9708 721 0 10 0 IV-III a. C. Nat. Hist. Theophrastus IX Historia plantarum Hort, A., Cambridge, Mass., Harvard University Press, 1916 Rist. 1:1968; 2:1961 0

Theophrastus-Historia plantarum IX

Ι

   Ἡ ὑγρότης οἰκεία τῶν φυτῶν, ἣν δὴ καλοῦσί τινες ὀπὸν ὀνόματι κοινῷ προσαγορεύοντες· δύναμιν δὲ ἔχει δῆλον ὅτι τὴν καθ' αὑτὴν ἑκάστη. χυμὸς δὲ ταῖς μὲν μᾶλλον ταῖς δ' ἧττον ἀκολουθεῖ, ταῖς δ' ὅλως οὐκ ἂν δόξειεν, οὕτως ἀσθενὴς καὶ ὑδαρής τίς ἐστι. πλείστη μὲν οὖν ὑπάρχει πᾶσι κατὰ τὴν βλάστησιν, ἰσχυροτάτη δὲ καὶ μάλιστα ἐκφαίνουσα τὴν ἑαυτῆς φύσιν ὅταν ἤδη παύσηται καὶ βλαστάνοντα καὶ καρπογονοῦντα. συμβαίνει δέ τισι τῶν φυτῶν καὶ χρόας ἰδίας ἔχειν· τοῖς μὲν λευκὰς οἷον τοῖς ὀπώδεσι, τοῖς δ' αἱματώδεις οἷον τῷ κενταυρίῳ καὶ τῇ ἀτρακτυλίδι καλουμένῃ ἀκάνθῃ, τοῖς δὲ χλωρόν, τοῖς δ' ἐν ἄλλῃ χρόᾳ. ἔνδηλα δὲ μᾶλλον ταῦτα ἐν τοῖς ἐπετείοις καὶ τοῖς ἐπετειοκαύλοις ἢ τοῖς δένδροις.

[2]    Ἡ δ' ὑγρότης τῶν μὲν πάχος ἔχει μόνον, ὥσπερ τῶν ὀπωδῶν· τῶν δὲ καὶ δακρυώδης γίνεται, καθάπερ ἐλάτης πεύκης τερεβίνθου πίτυος ἀμυγδαλῆς κεράσου προύμνης ἀρκεύθου κέδρου τῆς ἀκάνθης τῆς Αἰγυπτίας πτελέας, καὶ γὰρ αὕτη φέρει κόμμι πλὴν οὐκ ἐκ τοῦ φλοιοῦ ἀλλ' ἐν τῷ κωρύκῳ, ἔτι δὲ ἀφ' ὧν ὁ λίβανος καὶ ἡ σμύρνα, δάκρυα γὰρ καὶ ταῦτα, καὶ τὸ βάλσαμον καὶ ‹ἡ› χαλβάνη καὶ εἴ τι τοιοῦτον ἕτερον, οἷόν φασι τὴν ἄκανθαν τὴν Ἰνδικήν, ἀφ' ἧς γίνεταί τι ὅμοιον τῇ σμύρνῃ· συνίσταται δὲ καὶ ἐπὶ τῆς σχίνου καὶ ἐπὶ τῆς ἀκάνθης τῆς ἰξίνης καλουμένης, ἐξ ὧν ἡ μαστίχη.

[3]    Ἅπαντα δὲ ταῦτα εὔοσμα καὶ σχεδὸν ὅσα πιότητά τινα ἔχει καὶ λῖπος· ὅσα δ' ἀλιπῆ ταῦτα δ' ἄοσμα, καθάπερ τὸ κόμμι καὶ τὸ τῆς ἀμυγδαλῆς. ἔχει δὲ δάκρυον καὶ ἡ ἰξία ἡ ἐν Κρήτῃ καὶ ἡ τραγάκανθα καλουμένη· ταύτην δὲ πρότερον ᾤοντο μόνον ἐν Κρήτῃ φύεσθαι, νῦν δὲ φανερὰ καὶ ἐν Ἀχαΐδι τῆς Πελοποννήσου καὶ ἄλλοθι καὶ τῆς Ἀσίας περὶ τὴν Μήδειαν. καὶ τούτων μὲν πάντων ἔν τε τοῖς καυλοῖς καὶ τοῖς στελέχεσι καὶ τοῖς ἀκρεμόσι τὸ δάκρυον· ἐνίων δ' ἐν ταῖς ῥίζαις, ὥσπερ τοῦ ἱπποσελίνου καὶ τῆς σκαμμωνίας καὶ ἄλλων πολλῶν φαρμακωδῶν. τῶν δὲ καὶ ἐν τῷ καυλῷ καὶ ἐν τῇ ῥίζῃ· καὶ γὰρ τὸν καυλὸν ὀπίζουσιν ἐνίων καὶ τὰς ῥίζας, ὥσπερ καὶ τοῦ σιλφίου.

[4]    Τὸ μὲν οὖν τοῦ ἱπποσελίνου παρόμοιον τῇ σμύρνῃ· καί τινες ἀκούσαντες ὡς ἐντεῦθεν ἡ σμύρνα ἡγοῦνται βλαστάνειν ἐξ αὐτῆς ἱπποσέλινον· φυτεύεται γάρ, ὥσπερ ἐλέχθη, καὶ ἀπὸ δακρύου τὸ ἱπποσέλινον, καθάπερ ἡ κρινωνία καὶ ἄλλα. τὸ δὲ τοῦ σιλφίου δριμύ, καθάπερ αὐτὸ τὸ σίλφιον· ὁ γὰρ ὀπὸς καλούμενος τοῦ σιλφίου δάκρυόν ἐστιν. ἡ δὲ σκαμμωνία καὶ εἴ τι ἄλλο τοιοῦτον, ὥσπερ ἐλέχθη, φαρμακώδεις ἔχουσι τὰς δυνάμεις.

[5]    Πάντων δὲ τῶν εἰρημένων τὰ μὲν αὐτομάτως συνίσταται, τὰ δ' ἀπ' ἐντομῆς, τὰ δ' ἀμφοτέρωθεν· τέμνουσι δὲ δῆλον ὅτι τὰ χρήσιμα καὶ τὰ μᾶλλον ἐπιζητούμενα. τοῦ δ' ἀπὸ τῆς ἀμυγδαλῆς οὐδεμία χρεία δακρύου, δι' ὃ κοὐκ ἀφελκοῦσι. πλὴν ἐκεῖνό γε φανερὸν ὅτι ὧν αὐτόματος ἡ πῆξις [6] τούτων πλείων ἡ ἐπιρροὴ τῆς ὑγρότητος. οὐ τὴν αὐτὴν δ' ὥραν ἁπάντων αἱ ἐντομαὶ καὶ ἡ πῆξις, ἀλλὰ τὸ μὲν τῆς ἀμπέλου μάλιστα συνίστασθαί φασιν ἐὰν μικρὸν πρὸ τῆς βλαστήσεως τμηθῇ, τοῦ δὲ μετοπώρου καὶ ἀρχομένου τοῦ χειμῶνος ἧττον· καίτοι πρός γε καρποτοκίαν αἱ ὡραιόταται ταῖς γε πλείσταις αὗται. τῆς δὲ τερμίνθου καὶ τῆς πεύκης καὶ εἰ ἔκ τινων ἄλλων ῥητίνη γίνεται μετὰ τὴν βλάστησιν· τὸ δ' ὅλον οὐκ ἐπέτειος ἡ τούτων, ἀλλ' εἰς πλείω χρόνον ἡ ἐντομή. τὸν δὲ λιβανωτὸν καὶ τὴν σμύρναν ὑπὸ Κύνα φασὶ καὶ ταῖς θερμοτάταις ἡμέραις ἐντέμνειν· ὡσαύτως δὲ καὶ τὸ ἐν Συρίᾳ βάλσαμον.

[7]    Ἀκριβεστέρα δὲ καὶ ἐλάττων ἡ καὶ τούτων ἐντομή· καὶ γὰρ ἡ συρροὴ τῆς ὑγρότητος ἐλάττων· ὧν δὲ καὶ ὁ καυλὸς ἐντέμνεται καὶ ἡ ῥίζα, τούτων ὁ καυλὸς πρότερον, ὥσπερ καὶ τοῦ σιλφίου, καὶ καλοῦσι δὲ τῶν ὀπῶν τούτων τὸν μὲν καυλίαν τὸν δὲ ῥιζίαν· καί ἐστι βελτίων ὁ ῥιζίας· καθαρὸς γὰρ καὶ διαφανὴς καὶ ξηρότερος. ὁ δὲ καυλίας ὑγρότερος· καὶ διὰ τοῦτο ἄλευρον αὐτῷ περιπάττουσι πρὸς τὴν πῆξιν. τὴν ὥραν τῆς ἐντομῆς ἴσασιν οἱ Λίβυες· οὗτοι γὰρ οἱ σίλφιον λέγοντες. ὡσαύτως δὲ καὶ οἱ ῥιζοτόμοι καὶ οἱ τοὺς φαρμακώδεις ὀποὺς συλλέγοντες· καὶ γὰρ οὗτοι τοὺς καυλοὺς ὀπίζουσι πρότερον. ἁπλῶς δὲ πάντες καὶ οἱ τὰς ῥίζας καὶ οἱ τοὺς ὀποὺς συλλέγοντες τὴν οἰκείαν ὥραν ἑκάστων τηροῦσι. καὶ τοῦτο μὲν δὴ κοινόν.

[2]

[1]    Ἡ δὲ ῥητίνη γίνεται τόνδε τὸν τρόπον· ἐν μὲν τῇ πεύκῃ ὅταν ἀφελκωθείσης ἡ δᾷς ἐξαιρεθῇ, συρρεῖ γὰρ εἰς τὸ ἕλκωμα τοῦτο πλείων ἡ ὑγρότης, ἐν δὲ τῇ ἐλάτῃ καὶ τῇ πίτυϊ ὅταν γευσάμενοι τῶν ξύλων ἀφελκώσωσιν· οὐ γὰρ πᾶς ἀφορισμὸς ὁμοίως· ἀφελκοῦσι γὰρ καὶ τὰς τερμίνθους ἐν ἀμφοῖν καὶ ἐν τῷ στελέχει καὶ ἐν τοῖς ἀκρεμόσιν· αἰεὶ δὲ πλείων καὶ βελτίων ἡ εἰς τὸ στέλεχος συρρέουσα τῆς εἰς τοὺς ἀκρεμόνας.

[2]    Διαφέρουσι δὲ καὶ κατὰ τὰ δένδρα. βελτίστη μὲν γὰρ ἡ τερμινθίνη· καὶ γὰρ συνεστηκυῖα καὶ εὐωδεστάτη καὶ κουφοτάτη τῇ ὀσμῇ ἀλλ' ὀλίγη. δευτέρα δὲ ἡ ἐλατίνη καὶ πιτυΐνη, κουφότεραι γὰρ τῆς πευκίνης. πλείστη δὲ ἡ πευκίνη καὶ βαρυτάτη καὶ πιττωδεστάτη διὰ τὸ μάλιστα ἔνδᾳδον εἶναι τὴν πεύκην. ἄγεται δὲ ἐν ἀσκοῖς ὑγρά, κἄπειτα οὕτω συνίσταται. καίτοι φασὶ καὶ τὴν τέρμινθον πιττοκαυτεῖσθαι περὶ Συρίαν· ἔστι γὰρ ὄρος, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἴπομεν, μέγα τερμίνθων μεστὸν ἅπαν μεγάλων.

[3]    Ἔνιοι δέ φασι καὶ τὴν πίτυν καὶ τὴν κέδρον δὲ τὴν Φοινικικήν· ἀλλὰ ταῦτα μὲν ὡς ἐνδεχόμενα ληπτέον διὰ τὸ σπάνιον· ἐπεὶ οἵ γε περὶ Μακεδονίαν οὐδὲ τὴν πεύκην πιττοκαυτοῦσιν ἀλλ' ἢ τὴν ἄρρενα· καλοῦσι γὰρ ἄρρενα τὴν μὴ καρποφόρον. τῆς δὲ θηλείας ἐάν τινα τῶν ῥιζῶν λάβωσιν· ἅπασα γὰρ ἔνδᾳδος πεύκη ταῖς ῥίζαις. καλλίστη δὲ πίττα γίνεται καὶ καθαρωτάτη ἡ ἐκ τῶν σφόδρα προσείλων καὶ προσβόρρων, ἐκ δὲ τῶν παλισκίων βλοσυρωτέρα καὶ βορβορώδης· ἐν γὰρ τοῖς σφόδρα παλισκίοις οὐδὲ φύεται πεύκη τὸ παράπαν.

[4]    Ἔστι δὲ καὶ ἀφορία τις καὶ εὐφορία καὶ πλήθους καὶ καλλονῆς· ὅταν μὲν γὰρ χειμὼν μέτριος γίνηται, πολλὴ γίνεται καὶ καλὴ καὶ τῷ χρώματι λευκοτέρα, ὅταν δὲ ἰσχυρός, ὀλίγη καὶ μοχθηροτέρα. καὶ ταῦτά γέ ἐστι τὰ ὁρίζοντα πλῆθος καὶ καλλονὴν πίττης, οὐχ ἡ πολυκαρπία τῶν πευκῶν.

[5]    Οἱ δὲ περὶ τὴν Ἴδην φασί, διαιροῦντες τὰς πεύκας καὶ τὴν μὲν καλοῦντες Ἰδαίαν τὴν δὲ παραλίαν, τὴν ἐκ τῆς Ἰδαίας πλείω καὶ μελαντέραν γίνεσθαι καὶ γλυκυτέραν καὶ τὸ ὅλον εὐωδεστέραν ὠμήν, ἑψηθεῖσαν δὲ ἐλάττω ἐκβαίνειν· πλείω γὰρ ἔχειν τὸν ὀρρόν, δι' ὃ καὶ λεπτοτέραν εἶναι. τὴν δὲ τῆς παραλίας ξανθοτέραν καὶ παχυτέραν ὠμήν, ὥστε καὶ τὴν ἄφεψιν ἐλάττω γίνεσθαι, δᾳδωδεστέραν δὲ τὴν Ἰδαίαν. ὡς δὲ ἁπλῶς εἰπεῖν ἐκ τῆς ἴσης δᾳδὸς πλείω καὶ ὑδαρεστέραν ἐν ταῖς ἐπομβρίαις γίνεσθαι ἢ ἐν τοῖς αὐχμοῖς, καὶ ἐκ τῶν χειμερινῶν καὶ παλισκίων τόπων ἢ ἐκ τῶν εὐείλων καὶ εὐδιεινῶν. ταῦτα μὲν οὖν οὕτως ἑκάτεροι λέγουσιν.

[6]    Ἀναπληροῦσθαι δὲ συμβαίνει τὰ κοιλώματα πρὸς τὸ πάλιν ἐξαιρεῖν τῶν μὲν ἀγαθῶν πευκῶν ἐνιαυτῷ, τῶν δὲ μετριωτέρων ἐν δυσὶν ἔτεσι, τῶν δὲ μοχθηρῶν ἐν τρισίν. ἡ δὲ ἀναπλήρωσις οὐ τοῦ ξύλου καὶ τῆς συμφύσεως ἀλλὰ τῆς πίττης ἐστίν· ἐπεὶ τὸ ξύλον ἀδύνατον συμφῦναι καὶ ἓν γενέσθαι πάλιν, ἀλλ' ἡ ἐργασία διὰ τοσούτου χρόνου γίνεται τῆς πίττης· ἀναγκαῖον δὲ δῆλον ὅτι καὶ τῷ ξύλῳ γίνεσθαί τινα πρόσφυσιν, εἴπερ ἐξαιρουμένης τῆς δᾳδὸς καὶ καιομένης τῆς πίττης ἡ ἐκροή. τοῦτο μὲν οὖν οὕτω ληπτέον.

[7]    Οἱ δὲ περὶ τὴν Ἴδην φασίν, ὅταν λεπίσωσι τὸ στέλεχος, ‑ λεπίζουσι δὲ τὸ πρὸς ἥλιον μέρος ἐπὶ δύο ἢ τρεῖς πήχεις ἀπὸ τῆς γῆς ‑ ἐνταῦθα τῆς ἐπιρροῆς γινομένης ἐνδᾳδοῦσθαι ἐνιαυτῷ μάλιστα, τοῦτο δ' ὅταν ἐκπελεκήσωσιν ἐν ἑτέρῳ πάλιν ἐνδᾳδοῦσθαι καὶ τὸ τρίτον ὡσαύτως, μετὰ δὲ ταῦτα διὰ τὴν ὑποτομὴν ἐκπίπτειν τὸ δένδρον ὑπὸ τῶν πνευμάτων σαπέν· τότε δ' ἐξαιρεῖν αὐτοῦ τὴν καρδίαν, τοῦτο γὰρ μάλιστα δᾳδῶδες, ἐξαιρεῖν δὲ ἐκ τῶν ῥιζῶν· καὶ γὰρ ταύτας, ὥσπερ εἴπομεν, ἐνδᾴδους πασῶν.

[8]    Εἰκὸς δὲ δῆλον ὅτι τὰς μὲν ἀγαθάς, ὥσπερ ἐλέχθη, συνεχῶς τοῦτο δρᾶν τὰς δὲ χείρονας διὰ πλείονος χρόνου· καὶ ταμιευομένων μὲν πλείω χρόνον ἀντέχειν, ἐὰν δὲ πᾶσαν ἐξαιρῶσιν ἐλάττω· δύναται δ' ὡς ἔοικε τρεῖς μάλιστα τοιαύτας ἐξαιρέσεις ὑπομένειν. οὐχ ἅμα δὲ καρποφοροῦσιν αἱ πεῦκαι καὶ δᾳδοφοροῦσι· καρποφοροῦσι μὲν γὰρ εὐθὺς νέαι, δᾳδοφοροῦσι δὲ ὕστερον πολλῷ πρεσβύτεραι γινόμεναι.

[3]

[1]    Τὴν δὲ πίτταν καίουσι τόνδε τὸν τρόπον· ὅταν κατασκευάσωσιν ὁμαλῆ τόπον ὥσπερ ἅλωποιήσαντες ἔχουσαν εἰς τὸ μέσον συρροὴν καὶ ταύτην ἐδαφίσωσι, κατασχίσαντες τοὺς κορμοὺς συντιθέασι παραπλησίαν σύνθεσιν τῆς τῶν ἀνθρακευόντων, πλὴν οὐκ ἔμβοθρον· ἀλλὰ τὰς σχίζας ὀρθὰς πρὸς ἀλλήλας, ὥστε λαμβάνειν ὕψος αἰεὶ κατὰ πλῆθος· γίνεσθαι δέ φασιν, ὅταν ἡ σύνθεσις ᾖ κύκλῳ μὲν ὀγδοήκοντα καὶ ἑκατὸν πηχέων εἰς ὕψος δὲ ἑξήκοντα πλεῖστον ἢ πεντήκοντα ἢ ἑκατὸν ἀμφοτέροις, ἐάνπερ ἡ δᾷς τυγχάνῃ [2] πίειρα. συνθέντες οὖν αὐτὴν οὕτως καὶ κατασκεπάσαντες ὕλῃ γῆν ἐπιβαλόντες κατακρύπτουσιν ὅπως μηδαμῶς διαλάμψῃ τὸ πῦρ, ἀπόλλυται γὰρ ἡ πίττα τούτου συμβάντος. ὑφάπτουσι δὲ κατὰ τὴν ὑπολειπομένην δίοδον· εἶτα δὲ καὶ ταῦτα ἐπιφράξαντες τῇ ὕλῃ καὶ ἐπιχώσαντες τηροῦσιν ἀναβαίνοντες κατὰ κλίμακος, ᾗ ἂν ὁρῶσι τὸν καπνὸν ὠθούμενον, καὶ ἐπιβάλλουσιν αἰεὶ τῆς γῆς ὅπως μηδ' ἀναλάμψῃ. κατεσκεύασται δὲ ὀχετὸς τῇ πίττῃ διὰ τῆς συνθέσεως τῆς ἀπορροῆς εἰς βόθυνον ὅσον ἀπέχοντα πεντεκαίδεκα πήχεις· ἡ δ' ἀπορρέουσα τῆς πίττης [3] ψυχρὰ γίνεται κατὰ τὴν ἁφήν. καίεται δὲ μάλιστα δύο ἡμέρας καὶ νύκτας· τῇ γὰρ ὑστεραίᾳ πρὸ ἡλίου δύναντος ἐκκεκαυμένη γίνεται καὶ ἐνδέδωκεν ἡ πυρά· τοῦτο γὰρ συμβαίνει μηκέτι ῥεούσης. τοῦτον δὲ τὸν χρόνον ἅπαντα τηροῦσιν ἀγρυπνοῦντες, ὅπως μὴ διαλάμπῃ, καὶ θύουσι δὲ καὶ ἑορτάζουσιν εὐχόμενοι πολλήν τε καὶ καλὴν γίνεσθαι τὴν πίτταν· οἱ μὲν δὴ περὶ Μακεδονίαν καίουσι τὸν τρόπον τοῦτον.

[4]    Ἐν δὲ τῇ Ἀσίᾳ φασὶ περὶ Συρίαν οὐκ ἐκπελεκῶντας τὴν δᾷδα ἀλλ' ἐπ' αὐτῷ τῷ δένδρῳ προσκαίειν φέροντας ὄργανόν τι περιπεποιημένον καὶ τούτῳ περιάπτοντας, εἶθ' ὅταν ἐκτήξωσι ταύτην πάλιν ἐπ' ἄλλο καὶ ἄλλο μεταφέρειν· ὅρος δέ ἐστιν αὐτοῖς τις καὶ σημεῖα τοῦ παύεσθαι καὶ μάλιστα δῆλον ὅτι τὸ μηκέτι ῥεῖν. πιττοκαυτοῦσι δέ, ὥσπερ καὶ πρότερον ἐλέχθη, τὰς τερμίνθους· πεύκην γὰρ οὐ φέρουσιν οἱ τόποι. τὰ μὲν οὖν περὶ τὴν ῥητίνην καὶ τὴν πίτταν οὕτως ἔχει.

[4]

[1]    Περὶ δὲ λιβανωτοῦ καὶ σμύρνης καὶ βαλσάμου καὶ εἴ τι τοιοῦτον ἕτερον ὅτι μὲν καὶ ἀπ' ἐντομῆς γίνεται καὶ αὐτομάτως εἴρηται. ποία δέ τις ἡ τῶν δένδρων φύσις καὶ εἴ τι περὶ τὴν γένεσιν ἢ τὴν συλλογὴν ἢ τῶν ἄλλων ἴδιον αὐτοῖς ὑπάρχει πειρατέον εἰπεῖν, ὡσαύτως δὲ καὶ περὶ τῶν λοιπῶν εὐόσμων· σχεδὸν γὰρ τά γε πλεῖστα ἀπὸ τῶν τόπων ἐστὶ τῶν τε πρὸς μεσημβρίαν καὶ ἀνατολήν.

[2]    Γίνεται μὲν οὖν ὁ λίβανος καὶ ἡ σμύρνα καὶ ἡ κασία καὶ ἔτι τὸ κινάμωμον ἐν τῇ τῶν Ἀράβων Χερρονήσῳ περί τε Σαβὰ καὶ Ἁδραμύτα καὶ Κιτίβαινα καὶ Μαμάλι. φύεται δὲ τὰ τοῦ λιβανωτοῦ καὶ τῆς σμύρνης δένδρα τὰ μὲν ἐν τῷ ὄρει τὰ δ' ἐν ταῖς ἰδίαις γεωργίαις ὑπὸ τὴν ὑπώρειαν, δι' ὃ καὶ τὰ μὲν θεραπεύεται τὰ δ' οὔ· τὸ δ' ὄρος εἶναί φασιν ὑψηλὸν καὶ δασὺ καὶ νιφόμενον, ῥεῖν δ' ἐξ αὐτοῦ καὶ ποταμοὺς εἰς τὸ πέδιον. εἶναι δὲ τὸ μὲν τοῦ λιβανωτοῦ δένδρον οὐ μέγα, πεντάπηχυ δέ τι καὶ πολύκλαδον, φύλλον δ' ἔχειν ἐμφερὲς τῇ ἀπίῳ, πλὴν ἔλαττον πολὺ καὶ τῷ χρώματι ποῶδες σφόδρα, καθάπερ τὸ πήγανον· λειόφλοιον δὲ πᾶν, ὥσπερ τὴν δάφνην.

[3]    Τὴν δὲ σμύρναν ἔλαττον ἔτι τῷ μεγέθει καὶ θαμνωδέστερον δέ, τὸ δὲ στέλεχος ἔχειν σκληρὸν καὶ συνεστραμμένον ἐπὶ τῆς γῆς, παχύτερον δὲ ἢ κνημοπαχές· φλοιὸν δὲ ἔχειν λεῖον ὅμοιον τῇ ἀνδράχλῃ. ἕτεροι δὲ οἱ φάσκοντες τεθεωρηκέναι περὶ μὲν τοῦ μεγέθους σχεδὸν συμφωνοῦσιν· οὐδέτερον γὰρ εἶναι μέγα τῶν δένδρων, ἔλαττον δὲ τὸ τῆς σμύρνης καὶ ταπεινότερον· φύλλον δὲ ἔχειν τὸ τοῦ λιβανωτοῦ δαφνοειδὲς καὶ λειόφλοιον δ' εἶναι· τὸ δὲ τῆς σμύρνης ἀκανθῶδες καὶ οὐ λεῖον, φύλλον δὲ προσεμφερὲς ἔχειν τῇ πτελέᾳ, πλὴν οὖλον ἐξ ἄκρου δὲ ἐπακανθίζον, ὥσπερ τὸ τῆς πρίνου.

[4]    Ἔφασαν δὲ οὗτοι κατὰ τὸν παράπλουν ὃν ἐξ Ἡρώων ἐποιοῦντο κόλπου ζητεῖν ἐκβάντες ὕδωρ ἐν τῷ ὄρει καὶ οὕτω θεωρῆσαι τὰ δένδρα καὶ τὴν συλλογήν. εἶναι δ' ἀμφοτέρων ἐντετμημένα καὶ τὰ στελέχη καὶ τοὺς κλάδους, ἀλλὰ τὰ μὲν ὥσπερ ἀξίνῃ δοκεῖν τετμῆσθαι τοὺς δὲ λεπτοτέρας ἔχειν τὰς ἐντομάς· τὸ δὲ δάκρυον τὸ μὲν καταπίπτειν τὸ δὲ καὶ πρὸς τῷ δένδρῳ προσέχεσθαι. ἐνιαχοῦ μὲν ὑποβεβλῆσθαι ψιάθους ἐκ φοινίκων πεπλεγμένας, ἐνιαχοῦ δὲ τὸ ἔδαφος μόνον ἠδαφίσθαι καὶ καθαρὸν εἶναι· καὶ τὸν μὲν ἐπὶ τῶν ψιάθων λιβανωτὸν εἶναι καὶ καθαρὸν καὶ διαφανῆ, τὸν δ' ἐπὶ τῆς γῆς ἧττον· τὸν δ' ἐπὶ τοῖς δένδροις προσεχόμενον ἀποξύειν σιδήροις, δι' ὃ καὶ φλοιὸν ἐνίοις [5] προσεῖναι. τὸ δὲ ὄρος ἅπαν μεμερίσθαι τοῖς Σαβαίοις, τούτους γὰρ εἶναι κυρίους, δικαίους δὲ τὰ πρὸς ἀλλήλους, δι' ὃ καὶ οὐδένα τηρεῖν· ὅθεν καὶ αὐτοὶ δαψιλῶς εἰς τὰ πλοῖα λαβόντες ἐνθέσθαι τοῦ λιβανωτοῦ καὶ τῆς σμύρνης ἐρημίας οὔσης καὶ ἀποπλεῖν. ἔλεγον δ' οὗτοι καὶ τόδε καὶ ἔφασαν ἀκούειν, ὅτι συνάγεται πανταχόθεν ἡ σμύρνα καὶ ὁ λιβανωτὸς εἰς τὸ ἱερὸν τὸ τοῦ ἡλίου· τοῦτο δ' εἶναι μὲν τῶν Σαβαίων ἁγιώτατον δὲ πολὺ τῶν περὶ τὸν τόπον, τηρεῖν δέ τινας Ἄραβας [6] ἐνόπλους· ὅταν δὲ κομίσωσιν, ἕκαστον σωρεύσαντα τὸν αὑτοῦ καὶ τὴν σμύρναν ὁμοίως καταλιπεῖν τοῖς ἐπὶ τῆς φυλακῆς, τιθέναι δὲ ἐπὶ τοῦ σωροῦ πινάκιον γραφὴν ἔχον τοῦ τε πλήθους τῶν μέτρων καὶ τῆς τιμῆς ἧς δεῖ πραθῆναι τὸ μέτρον ἕκαστον· ὅταν δὲ οἱ ἔμποροι παραγένωνται, σκοπεῖν τὰς γραφάς, ὅστις δ' ἂν αὐτοῖς ἀρέσκῃ μετρησαμένους τιθέναι τὴν τιμὴν εἰς τοῦτο τὸ χωρίον ἔνθεν ἂν ἕλωνται, καὶ τὸν ἱερέα παραγενόμενον τὸ τρίτον μέρος λαβόντα τῆς τιμῆς τῷ θεῷ τὸ λοιπὸν αὐτοῦ καταλιπεῖν καὶ τοῦτο σῶν εἶναι τοῖς κυρίοις, ἕως ἂν ἕλωνται παραγενόμενοι.

[7]    Ἄλλοι δέ τινες τὸ μὲν τοῦ λιβανωτοῦ δένδρον ὅμοιον εἶναί φασι σχίνῳ καὶ τὸν καρπὸν ταῖς σχινίσι φύλλον δὲ ὑπέρυθρον· εἶναι δὲ τὸν μὲν ἐκ τῶν νέων λιβανωτὸν λευκότερον καὶ ἀοδμότερον, τὸν δ' ἐκ τῶν παρηκμακότων ξανθότερον καὶ εὐοσμότερον· τὸ δὲ τῆς σμύρνης ὅμοιον τῇ τερμίνθῳ, τραχύτερον δὲ καὶ ἀκανθωδέστερον, φύλλον δὲ μικρῷ στρογγυλότερον, τῇ δὲ γεύσει διαμασωμένοις ὅμοιον τῷ τῆς τερμίνθου· εἶναι δὲ καὶ τούτων τὰ παρηκμακότα εὐοσμότερα.

[8]    Γίνεσθαι δὲ ἀμφότερα ἐν τῷ αὐτῷ τόπῳ· τὴν δὲ γῆν ὑπάργιλον καὶ πλακώδη, καὶ ὕδατα πηγαῖα σπάνια. ταῦτα μὲν οὖν ὑπεναντία τῷ νίφεσθαι καὶ ὕεσθαι καὶ ποταμοὺς ἐξιέναι· τὸ δὲ παρόμοιον εἶναι τὸ δένδρον τῇ τερμίνθῳ καὶ ἄλλοι τινὲς λέγουσιν, οἱ δὲ καὶ ὅλως τέρμινθον εἶναι· κομισθῆναι γὰρ ξύλα πρὸς Ἀντίγονον ὑπὸ τῶν Ἀράβων τῶν τὸν λιβανωτὸν καταγόντων, ἃ οὐδὲν διέφερε τῶν τῆς τερμίνθου· πλὴν οὗτοί γε μεῖζον ἕτερον ἀγνόημα προσηγνόουν· ᾤοντο γὰρ ἐκ τοῦ αὐτοῦ δένδρου τόν τε λιβανωτὸν γίνεσθαι καὶ τὴν [9] σμύρναν· διόπερ ἐκεῖνος ὁ λόγος πιθανώτερος ὁ παρὰ τῶν ἀναπλευσάντων ἐξ Ἡρώων πόλεως· ἐπεὶ καὶ τὸ ὑπὲρ Σάρδεων πεφυκὸς τοῦ λιβανωτοῦ δένδρον ἐν ἱερῷ τινι δαφνοειδὲς ἔχει τὸ φύλλον, εἴ τι δεῖ σταθμᾶσθαι τοῦτο· ὁ λιβανωτὸς δ' ἔχει, καὶ ὁ ἐκ τοῦ στελέχους καὶ ὁ ἐκ τῶν ἀκρεμόνων, ὁμοίως καὶ τῇ ὄψει καὶ τῇ ὀσμῇ θυμιώμενος τῷ ἄλλῳ λιβανωτῷ. πέφυκε δὲ τοῦτο μόνον τὸ δένδρον οὐδεμιᾶς τυγχάνειν ‹θεραπείας›.

[10]    Ἔνιοι δὲ λέγουσιν ὡς πλείων μὲν ὁ λιβανωτὸς ἐν τῇ Ἀραβίᾳ γίνεται, καλλίων δὲ ἐν ταῖς ἐπικειμέναις νήσοις ὧν ἐπάρχουσιν· ἐνταῦθα γὰρ καὶ σχηματοποιεῖν ἐπὶ τῶν δένδρων οἷον ἂν θέλωσι· καὶ τάχα τοῦτό γε οὐκ ἀπίθανον· ἐνδέχεται ‹γὰρ› ὁποίαν ἂν βούλωνται ποιεῖν τὴν ἐντομήν. εἰσὶ δέ τινες καὶ μεγάλοι σφόδρα τῶν χόνδρων, ὥστ' εἶναι τῷ μὲν ὄγκῳ χειροπληθιαίους σταθμῷ δὲ πλέον ἢ τρίτον μέρος μνᾶς. ἀργὸς δὲ κομίζεται πᾶς ὁ λιβανωτός, ὅμοιος δὲ τῇ προσόψει φλοιῷ. τῆς σμύρνης δὲ ἡ μὲν στακτὴ ἡ δὲ πλαστή. δοκιμάζεται δ' ἡ μὲν ἀμείνων τῇ γεύσει, καὶ ἀπὸ ταύτης τὴν ὁμόχρων λαμβάνουσι. περὶ μὲν οὖν λιβανωτοῦ καὶ σμύρνης σχεδὸν τοσαῦτα ἀκηκόαμεν ἄχρι γε τοῦ νῦν.

[5]

[1]    Περὶ δὲ κιναμώμου καὶ κασίας τάδε λέγουσι· θάμνους μὲν ἀμφότερα ταῦτ' εἶναι οὐ μεγάλους ἀλλ' ἡλίκους ἄγνου, πολυκλάδους δὲ καὶ ξυλώδεις. ὅταν δὲ ἐκκόψωσιν, ὅλον τὸ κινάμωμον διαιρεῖν εἰς πέντε μέρη· τούτων δὲ τὸ πρῶτον πρὸς τοῖς βλαστοῖς βέλτιστον εἶναι, ὃ τέμνεται σπιθαμιαῖον ἢ μικρῷ μεῖζον· ἑπόμενον δὲ τὸ δεύτερον, ὃ καὶ τῇ τομῇ ἔλαττον· εἶτα τὸ τρίτον καὶ τέταρτον· ἔσχατον δὲ τὸ χείριστον τὸ πρὸς τῇ ῥίζῃ· φλοιὸν γὰρ ἐλάχιστον ἔχειν· χρήσιμος δὲ οὗτος, οὐ τὸ ξύλον· δι' ὃ καὶ τὸ ἀκροφυὲς κράτιστον, πλεῖστον γὰρ ἔχειν καὶ τὸν φλοιόν. οἱ μὲν οὕτω λέγουσιν.

[2]    Ἄλλοι δὲ θαμνῶδες μὲν καὶ ἔτι μᾶλλον φρυγανῶδες εἶναί φασι· δύο δ' αὐτοῦ γένη, τὸ μὲν μέλαν τὸ δὲ λευκόν. λέγεται δέ τις καὶ μῦθος ὑπὲρ αὐτοῦ· φύεσθαι μὲν γάρ φασιν ἐν φάραγξιν, ἐν ταύταις δ' ὄφεις εἶναι πολλοὺς δῆγμα θανάσιμον ἔχοντας, πρὸς οὓς φραξάμενοι τὰς χεῖρας καὶ τοὺς πόδας καταβαίνουσι καὶ συλλέγουσιν, εἶθ' ὅταν ἐξενέγκωσι διελόντες τρία μέρη διακληροῦνται πρὸς τὸν ἥλιον, καὶ ἣν ἂν λάχῃ ὁ ἥλιος καταλείπουσιν· ἀπιόντες δ' εὐθὺς ὁρᾶν φασι καιομένην ταύτην· οὗτος μὲν οὖν τῷ ὄντι μῦθος.

[3]    Τὴν δὲ κασίαν φασὶ τὰς μὲν ῥάβδους παχυτέρας ἔχειν, ἰνώδεις δὲ σφόδρα καὶ οὐκ εἶναι περιφλεῦσαι· χρήσιμον δὲ καὶ ταύτης τὸν φλοιόν. ὅταν οὖν τέμνωσι τὰς ῥάβδους, κατακόπτειν ὡς διδάκτυλα τὸ μῆκος ἢ μικρῷ μείζω, ταῦτα δ' εἰς νεόδορον βύρσαν καταρράπτειν· εἶτ' ἐκ ταύτης καὶ τῶν ξύλων σηπομένων σκωλήκια γίνεσθαι, ἃ τὸ μὲν ξύλον κατεσθίει, τοῦ φλοιοῦ δ' οὐχ ἅπτεται διὰ τὴν πικρότητα καὶ δριμύτητα τῆς ὀσμῆς. καὶ περὶ μὲν κασίας καὶ κιναμώμου τοσαῦτα λέγεται.

[6]

[1]    Τὸ δὲ βάλσαμον γίνεται μὲν ἐν τῷ αὐλῶνι τῷ περὶ Συρίαν. παραδείσους δ' εἶναί φασι δύο μόνους, τὸν μὲν ὅσον εἴκοσι πλέθρων τὸν δ' ἕτερον πολλῷ ἐλάττονα. τὸ δὲ δένδρον μέγεθος μὲν ἡλίκον ῥόα μεγάλη πολύκλαδον δὲ σφόδρα· φύλλον δὲ ἔχειν ὅμοιον πηγάνῳ, πλὴν ἔκλευκον, ἀείφυλλον δὲ εἶναι· καρπὸν δὲ παρόμοιον τῇ τερμίνθῳ καὶ μεγέθει καὶ σχήματι καὶ χρώματι· εὐῶδες σφόδρα καὶ τοῦτο καὶ μᾶλλον τοῦ δακρύου.

[2]    Τὸ δὲ δάκρυον ἀπὸ ἐντομῆς συλλέγειν, ἐντέμνειν δὲ ὄνυξι σιδηροῖς ὑπὸ τὸ ἄστρον, ὅταν μάλιστα πνίγη ὦσι, καὶ τὰ στελέχη καὶ τὰ ἄνω. τὴν δὲ συλλογὴν ὅλον τὸ θέρος ποιεῖσθαι· οὐκ εἶναι δὲ πολὺ τὸ ῥέον, ἀλλ' ἐν ἡμέρᾳ τὸν ἄνδρα συλλέγειν ὅσον κόγχην· τὴν δ' ὀσμὴν διαφέρουσαν καὶ πολλήν, ὥστε ἀπὸ μικροῦ πολὺν ἐφικνεῖσθαι τόπον. ἀλλ' οὐ φοιτᾶν ἐνταῦθα ἄκρατον ἀλλὰ τὸ συνηγμένον κεκραμένον· πολλὴν γὰρ δέχεσθαι κρᾶσιν· καὶ τὸ ἐν τῇ Ἑλλάδι πολλάκις εἶναι κεκραμένον· εὔοσμα δὲ σφόδρα καὶ τὰ ῥαβδία· [3] καθαίρειν γὰρ καὶ τῶνδε ἕνεκα καί του διαφόρου· πωλεῖσθαι ‹γὰρ› τίμια. καὶ τὴν ἐργασίαν τὴν περὶ τὰ δένδρα σχεδὸν ἐν ταὐτῇ αἰτίᾳ εἶναι καὶ τὴν βροχήν· βρέχεσθαι γὰρ συνεχῶς. συναιτίαν δὲ δοκεῖν εἶναι τοῦ μὴ μεγάλα γίνεσθαι τὰ δένδρα καὶ τὴν τῶν ῥαβδίων τομήν. διὰ γὰρ τὸ πολλάκις ἐπικείρεσθαι ῥάβδους ἀφιέναι καὶ οὐκ εἰς ἓν ἐκτείνειν τὴν ὁρμήν.

[4]    Ἄγριον δὲ οὐδὲν εἶναι βάλσαμον οὐδαμοῦ· γίνεσθαι δὲ ἐκ μὲν τοῦ μείζονος παραδείσου ἀγγείδια δώδεκα ὅσον ἡμιχοαῖα, ἐκ δὲ τοῦ ἑτέρου δύο μόνον· πωλεῖσθαι δὲ τὸ μὲν ἄκρατον δὶς πρὸς ἀργύριον τὸ δ' ἄλλο κατὰ λόγον τῆς μίξεως· καὶ τοῦτο μὲν διαφέρον τι φαίνεται κατὰ τὴν εὐοσμίαν.

[7]

[1]   Ὁ δὲ κάλαμος γίνεται καὶ ὁ σχοῖνος ὑπερβάλλοντι τὸν Λίβανον μεταξὺ τοῦ τε Λιβάνου καὶ ἄλλου τινὸς ὄρους μικροῦ ἐν τῷ αὐλωνίσκῳ τούτῳ, καὶ οὐχ ὥς τινές φασι τοῦ Ἀντιλιβάνου· ὁ γὰρ Ἀντιλίβανος μακρὰν ἀπέχει τοῦ Λιβάνου καὶ μεταξὺ τούτων ἐστὶν ὃν αὐλῶνα καλοῦσι πεδίον πολὺ καὶ καλόν. ὅπου δὲ ὁ κάλαμος καὶ ὁ σχοῖνος φύεται λίμνη μεγάλη τυγχάνει, πρὸς ταύτην δὲ ἐν τῷ ἕλει τῷ ἀνεξηραμμένῳ πεφύκασι· τόπον δὲ ἔχουσι πλεῖον ἢ τριάκοντα σταδίων. οὐκ ὄζουσι δὲ χλωροὶ ἀλλὰ ξηρανθέντες, τῇ προσόψει δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων· εἰσβάλλοντι δ' εἰς τὸν τόπον εὐθὺς ὀσμὴ προσβάλλει· [2] οὐ μὴν πορρωτέρω γε ἡ ἀποπνοὴ γίνεται, καθάπερ τινές φασι, ταῖς προσφερομέναις ναυσὶ πρὸς τὴν χώραν· καὶ γὰρ ὁ τόπος οὗτος ἀπὸ θαλάττης ἀπέχει πλείους ἢ ἑκατὸν πεντήκοντα σταδίους· ἀλλ' ἐν τῇ Ἀραβίᾳ τὴν ἀποπνοὴν εἶναί φασι τὴν ἀπὸ τῆς χώρας εὔοσμον.

   Ἐν μὲν οὖν Συρίᾳ τὰ περιττὰ τῇ ὀσμῇ σχεδὸν ταῦτ' ἐστίν· ἡ γὰρ χαλβάνη βαρύτερον καὶ μᾶλλον φαρμακῶδες· ἐπεὶ καὶ αὕτη γίνεται περὶ Συρίαν ἐκ τοῦ πανάκους καλουμένου. τὰ δὲ ἄλλα πάντα τὰ εὔοσμα οἷς πρὸς τὰ ἀρώματα χρῶνται, τὰ μὲν ἐξ Ἰνδῶν κομίζεται κἀκεῖθεν ἐπὶ θάλατταν καταπέμπεται, τὰ δ' ἐξ Ἀραβίας, οἷον πρὸς τῷ κιναμώμῳ καὶ τῇ κασίᾳ καὶ κώμακον· ἕτερον δ' εἶναι τὸ κώμακον καρπόν· τὸ δ' ἕτερον παραμίσγουσιν εἰς τὰ σπουδαιότατα τῶν μύρων. τὸ δὲ καρδάμωμον καὶ ἄμωμον οἱ μὲν ἐκ Μηδείας, οἱ δ' ἐξ Ἰνδῶν καὶ ταῦτα καὶ τὴν νάρδον καὶ τὰ ἄλλα ἢ τὰ πλεῖστα.

[3]    Οἷς μὲν οὖν εἰς τὰ ἀρώματα χρῶνται σχεδὸν τάδε ἐστί· κασία κινάμωμον καρδάμωμον νάρδος ναῖρον βάλσαμον ἀσπάλαθος στύραξ ἶρις νάρτη κόστος πάνακες κρόκος σμύρνα κύπειρον σχοῖνος κάλαμος ἀμάρακον λωτὸς ἄννητος. τούτων δὲ τὰ μὲν ῥίζαι τὰ δὲ φλοιοὶ τὰ δὲ κλῶνες τὰ δὲ ξύλα τὰ δὲ σπέρματα τὰ δὲ δάκρυα τὰ δὲ ἄνθη. καὶ τὰ μὲν πολλαχοῦ γίνεται, τὰ δὲ περιττότατα καὶ εὐοδμότατα πάντα ἐκ τῆς Ἀσίας καὶ ἐκ τῶν ἀλεεινῶν τόπων. ἐκ γὰρ αὐτῆς Εὐρώπης οὐδέν ἐστιν ἔξω τῆς ἴριδος.

[4]    Αὕτη δ' ἀρίστη ἐν Ἰλλυριοῖς, οὐκ ἐν τῇ πρὸς θάλατταν χώρᾳ, ἀλλ' ἐν τῇ ἀνακεχωρηκυίᾳ κειμένῃ δὲ μᾶλλον πρὸς ἄρκτον. τόποι δὲ τόπων διαφέρουσιν ἐν οἷς ἀμείνων· ἐργασία δὲ περὶ αὐτὴν οὐδεμία πλὴν τοῦ περικαθήραντα ἀναξηρᾶναι.

   Τὰ γὰρ ἐν τῇ Θρᾴκῃ φυόμενα ῥιζία, καθάπερ τό τε τῇ νάρδῳ προσεμφερῆ τὴν ὀσμὴν ἔχον καὶ ἕτερ' ἄττα, μικράν τινα καὶ ἀσθενῆ τὴν εὐωδίαν ἔχει. καὶ περὶ μὲν τῶν εὐόσμων ἐπὶ τοσοῦτον εἰρήσθω.

[8]

[1]    Περὶ δὲ τῶν ὀπῶν ὅσα μὴ πρότερον εἴρηται, λέγω δ' οἷον εἴ τινες φαρμακώδεις ἢ καὶ ἄλλας ἔχουσι δυνάμεις, πειρατέον ὁμοίως εἰπεῖν· ἅμα δὲ καὶ περὶ ῥιζῶν, καὶ γὰρ τῶν ὀπῶν τινες ἐκ τούτων καὶ χωρὶς αὐταὶ καθ' αὑτὰς πολλὰς καὶ παντοίας ἔχουσι δυνάμεις, ὅλως δὲ περὶ πάντων φαρμακωδῶν, οἷον καρποῦ χυλισμοῦ φύλλων ῥιζῶν πόας· καλοῦσι γὰρ καὶ πόαν ἔνια τῶν φαρμακωδῶν οἱ ῥιζοτόμοι.

   Τῶν δὲ ῥιζῶν πλείους μέν εἰσιν αἱ δυνάμεις καὶ πρὸς πλείω· ζητοῦνται δὲ μάλιστα αἱ φαρμακώδεις ὡς χρησιμώταται, διαφέρουσαι τῷ τε μὴ πρὸς ταὐτὰ καὶ τῷ μὴ ἐν τοῖς αὐτοῖς ἔχειν τὴν δύναμιν. ὡς δ' οὖν ἐπὶ πᾶν αἱ πλεῖσται μὲν ἐν αὑταῖς ἔχουσι καὶ τοῖς καρποῖς καὶ τοῖς ὀποῖς, ἔνιαι δὲ καὶ ἐν τοῖς φύλλοις· τὰς δὲ φυλλώδεις δυνάμεις τὰς πολλὰς σχεδὸν πόας καλοῦσιν, ὥσπερ εἴρηται μικρῷ πρότερον, οἱ ῥιζοτόμοι.

[2]    Ὁ μὲν οὖν ὀπισμὸς γίνεται τῶν ὀπιζομένων ὡς ἐπὶ τὸ πολὺ τοῦ θέρους, τῶν μὲν ἐνισταμένου τῶν δὲ προεληλυθότος. ἡ δὲ ῥιζοτομία γίνεταί τινων καὶ ὑπὸ πυροτομίαν καὶ μικρῷ πρότερον, οὐ μὴν ἀλλ' ἥ γε πλείων τοῦ μετοπώρου μετ' Ἀρκτοῦρον, ὅταν φυλλορροήσωσιν, ὅσων δὲ καὶ ὁ καρπὸς χρήσιμος, ὅταν ἀμερθῶσι τὸν καρπόν. ἔστι δὲ ὁ ὀπισμὸς ἢ ἀπὸ τῶν καυλῶν, ὥσπερ τοῦ τιθυμάλλου καὶ τῆς θριδακίνης καὶ σχεδὸν τῶν πλείστων, ἢ ἀπὸ τῶν ῥιζῶν, ἢ τρίτον ἀπὸ τῆς κεφαλῆς, ὥσπερ τῆς μήκωνος· ταύτης γὰρ μόνης οὕτω καὶ τοῦτ' ἴδιον αὐτῆς. τῶν μὲν οὖν καὶ αὐτόματος ὁ ὀπὸς συνίσταται δακρυώδης τις, ὥσπερ καὶ τῆς τραγακάνθης· ταύτην γὰρ οὐδὲ τέμνειν ἐστί· τῶν δὲ πλείστων ἀπὸ τῆς ἐντομῆς. ὧν ἐνίους μὲν εὐθὺς εἰς ἀγγεῖα συνάγουσιν, ὥσπερ καὶ τὸν τοῦ τιθυμάλλου ἢ μηκωνίου, καλοῦσι γὰρ ἀμφοτέρως, καὶ ἁπλῶς ὅσα πολύοπα τυγχάνει· τῶν δὲ μὴ πολυόπων ἐρίῳ λαμβάνουσιν ὥσπερ καὶ τῆς θριδακίνης.

[3]    Ἐνίων δ' οὐδ' ὀπισμὸς ἀλλ' οἷον χυλισμός ἐστιν, ὥσπερ ὅσα κόψαντες ἢ τρίψαντες καὶ ὕδωρ ἐπιχέαντες ἀπηθοῦσι καὶ λαμβάνουσι τὴν ὑπόστασιν· ξηρὸς δὲ δῆλον ὅτι καὶ ἐλάττων ὁ χυλὸς τούτων. ἔστι δὲ τῶν μὲν ἄλλων ῥιζῶν τὸ χύλισμα ἀσθενέστερον τοῦ καρποῦ, τοῦ κωνείου δὲ ἰσχυρότερον, καὶ τὴν ἀπαλλαγὴν ῥᾴω ποιεῖ καὶ θάττω μικρὸν πάνυ καταπότιον δοθέν· ἐνεργότερον δὲ καὶ εἰς τὰς ἄλλας χρείας. ἰσχυρὸν δὲ καὶ τὸ τῆς θαψίας. τὰ δὲ ἄλλα πάντα ἀσθενέστερα. οἱ μὲν οὖν ὀπισμοὶ σχεδὸν τοσαυταχῶς γίνονται.

[4]    Τῆς δὲ ῥιζοτομίας οὐκ ἔστι τοιαύτη διαφορὰ πλὴν ἐν ταῖς ὥραις οἷον θέρους ἢ μετοπώρου, καὶ τῷ τάσδε ἢ τάσδε τῶν ῥιζῶν· οἷον τοῦ ἐλλεβόρου τὰς κάτω τὰς λεπτάς· τὴν γὰρ ἄνω τὴν παχεῖαν τὴν κεφαλώδη φασὶν ἀχρεῖον εἶναι καὶ διδόναι ταῖς κυσὶν ὅταν βούλωνται καθαίρειν. καὶ ἐφ' ἑτέρων δέ τινων τοιαύτας λέγουσι διαφοράς.

[5]    Ἔτι δὲ ὅσα οἱ φαρμακοπῶλαι καὶ οἱ ῥιζοτόμοι τὰ μὲν ἴσως οἰκείως τὰ δὲ καὶ ἐπιτραγωδοῦντες λέγουσι. κελεύουσι γὰρ τὰς μὲν κατ' ἄνεμον ἱσταμένους τέμνειν, ὥσπερ ἑτέρας τέ τινας καὶ τὴν θαψίαν, ἀλειψάμενον λίπα· τὸ γὰρ σῶμα ἀνοιδεῖν ἐὰν ἐξ ἐναντίας. κατ' ἄνεμον δὲ καὶ τοῦ κυνοσβάτου τὸν καρπὸν συλλέγειν, εἰ δὲ μὴ κίνδυνον εἶναι τῶν ὀφθαλμῶν. τὰς δὲ νύκτωρ τὰς δὲ μεθ' ἡμέραν, ἐνίας δὲ πρὶν τὸν ἥλιον ἐπιβάλλειν, οἷον καὶ τὸ καλούμενον κλύμενον.

[6]    Καὶ ταῦτα μὲν καὶ τὰ παραπλήσια τούτοις τάχ' ἂν οὐκ ἀλλοτρίως δόξειεν λέγειν· ἐπισινεῖς γάρ τινων αἱ δυνάμεις· ἐξάπτειν γάρ φασιν ὥσπερ πῦρ καὶ κατακαίειν· ἐπεὶ καὶ ὁ ἐλλέβορος ταχὺ καρηβαρεῖν ποιεῖ, καὶ οὐ δύνανται πολὺν χρόνον ὀρύττειν, δι' ὃ καὶ προεσθίουσι σκόροδα καὶ ἄκρατον ἐπιπίνουσιν. ἀλλὰ τὰ τοιαῦτα ὥσπερ ἐπίθετα καὶ πόρρωθεν, οἷον τὴν παιωνίαν. οἱ δὲ γλυκυσίδην καλοῦσι, νύκτωρ κελεύουσιν ὀρύττειν· ἐὰν γὰρ ἡμέρας καὶ ὀφθῇ τις ὑπὸ δρυοκολάπτου τὸν μὲν καρπὸν ἀπολέγων κινδυνεύειν τοῖς ὀφθαλμοῖς, τὴν δὲ ῥίζαν τέμνων ἐκπίπτειν τὴν ἕδραν.

[7]    Φυλάττεσθαι δὲ καὶ τὴν κενταυρίδα τέμνοντα τριόρχην, ὅπως ἂν ἄτρωτος ἀπέλθῃ. καὶ ἄλλας δέ τινας αἰτίας. τὸ δ' ἐπευχόμενον τέμνειν οὐθὲν ἴσως ἄτοπον· ἀλλ' εἴ τι καὶ ἄλλο προστιθέασιν, οἷον ὅταν τὸ πάνακες τὸ Ἀσκληπίειον καλούμενον· ἀντεμβάλλειν γὰρ τῇ γῇ παγκαρπίαν ‹καὶ› μελιττοῦταν· ὅταν δὲ τὴν ξίριν, τριμήνου μελιττούτας ἀντεμβάλλειν μισθόν· τέμνειν δὲ ἀμφήκει ξίφει περιγράψαντα εἰς τρίς· καὶ ὅτι ἂν πρῶτον τμηθῇ μετέωρον ἔχειν εἶθ' οὕτω τὸ ἕτερον τέμνειν.

[8]    Καὶ ἄλλα δὲ τοιαῦτα πλείω. περιγράφειν δὲ καὶ τὸν μανδραγόραν εἰς τρὶς ξίφει, τέμνειν δὲ πρὸς ἑσπέραν βλέποντα. τὸν δ' ἕτερον κύκλῳ περιορχεῖσθαι καὶ λέγειν ὡς πλεῖστα περὶ ἀφροδισίων. τοῦτο δ' ὅμοιον ἔοικε τῷ περὶ τοῦ κυμίνου λεγομένῳ κατὰ τὴν βλασφημίαν ὅταν σπείρωσι. περιγράφειν δὲ καὶ τὸν ἐλλέβορον τὸν μέλανα καὶ τέμνειν ἱστάμενον πρὸς ἕω καὶ κατευχόμενον· ἀετὸν δὲ φυλάττεσθαι καὶ ἐκ δεξιᾶς καὶ ἐξ ἀριστερᾶς· κίνδυνον γὰρ εἶναι τοῖς τέμνουσιν, ἐάνπερ ἐγγὺς ἐπιγένηται ὁ ἀετός, ἀποθνήσκειν ἐνιαυτῷ. ταῦτα μὲν οὖν ἐπιθέτοις ἔοικεν, ὥσπερ εἴρηται. τρόποι δ' οὐκ εἰσὶ τῶν ῥιζοτομιῶν πλὴν οὓς εἴπομεν.

[9]

[1]    Ἔστι δέ, ὥσπερ ἐλέχθη, τῶν μὲν πάντα χρήσιμα καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ ὁ ὀπός, ὥσπερ ἄλλων τε καὶ τοῦ πανάκους· τῶν δὲ ἡ ῥίζα καὶ ὁ ὀπός, οἷον τῆς σκαμμωνίας καὶ τοῦ κυκλαμίνου καὶ τῆς θαψίας καὶ ἑτέρων, καθάπερ καὶ τοῦ μανδραγόρου· τοῦ γὰρ μανδραγόρου τὸ φύλλον χρήσιμον εἶναί φασι πρὸς τὰ ἕλκη μετ' ἀλφίτου, τὴν δὲ ῥίζαν πρὸς ἐρυσίπελας ξυσθεῖσάν τε καὶ ὄξει δευθεῖσαν καὶ πρὸς τὰ ποδαγρικὰ καὶ πρὸς ὕπνον καὶ πρὸς φίλτρα· διδόασι δ' ἐν οἴνῳ ἢ ὄξει· τέμνουσι δὲ τροχίσκους ὥσπερ ῥαφανῖδος καὶ ἐνείραντες ὑπὲρ γλεύκους ἐκρέμασαν ἐπὶ καπνῷ.

[2]    Ὁ δὲ ἐλλέβορος ἐπὶ ταὐτὰ τῇ τε ῥίζῃ καὶ τῷ καρπῷ χρήσιμος, εἴπερ οἱ ἐν Ἀντικύρᾳ, καθάπερ φασί, τῷ καρπῷ καθαίρουσιν· ἔχει δὲ ‹τὸν› σησαμώδη τοῦτον.

   Πλείω δὲ καὶ τοῦ πανάκους τὰ χρήσιμα καὶ οὐ πάντα πρὸς τὰ αὐτά· ἀλλ' ὁ μὲν καρπὸς πρὸς τὰς ἐξαμβλώσεις καὶ τὰς δυσουρίας, ὁ δὲ ὀπὸς ἡ χαλβάνη καλουμένη πρός τε τὰς ἐξαμβλώσεις καὶ πρὸς τὰ σπάσματα καὶ τοὺς τοιούτους πόνους, ἔτι δὲ πρὸς τὰ ὦτα καὶ τὰς φωνασκίας· ἡ δὲ ῥίζα πρός τε τοὺς τόκους καὶ τὰ γυναικεῖα καὶ πρὸς ὑποζυγίων φύσας· χρησίμη δὲ καὶ πρὸς τὸ ἴρινον μύρον διὰ τὴν εὐωδίαν· ἰσχυρότερον δὲ τὸ σπέρμα τῆς ῥίζης. γίνεται δὲ περὶ Συρίαν καὶ τέμνεται περὶ πυραμητόν.

[3]    Τοῦ δὲ κυκλαμίνου ἡ μὲν ῥίζα πρός τε τὰς ἐκπυήσεις τῶν φλεγμονῶν καὶ πρόσθετον γυναιξὶ καὶ πρὸς τὰ ἕλκη ἐν μέλιτι· ὁ δὲ ὀπὸς πρὸς τὰς ἀπὸ κεφαλῆς καθάρσεις ἐν μέλιτι ἐγχεόμενος, καὶ πρὸς τὸ μεθύσκειν, ἐὰν ἐν οἴνῳ διαβρέχων διδῷ τις πίνειν. ἀγαθὴν δὲ τὴν ῥίζαν καὶ ὠκυτόκιον περίαπτον καὶ εἰς φίλτρα· ὅταν δὲ ὀρύξωσι, κατακαίουσιν εἶτ' οἴνῳ δεύσαντες τροχίσκους ποιοῦσιν, ὥσπερ τῆς τρυγὸς ᾗ ῥυπτόμεθα.

[4]    Καὶ τοῦ σικύου δὲ τοῦ ἀγρίου τὴν μὲν ῥίζαν ‹πρὸς› ἀλφοὺς καὶ ψώρας βοσκημάτων· τὸ δὲ σπέρμα χυλισθὲν ποιεῖ τὸ ἐλατήριον. συλλέγεται δὲ τοῦ φθινοπώρου· τότε γὰρ βέλτιστον.

[5]    Τῆς δὲ χαμαίδρυος τὰ μὲν φύλλα πρὸς τὰ ῥήγματα καὶ πρὸς τὰ τραύματα ἐν ἐλαίῳ τριβόμενα καὶ πρὸς τὰ νεμόμενα ἕλκη· τὸν δὲ καρπὸν καθαίρειν χολήν· ἀγαθὸν δὲ καὶ ὀφθαλμοῖς· πρὸς δὲ τὰ ἄργεμα προσάγειν τὸ φύλλον τρίψαντα ἐν ἐλαίῳ. ἔχει δὲ φύλλα μὲν οἷάπερ δρῦς, τὸ δὲ ἀνάστημα τῆς ὅλης ὅσον σπιθαμιαῖον· εὔοσμον δὲ καὶ ἡδύ.

   Τὸ μὲν οὖν μὴ πρὸς ταὐτὸ πάντα τὰ μέρη χρήσιμα τυγχάνειν οὐκ ἴσως ἄτοπον· τὸ δὲ τῆς αὐτῆς ῥίζης τὸ μὲν ἄνω τὸ δὲ κάτω καθαίρειν θαυμασιώτερον, οἷον καὶ τῆς θαψίας καὶ τῆς ἰσχάδος, οἱ δ' ἄπιον καλοῦσι, καὶ τῆς λιβανωτίδος· ὅτι γὰρ αὖ καὶ κάτω καὶ ἄνω ταὐτὰ δύναται [καθαίρειν], καθάπερ τὸ ἐλατήριον, οὐθὲν ἄτοπον.

[6]    Ἔχει δὲ ἡ θαψία φύλλον μὲν ὅμοιον τῷ μαράθῳ πλὴν πλατύτερον καυλὸν δὲ ναρθηκώδη ῥίζαν δὲ λευκήν.

   Ἡ δ' ἰσχὰς ἢ ἄπιος φύλλον μὲν ἔχει πηγανῶδες βραχὺ καυλοὺς δ' ἐπιγείους τρεῖς ἢ τέτταρας ῥίζαν δὲ οἵανπερ ὁ ἀσφόδελος πλὴν λεπυριώδη· φιλεῖ δὲ ὀρεινὰ χωρία καὶ κοχλακώδη. συλλέγεται δὲ τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τῶν εἰρημένων.

[10]

[1]    Ὁ δὲ ἐλλέβορος ὅ τε μέλας καὶ ὁ λευκὸς ὥσπερ ὁμώνυμοι φαίνονται· περὶ δὲ τῆς ὄψεως διαφωνοῦσιν· οἱ μὲν γὰρ ὁμοίους εἶναι, πλὴν τῷ χρώματι μόνον διαφέρειν τὴν ῥίζαν τοῦ μὲν λευκὴν τοῦ δὲ μέλαιναν· οἱ δὲ τοῦ μὲν μέλανος τὸ φύλλον δαφνῶδες τοῦ δὲ λευκοῦ πρασῶδες, τὰς δὲ ῥίζας ὁμοίας πλὴν τῶν χρωμάτων. οἱ δ' οὖν ὁμοίους λέγοντες τοιάνδε φασὶν εἶναι τὴν μορφήν· καυλὸν μὲν ἀνθερικώδη βραχὺν σφόδρα· φύλλον δὲ πλατύσχιστον, παρόμοιον σφόδρα τῷ τοῦ νάρθηκος, μῆκος δ' ἔχον· εὐθὺ δ' ἐκ τῆς ῥίζης ἠρτημένον καὶ ἐπιγειόφυλλον· πολύρριζον δ' εὖ μάλα ταῖς λεπταῖς καὶ χρησίμοις.

[2]    Ἀναιρεῖν δὲ τὸν μὲν μέλανα καὶ ἵππους καὶ βοῦς καὶ ὗς, δι' ὃ καὶ οὐδὲν νέμεσθαι τούτων· τὸν δὲ λευκὸν νέμεσθαι τὰ πρόβατα καὶ ἐκ τούτου πρῶτον συνοφθῆναι τὴν δύναμιν καθαιρομένων ἐκείνων· ὡραῖος δὲ μετοπώρου, τοῦ δ' ἦρος ἄωρος· ἀλλὰ πρὸς τὴν πυλαίαν οἱ ἐκ τῆς Οἴτης συλλέγουσι· πλεῖστος γὰρ ἐνταῦθα φύεται καὶ ἄριστος· μοναχοῦ δὲ φύεται τῆς Οἴτης περὶ τὴν Πυράν.

   Μίσγεται δὲ πρὸς τὴν πόσιν, ὅπως εὐεμὲς ᾖ, τὸ τῆς ἐλλεβορίνης σπέρμα· τοῦτο δ' ἐστὶ ποάριον.

[3]    Φύεται δὲ ὁ μὲν μέλας πανταχοῦ· καὶ γὰρ ἐν τῇ Βοιωτίᾳ καὶ ἐν Εὐβοίᾳ καὶ παρ' ἄλλοις πολλοῖς· ἄριστος δὲ ὁ ἐκ τοῦ Ἑλικῶνος, καὶ ὅλως τὸ ὄρος εὐφάρμακον. ὁ δὲ λευκὸς ὀλιγαχοῦ· βέλτιστοι δὲ καὶ οἷς χρῶνται μάλιστα τέτταρες ὁ Οἰταῖος ὁ Ποντικὸς ὁ Ἐλεάτης ὁ Μαλιώτης. φασὶ δὲ τὸν Ἐλεάτην ἐν τοῖς ἀμπελῶσι φύεσθαι καὶ ποιεῖν τὸν οἶνον οὕτω διουρητικὸν ὥστε λαγαροὺς εἶναι πάνυ τοὺς πίνοντας.

[4]    Ἄριστος δὲ πάντων καὶ τούτων καὶ τῶν ἄλλων ὁ Οἰταῖος. ὁ δὲ Παρνάσιος καὶ ὁ Αἰτωλικός, γίνεται γὰρ καὶ ἐνταῦθα καὶ πολλοὶ καὶ ὠνοῦνται καὶ πωλοῦσιν οὐκ εἰδότες, [οὐχ ὅτε] σκληροὶ καὶ ἄγαν περισκελεῖς. ταῦτα μὲν οὖν ὅμοια ταῖς μορφαῖς ὄντα ταῖς δυνάμεσι διαφέροντα.

   Καλοῦσι δὲ τὸν μέλανά τινες ἔκτομον Μελαμπόδιον, ὡς ἐκείνου πρῶτον τεμόντος καὶ ἀνευρόντος. καθαίρουσι δὲ καὶ οἰκίας αὐτῷ καὶ πρόβατα συνεπᾴδοντές τινα ἐπῳδὴν καὶ εἰς ἄλλα δὲ πλείω χρῶνται.

[11]

[1]    Πολλὰ δέ ἐστι καὶ τὰ πανάκη καὶ οἱ τιθύμαλλοι καὶ ἕτερ' ἄττα. πάνακες γὰρ καλοῦσι πρῶτον μὲν τὸ ἐν Συρίᾳ, περὶ οὗ μικρῷ πρότερον εἴρηται. ἄλλα δὲ τὰ τρία, τὸ μὲν Χειρώνειον καλούμενον τὸ δ' Ἀσκληπίειον τὸ δ' Ἡράκλειον. ἔχει δὲ τὸ μὲν Χειρώνειον φύλλον μὲν ὅμοιον λαπάθῳ μεῖζον δὲ καὶ δασύτερον, ἄνθος δὲ χρυσοειδές, ῥίζαν δὲ μικράν· φιλεῖ δὲ μάλιστα τὰ χωρία τὰ πίονα· χρῶνται δὲ πρός τε τοὺς ἔχεις καὶ τὰ φαλάγγια καὶ τοὺς σῆπας καὶ τὰ ἄλλα ἑρπετὰ διδόντες ἐν οἴνῳ καὶ ἀλείφοντες μετ' ἐλαίου· τοῦ δ' ἔχεως τὸ δῆγμα καὶ καταπλάττοντες καὶ ἐν ὀξίνῃ πιεῖν διδόντες· ἀγαθὴν δέ φασι καὶ ἑλκῶν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ φυμάτων ἐν μέλιτι.

[2]    Τὸ δ' Ἀσκληπίειον τὴν ῥίζαν μῆκος μὲν ὡς σπιθαμὴν λευκὴν δὲ καὶ παχεῖαν σφόδρα, καὶ φλοιὸν παχὺν καὶ ἁλυκώδη· καυλὸν δὲ ἔχει γονατώδη πανταχόθεν, φύλλον δὲ οἷόνπερ ἡ θαψία πλὴν παχύτερον· ἀγαθὸν δὲ εἶναί φασι ἑρπετῶν τε ξύοντα πίνειν, καὶ σπληνὸς ὅταν αἷμα περὶ αὐτὸν ἐν μελικράτῳ, καὶ κεφαλαίας τρίβοντα ἐν ἐλαίῳ ἀλείφειν καὶ ἄλλο τι ἐὰν πονῇ τις ἀφανές, καὶ γαστρὸς ὀδύνης ἐν οἴνῳ ξύοντα. δύνασθαι δὲ καὶ τὰς μακρὰς ἀρρωστίας ἐκκλίνειν. ἔπειτα τῶν ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὸν ἐπιπάττοντα προκατακλύζοντα ἐν οἴνῳ θερμῷ, τῶν δὲ ξηρῶν ἐν οἴνῳ δεῦσαι καὶ καταπλάττειν.

[3]    Τὸ δ' Ἡράκλειον φύλλον μὲν ἔχει μέγα καὶ πλατὺ καὶ τρισπίθαμον πανταχῆ, ῥίζαν δὲ ὡς δακτύλου τὸ πάχος δίκραν ἢ τρίκραν, τῇ γεύσει μὲν ὑπόπικρον τῇ δ' ὀσμῇ καθάπερ λιβανωτοῦ καθαροῦ· ἀγαθὴν δὲ τῆς ἱερᾶς νόσου μιγνυμένην φώκης πιτύᾳ ὅσον τεταρτημόριον πίνειν, καὶ ὀδύνης κατὰ γαστέρα ἐν οἴνῳ γλυκεῖ, καὶ ἑλκῶν τῶν μὲν ὑγρῶν ξηρὰν τῶν δὲ ξηρῶν ἐν μέλιτι. αὗται μὲν οὖν ταύτας ἔχουσι διαφοράς τε καὶ δυνάμεις.

[4]    Ἄλλα δὲ πανάκη τὸ μὲν λεπτόφυλλον τὸ δὲ οὔ· αἱ δὲ δυνάμεις ἀμφοῖν αἱ αὐταί, πρόσθετόν τε γυναιξὶ καὶ κατάπλασμα μετ' ἀλφίτου καὶ πρὸς τὰ ἕλκη τὰ ἄλλα καὶ πρὸς τὰ νεμόμενα.

[5]    Συνώνυμοι δὲ καὶ οἱ στρύχνοι καὶ οἱ τιθύμαλλοι. τῶν γὰρ στρύχνων ὁ μὲν ὑπνώδης ὁ δὲ μανικός. καὶ ὁ μὲν ὑπνώδης ἐρυθρὰν ἔχων τὴν ῥίζαν ὥσπερ αἷμα ξηραινομένην, ὀρυττομένην δὲ λευκήν, καὶ καρπὸν ἐρυθρότερον κρόκου, φύλλον δὲ τιθυμάλλῳ ὅμοιον ἢ μηλέᾳ τῇ γλυκείᾳ καὶ αὐτὸ δασὺ καὶ πυγμὴν μέγα. τούτου τῆς ῥίζης τὸν φλοιὸν κόπτοντες λίαν καὶ βρέχοντες ἐν οἴνῳ ἀκράτῳ διδόασι πιεῖν καὶ ποιεῖ καθεύδειν. φύεται δὲ ἐν χαράδραις καὶ τοῖς μνήμασιν.

[6]    Ὁ δὲ μανικός, οἱ δὲ θρύορον καλοῦσιν αὐτὸν οἱ δὲ περιττόν, λευκὴν ἔχει τὴν ῥίζαν καὶ μακρὰν ὡς πήχεως καὶ κοίλην. δίδοται δ' αὐτῆς, ἐὰν μὲν ὥστε παίζειν καὶ δοκεῖν ἑαυτῷ κάλλιστον εἶναι, δραχμὴ σταθμῷ· ἐὰν δὲ μᾶλλον μαίνεσθαι καὶ φαντασίας τινὰς φαίνεσθαι, δύο δραχμαί· ἐὰν δ' ὥστε μὴ παύεσθαι μαινόμενον τρεῖς, καὶ συμπαραμιγνύναι φασὶν ὀπὸν κενταυρίου· ἐὰν δὲ ὥστε ἀποκτεῖναι, τέτταρες. ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον εὐζώμῳ πλὴν μεῖζον, τὸν δὲ καυλὸν ὥσπερ ὀργυίας, κεφαλὴν δὲ ὥσπερ γηθύου μείζω δὲ καὶ δασυτέραν· ἔοικε δὲ καὶ πλατάνου καρπῷ.

[7]    Τῶν δὲ τιθυμάλλων ὁ μὲν παράλιος καλούμενος κόκκινον φύλλον ἔχει περιφερές, καυλὸν δὲ καὶ τὸ ὅλον μέγεθος ὡς σπιθαμῆς τὸν δὲ καρπὸν λευκόν. ἀμᾶται δὲ ὅταν ἄρτι περκάζῃ σταφυλή, καὶ ξηρανθεὶς ὁ καρπὸς δίδοται πίνειν τριφθεὶς ὅσον τρίτον μέρος ὀξυβάφου.

[8]    Ὁ δ' ἄρρην καλούμενος τὸ μὲν φύλλον ἐλαιῶδες ἔχει, τὸ δὲ ὅλον μέγεθος πηχυαῖον. τοῦτον ὀπίζουσιν ἅμα τρυγητῷ καὶ θεραπεύσαντες οὕτως ὡς δεῖ χρῶνται· καθαίρει δὲ κάτω μᾶλλον.

[9]    Ὁ δὲ μυρτίτης καλούμενος τιθύμαλλος λευκός· τὸ μὲν φύλλον ἔχει καθάπερ ὁ μύρρινος, πλὴν ἀκανθῶδες ἀπ' ἄκρου· κλήματα δ' ἀφίησιν ἐπὶ τὴν γῆν ὡς σπιθαμιαῖα, ταῦτα δ' οὐχ ἅμα φέρει τὸν καρπὸν ἀλλὰ παρ' ἔτος, τὰ μὲν νῦν τὰ δ' εἰς νέωτα, πεφυκότα ἀπὸ τῆς αὐτῆς ῥίζης. φιλεῖ δὲ ὀρεινὰ χωρία. ὁ δὲ καρπὸς αὐτοῦ καλεῖται κάρυον. ἀμῶσι δ' ὅταν ἀδρύνωνται αἱ κριθαὶ καὶ ξηραίνοντες καὶ ἀποκαθαίροντες· αὐτὸν τὸν καρπὸν πλύναντες ἐν ὕδατι καὶ πάλιν ξηράναντες διδόασι πιεῖν συμμιγνύντες δύο μέρη τῆς μελαίνης μήκωνος, τὸ δὲ συναμφότερον ὅσον ὀξύβαφον· καθαίρει δὲ φλέγμα κάτω· ἐὰν δὲ τὸ κάρυον αὐτὸ διδῶσι, τρίψαντες ἐν οἴνῳ γλυκεῖ διδόασιν ἢ ἐν σησάμῳ πεφρυγμένῳ κατατραγεῖν. ταῦτα μὲν οὖν τοῖς τε φύλλοις καὶ τοῖς ὀποῖς καὶ τοῖς καρποῖς χρήσιμα.

[10]    Τῶν δὲ λιβανωτίδων, δύο γάρ εἰσιν, ἡ μὲν ἄκαρπος ἡ δὲ κάρπιμος, ἡ μὲν καὶ τῷ καρπῷ καὶ τῷ φύλλῳ χρησίμη ἡ δὲ μόνον τῇ ῥίζῃ. καλεῖται δὲ ὁ καρπὸς κάχρυ. ἔχει δὲ αὕτη τὸ μὲν φύλλον ἐοικὸς σελίνῳ ἑλείῳ μεῖζον δὲ πολύ, καυλὸν δὲ μέγεθος πήχεως ἢ μείζω, ῥίζαν δὲ μεγάλην καὶ παχεῖαν λευκὴν ὄζουσαν ὥσπερ λιβανωτοῦ, καρπὸν δὲ λευκὸν τραχὺν προμήκη· φύεται δὲ μάλιστα ὅπου ἂν αὐχμηρὰ χωρία ᾖ καὶ πετρώδη· χρησίμη δὲ ἡ μὲν ῥίζα πρός τε τὰ ἕλκη καὶ πρὸς τὰ γυναικεῖα πινομένη ἐν οἴνῳ αὐστηρῷ μέλανι· ὁ δὲ καρπὸς πρός τε τὰς στραγγουρίας καὶ πρὸς τὰ ὦτα καὶ ἄργεμα καὶ πρὸς ὀφθαλμίας καὶ ὥστε γάλα γυναιξὶν ἐμποιεῖν.

[11]    Ἡ δὲ ἄκαρπος ἔχει τὸ φύλλον ὅμοιον θριδακίνης τῆς πικρᾶς τραχύτερον δὲ καὶ λευκότερον, ῥίζαν δὲ βραχεῖαν. φύεται δὲ ὅπουπερ ἐρείκη πλείστη. δύναται δὲ ἡ ῥίζα καθαίρειν καὶ ἄνω καὶ κάτω· τὸ μὲν γὰρ πρὸς τὴν βλάστην ἄνω, τὸ δὲ πρὸς τὴν γῆν κάτω· κωλύει δὲ καὶ εἰς ἱμάτια τιθεμένη τοὺς σῆτας. συλλέγεται δὲ περὶ πυροτομίας.

[12]

[1]   Χαμαιλέων δὲ ὁ μὲν λευκὸς ὁ δὲ μέλας· αἱ δὲ δυνάμεις τῶν ῥιζῶν καὶ αὐταὶ δὲ αἱ ῥίζαι τοῖς εἴδεσι διάφοροι. τοῦ μὲν γὰρ λευκὴ καὶ παχεῖα καὶ γλυκεῖα καὶ ὀσμὴν ἔχουσα βαρεῖαν· χρήσιμον δέ φασι πρός τε τοὺς ῥοῦς, ὅταν ἑψηθῇ κατατμηθεῖσα καθάπερ ῥαφανὶς ἐνειρομένη ἐφ' ὁλοσχοίνου, καὶ πρὸς τὴν ἕλμινθα τὴν πλατεῖαν, ὅταν ἀσταφίδα προφάγῃ πίνειν ἐπιξύοντα ταύτην ὅσον ὀξύβαφον ἐν οἴνῳ αὐστηρῷ. ἀναιρεῖ δὲ καὶ κύνα καὶ σῦν· κύνα μὲν ἐν ἀλφίτοις ἀναφυραθεῖσα μετὰ ἐλαίου καὶ ὕδατος, σῦν δὲ μετὰ ῥαφάνων μεμιγμένη τῶν ὀρείων. γυναικὶ δὲ δίδοται ἐν τρυγὶ γλυκείᾳ ἢ ἐν οἴνῳ γλυκεῖ. καὶ ἐὰν βούληταί τις ἀσθενοῦντος ἀνθρώπου διαπειρᾶσθαι εἰ βιώσιμος, λούειν κελεύουσι τρεῖς ἡμέρας, κἂν περιενέγκῃ βιώσιμος. φύεται δὲ ὁμοίως πανταχοῦ, καὶ ἔχει τὸ φύλλον ὅμοιον σκολύμῳ μεῖζον δέ· αὐτὸ δὲ πρὸς τῇ γῇ τινα κεφαλὴν ἔχει ἀκανοειδῆ μεγάλην, οἱ δὲ καὶ ἄκανον καλοῦσιν.

[2]    Ὁ δὲ μέλας τῷ μὲν φύλλῳ παρόμοιος, σκολυμῶδες γὰρ ἔχει πλὴν ἔλαττον καὶ λειότερον, αὐτὸς δ' ὅλος ἐστὶν ὥσπερ σκιάδιον, ἡ δὲ ῥίζα παχεῖα καὶ μέλαινα διαρραγεῖσα δὲ ὑπόξανθος. χωρία δὲ φιλεῖ ψυχρὰ καὶ ἀργά· δύναται δὲ λέπραν τε ἐξελαύνειν ἐν ὄξει τριβόμενος καὶ ξυσθεὶς ἐπαλειφόμενος καὶ ἀλφὸν ὡσαύτως· ἀναιρεῖ δὲ καὶ τοὺς κύνας.

[3]    Μήκωνες δ' εἰσὶν ἄγριαι πλείους· ἡ μὲν κερατῖτις καλουμένη μέλαινα· ταύτης τὸ φύλλον ὥσπερ φλόμου τῆς μελαίνης ἧττον δὲ μέλαν, τοῦ δὲ καυλοῦ τὸ ὕψος ὡς πηχυαῖον, ῥίζα δὲ παχεῖα καὶ ἐπιπόλαιος, ὁ δὲ καρπὸς καμπύλος ὥσπερ κεράτιον· συλλέγεται δὲ περὶ πυροτομίας. δύναται δὲ καθαίρειν κοιλίαν, τὸ δὲ φύλλον ἄργεμα προβάτοις ἀφαιρεῖν. φύεται δὲ παρὰ θάλατταν, οὗ ἂν ᾖ πετρώδη χωρία.

[4]    Ἑτέρα δὲ μήκων ῥοιὰς καλουμένη παρομοία κιχορίῳ τῷ ἀγρίῳ, δι' ὃ καὶ ἐσθίεται· ἐν τοῖς ἀρουραίοις δὲ φύεται, μάλιστα ἐν ταῖς κριθαῖς· ἄνθος δ' ἔχει ἐρυθρὸν κωδύαν δ' ὅσην ὄνυχα τοῦ δακτύλου. συλλέγεται δὲ πρὸ τοῦ θερισμοῦ τῶν κριθῶν, ἐγχλωροτέρα δὲ μᾶλλον. καθαίρει δὲ κάτω.

[5]    Ἑτέρα δὲ μήκων Ἡρακλεία καλεῖται τὸ μὲν φύλλον ἔχουσα οἷον στρουθός, ᾧ τὰ ὀθόνια λευκαίνουσι, ῥίζαν δὲ λεπτὴν ἐπιπόλαιον, τὸν δὲ καρπὸν λευκόν. ταύτης ἡ ῥίζα καθαίρει ἄνω· χρῶνται δέ τινες πρὸς τοὺς ἐπιλήπτους ἐν μελικράτῳ. ταῦτα μὲν οὖν ὥσπερ ὁμωνυμίᾳ τινὶ συνείληπται.

[13]

[1]    Τῶν δὲ ῥιζῶν καὶ ἐν τοῖς χυμοῖς αἱ διαφοραὶ καὶ ἐν ταῖς ὀσμαῖς· αἱ μὲν γάρ εἰσι δριμεῖαι αἱ δὲ πικραὶ αἱ δὲ γλυκεῖαι, καὶ αἱ μὲν εὔοδμοι αἱ δὲ βαρεῖαι. γλυκεῖα μὲν ἥ τε νυμφαία καλουμένη· φύεται δ' ἐν ταῖς λίμναις καὶ ἐν τοῖς ἑλώδεσιν, οἷον ἔν τε τῇ Ὀρχομενίᾳ καὶ Μαραθῶνι καὶ περὶ Κρήτην· καλοῦσι δ' αὐτὴν οἱ Βοιωτοὶ μαδωνάϊν καὶ τὸν καρπὸν ἐσθίουσιν. ἔχει δὲ τὸ φύλλον μέγα ἐπὶ τοῦ ὕδατος· εἶναι δέ φασιν ἴσχαιμον, ἐὰν τρίψας τις ἐπὶ τὴν πληγὴν ἐπιθῇ· χρησίμη δὲ καὶ πρὸς δυσεντερίαν πινομένη.

[2]    Γλυκεῖα δὲ καὶ ἡ Σκυθική· καὶ ἔνιοι δὲ καλοῦσιν εὐθὺς γλυκεῖαν αὐτήν· γίνεται δὲ περὶ τὴν Μαιῶτιν· χρησίμη δὲ πρός τε τὰ ἄσθματα καὶ πρὸς τὴν βῆχα ξηρὰν καὶ ὅλως τοὺς περὶ τὸν θώρακα πόνους· ἔτι δὲ πρὸς τὰ ἕλκη ἐν μέλιτι· δύναται δὲ καὶ τὴν δίψαν παύειν, ἐάν τις ἐν τῷ στόματι ἔχῃ· δι' ὃ ταύτῃ τε καὶ τῇ ἱππακῇ διάγειν φασὶ τοὺς Σκύθας ἡμέρας καὶ ἕνδεκα καὶ δώδεκα.

[3]    [Ἡ δὲ ἀριστολοχία τῇ ὀσφρήσει μὲν εὔοδμος τῇ δὲ γεύσει πικρὰ σφόδρα τῇ χροιᾷ δὲ μέλαινα. φύεται δὲ ἐν τοῖς ὄρεσιν ἡ βελτίστη· φύλλον δὲ ἔχει προσεμφερὲς τῇ ἀλσίνῃ πλὴν στρογγυλότερον· χρησίμη δὲ πρὸς πολλά, καὶ ἀρίστη πρὸς κεφαλῆς ἀγαθὴ δὲ καὶ πρὸς τὰ ἄλλα ἕλκη, καὶ πρὸς τὰ ἑρπετὰ καὶ πρὸς ὕπνον καὶ πρὸς ὑστέραν. τὰ μὲν οὖν προσάγειν κελεύουσιν ἐν ὕδατι ἀναδεύσαντα καὶ καταπλάττοντα, τὰ δὲ ἄλλα εἰς μέλι ἐνξύσαντα καὶ ἔλαιον· πρὸς δὲ τὰ τῶν ἑρπετῶν ἐν οἴνῳ ὀξίνῃ πίνειν καὶ ἐπὶ τὸ δῆγμα ἐπιπλάττειν· εἰς ὕπνον δὲ ἐν οἴνῳ μέλανι αὐστηρῷ κνίσαι· ἐὰν δὲ αἱ μῆτραι προπέσωσι, τῷ ὕδατι ἀποκλύζειν.]

[4]    Αὗται μὲν οὖν γλυκεῖαι. ἄλλαι δὲ πικραί, αἱ δὲ βαρεῖαι τῇ γεύσει. γίνονται δέ τινες τῶν γλυκειῶν αἱ μὲν ἐκστατικαί, καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ περὶ Τέγεαν, ἣν καὶ Πάνδειος ὁ ἀνδριαντοποιὸς φαγὼν ἐργαζόμενος ἐν τῷ ἱερῷ ἐξέστη. αἱ δὲ θανατηφόροι, καθάπερ ἡ περὶ τὰ μέταλλα ἐν τοῖς ἔργοις τοῖς ἐν Θρᾴκῃ· κούφη δὲ καὶ ἡδεῖα πάνυ τῇ γεύσει καὶ τὸν θάνατον ὑπνώδη τινὰ ποιοῦσα καὶ ἐλαφρόν. ἔχουσι δὲ καὶ τοῖς χρώμασι διαφορὰς οὐ τῷ λευκῷ καὶ μέλανι καὶ ξανθῷ μόνον, ἀλλ' ἔνιαι καὶ οἰνοχρῶτες, αἱ δ' ἐρυθραί, καθάπερ ἡ τοῦ ἐρευθεδανοῦ.

[5]    Ἡ δὲ τοῦ πενταφύλλου ἢ πενταπετοῦς, καλοῦσι γὰρ ἀμφοτέρως, ὀρυττομένη ἐρυθρὰ ξηραινομένη δὲ μέλαινα γίνεται καὶ τετράγωνος· ἔχει δὲ τὸ φύλλον ὥσπερ οἴναρον μικρὸν δὲ καὶ τὴν χροιὰν ὅμοιον· καὶ αὐξάνεται καὶ φθίνει ἅμα τῇ ἀμπέλῳ· πάντα δὲ πέντε τὰ φύλλα, δι' ὃ καὶ ἡ προσηγορία· καυλοὺς δὲ ἐπὶ γῆν ἵησι λεπτοὺς καὶ κνήμας ἔχει.

[6]    Τὸ δὲ ἐρευθεδανὸν φύλλον ὅμοιον κιττῷ πλὴν στρογγυλότερον· φύεται δ' ἐπὶ γῆς ὥσπερ ἄγρωστις, φιλεῖ δὲ παλίσκια χωρία. οὐρητικὴ δέ, δι' ὃ καὶ χρῶνται πρὸς τὰ τῆς ὀσφύος ἀλγήματα καὶ πρὸς τὰς ἰσχιάδας.

   Ἔνιαι δὲ ἰδιόμορφοί τινες, ὥσπερ ἥ τε τοῦ σκορπίου καλουμένου καὶ ἡ τοῦ πολυποδίου. ἡ μὲν γὰρ ὁμοία σκορπίῳ καὶ χρησίμη δὲ πρὸς τὴν πληγὴν αὐτοῦ καὶ πρὸς ἄλλ' ἄττα. ἡ δὲ τοῦ πολυποδίου δασεῖα καὶ ἔχουσα κοτυληδόνας, ὥσπερ αἱ τοῦ πολύποδος πλεκτάναι. καθαίρει δὲ κάτω· κἂν περιάψηταί τις οὔ φασιν ἐμφύεσθαι πολύπουν. ἔχει δὲ φύλλον ὅμοιον τῇ πτερίδι τῇ μεγάλῃ καὶ φύεται ἐν ταῖς πέτραις.

[14]

[1]    Πασῶν δὲ τῶν ῥιζῶν αἱ μὲν πλείω χρόνον αἱ δὲ ἐλάττω διαμένουσιν. ὁ μὲν γὰρ ἐλλέβορος καὶ τριάκοντα ἔτη χρήσιμος, ἡ δὲ ἀριστολοχία πέντε ἢ ἕξ, χαμαιλέων δὲ ὁ μέλας τετταράκοντα, κενταυρὶς δὲ δέκα ἢ δώδεκα· πίειρα δὲ ἡ ῥίζα καὶ πυκνή· πευκέδανον δὲ πέντε ἢ ἕξ, ἀμπέλου δὲ ἀγρίας ἐνιαυτόν, ἐὰν ἐν σκιᾷ ᾖ καὶ ἄπληκτος, εἰ δὲ μή, σαπρὰ καὶ σομφώδης· ἄλλαι δὲ ἄλλους ἔχουσαι χρόνους. πάντων δὲ ὅλως τῶν φαρμάκων πλεῖστον διαμένει χρόνον τὸ ἐλατήριον, καὶ τὸ παλαιότατον ἄριστον. ἰατρὸς δ' οὖν τις ἔλεγεν οὐκ ἀλαζὼν οὐδὲ ψεύστης ὡς εἴη παρ' αὐτῷ καὶ διακοσίων ἐτῶν θαυμαστὸν δὲ τῇ [2] ἀρετῇ, δοῦναι δὲ αὐτῷ τινα δῶρον. αἰτία δὲ τῆς χρονιότητος ἡ ὑγρότης· διὰ γὰρ ταύτην καὶ ὅταν κόψωσι τιθέασι εἰς τέφραν ὑγρόν, καὶ οὐδ' ὣς γίνεται ξηρόν, ἀλλ' ἄχρι πεντήκοντα ἐτῶν σβέννυσι προσαγόμενον τοὺς λύχνους. φασὶ δὲ μόνον ἢ μάλιστα ὑπέρινον ἄνω ποιεῖν τῶν φαρμάκων· αὕτη μὲν οὖν ἰδιότης τις δυνάμεως.

[3]    Τῶν δὲ ῥιζῶν ὅσαι μὲν γλυκύτητά τινα ἔχουσι ξυμβαίνει θριπηδέστους γίνεσθαι χρονιζομένας, ὅσαι δὲ δριμεῖαι, τοῦτο μὲν μὴ πάσχειν ἀμαυροῦσθαι δ' αὐτῶν τὰς δυνάμεις μανουμένων καὶ κενουμένων. τῶν δ' ἔξω θηρίων ἄλλο μὲν οὐδὲν ἅπτεται ῥίζης δριμείας, ἡ δὲ σφονδύλη πασῶν· τοῦτο μὲν οὖν ἴδιον τῆς τοῦ ζώου φύσεως.

[4]    Πᾶσαν δὲ χείρω γίνεσθαι ῥίζαν, ἐὰν ἐάσῃ τις τελειωθῆναι καὶ ἁδρυνθῆναι τὸν καρπόν· ὡσαύτως δὲ καὶ τὸν καρπόν, ἐὰν ὀπίσῃς τὴν ῥίζαν· ὡς ἐπὶ τὸ πολὺ δὲ αἱ φαρμακώδεις οὐκ ὀπίζονται, ὧν δ' ἂν τὰ σπέρματα φαρμακώδη, αὗται δὴ ὀπίζονται· χρῆσθαι δέ τινές φασι μᾶλλον ταῖς ῥίζαις, ὅτι ἰσχυρότερος ὁ καρπὸς ὥσθ' ὑπενεγκεῖν τὸ σῶμα. φαίνεται δὲ οὐ καθ' ὅλου τοῦτο ἀληθές· ἐπεὶ καὶ οἱ ἐν Ἀντικύρᾳ τοῦ σησαμώδους [ἐλλεβόρου] διδόασιν, [ὅτι ὁ καρπὸς ὅμοιος σησάμῳ].

[15]

[1]   Φαρμακώδεις δὲ δοκοῦσιν εἶναι τόποι μάλιστα τῶν μὲν ἔξω τῆς Ἑλλάδος οἱ περὶ τὴν Τυρρηνίαν καὶ τὴν Λατίνην, ἐν ᾗ καὶ τὴν Κίρκην εἶναι λέγουσιν· καὶ ἔτι μᾶλλόν γε, ὡς Ὅμηρός φησι, τὰ περὶ Αἴγυπτον· ἐκεῖθεν γὰρ τὴν Ἑλένην φησὶ λαβεῖν "ἐσθλὰ τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις Αἰγυπτίη· τόθι πλεῖστα φύει ζείδωρος ἄρουρα φάρμακα, πολλὰ μὲν ἐσθλὰ τετυγμένα πολλὰ δὲ λυγρά." ὧν δὴ καὶ τὸ νηπενθὲς ἐκεῖνό φησιν εἶναι καὶ ἄχολον, ὥστε λήθην ποιεῖν καὶ ἀπάθειαν τῶν κακῶν. καὶ σχεδὸν αὗται μὲν ἐοίκασιν ὥσπερ ὑπὸ τῶν ποιητῶν ὑποδεδεῖχθαι. καὶ γὰρ Αἰσχύλος ἐν ταῖς ἐλεγείαις ὡς πολυφάρμακον λέγει τὴν Τυρρηνίαν· "Τυρρηνὸν γενεάν, φαρμακοποιὸν ἔθνος."

[2]    Οἱ δὲ τόποι πάντες πως φαίνονται μετέχειν τῶν φαρμάκων, ἀλλὰ τῷ μᾶλλον καὶ ἧττον διαφέρειν· καὶ γὰρ οἱ πρὸς ἄρκτον καὶ μεσημβρίαν καὶ οἱ πρὸς ἀνατολὰς ἔχουσι θαυμαστὰς δυνάμεις. ἐν Αἰθιοπίᾳ γὰρ ᾗ τοὺς ὀϊστοὺς χρίουσι ῥίζα τίς ἐστι θανατηφόρος. ἐν δὲ Σκύθαις αὕτη τε καὶ ἕτεραι πλείους, αἱ μὲν παραχρῆμα ἀπαλλάττουσαι τοὺς προσενεγκαμένους, αἱ δ' ἐν χρόνοις αἱ μὲν ἐλάττοσιν αἱ δ' ἐν πλείοσιν, ὥστ' ἐνίους καταφθίνειν. ἐν Ἰνδοῖς δὲ καὶ ἕτερα γένη πλείω, περιττότατα δέ, εἴπερ ἀληθῆ λέγουσιν, ἥ τε δυναμένη τὸ αἷμα διαχεῖν καὶ οἷον ὑποφεύγειν, καὶ πάλιν ἡ συνάγουσα καὶ πρὸς ἑαυτὴν ἐπισπωμένη, ἃ δή φασιν εὑρῆσθαι πρὸς τὰ τῶν ὀφιδίων τῶν θανατηφόρων δήγματα.

[3]    Περὶ δὲ τὴν Θρᾴκην εἶναι μὲν καὶ ἑτέρας οὐκ ὀλίγας, ἰσχυροτάτην δὲ ὡς εἰπεῖν τὴν ἴσχαιμον, ἣν δὴ λέγουσιν οἱ μὲν κεντηθείσης τῆς φλεβὸς οἱ δὲ καὶ σφοδροτέρως διατμηθείσης ἴσχειν καὶ κωλύειν τὴν χύσιν. [ταῦτα μὲν οὖν, ὥσπερ εἴπομεν, ἔοικε δηλοῦν τὸ κοινόν.] τῶν μὲν οὖν ἔξω τόπων οἱ φαρμακωδέστατοι οὗτοι.

[4]    Τῶν δὲ περὶ τὴν Ἑλλάδα τόπων φαρμακωδέστατον τό τε Πήλιον τὸ ἐν Θετταλίᾳ καὶ τὸ Τελέθριον τὸ ἐν Εὐβοίᾳ καὶ ὁ Παρνασός, ἔτι δὲ καὶ ἡ Ἀρκαδία καὶ ἡ Λακωνική· καὶ γὰρ αὗται φαρμακώδεις ἀμφότεραι· δι' ὃ καὶ οἵ γε Ἀρκάδες εἰώθασιν ἀντὶ τοῦ φαρμακοποτεῖν γαλακτοποτεῖν περὶ τὸ ἔαρ, ὅταν οἱ ὀποὶ μάλιστα τῶν τοιούτων φύλλων ἀκμάζωσι· τότε γὰρ φαρμακωδέστατον τὸ γάλα· πίνουσι δὲ βόειον· δοκεῖ γὰρ πολυνομώτατον καὶ παμφαγώτατον εἶναι πάντων ὁ βοῦς.

[5]    Φύεται δὲ παρ' αὐτοῖς ὅ τε ἐλλέβορος ἀμφότερος καὶ ὁ λευκὸς καὶ ὁ μέλας· ἔτι δὲ δαῦκον δαφνοειδὲς κροκόεν, καὶ ἣν ἐκεῖνοι μὲν ῥάφανον ἀγρίαν καλοῦσι τῶν δ' ἰατρῶν τινες κεράϊν, καὶ ἣν οἱ μὲν ἀλθαίαν ἐκεῖνοι δὲ μαλάχην ἀγρίαν, καὶ ἡ ἀριστολοχία καὶ τὸ σέσελι καὶ τὸ ἱπποσέλινον καὶ τὸ πευκέδανον καὶ ἡ Ἡράκλεια καὶ ὁ στρύχνος ἀμφότερος ὅ τε φοινικοῦν ἔχων τὸν καρπὸν καὶ ὁ μέλανα.

[6]    Φύεται δὲ καὶ ὁ σίκυος ὁ ἄγριος, ἐξ οὗ τὸ ἐλατήριον συντίθεται· καὶ ὁ τιθύμαλλος, ἐξ οὗ τὸ ἱπποφάες· ἄριστον δὲ τοῦτο περὶ Τεγέαν κἀκεῖνο μάλιστα σπουδάζεται· φύεται δ' ἐκεῖ ἐπὶ πλέον· πλεῖστον δὲ καὶ κάλλιστον φύεται περὶ τὴν Κλειτορίαν.

[7]    Ἡ δὲ πανάκεια γίνεται κατὰ τὸ πετραῖον περὶ Ψωφίδα καὶ πλείστη καὶ ἀρίστη. τὸ δὲ μῶλυ περὶ Φενεὸν καὶ ἐν τῇ Κυλλήνῃ. φασὶ δ' εἶναι καὶ ὅμοιον ᾧ ὁ Ὅμηρος εἴρηκε, τὴν μὲν ῥίζαν ἔχον στρογγύλην προσεμφερῆ κρομύῳ τὸ δὲ φύλλον ὅμοιον σκίλλῃ· χρῆσθαι δὲ αὐτῷ πρός τε τὰ ἀλεξιφάρμακα καὶ τὰς μαγείας· οὐ μὴν ὀρύττειν γ' εἶναι χαλεπόν, ὡς Ὅμηρός φησι.

[8]    Τὸ δὲ κώνειον ἄριστον περὶ Σοῦσα καὶ ἐν τοῖς ψυχροτάτοις τόποις. γίνεται δὲ καὶ ἐν τῇ Λακωνικῇ τὰ πολλὰ τούτων· καὶ γὰρ αὕτη πολυφάρμακος. ἐν Ἀχαίᾳ δὲ ἥ τε τραγάκανθα πολλὴ καὶ οὐδὲν χείρων ὡς οἴονται τῆς Κρητικῆς ἀλλὰ καὶ τῇ ὄψει καλλίων· καὶ δαῦκον περὶ τὴν Πατραϊκὴν διαφέρον· τοῦτο δὲ θερμαντικὸν φύσει, ῥίζαν δὲ ἔχει μέλαιναν. φύεται δὲ τὰ πολλὰ τούτων καὶ ἐν τῷ Παρνασῷ καὶ περὶ τὸ Τελέθριον. καὶ ταῦτα μὲν κοινὰ πλειόνων χώρων.

[16]

[1]    Τὸ δὲ δίκταμνον ἴδιον τῆς Κρήτης, θαυμαστὸν δὲ τῇ δυνάμει καὶ πρὸς πλείω χρήσιμον μάλιστα δὲ πρὸς τοὺς τόκους τῶν γυναικῶν. ἔστι δὲ τὸ μὲν φύλλον παρόμοιον τῇ βληχοῖ, ἔχει δέ τι καὶ κατὰ τὸν χυλὸν ἐμφερὲς τὰ δὲ κλωνία λεπτότερα. χρῶνται δὲ τοῖς φύλλοις, οὐ τοῖς κλωσὶν οὐδὲ τῷ καρπῷ· χρήσιμον δὲ πρὸς πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δέ, ὥσπερ ἐλέχθη, πρὸς τὰς δυστοκίας τῶν γυναικῶν· ἢ γὰρ εὐτοκεῖν φασι ποιεῖν ἢ παύειν γε τοὺς πόνους ὁμολογουμένως· δίδοται δὲ πίνειν ἐν ὕδατι. σπάνιον δέ ἐστι· καὶ γὰρ ὀλίγος ὁ τόπος ὁ φέρων, καὶ τοῦτον αἱ αἶγες ἐκνέμονται διὰ τὸ φιληδεῖν. ἀληθὲς δέ φασιν εἶναι καὶ τὸ περὶ τῶν βελῶν, ὅτι φαγούσαις ὅταν τοξευθῶσι ἐκβάλλει. τὸ μὲν οὖν δίκταμνον τοιοῦτόν τε καὶ τοιαύτας ἔχει τὰς δυνάμεις.

[2]    Τὸ δὲ ψευδοδίκταμνον τῷ μὲν φύλλῳ ὅμοιον τοῖς κλωνίοις δ' ἔλαττον τῇ δυνάμει δὲ πολὺ λειπόμενον. βοηθεῖ μὲν γὰρ καὶ ταὐτά, χεῖρον δὲ πολλῷ καὶ ἀσθενέστερον. ἔστι δὲ εὐθὺς ἐν τῷ στόματι φανερὰ τοῦ δικτάμνου ἡ δύναμις· διαθερμαίνει γὰρ ἀπὸ μικροῦ σφόδρα. τιθέασι δὲ τὰς δεσμίδας ἐν νάρθηκι ἢ καλάμῳ πρὸς τὸ μὴ ἀποπνεῖν· ἀσθενέστερον γὰρ ἀποπνεῦσαν. λέγουσι δέ τινες ὡς ἡ μὲν φύσις μία ἡ τοῦ δικτάμνου καὶ ἡ τοῦ ψευδοδικτάμνου, διὰ δὲ τὸ ἐν εὐγειοτέροις φύεσθαι τόποις χεῖρον γίνεσθαι, καθάπερ καὶ ἄλλα πολλὰ πλείω τούτων κατὰ τὰς δυνάμεις. τὸ γὰρ δίκταμνον φιλεῖ χώραν τραχεῖαν.

[3]    Ἔστι δὲ καὶ ἕτερον δίκταμνον ὥσπερ ὁμώνυμον, οὔτε τὴν ὄψιν οὔτε τὴν δύναμιν ἔχον τὴν αὐτήν· φύλλον γὰρ ἔχει ὅμοιον σισυμβρίῳ τοὺς δὲ κλῶνας μείζους· ἔτι δὲ τὴν χρείαν καὶ τὴν δύναμιν οὐκ ἐν τοῖς αὐτοῖς. τοῦτο μὲν οὖν, ὥσπερ ἐλέχθη, θαυμαστὸν ἅμα καὶ ἴδιον τῆς νήσου. φασὶ δέ τινες ὅλως τῶν φύλλων καὶ τῶν ὀροδάμνων καὶ ἁπλῶς τῶν ὑπὲρ γῆς τὰ ἐν Κρήτῃ διαφέρειν, τῶν δὲ ἄλλων τῶν γε πλείστων τὰ ἐν τῷ Παρνασῷ.

[4]    Τὸ δ' ἀκόνιτον γίνεται μὲν καὶ ἐν Κρήτῃ καὶ ἐν Ζακύνθῳ, πλεῖστον δὲ καὶ ἄριστον ἐν Ἡρακλείᾳ τῇ ἐν Πόντῳ. ἔχει δὲ φύλλον μὲν κιχοριῶδες, ῥίζαν δὲ ὁμοίαν τῷ σχήματι καὶ τῷ χρώματι καρίδι, τὴν δὲ δύναμιν τὴν θανατηφόρον ἐν ταύτῃ· τὸ δὲ φύλλον καὶ τὸν καρπὸν οὐθέν φασι ποιεῖν· καρπὸς δέ ἐστι πόας οὐχ ὑλήματος. βραχεῖα δὲ ἡ πόα καὶ οὐδὲν ἔχουσα περιττόν, ἀλλὰ παρομοία τῷ σίτῳ τὸ δὲ σπέρμα οὐ σταχυηρόν. φύεται δὲ πανταχοῦ καὶ οὐκ ἐν ταῖς Ἀκόναις μόνον, ἀφ' ὧν ἔχει τὴν προσηγορίαν· αὕτη δέ ἐστι κώμη τις τῶν Μαριανδυνῶν· φιλεῖ δὲ μάλιστα τοὺς πετρώδεις τόπους· οὐ νέμεται δὲ οὔτε πρόβατον οὔτ' ἄλλο [5] ζῶον οὐδέν. συντίθεσθαι δὲ τρόπον τινὰ πρὸς τὸ ἐργάζεσθαι καὶ οὐ παντὸς εἶναι· δι' ὃ καὶ τοὺς ἰατροὺς οὐκ ἐπισταμένους συντιθέναι σηπτικῷ τε χρῆσθαι καὶ πρὸς ἄλλα ἄττα· πινόμενον δ' οὐδεμίαν αἴσθησιν ποιεῖν οὔτ' ἐν οἴνῳ οὔτ' ἐν μελικράτῳ· συντίθεσθαι δὲ ὥστε κατὰ χρόνους τακτοὺς ἀναιρεῖν, οἷον δίμηνον τρίμηνον ἑξάμηνον ἐνιαυτόν, τοὺς δὲ καὶ δύο ἔτη· χείριστα δὲ ἀπαλλάττειν τοὺς ἐν πλείστῳ χρόνῳ καταφθίνοντος τοῦ σώματος, ῥᾷστα δὲ τοὺς παραχρῆμα. λυτικὸν δὲ φάρμακον οὐχ εὑρῆσθαι, καθάπερ ἀκούομεν ἑτέρων τι φύεσθαι. ἀλλὰ τοὺς ἐγχωρίους ἀνασώζειν τινὰς μέλιτι καὶ οἴνῳ καὶ τοιούτοις τισί, σπανίως δὲ καὶ τούτους καὶ ἐργωδῶς.

[6]    Ἀλλὰ τοῦ ἐφημέρου τὸ φάρμακον εὑρῆσθαι· ἕτερον γάρ τι ῥίζιον εἶναι ὃ ἐφήμερον ἀπαλλάττει· τοῦτο δὲ φύλλον ὅμοιον ἔχειν τῷ ἐλλεβόρῳ ἢ τῷ λειρίῳ· καὶ τοῦτο πάντας εἰδέναι· δι' ὃ καὶ τὰ ἀνδράποδά φασι πολλάκις παροργισθέντα χρῆσθαι, κἄπειτα ἰατρεύειν αὐτὰ πρὸς τοῦτο ὁρμῶντα, καὶ γὰρ οὐδὲ ταχεῖαν ποιεῖσθαι τὴν ἀπαλλαγὴν οὐδὲ ἐλαφρὰν ἀλλὰ δυσχερῆ καὶ χρόνιον· εἰ μὴ ἄρα διὰ τὸ εὐθεράπευτον εἶναι καὶ ἀκατασκεύαστον ὡς δεῖ. φασὶ γοῦν καὶ παραχρῆμα ἀπαλλάττεσθαι καὶ ὕστερον χρόνῳ τοὺς δὲ καὶ εἰς ἐνιαυτὸν ἄγειν, καὶ τὰς δόσεις ἀβοηθήτους εἶναι. ταῦτα δὲ ἐξακριβωθῆναι μάλιστα παρὰ τοῖς Τυρρηνοῖς [7] τοῖς ἐν Ἡρακλείᾳ. τοῦτο μὲν ‹οὖν› οὐδὲν ἄτοπον, εἰ τρόπον μέν τινα ἀβοήθητον ἄλλως δὲ βοηθήσιμον, ὥσπερ καὶ ἕτερα τῶν θανατηφόρων.

   Τὸ δὲ ἀκόνιτον ἄχρηστον, ὥσπερ εἴρηται, τοῖς μὴ ἐπισταμένοις· οὐδὲ κεκτῆσθαι δὲ ἐξεῖναι, ἀλλὰ θάνατον τὴν ζημίαν· τὴν δὲ τῶν χρόνων διαφορὰν ἀκολουθεῖν κατὰ τὰς συλλογάς· ἰσοχρόνους γὰρ τοὺς θανάτους γίνεσθαι τοῖς ἀπὸ τῆς συλλογῆς χρόνοις.

[8]    Θρασύας δ' ὁ Μαντινεὺς εὑρήκει τι τοιοῦτον, ὥσπερ ἔλεγεν, ὥστε ῥᾳδίαν ποιεῖν καὶ ἄπονον τὴν ἀπόλυσιν τοῖς ὀποῖς χρώμενος κωνείου τε καὶ μήκωνος καὶ ἑτέρων τοιούτων, ὥστε εὔογκον εἶναι σφόδρα καὶ μικρὸν ὅσον εἰς δραχμῆς ὁλκήν. ἀβοήθητον δὲ πάντη καὶ δυνάμενον διαμένειν ὁποσονοῦν χρόνον καὶ οὐδὲν ἀλλοιούμενον. ἐλάμβανε δὲ τὸ κώνειον οὐχ ὅθεν ἐτύγχανεν ἀλλ' ἐκ Σούσων καὶ εἴ τις ἄλλος τόπος ψυχρὸς καὶ παλίσκιος· ὡσαύτως δὲ καὶ τἆλλα. συνετίθει δὲ καὶ ἕτερα φάρμακα πολλὰ καὶ ἐκ πολλῶν. δεινὸς δὲ καὶ Ἀλεξίας ὁ μαθητὴς αὐτοῦ καὶ οὐχ ἧττον ἔντεχνος ἐκείνου· καὶ γὰρ τῆς ἄλλης ἰατρικῆς ἔμπειρος.

[9]    Ταῦτα μὲν οὖν εὑρῆσθαι δοκεῖ πολλῷ μᾶλλον νῦν ἢ πρότερον. ὅτι δὲ διαφέρει τὸ χρῆσθαί πως ἑκάστῳ φανερὸν ἐκ πολλῶν· ἐπεὶ καὶ Κεῖοι τῷ κωνείῳ πρότερον οὐχ οὕτω ἀλλὰ τρίβοντες ἐχρῶντο, καθάπερ οἱ ἄλλοι· νῦν δ' οὐδ' ἂν εἷς τρίψειεν, ἀλλὰ περιπτίσαντες καὶ ἀφελόντες τὸ κέλυφος, τοῦτο γὰρ τὸ τὴν δυσχέρειαν παρέχον δυσκατέργαστον ὄν, μετὰ ταῦτα κόπτουσιν ἐν τῷ ὅλμῳ καὶ διαττήσαντες λεπτὰ ἐπιπάττοντες ἐφ' ὕδωρ πίνουσιν, ὥστε ταχεῖαν καὶ ἐλαφρὰν γίνεσθαι τὴν ἀπαλλαγήν.

[17]

[1]    Ἁπάντων δὲ τῶν φαρμάκων αἱ δυνάμεις ἀσθενέστεραι τοῖς συνειθισμένοις τοῖς δὲ καὶ ἀνενεργεῖς τὸ ὅλον. ἔνιοι γὰρ ἐλλέβορον ἐσθίοντες πολὺν ὥστε ἀναλίσκειν δέσμας ὅλας οὐδὲν πάσχουσιν· ὅπερ ἐποίει καὶ Θρασύας δεινότατος ὢν ὡς ἐδόκει περὶ τὰς ῥίζας. ποιοῦσι δὲ τοῦθ' ὡς ἔοικε καὶ τῶν νομέων τινές· δι' ὃ καὶ πρὸς τὸν φαρμακοπώλην τὸν θαυμαζόμενον ὡς κατήσθιε ῥίζαν μίαν ἢ δύο παραγενόμενος ὁ ποιμὴν καὶ ἀναλώσας ὅλην τὴν δέσμην ἐποίησεν ἀδόκιμον· ἐλέγετο δ' ὅτι καθ' ἑκάστην ἡμέραν τοῦτο ποιεῖ καὶ αὐτὸς καὶ ἕτεροι.

[2]    Κινδυνεύει γὰρ ἔνια τῶν φαρμάκων τῇ ἀσυνηθείᾳ φάρμακα γίνεσθαι, τάχα δὲ ἀληθέστερον εἰπεῖν ὡς τῇ συνηθείᾳ οὐ φάρμακα· προσδεξαμένης γὰρ τῆς φύσεως καὶ κατακρατούσης οὐκέτι φάρμακα, καθάπερ καὶ Θρασύας ἔλεγεν· ἐκεῖνος γὰρ ἔφη τὸ αὐτὸ τοῖς μὲν φάρμακον εἶναι τοῖς δ' οὐ φάρμακον, διαιρῶν τὰς φύσεις ἑκάστων· ᾤετο γὰρ δεῖν καὶ ἦν δεινὸς διαγνῶναι. ποιεῖ δέ τι δῆλον ὅτι πρὸς τῇ φύσει καὶ τὸ ἔθος. Εὔδημος γοῦν ὁ φαρμακοπώλης εὐδοκιμῶν σφόδρα κατὰ τὴν τέχνην συνθέμενος μηδὲν πείσεσθαι πρὸ ἡλίου δύναντος κατέφαγε μέτριον πάνυ καὶ οὐ [3] κατέσχεν οὐδ' ἐκράτησεν. ὁ δὲ Χῖος Εὔδημος πίνων ἐλλέβορον οὐκ ἐκαθαίρετο. καί ποτε ἔφη πιεῖν ἐν μιᾷ ἡμέρᾳ δύο καὶ εἴκοσι πόσεις ἐν τῇ ἀγορᾷ καθήμενος ἐπὶ τῶν σκευῶν καὶ οὐκ ἐξαναστῆναι πρὸ τοῦ δείλην γενέσθαι· τότε δ' ἐλθὼν καὶ λούσασθαι καὶ δειπνεῖν ὥσπερ εἰώθει καὶ οὐκ ἐξεμέσαι· πλὴν οὗτός γε βοήθειάν τινα παρασκευασάμενος κατέσχε· κίσσηριν γὰρ ἐπιπάττων ἐπ' ὄξος δριμὺ πιεῖν ἔφη μετὰ τὴν ἑβδόμην πόσιν, καὶ πάλιν ὕστερον ἐν οἴνῳ τὸν αὐτὸν τρόπον· τὴν δὲ τῆς κισσήριδος οὕτως ἰσχυρὰν εἶναι δύναμιν ὥστ' ἐάν τις εἰς πίθον ζέοντα ‹οἴνου› ἐμβάλῃ παύειν τὴν ζέσιν οὐ παραχρῆμα μόνον ἀλλὰ καὶ ὅλως καταξηραίνουσάν τε δῆλον ὅτι καὶ ἀναδεχομένην τὸ πνεῦμα καὶ τοῦτο διϊεῖσαν. οὗτος μὲν οὖν τό γε πλῆθος ταύτῃ τῇ βοηθείᾳ κατέσχεν.

[4]    Ὅτι δὲ καὶ τὸ ἔθος ἰσχυρὸν φανερὸν ἐκ πολλῶν· ἐπεὶ καὶ τὸ ἀψίνθιον τὰ μὲν ἐνταῦθα πρόβατα οὔ φασί τινες νέμεσθαι, τὰ δ' ἐν τῷ Πόντῳ νέμεται καὶ γίνεται πιότερα καὶ καλλίω καί, ὡς δή τινες λέγουσιν, οὐκ ἔχοντα χολήν. ἀλλὰ γὰρ ταῦτα μὲν ἑτέρας ἄν τινος εἴη θεωρίας.

[18]

[1]    Αἱ δὲ ῥίζαι καὶ τὰ ὑλήματα, καθάπερ εἴρηται, πολλὰς ἔχουσι δυνάμεις οὐ πρὸς τὰ ἔμψυχα σώματα μόνον ἀλλὰ καὶ πρὸς τὰ ἄψυχα. λέγουσι γὰρ ἄκανθάν τινα εἶναι ἣ πήγνυσι τὸ ὕδωρ ἐμβαλλομένη· πηγνύναι δὲ καὶ τὴν τῆς ἀλθαίας ῥίζαν, ἐάν τις τρίψας ἐμβάλῃ καὶ θῇ ὑπαίθριον· ἔχει δὲ ἡ ἀλθαία φύλλον μὲν ὅμοιον τῇ μαλάχῃ πλὴν μεῖζον καὶ δασύτερον, τοὺς δὲ καυλοὺς μαλακούς, ἄνθος δὲ μήλινον, καρπὸν δ' ὅμοιον τῇ μαλάχῃ, ῥίζαν δὲ ἰνώδη λευκὴν τῇ γεύσει δὲ ὥσπερ τῆς μαλάχης ὁ καυλός· χρῶνται δὲ αὐτῇ πρός τε τὰ ῥήγματα καὶ τὰς βῆχας ἐν οἴνῳ γλυκεῖ καὶ ἐπὶ τὰ ἕλκη ἐν ἐλαίῳ.

[2]    Ἑτέραν δέ τινα συνεψομένην τοῖς κρέασι συνάπτειν εἰς ταὐτὸ καὶ οἷον πηγνύναι· τὰς δὲ καὶ ἕλκειν, ὥσπερ ἡ λίθος καὶ τὸ ἤλεκτρον. καὶ ταῦτα μὲν ἐν τοῖς ἀψύχοις.

   Τὸ δὲ θηλύφονον, οἱ δὲ σκορπίον καλοῦσι διὰ τὸ τὴν ῥίζαν ὁμοίαν ἔχειν τῷ σκορπίῳ, ἐπιξυόμενον ἀποκτείνει τὸν σκορπίον· ἐὰν δέ τις ἐλλέβορον λευκὸν καταπάσῃ, πάλιν ἀνίστασθαί φασιν· ἀπόλλυσι δὲ καὶ βοῦς καὶ πρόβατα καὶ ὑποζύγια καὶ ἁπλῶς πᾶν τετράπουν ἐὰν εἰς τὰ αἰδοῖα τεθῇ ἡ ῥίζα ἢ τὰ φύλλα αὐθήμερον· χρήσιμον δὲ πρὸς σκορπίου πληγὴν πινόμενον. ἔχει δὲ τὸ μὲν φύλλον ὅμοιον κυκλαμίνῳ τὴν δὲ ῥίζαν, ὥσπερ ἐλέχθη, σκορπίῳ. φύεται δὲ ὥσπερ ἡ ἄγρωστις καὶ γόνατα ἔχει· φιλεῖ δὲ χωρία σκιώδη. εἰ δὲ ἀληθῆ τὰ περὶ τὸν σκορπίον ἤδη καὶ τἆλλα, οὐκ ἀπίθανα τὰ τοιαῦτα. καὶ τὰ [3] μυθώδη δὲ οὐκ ἀλόγως συγκεῖται. ἐν δὲ τοῖς ἡμετέροις σώμασι χωρὶς τῶν πρὸς ὑγείαν καὶ νόσον καὶ θάνατον καὶ πρὸς ἄλλα δυνάμεις ἔχειν φασὶν οὐ μόνον τῶν σωματικῶν ἀλλὰ καὶ τῶν τῆς ψυχῆς ...

[19]

[1]    Πρὸς δὲ τὴν ψυχὴν τὸν μὲν στρύχνον ὥστε παρακινεῖν καὶ ἐξιστάναι, καθάπερ ἐλέχθη πρότερον, ἡ δὲ τοῦ ὀνοθήρα ῥίζα δοθεῖσα ἐν οἴνῳ πρᾳότερον καὶ ἱλαρώτερον ποιεῖ τὸ ἦθος. ἔχει δὲ ὁ μὲν ὀνοθήρας τὸ μὲν φύλλον ὅμοιον ἀμυγδαλῇ μικρότερον δέ, τὸ δὲ ἄνθος ἐρυθρὸν ὥσπερ ῥόδον· αὐτὸς δὲ μέγας θάμνος· ῥίζα δὲ ἐρυθρὰ καὶ μεγάλη, ὄζει δὲ αὐανθείσης ὥσπερ οἴνου· φιλεῖ δὲ ὀρεινὰ χωρία. φαίνεται δὲ οὐ τοῦτο ἄτοπον· οἷον γὰρ προσφορά τις γίνεται δύναμιν ἔχοντος οἰνώδη.

[2]    Ἀλλὰ τάδε εὐηθέστερα καὶ ἀπιθανώτερα τά τε τῶν περιάπτων καὶ ὅλως τῶν ἀλεξιφαρμάκων λεγομένων τοῖς τε σώμασι καὶ ταῖς οἰκίαις. καὶ ὡς δή φασι τὸ τριπόλιον καθ' Ἡσίοδον καὶ Μουσαῖον εἰς πᾶν πρᾶγμα σπουδαῖον χρήσιμον εἶναι, δι' ὃ καὶ ὀρύττουσιν αὐτὸ νύκτωρ σκηνὴν πηξάμενοι. καὶ τὰ περὶ τῆς εὐκλείας δὲ καὶ εὐδοξίας ὁμοίως ἢ καὶ μᾶλλον· εὔκλειαν γάρ φασι ποιεῖν τὸ ἀντίρρινον καλούμενον· τοῦτο δ' ὅμοιόν ἐστι τῇ ἀπαρίνῃ· ῥίζα δὲ οὐχ ὕπεστιν· ὁ δὲ καρπὸς ὥσπερ μόσχου ῥῖνας ἔχει. τὸν δ' ἀπὸ [3] τούτου ἀλειφόμενον εὐδοξεῖν. εὐδοξεῖν δὲ καὶ ἐάν τις τοῦ ἐλειοχρύσου τῷ ἄνθει στεφανῶται μύρῳ ῥαίνων ἐκ χρυσίου ἀπύρου. ἔχει δὲ ὁ ἐλειόχρυσος τὸ μὲν ἄνθος χρυσοειδές, φύλλον δὲ λευκὸν καὶ τὸν καυλὸν δὲ λεπτὸν καὶ σκληρὸν ῥίζαν δὲ ἐπιπόλαιον καὶ λεπτήν. χρῶνται δὲ αὐτῷ πρὸς τὰ δακετὰ ἐν οἴνῳ καὶ πρὸς τὰ πυρίκαυστα κατακαύσαντες καὶ μίξαντες μέλιτι. τὰ μὲν οὖν τοιαῦτα, καθάπερ καὶ πρότερον ἐλέχθη, συναύξειν βουλομένων ἐστὶ τὰς ἑαυτῶν τέχνας.

[4]    Αἱ δὲ τῶν ῥιζῶν καὶ τῶν καρπῶν καὶ τῶν ὀπῶν φύσεις ἐπεὶ πολλὰς ἔχουσι καὶ παντοίας δυνάμεις, ὅσαι ταὐτὸ δύνανται καὶ τῶν αὐτῶν αἰτίαι, καὶ πάλιν ὅσαι τὰ ἐναντία, διαπορήσειεν ἄν τις κοινὸν ἴσως ἀπόρημα καὶ ἐφ' ἑτέρων ἀπόρων, πότερον ὅσα τῶν αὐτῶν αἴτια κατὰ μίαν τινὰ δύναμίν ἐστιν, ἢ καὶ ἀφ' ἑτέρων ἐνδέχεται ταὐτὸ γίνεσθαι. τοῦτο μὲν οὖν ταύτῃ ἠπορήσθω· εἰ δέ τινων καὶ ἄλλων τὰς φύσεις ἢ τὰς δυνάμεις ἔχομεν εἰπεῖν, ταῦτα ῥητέον.

[20]

[1]    Τὸ δὴ πέπερι καρπὸς μέν ἐστι διττὸν δὲ αὐτοῦ τὸ γένος· τὸ μὲν γὰρ στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον καὶ σάρκα καθάπερ αἱ δαφνίδες, ὑπέρυθρον· τὸ δὲ πρόμηκες μέλαν σπερμάτια μηκωνικὰ ἔχον· ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου· θερμαντικὰ δὲ ἄμφω· δι' ὃ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτά τε καὶ ὁ λιβανωτός.

[2]    Ὁ δὲ Κνίδιος κόκκος στρογγύλον ἐρυθρὸν τῇ χροιᾷ μεῖζον δὲ τοῦ πεπέριος ἰσχυρότερον δὲ πολὺ τῇ θερμότητι, δι' ὃ καὶ ὅταν δίδωσι κατάποτον, διδόασι γὰρ πρὸς κοιλίας λύσιν, ἐν ἄρτῳ ἢ στέατι περιπλάττοντες· κάει γὰρ ἄλλως τὸν φάρυγγα.

   Θερμαντικὸν δὲ καὶ ἡ τοῦ πευκεδάνου ‹ῥίζα,› δι' ὃ καὶ ἄλειμμά τι ποιοῦσιν ἐξ αὐτῆς ἱδρωτικὸν ὥσπερ καὶ ἐξ ἄλλων. δίδοται δὲ ἡ τοῦ πευκεδάνου ῥίζα καὶ πρὸς τοὺς σπλῆνας· τὸ δὲ σπέρμα οὐ χρήσιμον οὐδὲ ὁ ὀπὸς αὐτῆς· γίνεται δὲ ἐν Ἀρκαδίᾳ.

   Δαῦκον δὲ περὶ Πατραϊκὴν τῆς Ἀχαΐας διαφέρον, θερμαντικὸν φύσει· ῥίζαν δὲ ἔχει μέλαιναν.

[3]    Θερμαντικὸν δὲ καὶ δριμὺ καὶ τῆς ἀμπέλου τῆς ἀγρίας ῥίζα· δι' ὃ καὶ εἰς ψίλωθρον χρήσιμον καὶ ἐφηλίδας ἀπάγειν· τῷ δὲ καρπῷ ψιλοῦσι τὰ δέρματα. τέμνεται δὲ πᾶσαν ὥραν ὀπώρας δὲ μάλιστα.    Δρακοντίου δὲ ῥίζα βῆχας ἐν μέλιτι διδομένη παύειν χρησίμη. καυλὸν δὲ ἔχει ποικίλον ὀφιώδη· σπέρματι δ' οὐ χρῶνται.

   Ἡ δὲ τῆς θαψίας ἐμετική· ἐὰν δέ τις κατάσχῃ, καθαίρει καὶ ἄνω καὶ κάτω· δύναται δὲ καὶ τὰ πελιώματα ἐξαιρεῖν· ὑπώπια δὲ ποιεῖ ἄλλα ἔκλευκα. ὁ δὲ ὀπὸς ἰσχυρότερος αὐτῆς καθαίρει καὶ ἄνω καὶ κάτω· σπέρματι δ' οὐ χρῶνται· γίνεται δὲ καὶ ἄλλοθι μὲν ἀτὰρ καὶ ἐν τῇ Ἀττικῇ· καὶ τὰ βοσκήματα ταύτης οὐχ ἅπτεται τὰ ἐγχώρια, τὰ δὲ ξενικὰ βόσκεται καὶ διαρροίᾳ διαφθείρεται.

[4]    Τὸ δὲ πολυπόδιον μετὰ τὰ ὕδατα ἀναβλαστεῖ σπέρμα δὲ οὐ φύει.

   Τὸ δὲ τῆς ἐβένου ξύλον κατὰ μὲν τὴν πρόσοψιν ὅμοιον πύξῳ φλοϊσθὲν δὲ μέλαν γίνεται· χρήσιμον δὲ πρὸς ὀφθαλμίας ἀκόνῃ τριβόμενον.

   Ἡ δὲ ἀριστολοχία παχεῖα καὶ ἐσθιομένη πικρὰ τῷ χρώματι μέλαινα καὶ εὔοσμος, τὸ δὲ φύλλον στρογγύλον, οὐ πολὺ δὲ τὸ ὑπὲρ τῆς γῆς. φύεται δὲ καὶ μάλιστα ἐν τοῖς ὄρεσι· καὶ αὕτη βελτίστη. τὴν δὲ χρείαν αὐτῆς εἰς πολλὰ καταριθμοῦσιν· ἀρίστη μὲν πρὸς τὰ κεφαλόθλαστα, ἀγαθὴ δὲ καὶ πρὸς τὰ ἄλλα ἕλκη καὶ πρὸς τὰ ἑρπετὰ καὶ πρὸς ὕπνον καὶ πρὸς ὕστεραν ὡς πεσσός, τὰ μὲν σὺν ὕδατι ἀναδευομένη καὶ καταπλαττομένη, τὰ δ' ἄλλα εἰς μέλι ξυομένη καὶ ἔλαιον· τῶν δὲ ἑρπετῶν ἐν οἴνῳ ὀξίνῃ πινομένη καὶ ἐπὶ τὸ δῆγμα ἐπιπαττομένη· εἰς ὕπνον δὲ ἐν οἴνῳ μέλανι αὐστηρῷ κνισθεῖσα· ἐὰν δὲ αἱ μῆτραι προπέσωσι, τῷ ὕδατι ἀποκλύζειν. αὕτη μὲν οὖν ἔοικε διαφέρειν τῇ πολυχρηστίᾳ.

[5]    Τῆς δὲ σκαμμωνίας ὥσπερ ἐξ ἐναντίας ὁ ὀπὸς μόνον χρήσιμος ἄλλο δ' οὐδέν.

   Ἡ δὲ τῆς πτερίδος ῥίζα μόνον τῷ χυλῷ γλυκύστρυφνος· ἕλμινθα δὲ πλατεῖαν ἐκβάλλει· σπέρμα δὲ οὐκ ἔχει οὐδὲ ὀπόν· τέμνεσθαι δὲ ὡραίαν μετοπώρου φασίν.

   Ἡ δ' ἕλμις σύμφυτον ἐνίοις ἔθνεσιν· ἔχουσι γὰρ ὡς ἐπὶ πᾶν Αἰγύπτιοι Ἄραβες Ἀρμένιοι Ματαδίδες Σύροι Κίλικες· Θρᾷκες δ' οὐκ ἔχουσιν οὐδὲ Φρύγες· τῶν δὲ Ἑλλήνων Θηβαῖοί τε οἱ περὶ τὰ γυμνάσια καὶ ὅλως Βοιωτοί· Ἀθηναῖοι δ' οὔ.

   Πάντων δὲ τῶν φαρμάκων ὡς ἁπλῶς εἰπεῖν βελτίω τὰ ἐκ τῶν χειμερινῶν καὶ προσβόρρων καὶ ξηρῶν· δι' ὃ καὶ τῶν ἐν Εὐβοίᾳ τὰ ἐν ταῖς Αἰγαῖς ἢ τὰ ἐν τῷ Τελεθρίῳ φασί· ξηρότερα γάρ· τὸ δὲ Τελέθριον σύσκιον.

[6]    Περὶ μὲν οὖν τῶν ῥιζῶν ὅσαι φαρμακώδεις καὶ ὁποιασοῦν ἔχουσι δυνάμεις εἴτε ἐν αὐταῖς εἴτε ἐν τοῖς ὀποῖς ἢ καὶ ἄλλῳ τινὶ τῶν μορίων, καὶ τὸ ὅλον εἴ τι φρυγανικὸν ἢ ποῶδες ἔχει τοιαύτας δυνάμεις, καὶ περὶ τῶν χυλῶν τῶν τε εὐόσμων καὶ τῶν ἀόσμων καὶ ὅσας ἔχουσι διαφοράς, αἵπερ οὐθὲν ἧττον φυσικαί εἰσιν, εἴρηται.