[1] Εἰ μὲν ἐβούλετο τὸν νόμον, ὦ δικασταί, γενέσθαι κύριον οὑτοσὶ τὸν ἔναγχος ὑπ' ἐμοῦ περὶ τῶν μοιχῶν τεθειμένον, οὐκ ἂν νῦν ὑμῖν ἠνωχλοῦμεν γραφόμενοι καὶ κατηγοροῦντες, ἀλλ' ὑπῆρχεν ἂν τοῖς περὶ τὰς γυναῖκας ἀδικουμένοις αὑτοῖς βοηθεῖν· ἐπεὶ δὲ ὁ πλούσιος ἐκεῖνο κεκωλυκὼς τοῦτο ἀναγκάζει ποιεῖν, δέομαι πάντων ὑμῶν ἐνθυμηθέντας ὡς εἰσὶ καὶ ὑμῖν γυναῖκες οὕτω ποιήσασθαι τὴν ἀκρόασιν καὶ μὴ ταὐτὸν παθεῖν τοῖς περὶ τοῦ νόμου δικάσασιν ἐκείνοις, ἐν οἷς ἐγὼ καὶ δικαιότατα καὶ πάσῃ συμφέροντα τῇ πόλει λέξας τούτου καὶ τῆς τούτου δεινότητος καὶ παρασκευῆς ἀπῆλθον ἡττηθείς. ἐξ ὧν συνέβη τοῦτον μὲν φρονῆσαι μέγα, τοὺς δὲ ἐψηφισμένους ὑπ' ἐνίων ἀκοῦσαι κακῶς, ὡς ἄρα τὴν πρὸς τὸν πλούσιον χάριν περὶ πλείονος αὑτῶν τε καὶ γυναικῶν καὶ παίδων πεποίηνται.
[2] ἔοικε δὲ οὐ παντάπασιν ἄχρηστόν μοι γεγονέναι τὸ περὶ τὸν νόμον ἐκεῖνον. εἰ γὰρ καὶ μὴ γενέσθαι κύριος ἠδυνήθη διὰ τὰς ἐν τοῖς ἀγῶσι τούτου φιλοτίμους ἁμίλλας, ἀλλ' ἄμεινόν γε περὶ τῶν ἐμαυτοῦ μεγάλων κακῶν ἐδίδαξε, καὶ δέδωκεν οὐ μικρὰν ἀπόδειξιν εἰς τὴν νυνὶ ταύτην κατηγορίαν ἡ κατὰ τοῦ νόμου τότε παρὰ τούτου γεγενημένη. ὃς γὰρ μόνος ἐξ ἁπάντων τῶν πολιτῶν ἔδεισε μὴ γένηται τοῖς περὶ τὰς γυναῖκας ἀδικουμένοις ἡμῖν κατὰ τῶν ἀδικούντων ἐξουσία τοῦ φόνου, πῶς οὐ σαφῶς ὡμολόγησεν ἐμὲ μὲν εἰκότως τὰ τοιαῦτα νομοθετεῖν, αὑτῷ δὲ καὶ πεπρᾶχθαί τι τοιοῦτον καὶ τολμᾶσθαι καὶ οὐδὲ λήξειν; [3] πολλῆς οὖν ἀργίας ‹ἂν› ἦν ἅμα καὶ δυστυχίας καλοῦντος ἐφ' ἑαυτὸν τοῦ μοιχοῦ τὸν γραψόμενον μήθ' ὑπακοῦσαι μήτε δίκην τῆς παροινίας λαβεῖν, προσήκοι δ' ἂν καὶ ὑμᾶς ὀργισθῆναι καὶ δύο μιᾷ διαπράξασθαι ψήφῳ, δίκην τε ὑπὲρ ὧν ἐγὼ πέπονθα λαβεῖν καὶ τοῖς οὔπω ταὐτά μοι πεπονθόσι διατηρῆσαι τοὺς γάμους. οἳ καὶ μᾶλλον ἐμοῦ κερδανοῦσιν ἀπὸ τῆς δίκης. τὰ μὲν γὰρ ἐμὰ κακά, κἂν μυριάκις οὗτος ἀποθάνῃ, μενεῖ καὶ οὐδεὶς ἂν δικαστὴς οὐδὲν αὐτῶν λῦσαι δύναιτο, τοῖς δ' οὔπω τούτου πεῖραν ἐν ταῖς ἑαυτῶν εἰληφόσι γυναιξὶν ὑπάρξει τὸ μηδὲ λαβεῖν ποτέ.
[4] εἰ μὲν οὖν ἐλάνθανε τὴν πόλιν τὰ τούτῳ πεπραγμένα καθ' ἡμῶν, ἴσως ἂν ὑπ' αἰσχύνης ἔκρυπτον σιωπῇ κακὸν ἀγνοούμενον· ἐπεὶ δὲ πολὺν ἤδη χρόνον λέγοντές τε καὶ ἀκούοντες περὶ τούτων οὐ πέπαυσθε, λόγον οὐδένα ἔχει κατοκνεῖν ἐμὲ μνησθῆναι πρὸς ὑμᾶς ὧν οὐδὲ τοὺς κομιδῆ νέους ἀνηκόους εἶναι νομίζω.
[5] Καὶ μάλιστα μὲν οἶμαι δώσειν τουτονὶ τιμωρίαν ὧν οὐ βούλεται σωφρονεῖν, εἰ μὴ δὴ τηλικοῦτός ἐστιν ὥστε μόνῳ τῶν ἁπάντων αὐτῷ δεδόσθαι μοιχεύειν τε ἃς ἂν ἐθέλῃ καὶ μήτε κατήγορον μήτε ἔλεγχον δεδοικέναι μηδένα, ἀλλ' οὖν οὐδὲ τοῦτό μοι μικρὸν τὸ περὶ τῶν ἐμαυτοῦ συμφορῶν ἐν ὑμῖν ὀδύρασθαι. φέρει γάρ τινα παραμυθίαν τοῖς τὰ μέγιστα ἠδικημένοις τὸ περὶ αὑτῶν εἰπεῖν.
[6] Πρότερον μὲν οὖν εὖ φρονεῖν ὑπελάμβανον τοὺς πένητας γαμεῖν αἱρουμένους, τὰ μὲν γὰρ παρ' αὐτῆς ἕξειν τῆς γυναικὸς αὐτοὺς τά τε ἄλλα συμπονούσης καὶ τὰ ἀπὸ τῶν χειρῶν συνεισφερούσης, τὰ πλείω δὲ παρὰ τῶν παίδων εἰς ἀνδρός τε ἡλικίαν ἰόντων καὶ γηροτροφούντων· νῦν δέ μοι δοκοῦσιν οἱ μὴ φεύγοντες τῶν πενομένων τὸν γάμον παραφρονεῖν καὶ πολὺ πλέον τούτων οἱ τὰς καλὰς ἀγόμενοι γυναῖκας, οὐ γὰρ αὑτοῖς ἄγονται μᾶλλον ἢ τοῖς διαφθεῖραι δυναμένοις.
[7] ὁποῖόν τι καὶ περὶ ἐμὲ γεγένηται. τῆς γάρ μοι γυναικὸς μετεχούσης ὥρας, ὦ δικασταί, καὶ κατὰ τοῦτο ἐπαινουμένης ἐξιούσης τε πολλάκις ἔνδοθεν κατὰ τὴν ἀεὶ συμβαίνουσαν ἀνάγκην, οἷα δὴ τὰ τῶν ἐν πενίᾳ γυναικῶν αἳ τὰ τῶν θεραπαινῶν ἐπιεικῶς αὑταῖς διακονοῦσι, ταύτην οὖν οὗτος ἰδὼν τὸ μὲν πρῶτον, ὡς εἰκός, ἐθαύμασεν, εἶτα προσεῖπεν, εἶτα προσπέμπων λόγους τε ἐρωτικοὺς καὶ χρήματα καὶ ἐλπίδας πολὺν χρόνον, ὡς ὕστερον ᾐσθόμην, οὐ πείθων τελευταῖον ἔπεισεν. ἡ δὲ ἐμοῦ μὲν ὑπερεώρα καὶ παρόντος ἐδυσχέραινε καὶ ἐξιόντος ἔχαιρε δήλη τε ἦν ὅλως πρὸς ἕτερον ὁρῶσα.
[8] τῆς τοίνυν ἐμῆς οὗτος ἀπολαύων γυναικὸς εἰσιών τε παρ' αὐτήν, ὁπότ' ἀσφαλές, ἄγων τε ὅποι βούλοιτο καταδεδουλωμένος τὴν ψυχὴν τῆς ἀθλίας καὶ πρὸς ἅπαν ἔχων ὑπακούουσαν τῇ συνεχείᾳ τῆς ὕβρεως καὶ μέθης οὐκ εἶχε λανθάνειν. καὶ ἦν ἡ πόλις μεστὴ τούτου τοῦ λόγου. κἀν τοῖς κουρείοις κἀν τοῖς μυροπωλίοις κἀπὶ τῆς ἀγορᾶς κἀν ταῖς οἰκίαις πολὺ τοῦτο ἦν· μοιχεία τολμᾶται κατὰ τὴν πόλιν, ἔστι δὲ ὁ μὲν τολμῶν ὁ πλούσιος, τοῦτον τὸν θαυμαστὸν λέγοντες, ὁ δ' ἀποστερούμενος τῆς γυναικὸς ὁ πένης, τοὐμὸν ὄνομα προστιθέντες.
[9] ἐγὼ δὲ τὸν πολὺν χρόνον οὐδὲν εἰδὼς διῆγον. οὔτε γὰρ τῶν ἐχθρῶν οὐδεὶς οὕτως ἦν ὠμὸς ὥστε ὀνειδίσαι προσελθὼν τούς τε φίλους ὄκνος εἶχε τοιούτων ἀγγέλους γενέσθαι. τῆς φήμης δὲ αὐξομένης καὶ τῆς αἰσχύνης ὑπερβολὴν ἐχούσης ἔδοξε τοῖς ἐπιτηδείοις τοῖς ἐμοῖς δεινὸν εἶναι μηδέποτ' ἐμὲ ταῦτα πυθέσθαι καὶ προσελθόντες καὶ βλέψαντες εἰς γῆν καὶ σιγήσαντες χρόνον τινὰ καὶ δακρύσαντες, ὦ βέλτιστε, ἔλεγον, ἔδει μὲν ἡμᾶς ἀμείνω σοι μηνύειν ἔχειν, τῶν πραγμάτων δὲ οὐ τοιαῦτα διδόντων ὅτι μὲν λυπήσομεν εἰπόντες οὐκ ἀγνοοῦμεν, εἰπεῖν δ' ἂν εἴη μᾶλλον ἢ σιγῆσαι τῶν φίλων. καὶ διεξῄεσαν δὴ ταῦτα ἃ νῦν ἐγὼ πρὸς ὑμᾶς.
[10] ὡς μὲν οὖν ἐξέστην ἐμαυτοῦ καὶ ὡς κατηνέχθην ἀκούσας μικρὸν ἀπέχων μανιῶν, ἴσασιν οἱ τότε παρόντες, μόλις δ' οὖν ἐπ' ἐμαυτοῦ γενόμενος ἐσκόπουν ὅπως ἂν τοῦτον ἢ ἀμυναίμην ἢ τῷ φόβῳ ποιήσαιμι βελτίω, καὶ λογιζόμενος εὕρισκον τὸν τοὺς νόμους ἐν ἀρχῇ τεθεικότα τῇ πόλει τὰ μὲν ἄλλα διελόντα καλῶς καὶ τάς τε ἀρετὰς ᾗ χρῆν τετιμηκότα καὶ τοῖς τὰ ἄλλα ἀδικοῦσιν οὐ κακῶς προσενηνεγμένον, τοῖς μοιχοῖς δὲ τούτοις οὐ πᾶν ὅσον ἐχρῆν ἐπενεγκόντα. ἀλλ' ἂν μέν τις ἀφαιρῆται τοῦτον χρημάτων, ἔδωκεν εὐθὺς ἀμυνομένῳ κτεῖναι καὶ καθαρὸς ὁ τοῦτο δεδρακὼς νενόμισται· τὴν γυναῖκα δὲ ἂν ἀφαιρῆταί τις τὸν γεγαμηκότα, ἐκβαλὼν γράφου, φησί, καὶ τοῖς θεοῖς εὔχου δικαστηρίου τυχεῖν, κτεῖναι δὲ οὐκ ἔδωκεν.
[11] ὃ δὴ καὶ πολλὰς πεποιηκέναι μοιχείας ἡγούμενος νόμον ἐτίθουν, ὦ δικασταί, τοῖς ἔμπροσθεν μὲν παραλελειμμένον, σωφρονεῖν δὲ καὶ τὸν οὐχ οὕτω πεφυκότα ἀναγκάσοντα. οἱ μὲν οὖν ἐπιεικεῖς καὶ μέτριοι καὶ τῶν οὐ καλῶν ἐπιθυμιῶν κρείττονες ἐθαύμαζον, ἐπῄνουν, πάλαι τοῦτον, ἔφασαν, ἔδει κεῖσθαι τὸν νόμον· ὁ δὲ λαμπρὸς οὑτοσὶ καὶ μέγας καὶ τὰς τῶν πενήτων οἰκίας καταθέων εἰδὼς ἐφ' ἑαυτῷ πρώτῳ κεισόμενον τὸν νόμον ἠγανάκτει, διέβαλλεν, ἔτρεμεν, ἐμισθοῦτο ῥήτορας, ἐκράτει λόγοις τῶν δικαίων καὶ κεκωλυκὼς κύριον γενέσθαι τὸν νόμον παρακολουθῶν μοι μετὰ τῶν πολλῶν κολάκων κατεγέλα τωθάζων καὶ νομοθέτην καλῶν.
[12] Πάντων οὖν βοώντων ὡς αὑτὸν ἐξελέγχει μοιχεύοντα διὰ τῆς καλῆς κατηγορίας ἥκω μεθ' ὑμῶν αὐτὸν τιμωρησόμενος, ἂν ἄρα οἷός τε ὦ. ὁ δὲ δεινά φησι πάσχειν, εἰ μηδενὸς αὐτοῦ καταμαρτυροῦντος ἀπολεῖται. οὐδὲν γὰρ οἴεται τὴν πόλιν ἅπασαν εἶναι, δημαγωγούς, ῥήτορας, ἰδιώτας, φυλὰς τοσαύτας, πολίτας, μετοίκους, ξένους, ὧν ἁπάντων ἐν ταῖς ψυχαῖς κατεγνωσμένος περιέρχεται τὰ τούτῳ πραττόμενα καὶ εἰδότων ἀκριβῶς καὶ οὐ σιωπώντων. ἴστε δέ, ὦ δικασταί, πολλάκις μὲν εἴρηται, πολλάκις δ' ἀκηκόατε.
[13] τίνα οὖν ἄν τις μείζω μαρτυρίαν ἐν δικαστηρίῳ παράσχοιτο τοῦ καὶ τοὺς δικάζοντας πρὶν εἰσελθεῖν κατεψηφίσθαι τοῦ φεύγοντος; ὅταν οὖν τούτων οὕτως ἐχόντων ἐμὲ καλῇ συκοφάντην, καὶ ὑμᾶς μετ' ἐμοῦ καλεῖ καὶ πάντας ὅσοι τὴν πόλιν οἰκοῦσι καὶ μετὰ τούτων τῶν τοσούτων τὴν θεόν. θεὸν γὰρ τὴν Φήμην εἶναι παρὰ τῶν σοφωτάτων μεμαθήκαμεν ποιητῶν.
[14]
καὶ ταύτῃ πειθόμενοι τοὺς μὲν ἀμείνους, τοὺς δὲ χείρους ἡγούμεθα. καὶ ὁ μὲν προδότης, ὁ δὲ ἀνδροφόνος, ὁ δὲ τυμβωρύχος, ἕτερος ἕτερόν τι τῶν τοιούτων ἔδοξεν οὐχ ἑωρακότων μὲν ταῦτα τολμώμενα τῶν ταῦτα λεγόντων, τῇ φήμῃ δὲ ἀπιστεῖν οὐκ ἐχόντων, ἣν ἀνάγκη τὴν ἀρχὴν ἀπὸ τῶν πεπραγμένων λαμβάνειν. καὶ ταύτης γε τῆς θεοῦ τὰ μέγιστα ὁρῶ τὰς πόλεις ἀπολαυούσας, ἣ μηδὲ τὰ λίαν ἐν σκότῳ πραττόμενα λανθάνειν ἐᾷ πάντα εἰς φῶς ἄγουσα καὶ παραδιδοῦσα τοῖς ἀνθρώποις καὶ δηλοῦσα τοὺς πάντα μηχανωμένους.[15]
ἐμοὶ θεράποντας καὶ θεραπαίνας οὐκ ἔδωκεν ἡ Τύχη πράττουσα τὸ αὑτῆς, ἄλλοις γὰρ ἄλλα νέμει. νῦν μὲν οὖν οἰκέτας μάρτυρας καλεῖν οὐκ ἔχω, πῶς γὰρ τούς γε οὐκ ὄντας; καλῶ δὲ τὰς ὑμετέρας φωνὰς καὶ ἃ πέπυσθε τούτῳ πρὸς τὴν ἐμὴν πεπρᾶχθαι γυναῖκα τὴν δυστυχῆ, τὴν ὑπὸ τῆς τούτου περιουσίας κατενεχθεῖσαν.[16] οὐδὲ γὰρ αὖ τοῦτ' ἔστιν εἰπεῖν ὡς, εἰ καὶ σφόδρα ἤρα, πείθειν γε οὐκ ἂν ἴσχυεν ἀργυρίου σπανίζων. τίς γὰρ ὑμῶν οὐκ οἶδε τὸν τούτου πλοῦτον μέγαν, τὸ χρυσίον, τὰς συνοικίας, τὰ ἀνδράποδα, τὰ βοσκήματα, τὴν γῆν, τοὺς καθ' ἕκαστον μῆνα τόκους; ἀνὴρ δὲ ὁ αὐτὸς ἐρῶν τε καὶ πλουτῶν ταχέως ἂν παραστήσαιτο γυναικὸς γνώμην. οὐδὲν γὰρ οὕτω δεινὸν τρέψασθαι σωφροσύνην ὡς τὸ δύνασθαι προΐεσθαι. καὶ γὰρ ἂν τὴν πρώτην ἀποκρούσηται πεῖραν, ἕτερα ἦλθε πλείω καὶ πάλιν ἕτερα τοσαῦτα, καὶ ἡ καθ' ἡμέραν προσθήκη πρὸ τῆς νίκης οὐχ ἵσταται.
[17] τοῦτο, ὦ δικασταί, τοὺς προδότας ποιεῖ, τὸ μεγάλῃ τιμῇ τὰ πράγματα τοὺς πολεμίους ὠνεῖσθαι, τοῦτο πείθει τῶν πρὸς τὴν πατρίδα δικαίων ὀλιγωρεῖν, τοῦτο τὰς πολλὰς εἰργάσατο μοιχείας. καί τινα ἤδη καὶ ζῶσαν ἐν ἀφθόνοις ἡ τοῦ πλείονος ἐπιθυμία καθείλκυσεν. εἰ δὲ καὶ πλουτοῦσα γυνὴ τὸ πλέον ἐθαύμασε, τί θαυμαστὸν τὴν τοῦ πένητος παθεῖν τι πρὸς χρυσίον;
[18]
καὶ ταῦτα οὐ συγγνώμην ἔχων ἐκείνῃ λέγω,μὴ γὰρ ἔστω γυναικὶ μηδὲν τιμιώτερον ἀνδρός, ἀλλ' ὅτι λόγον εἶχε τὴν οὐκ εὐποροῦσαν ἐκπλαγῆναι πρὸς τὰ πεμπόμενα χρήματα καὶ δεξαμένην ὧν ἐδεῖτο ὧν ὁ διδοὺς ἔχρῃζεν ἀντιδοῦναι. λέγω δὲ ταῦτα οὐ κατὰ πάσης γυναικὸς πένητος, ἔστι γάρ, ἔστιν εἶναι καὶ πενομένην ἀνάλωτον, ἀλλ' ὅτι τῷ πλουτοῦντι βουλομένῳ τὰ τοιαῦτα ἀδικεῖν τὸ πολλὰ κεκτῆσθαι συμπράττειν πολλαχοῦ δύναται.[19] Ὄντων τοίνυν καὶ τούτων οὐ μικρῶν τεκμηρίων τοῦ τοῦτον ἃ δοκεῖ πεποιηκέναι πολὺ μεῖζόν ἐστι τὸ ῥηθησόμενον. εἰ γὰρ αὖ μὴ μοιχὸς οὗτος ἦν, ὦ δικασταί, τί τῷ νόμῳ τῷ φύλακι τῶν γάμων ἐμάχετο; μᾶλλον δέ, εἰ μὴ μοιχὸς ἦν οὗτος, φθάσας ἂν ἐμὲ τοῦτον αὐτὸς ἐτίθει τὸν νόμον τούτῳ πρὸς τὴν φήμην ἀνταγωνιζόμενος καὶ φανερὸν ἅπασι ποιῶν ὅτι ἐγὼ μέντοι ὁ πονηρὸς καὶ κακῶς ἀκούων καὶ τῶν πολιτῶν τοὺς γεγαμηκότας ἀδικῶν τοιαῦτα ἐπὶ τοῖς μοιχοῖς νομοθετῶ. τίς οὐκ ἂν ἐπῄνεσεν, ὦ δικασταί, τότε; τίς οὐκ ἂν ἠγάπησε; τίς οὐκ ἂν κατηράσατο τοῖς τολμῶσί τι ἀντιλέγειν; τίς οὐκ ἂν ἐθαύμασε τὸν λόγον;
[20] ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ τοιοῦτόν τι ποιεῖν ὥστε καὶ τὸν νομοθετοῦντα ἐμὲ πολέμιον ἡγεῖτο κεκραγώς, ἀπειλῶν, συνάγων κατὰ τῶν γραμμάτων τοὺς οὐ καλῶς τῷ λέγειν χρωμένους. ὅτ' οὖν ταῦτα ἐποίεις, τότε ἐμαρτύρεις μοιχεύειν. τί γὰρ ἔδει τὸν οὐδὲν ἑαυτῷ συνειδότα τοιοῦτον δεδοικέναι τὴν τιμωρίαν;
[21] εἰ δὲ κατὰ τῶν ἱεροσύλων ἐτίθην νόμον, σὺ δὲ ἠγανάκτεις, οὐκ ἂν ἦν ὁμολογία τοῦτο τοῦ τὰ τῶν θεῶν ὑφῃρῆσθαι; εἰ δὲ κατὰ τῶν τὰ κοινὰ κλεπτόντων, σὺ δὲ ἤχθου, οὐκ ἂν ἐν τοῖς κεκλοφόσιν ἦσθα; εἰ δὲ κατὰ τῶν προδιδόντων, σὺ δ' ἠναντιοῦ τῷ νόμῳ, οὐκ ἂν δῆλον ἐποίεις ὡς ἔξω βλέπεις; οὐκοῦν καὶ νῦν τῷ τοῖς κατὰ τῶν μοιχῶν γραφομένοις ἀντιτετάχθαι τὸ κατὰ σαυτοῦ ταῦτα γεγράφθαι ὁμολογεῖς; δεινὸν δέ, εἰ τὸ μὲν τοῖς μοιχοῖς πολεμεῖν σωφροσύνης εἶναι σημεῖον, τὸ δὲ βοηθεῖν μὴ τοῦ μοιχεύειν δόξει τεκμήριον.
[22] Οἶδα τοίνυν ὅτι τὴν μὲν φήμην φθονούντων ἔργον εἶναι φήσει. φθονεῖσθαι γάρ ἐστιν εἰκὸς τοὺς εὐποροῦντας ὑπὸ τῶν πενομένων. δεῖ γὰρ ἡμᾶς, ὡς ἔοικεν, ὦ δικασταί, μὴ τἄλλα μόνον, ἀλλὰ κἀν τοῖς δικαστηρίοις ὑβρίζεσθαι. τί γὰρ ἄν τις μεῖζον ἀκούσαι κακὸν ἢ εἰ τοῖς ἑτέρων τις αὐτὸν ἀγαθοῖς ἀποπνίγεσθαι λέγοι; ἡμεῖς δὲ ἡμῖν μὲν αὐτοῖς καὶ παισὶ τἀγαθὰ παρὰ τῶν θεῶν αἰτοῦμεν, συμφορὰν δὲ ἡμετέραν τὴν ἑτέρων εὐτυχίαν οὐδέποτε ἐκρίναμεν.
[23] ἡδέως δ' ἄν σε ἐροίμην, εἰ μόνῳ σοὶ χρήματά ἐστι πολλὰ τῶν ἐν τῇ πόλει. ἀλλὰ μήποτε οὕτω πράξαιμεν κακῶς ὥσθ' ἕνα μόνον οἶκον εὖ πράττειν ἐν αὐτῇ. πῶς οὖν, ὦ σοφώτατε, μετὰ πολλῶν εὐπορῶν μόνος φθονεῖσθαι λέγεις; εἰ γὰρ δὴ φύσει τοῦτο τοιοῦτον ἦν, πάντας ἔδει τοὺς εὐπόρους πολλὰ καὶ δεινὰ παρὰ τούτων ἀκούειν, εἴπερ ἀνάγκη φθονεῖσθαι μὲν διὰ τὸ πλουτεῖν, τοὺς δὲ φθονουμένους τοιαῦτα συκοφαντεῖσθαι. ἀλλ' ὁρᾷς ὅτι καὶ τοὺς ἄλλους φιλοῦμεν καὶ θαυμάζομεν καὶ συγχαίρομεν εὐποροῦσι καὶ συνευχόμεθα τὰ ὄντα σφίσιν ἐπιδοῦναι καὶ κοινοὺς γονέας ὀνομάζομεν τοῦ πλήθους. καὶ οὐδεὶς οὐδένα μοιχεύειν φησί. διὰ τί; διότι οὐδὲ μοιχεύει.
[24] καὶ σὺ τοίνυν, εἰ σωφρονεῖν ἐβούλου, τῶν αὐτῶν ἐτύγχανες ἄν. νῦν δὲ οὐ τὸ πλουτεῖν, τὸ δὲ ἀδικεῖν τὴν φήμην ταύτην ἐποίησεν, ἐπεί, εἰ μῖσος ἦν ὑπὸ φθόνου περὶ σὲ γεγενημένον καὶ ὅπως ἀπόλῃ, ταῦτα ἐλέγετο, ἦν ἂν ἕτερα καὶ μείζω τούτων καὶ πολὺ δεινότερα πᾶσαν ἐκπολεμῶσαί σοι δυνάμενα τὴν πόλιν. τίνα ταῦτα; νεώτερά σε βουλεύειν ᾐτιῶντο ἂν καὶ τὴν ἰσηγορίαν δυσχεραίνειν καὶ μείζονα τῶν πολλῶν ἀξιοῦν εἶναι καὶ ζητεῖν ἀντὶ τῶν νόμων γενέσθαι. καὶ οὐκ ἂν ἦν ἀπίθανος ὁ λόγος πάντων ὅσοι δὴ πώποτε δημοκρατίας κατέλυσαν μετὰ πλούτου τοῦτο πεποιηκότων.
[25] νῦν δὲ πολλήν μοι λέγεις τῶν φθονούντων μωρίαν, εἰ βουλόμενοί σε ποιῆσαι κακῶς μὴ μειζόνως ἐποίουν. τότε μὲν γὰρ ὅλην ἄν σοι τὴν πόλιν ἐπῆγον, νῦν δ' οὐ τοσούτους ἐπὶ σὲ τῶν πολιτῶν ἐκίνουν. οὐ γὰρ ἴσον εἰς ὀργὴν δουλείας φόβος καὶ γυναικὸς ὕβρις. διὰ τί οὖν ἐκεῖνο ἀφέντες τοῦτο λέγουσιν; ὅτι τὸ μὲν οὔπω διανενόησαι, τὸ δὲ εἴργασαι. εἶθ' ὥσπερ ὑπὲρ τῶν καλούντων σε μοιχὸν δεδιὼς μὴ ψευδῆ δόξαιεν λέγειν, ἦλθες νόμου κατηγορήσων οὐκ ἐῶντος μοιχεύειν δεικνὺς ὡς ἔργα τὸν νόμον ἐποίησε.
[26] Καὶ τίνα, φησί, παρέβαινον ἐν τῷ κατηγορεῖν νόμον; καὶ τί δέ; οὐκ ἐξῆν μοι κατηγορεῖν; ἢ τῶν ἀτίμων εἰμί τις; σὺ δὲ οὐκ εἶ μὲν ἄτιμος, ἦσθα δὲ ἂν εἰκότως παῖδας ἑτέρων ἀτίμους πεποιηκώς, οὐδ' αὖ μὴ μετέχων τῆς περὶ ταῦτα ἐξουσίας ἐγράφου, μετεῖχες γάρ. κρίνεται δὲ οὐ τοῦτο τήμερον, εἴτ' ἐξὸν εἴτ' οὐκ ἐξὸν ἐγράφου, ἀλλ' εἰ μὴ τῷ γράψασθαι σαυτοῦ καταμεμαρτύρηκας, ἐπεὶ καὶ βαδίζειν διὰ τῶν στενωπῶν ἔξεστι καὶ βαδίζοντα ἄνω βλέπειν, ἀλλ' ἐὰν πολλάκις διὰ ταὐτοῦ βαδίζῃς οὐκ ἀγούσης ἀνάγκης καὶ βλέπῃς ἄνω πολλάκις γυναῖκα νέαν καὶ καλὴν οὐδέν σοι προσήκουσαν περισκοπῶν, ποιεῖς μὲν ἃ μὴ κεκώλυται νόμῳ, ποιῶν δὲ ἐφ' ὅτῳ ταῦτα ποιεῖς δεικνύεις.
[27] οὕτω δὴ καὶ νῦν τοῦ γεγράφθαι μὲν οὐκ ἀπαιτοῦμεν δίκην οὐδὲ τοῦτ' ἔστι τὸ ἔγκλημα, τὸ γεγράφθαι δὲ σημεῖον ὧν ἐγκαλοῦμεν ἀξιόπιστον εὑρίσκομεν, καὶ τὸν ἀπὸ τοῦ καταληφθῆναι θάνατον ἀνελὼν τῷ παρὰ τῆς ψήφου σαυτὸν ὑποτέθεικας. οὐ γὰρ ἔτ' ἂν ἔχοις ἅ γε ὡμολόγηκας ἀρνεῖσθαι. τοῦ νόμου γὰρ ὁ μῶμος τὴν τῆς μοιχείας ὁμολογίαν ἔχει.
[28] Ἀλλ' οὐ διὰ τοῦτο, φησίν, ἐγραψάμην, ὁρῶν δὲ αὐτὸν οὔτε δίκαια οὔτε συμφέροντα λέγοντα. πῶς οὐ δίκαια, πρὸς Διός; οὐ δίκαιον τοῦ γήμαντος ἣν ἠγάγετο εἶναι; οὐ δίκαιον τῇ πόλει γνησίους τίκτεσθαι παῖδας; τί δ' οὐχὶ καὶ συμφέρον τὰς γονὰς τοῖς πατράσιν ἀνυπόπτους εἶναι; οὕτω γοῦν μετ' εὐνοίας πλείονος καὶ στρατεύοιντ' ἄν.
[29] ἀλλὰ τὸ ἄκριτον κτείνειν οὐ δίκαιον. καὶ τί δεῖ κρίσεως, ὅταν ἐπὶ τῆς εὐνῆς τῆς ἐμαυτοῦ σε λάβω; τί δεῖ φαινομένου τοῦ κακοῦ λαγχάνειν δίκην; ἂν δ' ὁ παρελθὼν εἰς ἀλλοτρίαν οἰκίαν καὶ συμπεπλεγμένος ἀλλοτρίᾳ γυναικὶ καὶ ἀντὶ τοῦ γήμαντος συγκατακείμενος μὴ σφάττηται εὐθὺς ἐπὶ τῆς κλίνης ἐν ᾗ ταῦτα ὑβρίκει, ἀλλ' εἰς δικαστήριον καλῆται καὶ νόμους μεμελετηκὼς εἰσίῃ καὶ τοὺς ἐξαιτησομένους εἰσάγῃ καὶ ὁ τὰ τοιαῦτα πεπονθὼς ξίφους ὄντος καὶ πικρᾶς οὕτω μίξεως ὁρωμένης ἀνέχηται καὶ προπέμπῃ τὸν μοιχὸν ὥσπερ εὐεργέτην μέχρι θυρῶν, ταῦτα, ὦ πλούσιε, δίκαια; τὸ δὲ χρήσασθαι θυμῷ καλῷ πρὸς φόνον οὐ δίκαιον, ἀλλὰ τὸ τῆς ὑστεραίας ἀνέχεσθαι τῶν παραμυθουμένων καὶ φοβούντων καὶ λεγόντων [καὶ] σὺ δὲ οἴσεις τὸν πλούσιον; οὐ γὰρ κακόν τι προσλαβὼν ἕτερον ἄπει;
[30] Πῶς οὖν, ἐρεῖς, εἴπερ δίκαιον τοῦτ' ἦν, οὐκ ἦν ἐν τοῖς παλαιοῖς νόμοις; πόσα δὲ καὶ ἄλλα τῶν νυνὶ δικαίων οὐκ ἦν ἐν τοῖς παλαιοῖς νόμοις, ἃ προϊὼν ὁ χρόνος εὗρεν. οὐ καθ' ἕκαστον ὡς εἰπεῖν μῆνα νόμους ὁρᾷς τοὺς μὲν λυομένους, τοὺς δὲ γραφομένους τῶν πραγμάτων αὐτῶν τὰ τοιαῦτα εἰσηγουμένων, ὅτι βέλτιον τοῦτ' ἀντ' ἐκείνου κρατεῖν; εἰ γὰρ καὶ πάνυ θαυμάσιοι τὴν φύσιν οἱ πάλαι τεθεικότες τοὺς νόμους, ἀλλ' ἄνθρωποί γε, διαφυγεῖν δέ τι τῶν δεόντων ἀνθρώπου διάνοιαν οὐδὲν θαυμαστόν.
[31] ὁ μὲν οὖν νόμος τοῦ νόμου βελτίων καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἅπασιν ἤρεσκε, σὲ δὲ ἐλύπει μόνον καὶ διὰ τοῦτο ἠγανάκτεις. καίτοι πονηρός γε ὢν πάντας ἂν εἶχεν ἀγανακτοῦντας. ἀλλ' οὐ τὰ σὰ νοσοῦσι. διόπερ οὐδ' ἐδεδοίκεσαν. τὴν τοίνυν τῶν ἄλλων σιωπὴν μᾶλλον ἄν τις ποιήσαιτο σημεῖον τοῦ λυσιτελεῖν τὸν νόμον ἢ τὸν τούτου φόβον τοῦ μὴ συμφέρειν.
[32] Καὶ μὴν ἐνίκων, φησίν. ἀλλὰ κακῶς. πόσοι δὲ πρὸ σοῦ πλούσιοι νενικήκασι κακῶς. ἠσέβησαν οὖν οἱ δικάσαντες; οὐ μὰ Δία, ἀλλ' ἐξηπατήθησαν. ἔστι δὲ οὐκ ἴσον ἑκόντα προέσθαι τὸ δίκαιον ἢ παρακρουσθῆναι. τὸ μὲν γάρ ἐστι τῆς τοῦ χαριζομένου κακίας, τὸ δὲ τῆς τῶν τἀληθῆ διαστρεφόντων τέχνης. μέμψαιτο δ' ἂν οὐδεὶς ἀντὶ τοῦ δράσαντος τὸν πεπονθότα. οὐδὲ γὰρ ὁ κῆρυξ τούτους ἀφιεὶς ἐκείνοις καταρᾶται. μὴ τοίνυν με διάβαλλε πρὸς ἐκείνους τοὺς δικαστὰς οἳ μετ' ἐμοῦ παρὰ τῆς σῆς ἠδίκηνται ῥώμης ᾗ πολλῇ πανταχοῦ κέχρησαι, ἐπ' ἀγορᾶς, ἐν βουλευτηρίῳ, ἐν ἐκκλησίαις, ἐν δικαστηρίοις. οὐκοῦν ἐκράτεις μὲν οὐ δικαίως, νόμον δὲ καλῶς ἔχοντα καὶ βοηθοῦντα τοῖς γεγαμηκόσιν ἔδεισας, τῷ δέει δὲ τὸ μοιχεύειν ὡμολόγησας.
[33] Τὴν δ' ἀπὸ τοῦ γράψασθαι, φησίν, ὑποψίαν ἔδεισα ἴσως. ἀλλ' ἦν μεῖζον ἐν τῷ μὴ γράψασθαι τὸ δέος. τὸ μὲν γὰρ εἶχε φόνον, τὸ δὲ κρίσιν. καὶ πρὸς μὲν τοῦτο τῶν λόγων οὐκ ἀπορήσειν ‹ἔμελλεν›, πρὸς ἐκεῖνο δὲ ἕξειν οὐδέν. ἡγήσατ' οὖν ἀσφαλεστέραν τῆς πρὸς τὸ σιδήριον τὴν πρὸς τὰ τεκμήρια μάχην.
[34] Χωρὶς δὲ τούτων πολλὰ καὶ θεῶν ὀργῇ ποιοῦσιν ἄνθρωποι, δι' ὧν αὐτοὶ σφῶν αὐτῶν ἀναφαίνονται κατήγοροι καὶ τοὺς κρίνοντας αὐτοὺς αἷς παρέχουσιν ἐπισπῶνται λαβαῖς. καὶ νῦν πλείους ἐκεῖνοι τῆς τούτου κακίας ποιοῦντες τὰς ἀποδείξεις δεύτερα τοῖς προτέροις σημεῖα προσέθηκαν.
[35] τί δ', εἰ τὴν μὲν ἐκ τῆς ὑποψίας αἰσχύνην ᾔδει ῥᾳδίως πολὺν ἤδη χρόνον ἐν αὐτῇ βεβιωκώς, τὸν δὲ κρινοῦντα αὐτὸν οὐκ ἐνόμιζεν ἔσεσθαι διὰ τὸν πλοῦτον καὶ τὴν ὑπερηφανίαν καὶ τὰς πανταχοῦ τραγῳδουμένας χορηγίας; ἀπὸ τῆς αὐτῆς τοίνυν αἰτίας αὐτὸς ἐδίωκεν, ἀλλ' οὐ δι' ἑτέρου τοῦτο ἔπραττε. τῶν μὲν γὰρ βελτίστων οὐδένα ἂν ἔπειθε, κόλαξ δὲ οὐκ ἂν εἶχεν ἐπεισάγειν τοῖς περὶ τοῦ νόμου λόγοις αὑτοῦ τε καὶ προγόνων λειτουργίας.
[36] Καὶ πόσῳ, φησί, βέλτιον θηράσαντα ἕλκειν, ἀλλὰ μὴ διώκειν ἀπὸ σημείων. ὅτι χαλεπὸν τῷ πένητι τὰς ὑπὲρ τῆς τροφῆς ἀφέντα φροντίδας μοιχὸν φυλάττειν καθήμενον. ἔπειθ' ὑπὲρ μὲν τοῦ κτεῖναι λαβὼν πᾶν ἂν ὑπομεῖναί μοι δοκῶ, κρίνειν δὲ καὶ τότε μέλλων τί μὴ τοῦτ' ἤδη ποιῶ; τίνα τῶν τεκμηρίων κατεγνωκὼς ἀσθένειαν; οὐ μυρίους ἴσμεν ὑπὸ τούτων ἁλόντας; δότω δὴ καὶ αὐτὸς δίκην ὑπὸ πολλῶν καὶ λίαν ἐναργῶν ἐξεληλεγμένος.
[37] ὑπὲρ ὧν ἐπίστασθε, ὦ δικασταί, ψηφιεῖσθε τήμερον. ἃ πέπραχε πολλάκις μὲν εἰρήκατε, πολλάκις δὲ ἀκηκόατε. περὶ ὧν τοῖς ἀπιστοῦσιν ὀμωμόκατε. ὑμεῖς τοῦτον ὁρῶντες ἠγανακτεῖτε καὶ προσιόντος ἀπεφεύγετε. πολλάκις ὑμεῖς τοῦτον ἀπὸ τῆς πράξεως ὠνομάζετε μᾶλλον ἢ οὗπερ ὁ πατὴρ ὀνόματος ἔθετο. καὶ τὸν μοιχὸν εἰπών τις τοῦτον ἂν εὐθὺς ἐδήλωσε.
[38] καὶ τῆς ἐμαυτοῦ με συμφορᾶς ἀναισθήτως ἔχοντα ᾐτιᾶσθε· οὐκ ὦτα ἔστι τούτῳ τῷ ταλαιπώρῳ; οὐκ ὀφθαλμοί; οὐ συγγενεῖς; οὐ φίλοι; οὐκ οἶδεν οὐδέν; οὐκ ἀκήκοεν οὐδέν; πότε διδάξει τὸν πλούσιον εἰς δικαστήριον εἰσελθὼν ὡς τῆς ἡδονῆς ταύτης οἱ καρποὶ πικροί; καὶ ἐπειδὴ βραδέως ᾐσθόμην ὡς οὐκ ἔτ' ἔχω τὸ γύναιον, πολλοὶ τῶν γεγαμηκότων ἐδέοντό μου προσιόντες, ὅπως ἐκκόψαιμι τὸν λυμεῶνα τοῦτον, καὶ δοίης, φασί, περὶ τῶν γυναικῶν θαρρεῖν.
[39] Ἥκω δὴ τοῦτο δράσων καὶ βοηθήσων ὑμῖν, οὐ γὰρ ἐμαυτῷ γε. τὸ γὰρ ἐμὸν ἀνίατον, ὑμέτερον δ' ἂν εἴη τὸ κέρδος τῶν οὔπω τοιαῦτα θρηνούντων. κοινὴν μὲν οὖν ἁπάντων δίκαιον εἶναι τὴν σπουδήν, διαφερόντως δ' ἂν οἱ πενόμενοι φροντίζοιεν ὧν οὗτος μεμάθηκε καταφρονεῖν καὶ καθ' ὧν χρῆσθαι τῇ μελέτῃ. εἰ γάρ, ὃ μὴ γένοιτο, ἀποφύγοι καὶ τοῦτο αὐτῷ δοίητε, τίς ἔσται λαβὼν ἐξουσίαν ὃς φοβούσης τῆς ψήφου τοιαῦτα ἔδρα;
[40] οὐκ ἐμοὶ μόνον γύναιον ἔστιν, ὦ δικασταί, καλόν, ἀλλ' ἴσως καὶ ὑμῶν τισιν. οὗτος μὲν γὰρ ἀκριβῶς οἶδεν, ὅσοις, ἐγὼ δὲ οἶμαι, τισί. δείσατε τοίνυν ὅσοις ἔστι, μᾶλλον δὲ ἁπλῶς ἅπαντες οἷς εἰσὶ γυναῖκες, δείσατε. ὡς τοῖς γε ἐπὶ τοῦτο ἐνεχθεῖσιν ἀκούω τέρψιν αὐτὸ τὸ μοιχεύειν ἔχειν, κἂν μὴ κάλλους ἀπολαύειν ᾖ.
[41] Εἰ δὲ δὴ καὶ θεῶν τις ὑμῖν ἠγγυᾶτο μὴ προσάψεσθαι τοῦτον, ὦ δικασταί, τῶν ὑμετέρων οἰκιῶν, οὐκ ἂν εἰκότως ἐμὲ καὶ οὕτως ἠλεεῖτε, ᾧ παῖδες εἰσί τε καὶ οὐκ εἰσί; ποτὲ μὲν γὰρ εἶναι δοκοῦσιν ἐμοί, ποτὲ δὲ οὐκ ἐμοί. καὶ κάθημαι βουλευόμενος· ἐκβαλῶ τῆς οἰκίας ὡς οὐκ ἐμούς; ἀλλὰ θρέψω καὶ σπέρμα ἐμαυτοῦ νομίσω;
[42] εἰ δὲ καὶ λίαν τοῦθ' οὕτως ἔχει, θῶμεν γάρ, ὦ δικασταί, τίς τῶν ὀνειδῶν αὐτοὺς ῥύσεται; τίς ἀνέξεται μετὰ παρρησίας πολιτευομένων; τίς οὐκ ἐπιστομιεῖ; τίς οὐκ ἀφέλξει τοῦ βήματος; τοὺς δὲ οὐδὲ ἐξ οὗ γεγόνασιν εἰδότας λέγειν τολμᾶν καὶ δημηγορεῖν; οὐκοῦν ἀνάγκη συγκαλυψαμένους ἀποτρέχειν;
[43] καὶ τί λέγω τοὺς παῖδας; οὐ γὰρ καὶ αὐτὸς ἀπολώλεκα τὴν φωνήν; εἰ γάρ ποτε παρελθὼν εἴποιμί τι τῇ πόλει μὲν συμφέρον, λυπηρὸν δὲ ἐνίοις, εὐθύς τις ἐπαναστὰς ἐρεῖ· καλῶς γε ἡμῖν οὗτος φυλάξει τὴν πολιτείαν, καὶ γὰρ τὴν οἰκίαν τὴν αὑτοῦ. τῇ δὲ τῆς γυναικὸς συγγενείᾳ μετέσται χώρας τινὸς βελτίονος; πόθεν;
[44] Ὁρᾶθ' ὁπόσων ἀτιμίαν εἷς ἀνὴρ κατέχεε. διὰ τί, γενναῖε καὶ πλούσιε; τίνος ταύτην ἀδικήματος ἐπράξω δίκην; χρυσίον σε ἀφειλόμην; ἀλλ' ἀργύριον; ἀλλ' ἐσθῆτα; ἀλλ' ἐγγὺς τῶν σῶν ἀγρῶν χωρίον πριάμενος ἀπετεμόμην τῆς γῆς; οὐδὲν τούτων εἴποις ἂν τῶν γε οὐ πεπραγμένων.
[45] διὰ τί οὖν ὃ μόνον ἦν μοι κτῆμα, γυνὴ γὰρ πένητι κτῆμα μόνον, τοῦτο ὑφελόμενος ἔχεις; κάλλους ἐπεθύμεις; εἶτα ἐν ταῖς ἑταίραις τοῦτο οὐκ ἐνῆν; ἀλλ', οἶμαι, ταύταις μὲν χρώμενος οὐδένα ἂν ὕβριζες οὐδὲ ἠδίκεις οὐδὲ ἐποίεις ἄθλιον, ἡδονὴ δὲ ἦν σοι τὸ ταῦτα δύνασθαι. διὰ τοῦτο τὰς μὲν ὑπερέβης, ἐμοὶ δὲ ἐπέθου. εἶτ' οὐ καταψηφιεῖσθε τούτου τοῦ τὰ τοιαῦτα τρυφῶντος, ἀλλ' ἀνέξεσθε χορηγίας λέγοντος καὶ τριηραρχίας καὶ ὡς ἡμεῖς ἐνταῦθα οἱ πένητες οὐδαμοῦ;
[46] ἀλλ' οὐκ ἄξιον, ὦ δικασταί, τῶν τοιούτων ἀναλωμάτων τοιούτους ἀπαιτεῖν τοὺς μισθούς. οὔτε γὰρ ἔννομον οὔτ' ἀνεκτόν. ἀρκείτω γὰρ αὐτοῖς, ἂν ταῦτα καλῶς καὶ προθύμως ποιῶσιν, ἐπαινεθῆναι, μοιχείας δὲ ἐξουσίαν μηδεὶς ἐν δημοκρατουμένῃ πόλει ζητείτω. εἰ γὰρ οὐδὲ τοῖς ἀριστεύουσι, παρ' ὧν ἡ σωτηρία τῇ πόλει, τοῦτο δώσομεν, πῶς οἱ μικρὰ ἀπὸ πολλῶν εἰσφέροντες λάβωσιν;
[47] ἡμεῖς ἀπὸ χρημάτων μὲν οὐδὲν ὠφελεῖν τὴν ἐνεγκοῦσαν ὁμολογοῦμεν, οὐ γὰρ ἔστιν ἡμῖν οὐδ' ἐποίησεν ἡμᾶς τῶν εὐπόρων ἡ Τύχη, ἃ δ' ἂν ἀπ' ἀνδρῶν εὔνων τε ὑμῖν καὶ προθύμων γένοιτο πάντα πεπλήρωται καὶ οὐκ ἂν ἐλέγξαις ἡμᾶς ἐν ταῖς τοιαύταις εἰσφοραῖς κακοὺς ἢ βραδεῖς.
[48] θαυμάζω δὲ εἰ μηδὲ τούτους οὓς εἰσήγαγες ὑπὲρ σοῦ δεησομένους αἰσχύνῃ, οἳ οὐκ ἐλάττω σου περὶ ταῦτα ἀνηλωκότες ἔχοντες αὑτῶν εἰπεῖν πολλὰς μὲν ἐπιδόσεις, πολλὰς δὲ λειτουργίας ὅμως ἐπίστανται σωφρονεῖν, ἐπεὶ καὶ νῦν ἄκοντές μοι δεῦρο εἰσεληλυθέναι δοκοῦσι κατεγνωκότες μὲν τῶν τούτῳ τετολμημένων καὶ εἰδότες ὡς διὰ τοῦτον τὸ πλουτεῖν διαβέβληται, ταῖς πολλαῖς δὲ ἱκεσίαις αὐτοῦ καὶ τοῖς δάκρυσιν ἠναγκασμένοι. οἷς πολλὰ ἀγαθὰ γένοιτο καλῶς τοῖς οὖσι χρωμένοις.
[49] Ἀλλ' οὐχὶ σὺ τοιοῦτος, ὦ κατὰ τῶν πενήτων πλουτῶν, ἀλλ' οἴει δεῖν ἃ τοῖς τυράννοις, ταῦτα ἐξεῖναι σοὶ μενόντων ἤδη τῶν νόμων. ἀλλ' οἵδε σε ἀπάξουσι τήμερον ὡς ἐμὲ καὶ οὐ γένοιο ἂν δυνατώτερος τῶν δικαστηρίων ἐν τούτῳ. τεθνεῶτος δὲ σοῦ τάχ' ἂν ὑπάρξειε καὶ τῷ νόμῳ τεθῆναι τῆς σῆς ἀπηλλαγμένῳ δυναστείας.