3108 195 0 2 0 0 III d. C. Philosophia Porphyrius Περὶ ἀγαλμάτων Bidez, J., Leipzig, Teubner, 1913 Rist. 1964, Hildesheim, Olms 0

Porphyrius - Περὶ ἀγαλμάτων

   "Φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε, βέβηλοι" σοφίας θεολόγου νοήματα δεικνύς, οἷς τὸν θεὸν καὶ τοῦ θεοῦ τὰς δυνάμεις διὰ εἰκόνων συμφύλων αἰσθήσει ἐμήνυσαν ἄνδρες τὰ ἀφανῆ φανεροῖς ἀποτυπώσαντες πλάσμασι, τοῖς καθάπερ ἐκ βίβλων τῶν ἀγαλμάτων ἀναλέγειν τὰ περὶ θεῶν μεμαθηκόσι γράμματα. Θαυμαστὸν δὲ οὐδὲν ξύλα καὶ λίθους ἡγεῖσθαι τὰ ξόανα τοὺς ἀμαθεστάτους, καθὰ δὴ καὶ τῶν γραμμάτων οἱ ἀνόητοι λίθους μὲν ὁρῶσι τὰς στήλας, ξίλα δὲ τὰς δέλτους, ἐξυφασμένην δὲ πάπυρον τὰς βίβλους.

[2]    Φωτοειδοῦς δὲ ὄντος τοῦ θείου καὶ ἐν πυρὸς αἰθερίου περιχύσει διάγοντος, ἀφανοῦς τε τυγχάνοντος αἰσθήσει περὶ θνητὸν βίον ἀσχόλῳ, διὰ μὲν τῆς διαυγοῦς ὕλης, οἷον κρυστάλλου ἢ Παρίου λίθου ἢ καὶ ἐλέφαντος, εἰς τὴν τοῦ φωτὸς αὐτοῦ ἔννοιαν ἐνῆγον· διὰ δὲ τῆς τοῦ χρυσοῦ, εἰς τὴν τοῦ πυρὸς διανόησιν καὶ τὸ ἀμίαντον αὐτοῦ, ὅτι χρυσὸς οὐ μιαίνεται. Πολλοὶ δὲ αὖ καὶ μέλανι λίθῳ τὸ ἀφανὲς αὐτοῦ τῆς οὐσίας ἐδήλωσαν. Καὶ ἀνθρωποειδεῖς μὲν ἀπετύπουν τοὺς θεούς, ὅτι λογικὸν τὸ θεῖον, καλοὺς δέ, ὅτι κάλλος ἐν ἐκείνοις ἀκήρατον· διαφόροις δὲ σχήμασι καὶ ἡλικίαις, καθέδραις τε καὶ στάσεσι καὶ ἀμφιάσεσι, καὶ τοὺς μὲν ἄρρενας, τὰς δὲ θηλείας, καὶ παρθένους καὶ ἐφήβους ἢ γάμου πεῖραν εἰληφότας, εἰς παράστασιν αὐτῶν τῆς διαφορᾶς. Ὅθεν πᾶν τὸ λευκὸν τοῖς οὐρανίοις θεοῖς ἀπένειμαν· σφαῖράν τε καὶ τὰ σφαιρικὰ πάντα, ἰδίως τε κόσμῳ καὶ ἡλίῳ καὶ σελήνῃ, ἔσθ' ὅπου δὲ καὶ τύχῃ καὶ ἐλπίδι· κύκλον δὲ καὶ τὰ κυκλικὰ αἰῶνι καὶ τῇ κατὰ τὸν οὐρανὸν κινήσει, ταῖς τε ἐν αὐτῷ ζώναις καὶ τοῖς κύκλοις· κύκλων δὲ τμήματα τοῖς σχηματισμοῖς τῆς σελήνης· πυραμίδας δὲ καὶ ὀβελίσκους τῇ πυρὸς οὐσίᾳ καὶ διὰ τοῦτο τοῖς Ὀλυμπίοις θεοῖς· ὥσπερ αὖ κῶνον μὲν ἡλίῳ, γῇ δὲ κύλινδρον, σπορᾷ δὲ καὶ γενέσει φάλητα καὶ τὸ τρίγωνον σχῆμα διὰ τὸ μόριον τῆς θηλείας.

[3]    Ὅρα δὲ τὴν τῶν Ἑλλήνων σοφίαν οὑτωσὶ διασκοπούμενος. Τὸν γὰρ Δία τὸν νοῦν τοῦ κόσμου ὑπολαμβάνοντες, ὃς τὰ ἐν αὐτῷ ἐδημιούργησεν ἔχων τὸν κόσμον, ἐν μὲν ταῖς θεολογίαις ταύτῃ περὶ αὐτοῦ παραδεδώκασιν οἱ τὰ Ὀρφέως εἰπόντες·

   Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος,

   Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ' ἐκ πάντα τέτυκται.

   Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄμβροτος ἔπλετο νύμφη.

   Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος,

   Ζεὺς βασιλεὺς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος.

Ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων, ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ ἦμαρ, καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής· πάντα γὰρ ἐν Ζηνὸς μεγάλῳ τάδε σώματι κεῖται.

Τοῦ δή τοι κεφαλὴ μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται, ταύρεα δ' ἀμφοτέρωθε δύο χρύσεια κέρατα, ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων, ὄμματα δ' ἠέλιός τε καὶ ἀντιόωσα σελήνη.

Νοῦς δέ ‹οἱ› ἀψευδής, βασιλήϊος, ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κλύει καὶ φράζεται· οὐδέ τίς ἐστιν αὐδή, οὐδ' ἐνοπή, οὐδὲ κτύπος, οὐδὲ μὲν ὄσσα ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος. Ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα.

Σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον, ἄτρομον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται· ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης· πτέρυγες δέ οἱ ἐξεφύοντο τῇς ἐπὶ πάντα ποτᾶθ'· ἱερὴ δέ οἱ ἔπλετο νηδύς γαῖά τε παμμήτωρ ὀρέων τ' αἰπεινὰ κάρηνα· μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθε ῥίζαι τάρταρα τ' εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης. Πάντα δ' ἀποκρύψας αὖθις φάος ἐς πολυγηθές μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι, θέσκελα ῥέζων.

   Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων, καὶ θεὸς ἐκ θεῶν· Ζεὺς δὲ καθὸ νοῦς ἀφ' οὗ προφέρει πάντα καὶ δημιουργεῖ τοῖς νοήμασι.

   Τῶν δὴ θεολόγων τὰ περὶ τοῦ θεοῦ τοῦτον ἐξηγησαμένων τὸν τρόπον, εἰκόνα μὲν τοιαύτην δημιουργεῖν οἵαν ὁ λόγος ἐμήνυσεν, οὔθ' οἷόν τε ἦν, οὔτ' εἴ τις ἐπενόησε, τὸ ζωτικὸν καὶ νοερὸν καὶ προνοητικὸν διὰ τῆς σφαίρας ἐδείκνυεν. Ἀνθρωπόμορφον δὲ τοῦ Διὸς τὸ δείκηλον πεποιήκασιν, ὅτι νοῦς ἦν καθ' ὃν ἐδημιούργει, καὶ λόγοις σπερματικοῖς ἀπετέλει τὰ πάντα. Κάθηται δέ, τὸ ἑδραῖον τῆς δυνάμεως αἰνιττόμενος· γυμνὰ δὲ ἔχει τὰ ἄνω, ὅτι φανὸς ἐν τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσίν ἐστι· σκέπεται δὲ αὐτῷ τὰ πρόσθια, ὅτι ἀφανὴς τοῖς κάτω κεκρυμμένοις. Ἔχει δὲ τῇ μὲν λαιᾷ τὸ σκῆπτρον, καθ' ὃ μάλιστα τῶν τοῦ σώματος μερῶν τὸ ἡγεμονικώτατόν τε καὶ νοερώτατον ὑποικουρεῖ σπλάγχνον, ἡ καρδία· βασιλεὺς γὰρ τοῦ κόσμου ὁ δημιουργικὸς νοῦς· προτείνει δὲ τῇ δεξιᾷ ἢ ἀετόν, ὅτι κρατεῖ τῶν ἀεροπόρων θεῶν ὡς τῶν μεταρσίων ὀρνέων ὁ ἀετός, ἢ νίκην, ὅτι νενίκηκεν αὐτὸς πάντα.

[4]    Τὴν δὲ Ἥραν σύνοικον τῷ Διὶ πεποιήκασιν, τὴν αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. Ἔστι γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος.

[5]    Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα ἀπὸ τοῦ ἀέρος κεκλημένη· τοῦ δὲ ὑπὸ σελήνην φωτιζομένου καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβολον· ληθὼ γὰρ αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον ἀναισθησίαν· καὶ ὅτι ψυχαῖς ὑπὸ σελήνην γενομέναις λήθη ξυνομαρτεῖ τοῦ θείου· διὰ τοῦτο δὲ καὶ μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος τῶν αἰτίων φωτισμοῦ τῇ νυκτί.

[6]    Καὶ τὸ μὲν ἡγεμονικὸν τῆς χθονίας δυνάμεως Ἑστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ' ἑστίας πυρὸς ἱδρυμένον· καθὸ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν γυναικὸς εἴδει προμάστου. Τὴν δὲ Ῥέαν προσεῖπον τὴν τῆς πετρώδους καὶ ὀρείου γῆς δύναμιν, τὴν δὲ Δήμητραν τὴν τῆς πεδινῆς καὶ γονίμου. Ἡ Δημήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ Ῥέᾳ, διενήνοχε δὲ ὅτι αὐτὴ κυεῖ τὴν Κόρην ἐκ Διός, τουτέστι τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. Διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς τοῖς στάχυσι, μήκωνές τε περὶ αὐτὴν τῆς πολυγονίας σύμβολον.

[7]    Ἐπεὶ δὲ καὶ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις, ἣν ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει κατὰ τὰς χειμερίους τροπάς, Κόρη μὲν ἡ δύναμις ἡ σπερματοῦχος, Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον κατὰ τὰς χειμερίους τροπάς. Ὃς ἁρπάζειν λέγεται τὴν Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ κρυπτομένην ὑπὸ γῆν.

   Τῶν δὲ ἀκροδρύων καὶ ὄλως τῶν φυτευτικῶν ἡ δύναμις Διόνυσος ὀνομάζεται.

   Ὅρα δὲ καὶ τούτων τὰς εἰκόνας. Σύμβολα γὰρ ἡ Κόρη φέρει τὰς προβολὰς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων· ὁ δὲ Διόνυσος κοινὰ μὲν πρὸς τὴν Κόρην ἔχει τὰ κέρατα, ἔστι δὲ θηλύμορφος, μηνύων τὴν περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀρρενόθηλυν δύναμιν. Πλούτων δὲ ὁ Κόρης ἅρπαξ κυνῆν μὲν ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον, τὸ δὲ σκῆπτρον τὸ κολοβὸν σημεῖον τῆς τῶν κάτω βασιλείας. Ὁ δὲ κύων αὐτοῦ δηλοῖ τὴν κύησιν τῶν καρπῶν εἰς τρία διῃρημένην, εἰς τὴν καταβολὴν καὶ τὴν ὑποδοχὴν καὶ τὴν ἀνάδοσιν· οὐ γὰρ παρὰ τὸ τὰς κῆρας ἔχειν βοράν, ὃ δηλοῖ τὰς ψυχάς, κέκληται κύων, ἀλλὰ παρὰ τὸ κυεῖν, ᾗ χορηγὸς ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην.

   Ἄττις δὲ καὶ Ἄδωνις τῇ τῶν καρπῶν εἰσιν ἀναλογίᾳ προσήκοντες. Ἀλλ' ὁ μὲν Ἄττις τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθέων, καὶ πρὶν τελεσιογονῆσαι διαρρεόντων· ὅθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν, μὴ φθασάντων ἐλθεῖν τῶν καρπῶν εἰς τὴν σπερματικὴν τελείωσιν· ὁ δὲ Ἄδωνις τῆς τῶν τελείων καρπῶν ἐκτομῆς σύμβολον.

   Ὁ δὲ Σειληνὸς σύμβολον τῆς πνευματικῆς κινήσεως, οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. Σύμβολα δέ ἐστι τὸ μὲν φάλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν τῆς οὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν αὐτοῦ, ὑπόδειγμα τῆς προσγείου περὶ τὸν ἀέρα παχύτητος.

   Ἐπεὶ δὲ καὶ τῆς μαντικῆς δυνάμεώς τις μέτοχος ἦν δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις, τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν.

   Διὰ δὴ πάντων τούτων ἡ περίγειος δύναμις ἐξηγήσεως τυχοῦσα, θρησκεύεται· ὡς μὲν παρθένος καὶ Ἑστία, ἡ κεντροφόρος· ὡς δὲ τοκάς, ἡ τροφός· ὡς δὲ Ῥέα, ἡ πετροποιὸς καὶ ὄρειος· ὡς δὲ Δημήτηρ, ἡ χλοηφόρος· ὡς δὲ Θέμις, ἡ χρησμῳδός· τοῦ εἰς αὐτὴν κατιόντος σπερματικοῦ λόγου εἰς τὸν Πρίαπον ἐκτετυπωμένου· οὗ τὸ μὲν περὶ τοὺς ξηροὺς καρποὺς Κόρη, τὸ δὲ κατὰ τοὺς ὑγροὺς καὶ τὰ ἀκρόδρυα Διόνυσος καλεῖται· τῆς μὲν Κόρης ὑπὸ Πλούτωνος τοῦ ὑπὸ γῆν ἰόντος ἡλίου ἁρπαζομένης κατὰ τὸν σπόρον, τοῦ δὲ Διονύσου κατὰ τὰ πάθη τῆς δυνάμεως ὑπὸ γῆν μὲν νεωτέρας καὶ καλλιγόνης βλαστάνειν ἀρχομένου, ἐπιμάχου δὲ τῆς κατὰ τὴν ἄνθην δυνάμεως σύμβολον τὸν Ἄττιν ἐχούσης, τῆς δὲ κατὰ τὴν τελεσιουργίαν ἐκτομῆς, τὸν Ἄδωνιν· καὶ τῆς μὲν πνευματικῆς διὰ πάντων δυνάμεως εἰς Σειληνὸν ἀναπλαττομένης, τῆς δὲ εἰς ἔκστασιν ἀπ' αὐτῶν παραγωγῆς εἰς Βάκχην· ὥσπερ αὖ τῆς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσης ὁρμῆς διὰ τῶν Σατύρων. Διὰ δὴ τούτων τῶν συμβόλων ἡ περίγειος ἐκκαλύπτεται δύναμις.

[8]    Τὴν δὲ ὑδροποιὸν ὅλην δύναμιν Ὠκεανὸν προσεῖπον, τὸ σύμβολον αὐτῆς Τηθὺν ὀνομάσαντες. Τῆς δὲ ὅλης ἡ μὲν τῶν ποτίμων πεποιημένη, Ἀχελῷος αὐτοῖς κέκληται, ἡ δὲ τῶν θαλασσίων Ποσειδῶν, πάλιν τῆς θαλασσοποιοῦ, καθὸ γεννητική, Ἀμφιτρίτης οὔσης. Καὶ αἱ μὲν τῶν γλυκέων ὑδάτων μερικαὶ δυνάμεις Νύμφαι, αἱ δὲ τῶν θαλασσίων Νηρηΐδες κέκληνται.

   Τοῦ δ' αὖ πυρὸς τὴν δύναμιν προσειπόντες Ἥφαιστον, ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασι· πίλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορᾶς, ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον· τὸ δὲ εἰς γῆν κατενεχθὲν ἐξ οὐρανοῦ πῦρ ἀτονώτερον, δεόμενόν τε στηρίγματος καὶ βάσεως τῆς ἐφ' ὕλης· διὸ χωλεύει, ὕλης δεόμενον εἰς ὑπέρεισμα.

   Καὶ ἡλίου δὲ τὴν τοιάνδε δύναμιν ὑπολαβόντες, Ἀπόλλωνα προσεῖπον ἀπὸ τῆς τῶν ἀκτίνων αὐτοῦ πάλσεως. Ἐννέα δὲ ἐπᾴδουσαι αὐτῷ Μοῦσαι, ἥ τε ὑποσελήνιος σφαῖρα καὶ ἑπτὰ τῶν πλανητῶν καὶ μία τῆς ἀπλανοῦς. Περιέθεσαν δὲ αὐτῷ τὴν δάφνην· τοῦτο μὲν ὅτι πυρὸς πλῆρες τὸ φυτὸν καὶ διὰ τοῦτο ἀπεχθὲς δαίμοσι· τοῦτο δὲ ὅτι λάλον καιόμενον, εἰς παράστασιν τοῦ προφητεύειν τὸν θεόν.

   Καθὸ δὲ ἀπαλεξίκακός ἐστι τῶν ἐπιγείων ὁ ἥλιος, Ἡρακλέα αὐτὸν προσεῖπον ἐκ τοῦ κλᾶσθαι πρὸς τὸν ἀέρα, ἀπ' ἀνατολῆς εἰς δύσιν ἰόντα. Δώδεκα δ' ἄθλους ἐκμοχθεῖν ἐμυθολόγησαν, τῆς κατὰ τὸν οὐρανὸν διαιρέσεως τῶν ζῳδίων τὸ σύμβολον ἐπιφημίσαντες. Ῥόπαλον δὲ αὐτῷ καὶ λεοντῆν περιέθεσαν, τὸ μὲν τῆς ἀνωμαλίας μήνυμα, τὸ δὲ τῆς κατὰ τὸ ζῴδιον ἐμφανιστικὸν ἰσχύος.

   Τῆς δὲ σωστικῆς αὐτοῦ δυνάμεως Ἀσκληπιὸς τὸ σύμβολον· ᾧ τὸ μὲν βάκτρον δεδώκασι, τῆς τῶν καμνόντων ὑπερείσεως καὶ ἀναστάσεως, ὁ δὲ ὄφις περισπειρᾶται, τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν σωτηρίας φέρων σημεῖον, πνευματικώτατον γὰρ τὸ ζῷόν ἐστι καὶ τὴν ἀσθένειαν τοῦ σώματος ἀποδύεται· δοκεῖ δὲ καὶ ἰατρικώτατον εἶναι. Τῆς γὰρ ὀξυδορκίας εὗρε τὸ φάρμακον καὶ μυθεύεται τῆς ἀναβιώσεως εἰδέναι τινὰ βοτάνην.

   Τῆς δ' αὖ χορευτικῆς τε καὶ ἐγκυκλίου κινήσεως, καθ' ἣν τοὺς καρποὺς πεπαίνει, ἡ πυρὸς δύναμις Διόνυσος κέκληται, ἑτέρως ‹ἢ› ἡ τῶν ὑγροποιῶν καρπῶν δύναμις, ἢ παρὰ τὸ δινεῖν, ἢ διανύειν τὸν ἥλιον τὴν κατὰ τὸν οὐρανὸν περιφοράν. Ἧι δὲ περὶ τὰς ὥρας τοῦ κόσμου περιπολεῖ καὶ χρόνων ἐστὶ ποιητικὸς καὶ καιρῶν ὁ ἥλιος, Ὧρος κατὰ τοῦτο κέκληται. Τῆς δ' αὖ γεωργικῆς αὐτοῦ δυνάμεως καθ' ἣν αἱ δόσεις τοῦ πλούτου, σύμβολον ὁ Πλούτων. Ὁμοίως μέντοι καὶ φθαρτικὴν ἔχει δύναμιν, διὸ τῷ Πλούτωνι συνοικίζουσι τὸν Σάραπιν· τοῦ μὲν δεδυκότος ὑπὸ γῆν φωτὸς τὸν πορφυροῦν χιτῶνα ποιούμενοι σύμβολον, τὸ δὲ ἠκρωτηριασμένον σκῆπτρον τῆς κάτω δυνάμεως, τό τε σχῆμα τῆς χειρὸς τοῦ μεταχωρεῖν εἰς τὸ ἀφανές.

   Ὁ δὲ Κέρβερος τρικέφαλος μέν, ὅτι τρεῖς αἱ ἄνω χῶραι ἡλίου, ἀνατολή, μεσημβρία, δύσις.

   Τὴν δὲ σελήνην παρὰ τὸ σέλας ὑπολαβόντες, Ἄρτεμιν προσηγόρευσαν, οἷον ἀερότεμιν. Λοχεία τε ἡ Ἄρτεμις, καίπερ οὖσα παρθένος, ὅτι ἡ τῆς νουμηνίας δύναμις προσθετικὴ εἰς τὸ τίκτειν. Ὅπερ δὲ Ἀπόλλων ἐν ἡλίῳ, τοῦτο Ἀθηνᾶ ἐν σελήνῃ· ἔστι γὰρ τῆς φρονήσεως σύμβολον, Ἀθρηνᾶ τις οὖσα. Ἑκάτη δὲ ἡ σελήνη πάλιν, τῆς περὶ αὐτὴν μετασχηματίσεως καὶ κατὰ τοὺς σχηματισμοὺς δυνάμεως. Διὸ τρίμορφος ἡ δύναμις, τῆς μὲν νουμηνίας φέρουσα τὴν λευχείμονα καὶ χρυσοσάνδαλον καὶ τὰς λαμπάδας ἡμμένας· ὁ δὲ κάλαθος, ὃν ἐπὶ τοῖς μετεώροις φέρει, τῆς τῶν καρπῶν κατεργασίας, οὓς ἀνατρέφει κατὰ τὴν τοῦ φωτὸς παραύξησιν· τῆς δ' αὖ πανσελήνου ἡ χαλκοσάνδαλος σύμβολον. Ἢ καὶ ἐκ μὲν τοῦ κλάδου τῆς δάφνης λάβοι ἄν τις αὐτῆς τὸ ἔμπυρον· ἐκ δὲ τοῦ μήκωνος τὸ γόνιμον καὶ τὸ πλῆθος τῶν εἰσοικιζομένων εἰς αὐτὴν ψυχῶν, ὥσπερ εἰς πόλιν, ὅτι πόλεως ὁ μήκων σύμβολον.

   Καὶ Εἰλείθυια δὲ ἡ αὐτή, τῆς γεννητικῆς δυνάμεως σύμβολον. Τόξα δὲ φέρει καθάπερ ἡ Ἄρτεμις, διὰ τὴν τῶν ὠδίνων ὀξύτητα.

   Πάλιν δ' αὖ αἱ Μοῖραι ἐπὶ τὰς δυνάμεις αὐτῆς ἀναφέρονται, ἡ μὲν Κλωθὼ ἐπὶ τὴν γεννητικήν, Λάχεσις δὲ ἐπὶ τὴν θρεπτικήν, Ἄτροπος δὲ ἡ κατὰ τὸ ἀπαραίτητον τοῦ θεοῦ.

   Συνοικίζουσι δὲ αὐτῇ καὶ τὴν τῶν καρπῶν γεννητικὴν δύναμιν, ἥπερ ἐστὶ Δημήτηρ, δύναμιν ἐμποιοῦσαν αὐτῇ· καὶ ἔστι συνεκτικὴ τῆς Κόρης ἡ σελήνη. Προσοικίζουσι δὲ καὶ τὸν Διόνυσον διά τε τὴν τῶν κεράτων ἔκφυσιν καὶ διὰ τὸν τῶν νεφῶν τόπον τὸν ὑποκείμενον τοῖς κάτω μέρεσι.

   Τὴν δὲ τοῦ Κρόνου δύναμιν νωχελῆ καὶ βραδεῖαν καὶ ψυχρὰν κατεῖδον· διὸ τὴν τοῦ χρόνου δύναμιν αὐτῷ προσανέθεσαν, ἀποτυποῦσί τε αὐτὸν ἑστῶτα, πολιόν, πρὸς ἔμφασιν τοῦ γηράσκειν τὸν χρόνον.

   Τῶν δὲ καιρῶν σύμβολα οἱ Κούρητες, τὸν χρόνον βουκολοῦντες, ὅτι διὰ τῶν καιρῶν ὁ χρόνος παροδεύει.

   Τῶν δὲ Ὡρῶν αἱ μὲν ὀλυμπιάδες εἰσὶ τοῦ ἡλίου, αἳ καὶ ἀνοίγουσι τὰς κατὰ τὸν ἀέρα πύλας· αἱ δὲ ἐπιχθόνιοι, τῆς Δήμητρος· καὶ τὸν κάλαθον ἔχουσι τὸν μὲν τῶν ἀνθέων, σύμβολον τοῦ ἔαρος· τὸν δὲ τῶν σταχύων, τοῦ θέρους.

   Τοῦ δὲ Ἄρεος τὴν δύναμιν καταλαβόντες διάπυρον, πολέμων ποιητικὴν καὶ αἱματουργόν, βλάπτειν τε καὶ ὠφελεῖν δυναμένην ἐποίησαν.

   Τὸν δὲ τῆς Ἀφροδίτης ἀστέρα τηρήσαντες γενεσιουργόν, ἐπιθυμίας τε καὶ γονῆς αἴτιον, γυναῖκα μὲν ἀνέπλασαν διὰ τὴν γένεσιν, ὡραίαν δὲ ὅτι καὶ

   Ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ. Καὶ Ἔρωτα μὲν παρέστησαν διὰ τὴν ἐπιθυμίαν· σκέπειν δὲ μαστοὺς καὶ τὸ μόριον, ὅτι γονῆς αἰτία ἡ δύναμις καὶ ἐκθρέψεως· εἶναι δὲ ἀπὸ θαλάττης, στοιχείου διύγρου καὶ θερμοῦ καὶ πολλὰ κινουμένου καὶ διὰ τὴν συγκίνησιν ἀφριῶντος, τὸ σπερματικὸν αἰνιττόμενοι.

   Τοῦ δὲ λόγου τοῦ πάντων ποιητικοῦ τε καὶ ἑρμηνευτικοῦ ὁ Ἑρμῆς παραστατικός. Ὁ δὲ ἐντεταμένος Ἑρμῆς δηλοῖ τὴν εὐτονίαν· δείκνυσι δὲ καὶ τὸν σπερματικὸν λόγον τὸν διήκοντα διὰ πάντων.

   Λοιπὸν δὲ σύνθετος λόγος ὁ μὲν ἐν ἡλίῳ Ἑρμῆς, Ἑκάτη δὲ ὁ ἐν σελήνῃ, Ἑρμόπαν δὲ ὁ ἐν τῷ παντί. Κατὰ πάντων γὰρ ὁ ποιητικὸς καὶ σπερματικός. Σύνθετος δὲ καὶ οἷον μιξέλλην καὶ παρ' Αἰγυπτίοις ὁ Ἑρμάνουβις.

   Ἐπεὶ δὲ καὶ τῆς ἐρώσης ἦν δυνάμεως ὁ λόγος, ταύτης ὁ Ἔρως παραστατικός· διὸ παῖς μὲν τοῦ Ἑρμοῦ ὁ Ἔρως, νήπιος δὲ διὰ τὰς αἰφνιδίους περὶ τὰς ἐπιθυμίας ἐμπτώσεις αὐτοῦ.

   Τοῦ δὲ παντὸς τὸν Πᾶνα σύμβολον ἔθεντο· τὰ μὲν κέρατα δόντες σύμβολα ἡλίου καὶ σελήνης· τὴν δὲ νεβρίδα τῶν κατ' οὐρανὸν ἀστέρων, ἢ τῆς τοῦ παντὸς ποικιλίας.

[10]    Τὸν δημιουργόν, ὃν Κνὴφ οἱ Αἰγύπτιοι προσαγορεύουσιν, ἀνθρωποειδῆ, τὴν δὲ χροιὰν ἐκ κυανοῦ μέλανος ἔχοντα, κρατοῦντα ζώνην καὶ σκῆπτρον, ἐπὶ δὲ τῆς κεφαλῆς πτερὸν βασίλειον περικείμενον, ὅτι λόγος δυσεύρετος καὶ ἐγκεκρυμμένος καὶ οὐ φανός, καὶ ὅτι ζωοποιός, καὶ ὅτι βασιλεύς, καὶ ὅτι νοερῶς κινεῖται· διὸ ἡ τοῦ πτεροῦ φύσις ἐν τῇ κεφαλῇ κεῖται. Τὸν δὲ θεὸν τοῦτον ἐκ τοῦ στόματος προΐεσθαί φασιν ὠόν, ἐξ οὗ γεννᾶσθαι θεὸν ὃν αὐτοὶ προσαγορεύουσι Φθᾶ, οἱ δὲ Ἕλληνες Ἥφαιστον· ἑρμηνεύουσιν δὲ τὸ ὠὸν τὸν κόσμον. Ἀφιέρωται δὲ τῷ θεῷ τούτῳ πρόβατον διὰ τὸ τοὺς παλαιοὺς γαλακτοποτεῖν.

   Αὐτοῦ δὲ τοῦ κόσμου τὸ δείκηλον τοιόνδε ἀνέπλασαν· ἀνθρωποειδές ἐστιν ἄγαλμα, τοὺς μὲν πόδας συμβεβηκότας ἔχον, ἄνωθεν δὲ μέχρι ποδῶν ποικίλον ἱμάτιον περιβεβλημένον· ἐπὶ δὲ τῆς κεφαλῆς σφαῖραν ἔχει χρυσῆν, διὰ τὸ μὴ μεταβαίνειν, καὶ διὰ τὴν τῶν ἄστρων ποικίλην φύσιν, καὶ ὅτι σφαιροειδὴς ὁ κόσμος.

   Ἥλιον δὲ σημαίνουσι ποτὲ μὲν δι' ἀνθρώπου ἐπιβεβηκότος πλοῖον, τοῦ πλοίου ἐπὶ κροκοδείλου κειμένου. Δηλοῖ δὲ τὸ μὲν πλοῖον τὴν ἐν ὑγρῷ κίνησιν· ὁ δὲ κροκόδειλος πότιμον ὕδωρ, ἐν ᾧ φέρεται ὁ ἥλιος. Ἐσημαίνετο τοίνυν ὁ ἥλιος δι' ἀέρος ὑγροῦ καὶ γλυκέος τὴν περιπόλησιν ποιεῖσθαι.

   Τῆς δὲ οὐρανίας γῆς καὶ τῆς χθονίας τὴν δύναμιν Ἶσιν προσεῖπον διὰ τὴν ἰσότητα, ἀφ' ἧς τὸ δίκαιον· οὐρανίαν δὲ τὴν σελήνην, χθονίαν δὲ τὴν καρποφόρον ἐν ᾗ κατοικοῦμεν, λέγουσι.

   Τὸ δὲ αὐτὸ δύναται Δημήτηρ παρ' Ἕλλησι καὶ Ἶσις παρ' Αἰγυπτίοις· καὶ πάλιν Κόρη παρ' Ἕλλησι καὶ Διόνυσος, καὶ Ἶσις καὶ Ὄσιρις παρ' Αἰγυπτίοις. Αὕτη δὲ τρέφουσα καὶ αἴρουσα τὰ ἐπὶ γῆς· ὁ δὲ Ὄσιρις παρ' Αἰγυπτίοις τὴν κάρπιμον παρίστησι δύναμιν, ἣν θρήνοις ἀπομειλίσσονται εἰς γῆν ἀφανιζομένην ἐν τῷ σπόρῳ, καὶ ὑφ' ἡμῶν καταναλισκομένην εἰς τροφάς.

   Λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ποταμίας τοῦ Νείλου δυνάμεως. Ἀλλ' ὅταν μὲν τὴν χθονίαν γῆν σημαίνωσιν, Ὄσιρις ἡ κάρπιμος λαμβάνεται δύναμις· ὅταν δὲ τὴν οὐρανίαν, Ὄσιρίς ἐστιν ὁ Νεῖλος, ὃν ἐξ οὐρανοῦ καταφέρεσθαι οἴονται. Πενθοῦσι δὲ καὶ τοῦτον, ἀπομειλισσόμενοι τὴν δύναμιν λήγουσαν καὶ ἀναλισκομένην. Ἡ δὲ ἐν τοῖς μύθοις μισγομένη τῷ Ὀσίριδι Ἶσις ἡ Αἰγυπτία ἐστὶ γῆ· διόπερ ἰσοῦται καὶ κυεῖ καὶ ποιεῖ τοὺς καρπούς· διὸ ἀνὴρ τῆς Ἴσιδος Ὄσιρις καὶ ἀδελφὸς καὶ υἱὸς παραδέδοται.

   Κατὰ δὲ τὴν Ἐλεφαντίνην πόλιν τετίμηται ἄγαλμα, πεπλασμένον μέν, ἀλλ' ἀνδρείκελον καὶ καθήμενον, κυανοῦν τε τὴν χρόαν, κεφαλὴν δὲ κριοῦ κεκτημένον καὶ βασίλειον, κέρατα τράγεια ἔχον, οἷς ἔπεστι κύκλος δισκοειδής. Κάθηται δὲ παρακειμένου κεραμέου ἀγγείου, ἐφ' οὗ ἄνθρωπον ἀναπλάσσει. Δηλοῖ δὲ ἀπὸ μὲν τοῦ κριοῦ πρόσωπον ἔχειν καὶ αἰγὸς κέρατα τὴν ἐν κριῷ σύνοδον ἡλίου καὶ σελήνης· τὸ δὲ ἐκ κυάνου χρῶμα, ὅτι ὑδραγωγὸς ἐν συνόδῳ ἡ σελήνη.

   Τὸ δὲ δεύτερον φῶς τῆς σελήνης ἐν Ἀπόλλωνος πόλει καθιέρωται· ἔστι δὲ τούτου σύμβολον ἱερακοπρόσωπος ἄνθρωπος, ζιβύνῃ χειρούμενος Τυφῶνα ἱπποποτάμῳ εἰκασμένον. Λευκὸν δὲ τῇ χρόᾳ τὸ ἄγαλμα, τῆς μὲν λευκότητος τὸ φωτίζεσθαι τὴν σελήνην παραστησάσης, τοῦ δὲ ἱερακείου προσώπου τὸ ἀφ' ἡλίου φωτίζεσθαι καὶ πνεῦμα λαμβάνειν· τὸν γὰρ ἱέρακα ἡλίῳ ἀφιεροῦσι, φωτὸς δὲ καὶ πνεύματος ἱέραξ αὐτοῖς σύμβολον διά τε τὴν ὀξυκινησίαν καὶ τὸ πρὸς ὕψος ἀνατρέχειν, ἔνθα τὸ φῶς. Ὁ δὲ ἱπποπόταμος τὸν δυτικὸν δηλοῖ πόλον παρὰ τὸ καταπίνειν εἰς ἑαυτὸν τοὺς περιπολοῦντας. Θεὸς δὲ τιμᾶται ἐν τῇ πόλει ταύτῃ ὁ Ὧρος.

   Ἡ δὲ τῆς Εἰλειθυίας πόλις τὸ τρίτον φῶς θεραπεύει. Τὸ δὲ ξόανον τετύπωται εἰς γῦπα πετομένην, ἧς τὸ πτέρωμα ἐκ σπουδαίων συνέστηκε λίθων. Σημαίνει δὲ τὸ μὲν γυποειδὲς αὐτῆς τὴν γεννητικὴν πνευμάτων σελήνην. Ἐκ γὰρ τοῦ πνεύματος οἴονται συλλαμβάνειν τὴν γῦπα, θηλείας πάσας ἀποφαινόμενοι.

   Ἐν δὲ τοῖς κατ' Ἐλευσῖνα μυστηρίοις ὁ μὲν ἱεροφάντης εἰς εἰκόνα τοῦ δημιουργοῦ ἐνσκευάζεται, δᾳδοῦχος δὲ εἰς τὴν ἡλίου, καὶ ὁ μὲν ἐπὶ βωμῷ εἰς τὴν σελήνης, ὁ δὲ ἱεροκῆρυξ Ἑρμοῦ.

   Καὶ ἄνθρωπος δὲ παρ' Αἰγυπτίοις ἐν τοῖς ἱεροῖς παρείληπται. Ἄναβις γάρ ἐστι κώμη Αἰγύπτου, ἐν ᾗ θεραπεύεται ἄνθρωπος, καὶ θύεται τούτῳ, καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα κάεται· ὁ δὲ μετ' ὀλίγον φάγοι ἂν τὰ ὡς ἀνθρώπῳ αὐτῷ παρεσκευασμένα.

   Ὅτι δὲ οὐδὲ τὰ ζῷα θεοὺς ἡγοῦνται, εἰκόνας δὲ ἐποιοῦντο καὶ σύμβολα ταῦτα θεῶν, δηλοῖ τὸ πολλαχοῦ βοῦς ἀναχθέντας θεοῖς ἐν ταῖς ἱερομηνίαις καὶ ταῖς πρὸς τοὺς θεοὺς θρησκείαις βουθυτεῖν. Ἡλίῳ μὲν γὰρ καὶ σελήνῃ βοῦς ἀνιέρωσαν.

   Ἀλλ' ὅ γε ἡλίῳ ἀνακείμενος ἐν Ἡλίου πόλει καλούμενος Μνεῦις βοῶν ἐστι μέγιστος, σφόδρα μέλας, μάλιστα ὅτι καὶ ὁ ἥλιος ὁ πολὺς μελαίνει τὰ ἀνθρώπεια σώματα. Ἔχει δὲ τὴν οὐρὰν παρὰ τοὺς ἄλλους βοῦς καὶ τὸ πᾶν σῶμα ἀνάτριχον, καθάπερ ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον· τούς τε ὄρχεις μεγίστους, ἐπειδήπερ ὁ περὶ τὰ ἀφροδίσια ἵμερος γίνεται ὑπὸ θερμότητος, ὅ τε ἥλιος σπερμαίνειν λέγεται τὴν φύσιν.

   Σελήνῃ δὲ ταῦρον ἀνέθεσαν, ὃν Ἆπιν ἐπονομάζουσι, μέλανα μὲν καὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους, φέροντα δὲ σημεῖα ἡλίου καὶ σελήνης, ὅτι καὶ τῆς σελήνης τὸ φῶς ἐξ ἡλίου· ἡλίου δὲ σημεῖον τὸ μέλαν τοῦ σώματος καὶ ὁ ὑπὸ τῇ γλώττῃ κάνθαρος, σελήνης δὲ σύμβολον τό τε διχότομον καὶ ἀμφίκυρτον.