5926 239 0 3 0 0 IV d. C. Retorica Libanius XLIII Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 51

Libanius - Declamatio XLIII

Νόμος ἦν μετὰ τοῦ τυράννου καὶ τοὺς παῖδας ἀποσφάττεσθαι, ἕτερος νόμος τὸν τυρρανοκτόνον ὅ τι βούλοιτο αἰτεῖν. γυνὴ τὸν ἑαυτῆς ἄνδρα τυραννοῦντα ἀποσφάξασα εἰς δωρεὰν αἰτεῖ τοὺς παῖδας. μελετῶμεν τὸν ὑπὲρ τῆς τυραννοκτόνου λέγοντα.

[1]

Προθεωρία.

[1]    Καὶ ἡ γυνὴ φιλόπολις καὶ ὁ δῆμος φιλελευθέριος. ἡ μὲν ἄρτι τοὺς νόμους ἀπέδωκεν, ὁ δ' ὑπὸ νόμοις αὖθις ποιεῖται τὰ πράγματα. μάχονται δὲ ἄρα, ὥσπερ καὶ γνῶμαι γνώμαις καὶ ψηφίσματα ψηφίσμασιν, οὕτω καὶ νόμοι νόμοις. κατὰ περίστασιν μέντοι καὶ οὐ φύσει τοῖς γε ἀληθῶς νόμοις τὸ μάχιμον. ἅτερος δὲ τῶν στασιαζόντων τὸν ἕτερον προβαλεῖται τῶν νόμων. τὸ δὲ ἀγώνισμα καὶ ἀμφοῖν ὑπὲρ τῆς πόλεως, τῷ μέν, ἵνα δευτέρας τυραννίδος ἐλπὶς ἐκκεκόψεται, τῷ δ' ὑπὲρ τῆς τυραννοκτόνου λέγοντι καὶ τῶν ἐκείνης παίδων, ἵν' ἡ τυραννοκτόνος οὐ παντελῶς ἄμισθον ἔχῃ τὸ τρόπαιον.

[2] ἔοικε δὲ τὸ ζήτημα τοῦτο τῷ προειλημμένῳ. οἱ γὰρ δικασταὶ πρὸς τῆς ἐξαιτουμένης τοὺς παῖδας τὴν πολιτείαν ἀπέλαβον, ἐφ' ᾧ καὶ δυσχερῶς ἄν τισι μὴ τὰ φίλτατα ἀποδοῦναι αὐτῇ ψηφίσασθαι δόξαιεν. ἀλλ' οὗτοι καὶ τὸ τοῦ τυράννου τοῦ πατρὸς μῖσος ἀντιταλαντευέτωσαν καὶ παρευθὺ τὸ προειλημμένον τοῦ ζητήματος ἰσοστατοῦν ἐλεγχθήσεται. δύο γὰρ οὗτοι καὶ δύο πάθη ἀντικείμενα, πατὴρ καὶ μήτηρ, τυραννοκτόνος καὶ τύραννος, ὀργή τε καὶ ἔλεος, καὶ νόμοι ἐπίσης καὶ ἄμφω δημοτικοὶ καὶ πολίταις μισοτυράννοις ἀνυσιμώτατοι.

[3] ἐπὶ μὲν γὰρ τοῦ προειλημμένου ἐκείνου ὅπερ ὁ τεχνικὸς ἡμῖν παραδίδωσιν ἡ τῆς μοιχείας ὕβρις ἰδική τις ἦν πρὸς τὸν ἄνδρα, κοινὸν δὲ τὸ ἀπὸ τῆς τυραννοκτονίας ὄφελος καὶ τὸ πλέον εἶχεν ἐκεῖσε ὡς ἀπὸ κοινωφελεστέρας τῆς ἀριστείας ἡ τὴν ἄνοδον ὑποδείξασα· ὧδε δὲ καὶ τὸ λαβεῖν τοὺς παῖδας καὶ τὸ μὴ λαβεῖν καὶ ἄμφω κοινὰ καὶ τὸ ἀπὸ τούτων ἀποβησόμενον, ὁποῖόν ποτ' ἂν ᾖ, ἐς ὅλον, οἶμαι, τὸν δῆμον ἐνσκήψεται.

[4] εἰ μὲν οὖν ἐφεῖτο γυναῖκα ἐπὶ βήματος λέγειν, οἶκτος ἂν ἦν τὸ πᾶν τοῦ λόγου καὶ δάκρυα· νῦν δ' ἐπειδὴ ἄλλος ἀντ' αὐτῆς κατέχει τὸ βῆμα, ἐν οἷς μὲν τὰ τῆς μητρὸς παθαίνεται τὸ πάθος ἐνδείξεται, ἐν οἷς δὲ ἄλλως ἀγωνίζεται δριμύξεται τὰ ἐναγώνια.

[5]

ἕξει δέ τινα καὶ μετρίαν τοῦ τυράννου καταφορὰν ὁ λόγος καὶ τοσοῦτον ὁπόσον αὐτῷ χρησιμεύσει πρὸς τὸ τῆς γυναικὸς ἀποσεμνῦναι τὴν τόλμαν μετὰ πολλῆς ἔτι τῆς ἐκπλήξεως καὶ τοῦ θαύματος. εἴτε γὰρ οὐκ ἀγανακτεῖν σκήψεται κατὰ τοῦ τυράννου, ὕποπτος ἔσται καὶ τῇ πόλει διαβληθήσεται ὡς ὑπὲρ τοῦ τυράννου ταῦτα σπουδάζων, οὐχὶ τῆς τυραννοκτόνου, εἴτε δ' οὖν πάνυ καταφέροιτο τοῦ τυράννου, μὴ καὶ κατὰ τῶν ἐκείνου παίδων δοκοίη ἄντικρυς παροξύνειν τὸν δῆμον, οὗπερ τοὐναντίον ἅπαν προὔθετο. τὸ δὲ τὰ τῆς τυραννίδος πάντα ἐκτραγῳδεῖν περιττόν, ἔγνωσται γὰρ οὐχ ἧττον τοῦ λέγοντος τοῖς ἀκούουσιν, ἄλλως τε καὶ λυπήσει μᾶλλον τὸν δῆμον ἤπερ ἐφέλξεται.

[2][t]

Ἡ μελέτη.

[1]    Ἔδει μέν, ὦ ἄνδρες, τὴν οὕτω διὰ τοὺς νόμους προδεδωκυῖαν τὰ φίλτατα καὶ διπλῆν ἀριστείαν ὑπὲρ τῆς πόλεως ἀνῃρημένην οἷς τε τὸ θῆλυ τοῦ γένους ὑπὲρ τῶν νόμων ἀπήλεγξε καὶ μετὰ τυραννοῦντος ἀνδρὸς καὶ μείζω τύραννον ἄλλον, τὴν φύσιν, ἐτρέψατο μήτε νῦν ἐπὶ βῆμα καὶ δικαστὰς ἄγεσθαι μήθ' ὑπὸ νόμοις παθεῖν κινδυνεύειν τὰ ἔσχατα, οὓς αὐτὴ πεπτωκότας ἤδη ταῖς ἑαυτῆς χερσὶν ἀνεσώσατο, ἀλλ' οἷς τὸ λέγειν ἡμῖν ἐπ' ἐκκλησίας ἀπέδωκε, τούτοις πρὸ τῶν ἄλλων αὐτὴν τῆς δημοκρατίας ἀπόνασθαι· ἐπεὶ δ' οὐκ οἶδ' ὅπως ἡ μὲν ἐπὶ καλῷ τῷ τῆς πόλεως οὐδὲν ὅ τι τῶν παρ' ἑαυτῆς ἀπέλιπεν, ὑμεῖς δ' ὁ δῆμος ἔτι περὶ τὴν δωρεὰν μέλλετε καὶ κάθησθε κρίνοντες τὴν ὑφ' ἧς τὸ κρίνειν ἐλεύθερον ἔχετε, καὶ τῶν νῦν μὲν πολλὰ ληρούντων τούτων, τὸ πρὸ τοῦ δὲ κατεπτηχότων ἀκούειν ἀνέχεσθε, ὀλίγα δὲ φροντίζετε τῆς θαυμασίας ταυτησὶ γυναικὸς καὶ ἣν οὐδὲ γυναῖκα λέγειν δίκαιον, ἀλλ' ἀριστέα καὶ τυραννοκτόνον καὶ τἄλλα ὁπόσα τῶν ὀνομάτων βελτίω, αὐτὸς ἐγὼ νῦν ἔγνων δεῖν ἐπὶ τὸ βῆμα παριέναι καὶ τῆς γενναίας ἐκείνης χειρὸς γλῶτταν σύμμαχον ἐπ' ἐκκλησίας ἀντιδοῦναι καὶ ταύτῃ πρώτῃ τῆς δημηγορίας ἀποχαριεῖσθαι, παρ' ἧς τὸ δημηγορεῖν ἐπανῆλθε τῇ πόλει.

[2] εἰ μὲν οὖν ἑώρων τὸ τοὺς εὖ δράσαντας μὴ καλῶς ἀντιδρᾶν πρὸς εὐδοξίαν μέλλον ἡμῖν ἀποτελευτῆσαι, τάχ' ἂν πρὸς τοῖς ἄλλοις ἐγιγνόμην κἀγὼ καὶ ταχέως ἄν τις εἶδεν ἐμὲ τὸν νῦν ὑπερμαχοῦντα τότε τοὐναντίον ἅπαν ἀπομαχόμενον πρὸς τὴν δωρεάν· νῦν δ', οὐ γὰρ οἶδα πῶς ἄν τις τῶν ἁπάντων δίκαιον τοῦτο νομίσειε καὶ μὴ μᾶλλον πρὸς ἀδοξίαν οὐ τὴν τυχοῦσαν περιιστάμενον, ἥκω τήν τε πόλιν καὶ ὑμᾶς τηλικαύτης δυσφημίας ἀπαλλάξαι σπουδάζων καὶ τῇ γενναίᾳ ταύτῃ τὰς ἀμοιβὰς ἐν οὕτως ἀναγκαίοις ἀποδώσων καιροῖς καὶ ὑμᾶς τοῦτ' αὐτὸ πείσειν τὰ δυνατὰ πειρασόμενος.

[3] δεῖ γάρ, ὡς ἐπὶ τοιούτοις οἶμαι, κἀμὲ τὴν εὐεργεσίαν ὁμολογεῖν κοινὴν οὕτω καταβληθεῖσαν καὶ πάνδημον καὶ ὑμᾶς τοὺς εὖ παθόντας οὐκ ἀποκνεῖν τὴν προσήκουσαν ἀντικαταβαλέσθαι χάριν. ὡς νῦν τῷ μὲν δοκεῖν ἐγὼ τῇ γυναικὶ τοὺς παῖδας εἰς δωρεὰν ἐξαιτοῦμαι καὶ γράφω τοῦτο τὸ ψήφισμα καὶ γίνομαι δημηγόρος οὐκ ἀγεννὴς παρ' ἧς καὶ τὸ γράφειν καὶ τὸ λέγειν ἡ ξύμπασα πόλις ἔχομεν· τὸ δ' ἀληθές, ἢν ὑμεῖς ἀκριβέστερον ἐπισκοπεῖν ἐθελήσητε, γνοίητ' ἂν ὡς αὐτὸς ὁ νόμος ἐκ τότε μετὰ τοῦ δικαίου τοῦτο ψηφίζεται, ἐξότουπερ ἡ μὲν τὸ ξίφος κατήνεγκεν, ὁ δὲ τύραννος ἔπιπτεν, ἡ δὲ πόλις μετὰ καὶ τῶν νόμων ἀνώρθωται.

[4]    Οἶδα μὲν οὖν τοὺς πολλοὺς ἀγανακτοῦντας καὶ μέγα τι ποιουμένους δεινόν, εἰ τυράννου πεπτωκότος πατρὸς οἱ παῖδες ἔτι γοῦν περισώζοιντο, ἐγὼ δὲ τούτων μὲν ἀλγούντων οὐχὶ θαυμάζω, τὸ γὰρ ἐπὶ μεγίστοις τοὺς τεκόντας μισεῖν καὶ μέχρι τῶν παίδων τὴν ἀπέχθειαν παρεκτείνει, τοῦτο δὲ καὶ πάλαι τοῦ κατηγόρου ξυμβαλεῖν οὐκ ἔχω, εἰ τῶν μὲν τοῦ πατρὸς κακῶν εἰσέτι που μέμνηται καὶ δεῖν ἐπὶ τούτοις καὶ τοὺς παῖδας εὐθύνειν ἀπισχυρίζεται, τῶν δὲ τῆς τεκούσης καλῶν καὶ ὅπως ἐκείνη τὴν πόλιν ὑπὸ τυράννῳ κειμένην ἀνώρθωσε, ταῦτα δὲ οὐδ' εἰς νοῦν τὸ παράπαν ὁ βέλτιστος οὗτος βάλλεται. καίτοι γε ποῦ δίκαιον ὑπὲρ μὲν τῶν τοῦ πατρὸς δεινῶν καὶ τοὺς παῖδας μισεῖν ὡς ἀποκτιννύναι, τῶν δὲ τῆς μητρὸς ἀγαθῶν οὕνεκα μὴ τοὺς αὐτοὺς περισώζειν, ὡς οἷόν τε;

[5] εἰ μὲν οὖν οὐ κἀγὼ τῆς αὐτῆς πόλεως ἦν οὐδ' ὑπὸ τοῖς αὐτοῖς ἀρχῆθεν ἐτρεφόμην νόμοις καὶ τῆς αὐτῆς μετεῖχον πολιτείας ἧσπερ καὶ τούτων ἕκαστος, ἢ καὶ τῆς αὐτῆς ὢν μόνος αὐτὸς τῶν ἐκ τῆς τυραννίδος οὐ μετελάμβανον, ἀλλ' ἦν τὰ πρῶτα τῆς τοῦ τυραννοῦντος ἑταιρείας ἢ καὶ ἄλλως τῆς περὶ ἐκεῖνον δορυφορίας ἀνεπλήρουν τὸν κύκλον, εἰκότως ἄν τις ὑπὲρ τοῦ πεπτωκότος, ἀλλ' οὐ τῆς γε μητρὸς ταυτησὶ τὴν πᾶσαν εἶναί μοι σπουδὴν ἐνόμισε· νῦν δέ, ἐπεὶ καὶ τότε περιόντος ἐκείνου καὶ τυραννοῦντος ἠχθόμην καὶ πεπτωκότος τὴν μὲν ἀπεκτονυῖαν οὐ μικρὰ τοῦ γενναίου τούτου λήματος ἄγαμαι, τῷ δ' ἐφυβρίζειν καὶ κειμένῳ πρὸς τοῦ μίσους ἐξάγομαι, δέδοικα μὴ ἐγὼ μὲν ὑπὲρ τῆς τὴν τυραννίδα καθελούσης ταῦτα καὶ λέγω καὶ γράφω, τὰ δὲ τοῦ κατηγόρου, ἀλλὰ μὴ βαρέως φέρῃ πεπτωκότος ὑπὸ γυναικὶ τοῦ τυράννου καὶ διὰ ταῦτα λυπεῖν ἐθέλῃ τὴν τυραννοκτόνον καὶ τῶν παίδων προσαποστερῶν.

[6]    Βούλομαι δ' ὑμᾶς, ὦ ἄνδρες, ἀναμνῆσαι μικρὸν ἐν οἵοις τε καὶ ὅσοις ἡ πόλις ἦν τοῖς κακοῖς, ἐπεὶ καὶ τοῦτο τῷ κατηγόρῳ δοκοῦν καὶ μετὰ τὴν τῶν ἔργων τυραννίδα τοῖς λόγοις οὐχ ἥκιστα καταβάλλεσθαι, καὶ ὅσην εὐδαιμονίαν ἡ τῆς παρούσης γυναικὸς τόλμα καὶ γενναιότης ἡμῖν ἀντιπεριέστησεν.

[7] ἢ τίς τῶν ἁπάντων οὐκ οἶδεν ὅπως ἦμεν ἐπ' εὐνομίᾳ τὰ πρῶτα καὶ νόμοις καὶ οὐδὲν ἦν ὅ τι μὴ καὶ πρὸς δημοκρατίαν ἐπολιτεύετο παρ' ἡμῖν, ἀλλ' εἶχε πάντα τὸν προσήκοντα κόσμον, ὁ δῆμος, ἡ βουλή, τὸ βῆμα, τὰ τῶν νομοφυλακούντων, τὰ τῶν στρατηγούντων καὶ ὅσα τοῦ τῶν ὁπλιτῶν καταλόγου καὶ ὅσα τοῦ τῶν ἱππέων κόσμου καὶ τῶν ἄλλως ἐν ὅπλοις ἐχόντων; καὶ τὰς μὲν τῶν ἀστυγειτόνων πόλεων εἰς ὁμαιχμίαν συνῆγε τὸ δημοκρατικὸν τοῦτο σχῆμα τῆς πολιτείας καὶ τὸ πάντα ὑπὸ νόμοις εἶναι παρ' ἡμῖν, τὰς δ' οὐ μετρίως ἐφόβει τὸ μηδὲν ὅ τι καὶ νοσοῦν τῶν ἐν τῇ πόλει ξυνορᾶν.

[8] ἀλλ' ἐπὶ τούτοις ὄντων ἡμῶν οὐκ οἶδ' ὁπόθεν εἰσέπεσεν ἡ θεοῖς ἐχθρὰ τυραννὶς καί τις δαιμόνων ἐχθρῶν δημοκρατίᾳ καὶ νόμοις ὀφθαλμὸν τῇ τε πόλει καὶ ἡμῖν ἐπέβαλε βάσκανον καί τινα τούτων τῶν τὰ πάντα τολμώντων πλουσίων νεωτέροις ἐπιτολμᾶν ἀνέπεισε πράγμασι καὶ πρὸς τὸν τῆς κακοδαίμονος τυραννίδος ὑπεξέκαυσεν ἔρωτα.

[9] ὁ δὲ μηδὲν μελλήσας καὶ μηδὲ μικρόν τι τῆς μιαρᾶς ταυτησὶ βουλῆς ἐπισχών, πῶς γὰρ ἂν ἄνθρωπος οὕτως ὑπὸ τρυφῆς καὶ τῆς ἄλλης ἀπονοίας διεφθορώς; δεινὸν ἡγεῖται τῇ μὲν τύχῃ πλουτεῖν, τῷ δὲ βήματι μηδὲν τῶν πενομένων τούτων δὲ τῶν τοῦ δήμου πλέον αὐχεῖν καὶ τῶν μὲν ἐκ τῆς τύχης ἀγαθῶν ἁπάντων κρατεῖν, τοῖς δὲ νόμοις μετὰ καὶ τῶν ἄλλων ὑποκύπτειν δημοκρατούμενος.

[10] τί γοῦν; ὁρᾷ τὸν πλοῦτον, λογίζεται τὸ πολὺ τῆς τόλμης, συλλογίζεται τὴν δαπάνην καὶ παραυτίκα τοὺς πονηροτάτους τῶν πολιτῶν ὑποδύεται καὶ ῥᾷον οὕτω τοὺς πολλοὺς ἐξαπατήσας, τοὺς μὲν ὑποσχέσεσι κλέψας, τοὺς δὲ χρήμασι διαφθείρας, ἐπ' αὐτὴν ὥρμησε τὴν ἀκρόπολιν καὶ τὰ μὲν ἀφύλακτα τοῦ χωρίου καταλαβὼν ἅτε δὴ πρὸ πολλοῦ τὴν ἔφοδον καιροφυλακήσας, εἰ δέ τί που καὶ τοῦ στρατιωτικοῦ παραφυλαττόμενον ὑπολέλειπτο, τούτων δὲ τοὺς μὲν ὑπὸ τοῦ τῶν δορυφόρων πλήθους σὺν οὐδενὶ πόνῳ διωσάμενος, τοῖς δὲ καὶ νυκτὸς ἐξ ἀφανοῦς ἐπιθέμενος τὴν ὅλην εὐθὺς εἶχεν ἀκρόπολιν.

[11] ἐντεῦθεν φυλακὴν ἐφίστα τῷ σώματι καὶ δορυφόρους ἔτρεφε τοὺς τὰ ἄτοπα ἐκεῖνα ὑπηρετήσοντας. ἐνταῦθα τί μὲν οὐκ ἀπῆν τῶν καλῶν; τί δὲ οὐ παρῆν τῶν κακῶν; ἀπὸ τῶν νόμων ἄρχεται τῆς ἐξουσίας ἡ μιαρὰ κεφαλή, τούτους γὰρ καὶ πρὸ τῶν ἄλλων ἐκείνῳ καταλῦσαι τὸ σπούδασμα. τούτων δὲ πεπτωκότων συνεπεπτώκει καὶ τὰ τῆς δημοκρατίας.

[12] ὕβρεις δὲ παίδων καὶ γυναικῶν ἁρπαγὰς καὶ πολιτῶν ἀδίκους σφαγὰς καὶ χρημάτων ἀφαιρέσεις καὶ τῆς θρεψαμένης ἐκπτώσεις καὶ τἄλλα ὅσα μὲν ἐκεῖνος ἐτόλμα τυραννῶν, ἡμεῖς δ' ἐφέρομεν τυραννούμενοι, τί ἄν τις ἐκτραγῳδοίη; ὧν γὰρ ἡ πεῖρα οὐ πρὸ πολλοῦ, ταῦτά μοι καὶ λέγειν περίεργον. ταῦτα δὲ πάντα καθ' ἡμῶν ὁ κακοδαίμων ἐκεῖνος κρύφα σκευωρούμενος διεπράττετο οὐδὲν εἰδυίας, οὐ μὰ Δία, τῆς γυναικός. οἷς γὰρ ὑπὲρ ἡμῶν παρεκινδύνευσεν ὕστερον ἔδειξε καὶ τότε ὁποία ἂν ἦν τὴν γνώμην, εἴπερ ᾔδει τἀπόρρητον.

[13] ὡς οὖν ὁ μὲν ἀσελγῶς οὕτω τοῖς νόμοις ἐφύβριζε, τοῖς δὲ πάσχουσιν ἡμῖν οὐδ' αὐτὸ τὸ θρηνεῖν ἔξω κινδύνων ἐλείπετο, πολλοὺς πολλάκις αὕτη λόγους ὑπὲρ ἡμῶν ἐφθέγξατο, πολλὰς δημηγορίας ὑπὲρ τῆς ἐνεγκαμένης μετὰ καὶ δακρύων τοῦ τυραννοῦντος κατέχεεν. ἀλλὰ τί μή, πρὸς θεῶν, οἱ πρὸς τοῖς λόγοις ἐκεῖσε τυχόντες τῷ δήμῳ τὴν τυραννοκτόνον βουλὴν ἐκείνην ἐξαγγέλλετε, ὅπως νῦν μὲν ἱκέτευε, νῦν δ' ὑπὲρ τῶν νόμων ἐφθέγγετο τὸ ἀπὸ θεῶν προβαλλομένη μήνιμα, τὴν ἐξ ἀνθρώπων νέμεσιν, τὰ εἰς Ἅιδου κολαστήρια, Ἀχέροντας, Πυριφλεγέθοντας, Κωκυτούς, τἄλλα ὁπόσα καὶ θανόντες ὑποίσουσι τύραννοι;

[14] ὡς δὲ καὶ δεύτεροι καὶ τρίτοι κατεγελῶντο λόγοι καὶ ἡ μὲν ἐπ' ἀνηνύτοις ἔλεγεν, ὁ δ' ἐπὶ κακῷ τοῦ δήμου τυραννῶν οὐκ ἔληγε, κατὰ τοὺς τῶν Ἀσκληπιαδῶν σοφωτέρους τῆς ἐπῳδῆς καταγνοῦσα καὶ τῶν φαρμάκων ἐπὶ τοὺς καυτῆρας καὶ τὴν τομὴν ἀπιδεῖν ἔγνω καὶ τέμνειν ἐπιχειρεῖ τὸ μέγα τραῦμα, τὸν τύραννον, ἵνα μὴ καὶ τὸ πᾶν τοῦ τῆς πόλεως σώματος ξυνοιχήσεται.

[15]

ἐνταῦθα μάχη τις ἦν φιλελευθερίου γνώμης καὶ φύσεως. ἡ μὲν τὴν χεῖρα ὡς κατὰ τυράννου ὥπλιζεν, ἡ δ' ὡς κατ' ἀνδρὸς ὁπλιζομένην τῆς ὁρμῆς ὑπανέκοπτεν. ἐντεῦθεν εἷλκεν ἡ τόλμα, ἐκεῖθεν κατέκλα τὸ γένος. ἦρε τὸ ξίφος, αὖθις ἀπέρριψεν. αὖθις ἀνείλετο, καὶ αὖθις τὸ ξίφος τῆς χειρὸς ἀπέρρευσε. καὶ πολλάκις ἑκάτερον καὶ μετὰ δακρύων ἕκαστον.

[16] ὡς οὖν ὀψέ ποτε ὅλη γέγονε τοῦ τῆς πόλεως καλοῦ καὶ συμφέρειν αὑτὴν μᾶλλον ἐπ' οἴκου στένειν ἢ τὸν ὅλον δῆμον ἐπ' ἀγορᾶς ἀλγεῖν ἔκρινε, καὶ τὸ τοῦ θυμοῦ δίκαιον τῆς φύσεως ὑπερίσχυσε καὶ ἤδη ταῦτα ἐδέδοκτο, ὢ γενναίας γνώμης ἐκείνης, ὢ μισοτυράννου ψυχῆς, ὢ γνώμης φιλοπόλιδος καὶ πεπτωκότας ἐπανορθούσης τοὺς νόμους, ἐπὶ τὴν τελευταίαν τοῦ δήμου συμμαχίαν ἵεται καὶ ἃ τοῖς λόγοις οὐκ ἴσχυσε πρότερον, ταῦτα τῷ ξίφει κατορθώσειν ἐπίστευσε.

[17] καὶ ἡμῶν μὲν οὐδεὶς τοῦτο τῶν μισούντων ἐτόλμησε, τῶν ὑβριζομένων, τῶν ἀδικουμένων, τῶν κακῶς παρ' ὅλην τὴν τυραννίδα πασχόντων, οὐ τῶν ἀριστέων, οὐ τῶν στρατηγῶν, οὐ τῶν ὁπλιτῶν. καὶ τί λέγω τοὺς ἄλλους; ἀλλ' οἵ γε τῶν τῆς πόλεως οὗτοι φροντισταὶ φάσκοντες εἶναι, οἱ νῦν ἐπὶ βήματος ῥέοντες, οἱ νῦν πολλὰ θρασυνόμενοι, ἔχεις τινὰ τούτων εἰπεῖν εἰς τοῦτο τόλμης ἐλθόντα ὁ γενναῖος καὶ νῦν τοὺς νόμους ἐξακριβούμενος; ἀλλ' οὐδὲ τούτων οὐδεὶς πρὸς τοσοῦτο τόλμης ἐλθεῖν ἐθάρρησεν.

[18] ἡ γενναία δὲ αὕτη καὶ μόνον τὸ σῶμα γυνή, τὴν δὲ ψυχὴν ἀνδρώδης, τῷ ὄντι δὲ μᾶλλον καὶ τὴν χεῖρα καὶ τὴν ψυχὴν ἐλευθέριος ἐγχειρίδιον ὑπὸ μάλης λαβοῦσα καὶ τὸ δωμάτιον εἰσελθοῦσα, οὗπερ ἐτρύφα καθ' ἡμῶν ἐκεῖνος, καὶ τοὺς μὲν ὀφθαλμοὺς εἰς τὴν τοῦ τυράννου σφαγὴν μετὰ καὶ τῆς χειρὸς ἀποτείνουσα, τῇ δὲ γνώμῃ πρὸς ὑμᾶς ἀφορῶσα, τὸν δῆμον, καὶ τῇ πρὸς τὸν ἄνδρα στοργῇ τὴν ὑπὲρ τῶν νόμων ἀντιτιθεῖσα σπουδὴν παίει καιρίαν τὸν ὑφ' οὗ παιόμενος ὁ δῆμος ἠνείχετο.

[19] καὶ μιᾷ πληγῇ τὸν μὲν εἰς τοὔδαφος μετὰ καὶ τῆς ὅλης τυραννίδος κατέβαλε, τοὺς δὲ νόμους πεπτωκότας ἀνέστησε καὶ τὸν πολλοὺς ἀνελόντα μόνη μετὰ καὶ τοῦ ξίφους κατεστρατήγησε καὶ δι' ἑνὸς φόνου τὰ κάλλιστα τῶν πώποτε τροπαίων ἀνείλετο. καὶ μιᾷ χειρὶ τρεῖς καθεῖλε τυράννους, στοργὴν ἐξ αἵματος, ἀνανδρίαν ἐκ γένους, καὶ τὸ τελευταῖον, μέγαν, φοβερὸν ὁπλίτην, ἄνδρα τύραννον.

[20]    Καὶ διὰ τοιαύτης παραδόξου σφαγῆς τὰ πάντα πᾶσιν ἀποδεδωκυῖα μίαν αὐτὴ καὶ ταύτην χάριν αἰτεῖται δικαίαν. ὁποία τις αὕτη; οὐ πλέθρα γῆς, οὐκ ἀπὸ πρυτανείου σίτησις, οὐκ ἄλλο τῶν πρὸς κέρδος οὐδέν, ἀλλ' ἣν ἂν φρονοῦντες θαυμάσαιεν ἄνθρωποι κἂν ὑμεῖς ἀκούσητε, τὸν τῆς φύσεως, οἶμαι, θεσμὸν αἰδεσθήσεσθε.

[21]

γονὴ παίδων αὐτῇ περίεστι καὶ αὕτη τὴν γλῶτταν ὑποψελλίζοντες καὶ μήπω φθάσαντες τῆς τοῦ πατρὸς ὠμότητος γεύσασθαι, ἀλλ' ἔτι καὶ τοῦθ' ὅπερ ἐστὶ τυραννὶς οὐκ εἰδότες οὔθ' ὡς ὁ τούτων πατὴρ τύραννος. τὸν οὖν τεκόντα ὡς ἀδικοῦντα πρὸς δίκην καὶ καλῶς ἀποκτείνασα τοὺς μήτ' αὐτὴν λελυπηκότας μήτε τὴν πόλιν ἠδικηκότας ἑαυτῇ μὲν περιποιεῖται παῖδας, ὑμῖν δὲ πολίτας.

[22]    Ἀλλ' ἐνταῦθά μοι προσεπιπηδῶσι τῷ λόγῳ καὶ τῆς γνώμης ἐκκρούουσιν οἱ καὶ μέχρι παίδων τὴν τυραννίδα ποιεῖσθαι σκηπτόμενοι καὶ τὸν τοῦτο λέγοντα νόμον ὡς ἐπὶ τούτοις προβάλλονται. ἐγὼ δὲ οἶδα μὲν τὸ γράμμα, οἶδα δ' ἐφ' οἷς ἄρα καὶ γέγραπται. ἀποκτιννύναι τοὺς τῶν τυραννούντων παῖδας ὁ νόμος βούλεται μέν, ἀλλ' ὁπόταν μετὰ τῶν τεκόντων ἀδικοῖεν τὴν πόλιν, ἀλλ' ὁπόταν τὰ τῶν πατέρων μιμοῖντο καὶ τὰ τυραννούντων κακουργεῖν ἐπιχειροῖεν τούς τε νόμους μετασκευάζοντες καὶ τοὺς τῆς πολιτείας θεσμοὺς διαγράφοντες, καὶ ὅλως ὅταν ἡ πόλις εἰς κακόν τι καὶ τούτων ἀπόναιτο, τότε καὶ παῖδες τύραννοι μετὰ πατρὸς τυραννοῦντος πιπτέτωσαν. οἷς γὰρ μετεῖχον τοῦ πονηρεύματος εἰκότως καὶ τοῦ πεσεῖν συμμεθέξουσιν.

[23] εἰ μὲν οὖν ἔχεις τι καὶ τούτων εἰπεῖν, ὦ κατήγορε, οἷς ὁ ξύμπας δῆμος ἢ καὶ τῶν καθέκαστά τις μόνος ὑφ' οὕτως ἀτελοῦς ἡλικίας τυχὸν περιύβρισται, ἡκέτω μὲν ὁ παθὼν καὶ δεικνύτω τὴν ὕβριν, ὁ δὲ δῆμος οὐ φείσεται. εἰ δ' ὁ μὲν ὁ τὰ τύραννα δράσας ἐκεῖνα καὶ πέπτωκεν, οἱ δ' οὐδὲν ὧν ἐκεῖνος ἐτυράννει σκαιωρούμενος ᾔδεσαν, πῶς οὐκ ἄν, ὦ πρὸς Διός, μὴ καὶ γέλως δοκοίη τὸ ψήφισμα τούτους ἀποκτείνειν οἳ μηδένα τῶν πολιτῶν ἀπεκτόνασιν; [24] εἰ γὰρ διττὸν τρόπον ὑπεύθυνοι γίνονται ἄνθρωποι, ἢ πρὸς πέρας τὸ κακοὶ γενέσθαι φιλονεικήσαντες καὶ τοῖς ἔργοις τὸ τῆς γνώμης ἀπελέγξαντες ἄδικον ἢ μήπω μὲν ἐγχειρήσαντες, δῆλοι δ' ἄλλως ὄντες εἰς τοῦτο γνώμης ἥξοντες, εἰ μὴ μετὰ τῆς ἐπιβουλῆς φθάσει καὶ τὸ σῶμα θᾶττον ἀποκόψας ὁ δῆμος, τούτων δὲ τὸ μὲν οὐδεὶς ἔχει δεικνύναι, τὸ δ' αὐτὸς ὁ χρόνος οὐ μαρτυρεῖ, οὐκ οἶδα ἀντὶ τίνος οἱ παῖδες ἀδικεῖν δικαίως δόξαιεν.

[25] ἢ μόνοι τῶν ἁπάντων μηδέν τι πονηρευσάμενοι τὰ τῶν πονηρευσαμένων ὑποίσουσι; πρῶτα λέγε μοι τὸ πονήρευμα καὶ τότε τὸν δήμιον ὅπλιζε. ἆρ' οὖν τινα τῶν πολιτῶν χρήμασιν ἐζημίωσαν ἢ τοῦτο μὲν οὔ, φυγάδα δὲ τῆς πατρίδος ἐξήλασαν; ἢ καὶ τοῦτο μὲν τῆς κακουργίας οὐκ ἔχεις εἰπεῖν, ὀφρὺν δέ τινα κατὰ τῶν δημοτῶν ἀκόλαστον καὶ ὕβριν ἀσελγῆ καὶ παροινίαν ἐπεγκαλεῖς; ἀλλ' οὔτε τοῦτο οὔτ' ἐκεῖνο παίδων οὔπω καθαρὰν τὴν γλῶτταν ὑποφαινόντων δύναιτ' ἄν τις, οἶμαι, καταμαρτύρασθαι. ὅπου δὲ τὸ κακουργεῖν οὐχ εὑρίσκεται, καὶ τὸ κολάζεσθαι πέφευγε.

[26] τοῦτο οἶδε μὲν ὁ νομοθέτης, οἶδε δὲ καὶ ἡ γενναία μήτηρ αὕτη τῶν παίδων. καὶ ἅτε μηδέν τι τύραννον τετολμηκότων ἡ μήτηρ μετὰ καὶ τῶν νόμων ἐφείσατο. καὶ νῦν οὐχ ὡς ἐκείνου τοῦ πεσόντος παῖδας, ἀλλ' ὡς αὑτῆς ἐξαιτεῖται τὸν δῆμον, ᾧ μηδὲν αἰτησαμένῳ μηδὲ πρὸ τοῦ λιπαρήσαντι αὐθαίρετος τὴν δημοκρατίαν ἀπεχαρίσατο.

[27] οἶμαι δ' ὅτι κἂν εἰ μὴ τοῖς νόμοις ἐδέδοκτο, ἀλλὰ τῷ γε δήμῳ πρὸς αἰσχύνης ἂν ἦν τὸ μὴ δοῦναι νόμον ἕνα τῇ πάντας ἀποδεδωκυίᾳ τοὺς νόμους καὶ ταῦτα ὡς οὔποτ' ἄν τις οὐδ' ὄναρ ἤλπισεν. ἀλλ' οὐδ' ἄν, ‹εἰ› αὐτὴ τοὺς παῖδας ἁρπαζομένους ὁρῶσα ἔφερεν, ὁ δὲ δῆμος οὐκ ᾤκτειρεν, ἀλλ' ἐπέτρεπε τὴν σφαγήν, οὐδ' οὕτως ἂν εἶχε καλῶς ὑμῖν, οἷς τὸ μηδὲν ἔξω δίκης πράττειν ἢ λέγειν ἡ πᾶσα σπουδή, ἄτεκνον ἐπιδεῖν ἀνασχέσθαι τὴν δι' ὑμᾶς ἀπεκτονυῖαν τὸν ἄνδρα καὶ χηρείαν ἐξουσίας προτιμησαμένην παρανόμου διὰ πολιτείαν ἔννομον καὶ βῆμα ἐλεύθερον.

[28] ἐπεὶ δὲ νῦν τοῦτο καὶ τῷ νόμῳ δοκοῦν καὶ ὁ νομοθέτης οὑτωσί πως ἀπὸ τοῦ γράμματος διαρρήδην βοᾷ ὡς αἰτείτω μὲν ὁ τυραννίδα καθελὼν ὅ τι καὶ βούλοιτο, ἡ δὲ πόλις δεχέσθω τὴν αἴτησιν, ὁ δὲ δῆμος ἐπινευέτωσαν, ποῦ ἂν εἴη δίκαιον ἃ μὴ χαρίζεσθαι πρὸς ὀνείδους ἂν ἦν τῇ πόλει, ταῦτα καὶ μετὰ τῶν νόμων ὀκνεῖν ἀποδοῦναι;

[29] οὐδένα τρόπον, οὐδεμίαν ὁδὸν εἰς ἀντίχαριν τοῖς τυραννοκτονοῦσιν ὁ νομοθέτης ἀπέκλεισεν, ἀλλ' αὐτόνομον ἀφῆκε τὴν αἴτησιν καὶ τὴν ἀντιμισθίαν τῇ βουλήσει τῶν αἰτουμένων ἀντιμετρεῖ. αἰτείτω, φησίν, ὁ τύραννον ἀνελὼν ἀγρούς, σῖτον, ἀτέλειαν, χρήματα, κτήματα, ξύμπαν ὅ τι καὶ θέλει. παρὰ τοῦ δήμου λήψεται, ὅ τι καὶ παρ' ἐμοῦ πρότερον τοῖς νόμοις τὴν πολιτείαν κοσμήσαντος. εἰ γὰρ ἐστενοχωρημένην ἔγραφε τὴν ἀντίδοσιν, πάντως ἂν ξυναποστενώσας καὶ τοὺς τυραννοκτονήσοντας ἔλαθεν. ὅθεν κοινῆς δεῆσαν τῆς τυραννοκτονίας κοινὰς καὶ τὰς δωρεὰς ἐπιφιλοτιμεῖται.

[30] ἀποκτεινέτω, φησί, τὸν τύραννον καὶ παῖς καὶ γυνὴ καὶ πατὴρ ‹καὶ μήτηρ› καὶ φίλοι καὶ δυσμενεῖς καὶ αὐτόχθονες καὶ ἐπήλυδες. πάνδημον ἔστω τὸ τρόπαιον, ἐπεὶ καὶ τὰ ἆθλα πάνδημα. ὁ βουλόμενος τυραννοκτονείτω καὶ δωρεὰν ἐχέτω τὴν βούλησιν.

[31] εἰ δὲ σὺ νῦν ἄνω καὶ κάτω στρέφων τὰς συλλαβὰς πείσεις τὸν δῆμον οὐχ οὕτω φρονεῖν ὡς ἐκεῖνος ἀρχῆθεν ὡρίσατο, ὅρα μὴ πολλοὺς διαγράφειν ἐπιχειρῇς τοῦ καλλίστου τῶν τυραννοκτόνων κύκλου καὶ τὰ τῶν τυράννων καθιστᾷς βεβαιότερα τούτοις οἷς καταβάλλειν μᾶλλον ἐνόμισας.

[32]    Σύ μοι προφέρεις τὸν τύραννον καὶ τὰ ἐκ τῆς τυραννίδος κακὰ καὶ ἕτερ' ἄττα ὁπόσα ἐκεῖθεν ὑπὸ πονηρῷ τῷ σπέρματι πονηρότερον ἀνεφύετο, ἐγὼ δέ σοι τὴν τυραννοκτόνον, τὴν βουλήν, τὸ ξίφος, τὴν χεῖρα, τἄλλα ὁπόσα τῶν ἀγαθῶν ἐντεῦθεν περιχορεύει τὴν πόλιν.

[33] μᾶλλον μὲν οὖν αὐτὸς ὁ κατήγορος οἷς τὰ τῆς τυραννίδος ἐκτραγῳδεῖς, τούτοις τὰ τῆς τυραννοκτονίας ἐπαύξειν δοκεῖς. οὕτω τοῖς αὐτὸς αὑτοῦ περιτρεπόμενος λέληθας καὶ περιιστὰς εἰς τἀναντία τὴν βούλησιν. εἰ γὰρ οὕτως ἐκεῖνος ἦν τυραννικόν τι χρῆμα καὶ θεοῖς ἀπεχθόμενον καὶ τηλικαῦτα μὲν εἰς αὐτοὺς νόμους ἡμάρτανε, τηλικαῦτα δὲ περὶ τὸν δῆμον παροινῶν ἀπηυθαδιάζετο ὡς μηδέν' ἂν ἔχειν εἰπεῖν τὰ παλαμναιότερα, τίνος τῆς τιμῆς, ὁποίας τῆς δωρεᾶς, πηλίκης τῆς αἰτήσεως οὐκ ἂν ἀξία νομίζοιτο ἥ γε τὸν πολὺν ἐκεῖνον γνόφον τῆς δουλείας διέλυσε καὶ δημοκρατίαν ἀντὶ τυραννίδος εἰσῆξε καὶ τὸ κρατεῖν ἀφελομένη τὸν τύραννον τοῦτο τῇ πόλει καὶ τοῖς νόμοις ἀπέδωκε;

[34]    Λέγε μοι, πρὸς νόμων αὐτῶν, τὰ τόθ' ὑπὸ τοῦ τυράννου κατὰ νόμων ἐξειργασμένα καὶ ποιοῦ τὰ ἐκείνου δυσσεβήματα τῶν τῆς ἀπεκτονυίας ἀνδραγαθημάτων κατάλογον, ἐγὼ δέ σοι προσεπιθήσω καὶ τὸν τρόπον ὅπως ὁ τύραννος ἔκειτο.

[35]    Ἐτυραννεῖτο μὲν ἡ πόλις, σὺ δ' ὁ νῦν λαμπρὸς τὴν γλῶτταν ἡσύχαζες, ὁ δὲ δῆμος δουλοκρατούμενος οὐκ εἶχεν ὅ τι καὶ χρήσαιτο. δορυφόρους πολλοὺς ἐπὶ κακῷ τῷ τῆς πόλεως ἔτρεφε, πολλῷ δὲ πλείους ἐπὶ τῆς ἀκροπόλεως φυλακὴν περιίστα τῷ σώματι.

[36] πάντων οὖν ἐπὶ τούτοις δεδιότων καὶ κατεπτηχότων καὶ πάσης ἐπιλελοιπυίας μηχανῆς καὶ μηδεμιᾶς χρηστοτέρας ὑπούσης ἐλπίδος εἶδε τὸ κακὸν ὁπόσον ἡ φιλόπολις αὕτη καὶ μισοτύραννος, ᾤκτειρε τῆς ἀτυχίας τὸν δῆμον, ἐμίσησε τῆς ἀπονοίας τὸν ἄνδρα καὶ τὸ ἐντεῦθεν ἔργοις τὸ μισεῖν ἐβεβαίωσε. λαμβάνει τὸ ξίφος, αἴρει τὴν χεῖρα καὶ παραυτίκα ἐκεῖνος μὲν ἔπιπτε, τὰ δὲ τῆς δημοκρατίας ἐπηνωρθοῦτο. ἐκεῖνος μὲν καιρίαν ἐδέχετο πληγήν, ἡμῖν δ' οὐδὲν ὅ τι τῶν ὑπ' ἐκείνου τραυμάτων ὑπῆν ἔτι.

[37] καὶ νῦν πολλοὶ περιεστᾶσι τὸν νεκρὸν καὶ οὐ πάντες τῆς αὐτῆς πόλεως, ἀλλ' οἱ μὲν τῆς ἡμετέρας, οἱ δ' ἐξ ἀστυγειτόνων ὄντες, οἱ δ' ἄλλος ἀλλαχόθεν. καὶ πᾶσι θαυμαστόν τι χρῆμα δοκεῖ καὶ πέρα θαύματος, ἄνθρωπος ὁπλίτης, τύραννος, ἀνὴρ ὑπὸ γυναικὸς τὴν ὅλην καταβεβλημένος ἰσχὺν καὶ οὐδὲ ταύτης δυσμενοῦς ᾗ τυχὸν ἐκεῖνος ἐφυβρίζων ἐτρύφα, ἀλλ' ἥν, ὅτε νόμοις ὑπέκυπτε, κατὰ νόμους ἠγάγετο καὶ μετὰ τὴν τῆς δημοκρατίας ἀπόστασιν εἶχεν, ἐφύλαττεν, ἔστεργε.

[38] καί τις οὐκ εἰδὼς παρά του τῶν εἰδότων πυνθάνεται ὅτι τοῦτον μέν τοι πονηρὸν ὄντα καὶ τύραννον ὡς μὲν πολλὴν φρουρὰν τοῦ σώματος ἔχοντα, ὡς δὲ πλείους δορυφόρους κατὰ τῶν νόμων τρέφοντα γυνή τις μιᾷ πληγῇ κατήνεγκε καὶ τὴν πολλὴν ἐκείνην δορυφορίαν ἀπήλεγξεν, ἡ δὲ οὕτω τοι φιλόπολις ἦν ὡς ἔχειν τὸ μὲν σῶμα μετὰ τοῦ τυράννου, τὴν δὲ ψυχὴν μετὰ τοῦ δήμου, καὶ μέγα τι δυναμένη καὶ μείζω τῶν νόμων ὡς καὶ πάντα τρυφᾶν ὁπόσα καὶ γυνὴ τυραννοῦντος ἀνδρός, ἡ δὲ τὸ μικρὰ μετὰ νόμων δύνασθαι τοῦ πάντα δίχα νόμων ἀνθείλετο καὶ τὸ νόμος εἶναι τοῖς ἄλλοις αὐτὴ πρὸς τῆς Τύχης λαχοῦσα τοῦτο μὲν εὖ ποιοῦσα μετὰ καὶ τἀνδρὸς ἀπεσκευάσατο, ὑπὸ δὲ νόμοις αὐτόβουλος γίνεται.

[39] οἱ δὴ ταῦτα λαχόντες καὶ οὕτω κείμενον τὸν τύραννον ἐκπεπληγμένοι νῦν μὲν τῆς εὐμοιρίας τὴν πόλιν ἄγανται καὶ τὴν ἀπὸ γυναικῶν τόλμαν καὶ τῆς εἰς ἄνδρας ἡκούσης ἀνδρείας οὐκ ἀγεννὲς τίθενται ξύμβολον καὶ τοῦ μηδὲν ἂν ἐθέλειν ἔξω νόμων πεπολιτεῦσθαι, εἰ δὲ καὶ πύθοιντο τὴν μὲν ὡς αἰτοίη τοὺς παῖδας, ἡμᾶς δ' ὡς οὐκ ἐπινεύομεν καὶ σμικρολογοῦμεν περὶ τὴν τὰ μεγάλα δεδωκυῖαν ἡμῖν, δέδοικα μὴ τὴν μὲν οὐδὲν ἧττον καὶ πάλιν θαυμάσονται καὶ γενναίαν ὑπολήψονται, τύχῃ δὲ χρησαμένην ἀγνώμονι, τοὺς δὲ ψηφιζομένους ὑμᾶς, ἀλλ' οὐκ οἶδ' ὅ τι καὶ φαίην, μὰ τοὺς θεούς, εἰ μὴ μετὰ τῆς νῦν ἀγνωμοσύνης καὶ τὴν ἐντεῦθεν ἀδοξίαν εὖ ποιοῦντες προσαναιρήσετε.

[40]    Παῖδες τυραννοῦντος ἀνδρὸς μετὰ καὶ τοῦ πατρὸς ὑπὸ τὰς δημίων χεῖρας ἀγέσθων. τοῦτο τὸ γράμμα τὸ σὸν καὶ τῆς τοῦ νομοθέτου γνώμης ἔλυτρον, ὁ δὲ ἐμὸς νόμος τί φησι μάνθανε· τοῖς ἀπεκτονόσιν ἄνδρα τύραννον αἴτησις ἔστω τὸ βούλημα. τίνα τούτων κρατεῖν δικαιότερον; πρὸς τῆς Δίκης αὐτῆς, ὦ ἄνδρες, σκέψασθε.

[41] αὐτίκα ὁ μὲν ἐμὸς νόμος μετὰ τοῦ δικαίου πολύ τι καὶ τοῦ ξυμφέροντος ἀποφέρεται, τὰ δὲ γράμματα ταῦτα, τοὐναντίον ἅπαν, ἀδικοῦσι τὰ καίρια. σκοπητέον γὰρ τίνος ἀνέκαθεν τοῖς τε νόμοις καὶ τῷ γεγραφότι τοὺς νόμους ἐμέλησεν. οὐχ ἵνα τὰ μὲν τοῦ δήμου σώζοιτο, τὰ δὲ τῶν τυραννούντων βαλλόμενα πίπτοιεν;

[42] οὐκοῦν ὁ μὲν τοὺς παῖδας ἀναιρῶν νόμος ἐπ' ἀδήλῳ τῆς τύχης ὠφελεῖν τι τὴν πόλιν ἔδοξεν, οὐ γὰρ ἂν εὐθὺς ὅσοι τυράννων παῖδες καὶ τύραννοι γίγνοιντο, καὶ τὸ δοκεῖν ὠφελεῖν ἐσάπαξ, οὐ πολλάκις ἀπεκληρώσατο. κἂν μὴ νῦν ὁ τοὺς παῖδας ἀναιρῶν νόμος οὗτος φθάσῃ παρ' ὑμῶν ἀναιρούμενος, ὁρᾶτε μὴ τοῦ λοιποῦ μετὰ τῶν πατέρων καὶ τοὺς παῖδας οὐχ ἕξετε.

[43] τίς γὰρ ἂν οὕτω φιλοκίνδυνος ἄνθρωπος εὖ ἔχων νοῦ καὶ φρενῶν ὡς τηλικούτοις μὲν ἐπιτολμᾶν πράγμασι καὶ ὑπὸ μέσα τὰ τῶν δορυφόρων ὠθεῖσθαι ξίφη καὶ τὸν περὶ ψυχῆς τρέχειν καὶ ταῦτα πάντα κινδυνεύειν ἐπ' ἀμφοτέροις ἔχων τὴν αἴτησιν καὶ τὸ μὲν ἑαυτοῦ ἅπαν εἰδὼς ἀκριβῶς ὡς ὅλους ἀποχαριεῖται τοὺς νόμους, τὸ δ', εἰ καὶ τὸν ἐπὶ τούτοις νόμον ἐπικυροῦν οἱ ψηφιζόμενοι μέλλοιεν, τοῦτο δὲ διχογνωμονοίη, δεδιὼς τούτους δὴ τοὺς μετὰ τὸ πεσεῖν τὸν τύραννον γενναίους καὶ ὑπὲρ τὸ δέον μισοτυράννους;

[44] ὑπὸ μὲν οὖν τοῦ σοῦ τούτου γράμματος καὶ δὴ τοσαῦτα μὲν ἡ πόλις καὶ οὕτω σμικρὰ τυχὸν ὠφελήσεται, πολλῷ δὲ πλείω τοῦ δοκοῦντος κέρδους ὑποστήσεται τὴν ζημίαν, ὁ δὲ ἐμὸς νόμος φυλαττόμενος μὲν τήν τε πόλιν φυλάξει τούς τε τυραννοῦντας ‹ἐν› δέει τοῦ πεσεῖν ὑφ' ὅτου καὶ τύχοι τηρήσει, ἀναιρούμενος δὲ μετὰ τῶν ἀναιρούντων παραχρῆμα κείσεται.

[45] τὸ γὰρ τοῦτον μὴ παρ' ἡμῖν ἑστάναι πολιτευόμενον ἴσον καὶ τὸ δορυφορεῖν τοῖς τυράννοις τὰ σώματα. ὡς νῦν μὲν ἐγγύθεν οἱ σφαγεῖς ἐφεστᾶσι καὶ πάντες ὑποπτεύουσι τύραννοι, μήπου τινὰ καὶ τῶν ἀδοκήτων τοῖς ῥήμασι τούτοις ὁ νομοθέτης ἐπάρας ἐπὶ τὸ τυραννοκτονεῖν ὥπλισεν· εἰ δὲ τὸ ἀπὸ τοῦδε τὸ γράμμα τοῦτο τῆς λοιπῆς νομοθεσίας ἀποξέσαι τολμήσει τις, οὗτος, εὖ ἴστω, καὶ τὴν τυραννοκτονίαν τῆς πόλεως προσαπέξεσε καὶ μετὰ τοῦ τυραννοκτόνου καὶ τὸ ἐλευθέριον προσαφείλετο. τὸν γὰρ πρὸ τοῦ ταῖς τῶν τυραννούντων ψυχαῖς ἐγκαθήμενον φόβον οὐ δεόντως ἐξέκρουσε.

[46]    Χωρὶς δὲ τούτων, εἰ καὶ μηδὲν οὗτος ὁ νόμος ὠφελήσειν ἔμελλε συντηρούμενος, ἀλλά γε τὸ πρὸς τρόπου τοῦτον μὲν εἶναι τῇ πόλει, τὸν ἕτερον δὲ σκαιὸν καὶ ὠμὸν τὴν γνώμην μέγα τί μοι πρὸς πειθὼ καταφαίνεται τοῦτον μὲν σώζεσθαι, τὸν δ' ἔχειν προσήκειν τὰ δεύτερα. ὁρᾶτε γὰρ ὅπως ὁ μὲν ἤπιός ἐστι καὶ νόμων ἁπάντων φιλανθρωπότατος καὶ τῇ μητρὶ τοὺς παῖδας ἀντιχαρίζεται, δι' ἧς αἱ λοιπαὶ τῶν μητέρων οὐκ ἐφ' ὕβρει τὰ τέκνα τρέφουσι, καὶ τὴν χεῖρα παρασαλεύειν οὐ βούλεται, δι' ἧς ὁ τοὺς νόμους παρασαλεύσας οἴχεται τύραννος, ἅτερος δὲ τὸ ξίφος ἐπιθήγει, τὸν δήμιον ἐφοπλίζει καὶ θύειν τοὺς παῖδας ἐπιχειρεῖ, παῖδας νηπίους, ἁπαλὸν κλαυθμυρίζοντας καὶ μέσης ἀφαρπάζειν ἐθέλει μητρικῆς ἀγκάλης ἣ μέσων τῶν τυράννου χειρῶν ἀφαρπάσασα τῇ πόλει τὴν ἐλευθερίαν ἀπέδωκεν.

[47] ἔπειτα ποῦ δίκαιον καὶ τῆς ὑμῶν φιλανθρωπίας ἄξιον ὑμᾶς μὲν χαίρειν ἐφ' οἷς ὁ κατάρατος πέπτωκε, τὴν δὲ τὸ χαίρειν ὑμῖν ἀποδεδωκυῖαν ἐπὶ στυγνοτέρας καθῆσθαι τῆς τύχης, καὶ ὑμᾶς μὲν ταῦτα δὴ τὰ τῶν εὐθυμουμένων ἐν δημοθοινίαις ἄγειν καὶ ἱεροῖς ἐπιβωμίοις καὶ θεῶν ἑορταῖς, ταυτηνὶ δὲ δυσθύμως ἔχειν καὶ τὰ μὲν ἀλγεῖν, τὰ δ' ὑμᾶς ὡς ἀγνώμονας αἰτιᾶσθαι;

[48]    Εἰ δή τις ἐπὶ τοιούτοις ὅ τι δὴ τὸ αἴτιον πύθοιτο, ἡ δὲ φαίη μέν, ὅπως δι' ὑμᾶς ἠφείδησε τοῦ ἀνδρὸς καὶ πέρα γυναικείας ἠνδρίσατο φύσεως, εἶθ' ὡς ᾐτήσατο μὲν αὐτὴ τοὺς παῖδας, ὑμεῖς δ' οὐκ ἐπέδοτε, καὶ νῦν αὐτὴ μὲν τὴν ἐπ' ἀμφοῖν ἐρημίαν ὀδύρεται, ὑμεῖς δ' εὐθυμεῖτε καὶ σπένδετε τὴν ἐκείνου καθαίρεσιν ὡς ἂν ἡγούμενοι πάντων ἀνόρθωσιν, τίνας ἂν ἐπὶ τούτοις ἐκεῖνον ἀφεῖναι δοκεῖτε τὰς φωνάς;

[49]    Διὰ ταύτην οὖν, φησί, νόμον εὖ ἔχοντα λύσομεν; καὶ μάλα δικαίως, ὅτι καὶ δι' ἡμᾶς αὕτη πολλῷ πρότερον οὐ παρεγγράπτους νόμους, ἀλλ' ἰσχυροὺς τῷ ὄντι καὶ νόμους οὓς οὐχ ὁ δεῖνα ἢ ὁ δεῖνα τῶν πολιτῶν, ἀλλ' ἡ φύσις αὐτὴ κατὰ μέσης ἐνεκόλαψε τῆς ψυχῆς.

[50] καὶ παῖδας τυράννου πατρὸς ἐφ' ἑτέρᾳ τυραννίδι διαφυλάξομεν; τί δ' αὐτίκα τυραννήσουσι; τί δ' αὐτίκα περιεργάσονται τὴν ἀκρόπολιν; πόσοι δημοτικῶν παῖδες κατὰ δημοκρατίας ὡπλίσαντο, πόσοι χρηστῶν πατέρων ὄντες αὐτοὶ τοὺς τρόπους πεφήνασι χείριστοι. εἰ δὲ τοῦτο δίδως, καὶ θάτερον προσεπέδωκας, ὡς ἔσονται καὶ τυράννου πατρὸς παῖδες δημοτικώτεροι.

[51] μή μοι τὸν νόμον ἐς τὸ παντελὲς ἀφαίρει τοῦ πολιτεύεσθαι. ἀλλ' ὁπηνίκα μήτηρ αἰτεῖται τοὺς παῖδας, περίσωζε καὶ καινόν τινα τρόπον καὶ γυναῖκας κατ' ἀνδρῶν τυράννων ὅπλιζε. τοῦτο ἐκείνους μὲν φοβήσει, τὰς δ' οὐ τὰ μέτρια πρὸς τὴν τόλμαν ἐφέλξεται, εἰ καὶ τούτων πεπτωκότων ἀλλ' οὐ τούς γε παῖδας προσαπολέσουσιν. εἰ δ' οὐ μήτηρ, οὐ πατήρ, οὐκ ἄλλος τις τῶν ἐκ γένους, τὸ τηνικαῦτα τὸ πᾶν τῆς ἰσχύος ὁ νόμος ἐχέτω σοι. τὸ γὰρ τοῦ γένους ἀλλότριον ὕποπτον ποιεῖται τὴν αἵρεσιν.

[52]    Ἡδέως δ' ἂν ἐροίμην, ὦ ἄνδρες, τουτονὶ τὸν τοὺς νόμους κομψόν, ὅτου χάριν οἱ παῖδες ταυτηνὶ δώσουσι τὴν δίκην. εἰ μὲν ὧν παρανομοῦντες ἔπραττον, αὐτὸς ἔλεγχε καὶ τὸ παθεῖν ὑπολείπεται· εἰ δ' ὡς πατρὸς ἐκφύντες τυράννου, διὰ τί μὴ μᾶλλον ὡς τυραννοκτόνου μητρὸς δικαιότερον περισώζοιντο;

[53] ἔα μοι τὸν τύραννον, ἐπὶ τὴν τυραννοκτόνον μετάβηθι καὶ πρὸς ταύτην ἀφορῶν τὸν νόμον τουτονὶ τὸν σὸν ὑπανάγνωθι δήμιον καὶ γνοίης ἂν ὡς ἐπὶ κενοῖς ἐνταῦθά σοι τὸ ξίφος προβάλλεται. εἰ μὲν οὖν τῶν τοῦ πατρὸς κακῶν εἰσέτι που καὶ νῦν μεμνημένος ἐπὶ τοὺς παῖδας ἄγεις τὴν τιμωρίαν, ὅρα καὶ τὰ τῆς μητρὸς ἀριστεύματα καὶ τὸ πολὺ τοῦ θυμοῦ κατασβέσεις ἐκεῖθεν· εἰ δ' ἐπὶ τοῖς τῆς μητρὸς καλοῖς οὐ φυλάττεις τὸ εὔγνωμον, μηδ' ὧν ὁ πατὴρ ἐτόλμα κακῶς ἐπὶ τοὺς παῖδας τὴν αἰτίαν μετάφερε.

[54] εἰ δὲ δεῖ τι καὶ δριμύτερον εἰπεῖν πρὸς ἀλήθειαν, πόθεν οὗτοι τυράννου πατρὸς οἱ μηδ' αὐτὸ τοῦτ' εἰδότες, ὅ τι καὶ τύραννος; οὔποτε κακὸν οὐδὲν αὐτόματον ἡ φύσις ἐνέσπειρεν, ἀλλ' ἔστι τά γε πλείω τῶν τοιῶνδε μαθημάτων ἐπὶ ψυχῆς ἐντύπωσις, ἐφ' οἷς καὶ διδάσκαλοι ψυχῶν πατέρες νομίζονται.

[55] καὶ ὥσπερ ἐπ' ἐκείνων, ὑγιεινὸς μὲν εἰ τύχοι πατήρ, ὑγιεινὸν σῶμα προσεπέφυσε τῷ παιδὶ καὶ καλὸς ἕτερος αὖθις ἐμόρφωσε τὴν ὄψιν ἐς κάλλος, νοσερὸς δὲ τοὐναντίον ἢ καὶ δυσπρόσωπος τοιαύτην ἐνέθηκε τὴν φύσιν ἢ τὴν μορφὴν ἐτυπώσατο, οὕτω δὴ κἀνταῦθα γνώμην ἀγαθὴν σοφός τις παιδαγωγήσας ἐνέφυσε καί τις, κἂν μὴ τὸ καλὸν εἶχε πάτριον, ἀλλ' ὑφ' ἑτέρου μαθὼν ἐπησκήσατο.

[56]

εἰ μὲν οὖν ὑπὸ τῷ καταράτῳ ἐκείνῳ τραφέντες εἰς τόδε τῆς ἡλικίας ἀνέδραμον, ἦν ὡς τὰ πολλὰ τῶν ἐκείνου τυραννικῶν ἀπομαξαμένους ἀποκτείνειν οὐκ ἄλογον· νῦν δ' ὁ μὲν ἐπ' ἄλλοις εἶχε τὸ πολὺ τῆς φροντίδος καὶ τοὺς δορυφόρους τὰ βαρύτατα κακουργεῖν ἐξεπαίδευε, τούτους δὲ ἡ γενναιοτάτη πασῶν αὕτη γυναικῶν πρῶτα μὲν ἀνῆκε τῆς γαστρὸς ὑπὸ μυρίαις ὠδῖσι βαλλομένη, ἔπειτα τεκοῦσα τὴν μισοτύραννον θηλὴν ὑπανέτεινε καὶ τυραννοκτόνου γάλακτος ἔγευσε καὶ χερσὶν ἀνείλετο καθελούσαις τὸν τύραννον, ὥστ', εἰ δεῖ τι καὶ τῶν τεκόντων φύσει τοὺς παῖδας ἐναποφέρεσθαι, ταύτης ἂν εἶεν παῖδες καὶ τὸν τρόπον ὁμοῦ καὶ τὴν γένεσιν κἄν που τυραννοῦντά τινα μάθοιεν, ἴσως τὴν μητέρα ζηλώσουσι.

[57] διὰ ταῦτα μόνης ἐγὼ τῆς γενναίας ταύτης τοὺς παῖδας τίθεμαι. ἀπὸ τούτων τυραννοκτόνους ἕξειν τὴν πόλιν, οὐ τυράννους μαντεύομαι. ὁρῶ τὴν θρεψαμένην καὶ χρηστοὺς ἔσεσθαι τοὺς παῖδας στοχάζομαι. ἐντεῦθεν ἔχεις καὶ σὺ φυλάξαι τὸν τυράννοις ἀγριαίνοντα νόμον κἀμοὶ τὸν τοὺς παῖδας χαριζόμενον τῇ μητρὶ μὴ καταπροέσθαι περίεστιν. οὐκ εἰσὶ τυράννου πατρὸς καὶ τὸ γράμμα τὸ σὸν ἐκπεφεύγασι. τυραννοκτόνον αὐχοῦσι μητέρα καὶ τῇ μητρὶ παραψυχὴν ὁ δῆμος ἀπέλιπε.

[58]

τούτους εἰς δωρεὰν αὐτὴ μὲν ᾔτησεν, ἡ δὲ πόλις ψηφίζεται. δεῖ γὰρ τὴν θρεψαμένην εὐεργετεῖν, ὅπως ἄρα καὶ δύναιτό τις. εἶτα καὶ δωρεὰν αἰτεῖ ἣ καὶ τὴν πόλιν οὐ λυπήσει καὶ τὸν αἰτούμενον εὐφρανεῖ. οὔθ' ὁ τῆς εὐεργεσίας οὔθ' ὁ τῆς ἀντιδόσεως ἐστενοχώρηται τρόπος, ἀλλ' ἐπ' ἀμφοῖν καὶ δρᾶσαι καὶ παθεῖν τὸ βούλημα γίγνεται. τί γοῦν δεινόν, ὦ πρὸς τῆς Δίκης αὐτῆς, εἰ δι' ἡμᾶς καθελοῦσα τὸν ἄνδρα τοὺς μηδὲν ἠδικηκότας παῖδας βούλεται περισώζειν;

[59]    Ἀλλ' ἐνταῦθα τὸ μὲν αἰτεῖν ὁ κατήγορος δίδωσι, τὸν δὲ τρόπον τῆς αἰτήσεως αἰτιᾶται. καινὰ γάρ φησιν αἰτεῖ καὶ ἃ λαβεῖν ἔξεστιν ὑπερβᾶσα ἃ μὴ δέδωκε νόμος βιάζεται. ἐγὼ δὲ καινὰ μὲν αἰτουμένην οἶδα καὶ αὐτός, ἀλλ' ἐπὶ καινοῖς τοῖς πεπραγμένοις, ἀλλ' ἐφ' οἷς οὔπω μέχρι καὶ νῦν ἡ πόλις ἐκόμπασεν. ἢ γὰρ ἔχεις αὐτὸς παρελθὼν εἰπεῖν μοι τοῦ καινοῦ τούτου δράματος πολλὰ παραδείγματα ἀπὸ τῆς ἡμετέρας; ἀλλ' ἀπὸ τῶν ἀστυγειτόνων; ἀλλ' ἀπὸ τῆς Ἑλλάδος; ἀλλ' ἀπὸ τῆς βαρβάρου;

[60] καίτοι τίς οὐκ οἶδεν ὡς, ὁπότε τυραννοίη τις, δευτέραν δορυφορίαν τὴν συνοικοῦσαν αὐχεῖ καὶ πολλῷ μείζω τῆς ἔξωθεν τῆς τῶν σωματοφυλακούντων, κἂν δορυφόρος τι πρὸς ὀργὴν ὑπέγρυξεν, ἡ δὲ προεμήνυσε, κἂν δοῦλός τι πρὸς ἐπιβουλὴν ὑπετονθόρισεν, ἡ δὲ προεσήμηνε, κἂν ἐγγενής, κἂν πρόσοικος, τῇ δὲ πρὸς τὸ οὖς ἐνέπεσεν, εὐθὺς ὁ τύραννος ᾔσθετο;

[61] ἀλλὰ τούτων οὐδὲν ἡ τυραννοκτόνος αὕτη προσήκατο, ἀλλ' ἅμα τε τῆς πόλεως τὴν δημοκρατίαν ἐκεῖνος καὶ τοῦτον αὕτη κακὸν κακῶς τῆς ἀκροπόλεως ὡς ἄγος ἀπέρριψε. καινότατα γοῦν ἐπιβαλοῦσα τοῖς πράγμασιν εἰκότως καὶ καινοτέραν ποιεῖται τὴν αἴτησιν. εἰ γὰρ τοῦτο νόμος ἀπείργει τυχὸν ὁ τῆσδε τῆς πόλεως, κἀκεῖνο νόμος οὐ μιᾶς πόλεως, ἀλλὰ τῆς ὅλης διεκώλυε φύσεως. ἀλλ' ὅμως τὸν κοινὸν τοῦτον ἀπετρέπετο νόμον, ἵν' ἡ πόλις ἔχῃ τὸν οἰκεῖον κόσμον τοῦ πολιτεύματος καὶ μετὰ τῶν ἄλλων ἐπὶ τοῦ βήματος καὶ σὺ προσυπαναπτύσσῃς τὰ γράμματα.

[62] ἔπειτα μέντοι καὶ καινὸν οὐδὲν εἰ παίδων ἀκούσασα μήτηρ οὐδέν τι πρὸ τῶν παίδων τίθεται. τοὐναντίον μὲν οὖν, εἰ μήτηρ οὖσα μὴ τοὺς παῖδας εἰς δωρεὰν ἐξῃτεῖτο, θαῦμα ἄν τις ἐποιεῖτο τὸ πρᾶγμα καί πού τι καὶ ὑπώπτευσε κατὰ τῆς μητρός. νῦν δ' ἅμ' ἀνύποπτος ἡ τυραννοκτόνος αὕτη καὶ φιλόπολις ἀκριβῶς καὶ τὰ τῆς δωρεᾶς ἀκραιφνῆ. παῖδας αἰτεῖ μήτηρ οὓς ὤδινεν, οὓς ἀπεγαλάκτισεν, οὓς ἔθρεψεν, οὓς ἐπαίδευσε καὶ τελευταῖον τοῦτο δὴ τὸ τῶν ὡς ἀληθῶς μητέρων, ἐφ' οἷς καὶ μόνοις τὰς ὅλας ἐλπίδας ἐσάλευε.

[63] καὶ σὺ νῦν οὐκ αἰσχύνῃ καινὸν τοῦτο νομίζων, ὦ πρὸς τῆς Φύσεως αὐτῆς; ὁρᾷς καὶ τῶν θηρῶν τοὺς ἀγρίους ὅπως τῶν τέκνων προκινδυνεύειν ἐθέλουσι καὶ τὸ ζῆν ἀπολέγονται, ἵν' ἐκείνοις τοῦτ' αὐτὸ περιλίποιτο; καινὸν οὖν, ὦ θεοί, καινόν, εἰ ἃ καὶ τῶν ἀλόγων ἔχει τις ἐπαινεῖν, ταῦτα καὶ μήτηρ ἄνθρωπος βούλεται καὶ τῶν παίδων ἄγει πάντα δεύτερα, ὑπὲρ ὧν καὶ τἄλλα πάντα τεχνάζεται; [64] κἂν ψήφισμα τοιοῦτον ἐπ' ἐκκλησίας ἤκουσεν ὡς εἰ μέλλει μὴ τοὺς παῖδας κατὰ γῆς ἐρριμμένους ἰδεῖν, αὐτὴ τεθνάτω πρότερον, οὐκ ἂν εὐθὺς ἐπὶ τὸ ξίφος ὥρμησεν; ὅπου δὲ καὶ νομοθέτης ἐφῆκεν αἰτεῖν ὅ τι καὶ θέλοι τις, ἐνταῦθα τί τῶν ἄλλων παραδραμοῦσα τοὺς παῖδας αἰτήσεται;

[65] εἰ δὲ καὶ τῆς πολιτείας ἔτι παραλελυμένης κρύφα τῆς ἀκροπόλεως κατιοῦσα τὸν νόμον ἐζήτει τοῦτον ἀνῃρῆσθαι παρ' ὑμῶν, ἵνα καὶ παρ' αὐτῆς ὁ τύραννος πεσεῖται, τί φής; ἆρ' οὐκ ἂν ἔδωκας; ἆρ' οὐκ ἂν ὑφήρπασας ὡς ἕρμαιον τὸν λόγον; εἶθ' ἃ πρινὴ γενέσθαι παρεῖχες ἂν ἑτοίμως, ταῦτα ἔχων οὐ δώσεις, ἀλλ' ἐφέξεις τὴν δωρεὰν τῆς οὐκ ἐπισχούσης ὅπερ οὔθ' ὑμεῖς ᾐτήσασθε ἂν οὔθ' ἡ φύσις πράττειν ἐδίδου διά τε τὴν τοῦ θήλεος ἀτολμίαν καὶ τὴν ἐκ τῆς συζυγίας πρὸς τὸν ἄνδρα αἰδῶ καὶ τοὺς γαμηλίους θεσμοὺς καὶ τὴν ἐντεῦθεν στοργήν;

[66]    Ἔτι τοίνυν εἰ μὲν εἰς εὐνὴν ἀνδρὸς ἐλθεῖν ἤμελλε πάλιν, οὐκ ἂν οὕτω τῆς προτέρας γονῆς ἐξείχετο, ἀλλ' εἶχεν ἂν ἐλπίδας ἐξ ἑτέρου πατρὸς καὶ πάλιν μήτηρ ἀκοῦσαι· ἐπεὶ δὲ τοῦτο μὲν οὐδ' εἰς νοῦν ἔλαβε τὴν ἀρχήν, οὐδὲ γὰρ τὴν συνοικίαν αἰτιωμένη τὰ μεγάλα ἐκεῖνα ἐτόλμα, ἀλλ' ὡς ἄνδρα μὲν ἔστεργεν, ἐμίσει δ' ὡς τύραννον, καὶ δι' ἡμᾶς, ἀλλ' οὐκ οἰκείους ἔρωτας τὸν πρῶτον ἄνδρα κατέκοπτεν, ἵνα καὶ δευτέραν ὑπανάψει δᾷδα γαμήλιον, ποῦ τοῦτο τῇ πόλει πρέπον ἢ τίνος ἐχόμενον δίκης τότε μὲν χήραν δι' ἡμᾶς γενομένην τῷ τὸν τὰ πάντα δυνάμενον σύνοικον ἐκ μέσου θέσθαι, νῦν δ' αὖθις δι' ἡμῶν αὐτῶν καὶ τῆς τῶν παίδων γονῆς ἀποστερεῖσθαι;

[67]    Ἀλλὰ δεῖ πάντως καὶ μείζω τιμωρίαν τὸν τύραννον ὑπέχειν. οὐκοῦν ἐκείνῳ μὲν τοῦ κακῶς ἐθέλειν ἄρχειν τὸ τεθνάναι κάκιον ὑπερβολὴ τιμωρίας ἐλείπετο, ταύτῃ δὲ τὸ μὴ καὶ τοὺς παῖδας, τὸ μόνον παραμύθιον, ἀποσεσυλῆσθαι καὶ μετὰ τῆς χηρείας καὶ ἀτεκνίαν προσεπιδεῖν εἴη ἂν λοιπὸν εἰς αἴτησιν; παῦσαι, πρὸς τῆς παρούσης δημοκρατίας, ὦ κατήγορε, μὴ καὶ δοκοίης οἷς ἀνεῖλε τὸν τύραννον ἄχθεσθαι καὶ πρὸς ἄμυναν τῆς ἀπεκτονυίας, ἀλλ' οὐ πρὸς ὕβριν ἐκείνου ταῦτα τεχνάζεσθαι.

[68] ἱκανῶς ἀπέδοτο τὰ τροφεῖα τῇ πόλει, ἱκανῶς ὑπὲρ τῆς ἐνεγκούσης ἐφήψατο τοῦ ξίφους. ἐνετρύφα μὲν ὁ τύραννος ταῖς τῶν ἄλλων συμφοραῖς, ἡ δ', ἕως ἐξῆν λανθάνειν, ἐπέστενε. καὶ ταύτῃ μὲν κατὰ πρανοῦς ἔρρει τὰ πράγματα, δυστυχούντων δ' ἡμῶν αὐτὴ τὸ τῆς τύχης εὐπετὲς πρὸς ἡδονὴν οὐκ ἐδέχετο.

[69] ἐπὶ τούτοις τολμᾷ τι καὶ θρασύτερον, μετὰ ξίφους ἐπιπηδᾷ καὶ τοῦ πολλοὺς ἀνελόντος αὐτόχειρ γίνεται καὶ πεσόντι προσεπέλεγε· ταῦτά σοι τῆς καλῆς τἀπίχειρα τυραννίδος, τοῦτό σοι τῶν πολλῶν φόνων ἀντίποινον. ἐξέβης τοὺς ἀνθρωπείους ὅρους τῇ τῶν τρόπων ὠμότητι. οὐκοῦν κἀγὼ παρόψομαί σου τὸν ζυγόν. πολλοὺς τῶν αὐτῶν αἱμάτων ᾕμαξας. οὐκοῦν δέχου καὶ σὺ πρὸς τῆς γυναικὸς τὴν σφαγήν. παρεῖδες τοὺς ἔξωθεν νόμους τοὺς ἐν κύρβεσι, τοὺς ἐπ' ἀγορᾶς, τοὺς ἐπ' ἐκκλησίας γραπτούς. οὐκοῦν ἐγώ σε καὶ τοῦτο μιμήσομαι καὶ τοὺς ἔνδοθεν νόμους οὓς ταῖς ψυχαῖς ἡ φύσις ἐνέγραψε μετὰ καὶ τῆς σῆς τυραννίδος τροπώσομαι.

[70] ταῦτα τίς οὐ ζηλώσει, τίς οὐκ εὐδαιμονίσει, τίς οὐ θαυμάσεται; ποῖος δὲ τοιαύτην γυναῖκα τὸ κεκλῆσθαι μητέρα δικαίως προσαφαιρήσεται; ἐπὶ γυναικῶν φορᾷ καὶ τὰ τῶν Λακώνων σεμνύνεται, ἀλλὰ μέχρι τῆς γενναίας ταύτης καὶ φιλοπόλιδος. μέγας Θρασύβουλος, ἀλλ' ὅτι μὴ προσήκουσαν τυραννίδα κατέλυσε. πολὺς Ἡρακλῆς, ἀλλ' ὅτι θῆρας φοβεροὺς μὲν ἰδεῖν, φοβερωτέρους δὲ πρὸς πεῖραν ἀνδρείας ἀπέκτεινε. θαυμαστὸς ὁ Θησεύς, ἀλλ' ὅτι τὰς ὁδοὺς τῶν λῃστευόντων ἐκάθηρεν. ἡ δὲ πόλιν ὅλην ὑπὸ τυράννῳ πεπτωκυῖαν ἀνέστησε καὶ τὸν τοῦ γένους παρεῖδε θεσμὸν καὶ τὴν ἐκ φύσεως ἀνανδρίαν κατεπολέμησεν.

[71]

εἰς τοῦτον ἐγώ σε τὸν κατάλογον τίθεμαι, μετὰ Θρασυβούλου θαυμάζω, μετὰ Θησέως προσκυνῶ, μεθ' Ἡρακλέους σέβομαι. ἐκπλήττομαι τοῦ θράσους, ὑπεράγαμαι τῆς τόλμης, κινδυνεύω μηδ' ἔργα γυναικὸς ταῦτα νομίζειν, ἀλλά τινος ἐφεστίου δαίμονος.

[72]    Δεῦρό μοι, ὦ γενναιοτάτη γυναικῶν. ἀνάβαινε πρὸς τὸ βῆμα τὸ διὰ σὲ νῦν κατὰ νόμους περικροτούμενον, προένεγκαί τι καὶ φθέγματος μεθ' οὗ τὸν τύραννον ὑπὲρ τῶν νόμων ἱκέτευες, δεῖξον ᾑμαγμένην τῷ τοῦ τυράννου λύθρῳ τὴν χεῖρα, καὶ τάχα καταιδέσεις τοὺς ἀντιτείνοντας. ὁρᾷς ὡς σεσίγηκεν ὁ κατήγορος, ὁ δὲ δῆμος ἐκάμφθησαν; θάρρει τὴν νικῶσαν. οὐκ ἀποίσῃ τῶν ἐν λόγοις δεινῶν τοὔλαττον ἡ τοῖς ἔργοις ἀπενεγκαμένη τὸ μεῖζον.

[73] πρότεινε μετὰ τῆς χειρὸς τὸ ξίφος ἔτι τοῦ τυραννικοῦ προσαποστάζον αἵματος. τοῦτό σου τὸ ξίφος ἐγὼ καὶ θεοῖς ἀναθήσομαι. μετὰ τοῦ τῆς Ἀθηνᾶς ἔγχους, μετὰ τοῦ Διὸς κεραυνοῦ τοῦτό σου τὸ ξίφος τετάξεται. ἔλυσεν ὠμότητα τυραννικὴν οὐ μακρῷ τῆς τῶν Τιτάνων ὕβρεως λειπομένην, ἀπέσφαξε τύραννον μικροῦ καὶ Γιγάντων παλαμναιότερον. τάχα που καὶ στήλην σοι λαμπροτέραν ἡ πόλις μετὰ καὶ τῶν παίδων ἐπιψηφιεῖται, καὶ ξιφηφοροῦσαν ὡς ἡμετέραν γράψομεν Δήμητραν.

[74] τί στένεις; τί δακρύεις; τί δὲ τούτους ὑφορᾷ τοὺς πρὶν περιδεεῖς, τοὺς ὑποτρόμους, τοὺς συνεσταλμένους καὶ νῦν κομψούς, εὐρυβόας, πολλὰ στωμυλλομένους, πολλοὺς ῥέοντας ἐπ' ἐκκλησίας; μὴ δέδιθι περὶ τῆς ψήφου. ἔχεις τοὺς δικαστὰς ἀφ' ὧν τοὺς νόμους ἀπέδωκας. ἔχεις τὸν δῆμον ἀφ' ὧν εἰργάσω δεσπότου τυραννοῦντος ἐλεύθερον.

[75] σώζει σου τοὺς παῖδας τὰ δάκρυα. διὰ σὲ γὰρ ἡ πόλις οὐκ ἀνδρῶν σφαγάς, οὐ γυναικῶν ἁρπαγάς, οὐ παίδων ὕβρεις ὀδύρεται. πρὸς οἶκτον κοινῇ πάντας τὸ καινὸν τῆς συμφορᾶς ἐφέλκεται. οἷς γὰρ καὶ τἄλλα μεταπλάττεις ἐπὶ τὸ καινότερον, τούτοις καὶ νῦν παῖδας τυράννου δεικνύεις ἐλεουμένους διὰ τυραννοκτόνον μητέρα δακρύουσαν.

[76] ἔχεις ἤδη τοὺς παῖδας. καὶ φύλαττέ μοι μέχρι καὶ τέλους τῆς γνώμης τὸ μισοτύραννον. καὶ λαβοῦσα παρὰ τοῦ δήμου στέργε, τρέφε, νουθέτει, παίδευε, πάντως πρὸς τὸ δημοτικώτερον μεταρρύθμιζε, κἂν εἰς ἄνδρας φθάσωσι, τὸ ξίφος αὐτοῖς ἐπιδείκνυε, ἔφαψαι τοῦ χώματος τοῦ πατρός, διήγησαι τὴν τυραννίδα, ἐπίδειξαι τὴν δεξιὰν ὑφ' ἧς ὅλη τυραννὶς καταβέβληται. κἂν ἐκείνου τοῦ πατρὸς εἶναι βουλήσονται παῖδες, ἔχεις τὸ ξίφος καὶ καλοῦ τυραννοκτόνος καὶ πάλιν.