱ γείτονες Κένταυροι καὶ συνδραμόντες ἐπὶ τὸ ἄντρον τοῦ Φόλου τὸν οἶνον ἥρπαζον· Ἡρακλῆς ὡς ἄδικα δρῶντας ἀμυνόμενος τοὺς ἐπελθόντας ἔκτεινε Κενταύρους.

[2]    Ἡρακλῆς τὴν ἀλκὴν τοῦ Ἐρυμανθίου συὸς φοβηθεὶς δόλῳ τὸν θῆρα εἷλεν. ὁ μὲν ὑπὸ τῇ φάραγγι εὐνάζετο· μεστὴ δὲ χιόνος πολλῆς ἡ φάραγξ ἦν. ὁ δὲ λίθους πολλοὺς ἄνωθεν ἐπέβαλεν, ὥστε ἀγριανθεὶς ὁ σῦς ἐξάλλεται καὶ θυμῷ φερόμενος τῇ χιόνι ἐμπεσὼν καταδυόμενος περιπταίων ἁλίσκεται.

[3]    Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξε τὰς ναῦς ἀνακωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς ἐπὶ τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ σκάφη σαλεύοντα ἄνω θαλάσσης. Ἡρακλῆς διώξας ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάττης.

[4]    Ἡρακλῆς ἐν Ἰνδικῇ θυγατέρα ἐποιήσατο, ἣν ἐκάλεσε Πανδαίην. ταύτῃ νείμας μοῖραν τῆς Ἰνδικῆς πρὸς μεσημβρίαν καθήκουσαν εἰς θάλασσαν διένειμε τοὺς ἀρχομένους εἰς κώμας τξε΄ προστάξας καθ' ἑκάστην ἡμέραν μίαν κώμην ἀποφέρειν τὸν βασίλειον φόρον, ἵνα τοὺς ἤδη δόντας ἔχοι συμμάχους ἡ βασιλεύουσα κατανοοῦσα ἀεὶ τοὺς δοῦναι ὀφείλοντας.

[5]    Ἡρακλῆς Μινύαις πολεμῶν, ἦσαν δὲ ἱππομαχεῖν ἐν πεδίῳ Μινύαι δεινοὶ, μάχην συνάψαι μὴ θαρρῶν ποταμὸν ἐπαφῆκεν. ἦν δὲ ὁ ποταμὸς Κηφισὸς ὁρίζων ὄρη δύο, Παρνασσὸν καὶ Ἡδύλιον. τεμὼν δὲ τὴν Βοιωτίαν μέσην, πρὶν ἐκβάλλειν εἰς θάλασσαν, ἐμπίπτων μεγάλῳ χάσματι ἀφανὴς γίγνεται. τοῦτο δὲ τὸ χάσμα Ἡρακλῆς πέτροις μεγάλοις περιτειχίσας ἀποστρέφει τὸν ποταμὸν εἰς τὸ πεδίον, ἔνθα Μινύαι καθιππάζοντο, καὶ δὴ τοῦ πεδίου λιμνάσαντος τοῖς Μινύαις τὸ ἱππικὸν ἀχρεῖον ἦν. Ἡρακλῆς κρατήσας ἀποτειχίζει τὸ χάσμα καὶ ὁ Κηφισσὸς ἐπὶ τὴν ἀρχαίαν ἐπανέρχεται ὁδόν.

[4]

ΘΗΣΕΥΣ.

[1]    Θησεὺς ἐν ταῖς μάχαις τὰ πρόσθεν τῆς κεφαλῆς ἀπεκείρατο, τῶν τριχῶν τὴν ἀντίληψιν ἀφαιρούμενος. μετὰ Θησέα ὅσοι Ἕλληνες οὕτως ἐκείροντο, ἡ κουρὰ Θησηῒς ἐκληΐζετο. ζηλοῦσι τὴν κουρὰν μάλιστα δὴ Ἑλλήνων Ἄβαντες. μαρτυρεῖ Ὅμηρος ᾄδων

  

   Ἄβαντες ..... ὄπιθεν κομόωντες.

[5]

ΔΗΜΟΦΩΝ.

[1]    Δημοφῶν παρὰ Διομήδους τὸ Παλλάδιον παρακαταθήκην λαβὼν ἐφύλαττεν. Ἀγαμέμνονος ἀπαιτοῦντος τὸ μὲν ἀληθινὸν ἔδωκεν ἀνδρὶ Ἀθηναίῳ, καλουμένῳ Βουζύγῃ, κομίζειν Ἀθήναζε· ἴσον δὲ καὶ ὅμοιον ἄλλο κατασκευάσας εἶχεν ἐπὶ τῆς σκηνῆς. Ἀγαμέμνονος δὲ σὺν πολλῇ χειρὶ ἐπελθόντος ἀπεμάχετο ἐπὶ μακρὸν δόξαν ἐμποιῶν ὡς ὑπὲρ τοῦ ἀληθινοῦ προκινδυνεύοι. πολλῶν δὲ τραυματιῶν γενομένων οἱ μὲν ἀμφὶ Δημοφῶντα ὑπεῖξαν, Ἀγαμέμνων δὲ τὸ παραπεποιημένον Παλλάδιον λαβὼν ἐξαπατηθεὶς ᾤχετο.

[6]

ΚΡΕΣΦΟΝΤΗΣ.

[1]    Κρεσφόντης καὶ Τήμενος καὶ οἱ Ἀριστοδήμου παῖδες τὴν Πελοπόννησον ἐνέμοντο. ἔδοξε τριχῇ νεῖμαι τὴν χώραν, Σπάρτην, Ἄργος, Μεσήνην. Κρεσφόντης βουλόμενος τῆς Μεσήνης ὡς ἀρίστης κρατῆσαι γνώμην ἀγορεύει· 'λαχὼν ὁ πρῶτος καὶ ὁ δεύτερος ἑλέσθω Σπάρτην ἢ Ἄργος, Μεσήνη δ' ἔστω τοῦ τρίτου.' ἐπείσθησαν καὶ τοὺς κλήρους καθῆκαν, οἱ μὲν ἐκ λίθου λευκῆς ἐς κάλπιν ὕδωρ ἔχουσαν, Κρεσφόντης δὲ βώλου λευκῆς ὁμοίας λίθῳ. ἡ μὲν δὴ βῶλος αὐτίκα ἐτέτηκτο· οἱ δὲ τῆς λίθου κλῆροι προελθόντες ἔδωκαν Ἄργος Τημένῳ, Σπάρτην τοῖς Ἀριστοδήμου παισίν. Κρεσφόντης Μεσήνην τέχνῃ λαβὼν τύχῃ λαβεῖν ἔδοξεν.

[7]

ΚΥΨΕΛΟΣ.

[1]    Κύψελος Ἀρκαδίας ἦρχεν. Ἡρακλεῖδαι στρατεύουσιν ἐπ' Ἀρκάδας. χρησμὸς ἦν, ξένια παρ' Ἀρκάδων εἰ λάβοιεν, σπένδεσθαι. Κύψελος ὥρᾳ θέρους προσέταξε τοῖς γεωργοῖς τὴν ὀπώραν ἀφελόντας θέντας παρὰ τὴν ὁδὸν ἀναχωρεῖν· οἱ στρατιῶται τῶν Ἡρακλειδῶν ἄσμενοι ταῖς ὀπώραις ἐχρήσαντο. Κύψελος ἀπαντήσας ἐπὶ ξένια τοὺς Ἡρακλείδας ἐκάλει· τῶν δὲ μνήμῃ τοῦ μαντείου τὴν τιμὴν ἀπωθουμένων, 'καὶ μὴν', ἔφη, 'φθάνουσα ὑμῶν ἡ στρατιὰ ξένια παρ' ἡμῶν τὴν ὀπώραν ἔχει'. οὕτως ἄρα Ἡρακλεῖδαι τῇ σοφίᾳ τοῦ Κυψέλου πρὸς Ἀρκάδας ἐσπείσαντο.

[8]

ΕΛΝΗΣ.

[1]    Ἔλνης, βασιλεὺς Ἀρκάδων, Τεγέαν πορθούντων Λακεδαιμονίων, ὅσοι μὲν ἐν ἀκμῇ, κατὰ κορυφῆς ἔπεμψε τῶν πολεμίων νυκτὶ μέσῃ κελεύσας ἐπιθέσθαι· ὅσοι δὲ γέροντες καὶ παῖδες, τούτους ἐκέλευσε πρὸ τῆς πόλεως τὴν ἴσην ὥραν φυλάξαντας πῦρ ἀνακαῦσαι μέγιστον. οἱ πολέμιοι πρὸς τὴν τοῦ πυρὸς ὄψιν ἐκπλαγέντες ἐς τοῦτο ἀπεσκόπουν· οἱ δὲ κατὰ κορυφῆς ἐμπεσόντες τοὺς πλείστους αὐτῶν διέφθειραν, πολλοὺς δὲ ζωγρήσαντες ἔδησαν. καὶ τὸ λόγιον ἐτελεύτησε

  

   δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι.

[9]

ΤΗΜΕΝΟΣ.

[1]    Τήμενος μετὰ τῶν ἄλλων Ἡρακλειδῶν εἰς τὸ Ῥίον περαιοῦσθαι βουλόμενος ἔπεμψε Λοκροὺς αὐτομόλους Πελοποννησίοις ἀγγέλλοντας, ὅτι ναυλοχοῦσιν ἐν Ναυπάκτῳ τοῦ δοκεῖν ἐπὶ τὸ Ῥίον πλευσούμενοι, ὁρμὴ δέ ἐστιν αὐτοῖς χωρεῖν ἐπὶ τὸν Ἰσθμόν. πιστεύσαντες οἱ Πελοποννήσιοι μετῆλθον ἐπὶ τὸν Ἰσθμόν. οἱ δ' ἀμφὶ Τήμενον μεθ' ἡσυχίας τὸ Ῥίον κατέσχον.

[10]

ΠΡΟΚΛΗΣ.

[1]    Προκλῆς καὶ Τήμενος Ἡρακλεῖδαι Εὐρυσθείδαις κατέχουσι τὴν Σπάρτην ἐπολέμουν. Ἡρακλεῖδαι μὲν δὴ ἔθυον τῇ Ἀθηνᾷ τῶν ὁρίων ὑπερβατήρια, Εὐρυσθεῖδαι δὲ ἄφνω προσέπιπτον ἐς μάχην· οὐ μὴν ᾑρέθησαν Ἡρακλεῖδαι, ἀλλὰ τοὺς αὐλητὰς, ὡς εἶχον, ἡγεῖσθαι κελεύουσιν. οἱ μὲν τοῖς αὐλοῖς ἐμπνέοντες ἡγοῦντο, οἱ δὲ ὁπλῖται πρὸς τὸ μέλος καὶ τὸν ῥυθμὸν ἐμβαίνοντες ἄρρηκτοι τὴν τάξιν ἐγένοντο καὶ τοὺς πολεμίους ἐνίκησαν. ἡ πεῖρα ἐδίδαξε τοὺς Λάκωνας τὸν αὐλὸν ἔχειν ἀεὶ στρατηγὸν ἐν ταῖς μάχαις. αὐλὸς ἡγεῖται Λακώνων ἐς πόλεμον ἰόντων καὶ τὸ ἐμβατήριον αὐλὸς ἐνδίδωσι τοῖς μαχομένοις. οἶδα ἐγὼ καὶ τὸν θεὸν ἀνελόντα νίκην Λάκωσιν, ἔστ' ἂν πολεμῶσι μετὰ αὐλητῶν καὶ μὴ πρὸς αὐλητάς. τὸ λόγιον ἤλεγξεν ἐν Λεύκτροις ἡ μάχη. ἐν γὰρ δὴ Λεύκτροις αὐλητῶν οὐχ ἡγουμένων οἱ Λάκωνες παρετάξαντο πρὸς Θηβαίους, οἷς πάτριον ἀσκεῖν αὐλητικὴν, ὥστε δῆλος ἦν ὁ θεὸς προαγορεύσας, ὅτι νικήσουσί ποτε Θηβαῖοι Λάκωνας αὐλῷ μὴ στρατηγουμένους.

[11]

ΑΚΟΥΗΣ.

[1]    Ἀκούης Λακεδαιμονίων Τεγέαν προδοσίᾳ νύκτωρ καταλαβομένων τοῖς ἰδίοις ὁπλίταις ἔδωκε σύνθημα κτείνειν τοὺς τὸ σύνθημα ἐρωτῶντας. οἱ μὲν δὴ Ἀρκάδες οὐκ ἐπηρώτων· οἱ δὲ Σπαρτιᾶται ὡς ἐν νυκτὶ ἀγνοοῦντες καὶ διὰ τοῦτο ἐρωτῶντες ὑπὸ τῶν Ἀρκάδων ἀνῃροῦντο.

[12]

ΘΕΣΣΑΛΟΣ.

[1]    Θεσσαλὸς Βοιωτῶν τῶν Ἄρνην οἰκούντων Θεσσαλοῖς πολεμούντων τέχνῃ ἐκράτησεν ἄνευ μάχης. νύκτα παραφυλάξας ἀσέληνον καὶ σκοτεινὴν ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἀνὰ τὸ πεδίον ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρῶν δᾷδας καὶ λυχνούχους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν αὖ καθαιρεῖν. οἱ Βοιωτοὶ τὴν ὄψιν τοῦ πυρὸς ὥσπερ ἀστραπὰς κυκλουμένας ἰδόντες ἐδεδίξαντο καὶ πρὸς ἱκεσίαν τῶν Θεσσαλῶν ἐτράποντο.

[13]

ΜΕΝΕΛΑΟΣ.

[1]    Μενέλαος ἐπανιὼν ἀπ' Αἰγύπτου τὴν Ἑλένην ἄγων Ῥόδῳ προσέσχε. Τληπολέμου δὲ ἐν Τροίᾳ τεθνηκότος γυνὴ Πολυξὼ πενθοῦσα, ἐπειδή τις ἤγγειλε Μενέλεων μετὰ τῆς Ἑλένης ἥκειν, τιμωρῆσαι τῷ ἀνδρὶ βουλομένη μετὰ Ῥοδίων ἁπάντων ἀνδρῶν καὶ γυναικῶν αἰρομένων πῦρ καὶ λίθους ἐπὶ τὰς ναῦς κατέδραμε. Μενέλεως ὑπὸ τοῦ πνεύματος ἀναχθῆναι κωλυόμενος τὴν μὲν Ἑλένην ἐς κοίλην ναῦν κατέκρυψε, τὸν δὲ κόσμον αὐτῆς καὶ τὸ διάδημα θεραπαίνῃ τῇ μάλιστα καλλίστῃ περιέθηκεν. οἱ δὲ (μάλιστα) πιστεύσαντες Ἑλένην εἶναι πῦρ καὶ λίθους ἐπὶ τὴν θεράπαιναν καὶ ὡς ἱκανὴν δίκην ἐπὶ τῷ Τληπολέμῳ λαβόντες τὸν Ἑλένης θάνατον ἀνεχώρησαν. Μενέλεως δὲ τὴν Ἑλένην ἔχων ἀπέπλευσεν.

[14]

ΚΛΕΟΜΕΝΗΣ.

[1]    Κλεομένης, Λακεδαιμονίων βασιλεὺς, Ἀργείοις ἐπολέμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυλακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεομένης βούλοιτο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλιζομένων ἀνθωπλίζοντο, ἐπεξιόντων ἀντεπεξῄεσαν, ἀναπαυομένων ἀντανεπαύοντο. Κλεομένης λάθρα παράγγελμα ἔδωκεν, ὅταν ἀριστοποιεῖσθαι κηρύξῃ, ὁπλίσασθαι. ὁ μὲν ἐκήρυξεν· οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον ἐτράποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐμαρῶς ἀόπλους καὶ γυμνοὺς τοὺς Ἀργείους ἀπέκτεινεν.

[15]

ΠΟΛΥΔΩΡΟΣ.

[1]    Πολύδωρος, Λακεδαιμονίων Μεσηνίοις εἴκοσιν ἔτεσι πολεμούντων, πρὸς τὸν ἀπὸ τῆς ἑτέρας οἰκίας βασιλέα Θεόπομπον διαφορὰν ὑπεκρίνατο καὶ αὐτόμολον ἔπεμψεν ἀγγέλλοντα, ὅτι στασιάζουσι δὴ καὶ καταλείψουσιν ἀλλήλους. Μεσήνιοι παρεφύλαττον. Θεόπομπος μὲν ἀνέζευξε καὶ οὐ μακρὰν ἀπέκρυψε τὴν στρατιὰν εἰς ἀναχώρησιν. ταῦτα ὁρῶντες οἱ Μεσήνιοι καταφρονοῦσι μόνου τοῦ Πολυδώρου καὶ πασσυδὶ τῆς πόλεως προελθόντες ἐτράποντο ἐς μάχην. Θεόπομπος, τῶν σκοπῶν σημηνάντων, ἐξ ἀφανοῦς περιελθὼν τό τε ἄστυ ἔρημον εἷλε καὶ κατόπιν ἐμβάλλει τοῖς Μεσηνίοις, οἱ περὶ Πολύδωρον κατὰ πρόσωπον. ἀμφίβολοι γενόμενοι Μεσήνιοι κατὰ κράτος ἑάλωσαν.

[16]

ΛΥΚΟΥΡΓΟΣ.

[1]    Λυκοῦργος Λακεδαιμονίους θειοτέρῳ φόβῳ κατηνάγκασεν ὑπακοῦσαι τοῖς νόμοις. εἴ τινα νόμον ἐξεῦρε, κομίσας εἰς Δελφοὺς ἠρώτα τὸν θεὸν, εἰ συμφέροι· ἡ δὲ προφῆτις χρήμασι πεπεισμένη ἀεὶ συμφέρειν ἔχρα. οἱ Λάκωνες φόβῳ τοῦ θεοῦ τοῖς νόμοις ὡς χρησμοῖς ὑπήκουσαν.

[2]    Λυκοῦργος παρήγγειλεν 'ἐπὶ τοὺς αὐτοὺς, ὦ Λάκωνες, μὴ στρατεύετε πολλάκις, ἵνα μὴ πολεμεῖν τοὺς ἐναντίους διδάσκοιτε'.

[3]    Λυκοῦργος προσέταττε τοῖς Λάκωσι 'τοὺς πολεμίους φεύγοντας μὴ φονεύετε, ἵνα τὸ φεύγειν ἡγοῖντο τοῦ μένειν λυσιτελέστερον'.

[17]

ΤΥΡΤΑΙΟΣ.

[1]    Τυρταῖος, Λακεδαιμονίων μελλόντων παρατάττεσθαι Μεσηνίοις καὶ βεβουλευμένων νικᾶν ἢ ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νεκρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ (τὰς) σκυταλίδας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόντων, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσηνίους τοῦτο μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦντας Εἵλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσηνίοις τὴν ἀπόνοιαν τὴν Λακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Λακεδαιμονίοις ἔδωκαν.

[18]

ΚΟΔΡΟΣ.

[1]    Ἀθηναίοις καὶ Πελοποννησίοις πόλεμος ἦν. ὁ θεὸς ἔχρησε νικᾶν Ἀθηναίους, εἰ ὁ βασιλεὺς αὐτῶν ἀποθάνοι πρὸς ἀνδρὸς Πελοποννησίου. Κόδρος ἦν Ἀθηναίων βασιλεύς. οἱ πολέμιοι τὸ λόγιον εἰδότες, κοινὸν αὐτοῖς παράγγελμα ἦν ἐν ταῖς μάχαις ἀπέχεσθαι Κόδρου. ὁ δὲ, ἦν γὰρ ἑσπέρα, σχῆμα φρυγανιστῆρος λαβὼν τοῦ χάρακος προελθὼν ἔτεμνε τὴν ὕλην. Ἔτυχον δὲ καὶ Πελοποννήσιοι ἄνδρες κατὰ φρυγανισμὸν ἥκοντες. ἁψιμαχεῖ τούτοις Κόδρος, ὥστε καὶ τὸ δρέπανον ἐπ' αὐτοὺς ἀνατεινάμενος ἔτρωσεν. οἱ δὲ φθάσαντες κατακαίνουσιν αὐτὸν τοῖς δρεπάνοις καὶ γαννύμενοι ἀπηλλάγησαν ὡς ἀνδραγάθημα δὴ πεποιηκότες. παιωνίσαντες Ἀθηναῖοι ‑ τί γὰρ οὐκ ἔμελλον τοῦ λογίου πεπληρωμένου; ‑ θυμῷ καὶ ῥύμῃ πλείονι προΐασιν εἰς μάχην καὶ πρὸ τῆς μάχης κήρυκα πέμψαντες ᾔτησαν ἀναίρεσιν τοῦ βασιλέως. Πελοποννήσιοι μὲν συνέντες τοῦ γεγονότος ἔφυγον· Ἀθηναῖοι δὲ νικήσαντες Κόδρῳ τιμὰς κατεστήσαντο τῶν ἡρώων, ὅτιπερ τοὺς πολεμίους ἑκουσίῳ θανάτῳ κατεστρατήγησεν.

[19]

ΜΕΛΑΝΘΟΣ.

[1]    Ἀθηναίων στρατηγὸς ἦν Μέλανθος, Βοιωτῶν Ξάνθος. ἐπολέμουν Μελαινῶν πέρι· Μελαιναὶ χωρίον μεθόριον Ἀττικῆς καὶ Βοιωτίας. ὁ θεὸς ἔχρησε·

  

   τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον ἔσχε Μελαίνας. τοῦ λογίου τὸ ἔργον ἀποβαίνει τῇδε. οἱ στρατηγοὶ μονομαχοῦσι τῆς νίκης πέρι, καὶ συνιόντων ὁ Μέλανθος ἔφη 'καὶ μὴν ἀδικεῖς δεύτερος ἰὼν ἐπὶ τὴν μάχην'. ὁ Ξάνθος ἐπεστράφη τὸν δεύτερον ὀψόμενος καὶ ὑπὸ τοῦ Μελάνθου τῷ ξυστῷ διελαθεὶς ἀνῃρέθη. Ἀθηναῖοι τῷ στρατηγήματι τῆς ἀπάτης νικήσαντες ἐτήσιον ἑορτὴν κατεστήσαντο, ἥν γε δὴ κληΐζουσιν Ἀπατούρια.

[20]

ΣΟΛΩΝ.

[1]    Ἀθηναῖοι καὶ Μεγαρεῖς ἐπολέμουν χρόνῳ μακρῷ Σαλαμῖνος πέρι. ἡσσώμενοι Ἀθηναῖοι νόμον ἐκύρωσαν 'τῷ ἀγορεύσαντι πλεῖν ἐπὶ Σαλαμῖνος μάχῃ θάνατος ἔστω'. Σόλων τὸν θάνατον οὐ φοβηθεὶς λύει τὸν νόμον· λύει δὲ ὧδε. μανίαν ὑποκρίνεται καὶ προελθὼν εἰς ἀγορὰν ἐλεγεῖα ᾖδε· τὰ δὲ ἐλεγεῖα ἦν Ἀρήϊα ᾄσματα. τούτοις ἤγειρεν Ἀθηναίους ἐπὶ τὴν μάχην. οἱ δὲ κάτοχοι ἐκ Μουσῶν καὶ Ἄρεως αὐτίκα τε ἀνήγοντο ᾄδοντες ὁμοῦ καὶ ἀλαλάζοντες καὶ Μεγαρεῖς κατὰ κράτος ἐνίκων· καὶ πάλιν ἡ Σαλαμὶς Ἀθηναίων κτῆμα ἦν. Σόλων δὲ μάλα ἐθαυμάζετο καὶ τὸν νόμον λύσας τῇ μανίᾳ καὶ τὸν πόλεμον νικήσας τῇ μουσικῇ.

[2]    Ἦν πόλεμος Ἀθηναίοις καὶ Μεγαρεῦσι Σαλαμῖνος πέρι· Σόλων ἔπλευσεν ἐπὶ Κωλιάδος, ἔνθα αἱ γυναῖκες Δήμητρι ἑορτὴν ἐτέλουν ἐπ' αὐτῇ τῇ θαλάσσῃ. αὐτόμολον ἐκπέμπει Σόλων ἀγγελοῦντα Μεγαρεῦσιν 'ἢν ἐπὶ Κωλιάδος πλεύσητε, τὰς Ἀθηναίων γυναῖκας αἱρήσετε χορευούσας· ἀλλὰ μὴ μέλλετε'. Μεγαρεῖς τῇ ἀπάτῃ πείθονται. οἱ μὲν δὴ ἐπέπλεον· Σόλων δὲ τὰς μὲν γυναῖκας ἀναχωρῆσαι κελεύει, μειράκια δὲ ἀγένεια ταῖς τῶν γυναικῶν ἐσθῆσι κεκοσμημένα, στεφάνους περικείμενα, κρυπτοῖς ἐγχειριδίοις ὡπλισμένα παρὰ τὴν ἠϊόνα παίζειν καὶ χορεύειν ἔταξεν. οἱ δὲ Μεγαρεῖς τῇ ὄψει τῶν ἀγενείων καὶ τῇ ἐσθῆτι τῶν γυναικῶν ἐξαπατώμενοι τῶν νεῶν ἀποβάντες ἐπειρῶντο συλλαμβάνειν οἷα δὴ γυναῖκας· οἱ δὲ σπασάμενοι τὰ ἐγχειρίδια μάλα δὴ ἀντὶ γυναικῶν ἄνδρες ἐφάνησαν, τοὺς πολεμίους ἔκτειναν, τῶν νεῶν ἐπέβησαν, τῆς Σαλαμῖνος ἐκράτησαν.

[21]

ΠΕΙΣΙΣΤΡΑΤΟΣ.

[1]    Πεισίστρατος ἀπ' Εὐβοίας ἐστράτευσεν ἐπὶ τὴν Ἀττικὴν ἐπὶ Παλληνίδος καὶ τοῖς πρώτοις τῶν πολεμίων προσπεσὼν ἔκτεινε πάντας· προελθὼν ἄλλοις ἀπηντᾶτο πλείοσι. παράγγελμα ἔδωκε θαλλῷ στεφανοῦσθαι καὶ μὴ κτείνειν τοὺς ἀπαντῶντας, φράζειν δὲ, ὡς ἐσπείσαντο τοῖς πρώτοις. οἱ δὲ πιστεύσαντες ἄρα σπένδονται καὶ Πεισιστράτῳ τὸ ἄστυ ἐπέτρεψαν. ὁ δὲ ἅρματος ἐπιβὰς, παραστησάμενος γυναῖκα μεγάλην, καλὴν, ὄνομα Φύην, ὅπλοις Παλλαδικοῖς κεκοσμημένην, δόξαν ἐνδοὺς ὡς Ἀθηνᾶ κατάγοι Πεισίστρατον, ἀδεῶς εἰσήλασε καὶ τῆς τυραννίδος τῶν Ἀθηναίων κατέσχεν.

[2]    Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ἧκον· ὁ δὲ προῆλθε βουλόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν ἤρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἵνα πάντες ἐξακούσειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δ' ἐντείναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύλου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας, ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων.

[3]    Πεισίστρατος Μεγακλεῖ διεπολιτεύετο, καὶ ἦν ὁ Μεγακλῆς ὑπὲρ τῶν πλουσίων τεταγμένος, ὁ δὲ Πεισίστρατος ὑπὲρ τῶν πενήτων. καὶ δή ποτε ἐν ἐκκλησίᾳ πολλὰ τῷ Μεγακλεῖ λοιδορησάμενος καὶ ἀπειλήσας ἀπηλλάγη κατατρώσας δὲ ἑαυτὸν οὐ καιρίοις τραύμασι τῆς ὑστεραίας προῆλθεν εἰς τὴν ἀγορὰν δεικνύων τοῖς Ἀθηναίοις ταῦτα. ὁ δὲ δῆμος ὑπερηγανάκτησεν, ὡς ὁ κηδόμενος αὐτῶν δι' αὐτοὺς ταῦτα εἴη παθὼν, καὶ ἐς φυλακὴν τοῦ σώματος ἔδωκαν αὐτῷ τριακοσίους φύλακας, οἷς κορυνηφόροις χρησάμενος αὐτός τε τύραννος Ἀθηναίων ἐγένετο καὶ τοῖς παισὶ τὴν τυραννίδα κατέλιπεν.

[22]

ΑΡΙΣΤΟΓΕΙΤΩΝ.

[1]    Ἀριστογείτων ὑπὸ τῶν δορυφόρων στρεβλούμενος περὶ τῶν συνειδότων, τῶν μὲν συνειδότων ὡμολόγησεν οὐδένα, πάντας δὲ τοὺς Ἱππίου φίλους κοινωνῆσαι τῆς ἐπιθέσεως. ὁπότε δὲ τούτους Ἱππίας ἀπέκτεινε, τότε ὁ Ἀριστογείτων ὠνείδισεν αὐτῷ τὸ στρατήγημα τῶν φίλων.

[23]

ΠΟΛΥΚΡΑΤΗΣ.

[1]    Πολυκράτει τῷ Σαμίῳ καταθέοντι τὴν Ἑλληνικὴν θάλατταν ἔδοξεν εἶναι στρατηγικὸν, εἰ κατάγοι καὶ τὰ τῶν φίλων, ὡς ἀπαιτούμενος ἃ λαμβάνοι, φιλτέρους ἕξων· οὐδὲν δὲ λαβὼν οὐκ ἂν οὐδ' ἀποδοῦναι δύνασθαι.

[2]    Πολυκράτης, μελλόντων Σαμίων θυσίαν ποιεῖν ἐν τῷ ἱερῷ τῆς Ἥρας πάνδημον, ἐν ᾗ μεθ' ὅπλων ἐπόμπευον, πλεῖστα ὅσα τῇ προφάσει τῆς ἑορτῆς ὅπλα συλλέξας τοὺς μὲν ἀδελφοὺς Συλοσῶντα καὶ Παντάγνωστον συμπομπεύειν ἔταξε. μετὰ δὲ τὴν πομπὴν τῶν Σαμίων θύειν μελλόντων οἱ πλεῖστοι τὰς πανοπλίας ἀπέθεντο παρὰ τοῖς βωμοῖς προσέχοντες σπονδαῖς καὶ εὐχαῖς. οἱ δ' ἀμφὶ Συλοσῶντα καὶ Παντάγνωστον τὰ ὅπλα ἔχοντες, ἀνὴρ ἀνδρὶ παραστὰς, ἐφεξῆς ἅπαντας ἐκτίννυον. Πολυκράτης τοὺς ἐν τῇ πόλει μετέχοντας τῆς ἐπιθέσεως ἁλίσας προκατελάβετο τῆς πόλεως τοὺς ἐπικαιροτάτους τόπους [τοὺς] ἀπὸ τοῦ ἱεροῦ μετὰ τῶν ὅπλων σπουδῇ θέοντας ἀδελφοὺς καὶ συμμάχους δεξάμενος. τειχίσας ἀκρόπολιν τὴν καλουμένην Ἀστυπάλαιαν, μεταπεμψάμενος παρὰ Λυγδάμιδος τοῦ Ναξίων τυράννου στρατιώτας καὶ δὴ Σαμίων τύραννος ἦν.

[24]

ΙΣΤΙΑΙΟΣ.

[1]    Ἱστιαῖος Μιλήσιος ἐν Πέρσαις διάγων παρὰ Δαρείῳ βασιλεῖ βουλόμενος Ἰωνίαν ἀποστῆσαι γράμματα πέμπειν οὐ θαρρῶν διὰ τοὺς φύλακας τῶν ὁδῶν οἰκέτην πιστὸν ἀποξύρας τὰς τρίχας στίγματα ἐνεγράψατο τῇ κεφαλῇ 'Ἱστιαῖος Ἀρισταγόρᾳ· Ἰωνίαν ἀπόστησον' καὶ τοῖς στίγμασιν ἐπέθρεψε τὰς τρίχας. τοῦτον τὸν τρόπον λαθὼν τοὺς φύλακας ὁ στιγματοφόρος καταβὰς ἐπὶ θάλατταν ἀποξυράμενος ἔδειξεν Ἀρισταγόρᾳ τὰ στίγματα· ὁ δὲ ἀναγνοὺς ἀπέστησεν τὴν Ἰωνίαν.

[25]

ΠΙΤΤΑΚΟΣ.

[1]    Πιττακὸς καὶ Φρύνων ἐμονομάχουν Σιγείου πέρι· ἔδοξεν ἀμφοῖν ἴσα ἔχειν ὅπλα. τὰ μὲν δὴ φανερὰ ὅπλα ἴσα ἦν. Πιττακὸς δὲ ὑπὸ τῇ ἀσπίδι κρύψας ἀμφίβληστρον περιβάλλει τὸν Φρύνωνα καὶ ῥᾳδίως ἐπισπασάμενος κτιννύει καὶ Σίγειον τοῖς Λεσβίοις τῷ λίνῳ ἐθήρευσεν. οἷον καὶ νῦν οἱ μονομαχοῦντες λίνον ἔχουσι, Πιττακὸς ἐδίδαξεν.

[26]

ΒΙΑΣ.

[1]    Κροῖσος Λυδὸς ἐπιπλεῖν τοῖς νησιώταις παρεσκευάζετο. Βίας ὁ Πριηνεὺς ἐξέπληξε τὸν Λυδὸν εἰπὼν 'οἱ νησιῶται πολλὴν ἵππον ἐπί σε ὠνοῦνται'. ὁ δὲ γελάσας ἔφη 'ὦ Ζεῦ, νησιώτας ἐν ἠπείρῳ λάβοιμι'. ὁ δὲ Βίας 'τί δ' ἄλλο [οἴει]', ἔφη, 'κἀκείνους εὔχεσθαι Διὶ, ἢ ὅπως Κροῖσον ἠπειρώτην ἐν θαλάσσῃ λάβοιεν;' ὁ λόγος Βίαντος ἔπεισεν Κροῖσον ἐπὶ τὰς νήσους πλεῦσαι μηκέτι.

[27]

ΓΕΛΩΝ.

[1]    Γέλων Δεινομένους Συρακούσιος ἐν τῷ πρὸς Ἱμίλκωνα τὸν Καρχηδόνιον πολέμῳ στρατηγὸς αὐτοκράτωρ χειροτονηθείς, λαμπρῶς ἀγωνισάμενος, κρατήσας, παρελθὼν εἰς ἐκκλησίαν, εὐθύνας δοὺς τῆς αὐτοκράτορος ἀρχῆς, τῆς δαπάνης, τῶν καιρῶν, τῶν ὅπλων, τῶν ἵππων, τῶν τριήρων, ἐπὶ πᾶσιν ἐπαινεθεὶς τέλος ἐξέδυ τὴν ἐσθῆτα καὶ στὰς ἐν μέσῳ γυμνός· 'οὕτως ἐγὼ', ἔφη, 'γυμνὸς ὑμῖν ἕστηκα, ὑμεῖς δὲ ἔνοπλοι, ὥστε, εἴ τί μοι πέπρακται βίαιον, χρήσασθε κατ' ἐμοῦ καὶ σιδήρῳ καὶ πυρὶ καὶ λίθοις.' ὁ δῆμος ἐπεβόησεν ὡς ἄριστον στρατηγὸν ἐπαινῶν. ὁ δὲ ὑπολαβὼν ἔφη 'καὶ εἰσαῦθις οὖν τοιοῦτον στρατηγὸν χειροτονήσατε'. πάλιν ὁ δῆμος 'ἀλλὰ τοιοῦτον ἄλλον οὐκ ἔχομεν'. οὕτως δὴ παρακληθεὶς δεύτερον στρατηγῆσαι ἀντὶ στρατηγοῦ τύραννος ἐγένετο Συρακουσίων.

[2]    Γέλων Σικελῶν τύραννος Ἱμίλκωνι βασιλεῖ Καρχηδονίων διαπλεύσαντι ἐπὶ Σικελίαν ἀντιστρατοπεδεύων μάχῃ μὲν συμβαλεῖν οὐκ ἐθάρρει· Πεδίαρχον δὲ τὸν τοξοτῶν ἡγούμενον, ὅμοιον ἑαυτῷ τὴν ἰδέαν ἀμφιέσας τὴν ἑαυτοῦ τυραννικὴν ἐσθῆτα ἐκέλευσε προελθεῖν τοῦ στρατοπέδου καὶ θύειν ἐπὶ τῶν βωμῶν, ἕπεσθαι δὲ αὐτῷ τοξότας ἐν ἐσθῆτι λευκῇ κατέχοντας μυρίνας, τόξα ὑπὸ ταῖς μυρίναις κρύπτοντας· ἡνίκ' ἂν δὲ ἴδωσιν Ἱμίλκωνα καὶ αὐτὸν ὁμοίως προελθόντα καὶ θύοντα, τοξεύειν ἐπ' αὐτόν. οὕτω δὴ τούτων πραχθέντων Ἱμίλκων οὐδὲν ὑπιδόμενος προελθὼν ἔθυσεν· ὥστε σπένδων θύων τε ἄφνω πολλῶν τοξευμάτων ἐπ' αὐτὸν ἐπελθόντων ἐτελεύτησεν.

[3]    Γέλων τὸ Μεγαρικὸν βουλόμενος καταλῦσαι ἐποίκους μὲν ἐκάλει τοὺς ἐθέλοντας Δωριῶν, Διογνήτῳ δὲ, τῷ Μεγαρέων ἄρχοντι, χρήματα παρὰ δύναμιν ἐπέταξεν· ὁ δὲ τοῖς πολίταις. οἱ δὲ τοῖς τέλεσιν ἀπαγορεύοντες ἐς τὴν ἀποικίαν τὴν ἐν Συρακούσαις ὑπείκουσαν ὑποβαλόντες αὑτοὺς τῇ Γέλωνος δυναστείᾳ.

[28]

ΘΗΡΩΝ.

[1]    Θήρων Καρχηδονίοις παρετάσσετο. τῶν δὲ πολεμίων φευγόντων οἱ Σικελιῶται ἐμπίπτοντες ἐς τὸ στρατόπεδον ὡς διαρπασόμενοι τὰς σκηνὰς ὑπὸ τῶν Ἰβήρων παραβοηθούντων ἀνῃροῦντο. Θήρων πολὺν τὸν ὄλεθρον ἰδὼν ἔπεμψε τοὺς κυκλωσομένους παραγγείλας ὄπισθεν τὰς σκηνὰς καταπρῆσαι· φλογὸς δὲ πολλῆς αἰρομένης οὐκ ἔχοντες οἱ πολέμιοι σκηνὰς ἐπὶ τὰς ναῦς ἔφευγον. οἱ δὲ Σικελιῶται διώκοντες παρὰ ταῖς ναυσὶ τοὺς πλείστους διέφθειραν.

ΘΗΡΩΝ ΜΙΛΤΙΑΔΟΥ.

[2]    Σελινούντιοι Καρχηδονίοις παραταξάμενοι πολλῶν πεσόντων ἀτάφων κειμένων καὶ τῶν πολεμίων ἐπικειμένων θάψαι τοὺς νεκροὺς οὐ θαρροῦντες, οὐ μὴν οὐδὲ ἀτάφους περιορᾶν ὑπομένοντες ἐβουλεύοντο τί χρὴ πράττειν. Θήρων ὑπέσχετο, εἰ λάβοι τριακοσίους οἰκέτας τοὺς τεμεῖν τὴν ὕλην δυνησομένους, αὐτὸς ἂν σὺν αὐτοῖς προσελθὼν καὶ τὰ σώματα καῦσαι καὶ πολυάνδριον αὐτῶν ἐγεῖραι· εἰ δὲ οἱ πολέμιοι κρατήσειαν αὐτῶν, οὐδὲν μέγα κινδυνεύεσθαι τῇ πόλει, ἐὰν ἕνα πολίτην ἀπολέσῃ καὶ τιμὴν ἀνδραπόδων τριακοσίων. ἐπῄνεσαν οἱ Σελινούντιοι τὴν γνώμην καὶ αὐτῷ συνεχώρησαν, οὓς βούλοιτο οἰκέτας αἱρεῖσθαι. ὁ δὲ τοὺς εὐρώστους καὶ ἀκμάζοντας ἐπιλεξάμενος ἐξήγαγε δρέπανα καὶ πελέκεις καὶ ἀξίνας ἔχοντας ὡς τεμοῦντας ὕλην εἰς πυρκαϊὰν νεκρῶν τοσούτων. ἐπεὶ δὲ ἐξῆλθον, πείσας αὐτοὺς Θήρων ἐπιθέσθαι τοῖς δεσπόταις βαθείας ἑσπέρας ἐπανῆλθεν εἰς τὴν πόλιν. οἱ δὲ τῶν τειχῶν φύλακες γνωρίσαντες εἰσεδέξαντο. Θήρων αὐτούς τε τοὺς φύλακας φονεύσας καὶ τῶν πολιτῶν τοὺς πλείστους καθεύδοντας ἀποκτείνας κατέλαβε τὴν πόλιν καὶ τύραννος ἐγένετο Σελινουντίων.

[29]

ΙΕΡΩΝ.

[1]    Ἱέρων ποταμὸν κωλυόμενος διαβῆναι ὑπὸ τῶν πολεμίων ἐπιστήσας τοὺς ὁπλίτας ἐπὶ τῆς διαβάσεως ἐκέλευσε τοὺς ἱππεῖς προάγειν ἄνω τοῦ ποταμοῦ ὡς διαβησομένους ἐκεῖθεν, τοὺς δὲ ψιλοὺς ἀνωτέρω τῶν ἱππέων. οἱ μὲν πολέμιοι ἀντιπαρῆγον ὡς τοὺς ἱππέας καὶ τοὺς ψιλοὺς κωλύσοντες· ὁ δὲ Ἱέρων διήγαγε τοὺς ὁπλίτας βιασάμενος ὀλίγους ὄντας τοὺς καταλελειμμένους τῶν ἐναντίων καὶ παραχρῆμα σημεῖον ἦρε τοῖς ψιλοῖς καὶ τοῖς ἱππεῦσιν. οἱ δὲ ὑποστρέψαντες διέβησαν τῶν προδιαβάντων ὁπλιτῶν τοὺς ὑποστρέψαντας πολεμίους ἀνειργόντων.

[2]    Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε λάβοι τινὰς αἰχμαλώτους τῶν εὐγενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπεδίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλὰς ἡμέρας κατασχὼν κοινωνήσας αὐτοῖς ἑστίας καὶ τιμήσας προεδρίᾳ τηνικαῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο. οἱ δὲ ἐπανελθόντες ὕποπτοι παρὰ τοῖς πολίταις ἦσαν ὡς φιλίας Ἱέρωνι κεκοινωνηκότες.

[30]

ΘΕΜΙΣΤΟΚΛΗΣ.

[1]    Ἀθηναίοις ὁ θεὸς ἔχρησεν

  

   ὦ θείη Σαλαμὶς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν. Θεμιστοκλῆς Ἀθηναίων τὸ λόγιον δεδιότων 'τά γε τῶν πολεμίων', ἔφη· 'οὐ γὰρ ἂν θείην τὴν Σαλαμῖνα ὁ θεὸς ἀνηγόρευσεν, εἰ ἔμελλεν ἀπολλύειν τὰ τέκνα τῶν Ἑλλήνων.' τοῦτο λεχθὲν θάρσος Ἀθηναίοις ἔδωκε, καὶ ἡ νίκη τὴν ἐξήγησιν ἐπιστώσατο.

[2]    Τοῦ θεοῦ χρήσαντος

  

   τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς

οἱ μὲν ἄλλοι Ἀθηναῖοι τειχίζειν τὴν ἀκρόπολιν ἠγόρευον, Θεμιστοκλῆς δὲ ἐς τὰς τριήρεις ἐμβαίνειν, ὡς ταύτας οὔσας τὸ ξύλινον τεῖχος τῶν Ἀθηναίων. ἐπείσθησαν, ἐνέβησαν, ἐναυμάχησαν, ἐνίκησαν.

[3]    Θεμιστοκλῆς ἐναυλόχει περὶ Σαλαμῖνα· τοῖς Ἕλλησιν ἐδόκει φεύγειν, Θεμιστοκλεῖ ναυμαχεῖν ἐν στενῇ θαλάσσῃ. ὡς δὲ μένειν οὐκ ἔπειθεν, ἦν αὐτῷ Σίκιννος εὐνοῦχος παιδαγωγὸς τοῖν παίδοιν, νύκτωρ τὸν Σίκιννον τοῦτον ὡς βασιλέα πέμπει μηνύσοντα κατ' εὔνοιαν δὴ ὅτι ἀποδιδράσκει τὸ Ἑλληνικόν· ἀλλὰ ναυμάχει. πείθεται βασιλεὺς καὶ ναυμαχεῖ, καὶ τὸ πλῆθος τῶν τριήρων συνέτριψεν ἡ στενὴ θάλασσα· οἱ δὲ Ἕλληνες ἄκοντες ἐνίκησαν τῇ σοφίᾳ τοῦ στρατηγοῦ.

[4]    Οἱ Ἕλληνες νικήσαντες ἐν Σαλαμῖνι βουλεύονται πλεῖν ἐφ' Ἑλλήσποντον καὶ τὸ ζεῦγμα λύειν, ἵνα βασιλεὺς μὴ φύγῃ· Θεμιστοκλῆς ἀντιβουλεύεται λέγων 'βασιλεὺς ἀποληφθεὶς ἀναμαχεῖται τάχα· πολλάκις δὲ ἀπόνοια δίδωσιν, ὅσα μὴ ἔδωκεν ἀνδρεία'. πέμπει δὴ πάλιν ὡς βασιλέα εὐνοῦχον ἄλλον Ἀρσάκην οὑτωσὶ προαγορεύοντα· εἰ μὴ φύγοι διὰ τάχους, ἡ γέφυρα τοῦ Ἑλλησπόντου διαλύεται. βασιλεὺς ἔδεισε καὶ φθάσας τὸ Ἑλληνικὸν διέβη τὸ ζεῦγμα καὶ φυγὼν ᾤχετο· Θεμιστοκλῆς δὲ τοῖς Ἕλλησιν ἐφύλαξε τὴν νίκην ἀκίνδυνον.

[5]    Ἀθηναῖοι τὰ τείχη τοῦ ἄστεος ἤγειρον· Λάκωνες ἐφθόνουν· ἠπάτησεν αὐτοὺς Θεμιστοκλῆς. ὁ δὲ τρόπος τῆς ἀπάτης ἦν· ἀφίκετο πρεσβευτὴς καὶ ἦν πρὸς τοὺς Λάκωνας ἔξαρνος, ἦ μὴν οὐκ ἐγερεῖσθαι τὸ τεῖχος. 'εἰ δὲ ἀπιστεῖτε, τοὺς ἀρίστους ἐκπέμψατε κατασκόπους ἐμὲ κατασχόντες.' οἱ μὲν ἔπεμψαν· Θεμιστοκλῆς δὲ κρύφα πέμψας ἐνετείλατο Ἀθηναίοις κατέχειν τοὺς κατασκόπους, ἔστ' ἂν ἐγείρωσι τὸ τεῖχος· ἐπειδὰν δὲ ἐγείρωσι, μὴ πρότερον αὐτοὺς ἀποπέμπειν, εἰ μὴ πρόσθεν αὐτὸν ἀπολάβοιεν. καὶ ταῦτα οὕτως ἐγένετο. ἠγέρθη τὸ τεῖχος, καὶ ἐπανῆλθε Θεμιστοκλῆς. ἀπεδόθησαν οἱ κατάσκοποι, ἐτειχίσθησαν Ἀθῆναι Λακεδαιμονίων ἀκόντων.

[6]    Θεμιστοκλῆς ἐν τῷ πρὸς Αἰγινήτας πολέμῳ μελλόντων Ἀθηναίων τὴν ἐκ τῶν ἀργυρείων πρόσοδον, ἑκατὸν τάλαντα, διανέμεσθαι κωλύσας ἔπεισεν ἑκατὸν ἀνδράσι τοῖς πλουσιωτάτοις ἑκάστῳ δοῦναι τάλαντον· κἂν μὲν ἀρέσῃ τὸ πραχθησόμενον, τῇ πόλει τὸ ἀνάλωμα λογισθῆναι, ἐὰν δὲ μὴ ἀρέσῃ, τοὺς λαβόντας ἀποδοῦναι. ταῦτα μὲν ἔδοξεν. οἱ δὲ ἑκατὸν ἄνδρες ἕκαστος μίαν τριήρη κατέστησαν σπουδῇ χρησάμενοι κάλλους καὶ τάχους. Ἀθηναῖοι καινὸν στόλον ποιήσαντες ἥσθησαν, καὶ οὐ μόνον κατὰ Αἰγινητῶν ταῖς τριήρεσι ταύταις, ἀλλὰ καὶ κατὰ Περσῶν ἐχρήσαντο.

[7]    Θεμιστοκλῆς Ἰώνων Ξέρξῃ συμμαχούντων ἐκέλευσε τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους 'ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοὺς πατέρας'. τούτων ἀναγιγνωσκομένων βασιλεὺς τοὺς Ἴωνας ὑπόπτους ἡγήσατο.

[8]    Θεμιστοκλῆς φεύγων Ἀθηναίους νεὼς ἐπιβὰς ἀγνοούμενος ἐκομίζετο τὴν ἐπὶ Ἰωνίας. ἐπεὶ δὲ ἡ ναῦς ὑπὸ χειμῶνος ἐπὶ Νάξον κατεφέρετο πολιορκουμένην ὑπ' Ἀθηναίων, τῷ ναυκλήρῳ φοβηθεὶς ἔφρασεν ὅστις εἴη. καὶ εἰ μὴ σώσειεν αὐτὸν, κατερεῖν ἠπείλησεν Ἀθηναίοις, ὡς χρήμασι αὐτὸν πεισθεὶς ἄγοι· ὅπως οὖν ἀμφότεροι σωθεῖεν, μηδεὶς (οὖν) ἐκβαινέτω τῆς νεώς. ὁ ναύκληρος φοβηθεὶς οὔτε ἐκβῆναι συνεχώρησε καὶ ἀναχθῆναι διὰ τάχους ἔσπευσεν.

[31]

ΑΡΙΣΤΕΙΔΗΣ.

[1]    Ἀριστείδης καὶ Θεμιστοκλῆς, ἐχθρότατοι πάντων ὄντες διεπολιτεύοντο. τοῦ δὲ Πέρσου δὴ ἐπιόντος ἀλλήλων λαβόμενοι τῆς πόλεως ἔξω προελθόντες ἐς ταὐτὸν ἑκάτερος τὴν δεξιὰν χεῖρα καθιέντες συνημμένων τῶν δακτύλων ἐπεφώνουν· 'τὴν ἔχθραν ἐνταῦθα κατατιθέμεθα, ἕως ἂν πρὸς τὸν Πέρσην διαπολεμήσωμεν.' ταῦτ' εἰπόντες ἄραντες τὰς χεῖρας διαλελυμένων τῶν δακτύλων, ὡς δή τι κατατεθεικότες, ἔπειτα συγχώσαντες τὸν βόθρον ἐπανῆλθον καὶ διετέλεσαν παρὰ πάντα τὸν πόλεμον ὁμονοοῦντες. ἡ δὲ τῶν στρατηγῶν ὁμόνοια μάλιστα δὴ τοὺς βαρβάρους ἐνίκησεν.

[32]

ΛΕΩΝΙΔΑΣ.

[1]    Λεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στενότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων.

[2]    Λεωνίδας μάχην συνάπτειν μέλλων ὁρῶν νεφέλας χειμερίους ἁλιζομένας πρὸς τοὺς ἡγεμόνας ἔφη, ὡς οὐ χρὴ θαυμάζειν ἀστραπῶν καὶ βροντῶν γιγνομένων· ἀνάγκη γὰρ αὐτὰ συμβαίνειν, ἄστρου κινουμένου. πολλῶν οὖν διοσημειῶν γιγνομένων οἱ μὲν τοῦ Λεωνίδου προϊδόντες τὸ μέλλον θαρροῦντες ἠπείγοντο. οἱ πολέμιοι δὲ ἐκπλαγέντες ἄθυμοι πρὸς τὸν κίνδυνον ἐγένοντο καὶ παρὰ τοῦτο ἡττήθησαν.

[3]    Λεωνίδας ἐμβαλὼν ἐς χώραν πολεμίων διαπέμψας νύκτωρ ἄλλους ἀλλαχῆ προσέταξεν, ὅταν αἴρῃ τὸ σημεῖον, δένδρα κόπτειν καὶ τὰς ἐπαύλεις ἐμπιπράναι. ταῦτα ὁρῶντες οἱ κατὰ τὴν πόλιν καὶ πάμπολυ τὸ πλῆθος εἶναι νομίσαντες οὐκ ἐπεξῆλθον, ἀλλὰ τὴν λείαν ἄγειν αὐτοῖς προήκαντο.

[33]

ΛΕΩΤΥΧΙΔΗΣ.

[1]    Λεωτυχίδης, περὶ Μυκάλην τῶν Ἑλλήνων ναυμαχούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων καταπεπληγότων, τῶν δὲ Ἰώνων μηδιζόντων φόβῳ μᾶλλον ἢ γνώμῃ, μετέβαλεν ἁπάντων τὸ φρόνημα πλασάμενος ἀγγελίαν ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἑλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες ἀκούσαντες ἐθάρρησαν καὶ προσέθεντο τοῖς Ἕλλησιν. ἡ τύχη τὸ Λεωτυχίδου στρατήγημα ἐποίησεν ἀληθὲς νίκην παρασχοῦσα τοῖς Ἕλλησι τῆς ἐν Πλαταιαῖς μάχης.

[34]

ΚΙΜΩΝ.

[1]    Κίμων ἐπ' Εὐρυμέδοντι ποταμῷ νικᾷ τοὺς βασιλέως σατράπας καὶ πολλὰ σκάφη βαρβαρικὰ ἑλὼν ἐς ταῦτα τοὺς Ἕλληνας ἐμβῆναι κελεύει καὶ στολὰς ἐνδῦναι Μηδικὰς καὶ πλεῖν ἐπὶ Κύπρου. Κύπριοι τῇ ὄψει τοῦ βαρβαρικοῦ σχήματος ἐξαπατώμενοι τὸν στόλον ὡς φίλιον ὑποδέχονται· οἱ δὲ ἀποβάντες καὶ σφόδρα γε ἀντὶ βαρβάρων Ἕλληνες ἐφάνησαν καὶ Κυπρίους ἐνίκησαν μείζω τὴν ἔκπληξιν τῆς δυνάμεως ἔχοντες.

[2]    Κίμων ἀπὸ Σηστοῦ καὶ Βυζαντίου αἰχμάλωτα πολλὰ βαρβαρικὰ εἷλε καὶ τῶν συμμάχων δεηθέντων διανομεὺς ἐγένετο. μοῖραν μίαν ἔταξε γυμνὰ τὰ σώματα, μοῖραν ἑτέραν ἀναξυρίδας, κάνδυς, στρεπτὰ καὶ ὅσα τοιάδε. οἱ σύμμαχοι αἱροῦνται τὸν κόσμον· Ἀθηναῖοι γυμνὰ τὰ σώματα. γέλων ὀφλισκάνει Κίμων ὡς τὴν μείζω μοῖραν προέμενος τοῖς συμμάχοις. οὐκ ἐς μακρὰν τῶν αἰχμαλώτων οἱ συγγενεῖς ἀπὸ Λυδίας καὶ Φρυγίας καταβάντες μεγάλα λύτρα ὑπὲρ τῶν οἰκείων κατέβαλον. τότε ἡ σοφία Κίμωνος ἐθαυμάζετο· Ἀθηναῖοι δὲ πολλῷ πλείω χρήματα λαβόντες μάλα δὴ τῶν συμμάχων κατεκερτόμησαν.

[35]

ΜΥΡΩΝΙΔΗΣ.

[1]    Ἀθηναῖοι καὶ Θηβαῖοι παρετάσσοντο. Μυρωνίδης Ἀθηναίοις παρήγγειλεν, ὅταν ὑποσημήνῃ, θεῖν ἐπὶ τοὺς πολεμίους ἀρξαμένους ἀπὸ τοῦ εὐωνύμου. ὁ μὲν ἐσήμηνεν· οἱ δ' ἔθεον. ὡς δὲ βραχὺ προῆλθον, Μυρωνίδης ἐπὶ τὸ δεξιὸν κέρας δραμὼν μέγα ἐβόα 'νικῶμεν κατὰ τὸ εὐώνυμον'. Ἀθηναῖοι μὲν τῷ λόγῳ τῆς νίκης ἐπιρρωσθέντες προθυμότερον ἐμβάλλουσι· Θηβαῖοι δὲ τῷ ἀγγέλματι τῆς ἥττης καταπλαγέντες ἔκλιναν εἰς φυγήν.

[2]    Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας, καὶ προελθὼν εἰς τὸ πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων 'ὁρᾶτε', ἔφη, 'τὸ πεδίον ὅσον. ἐν πεδίῳ τόσῳ πολεμίων ἵππους ἐχόντων, ἢν μὲν φεύγωμεν, ἀνάγκη διωκόντων ἱππέων ἁλῶναι· ἢν δὲ μένωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες.' οὕτως ἄρα πείθονται μένειν· καὶ προῆλθε Μυρωνίδης κρατῶν ἄχρι Φωκίδος καὶ Λοκρῶν.

[36]

ΠΕΡΙΚΛΗΣ.

[1]    Λακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς ἐξέπεμψε τριήρεις Ἀθηναίων, οἳ δῃώσουσι τὰ παράλια τῆς Λακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συμβαίνῃ.

[2]    Περικλῆς πλουτῶν χώραν πολλὴν ἐκέκτητο. Ἀρχίδαμος, φίλος ὢν αὐτῷ πάλαι καὶ πρόξενος, δῃώσων ἐνέβαλλε τὴν Ἀττικήν. Περικλῆς προϊδόμενος, ὡς ἄρα τιμῶν Ἀρχίδαμος τὴν προξενίαν τῶν αὑτοῦ χωρίων ἀποσχήσοιτο, ἵνα μὴ γένοιτο Ἀθηναίοις ὕποπτος, φθάσας τὴν δῄωσιν ἐς ἐκκλησίαν παρελθὼν ἐχαρίσατο τῇ πόλει τὴν γῆν, ὅσην ἐκέκτητο.

[37]

ΚΛΕΩΝ.

[1]    Κλέων Ἀβυδηνοῖς Σηστὸν παρέδωκεν οὐ φανερᾷ μάχῃ, ἀλλ' ἀφανεῖ τέχνῃ. Θεόδωρος φρουρῶν Σηστὸν, ἑταῖρος Κλέωνος, μοιχεύων γύναιον ἐν προαστείῳ, τῆς ὑδρορρόης διὰ τοῦ τείχους στενῆς φερομένης, ἕνα λίθον ἐξαιρῶν, διὰ νυκτὸς ἐξιὼν καὶ εἰσιὼν τὸν λίθον ἐναρμόττων καὶ τοῦτο λανθάνων τῷ Κλέωνι τὸ πραττόμενον ὡμολόγησεν ὡς παίγνιον. ὁ δὲ τοῖς Ἀβυδηνοῖς τὸ ἀπόρρητον ἐξαγορεύσας ἀσέληνον νύκτα παρατηρήσας κατὰ τὴν ὑδρορρόην, τοῦ Θεοδώρου τὸν λίθον ἐξῃρηκότος καὶ περὶ τὴν μοιχείαν ἀσχολουμένου, τοὺς στρατιώτας ὑπεισήγαγεν, οἳ τοὺς φύλακας ἀνελόντες τὰς πύλας ἔνδοθεν ἀνοίξαντες πᾶσαν δεξάμενοι τὴν δύναμιν τῆς Σηστοῦ ῥᾳδίως ἐκράτησαν.

[38]

ΒΡΑΣΙΔΑΣ.

[1]    Βρασίδας Ἀμφίπολιν προδοθεῖσαν εἷλε καὶ τοῖς προδόταις κελεύει κλεῖσαι τὰς πύλας καὶ λαβὼν τὰς βαλανάγρας ἔρριψεν ὑπὲρ τὸ τεῖχος, ὅπως ἂν ἀμύνοιντο τοὺς πολεμίους, εἰ καὶ κλίμακας προσθέντες βιάζοιντο.

[2]    Βρασίδας περὶ Ἀμφίπολιν ἐπολιορκεῖτο ἐπὶ λόφου καρτεροῦ προσβαλλόντων ἐν κύκλῳ τῶν πολεμίων. οἱ μὲν δὴ δεδιότες, μὴ νύκτωρ ἀποδραίη, λίθοις περιετείχιζον τὸν λόφον καὶ τεῖχος ὑψηλὸν ἤγειρον. οἱ δὲ Λάκωνες ἠγανάκτουν, ὅτι μὴ προῆγεν αὐτοὺς εἰς μάχην, ἀλλὰ περιτειχισθέντες αἴσχιστα λιμῷ ἁλώσοιντο· Βρασίδας αὐτὸς ἔφη τὸν καιρὸν τῆς μάχης εἰδέναι. ἐπεὶ δὲ τὸ πλεῖστον τοῦ λόφου περιετετείχιστο, λοιπὸν δὲ ἦν ἀτείχιστον ὅσον πλέθρον αὔταρκες, τοῖς μετ' αὐτοῦ πρὸς μάχην παρήγγειλε τοῦτον εἶναι τὸν καιρὸν ὁρμῶσιν ἐπὶ τὴν ἔξοδον. καὶ δὴ ὁρμήσαντες πολλοὺς τῶν πολεμίων διαφθείραντες ἐσώθησαν· ἡ γὰρ στενοχωρία ἐλάττονας ὄντας οὐκ ἔβλαψεν· ὁ δὲ περιτειχισμὸς ὠφέλησε κωλύσας μηδένα κατὰ νώτου πολέμιον αὐτῶν γενέσθαι, ὥστε τῷ τείχει τῶν ἐναντίων τὸ μὲν ἐκείνων πλῆθος ἀχρεῖον, ἡ δὲ ἔξοδος ἀσφαλεστέρα τοῖς Λάκωσιν ἐγένετο.

[3]    Βρασίδας ἐπ' Ἀμφίπολιν ἐλθὼν λάθρα καὶ συνιδὼν ταραχὴν τῶν ἔνδον οὐχ ἡγούμενος ἀσφαλῆ τὴν ἐξ ἀπονοίας μάχην ἐκήρυξεν Ἀθηναίοις μὲν ἄδειαν ὑποσπόνδοις ἀπιοῦσι καὶ τὰ σφῶν αὐτῶν ἔχουσιν, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι Λακεδαιμονίων γένοιντο. τῷ κηρύγματι πεισθέντες Ἀθηναῖοι μὲν ἀπαλλάσσονται, Ἀμφιπολῖται δὲ Λακεδαιμονίοις προσέθεντο· Βρασίδας δὲ Ἀμφίπολιν καθ' ὁμολογίαν προσεκτήσατο.

[4]    Βρασίδας νυκτὸς ἐπιπλέων Σκιώνῃ τριήρη φιλίαν προπλεῖν ἔταξεν· αὐτὸς δὲ ἐν ὑπηρετικῷ κατόπιν εἵπετο, ὅπως, εἰ μέν τι μεῖζον τοῦ ὑπηρετικοῦ πολέμιον ἐπιφανείη σκάφος, ἡ τριήρης ἀμύνοι, εἰ δὲ ἀντίπαλος ἄλλη τριήρης, ἐν ὅσῳ πρὸς ἐκείνην διαγωνίζεται, αὐτὸς ἐν τῷ ὑπηρετικῷ διασωθῆναι φθάσειεν.

[5]    Βρασίδας ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν οὐραγίαν τῶν πολεμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτοντας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο.

[39]

ΝΙΚΙΑΣ.

[1]    Νικίας, ἐπιπλεύσας τῇ Κορινθίᾳ νύκτωρ, ἔνθα ὁ Σολύγης λόφος, ἀποβιβάσας Ἀθηναίων ὁπλίτας χιλίους καὶ ἄλλους ἀλλαχῆ λοχῆσαι τάξας ἀπέπλευσεν· ἐπεὶ δὲ ὑπηύγαζεν ἕως, πάλιν αὖ φανερῶς ἐπέπλευσεν. οἱ μὲν Κορίνθιοι σπουδῇ ἐκβοηθοῦντες ἔθεον, κωλύσοντες ἐκβαίνειν· οἱ δὲ ἐν ταῖς ἐνέδραις ἐξανιστάμενοι τοὺς πλείστους αὐτῶν διέφθειραν.

[2]    Νικίας στρατοπεδευόντων Ἀθηναίων περὶ τὸ Ὀλυμπιεῖον ἐς τὸ πρὸ τοῦ στρατοπέδου χωρίον ὁμαλὲς ὂν ἐκέλευσε νύκτωρ τριβόλους κατασπεῖραι. ἐπεὶ δὲ τῆς ὑστεραίας Ἔκφαντος ὁ Συρακουσίων ἵππαρχος προήγαγε τοὺς ἱππεῖς, ἦν αὐτῶν αἰσχρὰ φυγὴ τῶν τριβόλων ἐμπηγνυμένων ἐν τοῖς ποσὶ τῶν ἵππων· πολλοὶ δ' αὐτῶν οὐδὲ προβαίνειν οἷοί τε ἦσαν, ἀλλ' ὑπὸ τῶν πελταστῶν στερεὰ ὑποδήματα ἐχόντων διεφθείροντο.

[3]

  

   Νικίας ἐν τῷ κύκλῳ τοῦ τείχους ἀπελείφθη μετ' ὀλίγων στρατιωτῶν τῆς ἄλλης δυνάμεως περὶ Θάψον οὔσης. τῶν δὲ Συρακουσίων τὸ προπύργιον τοῦ κύκλου λαβόντων, ἐν ᾧ ξύλα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν ἀμύνασθαι τὰ ξύλα ἐνέπρησεν· ἡ δὲ φλὸξ ἐπὶ μέγα αἰρομένη τοὺς πολεμίους ἀπεκρούετο. ἐν τῷ τέως ἡ ἀπὸ Θάψου δύναμις ἐπελθοῦσα προσεβοήθησεν.

[4]    Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμβανόμενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν, φάσκων πάντα ποιήσειν τὰ προσταττόμενα, καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιππος τῷ κήρυκι πιστεύσας κατεστρατοπέδευσε καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συνέπεμψε τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀποχώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.

[40]

ΑΛΚΙΒΙΑΔΗΣ.

[1]    Ἀλκιβιάδης δοκιμασίαν φίλων τοιάνδε ποιεῖται. εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ καθεῖρξε καὶ τῶν φίλων ἕκαστον εἰσάγων ἐδείκνυεν ὡς ἄνδρα δὴ πεφονευμένον καὶ παρεκάλει συμπράττειν, ὅπως ἂν τὸ δεινὸν λάθοι. οἱ μὲν δὴ ἄλλοι κοινωνῆσαι τοῦ μιάσματος ἔφυγον· Καλλίας δὲ ὁ Ἱππονίκου προσήκατο τὸ εἴδωλον, ὃ ἔδειξεν ἐπὶ δοκιμασίᾳ φίλων πεποιημένον. πιστὸν φίλον ἡγεῖται Καλλίαν, καὶ τὰ πάντα ἦν Ἀλκιβιάδῃ Καλλίας.

[2]    Ἀλκιβιάδης προσπλεύσας πολεμίᾳ πόλει τοὺς στρατιώτας ἀποβιβάσας νύκτωρ καὶ ἡμέραν ἀναμείνας, τῶν πολεμίων οὐκ ἐξιόντων, ἐνέδραν ἐγκαταστήσας τὰς σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγμένον ἰδόντες, θαρρήσαντες, ἐξελθόντες ἐσκεδάννυντο ἀνὰ τὴν χώραν. οἱ λοχῶντες ἐξαναστάντες εἷλον οὐκ ὀλίγα σώματα καὶ λείαν ἄφθονον· Ἀλκιβιάδης πάλιν προσπλεύσας καὶ ἀναλαβὼν αὐτὰ τὰ ληφθέντα καὶ τοὺς λαβόντας ἀπέπλευσεν.

[3]    Ἀλκιβιάδης Λακεδαιμονίων πολιορκούντων τὰς Ἀθήνας βουλόμενος τοὺς φύλακας τοῦ ἄστεος καὶ τοῦ Πειραιῶς καὶ τῶν σκελῶν τῶν ἄχρι θαλάσσης ἀγρύπνους περὶ τὴν φυλακὴν κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα· ὃς δ' ἂν μὴ ἀντανάσχῃ, ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον ἀφορῶντες ἐς τὴν ἀκρόπολιν, ἵνα αἴροντος τοῦ στρατηγοῦ τὸ πῦρ ἀντᾶραι δύναιντο, σημαίνοντες ὡς ἐγρηγορότες φυλάττοιεν.

[4]    Ἀλκιβιάδης πλέων ἐπὶ Σικελίαν ἐλθὼν ἐς Κέρκυραν πολλὴν οὖσαν τὴν δύναμιν τριχῇ διεῖλεν, ἵνα τῶν ἐπιτηδείων μᾶλλον εὐποροῖεν κατὰ μέρος ταῖς πόλεσι προσβάλλοντες. ἐπεὶ δὲ κατέσχεν ἐς Κατάνην οὐ δεχομένων αὐτὸν Καταναίων ἐπρεσβεύσατο βουλόμενος μόνος παρελθὼν εἰπεῖν αὐτοῖς τὰ συμφέροντα. τῶν δὲ ἐπιτρεψάντων καὶ θεόντων ἐς ἐκκλησίαν συνέταξεν, ὅσαι τῶν τειχῶν ἦσαν πυλίδες ἐνῳκοδομημέναι σαθρῶς, ταύτας ἐξελόντας εἴσω παρελθεῖν. ὁμοῦ δὴ συνέβαινεν Ἀλκιβιάδην μὲν ἄρχεσθαι δημηγορεῖν, Ἀθηναίους δὲ Κατάνην ἔχειν.

[5]    Ἀλκιβιάδης [Κατάνην] κατασχὼν ἄνδρα Καταναῖον πιστὸν αὐτῷ Συρακουσίοις γνώριμον καθῆκεν ἐς Συρακούσας ὡς πεμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς, ὧν τὰ ὀνόματα γιγνώσκοιεν. οὗτος ἤγγειλεν, Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κατάνης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἅμα ἕῳ καταλάβοιεν τῶν Ἀθηναίων τὸ στρατόπεδον, δύνασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι ῥᾳδίως. ἐπίστευσαν οἱ στρατηγοὶ τῶν Συρακουσίων καὶ παρήγγειλαν ἐξιέναι πανδημεὶ τὴν ἐπὶ Κατάνης, καὶ προελθόντες ἐστρατοπεδεύσαντο πρὸς τῷ Συμαίθῳ ποταμῷ. Ἀλκιβιάδης προσιόντας αὐτοὺς ὡς ᾔσθετο, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευσεν τῇ πόλει τῶν Συρακουσίων κενῇ καὶ οὐδενὸς εἴργοντος· τὸ δὲ κατὰ πλευρὰν αὐτῶν προτείχισμα ἐξελὼν διήρπασεν.

[6]    Ἀλκιβιάδης ἀπὸ Σικελίας ἀναχθεὶς ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν Ἑρμῶν καὶ τῶν μυστηρίων στρογγύλης νεὼς ἐπιβὰς ἐς Λακεδαίμονα κομίζεται καὶ πείθει τὴν ταχίστην πέμψαι Συρακουσίοις βοήθειαν καὶ Δεκέλειαν Ἀθηναίοις ἐπιτειχίσαι, ὡς οὐκ ἂν ἔτι σχόντων οὔτε τὰς ἀπὸ τῆς χώρας προσόδους οὔτε τὰς ἀπὸ τῶν ἀργυρείων, ἀλλὰ μὴν καὶ οἱ νησιῶται πολιορκουμένους αὐτοὺς ἰδόντες αὐτομολήσουσι. τούτων γενομένων ἐψηφίσαντο Ἀθηναῖοι κάθοδον Ἀλκιβιάδῃ.

[7]    Ἀλκιβιάδης παρετάττετο Συρακουσίοις. ἦν μεταξὺ τῶν στρατοπέδων πτέρις ξηρὰ, δαψιλής. ἀνέμου προσπεσόντος παμμεγέθους, ὃς ἦν κατὰ νώτου τοῖς Ἀθηναίοις, τοῖς δὲ πολεμίοις κατὰ προσώπου, [ἀνῆψε τὴν πτέριν· τοῦ δὲ καπνοῦ ἐμπεσόντος] ταῖς ὄψεσι τῶν Συρακουσίων τροπὴν αὐτῶν ἰσχυρὰν εἰργάσατο.

[8]    Ἀλκιβιάδης Τιρίβαζον ἔφευγεν. ὁδὸς ἦν μία. Τιρίβαζος μένοντι μὲν οὐκ ἐμάχετο, φεύγοντι δὲ ἐπέκειτο. Ἀλκιβιάδης νύκτα ἀναμείνας, ξύλα πολλὰ κόψας, ταῦτα νήσας, πῦρ ἐμβαλὼν, ἀπιὼν ᾤχετο. οἱ βάρβαροι τὴν αὐγὴν τοῦ πυρὸς ὁρῶντες ᾤοντο μένειν τοὺς Ἕλληνας· ἐπεὶ δὲ ἔγνωσαν, διώκειν ὁρμήσαντες τὴν ὁδὸν πεφραγμένην ὑπὸ τοῦ πυρὸς διελθεῖν οὐ δυνηθέντες τῆς διώξεως ἐπαύσαντο.

[9]    Ἀλκιβιάδης περὶ Κύζικον Θηραμένην καὶ Θρασύβουλον ἔπεμψε μετὰ τῶν πλειόνων νεῶν, ὅπως τοὺς ἐς τὴν πόλιν ἀποχωρήσοντας πολεμίους ἀνείργοιεν· αὐτὸς δὲ μετὰ ὀλίγων τριήρων ἐπὶ τὴν ναυμαχίαν ἀνήγετο. Μίνδαρος καταφρονήσας μετὰ πλειόνων ἀνήχθη. ὡς δὲ πλησίον ἦσαν, οἱ μὲν περὶ τὸν Ἀλκιβιάδην προσεποιήσαντο φεύγειν· οἱ δὲ περὶ τὸν Μίνδαρον περιχαρεῖς ὡς νικῶντες ἐδίωκον. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὸν Θηραμένην καὶ Θρασύβουλον ἐγένοντο, Ἀλκιβιάδης μὲν τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντιπρώρους. Μινδάρου δὲ ἀποστρέψαντος ἐπὶ τὴν πόλιν οἱ περὶ τὸν Θηραμένην ἀπήντησαν ἀποκλείοντες, ὁ δὲ ἐπὶ τοὺς Κλήρους καλουμένους τῆς Κυζικηνῶν γῆς ἀποχωρεῖν ἐπειρᾶτο. ἀλλὰ κἀκεῖ Φαρναβάζου στρατόπεδον ἐκβαίνειν ἐκώλυεν. Ἀλκιβιάδης δὲ διώκων τὰς μὲν μετεώρους τῶν νεῶν ἐμβολαῖς ἀνερρήγνυε, τὰς δὲ προσορμιζομένας τῇ γῇ χειρῶν σιδηρῶν ἐπιβολαῖς ἀφεῖλκε, τοὺς δὲ ἀποβαίνοντας ἐνέκοπτον οἱ Φαρναβάζειοι. τέλος δὲ Μίνδαρος πεσὼν Ἀλκιβιάδῃ λαμπροτάτην νίκην ἔδωκεν.

[41]

ΑΡΧΙΔΑΜΟΣ.

[1]    Ἀρχίδαμος ἐν Ἀρκαδίᾳ μέλλων παρατάσσεσθαι τῇ ὑστεραίᾳ ἐπέρρωσε τοὺς Σπαρτιάτας διὰ νυκτὸς βωμὸν ἱδρυσάμενος καὶ κοσμήσας ὅπλοις λαμπροτάτοις καὶ ἵππους δύο περιαγαγών. ἐπεὶ δὲ ἦν ἕως, οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καινὰ ὅπλα καὶ δυοῖν ἵπποιν ἴχνη καὶ βωμὸν αὐτόματον ἰδόντες διήγγειλαν, ὡς οἱ Διόσκουροι συμμαχήσοντες ἥκοιεν. οἱ στρατιῶται θαρρήσαντες καὶ τὰς γνώμας ἔνθεοι γενόμενοι γενναίως ἠγωνίσαντο καὶ τοὺς Ἀρκάδας ἐνίκησαν.

[2]    Ἀρχίδαμος ἐπολιόρκει Κόρινθον. ἦν ἐν τῇ πόλει στάσις τῶν πλουσίων καὶ τῶν πενήτων, τῶν· μὲν ὡς ὀλιγαρχίαν πραττόντων, τῶν δὲ ὡς προδοσίαν. ταῦτα μαθὼν Ἀρχίδαμος ἀνῆκε τὸ σφοδρὸν τῆς πολιορκίας· οὐκέτι μηχανήματα προσῆγεν, οὐκέτι περιετάφρευεν, οὐκέτι τὴν χώραν ἔτεμνεν. οἱ πλούσιοι φοβηθέντες ὡς ἄρα τοῖς πένησι προδιδοῦσι χαρίζοιτο, φθάσαντες ἐπεκηρυκεύσαντο καὶ τὴν πόλιν ἐνέδωκαν Ἀρχιδάμῳ, σφίσιν αὐτοῖς ἀσφαλὲς πρὸς αὐτὸν συνθέμενοι.

[3]    Λακεδαιμονίων ἡ πόλις ἐσείσθη, καὶ πέντε μόναι διεσώθησαν οἰκίαι. Ἀρχίδαμος ὁρῶν τοὺς ἀνθρώπους ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δείσας, μὴ πάντες ἀποληφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι πολεμίων ἔφοδον ἐσήμηνεν. πιστεύσαντες οἱ Λάκωνες πρὸς αὐτὸν συνέδραμον· αἱ μὲν οἰκίαι συνέπεσον, αὐτοὶ δὲ οὕτως ἐσώθησαν.

[4]    Ἀρχίδαμος κρατούντων Ἀρκάδων αὐτὸς ἤδη παρειμένος ὑπὸ τραύματος φθάσας ἐπεκηρυκεύσατο περὶ νεκρῶν ἀναιρέσεως, ὅπως μὴ καὶ οἱ λοιποὶ προσαπόλοιντο.

[5]

  

   Ἀρχίδαμος νύκτωρ τοὺς στρατιώτας ἦγεν ἐπὶ Καρύας· ὁδὸς ἦν ἄνυδρος, τραχεῖα, πολλὴ, καὶ ἠγανάκτουν οἱ στρατιῶται τῷ πόνῳ· παρεμυθεῖτο αὐτοὺς Ἀρχίδαμος, ὡς οἷόν τε ἦν, καὶ παρεκάλει μηδαμῶς ἐνδιδόναι. ἐπεὶ δὲ ἄφνω προσπεσόντες καὶ πολλοὺς τῶν πολεμίων κτείναντες ἐξεῖλον τὸ χωρίον, οἱ μὲν ἐδειπνοποιοῦντο ἐπὶ τῇ νίκῃ γεγηθότες· Ἀρχίδαμος δὲ ἤρετο, πηνίκα δοκοῦσιν ἁλῶναι τὴν πόλιν; λεγόντων δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν· 'οὐδαμῶς,' ἔφη αὐτὸς, 'ἀλλὰ τότε, ὅτε τὴν πολλὴν καὶ ἄνυδρον ὁδὸν ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρατεῖν πέφυκεν.' [42] [t]

ΓΥΛΙΠΠΟΣ.

[1]    Γύλιππος βουλόμενος αὐτοκράτωρ γενέσθαι τῆς ἐν Συρακούσαις δυνάμεως συναγαγὼν τοὺς στρατηγοὺς τῶν Συρακουσίων εἶπεν, ὡς χρὴ λόφον τινὰ μεταξὺ τῆς πόλεως καὶ τοῦ στρατοπέδου τῶν Ἀθηναίων τειχίσαι. τῶν δὲ πεισθέντων νύκτωρ αὐτὸς ἔπεμψεν αὐτόμολον ἀγγελοῦντα τοῖς πολεμίοις τὰ δεδογμένα. οἱ μὲν δὴ μαθόντες αὐτοὶ προκατέσχον τὸν λόφον. Γύλιππος δὲ ἐσχετλίαζεν ὡς τῶν ἀπορρήτων ἐξαγγελλομένων. ὅπως οὖν εἰσαῦθις τοῦτο μὴ γένοιτο, οἱ προὔχοντες τῶν Συρακουσίων ἑνὶ καὶ μόνῳ Γυλίππῳ τοῦ πολέμου τὴν ἀρχὴν ἐπέτρεψαν.

[2]    Γύλιππος τὸν προκατεσχημένον λόφον ὑπὸ Ἀθηναίων αὐτὸς βουλόμενος κατασχεῖν ἀπὸ τῶν τριήρων πολλῶν οὐσῶν εἴκοσι πληρώσας πυκνὰς τὰς μελέτας ἐποιεῖτο. τῶν δὲ πληρωμάτων συγκροτηθέντων νυκτὸς ἀφῆκεν αὐτὰς εἰς τὸ πέλαγος παραγγείλας καταπλεῖν ἀρχομένης ἡμέρας. ὡς δὲ οἱ πολέμιοι καταπλεούσας εἶδον, ἐπ' αὐτὰς ἀνήχθησαν. τῶν δὲ μεταβαλομένων ἐς φυγὴν οἱ μὲν Ἀθηναῖοι μετὰ σπουδῆς ἐδίωκον· ὁ δὲ Γύλιππος τὰς ὑπολοίπους ναῦς πληρώσας ἐπανήγετο. ἐν τῷ καιρῷ τούτῳ, περὶ τὴν ναυμαχίαν τῶν Ἀθηναίων ἀσχολουμένων, οἱ πεζοὶ Γυλίππου συνταχθέντες ῥᾷστα κατέσχον τὸν λόφον τοὺς φύλακας τῶν Ἀθηναίων ἐκβαλόντες.

[43]

ΕΡΜΟΚΡΑΤΗΣ.

[1]    Ἑρμοκράτης, τῶν [δούλων] ἐν Συρακούσαις ἐπαναστάντων καὶ χειρὸς πολλῆς οἰκετικῆς ἠθροισμένης, πρὸς τὸν ἡγούμενον αὐτῶν Σωσίστρατον ἔπεμψε πρεσβευτὴν ἕνα τῶν ἱππάρχων Δαΐμαχον, ὃς ἦν αὐτῷ συνήθης καὶ φίλος, ἀγγέλλοντα παρὰ τῶν στρατηγῶν, ὡς ἄρα τὸ φρόνημα αὐτοῦ θαυμάζοντες πάντας μὲν ἐλευθέρους ἀφιᾶσι, πάντας δὲ ὁπλιοῦσι καὶ σιτηρέσιον δώσουσι τὸ ἴσον, αὐτὸν δὲ τὸν Σωσίστρατον ἀποφαίνουσι συνάρχοντα, καὶ ἤδη γε ἥκειν βουλευσόμενον μετὰ τῶν στρατηγῶν, ὅσα τὸ ὁπλιτικὸν κατεπείγοι. ὁ δὲ Σωσίστρατος τῇ φιλίᾳ τοῦ Δαϊμάχου πιστεύσας παραλαβὼν εἴκοσι τοὺς ἡγεμονικωτάτους τῶν δούλων ἧκε πρὸς αὐτούς. οὗτοι μὲν συλληφθέντες ἐδέθησαν· Ἑρμοκράτης δὲ μετὰ ἑξακοσίων ὁπλιτῶν ἐξελθὼν καὶ τοὺς δούλους λαβὼν ὤμοσεν, ἦ μὴν μηδὲν αὐτοῖς δεινὸν ἂν γενέσθαι, πρὸς τὸν αὑτοῦ δεσπότην ἕκαστος εἰ ἐπανέλθοι. πεισθέντες ἐπανῆλθον, ὅτι μὴ μόνον τριακόσιοι πρὸς Ἀθηναίους ηὐτομόλησαν.

[2]    Ἀθηναῖοι τὴν ὑστάτην ἐν Σικελίᾳ ναυμαχίαν ἡσσῶνται, καὶ νύκτωρ φεύγειν ἔδοξεν· Συρακούσιοι θύσαντες ἐπινίκια ὑπὸ μέθης ἀνεπαύοντο. Ἑρμοκράτης, μεθύοντας καὶ καθεύδοντας ἐπὶ τὴν μάχην ὅπως μὴ ἐξάγοι, αὐτόμολον πέμπει φράσοντα πρὸς Νικίαν, 'οἱ μέχρι νῦν πάντα σοὶ μηνύοντες φίλοι προαγορεύουσιν, ἢν ἀποκινήσῃς νύκτωρ, ἐνέδραις ἐμπίπτεις καὶ λόχοις'. πιστεύει Νικίας καὶ ἀναμείνας ἕω τὸ στρατόπεδον οὐκ ἐκίνησεν. Ἑρμοκράτης τοὺς Συρακουσίους ἅλις ἔχοντας ὕπνου ἀνέστησεν εὐρώστους· οἱ δὲ προκαταλαβόντες τὰς διαβάσεις τῶν ποταμῶν καὶ τὰς γεφύρας πανωλεθρίᾳ τοὺς Ἀθηναίους διέφθειραν. [44] [t]

ΕΤΕΟΝΙΚΟΣ.

[1]    Ἐτεόνικον Λάκωνα ἐν Μιτυλήνῃ Κόνων Ἀθηναῖος ἐπολιόρκει. κέλης ὑπηρετικὸς ἧκεν ἀγγέλλων 'Καλλικρατίδας ὁ ναύαρχος Λακεδαιμονίων ἐν Ἀργινούσαις ἡττημένος οἴχεται'. Ἐτεόνικος τοὺς ἀγγέλους ἐκέλευσε νύκτωρ ὑπεξελθεῖν καὶ μεθ' ἡμέραν ἐς Μιτυλήνην ἐστεφανωμένους, παιωνίζοντας, νίκην ἀγγέλλοντας ἥκειν. Ἐτεόνικος μὲν ἔθυεν εὐαγγέλια· Κόνων δὲ καὶ τὸ Ἀττικὸν ἐξεπλάγη καὶ ἡσύχαζεν. οὐ μὴν Ἐτεόνικος ἡσύχαζεν· ἀλλὰ τὸ μὲν ναυτικὸν ἐς Χίον ἐξέπεμψε, τὸ δὲ στρατιωτικὸν ἐς Μήθυμναν φίλην πόλιν ἐξήγαγεν.

[45]

ΛΥΣΑΝΔΡΟΣ.

[1]    Λύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος τὸν δῆμον συγκαταλύσειν ἧκεν ἐς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν συμπράσσειν ἐπηγγέλλετο. πιστεύσας ὁ δῆμος Λυσάνδρῳ χρηστὰ λέγοντι ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται, καὶ τῷ δήμῳ προσπεσόντες κτείνουσι πολλοὺς, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις Λυσάνδρου.

[2]    Ἐν Αἰγὸς ποταμοῖς Ἀθηναῖοι τετράκις ἀνήχθησαν ἐφ' ᾧ τε ναυμαχεῖν, Λύσανδρος ὁ Λάκων οὐκ ἀντανήγετο. οἱ μὲν ἀποπλέουσι γαννύμενοι, παιᾶνας ᾄδοντες· Λύσανδρος δὲ κατόπιν πέμπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι χαλκῆν ἀσπίδα. Λύσανδρος αὐτίκα ὑπεσήμηνεν ἐπίπλουν, καὶ οἱ Λάκωνες εἰρεσίᾳ πολλῇ ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκβάντας· οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ ἄλλος ἄλλο τι ἔδρα, γυμνοὶ πάντες. οἱ Λάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι γυμνοῖς, συντεταγμένοι ἀσυντάκτοις ἐνίκησαν· αἱροῦσιν αἰχμαλώτους καὶ τὰς τριήρεις ἁπάσας, ὅτι μὴ μία ἡ Πάραλος ἔφυγεν Ἀθήναζε μόνη τῆς ἥττης ἄγγελος.

[3]    Λύσανδρος παρήγγελλεν ἐξαπατᾶν χρῆναι παῖδας μὲν ἀστραγάλοις, πολεμίους δὲ ὅρκοις.

[4]    Λύσανδρος ἐκράτησε Θασίων, παρ' οἷς ἦσαν ἀττικίζοντες πολλοὶ κρυπτόμενοι [φόβῳ] τοῦ Λάκωνος. ὁ δὲ τοὺς Θασίους ἐς τὸ τοῦ Ἡρακλέους ἱερὸν συναγαγὼν φιλανθρώπους λόγους διεξῆλθεν· ὡς δέον συγγνώμην ἔχειν τοῖς κρυπτομένοις ἐν τῇ μεταβολῇ τῶν πραγμάτων καὶ θαρρεῖν αὐτοῖς προσῆκον ὡς μηδὲν δεινὸν πεισομένους τῶν λόγων ἐν ἱερῷ γιγνομένων καὶ ταῦτα ἐν Ἡρακλέους (πόλει) τοῦ πατρῴου. οἱ μὲν κεκρυμμένοι τῶν Θασίων πιστεύσαντες τῇ φιλανθρωπίᾳ τῶν λόγων προῆλθον, Λύσανδρος δὲ διαλιπὼν ὀλίγας ἡμέρας, ὅπως ἀδεέστεροι γένοιντο, προσέταξε συναρπασθέντας ἀποσφαγῆναι.

[5]    Λύσανδρος τὰς Ἀθήνας κατασκάπτειν βουλομένων Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἔφη μηδαμῶς συμφέρειν· τὴν γὰρ Θηβαίων πόλιν ἐγγὺς οἰκουμένην ἰσχυροτέραν καὶ μείζονα κατ' αὐτῶν γενήσεσθαι, ἐὰν δὲ διὰ τυράννων κατέχωσι τὰς Ἀθήνας, ἐγγύθεν παραφυλάξειν τοὺς Θηβαίους καὶ διὰ παντὸς ἕξειν ὑποδεεστέρους. ἄριστα λέγειν δόξας Λύσανδρος ἔπεισε τὰς Ἀθήνας μὴ κατασκάψαι.

[46]

ΑΓΙΣ.

[1]    Ἆγις Πελοποννησίων Λακεδαιμονίοις πολεμούντων ἐν λιμῷ γνώμην ἠγόρευσε παρὰ μίαν ἡμέραν ἀσιτεῖν. φοβῆσαι δὲ τοὺς πολεμίους βουλόμενος, αὐτομόλους ἔπεμψεν ἀγγελοῦντας, ὡς μεγάλη συμμαχία τῇ μελλούσῃ νυκτὶ τοῖς Λάκωσιν ἀφίξεται. τῶν μὲν κτηνῶν τὰ στόματα ἔδησε δι' ὅλης ἡμέρας, νυκτὸς δὲ ἀρχομένης ἔλυσεν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνεσκίρτα καὶ ἐφρυάττετο καὶ ψόφον ἤγειρε πολύν· συνεπήχουν δὲ καὶ τῶν ὀρῶν αἱ φάραγγες. τοὺς δὲ στρατιώτας ἐκέλευσεν ἄλλον ἀλλαχοῦ σκεδασθέντας διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. οἱ Πελοποννήσιοι τῷ πλήθει τῆς κραυγῆς καὶ τῷ μεγέθει τοῦ ψόφου φενακισθέντες ὡς μεγάλης ἐπικουρίας ἡκούσης αὐτίκα φεύγοντες ᾤχοντο.

[47]

ΘΡΑΣΥΛΟΣ.

[1]    Θρασύλος βουλόμενος τοῖς πολεμίοις φανῆναι ὀλίγας τριήρεις ἔχων προσέταξε τοῖς κυβερνήταις ἐς δύο τὰς ναῦς καταστῆσαι καὶ τῆς μὲν ἑτέρας ἄρασθαι τὰ ἱστία, τὴν δὲ πρὸς τὸν ζυγὸν καλωδίοις προσλαβεῖν τῇ θεούσῃ παραθέουσαν καὶ μὴ φαινομένων μετεώρων τῶν ἱστίων (τῆς ἑτέρας τριήρους). τούτῳ τῷ τρόπῳ τὰς ἡμίσειας τῶν νεῶν ἀπεκρύψατο.

[2]    Θρασύλος καὶ οἱ περὶ αὐτὸν στρατηγοὶ Βυζαντίοις ἐπέκειντο. οἱ περὶ Ἀναξίλαν στρατηγοὶ Βυζαντίων δείσαντες, μὴ κατὰ κράτος ἡ πόλις ἁλῷ, συνέθεντο χρόνον, ἐν ᾧ παραδώσουσι τὸ Βυζάντιον, καὶ τῆς συνθήκης ὁμήρους ἔδωκαν. οἱ περὶ Θρασύλον ἀνήχθησαν μὲν ἐπὶ τούτοις τὴν ἐπ' Ἰωνίας, [τῆς] αὐτῆς δὲ νυκτὸς ἀναστρέψαντες κατελάβοντο τὴν τῶν Βυζαντίων πόλιν ἀφύλακτον.

[48]

ΚΟΝΩΝ.

[1]    Κόνων καταλειπόμενος ὑπὸ τῶν συμμάχων αὐτόμολον ἔπεμψε φράσοντα τοῖς πολεμίοις, ὡς μέλλοιεν ἀποδιδράσκειν καὶ ὅθεν καὶ πηνίκα. οἱ μὲν δὴ ἐνεδρεύοντες παρεφύλαττον. Κόνων δὲ προεῖπε τοῖς συμμάχοις ἀσφαλέστερον ἀναχωρεῖν ὡς ἐνέδραν προπεπυσμένος· οἱ δὲ ἀναχωροῦντες προαισθόμενοι τῆς ἐνέδρας ἀνέστρεψαν καὶ παραμείναντες μέχρι νίκης αὐτῷ διεπολέμησαν.

[2]    Κόνων Καλλικρατίδαν διπλασίας ἔχοντα τριήρεις ὑπέφευγεν ἐν τῇ θαλάττῃ καὶ ἤδη πλησίον Μιτυλήνης ἦν. τῶν δὲ Λακωνικῶν νεῶν ἐν τῇ διώξει διεσπασμένων ἐπῆρε τὴν φοινικίδα· ἦν δὲ ἄρα μάχης σύνθημα τοῖς κυβερνήταις. οἱ δὲ ἐπιστρέψαντες ἀντιπρώρους τὰς ναῦς ἐμβάλλουσι ταῖς Λακωνικαῖς. αἱ δὲ ἀσύντακτοι καὶ τεταραγμέναι, τὸ παράλογον τῆς ἐπιστροφῆς ἐκπλαγεῖσαι πολλαὶ μὲν ἀνερράγησαν, πολλαὶ δὲ κατέδυσαν. Κόνων δὲ τοῦ παντὸς ἔργου τὴν νίκην ἀπηνέγκατο.

[3]    Κόνων Φαρναβάζῳ συμμαχῶν Ἀγησιλάου τὴν Ἀσίαν πορθοῦντος ἔπεισε τὸν Πέρσην χρυσίον πέμψαι τοῖς δημαγωγοῖς τῶν πόλεων τῆς Ἑλλάδος, οἳ λαβόντες πείσουσι τὰς πατρίδας ἐκφέρειν τὸν πρὸς Λακεδαιμονίους πόλεμον. οἱ μὲν δεκασθέντες ἔπεισαν, καὶ συνέστη πόλεμος Κορινθιακός· οἱ δὲ Σπαρτιᾶται τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας ἀνεκαλέσαντο.

[4]    Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λακεδαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορκίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν κατασπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πληρωμάτων ἐρέτας ἐμβιβάσας, ὅσα χρὴ ἐξεργασαμένους κελεύσας ἐν τοῖς σκάφεσιν ἡσυχάζειν, ἑσπέρας προϊούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους ‑ οἱ μὲν σώματα ἐτημέλουν, οἱ δὲ πῦρ ἀνέκαιον, οἱ δὲ δεῖπνον παρεσκεύαζον ‑ καὶ δὴ τότε ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἵν', εἰ καὶ θάτερον ἁλίσκοιτο, θάτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δ' ἐσώθη τῶν πολεμίων διὰ τὴν ἀσχολίαν διῶξαι βραδυνάντων.

[5]    Κόνων ναυμαχεῖν μέλλων, ἀγγείλαντος αὐτομόλου, ὡς αἱ τῶν πολεμίων ἄρισται τριήρεις πεποίηνται σκοπὸν ἑλεῖν τὴν Κόνωνος ναῦν, κατασκευάσας ὁμοίαν τριήρη τῇ ἑαυτοῦ καὶ τὸν στρατηγικὸν κόσμον περιθεὶς ἔταξεν ἐπὶ τὸ δεξιὸν κέρας καὶ προσέταξεν ἀπὸ ταύτης ἆραι τὸ σημεῖον τῷ παντὶ στόλῳ. οἱ μὲν πολέμιοι ταῦτα ἰδόντες, ὅσοι τὰς ἀρίστας ναῦς εἶχον, εὐθέως ἐπὶ τὴν στρατηγίδα ὥρμησαν· Κόνων δὲ τῷ λοιπῷ στόλῳ προσπεσὼν τὰς μὲν κατέδυσε, τὰς δὲ καὶ κατεδίωξεν.

[49]

ΞΕΝΟΦΩΝ.

[1]    Ξενοφῶν ἐπανῆγε τοὺς μυρίους. τῶν περὶ Τισαφέρνην ἱππέων ἐνοχλούντων τὰ σκευοφόρα γνώμην ἠγόρευσε τὰς μὲν ἁμάξας καὶ τὰ περιττὰ τῆς σκευῆς [κατακαῦσαι, συγκατακαῦσαι δὲ καὶ τὰς σκηνὰς], ὅπως μὴ συμβαίνοι τοῖς Ἕλλησι περὶ ταῦτα μαχομένοις ταλαιπωρεῖν καὶ κωλύεσθαι προσωτέρω βαδίζειν.

[2]    Ξενοφῶν, τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπικειμένων, τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα λαβὼν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐραγίας ἱππεῖς, ἀκοντιστὰς, πελταστάς, οἳ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο.

[3]    Ξενοφῶν, τῶν βαρβάρων προκαταλαβόντων στενὸν τόπον, ᾗ τὴν πάροδον ἀναγκαῖον ἦν ποιεῖσθαι τοῖς Ἕλλησιν, συνιδὼν ἀπό τινος ὄρους εὐέφοδον ὄντα τὸν λόφον, ἐφ' οὗ τὴν φυλακὴν εἶχον οἱ βάρβαροι, παραλαβὼν Ἕλληνας, ὅσους ὑπελάμβανεν ἱκανοὺς εἶναι, τὴν πορείαν ἐπὶ τοῦτο ἐποιεῖτο κατὰ κεφαλῆς αὐτῶν βουλόμενος γενέσθαι. οἱ μὲν βάρβαροι τοὺς πολεμίους ὑπεράνω γιγνομένους ἰδόντες ἔφυγον, Ξενοφῶν δὲ ἀσφαλῶς διῆγε τοὺς Ἕλληνας.

[4]    Ξενοφῶν ποταμὸν διαβαίνειν πειρώμενος, ὑπὸ τῶν βαρβάρων ἀντικαθημένων κωλυόμενος, τῶν Ἑλλήνων χιλίους ἐπιλέξας ἔπεμψε καθ' ἑτέραν διάβασιν, αὐτὸς δὲ κατὰ στόμα προάγων διαβαίνειν ἐβιάζετο. τῶν πεμφθέντων διαβάντων ἐπὶ τοὺς ἀντικαθισταμένους καὶ γενομένων ὑπὲρ κεφαλῆς πολλάς τε πληγὰς ἐμβαλλόντων αὐτοῖς, οἱ μετὰ τοῦ Ξενοφῶντος ἀκινδύνως διέβησαν.