4546 291 0 0 19 0 II a. C. Tact. Polyaenus VI Strategemata Woelfflin, E., Leipzig, Teubner, 1887 Rist. 1970, Stuttgart. 1

Polyaenus - Strategemata VI

Τάδε ἔνεστιν ἐν τῷ ἕκτῳ τῶν Πολυαίνου στρατηγημάτων·

[1] Ἰάσων .................. ζ

Ἀλέξανδρος Φεραῖος ..... β

Ἀθηνοκλῆς .............. α

Φιλοποίμην .............. γ

Ἄρατος ................. α

Πύρρος .................. γ

Ἀπολλόδωρος ............ β

Αἴγυπτος ................ α

Λεύκων .................. δ

Ἀλέξανδρος φρούραρχος .. α

Ἀριστείδης Ἐλεάτης .... α

Ἀλέξανδρος Λυσιμάχου ... α

Ἀμφικτύονες ............ α

Σαυνῖται ................ α

Καμπανοὶ ................ α

Καρχηδόνιοι ............. ε

Ἀμπρακιῶται ............ α

Φωκεῖς .................. α

Πλαταιεῖς ............... γ

Κερκυραῖοι .............. α

Ἐγεσταῖοι .............. α

Λοκροὶ .................. α

Κορίνθιοι ............... α

Λαμψακηνοὶ .............. α

Χαλκηδόνιοι ............. α

Αἰτωλοὶ ................. α

Λακεδαιμόνιοι ........... γ

Μεσήνιοι ................ γ

[2] Ἴβηρες ................. α

Ἡρακλεῶται ............. α

Ἀργεῖοι ................ α

Χῖοι .................... β

Ἀμπρακιῶται ............ α

Βουχέτιοι ............... α

Σάμιοι .................. α

Ἠλεῖοι ................. α

Πάριοι .................. α

Ἀννίβας ................ ι

Θεσσαλοὶ ................ α

Μασανάσσας .............. α

Ἀμίλκας ................ β

Ἀσδρούβας .............. β

Νασάμων ................. α

Ἱερεὺς ................. α

Συλοσῶν ................. α

Ἀλέξανδρος Θετταλὸς .... α

......................... α

Θρασύβουλος ............. α

Μέντωρ .................. α

Ἀναξαγόρας ............. α

Πίνδαρος ................ α

Θήρων ................... α

Σίσυφος ................. α

Ἅγνων .................. α

Ἀμφίρητος .............. α

ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.

[1]    Καὶ τόδε ὑμῖν ἕκτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων, εὐχόμενος καὶ ὑμῶν νικώντων ἐν τοῖς πολέμοις πολλὰ καὶ καλὰ τῆς ὑμετέρας ἀρετῆς ἀναγράψαι στρατηγήματα. ὅσῳ γὰρ δυνάμει καὶ τύχῃ μείζονες τῶν πάλαι στρατηγῶν, καὶ δὴ τόσῳ πλεονεκτεῖτε πάντας ἐμπειρίᾳ καὶ τέχνῃ, μεθ' ἧς ἤδη πολλοὺς πολέμους κατείργασθε πολλῶν βαρβάρων, βουλευσάμενοι καλῶς μετὰ τοῦ πατρός, Μαυρουσίων ἁλόντων, Βρεττανῶν ἁλισκομένων, Γετῶν πεπτωκότων. ἄγε δὴ κατὰ Περσῶν καὶ Παρθυαίων ἐξιόντες αὐτοὶ μετὰ τῶν θεῶν δείξατε τὴν ὑμετέραν τέχνην, ὡς καὶ βουλευόμενοι περὶ πολέμων καὶ πολεμοῦντες αὐτοὶ τῶν ἐπανισταμένων [περιγίγνεσθαι] δύνασθε. ἐγὼ δὲ καὶ ταῦτα μὲν ὡς ἀξιομνημόνευτα ὄντα ἐν τῷ δέοντι καιρῷ διὰ μακροτέρων συγγράψαι προθυμήσομαι, νυνὶ δὲ ὅσα θεραπείαν ὑμετέραν οὐκ ἔχει, ἀλλὰ τῶν πάλαι γεγονότων ἀλήθειαν, προσθήσω καὶ ταῦτα τοῖς προλελεγμένοις.

[1]

ΙΑΣΩΝ.

[1]    Ἰάσων βουλόμενος ἐπιθέσθαι πόλει Θετταλικῇ μηδενὸς τὴν ἐπίθεσιν προειδότος παρήγγειλεν ἐπὶ ἀριθμὸν καὶ μισθοδοσίαν ἐξοπλίσασθαι. οἱ μὲν δὴ πάντες ἐξωπλίσαντο καὶ τῶν σωμάτων εὖ καὶ τῶν ὅπλων ἔχοντες. ἄγγελοι δὲ καθειμένοι θέοντες ἧκον ἀγγέλλοντες πολεμίους ἐμβεβληκέναι τῇ χώρᾳ τοσοῦτον ἀπέχοντας, ὅσον ἀπεῖχεν ἡ πόλις, ᾗ προσπολεμεῖν ἐσπουδάκει. οἱ δὲ στρατιῶται πρὸς μάχην εὐτρεπεῖς ὄντες ἠξίωσαν αὐτοὶ μὴ μέλλειν, ἀλλὰ τὴν ταχίστην ἄγειν. ὁ δὲ Ἰάσων ἐπὶ τὴν πόλιν προσβαλὼν ἀδοκήτως ἐκράτησε μηδενὸς προγνόντος μήτε τῶν νικώντων μήτε τῶν νικωμένων.

[2]    Ἰάσων Θετταλὸς ἀπαιτούμενος ὑπὸ τῶν μισθοφόρων ἀργύριον, οὐκ ἔχων εἰσέδραμε πρὸς τὴν μητέρα ὡς διωκόμενος ὑπὸ τῶν στρατιωτῶν, ἀφ' ὧν δύο καὶ τρεῖς αὐτῷ συνεισέπεσον ὡς διώκοντες. ἡ μήτηρ ‑ πολυχρήματος γὰρ ἦν ‑ τοὺς μισθοὺς ὑπὲρ αὐτοῦ διέλυσεν.

[3]    Ἰάσων πόλεμον νικήσας ἔφη πρὸς τὴν μητέρα, τοὺς Διοσκούρους φανερωτάτους αὑτῷ γενέσθαι συμμάχους καὶ διὰ τοῦτο εὔξασθαι νικήσας ξενίσαι τοὺς θεούς· κεκληκέναι δὲ ἐπὶ τὴν εὐωχίαν τοὺς ἡγεμόνας τοῦ στρατεύματος καὶ λοχαγοὺς καὶ ταξιάρχους καὶ τοὺς ἐν τέλει πάντας. ἡ δὲ πιστεύσασα ὅσον εἶχε κόσμον ἐκπωμάτων, κρατήρων, τραπεζῶν, ἀργύρου, χρυσοῦ, πάντα ἔπεμψεν· ὁ δὲ πολλῶν χρημάτων κύριος γενόμενος τὸν μισθὸν ἀπέδωκε τοῖς μισθοφόροις.

[4]    Ἰάσων πόλιν πλουτοῦσαν ἑλὼν, πολλὰ καὶ λαμπρὰ λάφυρα κομίζων ἔπεμψε πρὸς τὴν μητέρα κελεύων πέμψαι θεραπαίνας, ὅσαι ποικίλης καὶ πολυτελοῦς ἐσθῆτος ἐμπειρίαν καὶ τέχνην εἶχον, ὅπως ἐπιλέξαιτο πάντα τὰ κάλλιστα. ἡ δὲ πάσας, ὅσας εἶχε θεραπαίνας, ἔπεμψεν ἐπὶ τὴν ἐκλογὴν τῶν ἐσθήτων. Ἰάσων συγκλείσας αὐτὰς λύτρα ὑπὲρ αὐτῶν ᾔτησε τὴν μητέρα.

[5]    Ἰάσων πρὸς τὴν μητέρα ἐν τοῖς ἱστῶσι τῆς ταλασιουργίας τῶν θεραπαινῶν ἐπιμελομένην εἰσελθὼν μετὰ ἑνὸς τῶν ἀδελφῶν ὡς συμβούλῳ χρησόμενος τῶν ἀναγκαίων τῆς ἀρχῆς μεταστῆναι ταύτας ἐκέλευσεν. δορυφόροις μὲν δὴ συντεταγμένον ἦν ἀπάγειν ἁπάσας. αὐτὸς δὲ μετὰ μακρὰν ὁμιλίαν ἐξιὼν μειδιῶν τῇ μητρὶ προσέταξεν ὑπὲρ τῶν θεραπαινῶν ἀργύριον αὐτῷ πέμψαι.

[6]    Ἰάσων ἀδελφὸν εἶχε Μηριόνην ἄγαν πλουτοῦντα, φιλάργυρον, μηδὲν αὐτῷ διδόντα· καὶ δή ποτε παιδίου γεννηθέντος αὐτῷ μέλλων ὄνομα τίθεσθαι τοὺς ἀρίστους Θετταλῶν καλέσας παρεκάλεσε τὸν ἀδελφὸν προστῆναι τῆς ὑποδοχῆς. ὁ μὲν δὴ περὶ ταῦτα εἶχεν, Ἰάσων δὲ κατὰ πρόφασιν θήρας ἐξελθὼν ἐς Παγασὰς, ἔνθα Μηριόνης κατῴκει, περιστήσας τοὺς αἰχμοφόρους, βιασάμενος τοὺς οἰκονόμους, εἴκοσι ἀργυρίου τάλαντα λαβὼν, μετὰ σπουδῆς ἐπὶ τὸ δεῖπνον ἀνῆλθε καὶ τῷ ἀδελφῷ σπονδῶν κατάρχειν ἐπέτρεψε καὶ κύριον αὐτὸν εἶναι τῆς θέσεως τοῦ ὀνόματος τῷ παιδίῳ. Μηριόνης, ἤγγειλεν αὐτῷ πεπορθῆσθαι τὴν οἰκίαν, δεξάμενος τὸ χαρίεν ὄνομα ἔθετο τῷ παιδίῳ Πορθάονα.

[7]    Ἰάσων τὸν ἀδελφὸν Πολύδωρον ἤγαγεν ἐπὶ πόλιν ἁλίσκεσθαι μέλλουσαν λαφυροπώλην γενησόμενον. ἐπεὶ δὲ ἦν ὥρα λουτροῦ, παρεκάλεσε τὸν ἀδελφὸν σφοδρῶς αὐτοῦ τὸ σῶμα τρῖψαι καὶ διαγυμνάσαι. ὁ μὲν ἐπειρᾶτο τρίβειν εὐτόνως, Ἰάσων δὲ ὡς ἐνοχλούμενος ὑπὸ τοῦ δακτυλίου παρεκάλεσεν αὐτὸν παρὰ τὴν τρῖψιν ἀποθέσθαι. Πολύδωρος δὲ ἐξελὼν τῆς χειρὸς ἐπέδωκεν ἀνδρὶ πιστῷ τῶν παρόντων. τούτῳ δὲ ἦν ἄρα προσυγκείμενον δραμεῖν πρὸς τὴν γυναῖκα Πολυδώρου καὶ δόντα τὸν δακτύλιον ἀντὶ [τούτου] δέκα τάλαντα χρυσίου παρ' αὐτῆς λαβεῖν. ἡ δὲ τῷ δακτυλίῳ τοῦ ἀνδρὸς πιστεύσασα παραχρῆμα ἔδωκε τὸ χρυσίον· ὡς δὲ ἐπανῆλθεν ὁ τὸν δακτύλιον παρὰ Πολυδώρου λαβὼν, τότε Ἰάσων τριβόμενος ἐπαύσατο.

[2]

ΑΛΕΞΑΝΔΡΟΣ ΦΕΡΑΙΟΣ.

[1]    Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους πρὸς ἁπάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐ θαρρῶν διέπεμψεν ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώτας, ὅπως, εἴ τινες τῶν νεῶν ἐκλίποιεν τὴν φυλακὴν, πρὸς τῷ πρότερον αἰρομένῳ πυρσῷ δεύτερον ἀνάσχοιεν τοῖς ἐν Μαγνησίᾳ, κἀκεῖνοι τοῖς ἐν Παγασαῖς. Λεωσθένης μὲν τρεῖς τριήρεις διέπεμψε, τὴν μὲν ἐπὶ Σάμου, τὴν δὲ ἐπὶ Θάσου, τὴν δὲ ἐπὶ Ἑλλησπόντου· οἱ δὲ πολιορκούμενοι τοὺς πυρσοὺς ἀνέσχον. Ἀλέξανδρος ἐπιπλεύσας ἄφνω καὶ προσπεσὼν ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους.

[2]    Ἀλέξανδρος μετὰ τὴν ἐν Πεπαρήθῳ ναυμαχίαν ἐλπίσας λήψεσθαι τοὺς Ἀθηναίους ἀφυλάκτους ὡς μετὰ νίκην ἀμελῶς ἔχοντας συνέταξε τοῖς ἐπὶ τῶν νεῶν διὰ τάχους προσπλεῦσαι τῷ Δείγματι τοῦ Πειραιέως καὶ ἀπὸ τῶν τραπεζῶν ἁρπάσαι τὰ χρήματα. τῶν δὲ προσπλεόντων οἱ Ἀθηναῖοι φιλίας τὰς ναῦς εἶναι νομίσαντες ἀπεσκόπουν. οἱ δὲ ἀποβάντες τὸ πολεμικὸν ἐσήμηναν καὶ σπασάμενοι τὰς μαχαίρας ὥρμων ἐπὶ τὰς τραπέζας. οἱ μὲν Ἀθηναῖοι σπουδῇ ἔθεον ἐς τὸ ἄστυ τοῖς στρατηγοῖς ἀγγελοῦντες τὴν κατάληψιν τοῦ Πειραιέως, οἱ δὲ τὰ χρήματα ἁρπάσαντες ἀπέπλευσαν.

[3]

ΑΘΗΝΟΚΛΗΣ.

[1]    Ἀθηνοκλῆς πολιορκούμενος πρὸς τοὺς κριοὺς καὶ τὰ τρύπανα δοκοὺς μολίβδου ποιήσας πλαγίας παρέτεινεν ἐπὶ τὰς ἐπάλξεις, αἷς ἐμπιπτούσαις τῶν πολεμίων τὰ μηχανήματα συνετρίβετο. οἱ δὲ ἐτεχνάσαντο ἄλλο μηχάνημα προσάγειν, ὅπερ τὸ ἄκρον τῆς δοκοῦ πλῆξαν τὴν δοκὸν ἀπὸ τῶν ἐπάλξεων πίπτειν ὀρθὴν ἐβιάζετο μηδένα βλάπτουσαν τῶν ἐπὶ γῆς ἑστηκότων. πάλιν οἱ μὲν πολέμιοι χελώνας προσάγοντες τὰ τείχη συνέσειον, οἱ δὲ ἀπὸ τῶν τειχῶν μόλιβδον τηκτὸν ἐν χαλκείοις προωθοῦντες κατέχεον, ὑφ' οὗ συνέβαινε τὴν χελώνην διαλύεσθαι. οἱ δὲ πολέμιοι κατὰ τῆς χελώνης ἐκ πύργων προσαγομένων ὄξος ἐπέχεον καὶ κατεσβέννυον τόν τε μόλιβδον καὶ ὅσα ἄλλα ἀπὸ τῶν τειχῶν καίοντα ἠφίετο. σβεστήριον γὰρ πυρὸς μάλιστα ὄξος εἶναι δοκεῖ· ἄριστον δὲ κώλυμα πυρὸς ἐπαλειφόμενον ὄξος ‑ ἥκιστα γὰρ τούτου πῦρ ἅπτεται ‑ καὶ σπόγγος ὕδατος πλήρης προσαρτώμενος. ἔνιοι δὲ πρὸς τὸν καταχεόμενον μόλιβδον πίλους τοῖς μηχανήμασιν ἐπιθέντες χοῦν καὶ πηλὸν τετριχωμένον προσῆγον.

[4]

ΦΙΛΟΠΟΙΜΗΝ.

[1]    Φιλοποίμην οὐκ ἐνόμιζε προσήκειν ἀγαθῷ στρατηγῷ τῆς φάλαγγος ἡγεῖσθαι· ἀλλὰ τοτὲ μὲν [ἐν] πρώτοις, τοτὲ δὲ ἐν ἐσχάτοις, πολλάκις δὲ καὶ κατὰ μέσους παριππεύων καὶ πάντας ἐφορῶν ἀεὶ τὸ ἁμαρτανόμενον ἐπηνωρθοῦτο.

[2]    Φιλοποίμην ὑπὸ Λακεδαιμονίων ἐδιώκετο· καὶ ὅσον οὔπω καταλαμβανόμενος, τὸν Εὐρώταν διαβὰς προσέταξε τοῖς ἱππεῦσιν ἀποχαλινῶσαι τοὺς ἵππους καὶ ἀπὸ τοῦ ποταμοῦ ποτίζειν, τοῦ παρακειμένου τόπου δασέος ὄντος καὶ πολλὴν ὕλην ἔχοντος. οἱ δὲ Λακεδαιμόνιοι πολὺ τὸ θράσος ἰδόντες τῶν ἀποχαλινωσάντων τοὺς ἵππους καὶ (τῶν) ποτιζόντων ὑπώπτευσαν ἐν τῇ ὕλῃ συμμάχους τοῦ Φιλοποίμενος πολλοὺς ἀποκεκρύφθαι καὶ μὴ τολμήσαντες διαβῆναι τὸν ποταμὸν ἀνέστρεψαν.

[3]    Φιλοποίμην ἐδίδαξε τοὺς Ἀχαιοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα καὶ σάρισαν λαβεῖν, κράνεσι δὲ καὶ θώραξι καὶ προκνημῖσι φράξασθαι, μόνιμον δὲ καὶ βεβηκυῖαν μάχην ἀσκεῖν ἀντὶ δρομικῆς καὶ πελταστικῆς, τρυφὰς δὲ καὶ πολυτελείας ἐσθήτων καὶ δείπνων ἀφελεῖν, μόνοις δὲ τοῖς ἀναγκαίοις [καὶ τοῖς] ἐν στρατείᾳ χρησίμοις ἀρκεῖσθαι. ταῦτα διδάξας Φιλοποίμην ἐν ταῖς πλείσταις μάχαις εὐδοκιμοῦντας εἶχε τοὺς στρατιώτας.

[5]

ΑΡΑΤΟΣ.

[1]    Ἄρατος ἐκράτησεν Ἀκροκορίνθου φρουρὰν ἔχοντος, ἣν ἐγκατέστησεν Ἀντίγονος φύλακα τάξας ἐπ' αὐτοῦ Περσαῖον τὸν φιλόσοφον καὶ Ἀρχέλαον τὸν στρατηγόν. ἦν δὲ ἄρα τὸ στρατήγημα τοιόνδε. ἦσαν ἐν Κορίνθῳ τέσσαρες ἀδελφοὶ Σύροι τὸ γένος, ὧν εἷς ἦν Διοκλῆς τῶν φρουρούντων Ἀκροκόρινθον. οἱ τρεῖς κλέψαντες βασιλικὸν χρυσίον ἧκον ἐς Σικυῶνα πρὸς Αἰσίαν τραπεζίτην, ᾧ καὶ Ἄρατος διὰ τὴν τοῦ νομίσματος ἐργασίαν ἐχρῆτο· παρασχόντες τούτῳ τὸ χρυσίον κατήλλασσον. εἷς αὐτῶν Ἐργῖνος, πλεονάκις φοιτῶν καὶ τῷ τραπεζίτῃ κοινωνήσας ἑστίας καὶ σπονδῶν, λόγου παραπεσόντος περὶ τῆς φρουρᾶς τοῦ Ἀκροκορίνθου, ὡμολόγησε παρὰ τὸ κρημνῶδες ἐντομὴν ἑωρακέναι πλαγίαν, ᾗ χθαμαλὸν καὶ εὐεπίβατον εἶναι τὸ τεῖχος. ὁ τραπεζίτης ἀνήγγειλεν Ἀράτῳ. ὁ δὲ πολλῇ σπουδῇ τὸν Ἐργῖνον φιλοποιησάμενος, συντίθεται τάλαντα ἑξήκοντα δώσειν, εἰ δι' αὐτοῦ κρατήσειεν Ἀκροκορίνθου. Ἐργῖνος ὑπισχνεῖται μετὰ τῶν ἀδελφῶν τοῦτο πράξειν. ἦν μὲν δὴ πάντα πρὸς τὴν ἐπίθεσιν εὐτρεπῆ. Ἄρατος δὲ κελεύει τὴν ἄλλην δύναμιν ἐν τοῖς ὅπλοις ἐγρηγορέναι, αὐτὸς δὲ τετρακοσίους λογάδας ἀναλαβὼν νύκτωρ ἧκε πρὸς τὸ τεῖχος καὶ κλίμακας τῷ χθαμαλῷ προσβαλὼν ὑπερέβη. τῶν δὲ ἔνδον αἰσθομένων ἐγένετο νυκτομαχία καρτερὰ τῆς σελήνης τοτὲ μὲν φῶς παρεχούσης τοῖς μαχομένοις, τοτὲ δὲ ὑπὸ τὰ νέφη δυομένης, καὶ τοῦ σκότους ποιοῦντος τὴν μάχην φοβερωτέραν. τέλος οἱ περὶ τὸν Ἄρατον ἐκράτησαν καὶ ἀνατέλλοντος ἡλίου τὰς πύλας ἀνοίξαντες τὴν λοιπὴν δύναμιν εἰσεδέξαντο. Ἄρατος δὲ Ἀρχέλαον μὲν ἁλόντα ἀφῆκε, Θεόφραστον δὲ ἀνεῖλεν οὐ βουλόμενον ἀπαλλάσσεσθαι· Περσαῖος δὲ ὁ φιλόσοφος τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διαφυγὼν ἐκεῖθεν πρὸς Ἀντίγονον ᾤχετο.

[6]

ΠΥΡΡΟΣ.

[1]    Πύρρος ἡττηθεὶς ὑπὸ Ῥωμαίων, τοὺς ἐλέφαντας ἀπολέσας, πρὸς Ἀντίγονον πρεσβευσάμενος περὶ συμμαχίας, ἀποτυχὼν προσέταξε τοῖς πρεσβευταῖς τἀναντία πρὸς ἅπαντας ἀγγέλλειν, ὡς Ἀντίγονος μεγάλῃ δυνάμει βοηθήσειν ὑπέσχηται· ὥστε οἱ Ταραντῖνοι καὶ ὅσοι Σικελῶν καὶ Ἰταλῶν σύμμαχοι, τὸν Πύρρον καταλιπεῖν βουλόμενοι, συνέμειναν ἐλπίδι τῆς Ἀντιγόνου συμμαχίας.

[2]    Πύρρος ἐς τὴν Πελοπόννησον ἐμβαλὼν, Σπαρτιατῶν πρεσβευτῶν ἀπαντώντων περὶ Ἀρκαδίαν, φιλανθρώπως αὐτοὺς ὑπεδέξατο καὶ τοὺς ἰδίους υἱοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρτιάταις παιδευθησομένους τὴν Λυκούργειον πολιτείαν. οἱ μὲν πρεσβευταὶ ταῦτα ἤγγελλον, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ προσέβαλλεν. ἐγκαλούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα προειπὼν ἄλλα πράττει, γελάσας ἔφη, 'οὐδὲ γὰρ ὑμεῖς εἰώθατε προλέγειν μέλλοντες πολεμεῖν· μὴ τοίνυν ἀγανακτεῖτε, εἰ πρὸς τοὺς Λάκωνας ἐχρησάμην Λακωνικῷ στρατηγήματι.'

[3]    Πύρρος συνεβούλευε πρὸ τοῦ πολέμου πείθειν τοὺς πολεμίους φόβῳ, πλεονεξίᾳ, ἡδονῇ, οἴκτῳ, δικαίῳ, νομίμῳ, συμφέροντι, δυνατῷ.

[7]

ΑΠΟΛΛΟΔΩΡΟΣ.

[1]    Ἀπολλόδωρος ὁ Κασσανδρεὺς δίκην φεύγων ὡς ἐπιτιθέμενος τυραννίδι, προελθὼν ἐν μελαίνῃ ἐσθῆτι. τὴν γυναῖκα καὶ τὰς θυγατέρας ἐν ὁμοίῳ σχήματι προαγαγὼν, ἱκετηρίας προτείνων αὑτὸν ἐς πᾶσαν τιμωρίαν ἐξέδωκε τοῖς δικασταῖς, οἳ παθόντες ἄφεσιν αὐτῷ τοῦ ἐγκλήματος ἐψηφίσαντο. ἀφεθεὶς Ἀπολλόδωρος οὐκ ἐς μακρὰν τὴν τυραννίδα κατέσχε καὶ μάλιστα δὴ τοὺς ἀφέντας δικαστὰς ὠμῶς ἐκόλασε τὴν σωτηρίαν ἀναφέρων εἰς τὴν ἑαυτοῦ στρατηγίαν, οὐκ εἰς τὴν ἐκείνων φιλανθρωπίαν.

[2]    Ἀπολλόδωρος πολιτευόμενος παρὰ Κασσανδρεῦσι πάντα ἔλεγε καὶ ἔπραττεν, ἀφ' ὧν ἔδοξεν εἶναι μισοτύραννος. καὶ γὰρ κατὰ Λαχάρους τοῦ τυράννου ψήφισμα ἔγραψεν, ἀγώγιμον ἐκ τῆς χώρας εἶναι τῆς Κασσανδρέων, καὶ Ἀντίοχον τὸν βασιλέα φίλον ποιεῖσθαι καὶ σύμμαχον, αὐτῷ τὴν πολιτείαν ἐπιτρέποντας· καὶ Θεοδότῳ γράψαντι φυλακὴν αὐτῷ δοῦναι τοῦ σώματος αὐτὸς ἀντεῖπε, καὶ τῆς ἀποδούσης Κασσανδρεῦσι τὴν ἐλευθερίαν Εὐρυδίκης ἑορτὴν κατεστήσατο, ἣν ἐκάλεσεν Εὐρυδίκεια, καὶ τοῖς ἐξελθοῦσι τῆς ἄκρας στρατιώταις πολιτείαν ἔγραψε καὶ κλήρους ἐν τῇ Παλλήνῃ δοθῆναι, ἵνα παραμένοιεν φύλακες τῆς ἐλευθερίας ἐν δὲ τοῖς συμποσίοις εἴ τις ἔφη δεινὸν, ἀλλὰ καὶ σχέτλιον. οὕτω πάντας ἐξαπατήσας, ὡς δημοτικώτατος ὢν, ἐπανέστησεν οἰκέτας καὶ τοὺς ἀπὸ τῶν ἐργαστηρίων τεχνίτας, καὶ μειράκιον Καλλιμέλη συναρπάσας καὶ θύσας ἐπέδωκεν αὐτὸ μαγείρῳ Λεοντομένει. οὗτος δειπνοποιήσας τὰ σπλάγχνα παρέθηκε τοῖς συνωμόταις· ὧν δειπνησάντων καὶ πιόντων τὸ αἷμα οἴνῳ μέλανι μεμιγμένον, ἔδειξεν αὐτοῖς τὸ σῶμα τῇ κοινωνίᾳ τοῦ μιάσματος ἐμπεδῶν τὸ πιστὸν τῆς ἐπιθέσεως. καὶ δὴ τούτοις χρησάμενος συμμάχοις κατέσχε τὴν τυραννίδα, καὶ τύραννος ἐγένετο φονικώτατος καὶ ὠμότατος πάντων, ὅσοι παρ' Ἕλλησιν ἢ παρὰ βαρβάροις ἐτυράννησαν.

[8]

ΑΙΓΥΠΤΟΣ.

[1]    Αἴγυπτος ὑπὸ Μαυσώλου πεμφθεὶς ἐς Μίλητον συμπράξων τοῖς προδιδοῦσι τὴν πόλιν, καταπλεύσας, προαισθόμενος ὡς ἐπιβουλεύοιτο, σπεύσας ἐπὶ τὴν ναῦν προανέβη. οἱ μὲν ἐπιβουλεύοντες ἐγγὺς τῆς θαλάττης ἐφήδρευον· ὁ δὲ ἐκ τῆς νεὼς ἐκπέμπει τινὰ φράσας, 'τὸν κυβερνήτην ζητήσας [καὶ] Αἴγυπτον ἄγε· ἤδη γὰρ ἀνάγεσθαι χρή.' τοῦτ' ἀκούσαντες οἱ παραφυλάσσοντες Μιλήσιοι, τῆς νεὼς ἀποχωρήσαντες ἐζήτουν Αἴγυπτον ἀνὰ τὴν πόλιν· ὁ δὲ ἀφικομένου τοῦ κυβερνήτου ἀποκόψας τὸ ἀπόγειον ἀπέπλευσεν ἀκινδύνως.

[9]

ΛΕΥΚΩΝ.

[1]    Λεύκων χρημάτων δεόμενος ἐκήρυξεν, ὅτι μέλλοι κόπτειν ἄλλο νόμισμα καὶ δέοι προσφέρειν αὐτῷ τὸ ὑπάρχον ἑκάστῳ, ὅπως μετακοπὲν δόκιμον γένοιτο. οἱ μὲν προσήνεγκαν ὅσον εἶχον, ὁ δὲ ἄλλον χαρακτῆρα ἐπιβαλὼν ἐπέγραψε τὸ τίμημα διπλάσιον ἑκάστῳ νομίσματι, ὥστε τοῦ συλλεγέντος τὸ ἥμισυ κερδάνας οὐδένα τῶν πολιτῶν ἐζημίωσεν.

[2]    Λεύκων μαθὼν ὡς ἐπιβουλεύοιεν αὐτῷ φίλοι καὶ πολῖται συνομοσάμενοι πολλοὶ, τοὺς ἐμπόρους καλέσας ἅπαντας, χρήματα ὅσα εἶχεν ἕκαστος ἐδανείζετο, φάσκων τοὺς πολεμίους αὐτῷ προδίδοσθαι. οἱ μὲν ἔμποροι προθύμως ἐδάνειζον τὰ χρήματα, ὁ δὲ συναγαγὼν εἰς τὴν αὐλὴν αὐτοὺς ὡμολόγησε τὴν ἐκ τῶν πολιτῶν ἐπίθεσιν καὶ παρεκάλεσε φύλακας τοῦ σώματος αὐτοῦ γενέσθαι ὡς τὰ χρήματα κομιουμένους, εἰ σώζοιντο αὐτόν. καὶ δὴ τὰ χρήματα σῶσαι ἐθέλοντες οἱ ἔμποροι ὅπλα παραλαβόντες οἱ μὲν δορυφόροι τοῦ σώματος, οἱ δὲ τῶν ἀρχείων φύλακες ἐγένοντο. Λεύκων δὲ μετὰ τούτων καὶ μετὰ τῶν περὶ αὐτὸν πιστοτάτων τοὺς κοινωνοῦντας τῆς ἐπιθέσεως συλλαβὼν ἀπέκτεινε καὶ τὴν ἀρχὴν ἀσφαλῶς καταστησάμενος ἀπέδωκε τὰ χρήματα.

[3]    Λεύκων ἐν τῷ πρὸς Ἡρακλεώτας πολέμῳ αἰσθόμενος τῶν τριηράρχων τινὰς προδιδόντας καὶ αὐτομολεῖν μέλλοντας συλλαβὼν αὐτοὺς ἀκοῦσαι μὲν ἔφη περὶ αὐτῶν λόγους οὐκ ἐπιτηδείους, οὐ πιστεῦσαί γε μήν. ὅπως οὖν μὴ κατὰ τύχην ἥττης γενομένης αὐτοὶ δοκοῖεν αἴτιοι τοῦ σφάλματος, αὐτοὺς μὲν ἡσυχάζειν ἐκέλευσεν, ἄλλους δὲ τριηράρχους ἀπέδειξε· τοῖς δὲ οἰκείοις τῶν ὑπόπτων ἀρχὰς καὶ ἐπιμελείας ἐνεχείριζε κωμῶν, ὡς δὴ φιλοφρόνως ἔχων πρὸς αὐτούς. ἐπεὶ δὲ τὸν πόλεμον κατελύσατο, δίκαιον ἔφη κριθῆναι τοὺς ὑπόπτους, ἵνα μὴ δόξῃ ἀλόγως αὐτοῖς ἀπιστῆσαι. παρελθόντων δὲ εἰς τὸ δικαστήριον ὁμοῦ τοῖς οἰκείοις περιστήσας ὡπλισμένην δύναμιν ἅπαντας αὐτοὺς ἀναιρεθῆναι προσέταξεν.

[4]    Λεύκων ἐπιστρατευσάντων Ἡρακλεωτῶν ναυσὶ πολλαῖς καὶ ἀποβαινόντων ὅποι τῆς χώρας ἐβούλοντο, ὁρῶν τοὺς αὑτοῦ στρατιώτας ἐθελοκακοῦντας καὶ οὐκ ἀνείργοντας ἔταξε τοὺς ὁπλίτας πρώτους πρὸς τὴν ἀπόβασιν τῶν πολεμίων, ἐπὶ δὲ τούτοις ὄπισθεν τοὺς Σκύθας· καὶ φανερῶς παρήγγειλε τοῖς Σκύθαις, ἐὰν οἱ ὁπλῖται ὀκνῶσι καὶ τοὺς πολεμίους ἀποβαίνοντας παρέχωνται, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. τοῦτο μαθόντες οἱ ὁπλῖται εὐρώστως τοὺς πολεμίους ἀποβαίνειν ἐκώλυον.

[10]

ΑΛΕΞΑΝΔΡΟΣ ΦΡΟΥΡΑΡΧΟΣ.

[1]    Ἀλέξανδρος φρούραρχος τῶν περὶ τὴν Αἰολίδα χωρίων, μισθωσάμενος τῶν ἀπ' Ἰωνίας τοὺς ἀρίστους ἀγωνιστὰς, αὐλητὰς μὲν Θέρσανδρον καὶ Φιλόξενον, ὑποκριτὰς δὲ Καλλιππίδην καὶ Νικόστρατον, θέαν ἐπήγγειλε. πρὸς μὲν τὴν δόξαν τῶν ἀγωνιστῶν συνέδραμον ἐκ τῶν πλησίον πόλεων ἅπαντες. ἐπεὶ δὲ πλῆρες τὸ θέατρον ἦν, περιστήσας τοὺς στρατιώτας καὶ τοὺς βαρβάρους, μεθ' ὧν ἐφρούρει τὰ χωρία, πάντας τοὺς θεατὰς συλλαβὼν αὐτοῖς παισὶ καὶ γυναιξὶ, λύτρα μεγάλα λαβὼν τοὺς μὲν ἀπέλυσεν, αὐτὸς δὲ τὰ χωρία Θίβρωνι παραδοὺς ἀπηλλάγη.

[11]

ΑΡΙΣΤΕΙΔΗΣ ΕΛΕΑΤΗΣ.

[1]    Ἀριστείδης Ἐλεάτης Διονυσίῳ πολιορκοῦντι Καυλωνίαν ἐπέπλει μετὰ δώδεκα τριήρων. ὁ δὲ συνιδὼν ἐπανήχθη πέντε καὶ δέκα ναῦς πληρώσας. Ἀριστείδης ὑποστρέψας ὑποχωρεῖ καὶ νυκτὸς γενομένης ἐκέλευσεν ἆραι τοὺς λαμπτῆρας, οἷς αἱ τοῦ Διονυσίου νῆες εἵποντο. μετὰ μικρὸν δὲ τούτους καθελόντες ἑτέρους καθῆκαν ἐς τὴν θάλατταν φελλοῖς μεγάλοις ἐφηρμοσμένους κἀκ τοῦ φωτὸς ἐς τὸ πλάγιον ἐπιστρέψαντες ἔφθασαν ἐς τὴν Καυλωνίαν καταπλεύσαντες τῶν περὶ Διονύσιον πρὸς τὴν ἀπὸ τῶν φελλῶν αὐγὴν πλανωμένων.

[12]

ΑΛΕΞΑΝΔΡΟΣ ΛΥΣΙΜΑΧΟΥ.

[1]    Ἀλέξανδρος Λυσιμάχου καὶ Ἀμήστριδος υἱὸς εἰς Κοτιάειον τῆς Φρυγίας βουλόμενος ἐλθεῖν καὶ λαθεῖν τοὺς μὲν ἀκολουθοῦντας νυκτὸς ἔκρυψεν εἴς τι κοῖλον χωρίον παρὰ τὴν πόλιν, αὐτὸς δὲ ἕωθεν διπλοΐδα Φρυγίαν τραχεῖαν καὶ ῥυπῶσαν περιβαλόμενος, πίλιον [τῇ] κεφαλῇ περιθέμενος, δύο παῖδας παραλαβὼν, ἑκατέρῳ φορτίον ξύλων ἐπιθεὶς καὶ μάχαιραν ὑπὸ μάλης δοὺς εἰσῆλθε διὰ τῆς πύλης ἄγροικος εἶναι νομιζόμενος. εἰσελθὼν δὲ τὸ μὲν πίλιον ἀπέθετο, γνωρισθεὶς δὲ ἐδεξιοῦτο πάντας ὡς ἐπὶ σωτηρίᾳ τῆς πόλεως ἥκων. οἱ δὲ κατακεκρυμμένοι κατὰ τὸ συγκείμενον ἀνεῳγμένῃ τῇ πύλῃ προσπεσόντες αἱροῦσι τὸ Κοτιάειον.

[13]

ΑΜΦΙΚΤΥΟΝΕΣ.

[1]    Ἀμφικτύονες Κίρραν ἐπολιόρκουν καὶ δὴ κρυπτὸν ὑπόνομον εὗρον ἄγοντα ναματιαῖον ὕδωρ πολύ· καὶ τῇ Εὐρυλόχου γνώμῃ συλλέξαντες Ἀντικύραθεν πολὺ πλῆθος ἑλλεβόρου κατέμιξαν τῷ ὕδατι. Κιρραῖοι πιόντες διαφθείρονται τὰς γαστέρας καὶ πάντες ἐκλυθέντες ἔκειντο· Ἀμφικτύονες ἀπονητὶ τὴν πόλιν ἔλαβον κειμένων τῶν πολεμίων.

[14]

ΣΑΥΝΙΤΑΙ.

[1]    Σαυνῖται πρὸς τοὺς πολεμίους ὅρκους ἐποιήσαντο καὶ συνθήκας εἰρήνης πέρι. οἱ δὲ συνέθεντο μηδὲν ἄλλο ποιήσειν ἢ λίθον ἕνα ἐν κύκλῳ τοῦ τείχους ἐξελεῖν· τῶν δὲ οὐδὲν μέγα ἡγησαμένων οἱ πολέμιοι τοὺς κάτω λίθους τῶν τειχῶν ἐξεῖλον, ὅπως εἰς γῆν εὐκόλως καταφέροιτο.

[15]

ΚΑΜΠΑΝΟΙ.

[1]    Καμπανοὶ σπονδὰς ἐποιήσαντο πρὸς τοὺς πολεμίους ἐπὶ τῷ δοῦναι τὰ ἡμίση τῶν ὅπλων αὐτοῖς· καὶ διατεμόντες τὰ ὅπλα ἐκέλευον τούτους τὰ ἡμίση λαμβάνειν.

[16]

ΚΑΡΧΗΔΟΝΙΟΙ.

[1]    Καρχηδόνιοι κατακλεισθέντες ἐς χωρίον ἄνυδρον ὑπὸ Διονυσίου περὶ συμβάσεως ἐπεκηρυκεύσαντο, ὁ δὲ ἐκέλευσεν αὐτοὺς ἀποστῆναι πάσης Σικελίας τὴν δαπάνην ἀποδόντας, ἣν ἐν τῷ τελευταίῳ πολέμῳ πεποίηται. οἱ πρόβουλοι τῶν Καρχηδονίων ὡμολόγουν ταῦτα ποιήσειν· οὐ μὴν εἶναι σφᾶς αὐτοὺς κυρίους ἄνευ τοῦ ναυάρχου δοῦναι βέβαιον ἀπόκρισιν. ἠξίουν δὴ μεταστρατοπεδεῦσαι πρὸς ἐκεῖνον. Διονύσιος μὲν ἐπέτρεψεν καίπερ ἀντιλέγοντος Λεπτίνου, Καρχηδόνιοι δὲ μεταστρατοπεδεύσαντες Διονυσίῳ τοὺς κήρυκας ἀπράκτους ἀνέπεμψαν.

[2]    Καρχηδόνιοι Σικελίαν πορθοῦντες, ὅπως αὐτοῖς ἀπὸ Λιβύης διὰ τάχους τὰ ἀναγκαῖα κομίζοιτο, κλεψύδρας δύο ποιήσαντες ἴσας τοῖς μεγέθεσι, κύκλους ἐν ἑκατέρᾳ διέγραψαν ἴσους ἔχοντας τὴν αὐτὴν ἐπιγραφήν. ἐπεγέγραπτο δὲ οὗ μὲν χρεία νεῶν, οὗ δὲ στρογγύλων πλοίων, ἀλλαχοῦ δὲ χρυσίου, καὶ πάλιν ἀλλαχοῦ μηχανημάτων καὶ πάλιν σίτου καὶ πάλιν θηρίων καὶ πάλιν ὅπλων καὶ πεζῶν καὶ ἱππέων. οὕτω δὴ πάντας τοὺς κύκλους ἐπιγράψαντες, τὴν ἑτέραν τῶν κλεψυδρῶν ἐν Σικελίᾳ κατασχόντες [τὴν ἑτέραν] ἐξέπεμψαν εἰς Καρχηδόνα συντάξαντες, ἢν ἴδωσιν ἀρθέντα πυρσὸν παρ' αὐτῶν, ἀποσκοπεῖν, ὅταν ὁ δεύτερος ἀναδειχθῇ πυρσὸς, ποίου κύκλου τοῦτο συμβήσεται· οὗ τὴν ἐπιγραφὴν ἀναγνόντας ὅτι τάχος τὸ σημαινόμενον διὰ τῶν γραμμάτων ἐκπέμπειν. τοῦτον τὸν τρόπον ὀξυτάτην εἶχον Καρχηδόνιοι τὴν κομιδὴν τῶν εἰς τὸν πόλεμον ἀναγκαίων.

[3]    Καρχηδόνιοι ναυσὶ [στρογγύλαις] καὶ τριήρεσιν ἔπλεον ἐπὶ Σικελίαν· Διονύσιος αἰσθανόμενος ναυσὶ πολλαῖς ἐπέπλευσεν. προϊδόντες Καρχηδόνιοι τὸν στόλον τὰς μὲν στρογγύλας τῶν νεῶν κύκλῳ περιστήσαντες ἑτέραν ἀπὸ τῆς ἑτέρας ἱκανὸν διάστημα, τὰς δὲ τριήρεις ἐς τὸ μέσον αὐτῶν ἀθροίσαντες, συχνοὺς δὲ τῶν ἀνδρῶν ἐπὶ τὰς ὁλκάδας ἐπιβιβάσαντες ἠμύνοντο τοὺς πολεμίους ἐπιόντας· καὶ [διὰ] τῶν διαστημάτων ταῖς τριήρεσι διεκπλέοντες καὶ τοῖς τοῦ Διονυσίου σκάφεσιν ἐμβάλλοντές τινα μὲν αὐτῶν κατέδυσαν, τὰ δὲ ὅπλα πάντων ἀχρεῖα τελείως ἐποίησαν.

[4]    Καρχηδόνιοι πολεμοῦντες Ἱέρωνι, νύκτωρ ἐπιπλεύσαντες Μεσήνῃ πλησίον τῆς πόλεως ὑπὸ ἄκραν τινὰ καθωρμίσθησαν. ἐν τῷ λιμένι πολλαὶ τριήρεις καὶ στρογγύλαι νῆες ὥρμουν, ἐπὶ τοῦ στόματος ἄλλαι παρεφύλασσον. ὁ στρατηγὸς τῶν Καρχηδονίων ἄριστα πλεούσης νεὼς τὸν τριήραρχον καλέσας προσέταξεν αὐτῷ παρὰ τὸν λιμένα πλεῖν ἐγγίζοντα τοῦ στόματος, εἰ δὲ οἱ πολέμιοι διώκοντες ἐπαναχθεῖεν, φεύγειν ἄνω πελάγους. ὁ μὲν τριήραρχος ἐπέλαζε τῷ στόματι, οἱ δὲ κυβερνῆται τῶν ἐφορμουσῶν νεῶν ὑπολαβόντες εἶναι κατάσκοπον τὴν ναῦν ἐδίωκον κατὰ κράτος. ὡς δὲ μακρὰν ἀπεσπάσθησαν ἄχρι πελάγους διώκοντες, οἱ Καρχηδόνιοι τοῖς λοιποῖς σκάφεσι σπουδῇ πλεύσαντες ἐπὶ τὸν λιμένα τὰς μὲν τριήρεις κενὰς οὔσας ἐνέπρησαν, τῶν δὲ ὁλκάδων τὰς πλείστας ἐξείλκυσαν.

[5]    Καρχηδόνιοι περὶ Σικελίαν μαθόντες, ὅτι Ῥωμαῖοι ναῦς πλείονας αὐτῶν ἔχοιεν, βουλόμενοι ταύτας περισπάσαι πείθουσι τῶν ἰδίων πολιτῶν τινας αὐτομόλους γενέσθαι, οἳ πρὸς τὸν Ῥωμαίων στρατηγὸν Γναῖον Κορνήλιον ἐλθόντες ὑπέσχοντο, Λιπάραν τὴν νῆσον τὴν προκειμένην τῆς Σικελίας αὐτῷ προδώσειν. ὁ μὲν δὴ πιστεύσας τὰ ἡμίση σκάφη πληρώσας κατέπλευσεν ἐς Λιπάραν. Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαϊκῶν νεῶν παρωρμίσαντο [καὶ] πρεσβευτὰς πρὸς τὸν Κορνήλιον ἔπεμψαν, οἳ τὸν ὕπατον ἐξικετεύσαντες, εἰρήνην σπείσαντες καὶ [ὅρκους] δόντες ἐδεήθησαν εἰς τὸ σκάφος αὐτῶν μεταβῆναι τοῦ Καρχηδονίων στρατηγοῦ χαλεπῶς νοσοῦντος, ὅπως ἐφ' οἷς δεῖ τὴν εἰρήνην ἀσφαλέστερον συνθοῖντο. πεισθεὶς ὁ Ῥωμαῖος μετέβη πρὸς τὸν Καρχηδόνιον. οἱ δὲ Λίβυες ἐγκρατεῖς αὐτοῦ γενόμενοι ταῖς πάσαις ναυσὶν ἐπιθέμενοι ῥᾳδίως ἐκράτησαν.

[17]

ΑΜΠΡΑΚΙΩΤΑΙ.

[1]    Ἀμπρακιώτας Ῥωμαῖοι πολιορκοῦντες, ἐπειδὴ πολλοὶ μὲν αὐτῶν ἐτιτρώσκοντο, πολλοὶ δὲ διεφθείροντο, σύριγγα στενὴν ὑπώρυξαν κάτωθεν τὴν πόλιν ἐκπολιορκεῖν βουλόμενοι. μέχρι μὲν δὴ πολλοῦ τοὺς πολεμίους ἐλάνθανον, ἐπεὶ δὲ χοῦς πολὺς ἐσωρεύετο, συνέντες Ἀμπρακιῶται τὸ δρώμενον καὶ αὐτοὶ σύριγγα ἔνδοθεν ἀνθυπώρυξαν καὶ τῆς σύριγγος ἐπ' ἄκρῳ τάφρον ἐγκαρσίαν τεμόντες λεπτὰ χαλκώματα ἐφεξῆς ἔθηκαν, ὅπως τῶν Ῥωμαίων τούτοις ἐντυγχανόντων ψόφος γένοιτο. καὶ δὴ γενομένου ψόφου ὑπὸ γῆς ἀπαντήσαντες ἀπεμάχοντο ταῖς σαρίσαις. ἐπεὶ δὲ ἐν ὀρύγματι στενῷ καὶ σκότος ἔχοντι μέγα οὐδὲν ἤνυον, πίθον κατασκευάσαντες ἴσον τῷ ὀρύγματι, τρήσαντες αὐτοῦ τὸν πυθμένα, σιδηροῦν αὐλίσκον διέντες, πληρώσαντες πτίλων λεπτῶν, πῦρ ὀλίγον ἐμβαλόντες, πῶμα πλῆρες τρημάτων ἐπιθέντες νεῦον πρὸς τοὺς ἐναντίους τῇ σύριγγι τῶν πολεμίων προσήρεισαν· ὄπισθεν δὲ τοῦ πίθου χαλκευτικὸν ἀσκὸν προσαρμόσαντες, εἰς τὸν διατεταγμένον αὐλίσκον φῦσαν ἐνέντες ἐξέκαιον, ὥστε τῆς σύριγγος πληρουμένης καπνοῦ πολλοῦ καὶ δριμέος οἱ Ῥωμαῖοι μὴ φέροντες ἐξέλιπον τὴν ὑπὸ τῇ γῇ πολιορκίαν.

[18]

ΦΩΚΕΙΣ.

[1]    Φωκεῖς ἐς τὸν Παρνασὸν κατακλεισθέντες ὑπὸ Θετταλῶν, γυψώσαντες αὑτοὺς καὶ τὰ ὅπλα καὶ σύνθημα ἀλλήλοις δόντες φείδεσθαι τῶν γεγυψωμένων νυκτὶ πανσελήνῳ ἐπικαταβάντες τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ ὥσπερ φάσμα ξένον καὶ ἀλλόκοτον φοβηθέντες, ἔνιοι δὲ καὶ νομίσαντες Θετταλοὺς εἶναι τοὺς ἐπιτιθεμένους, ἡττήθησαν καὶ πτῶμα ἐγένοντο Θετταλικὸν ἄνδρες τετρακισχίλιοι.

[2]    Φωκεῖς τὴν Θετταλικὴν ἵππον διέφθειραν. τάφρον ὀρύξαντες κατὰ τὴν Ὑάμπολιν καὶ πληρώσαντες αὐτὴν κενῶν ἀμφορέων (καὶ) γῆν ὀλίγην ἐπέβαλον. ἐς ταύτην τὴν τάφρον ἐμπεσόντες οἱ ἱππεῖς αὐτοῖς ἵπποις διεφθάρησαν.

[19]

ΠΛΑΤΑΙΕΙΣ.

[1]    Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους. ἐπεὶ δὲ ἐς τὴν Πλαταιΐδα ἐνέβαλον Θηβαῖοι, κήρυκα πέμψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους, εἰ μὴ τῆς χώρας ἐξέλθοιεν, [ἀποδώσειν δὲ ὑπέσχοντο, εἰ δῃώσεως ἀποσχόμενοι ἀπαλλάσσοιντο. πιστεύσαντες οἱ μὲν Θηβαῖοι τῆς χώρας ἐξῆλθον], Πλαταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν.

[2]    Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι νύκτωρ ἐπέθεντο τῷ περιτειχίσματι· Λακεδαιμόνιοι πυρσοὺς πολεμίους ἐς τὰς Θήβας ἀνέσχον συμμαχίαν καλοῦντες. Πλαταιεῖς ἐκ τῆς πόλεως ἀντανέσχον πυρσοὺς φιλίους, ἵνα διὰ τῆς ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους πείσωσιν ἀποστῆναι τῆς βοηθείας. οὕτω γε τοῖς πυρσοῖς ἐναντίοις ἀμφιδοξήσαντες Θηβαῖοι βοηθῆσαι κατώκνησαν.

[3]    Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων ἐπολιορκοῦντο. ἄνδρες διακόσιοι Πλαταιέων ἀσέληνον νύκτα καὶ χειμέριον παραφυλάξαντες τοῖς ἄλλοις πολίταις παρήγγειλαν κατὰ τὸ ἐναντίον μέρος τοῦ τείχους προσβαλόντας βοῆσαι. τῶν Λακεδαιμονίων ἔξωθεν ἐπ' ἐκεῖνον τὸν τόπον προσβοηθούντων, οἱ δὲ κατὰ τὸ ἐναντίον προσθέμενοι κλίμακας ὑπερέβησαν τὸ τεῖχος. οὐ μὴν οὐδὲ τὴν ἐπ' Ἀθηνῶν ὁδὸν ἐτράποντο, ἀλλὰ τὴν ἐπὶ Θηβῶν, ὡς ἥκιστα ἂν κατὰ ταύτην διωχθέντες· καὶ γὰρ οὕτω συνέβη. Λακεδαιμόνιοι μὲν διὰ τοῦ Κιθαιρῶνος ἐδίωκον, οἱ δὲ Πλαταιεῖς ἐκ τῆς ὁδοῦ τῆς Θηβαϊκῆς ἐκκλίναντες ἐπανῆλθον ἐς τὰς Ὑσιὰς κἀκεῖθεν Ἀθήναζε διεσώθησαν.

[20]

ΚΕΡΚΥΡΑΙΟΙ.

[1]    Ἀθηναῖοι στρατεύουσιν ἐπὶ Κερκυραίους φυγάδας καταλαβομένους τὸ τῆς Ἰστώνης ὄρος. οἱ δὲ [τὰ] ὅπλα παρέδωκαν ἐπιτρέποντες τῷ δήμῳ [τῷ] τῶν Ἀθηναίων βουλεύσασθαι περὶ αὐτῶν· ἐὰν δέ τινες αὐτῶν φεύγοντες ἁλῶσι, [ἅπασι] λελύσθαι τὰς σπονδάς. Κερκυραῖοι δείσαντες, μὴ φιλανθρώπως βουλεύσηται περὶ αὐτῶν ὁ Ἀθηναίων δῆμος, κρύφα ἔπεμψαν πρὸς ἐνίους ἀποδρᾶναι συμβουλεύοντες καὶ πλοῖον αὐτοῖς παριστάντες, ἵνα πεισθέντων φυγεῖν αἱ σπονδαὶ λυθεῖεν. Ἀθηναῖοι δὲ ὡς παρασπονδήσαντας αὐτοὺς ἐξέδωκαν τοῖς Κερκυραίοις, οἱ δὲ παραλαβόντες ἅπαντας ἀπέκτειναν.

[21]

ΕΓΕΣΤΑΙΟΙ.

[1]    Ἐγεσταῖοι τῆς Ἀθηναίων συμμαχίας δεόμενοι πολλὰ καὶ μεγάλα χρήματα ὑπέσχοντο. πεμψάντων δὲ πρέσβεις τοὺς ὀψομένους τὴν παρασκευὴν τῶν χρημάτων, χρησάμενοι ἐκ τῶν πλησίον πόλεων ἄργυρον καὶ χρυσὸν, τά τε ἱερὰ τῶν θεῶν ἐκόσμησαν καὶ τὰς τῶν ἰδιωτῶν οἰκίας. οἱ πρεσβευταὶ πλοῦτον ἰδόντες ἤγγειλαν Ἀθηναίοις, οἱ δὲ τὴν συμμαχίαν ἔπεμψαν.

[22]

ΛΟΚΡΟΙ.

[1]    Οἱ κατὰ τὴν Ἰταλίαν Λοκροὶ σπονδὰς ποιούμενοι πρὸς Σικελοὺς σκορόδων κεφαλὰς ὑπὸ τοῖς χιτωνίσκοις ἐπὶ τοὺς ὤμους ἐπιθέντες καὶ γῆν ἐμβεβλημένην τοῖς ὑποδήμασιν ὑπὸ τοῖς ποσὶν ἔχοντες ὤμοσαν πρὸς τὸ βέβαιον αὐτοῖς φυλάξειν τὴν πολιτείαν, ἐφ' ὅσον ἂν τὴν γῆν ταύτην πατῶσι καὶ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέρωσι. τοῖς ὅρκοις πιστεύσαντας τοὺς Σικελοὺς ἀνεῖλον οἱ Λοκροὶ μετὰ μίαν ἡμέραν ὡς οὐκέτι τῆς αὐτῆς γῆς ἐπιβαίνοντες οὐδὲ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέροντες.

[23]

ΚΟΡΙΝΘΙΟΙ.

[1]    Κορίνθιοι Συρακουσίοις βοήθειαν πέμποντες, μαθόντες εἴκοσι ναῦς Ἀττικὰς περὶ Ναύπακτον ἐφορμεῖν παραφυλαττούσας, πληρώσαντες εἴκοσι καὶ πέντε τριήρεις, ταύταις μὲν ἐν Πανόρμῳ τῆς Ἀχαΐας ἀνθώρμουν ἀντικρὺ τῶν Ἀττικῶν. τούτων δὲ παραφυλαττόντων ἀλλήλους ὁλκάδες μεσταὶ Κορινθίων ὁπλιτῶν ἀπῆραν ἐκ Πελοποννήσου σύμμαχοι Συρακουσίοις, Ἀθηναῖοι δὲ προσεῖχον ταῖς ἀνθορμούσαις τριήρεσιν.

[24]

ΛΑΜΨΑΚΗΝΟΙ.

[1]    Λαμψακηνοὶ καὶ Παριανοὶ γῆς ὁρίων ἀμφισβητοῦντες συνέθεντο, ἡνίκ' ἂν ὄρνιθες ᾄσωσι πρῶτον, πέμψειν ἄνδρας ἐξ ἑκατέρας πόλεως πρὸς ἀλλήλους· ὅπου δ' ἂν οἱ πεμφθέντες ἀπαντήσωσι, τοῦτον ἀμφοτέροις ὅρον τῆς γῆς γενέσθαι. ἐπειδὴ ταῦτα ἔδοξεν, οἱ Λαμψακηνοὶ τῶν ἐν [τούτοις] τοῖς τόποις θαλασσουργῶν ἔπεισάν τινας, ὅταν ἴδωσι τοὺς Παριανοὺς παριόντες, ἰχθῦς ἀφθόνως ἐπιβάλλειν τῷ πυρὶ καὶ οἶνον πολὺν ἐπισπένδειν ὡς Ποσειδῶνι θύοντας καὶ παρακαλεῖν αὐτοὺς μετ' εὐφημίας τιμῆσαι τὸν θεὸν σπονδῶν κοινωνήσοντας. οἱ μὲν ἁλιεῖς [ταῦτα ἐποίησαν], οἱ δὲ πεισθέντες τοῖς ἁλιεῦσι συνήσθιον καὶ συνέπινον τὸ σπουδαῖον τῆς πορείας ἀνέντες. Λαμψακηνοὶ δὲ συντείναντες ἐπὶ τὸ Ἑρμαῖον φθάσαντες ἦλθον· τοῦτο δὲ Παρίου μὲν ἀπέχει στάδια ἑβδομήκοντα, Λαμψάκου δὲ διακόσια. τοσαύτην γῆν ἀπετέμοντο τῇ τέχνῃ Λαμψακηνοὶ Παριανῶν μεθόριον στησάμενοι τὸ Ἑρμαῖον.

[25]

ΧΑΛΚΗΔΟΝΙΟΙ.

[1]    Χαλκηδόνιοι Βυζαντίοις πολεμοῦντες ἀνοχὰς [ἓξ] ἡμερῶν συνθέμενοι προεχειρίσαντο ἄνδρας ἑκάτεροι δέκα περὶ τῆς εἰρήνης βουλευσομένους. τρισὶν ἡμέραις ἐβουλεύσαντο, τὴν τετάρτην παραλείψειν ἔφασαν οἱ Χαλκηδόνιοι διά τινας ἀσχολίας ἀναγκαίας. συγχωρησάντων Βυζαντίων, οἱ δὲ νύκτωρ πληρώσαντες τὰς ναῦς ἄφνω προσέπεσον μὴ προσδοκῶσι Βυζαντίοις πόλεμον διὰ τὸ λοιπὰς τῶν ὅλων εἶναι ἡμέρας δύο.

[45]

ΣΥΛΟΣΩΝ.

[1]    Συλοσῶν Καλλιτέλους Σαμίοις δημοτικὸς εἶναι δοκῶν στρατηγὸς ᾑρέθη· Σαμίων δὲ πολεμούντων τοῖς Αἰολεῦσι καὶ τὴν πανήγυριν οὐκ ἀγόντων ἐν τῷ ἱερῷ τῆς Ἥρας, πορρωτέρω τῆς πόλεως ὄντι, Συλοσῶν οὐκ ἂν ἔφη στρατηγῶν ἀμελῆσαι τῆς εἰς τὴν θεὸν εὐσεβείας ὡς καὶ μᾶλλον ἐκπλήξων τοὺς πολεμίους, εἰ τὴν πάτριον ἀγάγοι πανήγυριν. οἱ Σάμιοι τὸν στρατηγὸν ἐπαινέσαντες τῆς εὐσεβείας καὶ τῆς ἀνδρείας, ἐλθόντες ἐπὶ τὸ τῆς Ἥρας ἱερὸν ἐσκηνοποιοῦντο καὶ ὅσα εἰς πανήγυριν καθίσταντο. ὁ δὲ Συλοσῶν νυκτὸς εἰς τὴν πόλιν εἰσελθὼν καὶ τοὺς ἀπὸ τῶν τριήρων ναύτας εἰσκαλέσας τὴν Σαμίων ἀρχὴν κατέσχεν.

[46]

ΑΛΕΞΑΝΔΡΟΣ ΘΕΤΤΑΛΟΣ.

[1]    Ἀλέξανδρος Θετταλὸς ναυμαχεῖν μέλλων πολλοῖς ἐπιβάταις ἐπὶ τῶν καταστρωμάτων διέδωκε πολλὰ σαυνία καὶ παρήγγειλεν, ὅταν παραβάλῃ ναῦς, ἀκοντίζειν ἐπὶ τοὺς ναύτας, ἵνα οἱ πλεῖστοι αὐτῶν ἀχρεῖοι γίγνοιντο.

[47]

ΘΡΑΣΥΒΟΥΛΟΣ.

[1]    Θρασύβουλος Μιλησίων τύραννος Ἀλυάττου πολιορκοῦντος Μίλητον καὶ λιμῷ τὴν πόλιν αἱρήσειν μέλλοντος, πέμψαντος δὲ κήρυκα περὶ σπονδῶν, ἕως ἂν τὸν νεὼν κατασκευάσῃ τῆς Ἀσσησίας Ἀθηνᾶς, προσέταξεν τοῖς πολίταις, ὅσον ἕκαστος ἔχοι σῖτον πάντα ἐξενεγκεῖν ἐς τὴν ἀγορὰν καὶ κατακειμένους εὐωχεῖσθαι. ὁ κήρυξ ταῦτα ἰδὼν ἤγγειλεν Ἀλυάττῃ· ὁ δὲ ὡς ἀφθόνων τροφῶν παρασκευὴν Μιλησίων ἐχόντων διέλυσε τὴν πολιορκίαν.

[48]

ΜΕΝΤΩΡ.

[1]    Μέντωρ Ἑρμείου κρατήσας πρὸς τὰς πόλεις τὰς ἀρχομένας ὑπ' αὐτοῦ ἔγραψε, τῇ ἐπιστολῇ σφραγίδα ἐπιθεὶς τὴν ἐκείνου καὶ προσέταξε παραδιδόναι τὰ πράγματα τοῖς κομίζουσι τὰ γράμματα. οἱ δὲ τὴν Ἑρμείου σφραγίδα γνωρίσαντες ἔλαθον αὑτοὺς Μέντορι παραδόντες τὰς πόλεις.

[49]

ΑΝΑΞΑΓΟΡΑΣ.

[1]    Ἀναξαγόρας, Κόδρος, Διόδωρος, παῖδες Ἐχεάνακτος, Ἡγησίαν τύραννον Ἐφεσίων ἀπέκτειναν· Φιλόξενος, Ἀλεξάνδρου βασιλέως ὕπαρχος Ἰωνίας, τοὺς ἄνδρας παρὰ τῶν Ἐφεσίων ἐξαιτῶν, οὐ λαβὼν, φρουρὰν εἰς τὴν πόλιν εἰσαγαγὼν, τοὺς τρεῖς ἄνδρας ἐξαρπάσας, ἐν κλοιῷ δεδεμένους ἐς τὴν ἄκραν τὴν ἐν Σάρδεσιν ἔπεμψεν. οἱ δὲ ἐπὶ μακρὸν ταλαιπωρηθέντες ἔλυσαν αὑτοὺς, φίλου ῥίνην εἰσπέμψαντος, ᾗ χρησάμενοι τὰ δεσμὰ διέσπασαν καὶ οἰκετικαῖς ἐσθήσεσι μετασκευασάμενοι, διὰ νυκτὸς ὡς οἰκέται τοῦ δεσμωτηρίου προελθόντες, σχοινίῳ καὶ ἱματίοις κατὰ μῆκος παρεσχισμένοις συνδήσαντες αὑτοὺς ἀπὸ τῶν τειχῶν καθῆκαν. Διόδωρος μὲν ἐκπεσὼν ἀπὸ ὕψους, παραχρῆμα χωλωθεὶς ἄμφω τὼ πόδε, ληφθεὶς ὑπὸ Λυδῶν ὡς Ἀλέξανδρον ἐπέμφθη δίκας δώσων. Ἀλεξάνδρου ἐν Βαβυλῶνι τελευτήσαντος εἰς Ἔφεσον ὑπὸ Περδίκκου κατεπέμφθη κριθησόμενος κατὰ τοὺς νόμους· Ἀναξαγόρας δὲ καὶ Κόδρος διάραντες εἰς Ἀθήνας ἐσώθησαν, τὴν δὲ Ἀλεξάνδρου τελευτὴν ἀκούσαντες εἰς Ἔφεσον ἐπανελθόντες καὶ τὸν ἀδελφὸν Διόδωρον ἀνέσωσαν.

[50]

ΠΙΝΔΑΡΟΣ.

[1]    Κροίσου τοῦ Λυδοῦ πολιορκοῦντος Ἔφεσον, ἐπειδὴ τῶν πύργων τις, ὁ προδότης κληθεὶς, ἔπεσε καὶ τὸ δεινὸν τῆς ἁλώσεως ἐν ὀφθαλμοῖς ἦν, Πίνδαρος ὁ τυραννεύων τῆς πόλεως συνεβούλευσε τοῖς Ἐφεσίοις ἐκ τῶν πυλῶν καὶ τῶν τειχῶν θώμιγγας συνάψαι τοῖς κίοσι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος ὥσπερ ἀνατιθέντας τῇ θεῷ τὴν πόλιν. Κροῖσος τιμῶν τὴν θεὸν ἐφείσατο τῆς πόλεως ὥσπερ ἀναθήματος καὶ πρὸς τοὺς Ἐφεσίους ἐπὶ ἐλευθερίᾳ συνθήκας ἐποιήσατο.

[51]

ΘΗΡΩΝ.

[1]    Θήρων Ἀκραγαντῖνος δορυφόρους μὲν ἔχων ἐν ἀπορρήτῳ παρεσκευασμένους, χρημάτων δὲ οὐκ εὐπορῶν πρὸς τὰς μισθοδοσίας, τῆς πόλεως Ἀθηνᾷ μεγαλοπρεπῆ ναὸν ἐγειρούσης, ἐπειδὴ τὰ χρήματα ἐν ταῖς ἐργασίαις διεκλέπτετο, ἔπεισεν ἀθρόαν ἔκδοσιν ποιήσασθαι τοῦ νεὼ καὶ λαβεῖν ἐγγυητὰς ἀξιοχρέους καὶ ὁρίσαι προθεσμίαν, ἐν ᾗ τὸ ἱερὸν συντελεσθήσεται. ἔδοξεν ὀρθῶς λέγειν, καὶ ἡ πόλις πεισθεῖσα τὸ ἔργον ἐξέδωκεν. ἠργολαβεῖτο Γόργος Θήρωνος. ἐπεὶ δὲ τὸ τῆς πόλεως ἀργύριον ἔλαβεν, οὔτε τέκτονας οὔτε λιθοξόους οὔτε τοὺς ἄλλους δημιουργοὺς ἐμισθώσατο, ἀλλὰ κατὰ τῆς δούσης πόλεως μισθὸν τοῖς δορυφόροις ἔδωκε, καὶ τοῖς ἰδίοις χρήμασιν Ἀκραγαντῖνοι ὑπὸ Θήρωνος ἐτυραννεύθησαν.

[52]

ΣΙΣΥΦΟΣ.

[1]    Σίσυφος, Αὐτολύκου τὰς βόας αὐτοῦ κλέπτοντος πολλάκις, ταῖς χηλαῖς τῶν βοῶν ἐνέτηξε μόλιβον, ᾧ χαρακτῆρα ἐνήρμοσε γράμματα ἐκτυποῦντα 'Αὐτόλυκος ἔκλεψεν'. ὁ μὲν δὴ Αὐτόλυκος νύκτωρ ἀπήλασε τὰς βόας, ὁ δὲ Σίσυφος μεθ' ἡμέραν τοῖς γείτοσι γεωργοῖς ἔδειξε τὰ ἴχνη τῶν βοῶν κατηγοροῦντα τὴν Αὐτολύκου κλοπήν.

[53]

ΑΓΝΩΝ.

[1]    Ἅγνων Ἀττικὴν ἀποικίαν ἤγαγεν οἰκίσαι βουλόμενος τὰς καλουμένας Ἐννέα ὁδοὺς ἐπὶ τῷ Στρυμόνι· ἦν γὰρ καὶ λόγιον Ἀθηναίοις τοιόνδε·

   τίπτε νέως κτίσσαι πολύπουν μενεαίνετε χῶρον,

   κοῦροι Ἀθηναίων; χαλεπὸν δὲ θεῶν ἄτερ ὔμμιν.

   οὐ γὰρ θέσφατόν ἐστι, πρὶν ἂν κομίσητ' ἀπὸ Τροίης

   Ῥήσου ἀνευρόντες καλάμην πατρίῃ δέ τ' ἀρούρῃ

   κρύψητ' εὐαγέως· τότε δ' ἂν τότε κῦδος ἄροισθε.

ταῦτα τοῦ θεοῦ χρήσαντος ὁ στρατηγὸς Ἅγνων ἐς Τροίαν ἔπεμψεν ἄνδρας, οἳ τὸ Ῥήσου σῆμα νύκτωρ ἀνορύξαντες ἀνείλοντο τὰ ὀστᾶ· καὶ καταθέντες τὰ ὀστᾶ ἐς χλαμύδα πορφυρᾶν κομίζουσιν ἐπὶ τὸν Στρυμόνα. οἱ μὲν δὴ κατέχοντες βάρβαροι τὴν χώραν διαβαίνειν τὸν ποταμὸν ἐκώλυον, Ἅγνων δὲ σπονδὰς ποιησάμενος τρεῖς ἡμέρας ἀπέπεμψε τοὺς βαρβάρους καὶ διὰ τῆς νυκτὸς τὸν Στρυμόνα μετὰ τοῦ στρατεύματος διελθὼν τά τε ὀστᾶ τοῦ Ῥήσου κατώρυξε παρὰ τὸν ποταμὸν καὶ τὸ χωρίον ἀποταφρεύσας ἐτείχιζε πρὸς τὴν σελήνην, ἡμέρας δὲ οὐκ εἰργάζοντο. καὶ δὴ [τὸ] πᾶν ἔργον ἐξετελέσθη τριῶν νυκτῶν. ὡς δὲ οἱ βάρβαροι μετὰ τρεῖς ἡμέρας ἐλθόντες τὸ τεῖχος εἶδον ἐγηγερμένον, ἐνεκάλουν Ἅγνωνι ὡς παραβάντι τὰς σπονδάς, ὁ δὲ οὐδὲν ἔφη ἀδικεῖν· σπείσασθαι γὰρ τρεῖς ἡμέρας, οὐ τρεῖς νύκτας. τούτῳ τῷ τρόπῳ τὰς Ἐννέα ὁδοὺς Ἅγνων οἰκίσας τὴν πόλιν Ἀμφίπολιν ἐκάλεσεν.

[54]

ΑΜΦΙΡΗΤΟΣ.

[1]    Ἀμφίρητος Ἀκάνθιος λῃσταῖς ἁλοὺς, ἐς Λῆμνον ἀχθεὶς ἐν δεσμοῖς ἐφρουρεῖτο τῶν λῃστῶν λύτρα μεγάλα ἐλπιζόντων· ὁ δὲ τροφῆς ἀποσχόμενος μίλτον ὕδατι ἁλμυρῷ μίξας ἔπιεν. ἐπεὶ δὲ διεχώρησεν, οἱ λῃσταὶ νομίσαντες αἵματος ῥύσιν αὐτῷ γεγονέναι τῶν δεσμῶν ἀνῆκαν, ὡς μὴ διὰ τὴν νόσον ἀποθάνοι καὶ δὴ τῶν λύτρων ἀπολουμένων. ὁ δὲ λυθεὶς, νύκτωρ ἀποδρὰς, ἁλιάδος ἐπιβὰς εἰς Ἄκανθον διεσώθη.