7905 426 0 1 4 0 IV-V d. C. Philosophia Synesius Aegyptii sive de providentia Terzaghi, N., Rome, Polygraphica, 1944 1

Synesius - Aegyptii sive de providentia I

ΑΙΓΥΠΤΙΟΙ Η ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ

ΠΡΟΘΕΩΡΙΑ

[1]    Γέγραπται μὲν ἐπὶ τοῖς Ταύρου παισί, καὶ τό γε πρῶτον μέρος, τὸ μέχρι τοῦ κατὰ τὸν λύκον αἰνίγματος, ἀνεγνώσθη καθ' ὃν μάλιστα καιρὸν ὁ χείρων ἐκράτει τῇ στάσει περιγενόμενος. προσυφάνθη δὲ τὸ ἑπόμενον μετὰ τὴν κάθοδον τῶν ἀρίστων ἀνδρῶν αἰτησάντων, μὴ κολοβὸν ἐπὶ τῶν ἀτυχημάτων μεῖναι τὸ σύγγραμμα, ἀλλ', ἐπειδὴ τὰ προηγορευμένα κατὰ θεὸν ἐδόκει περαίνεσθαι, ἐπὶ τῆς αὐτῆς ὑποθέσεως καὶ ταῖς βελτίοσιν αὐτῶν τύχαις ἐπεξελθεῖν. πραττομένης οὖν ἤδη τῆς τυραννικῆς καθαιρέσεως, συμπροῆλθεν ὁ λόγος τοῖς πράγμασιν. ἄξιον δὲ ἐν αὐτῷ διαφερόντως θαυμάσαι τὸ πολλαῖς ὑποθέσεσιν ἀρκέσαι τὴν μεταχείρισιν. καὶ γὰρ δόγματα συχνὰ τῶν μέχρι νῦν ἀδιακρίτων χώραν τε εὗρε σκέψεως ἐν τῷ πλάσματι, καὶ ἕκαστα διηκρίβωται, καὶ βίοι γράφονται, κακίας καὶ ἀρετῆς ἐσόμενοι παραδείγματα, καὶ τῶν παρεστώτων πραγμάτων ἱστορίαν ἔχει τὸ σύγγραμμα καὶ διὰ πάντων ὁ μῦθος ἐξείργασται πρὸς τὸ χρήσιμον ποικιλλόμενος.

ΛΟΓΟΣ ΠΡΩΤΟΣ

[1]    Ὁ μῦθος Αἰγύπτιος· περιττοὶ σοφίαν Αἰγύπτιοι. τάχ' ἂν οὖν ὅδε, καὶ μῦθος ὤν, μύθου τι πλέον αἰνίττοιτο, διότι ἐστὶν Αἰγύπτιος. εἰ δὲ μηδὲ μῦθος, ἀλλὰ λόγος ἐστὶν ἱερός, ἔτι ἂν ἀξιώτερος εἴη λέγεσθαί τε καὶ γράφεσθαι.

   Ὄσιρις καὶ Τυφὼς ἤστην μὲν ἀδελφὼ καὶ ἀπὸ τῶν αὐτῶν ἐγενέσθην σπερμάτων. ἔστι δὲ οὐ μία ψυχῶν καὶ σωμάτων συγγένεια· οὐ γὰρ τὸ τοῖν αὐτοῖν ἐπὶ γῆς ἐκφῦναι γονέοιν τοῦτο προσήκει ψυχαῖς, ἀλλὰ τὸ ἐκ μιᾶς ῥυῆναι πηγῆς. δύο δὲ ἡ τοῦ κόσμου φύσις παρέχεται, τὴν μὲν φωτοειδῆ, τὴν δὲ ἀειδῆ· καὶ τὴν μὲν χαμόθεν ἀναβλύζουσαν, ἅτε ἐρριζωμένην κάτω ποι, καὶ τῶν [τῆς] γῆς χηραμῶν ἐξαλλομένην, εἴ πῃ τὸν θεῖον νόμον βιάσαιτο· ἡ δὲ τῶν οὐρανοῦ νώτων ἐξῆπται· καταπέμπεται μὲν γὰρ ἐφ' ᾧ κοσμῆσαι τὴν περίγειον λῆξιν, ἐπιτάττεται δὲ κατιοῦσα διευλαβηθῆναι, μὴ ἐν ᾧ κοσμεῖ καὶ τάττει τὸ ἄτακτον καὶ ἀκόσμητον, αὐτὴ πελάζουσα αἴσχους τε καὶ ἀκοσμίας ἀναπλησθῇ. κεῖται δὲ Θέμιδος νόμος ἀγορεύων ψυχαῖς, ἥτις ἂν ὁμιλήσασα τῇ τῶν ὄντων ἐσχατιᾷ τηρήσῃ τὴν φύσιν καὶ ἀμόλυντος διαγένηται, ταύτην δὴ τὴν αὐτὴν ὁδὸν αὖθις ἀναρρυῆναι καὶ εἰς τὴν οἰκείαν ἀναχυθῆναι πηγήν, ὥσπερ γε καὶ τὰς ἐκ τῆς ἑτέρας μερίδος τρόπον τινὰ ἐξορμησαμένας φύσεως ἀνάγκη ἐς τοὺς συγγενεῖς αὐλισθῆναι κευθμῶνας,

   ἔνθα Φθόνος τε, Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν

   Ἄτης ἐν λειμῶνι κατὰ σκότον ἠλάσκουσιν.

[2]    Αὗται ψυχῶν εὐγένειαι καὶ δυσγένειαι, καὶ γένοιτ' ἂν οὕτω συγγενεῖς εἶναι Λίβυν ἄνδρα καὶ Παρθυαῖον, καὶ γένοιτ' ἂν οὕτως οὓς καλοῦμεν ἡμεῖς ἀδελφοὺς κατὰ μηδὲν εἶναι τῇ ψυχῶν συγγενείᾳ προσήκοντας, ὅπερ ἐπὶ τοῖν Αἰγυπτίοιν παίδοιν εὐθύς τε γεινομένων ὑπεσήμηνε καὶ τελειουμένων λαμπρῶς διεδείχθη. ὁ μὲν γὰρ νεώτερος, θείᾳ μοίρᾳ καὶ φὺς καὶ τραφείς, τά τε ἐν βρέφει φιλήκοον ἦν καὶ φιλόμυθον· ὁ γὰρ μῦθος φιλοσόφημα παίδων ἐστίν· καὶ ἐπιδιδοὺς ἤρα παιδείας ἀεὶ τὸν χρόνον ὑπερτεινούσης· τῷ τε πατρὶ τὰ ὦτα ὑπεῖχεν καὶ ὅ τι ἕκαστος εἰδείη σοφόν, περὶ ἅπαντα ἐλιχνεύετο, τὰ μὲν πρῶτα σκυλακηδὸν ἀθρόα πάντα ἀξιῶν εἰδέναι, ὥσπερ ἀμέλει ποιοῦσιν αἱ φύσεις αἱ τὰ μεγάλα ὑπισχνούμεναι· σφαδάζουσι καὶ προεξανίστανται τοῦ καιροῦ, ἤδη τὸ τέλος ἑαυταῖς τὸ ἐραστὸν ἐγγυώμεναι. ἔπειτα μέντοι πολὺ πρὸ ἥβης ἡσυχαίτερός τε ἦν εὖ γεγονότος πρεσβύτου καὶ σὺν κόσμῳ μὲν ἤκουε, δεῆσαν δέ ποτε καὶ αὐτὸν εἰπεῖν, ἢ ἀνερησόμενον περὶ ὧν ἤκουσεν ἢ ἐπ' ἄλλῳ τῳ, πᾶς ἂν ἐπέγνω διαμέλλοντα καὶ ἐρυθαινόμενον. καὶ ὁδῶν ἐξίστατο καὶ καθέδρας Αἰγυπτίων τοῖς πρεσβυτέροις, καὶ ταῦτα παῖς ὢν τοῦ τὴν μεγάλην ἀρχὴν ἄρχοντος. παρῆν δὲ αὐτῷ καὶ αἰδὼς ἡλίκων καὶ ἐν τῇ φύσει μάλιστα τὸ ἀνθρώπων ἐπιμελεῖσθαι· ὥστε ἐν ἐκείνῳ τῆς ἡλικίας ὄντος, ἔργον ἦν Αἰγύπτιον εὑρεῖν ἄνθρωπον, ᾧ μὴ ἕν γέ τι ἀγαθὸν παρὰ τοῦ πατρὸς ἐπεπόριστο τὸ μειράκιον. ὁ δὲ πρεσβύτερος, ὁ Τυφώς, ἑνὶ λόγῳ, πάντα ἐπαρίστερος. σοφίαν μὲν δὴ πᾶσαν, ὅση τε Αἰγυπτία καὶ ὅσης ὑπερορίου διδασκάλους ὁ βασιλεὺς Ὀσίριδι τῷ παιδὶ παρεστήσατο, ἀπεστυγήκει τε ὅλῃ γνώμῃ καὶ κατεγέλα τοῦ πράγματος, ὡς ἀργοῦ τε καὶ δουλοῦντος τὰς γνώμας· ὁρῶν δὲ τὸν ἀδελφὸν φοιτῶντά τε ἐν τάξει καὶ αἰδοῖ συζῶντα, τοῦτο δὲ ᾤετο φόβον εἶναι, δι' ὃ οὔτε πὺξ παίοντά τις εἶδεν, οὔτε λὰξ ἐναλλόμενον, οὔτε δρόμον θέοντα ἄκοσμον, καὶ ταῦτα κοῦφόν τε ὄντα καὶ περιεπτισμένον καὶ ἐλαφρὸν τῇ ψυχῇ φορτίον τὸ σῶμα περικείμενον. ἀλλ' οὐδὲ χανδόν ποτε Ὄσιρις ἔπιεν, οὔτε ἐξεκάγχασεν, ὡς εἶναι τὸν γέλωτα βρασμὸν ὅλου τοῦ σώματος, ἅπερ Τυφὼς ἔδρα τε ὁσημέραι καὶ μόνα ἔργα ἐλευθέρων ᾤετο, ποιεῖν ὅ τί τις τύχοι καὶ βούλοιτο· ἐῴκει δὲ οὔτε τῷ γένει τὴν φύσιν, οὐδ' ὅλως ἀνθρώπων τινί, καὶ καθάπαξ εἰπεῖν, οὐδ' αὐτὸς ἦν αὑτῷ παραπλήσιος ἀλλὰ παντοδαπόν τι κακόν· νῦν μὲν ἂν ἔδοξεν εἶναι νωθής τε καὶ ἐτώσιον ἄχθος ἀρούρης, τοσαῦτα ἀφ' ὕπνου γινόμενος, ὅσα γαστρίζεσθαι καὶ ἄλλα ἐναποτίθεσθαι τοῦ καθεύδειν ἐφόδια· νῦν δὲ καὶ τὰ μέτρια ἀμελῶν τῶν ἀναγκαίων τῇ φύσει, ἐφ' οἷς σκιρτᾶν τε ἄμουσα καὶ παρέχειν πράγματα καὶ ἥλιξι καὶ ὑπερήλιξιν. ἐθαύμαζέ τε γὰρ ἰσχὺν σώματος ὡς τελεώτατον ἀγαθόν, καὶ ἐχρῆτο κακῶς, θύρας τε ἀπαράττων καὶ βώλοις βάλλων καὶ εἴ τῳ τραῦμα ἦν ἢ κακὸν ἄλλο ἐργάσοιτο χαίρων ὡς ἐπὶ μαρτυρίᾳ τῆς ἀρετῆς· ὤργα τε ἄωρα καὶ βιαιότατος ἦν ἐπιθέσθαι μίξεσι· καὶ δὴ καὶ φθόνος μὲν αὐτῷ πρὸς τὸν ἀδελφὸν ὑπετύφετο, μῖσος δὲ πρὸς Αἰγυπτίους, ὅτι οἱ μέν, ὁ λεώς, ἐθαύμαζον Ὄσιριν καὶ ἐν λόγοις καὶ ἐν ᾠδαῖς, καὶ οἴκοι καὶ ἐπὶ τῶν κοινῶν ἱερῶν ἀγαθὰ αὐτῷ πάντα πανταχοῦ πάντες παρὰ τῶν θεῶν ᾔτουν· ὁ δέ τοι ἦν τε καὶ ἐδόκει τοιοῦτος. ταῦτ' ἄρα ὁ Τυφὼς καὶ ἑταιρικόν τι συνεστήσατο παίδων ἀφρόνων ἐπ' ἄλλο μὲν οὐδέν (οὐδένα γὰρ ἐπεφύκει φιλεῖν ἀπὸ γνώμης) ἀλλ' ἵν' εἶέν τινες αὐτῷ στασιῶται, μὴ φρονοῦντες τὰ Ὀσίριδος. ἦν δὲ ἅπαντι ῥᾴδιον ἐωνῆσθαι τὴν γνώμην αὐτοῦ καὶ εὑρέσθαι τι παρὰ Τυφῶνος, ὧν δέονται παῖδες, εἰ μόνον ψιθυρίσειέ τι τῶν φερόντων εἰς λοιδορίαν Ὀσίριδος. παιδόθεν μὲν οὖν οὕτως ἡ φύσις αὐτοῖν τὴν διαφορὰν τῶν βίων ὑπέσχετο.

[3]    Ὥσπερ δὲ ὁδῶν ἡ πρώτη σχίζα κατὰ βραχὺ διαστᾶσα, προιοῦσα πλέον ἀεί τι ποιεῖ, καὶ τελευτῶσαι καταντῶσιν εἰς πλεῖστον τὸ ἀντικείμενον, οὕτως ἴδοι τις ἂν καὶ ἐπὶ τῶν νέων γινόμενον, καὶ τὸ σμικρὸν εἰς διαφορὰν πλεῖστον ἀφίστησι προιόντας. οἱ δὲ οὐδὲ κατὰ μικρόν, ἀλλ' αὐτίκα τὴν ἐναντίαν ἐτράποντο, ἀρετὴν καὶ κακίαν τελείαν ἑκάτερος διαλαχόντες. ἐπιδιδόντων οὖν, συνεπεδίδου καὶ τὸ ἀντίξουν τῶν προαιρέσεων, καὶ ἀριδηλότερα τὰ τεκμήρια παρειχέσθην, ἔργοις ἐνσημαινόμενα. Ὄσιρις μὲν οὖν εὐθὺς ἀφ' ἥβης συνεστρατήγει τοῖς ἀποδεδειγμένοις, οὔπω μὲν ὅπλα διδόντος τοῖς τηλικοῖσδε τοῦ νόμου, γνώμης δὲ ἄρχων, οἱονεὶ νοῦς ὤν, καὶ τοῖς στρατηγοῖς χερσὶ χρώμενος. κᾆτα, ὥσπερ φυτοῦ τῆς φύσεως αὐξανομένης, ἐξέφερε καρπόν τινα ἀεὶ τελειότερον· ἐπιστάτης δὲ δορυφόρων γενόμενος, καὶ τὰς ἀκοὰς πιστευθείς, καὶ πολιαρχήσας, καὶ βουλῆς ἄρξας, ἑκάστην ἀρχὴν ἀπεδίδου παρὰ πολὺ σεμνοτέραν ἢ παρελάμβανεν. ὁ δὲ ταμίας τε χρημάτων ἀποδειχθεὶς (ἐδέδοκτο γὰρ τῷ πατρὶ τῆς φύσεως ἀποπειρᾶσθαι τῶν παίδων ἐν ἐλάττοσιν ὑποθέσεσιν) ᾔσχυνεν ἑαυτόν τε καὶ τὸν ἑλόμενον, κλοπῆς τε δημοσίων ἁλοὺς καὶ δωροδοκίας καὶ ἐμπληξίας εἰς τὴν διοίκησιν. μετατεθεὶς δὲ καὶ εἰς ἕτερον εἶδος ἀρχῆς, μή ποτε ἄρα καὶ ἐναρμόσειεν, ὁ δὲ αἴσχιον ἔπραξε, καὶ χρηστῆς βασιλείας ἐκεῖνο τὸ μέρος τῆς ἀρχῆς, ᾧ Τυφὼς ἐπεστάτησεν, ἐνιαυτὸν ὅλον ἀποφράδα ἤγαγεν. ἐπ' ἄλλους ἀνθρώπους ᾔει, καὶ τὸ οἰμώζειν ἐπ' ἐκείνους μετῄει. τοιοῦτος Τυφὼς ἄρχειν ἀνθρώπων. ἰδίᾳ μὲν ἐκορδάκιζεν, Αἰγυπτίων δὲ ὅστις ἀκοσμότατος καὶ ξένων συνειλοχὼς τοὺς πάντα ῥᾳδίους εἰπεῖν τε καὶ ἀκοῦσαι καὶ παθεῖν καὶ ποιῆσαι, ὡς εἶναι τὸ ἑστιατόριον παντοδαπῆς ἀκολασίας ἐργαστήριον· καὶ ἐγρηγορὼς αὐτός τε ἔρρεγκεν, καὶ ἄλλων ἀκούων ἥδετο, μουσικήν τινα θαυμαστὴν τὸ πρᾶγμα ἡγούμενος, ἔπαινοί τε καὶ τιμαὶ τῷ παρατείνοντι τὸν ἀκόλαστον ἦχον καὶ τῷ μᾶλλον στρογγύλλοντι. εἷς δέ τις αὐτῶν, ὁ μάλιστα ἀνδρειότατος, ἀπηρυθρίασε πρὸς ἅπαν, καὶ μηδὲν τῶν ἐπονειδίστων ὀκνήσας, ἀριστείων τε ἄλλων πολλῶν ἐτύγχανεν, καὶ ἀρχαί τινες ὑπῆρξαν αὐτῷ μισθὸς αἰσχρᾶς παρρησίας. ὁ Τυφὼς οἴκοι μὲν δὴ τοιοῦτος.

[4]    Ἐπειδὴ δὲ ἐν τῷ σχήματι τοῦ τὰ κοινὰ πράττειν καθίζοιτο, διεδείκνυ σαφῶς ὅτι παντοδαπὸν ἡ κακία· καὶ γὰρ πρὸς ἀρετὴν καὶ πρὸς ἑαυτὴν στασιάζει, καὶ μερίδες αὐτῆς ἄμφω τὰ ἀντικείμενα. ὅ γέ τοι χαῦνος εὐθὺς ἐμεμήνει, καὶ σκληρότερον ὑλακτῶν Ἠπειρώτου κυνὸς συμφορὰν προσετρίβετο, τὴν μὲν ἰδιώτῃ, τὴν δὲ οἰκίᾳ, τὴν δὲ ὁλοκλήρῳ πόλει, καὶ ἐγάνυτό γε μεῖζον κακὸν ἐργασάμενος, ὡς τὴν ἀδοξίαν τῆς οἴκοι ῥᾳθυμίας δακρύοις ἀνθρώπων ἀπονιπτόμενος. ἓν ἄν τις ὤνατο τοῦ κακοῦ· πολλάκις γὰρ ὢν πρὸς αὐτῷ δὴ τῷ δρᾶσαι δεινόν, ἢ παρενεχθεὶς τὴν γνώμην εἰς ἀλλοκότους ὑπονοίας ἐξέπιπτεν, ὥστε ἐοικέναι τοῖς νυμφολήπτοις, περὶ τῆς ἐν Δελφοῖς σκιᾶς ἐρρωμένως διατεινόμενος· ἐν τούτῳ δὲ ὁ κινδυνεύων ἐσῴζετο, περὶ οὗ μηδεὶς ἔτι λόγος ἐγίνετο· ἢ ληθάργῳ συνείχετο καὶ καρηβαρὴς ἦν ἐπὶ χρόνον τινά, ὥστε ἀπεῖναι τῶν ἐν οἷς εἴη τὸν νοῦν. εἶτα ἀγείραντος ἑαυτόν, ἐρρυήκει μὲν καὶ ὣς ἡ μνήμη τῶν ἔναγχος· ὁ δὲ ἐζυγομάχει πρὸς τοὺς ἐπὶ τῶν διοικήσεων περὶ τοῦ πόσους ὁ μέδιμνος ἔχει πυρούς, καὶ πόσους κυάθους ὁ χοῦς, περιττήν τινα καὶ ἄτοπον ἀγχίνοιαν ἐνδεικνύμενος. ἤδη δέ ποτε καὶ ὕπνος ἀφείλετο συμφορᾶς ἄνθρωπον, ἐπιπεσὼν Τυφῶνι μάλα εὐκαίρως, καὶ κατὰ τῆς καθέδρας ἦν ἂν ἐπὶ κεφαλὴν ὤσας, εἰ μή τις ὑπηρέτης μεθεὶς τὴν λαμπάδα ὑπήρειδεν. οὕτω πολλάκις τραγικὴ παννυχὶς εἰς κωμῳδίαν ἀπετελεύτησεν. καὶ γὰρ οὐδὲ ἐχρημάτιζεν ἐν ἡμέρᾳ, ἅτε ἡλίῳ καὶ φωτὶ φύσις ἀντίξους καὶ σκότῳ προσήκουσα. σαφῶς δὲ εἰδὼς ὅτι πᾶς, ὅτῳ καὶ σμικρόν τι φρονήσεως μέτεστι, κατέγνωκεν αὐτοῦ τὴν ἀκριβεστάτην ἀμαθίαν, ὁ δὲ οὐχ ἑαυτὸν ᾐτιᾶτο τῆς ἀτοπίας, ἀλλὰ διὰ τοῦτο κοινὸς ἦν ἐχθρὸς τῶν νοῦν ἐχόντων, ὡς ἀδικούντων, ὅτι κρίνειν ἐπίστανται, βουλεῦσαι μὲν ἄπορος, ἐπιβουλεῦσαι δὲ ποριμώτατος. ἄνοια καὶ ἀπόνοια συνήστην αὐτῷ, κῆρες ψυχῆς ὑπ' ἀλλήλων ῥωννύμεναι, ὧν ἄλλα κακὰ μείζω καὶ προχειρότερα γένος ἀνθρώπων ἐκτρῖψαι οὔτε ἔστιν, οὔτε μή ποτε ἐν τῇ φύσει γένηται.

[5]    Ταῦτα ἕκαστα ὁ πατὴρ ἑώρα τε καὶ ξυνίει, καὶ Αἰγυπτίων προὐκήδετο· βασιλεὺς γὰρ ἦν καὶ ἱερεὺς καὶ σοφός· Αἰγύπτιοι λόγοι φασίν, ὅτι καὶ θεός. οὐ γὰρ ἀπιστοῦσιν Αἰγύπτιοι μυρίους καθ' ἕνα θεοὺς αὐτῶν βασιλεῦσαι, πρὶν ὑπ' ἀνθρώπων ἀρχθῆναι τὴν χώραν καὶ γενεαλογηθῆναι τοὺς βασιλέας, Πείρωμιν ἐκ Πειρώμιδος. ἐπειδὴ οὖν μεθίστασαν αὐτὸν θεῖοι νόμοι παρὰ τοὺς μείζους θεούς, καὶ παρῆν ἡ κυρία, συνειλέχατο μὲν εἰς αὐτήν, πάλαι προηγορευμένον, ἐξ ἁπάσης πόλεως Αἰγυπτίας ἱερέων τε ὅσαι φρῆτραι, καὶ τὸ στρατιωτικὸν τὸ αὐτόχθον· οὗτοι μὲν ὑπ' ἀνάγκης τοῦ νόμου· τὰ δὲ ἄλλα μέρη τῶν δήμων ἐξῆν μὲν ἀπεῖναι, παρεῖναι δὲ οὐδεὶς εἴργετο, θεασόμενοι τὴν χειροτονίαν, οὐκ αὐτοὶ χειροτονήσοντες. συφορβοὶ δὲ εἴργοντο καὶ τῆς θέας, καὶ ὅστις αὐτὸς ἢ γένος ἀλλόφυλος ὢν ὁπλοφορεῖ μισθωτὸς Αἰγυπτίοις, καὶ τούτοις ἀπείρητο μὴ παρεῖναι. ταύτῃ καὶ παρὰ πλεῖστον ἔλαττον ἔσχεν ὁ πρεσβύτερος τῶν υἱέων. συφορβοί τε γὰρ ἦσαν καὶ ἀλλόφυλοι τὸ στασιωτικὸν τοῦ Τυφῶνος, δῆμος ἀπόπληκτος καὶ πολύς· ἀλλ' εἴκων ἔθει, καὶ οὐδὲ ἀναπειρώμενος οὐδὲ δεινὸν τὴν ἀτιμίαν ἀλλὰ προσῆκον ἡγούμενος, ἅτε νόμῳ καταδεδικασμένην καὶ φύσιν οὖσαν ἤδη τοῖς γένεσιν.

[6]    Καθίσταται δὲ Αἰγυπτίοις ὁ βασιλεὺς τρόπῳ τοιῷδε. ἱερὸν ὄρος ἐστὶ παρὰ τὴν μεγάλην πόλιν τὰς Θήβας, καὶ ὄρος ἄλλο καταντικρύ· [καὶ] μέσον ἀμφοῖν τὸ ῥεῦμα τοῦ Νείλου. τῶν ὀρῶν τοῦτο μὲν τὸ καταντικρὺ Λιβυκόν, καὶ ἐν αὐτῷ δίαιταν ἔχειν νόμος τῆς παρασκευῆς τὸν χρόνον τοὺς ὑποψήφους τῇ βασιλείᾳ, τοῦ μηδὲν ἐπαισθάνεσθαι τῆς αἱρέσεως· τὸ δὲ ἱερὸν [τὸ] Αἰγύπτιον. σκηνὴ μὲν ἐπ' ἄκρου τῷ βασιλεῖ, καὶ παρ' αὐτὸν ὅσοι τῶν ἱερέων τὴν μεγάλην σοφίαν σοφοί, καὶ πρόεισιν ἡ τάξις εἰς ἅπαν τὸ ἀριστεῦον, κατ' ἀξίαν τῶν τελετῶν τὰς χώρας μερίζουσα. οὗτοι μὲν ὡς περὶ καρδίαν, τὸν βασιλέα, κύκλος εἷς πρῶτος· οἱ δὲ στρατιῶται, κύκλος ἄλλος ἔχεται τούτου. καὶ οὗτοι μὲν ἔτι περὶ τὸν ὄχθον, ὃς ἐπὶ τοῦ διατείνοντος ὄρους ὄρος ἐστὶν ἄλλο, καθάπερ μαστὸς ἀνιστάμενος, ἐν ἀπόπτῳ τὸν βασιλέα παρέχων καὶ τοῖς διὰ πλείστου περιεστῶσι. περιεστᾶσι δὲ τοῦ μαστοῦ τὴν ὑπώρειαν καταλαμβάνοντες, ὅσοις ἔξεστιν ἐπὶ τῇ θέᾳ παρεῖναι, οὗτοι μὲν μόνον ἐπευφημοῦντες οἷς ἂν ἐπαισθάνωνται, οἱ δὲ τὸ κῦρος ἔχοντες τῆς αἱρέσεως. ἐπειδὰν ἐπιθειάσηται βασιλεύς, καὶ οἷς τοῦτο τὸ ἔργον ἅπαν κινήσωσι κωμαστήριον, ὡς ἂν τοῦ θείου παρόντος τε καὶ τὰ περὶ τὴν αἵρεσιν συμφροντίζοντος, ὀνόματός τινος ἀναδειχθέντος τῶν ὑποψήφων τῇ βασιλείᾳ, στρατιῶται μὲν χεῖρας αἴρουσι· κωμασταὶ δὲ καὶ ζάκοροι καὶ προφῆται ψηφοφοροῦσι. πλῆθος ἔλαττον τοῦτο, δύναται δὲ παρὰ πολὺ πλεῖστον· προφητικὴ μὲν γὰρ ψῆφος ἑκατὸν χεῖρές εἰσιν, κωμαστικὴ δὲ εἴκοσι, καὶ ὁ ζάκορος δέκα δύναται χεῖρας. ἕτερον ὄνομα τῶν βασιλικῶν, καὶ ἐπ' αὐτῷ χεῖρες καὶ ψῆφοι. κἂν μὲν ἀγχώμαλον ᾖ τὸ πλῆθος, βασιλεὺς ἐπιψηφίσας θατέρᾳ μερίδι παρὰ πολὺ μείζω ποιεῖ· τῇ δὲ ἐλάττονι προσνείμας ἑαυτὸν εἰς ἴσον καθίστησιν. ἔνθα ἀναθέσθαι δεῖ τὴν χειροτονίαν καὶ τῶν θεῶν ἔχεσθαι, προσεδρεύοντάς τε πλείω χρόνον καὶ ἀπταιστότερον ἁγιστεύοντας, ἕως ἂν οὐ διὰ παραπετασμάτων, οὐδὲ διὰ τῶν ἑκάστοτε συνθημάτων, ἀλλ' αὐτοπτηθέντες αὐτὸν τὸν βασιλέα ἀναδείξωσι, καὶ ὁ δῆμος αὐτήκοος γένηται τῆς παρὰ τῶν θείων ἀναρρήσεως. ταῦτα μέν, ὡς ἑκάστοτε τυγχάνοι, νῦν μὲν οὕτως, νῦν δὲ ἐκείνως ἐγένετο· ἐπὶ δὲ Τυφῶνός γε καὶ Ὀσίριδος θεοί τε, οὐδὲν τῶν ἱερέων πραγματευσαμένων, τὴν πρώτην εὐθὺς ἐναργεῖς ἑωρῶντο, καὶ ἔταττον ἐφεστῶτες αὐτοί, καὶ διεκόσμουν ἕκαστος τοὺς σφετέρους ὀργιαστάς, ἅπαντί τε δῆλον ἦν, ἐφ' ᾧ γε παρείησαν. καίτοι καὶ μὴ παρόντων, ἅπασα χείρ, ἅπασα ψῆφος τοῦ νεωτέρου τῶν βασιλικῶν παίδων τοὔνομα περιέμενεν. ἀλλὰ τὰ μεγάλα δεῦρο μείζοσι καὶ φροιμίοις προαναδείκνυται, καὶ τὸ θεῖον ἐπισημαίνεται παρὰ τοῖς πολὺ παρὰ τὸ εἰκὸς ἀποβησομένοις, καὶ λῴοσιν οὖσι καὶ χείροσιν.

[7]    Ὄσιρις μὲν οὖν, ὥσπερ θέμις ἦν, αὐτοῦ κατὰ χώραν ἔμενεν, οὗ τὴν ἀρχὴν διεβεβίβαστο· ὁ δὲ ἐσφάδαζεν, ἤσχαλλεν εἰδέναι τὰ περὶ τὴν χειροτονίαν, καὶ τέλος οὐκ ἦν ἐγκρατὴς ἑαυτοῦ, τὸ μὴ οὐκ ἐπιθέσθαι πείρᾳ καὶ διαφθεῖραι ψήφους. ἀφειδήσας οὖν ἑαυτοῦ τε καὶ νόμων βασιλικῶν, καὶ ἐφεὶς τῷ ῥεύματι, φερόμενος, νηχόμενος, ἅπαντα ποιῶν καὶ πάσχων, καταγέλαστος ὑπὸ τῶν ὁρώντων, καθίσταται πέραν τοῦ ποταμοῦ· καὶ ᾤετο μὲν λανθάνειν, πλὴν οἷς προσέλθοι τε καὶ ὑπόσχοιτο χρήματα, ἅπας δέ τις ἠπίστατο, καὶ ἐστύγουν αὐτόν τε καὶ τὴν ἐπίνοιαν. οὐ μὴν ἐλέγξειν ἐδόκει φύσιν παράφορον· ὃ καὶ συμβέβηκεν αὐτῷ βαρυσυμφορώτατον· αὐτὸς παρών, αὐτὸς ἀκούων, ἁπάσαις γνώμαις ἀπεψήφιστο, ἁπάσαις χερσὶν ἀπεκεχειροτόνητο· οἱ θεοὶ δὲ αὐτῷ καὶ ἀρὰν προσέβαλλον. καὶ ἧκε μετάπεμπτος Ὄσιρις, ὁ μηδὲν πραγματευσάμενος, θεῶν, ἱερέων, ἁπάντων ἁπλῶς ἅμα στέμμασιν ἱεροῖς καὶ αὐλοῖς ἱεροῖς παρὰ τὴν ὄχθην ἀπαντώντων, οὗ τὴν βᾶριν ἔδει κατᾶραι τὴν ἀπὸ τοῦ Λιβυκοῦ μέρους τὸν νέον βασιλέα ἀναλαμβάνουσαν· ἀπ' οὐρανοῦ τε εὐθὺς σημεῖα μεγάλα, καὶ αὐτόθεν ὀμφαί τε ἀγαθαὶ καὶ ἅπαν εἶδος, ὑφ' οὗ τὸ μέλλον θηρᾶται, καὶ μεῖον καὶ μεῖζον, τὴν βασιλείαν Αἰγυπτίοις εὐηγγελίζετο· παρ' ὅσον ἐδόκουν οἱ τῆς χείρονος μερίδος δαίμονες οὐκ ἀτρεμήσειν, οὐδ' ἂν πράως ἐνέγκαι τὴν ἀνθρώπων εὐδαιμονίαν, ἀλλ' ἐπιθήσεσθαι καὶ οἰδαίνειν ἐδόκει. καὶ ἐπιβουλή τις ἐσημαίνετο.

[8]    Ἐπειδὴ οὖν τὴν βασίλειον τελετὴν ὑπό τε τῶν θεῶν ὑπό τε τοῦ πατρὸς ἐτετελέωτο, προαγορεύουσιν αὐτῷ σαφῶς, ἅτε σαφῶς εἰδότες, τὰ μὲν ἄλλα πάντα, ἐσμοὺς δή τινας ἀγαθῶν, ὅτι δὲ χρεὼν εἴη τὸν ἀδελφόν, κακῇ μοίρᾳ καὶ Αἰγυπτίοις καὶ τῇ τοῦ πατρὸς ἑστίᾳ γενόμενον, εἰ μὴ μέλλοι πάντα συγχεῖν, ἐκποδὼν ποιεῖσθαι, τοῦ μήτε ὁρᾶν μήτε ἀκούειν τὰς διὰ τὴν Ὀσίριδος αὐτοῦ βασιλείαν εὐημερίας τε καὶ εὐετηρίας Αἰγύπτου· μηδὲν γὰρ ἀγαθὸν οἰστὸν εἶναι τῇ φύσει Τυφῶνος· παραδιδόασί τε αὐτῷ τὴν διττὴν τῶν ψυχῶν οὐσίαν, καὶ τὴν ἀναγκαίαν ἀντίθεσιν, ἣν αἱ χαμόθεν ἔχουσι πρὸς τὰς ἄνωθεν. ταῦτ' ἄρα καθαιρεῖν τε ἠξίουν καὶ περιτέμνειν τῆς ἀγαθῆς τε καὶ θείας συστοιχίας φύσιν ἐχθράν, μηδὲν ἐπαισχυνθέντα τὴν ὑπ' ἀνθρώπων ὀνομαζομένην συγγένειαν· μαλακισθέντι δὲ εἶπον, ὅσα χρεὼν εἶναι παθεῖν αὐτόν τε καὶ Αἰγυπτίους καὶ περιοίκους καὶ ὅσης ἦρχον Αἰγύπτιοι· οὐδὲ γὰρ οὐδὲ ἀφαυρὸν τὸ κακὸν εἶναι, οὐδ' ἂν τὴν τυχοῦσαν ἐπιμέλειαν ἀρκέσαι τὰς ἐμφανεῖς τε αὐτοῦ καὶ λαθραίας ἐπιθέσεις ἀποταφρεῦσαί τε καὶ ἀμενηνῶσαι· παρεῖναι γὰρ αὐτῷ καὶ προστάτας, χρῆμα ἰσχυρὸν δαιμόνων βασκάνων, ὧν εἶναι συγγενῆ, καὶ παρ' ὧν εἰς γένεσιν προβεβλῆσθαι, ἵν' ἔχοιεν ὀργάνῳ χρῆσθαι τῆς εἰς ἀνθρώπους κακίας, ἐφ' ἣν ὁδῷ βαδίζοντες, καὶ ἐγεννήσαντο καὶ ἐθρέψαντο καὶ ἐμαιώσαντο καὶ εἰς τὸν οἰκεῖον τρόπον ἐπαιδεύσαντο μέγα αὐτοῖς ἐσόμενον ὄφελος Τυφῶνα. ἓν ἔτι δεῖν οἴονται πρὸς τὸ πάντα ἀπέχειν, αὐτῷ ἰσχὺν τὴν ἀπὸ τῆς ἀρχῆς περιθεῖναι· οὕτω γὰρ ἔσεσθαι τέλεον ἐκ τελέων, μεγάλα κακὰ ποιεῖν καὶ βουλόμενον καὶ δυνάμενον· "Σὲ δὲ δὴ καὶ στυγοῦσιν", ἔφη τις αὐτῶν, "ὡς ἀνθρώπων μὲν κέρδος, σφῶν δὲ ζημίαν· συμφοραὶ γὰρ ἐθνῶν εὐωχία φαύλων δαιμόνων". αὖθις οὖν καὶ πολλάκις ταῦτα ἐνουθέτουν, τὸν ἀδελφὸν ἀποδιοπομπεῖσθαι καὶ πόρρω ποι γῆς ἐρᾶν, τὸ φύσει πρᾶον Ὀσίριδος εἰδότες τε καὶ ὁρῶντες, ὑφ' οὗ τελευτῶντες εἰπεῖν ἐξεβιάσθησαν, ὅτι χρόνον μέν τινα ἀνθέξει· λήσεται δὲ ἐνδοὺς καὶ καταπροδοὺς αὑτὸν καὶ πάντας ἀνθρώπους, ὀνόματος χρηστοῦ φιλαδελφίας ἔργῳ τὰς μεγίστας τῶν συμφορῶν ἀλλαξάμενος. "Ἀλλ' ὑμῶν γε", ἦ δ' ὃς, "ἵλεων ὄντων καὶ ἀρωγῶν, οὔτε ὀρρωδήσω μένοντα τὸν ἀδελφόν, καὶ ἐξάντης ἔσομαι τοῦ δαιμονίου μηνίματος· ῥᾴδιον γὰρ ὑμῖν, ἢν ἐθέλητε, καὶ τὸ παροφθὲν ἐξακεῖσθαι".

[9]    Ὑπολαβὼν δὲ ὁ πατήρ, "Κακῶς", ἔφη, "τοῦτο γινώσκεις, ὦ παῖ· ἡ γὰρ θεία μερὶς ἐν τῷ κόσμῳ πρὸς ἄλλοις ἐστί, τὰ μὲν πολλὰ κατὰ τὴν πρώτην ἐν αὐτῇ δύναμιν ἐνεργοῦσα καὶ ἐμφορουμένη τοῦ νοητοῦ κάλλους. ἐκεῖ γὰρ ἄλλο γένος θεῶν ὑπερκόσμιον, ὃ συνέχει μὲν πάντα μέχρις ἐσχάτων τὰ ὄντα· αὐτὸ δὲ ἀκλινές ἐστι καὶ πρὸς ὕλην ἀμείλικτον· ἐκεῖνο τοῖς μὲν φύσει θεοῖς τὸ μακάριον θέαμα· τὸ δὲ καὶ τὴν ἐκείνου πηγὴν ἰδεῖν ἔτι μακαριώτερον. κᾆτα ἐκεῖνο μὲν τῷ παρ' ἑαυτῷ μένειν ὑπερπλῆρές ἐστιν ἀγαθῶν, ὑπερπλῆρες ὂν ἑαυτοῦ· τοῖς δὲ ἀγαθὸν τὸ πρὸς τὸν ἐκεῖ θεὸν ἐπεστράφθαι. οὐ μὴν ἁπλῆ τίς ἐστιν ἀγαθῶν οὐδὲ μονοειδὴς ἡ ἐνέργεια, ἀλλὰ καὶ μερίδων ἐπιμελοῦνται τοῦ κόσμου, τὴν ἐν τῇ θεωρίᾳ πρᾶξιν, ὅσον χωρεῖ, καταβιβάζοντες εἰς τὸ ἐπιτροπευόμενον. τὸ μὲν οὖν εἰλικρινὲς αὐτῶν εὐθὺς ὑπ' ἐκείνην μὲν τὴν πρώτην οὐσίαν τετάχαται· τάττουσι δὲ αὐτοὶ τοὺς ἄγχιστα αὐτῶν, καὶ κάτεισιν ἐφεξῆς ἡ διαδοχὴ τῶν τάξεων μέχρις ἐσχάτων τῶν ὄντων, καὶ ἀπολαύει πάντα διὰ τῶν μέσων τῆς ἐπιμελείας τῶν πρώτων· οὐ μὴν ἐπ' ἴσης ἐστίν· οὐ γὰρ ἂν ἦν τὸ ἑξῆς· ἀλλ' ἀσθενεῖ κατιόντα τὰ ὄντα, μέχρι πλημμελήσει καὶ παραχαράξει τὴν τάξιν, ἐν ᾧ καὶ τὸ εἶναι τῶν ὄντων παύεται. γίνεται δέ τι περὶ τὰ τῇδε τοιόνδε· τὸ φύσει πλάνον τῆς ἐν γενέσει φύσεως, τῆς τε σωματικῆς μοίρας τὸ ἔσχατον εἴληχεν καὶ ἐπικηρότατον· οὐρανὸς δὲ τὸ πρῶτόν τε καὶ ἀκηρότατον, καὶ ψυχῆς τὸ ἀνάλογον εἶδος ἐνείματο. ὅπερ οὖν οἵδε ἐκεῖ", δεικνὺς ἔφη τοὺς θεούς, "τοῦτο ὁ δαίμων ἐν τοῖς πολυκλονήτοις στοιχείοις, φύσις ἔμπληκτος καὶ θρασεῖα, καὶ τῷ πλήθει τῆς ἐκεῖθεν ἀποστάσεως οὐκ ἐπαΐουσα τῆς εὐθημοσύνης τῶν θείων. οὐκ οὔσης οὖν τῆς ὑποστάθμης τῶν ὄντων πρὸς οἰκείαν σωτηρίαν ἀρκούσης· αὐτή τε γὰρ ὑπορρεῖ, καὶ οὐ περιμένει τὸ εἶναι, μιμεῖται δὲ αὐτὸ τῷ γίνεσθαι· καὶ τῶν δαιμόνων, ἅτε συγγενῶν ὄντων τῆς τῇδε φύσεως, ἀφανιστικὴν οὐσίαν λαχόντων, ἐπεστράφθαι μὲν ἀνάγκη τὸ θεῖον, καὶ ἐνδιδόναι τινὰς ἀρχάς, αἷς ἕπεται τὸ ἐνθάδε καλῶς ἐπὶ χρόνον, ἐφ' ὅσον ἡ ἔνδοσις ἤρκεσεν. ὥσπερ δὲ τὰ νευρόσπαστα ὄργανα κινεῖται μὲν καὶ πεπαυμένου τοῦ τὴν πηγὴν τῆς κινήσεως ἐνδόντος τῇ μηχανῇ, κινεῖται δὲ οὐκ ἐπ' ἄπειρον, οὐ γὰρ οἴκοθεν ἔχει τὴν πηγὴν τῆς κινήσεως, ἀλλ' ἕως ἡ δοθεῖσα δύναμις ἰσχύει, καὶ οὐκ ἐκλύεται τῇ προόδῳ τῆς οἰκείας ἀφισταμένη γενέσεως· τὸν αὐτὸν οἴου τρόπον, ὦ φίλε Ὄσιρι, τὸ μὲν καλῶς καὶ τὸ θεῖον ἅμα τε εἶναι καὶ οὐκ εἶναι τοῦδε τοῦ τόπου, καταπέμπεσθαι δὲ ἑτέρωθεν· καὶ διὰ τοῦτο ψυχαί τε ἀγαθαὶ μόλις μέν, ἀλλὰ φανεῖεν ἂν ἐνταῦθα, καὶ ἐφορεῖαι θεῶν, ὅταν τοῦτο δρῶσιν, οἰκεῖα μὲν δρῶσιν, οὐ μὴν τῇ πρώτῃ ζωῇ· ἕτερον γὰρ αὐτοῖς τὸ μακάριον, ὅτι τὸ ἀπολαύειν αὐτὸ κόσμου παρὰ τοῦ πρώτου, τοῦ κοσμεῖν τὰ χείρω μακαριώτερον· τὸ μὲν γάρ ἐστιν ἀπεστράφθαι, τὸ δὲ ἐπεστράφθαι. καί που τελετὴν ἐπώπτευσας, ἐν ᾗ δύ' ἐστὸν συνωρίδες ὀμμάτων, καὶ δεῖται τὰ κάτω μύειν, ὅταν δεδόρκῃ τὰ ὑπερκείμενα· τούτοιν δὲ μυσάντοιν, ἀντιπεριίσταται τὸ ἀνοίγνυσθαι. οἴου τοίνυν αὐτὸ θεωρίας εἶναι καὶ πράξεως αἴνιγμα, τῶν μέσων παρὰ μέρος ἑκάτερον ἐνεργούντων, ἀλλ' ἐν τοῖς τῶν τελειοτέρων πλέονι χρωμένων τῷ λῴονι· τῷ χείρονι δέ, ὅσα ἀναγκαῖα, μόνον προσομιλούντων. ἔστιν οὖν καὶ ταῦτα ἔργα θεῶν, ἀναγκαῖα μὲν τῷ κόσμῳ δρώντων, οὐ μὴν προηγούμενα ἀγαθά, ὅτι καὶ ἄνθρωποι νῦν μὲν οἰκωροῦσι μείω καὶ μείζω, νῦν δὲ φιλοσοφοῦσιν, ἀλλ' ἐν τούτῳ θεσπεσιώτεροι.

[10]    Ἀπὸ τούτων οὖν σύνες ὅ τοι λέγω. μὴ ἀπαίτει τοὺς θεοὺς σαυτῷ προσεδρεύειν, ἔργον ἔχοντας προηγούμενον θεωρίαν τε καὶ τὰ πρῶτα μέρη τοῦ κόσμου, ἐν οὐρανῷ τε οὖσι καὶ πλεῖστον ἀφεστῶσι μήτε ἀπραγμάτευτον ἡγοῦ μήτε ἀιδίαν τὴν κάθοδον γίνεσθαι. τακτοὶ γὰρ [δὴ] χρόνοι κατακομίζουσιν αὐτοὺς κατὰ τὸ παράδειγμα τῶν μηχανοποιῶν, ἐνδώσοντας ἀρχὴν ἀγαθῆς ἐν πολιτείᾳ κινήσεως· τοῦτο δέ ἐστιν, ὅταν βασιλείαν ἁρμόσωσι ψυχὰς συγγενεῖς δεῦρο κατακομίσαντες. θεία γὰρ αὕτη καὶ μεγαλομερὴς ἡ πρόνοια, δι' ἑνὸς ἀνδρὸς ἐπιμεληθῆναι πολλάκις μυρίων ἀνθρώπων. αὐτοὺς οὖν τὸ ἐντεῦθεν δεῖ πρὸς τοῖς αὐτῶν εἶναι, σὲ δὲ ἀπειλημμένον ἐν ἀλλοτρίοις μεμνῆσθαι μὲν ὅθεν εἶ, καὶ ὅτι λειτουργίαν τινὰ ταύτην τῷ κόσμῳ πληροῖς· πειρᾶσθαι δὲ σαυτὸν ἀνάγειν, ἀλλὰ μὴ τοὺς θεοὺς κατάγειν ἔχειν τε προμήθειαν ἑαυτοῦ τὴν πᾶσαν, ὥσπερ ἐν στρατοπέδῳ ζῶντα ἐπ' ἀλλοτρίας, ψυχὴν θείαν ἐν δαίμοσιν, οὓς εὔλογον γηγενεῖς ὄντας ἐπιτίθεσθαι καὶ ἀγανακτεῖν, ἤν τις ἐν τοῖς αὐτῶν ὅροις νόμους ἀλλοφύλους τηρῇ. ἀγαπητὸν οὖν ἀγρυπνοῦντα καὶ νύκτωρ καὶ μεθ' ἡμέραν, μίαν ταύτην ἐπιμέλειαν ἔχοντα, μὴ ἁλῶναι κατὰ κράτος ἕνα ὑπὸ πολλῶν, ξένον ὑπὸ αὐτοχθόνων. ἔστι μὲν γὰρ τῇδε καὶ ἡρώων φῦλον ἱερὸν ἐπιμελὲς ἀνθρώπων, καὶ τὰ σμικρὰ ὠφελεῖν δυνάμενον, καὶ τὸ πρεσβύτερον ἀγαθόν, ἥρωος οἷον μετοικία τις αὕτη, τοῦ μὴ ἄμοιρα τῆς λῴονος φύσεως τὰ τῇδε ὑπολείπεσθαι· καὶ χεῖρα ὀρέγουσιν ἐν οἷς δύναμις. ἀλλ' ὅταν εἰς πόλεμον ψυχῆς ὕλη κινήσῃ τὰ οἰκεῖα βλαστήματα, σμικρὸν γίνεται θεῶν ἀπόντων τὸ ἐντεῦθεν ἀντίπαλον· ἰσχυρὸν γὰρ ἕκαστον ἐν τοῖς οἰκείοις. οἱ δὲ πρῶτον μὲν ἐθελήσουσιν ἑαυτῶν ποιῆσαι· ἡ δὲ ἐπιχείρησις τοιάδε. οὐκ ἔστιν ἐπὶ γῆς εἶναι μή τινα καὶ μοῖραν ψυχῆς ἄλογον ἔχοντα. καὶ ταύτην προβέβληται μὲν ὁ πολύς, παρήρτηται δὲ ὁ σοφός· ἔχειν δὲ ἀνάγκη πάντας. διὰ ταύτης ὡς διὰ συγγενοῦς ἐπὶ τὸ ζῷον ἔρχονται δαίμονες προδοσίαν ποιοῦντες. ἀτεχνῶς γὰρ πολιορκίᾳ προσέοικε τὸ γινόμενον· ὅπερ δὲ πάσχουσιν ἄνθρακες ὑπὸ δᾴδων, ‹οἳ› θᾶττον ἑξάπτονται διὰ τὴν ἤδη πρὸς τὸ πῦρ ἐπιτηδειότητα, οὕτως ἡ δαίμονος φύσις ἐμπαθὴς οὖσα, μᾶλλον δὲ πάθος οὖσα ζῶν καὶ κινούμενον, πελάσασα ψυχῇ τὸ ἐν αὐτῇ πάθος κινεῖ, καὶ προάγει τὴν δύναμιν εἰς ἐνέργειαν· παραθέσει γὰρ ἕκαστον δρᾷ. συνεξομοιοῦται δὲ ἅπαν τῷ ποιοῦντι τὸ πάσχον. οὕτως ἐπιθυμίαν, οὕτω θυμοὺς ἐξάπτουσι δαίμονες καὶ ὅσα ἀδελφὰ τούτων κακά, ψυχαῖς ὁμιλοῦντες διὰ τῶν προσηκόντων σφίσι μερῶν, ἅπερ τῆς παρουσίας αὐτῶν αἰσθάνεται φυσικῶς, καὶ κινεῖται καὶ ὑπ' αὐτῶν δυναμοῦται τοῦ νοῦ κατεξανιστάμενα, μέχρις ἂν κρατήσωσι τῆς ὅλης ψυχῆς ἢ ἀπογνῶσι τὴν αἵρεσιν. οὗτος ἀγώνων ὁ μέγιστος· οὔτε γὰρ καιρός, οὔτε τρόπος, οὔτε τόπος ἐστίν, ὃν ἀνιᾶσι προσβάλλοντες, καὶ ὅθεν οὐκ ἄν τις οἴοιτο, κἀκεῖθεν ἐπιχειροῦσι· πανταχοῦ πάγαι, πανταχοῦ μηχαναί, πάντα κινεῖ τὸν οἴκοθεν πόλεμον, ἕως ἂν ἐξέλωσιν ἢ ἀπαγορεύσωσιν. θεαταὶ δὲ ἄνωθεν οἱ θεοὶ τῶν καλῶν τούτων ἀγώνων, ὧν ἔσῃ στεφανηφόρος· ὡς εἴθε καὶ τῶν δευτέρων. ἀλλὰ δέος μὴ τούτους μὲν ἕλῃς, ἐν ἐκείνοις δὲ αἱρεθῇς· ὅταν γὰρ ἡ θεία μοῖρα τῆς ψυχῆς μήτε ἀκολουθήσῃ τῇ χείρονι, καὶ ἀνακόψῃ πολλάκις αὐτὴν καὶ πρὸς ἑαυτὴν ἐπιστρέψῃ, φύσις ἐν τῷ χρόνῳ στομοῦσθαι κἀκείνην, ὥστε ἀντέχειν ταῖς ἐμβολαῖς, καὶ οἷον γανωθεῖσαν οὐκέτι δέχεσθαι τὰς ἐκ τῶν δαιμόνων ἐπιρροάς. θεῖον οὖν οὕτως καὶ ἓν ὅλον τὸ ζῷον ὄντως τότε γίνεται, καὶ τοῦτο ἔστιν ἐπὶ γῆς φυτὸν οὐράνιον, ἐγκεντρισμὸν ἀλλότριον οὐ δεξάμενον, ὥστε ἐξ ἐκείνου φῦσαι καρπούς, ἀλλ' εἰς τὴν ἑαυτοῦ φύσιν κἀκεῖνο μεταποιῆσαν. οἱ δὲ ἀπεγνωκότες αὐτοῦ, τότε δὴ παντελῶς ἤδη τὸν δεύτερον ἀγωνίζονται ἀγῶνα, ἐκκόψαι τε αὐτὸ καὶ τῆς γῆς ἐκτρῖψαι, ὡς ἂν μηδέν σφισι προσῆκον· καὶ γὰρ αἰσχύνονται τὴν ἧτταν, εἴ τις ἀλλόφυλος ὢν ἐν τοῖς αὐτῶν τόποις κρατῶν περιέρχεται, τρόπαιον νίκης ὢν καὶ φαινόμενος· ὁ γὰρ τοιοῦτος οὐκ ἐν ἑαυτῷ μόνῳ ποιεῖ τὴν ζημίαν αὐτοῖς, ἀλλὰ καὶ ἑτέρους τῆς ἐπικρατείας αὐτῶν συναφίστησιν. ἀρετῆς γὰρ ζηλουμένης, ἔρρειν ἀνάγκη τὰ χείρω. διὰ ταῦτα μὲν ἐπιβουλεύουσιν ἀνελεῖν καὶ ἰδιώτην καὶ ἄρχοντα, πάντα ὁντινοῦν τὸν ἀφηνιάσαντα πρὸς τοὺς νόμους τῆς ὕλης· ἀλλ' ἐνταῦθα σὺ βασιλεὺς ὢν ῥᾷον ἅπαντος ἰδιώτου φυλάττοιο· ἔξωθεν γὰρ ἐπιχειροῦσι, μὴ προχωρησάντων τῶν ἔνδοθεν, πολέμῳ καὶ στάσει καὶ ὅσα λωβᾶται σώματι, ὑφ' ὧν ἥκιστα ἂν αἱροῖτο βασιλεὺς προμηθὴς ὢν ἑαυτοῦ· ὡς ἔστιν ἄμαχον, ὅταν ἰσχὺς καὶ σοφία συγγένωνται· διαληφθεῖσαι δὲ ἀπ' ἀλλήλων, ῥώμη τε ἀμαθὴς καὶ φρόνησις ἀσθενής, εὐκαταγώνιστοι γίνονται.

[11]    Ἠγάσω πάντως, ὦ παῖ, τὴν ἐν ταῖς ἱεραῖς εἰκόσι τῶν πατέρων ἐπίνοιαν. τὸν Ἑρμῆν, Αἰγύπτιοι διπλῆν ποιοῦμεν τὴν ἰδέαν τοῦ δαίμονος, νέον ἱστάντες παρὰ πρεσβύτῃ, ἀξιοῦντες, εἴπερ τις ἡμῶν μέλλει καλῶς ἐφορεύσειν, ἔννουν τε εἶναι καὶ ἄλκιμον, ὡς ἀτελὲς εἰς ὠφέλειαν θάτερον παρὰ θάτερον. ταῦτ' ἄρα καὶ ἡ Σφὶγξ ἡμῖν ἐπὶ τῶν προτεμενισμάτων ἵδρυται, τοῦ συνδυασμοῦ τῶν ἀγαθῶν ἱερὸν σύμβολον, τὴν μὲν ἰσχὺν θηρίον, τὴν δὲ φρόνησιν ἄνθρωπος. ἰσχύς τε γὰρ ἔρημος ἡγεμονίας ἔμφρονος ἔμπληκτος φέρεται, πάντα μιγνῦσα καὶ ταράττουσα πράγματα, καὶ νοῦς ἀχρεῖος εἰς πρᾶξιν ὑπὸ χειρῶν οὐχ ὑπηρετούμενος· ἀρετὴ δὲ καὶ τύχη μόλις μέν, ἀλλ' ἐπὶ μεγάλοις συγγίνονται, ὥσπερ ἐπὶ σοῦ συνηλθέτην. μηκέτ' οὖν ἐνόχλει τοῖς θεοῖς, οἴκοθεν, ἢν ἐθέλῃς, δυνάμενος σῴζεσθαι· τούτοις γὰρ οὐκ ἔχει καλῶς ἀεὶ τῶν οἰκείων ἀποδημεῖν τοῖς ἀλλοτρίοις καὶ χείροσι φιλοχωροῦντας· εἰ μὴ καὶ ἀσεβὲς τὸ κακῶς κεχρῆσθαι ταῖς σπαρείσαις εἰς ἡμᾶς ἀφορμαῖς πρὸς τὸ τηρεῖσθαι τάξει τε καὶ ἑπομένως τῷ δοθέντι κόσμῳ τὰ ἐπὶ γῆς· τοῦτο γὰρ ἀνάγκην ἐστὶ ποιούντων τοῦ πάλιν αὐτοὺς ἥκειν πρὸ τῶν τεταγμένων χρόνων ἐπιμελησομένους τῶν τῇδε· ἀλλὰ τότε μέν, τῆς ἁρμονίας, ἣν ἥρμοσαν, ἐκλυομένης τε καὶ γηρώσης, ἔρχονται πάλιν αὐτὴν ἐντενοῦντες καὶ οἷον ἀποψύχουσαν ζωπυρήσοντες, καὶ τοῦτο δρῶσι χαίροντες, λειτουργίαν ταύτην τινὰ ἐκπιμπλάντες τῇ φύσει τοῦ κόσμου· ἄλλως τε ἥξουσιν ἐφθαρμένης τε αὐτῆς καὶ ῥαγείσης κάκῃ τῶν παραλαβόντων, ὅταν μηδαμῶς ἄλλως οἷά τε ᾖ τὰ τῇδε σῴζεσθαι. οὔκουν ἐπὶ σμικροῖς, οὐδ' ὅταν ἁμαρτάνηται περὶ τὸ καὶ τό, κινεῖται θεός. ἦ μέγα τι χρῆμα ὁ εἷς ἐκεῖνος, δι' ὃν ἥξει τοῦ μακαρίου τις γένους ἐνθάδε· ἀλλ' ὅταν ἡ σύμπασα τάξις καὶ τὰ μεγάλα φθείρηται, τότε δεῖ φοιτᾶν αὐτούς, ἐνδώσοντας ἀρχὴν ἄλλης διακοσμήσεως. μηδὲν οὖν ἀγανακτούντων ἄνθρωποι κακὰ αὐθαίρετα ἔχοντες, μηδὲ αἰτιάσθων τούσδε μὴ προνοεῖν σφῶν· ἡ γὰρ πρόνοια καὶ αὐτοὺς ἀπαιτεῖ τὸ παρ' ἑαυτῶν εἰσάγειν. ἐπεὶ ἔν γε τῷ τόπῳ τῶν κακῶν οὐ θαυμαστὸν εἶναι κακά, ἀλλὰ θαυμαστὸν εἴ τι καὶ μὴ τοιοῦτον ἐνταῦθα· τοῦτο γὰρ μέτοικον καὶ ἀλλότριον, καὶ τοῦτο προνοίας, δι' ἣν ἔξεστι μὴ ῥᾳθυμοῦντας ἀλλὰ χρωμένους οἷς παρ' αὐτῆς ἔχομεν πάντα πάντως εὐδαίμονας εἶναι. οὐ γάρ ἐστιν ἡ πρόνοια κατὰ τὴν μητέρα τοῦ νεογιλοῦ βρέφους, ἣν δεῖ πράγματα ἔχειν, ἀποσοβοῦσαν τὰ προσπτησόμενα καὶ λυπήσοντα· ἐκεῖνο γὰρ ἀτελὲς ἔτι καὶ οἴκοθεν ἀβοήθητον· ἀλλὰ κατ' ἐκείνην, ἥτις αὐξήσασά γε αὐτὸ καὶ ὁπλίσασα, χρῆσθαι κελεύει καὶ τὰ κακὰ ἀπερύκειν. ταῦτα φιλοσόφει τε ἀεί, καὶ τοῦ παντὸς ἄξια ἀνθρώποις εἰδέναι ἡγοῦ. καὶ γὰρ πρόνοιαν νομιοῦσι, καὶ ἑαυτῶν φροντιοῦσιν, εὐσεβεῖς τε καὶ ἐπιμελεῖς ἅμα γινόμενοι· καὶ οὐχ ἡγήσονται θεοῦ τε ἐπιστροφὴν καὶ χρῆσιν ἀρετῆς στασιάζειν πρὸς ἄλληλα. ἔρρωσο· τὸν δὲ ἀδελφόν, εἰ σωφρονεῖς, κώλυε τὴν σαυτοῦ τε καὶ Αἰγυπτίων εἱμαρμένην προαναιρῶν· ἔξεστι γάρ. ἐνδοὺς δὲ καὶ μαλακισθείς, ὀψὲ περίμενε τοὺς θεούς".

[12]    Εἰπὼν ἀπῆρε τὴν αὐτὴν τοῖς θεοῖς. ὁ δὲ ὑπελείπετο, χρῆμα ἥκιστα τῆς γῆς ἄξιον, ὃς αὐτίκα προσεφιλονείκει τὰ κακὰ αὐτῆς ἐξορίσαι, μηδέν τι βίᾳ χρώμενος· ἀλλ' ἔθυε γὰρ Πειθοῖ καὶ Μούσαις καὶ Χάρισιν, ἑκόντας ἅπαντας ἐναρμόζων τῷ νόμῳ. τῶν θεῶν δέ, ὅσα τε ἀὴρ φέρει καὶ ὅσα ποταμοῦ δῶρα καὶ γῆς, ἅπαντα χορηγούντων ἄφθονα τοῦ βασιλέως αἰδοῖ, ὁ δὲ τὰς μὲν ἀπολαύσεις ἀνίει τῷ πλήθει, αὐτὸς δὲ ἅπασαν μὲν ῥᾳστώνην ἀπελίμπανεν, ἅπαντα δὲ πόνον ἀνθῃρεῖτο, ὕπνου μὲν ὀλίγον, φροντίδων δὲ πλεῖστον μεταλαγχάνων, καθάπαξ εἰπεῖν, ἄσχολος ὢν ὑπὲρ τῆς ἁπάντων σχολῆς. ταῦτ' ἄρα καὶ καθ' ἕνα, καὶ κατ' οἴκους, καὶ κατὰ συγγενείας, καὶ πόλεις, καὶ νομοὺς ὅλους, ἀγαθῶν ἐπίμπλη πάντας ἀνθρώπους τῶν τε εἴσω καὶ τῶν θυραίων. ἀρετῆς τε γὰρ ζῆλον ἤσκησεν, πρὸς ἓν τοῦτο πᾶν μάθημα καὶ πᾶν ἐπιτήδευμα τάξας ἀσκεῖσθαι, καὶ γέρα προὔθηκε τοῖς ἀρίστοις ἄρχειν ἀνθρώπων, καὶ ποιεῖν ὁμοίους τοὺς ἀρχομένους. αὔξειν δὲ ἅπαν ἀνάγκη τὸ τιμώμενον, καὶ ἔρρειν ἀνάγκη τὸ ἀμελούμενον. συνεπεδίδου δὴ καὶ παιδείας ἁπάσης ἔρως, ὅση τε τῆς γνώμης ἐστὶ καὶ ὅση τῆς γλώττης. καὶ γὰρ τοὺς ἐν τῷ τοιῷδε διαφέροντας οὐκέτ' ἦν ἀγελαίους ὁρᾶν, ἀλλὰ λαμπροὺς ταῖς παρὰ βασιλέως τιμαῖς, τέχνην παρεχομένους ὑπηρέτιν φρονήσεως, ὅτι νοῦς πρόεισι λέξεσιν ἀμπεχόμενος· τὸ δὲ εὖ τε καὶ χεῖρον ἐστάλθαι τὸν αὐτόν, ὥσπερ ἄνδρα, καὶ εὐσχήμονα καὶ ἀσχήμονα δείκνυσιν. καὶ προπαιδείαν οὖν Ὄσιρις ἠξίου τιμᾶν· παιδείαν γὰρ ἀρετῆς ᾤετο πηγὴν εἶναι. εὐσέβειά γε μὴν τότε δὴ μάλιστα πάντων καιρῶν Αἰγυπτίοις ἐπεχωρίασεν. ταῦτα μὲν ψυχῆς ἀγαθά, καὶ εὐθηνοῦντο αὐτῶν ἐπὶ τῆς Ὀσίριδος βασιλείας Αἰγύπτιοι, ὡς ἐοικέναι τὴν χώραν ἀρετῆς διδασκαλείῳ, τῶν παίδων πρὸς ἕνα βλεπόντων τὸν ἡγεμόνα, καὶ δρώντων τε ἕν, ὅ τι ὁρῷεν, καὶ λεγόντων ἕν, ὅ τι ἀκούοιεν. πλούτου δὲ αὐτὸς μὲν ἠμέλει· ὅπως δὲ πᾶσι παρείη, τούτου τὴν ἅπασαν ἐπιμέλειαν εἶχεν, ἀδωρότατός τε ὢν καὶ φιλοδωρότατος. καὶ φόρους ἀνῆκε πόλεσι, καὶ ἀπορουμένοις ἐπέδωκε, καὶ τὸ πεπτωκὸς ἤγειρε, καὶ τὸ μέλλον ἰάσατο· τὴν μὲν εἰς μέγεθος ἦρε, τὴν δὲ εἰς κάλλος ἤσκησε, τὴν δὲ οὐκ οὖσαν προσέθηκε, τὴν δὲ ἐκλελειμμένην συνῴκισεν. ἀπολαύειν μὲν οὖν ἀνάγκη καὶ τὸν καθ' ἕνα τῶν κοινῶν ἀγαθῶν· ὁ δὲ οὐκ ἐπόνει καθιεὶς καὶ εἰς τὴν ὑπὲρ τοῦ δεῖνος φροντίδα, ὡς ἐπ' ἐκείνου γενέσθαι τὸ μηδένα ἀνθρώπων ὀφθῆναι δακρύοντα· οὐδὲ ἠγνόησεν Ὄσιρις, ὅστις ὅτου δέοιτο, καὶ τί κωλύει τὸν δεῖνα μακάριον εἶναι. ὁ μὲν δικαίας ἤρα τιμῆς, καὶ ἀπέδωκεν· ὁ δὲ ἐπειδὴ βιβλίοις προσανέχων ἄσχολος ἦν ἐκπορίζειν τροφήν, ἐν πρυτανείῳ σίτησιν ἔδωκεν· ὁ δὲ τιμῆς μὲν ἀνθρωπίνης ἠμέλει, καὶ τὰ περιόντα αὐτὸν εὖ μάλ' ἔβοσκεν, λειτουργῶν δ' ἴσως ᾐσχύνετο· οὐδὲ τοῦτο ἠγνόησεν, ἀλλ' ἀνῆκε τῆς λειτουργίας, οὐκ ἐνοχληθείς, ἀλλ' ἐνοχλήσας τῷ, πρὶν αἰτηθῆναι, δοῦναι, αἰδοῖ σοφίας ἀξιῶν τὸν τοιοῦτον αὐτόνομον εἶναι καὶ ἄφετον, ὥσπερ ζῷον ἱερόν, ἀνειμένον θεῷ· συνελόντα δ' εἰπεῖν, τῆς ἀξίας οὐδεὶς ἡμάρτανεν, εἰ μὴ ὅτῳ κακόν τι ὠφείλετο· τούτῳ δὲ οὐκ ἔνειμε τὴν ἀξίαν· φιλοτιμίαν γὰρ ἐποιεῖτο πραότητι γνώμης καὶ χρηστοῖς ἔργοις καὶ τὸν ἀναιδέστατον ἐκνικήσειν. καὶ ταύτῃ γε ᾤετο τοῦ τε ἀδελφοῦ καὶ τῆς συνωμοσίας αὐτοῦ περιέσεσθαι, ἀρετῆς περιουσίᾳ μεταποιήσας τὰς φύσεις, ἓν τοῦτο γνώμης σφαλλόμενος. βασκανία γὰρ ὑπ' ἀρετῆς οὐ παύεται μᾶλλον, ἀλλ' ἐξάπτεται. εἰ γὰρ φύσιν ἔχει τὸ ἀγαθοῖς ἐπιφύεσθαι, ὅσῳ πρόεισι τἀγαθά, καὶ τὸ ἐπ' αὐτοῖς λυπεῖσθαι συνεπιδίδωσιν, ὅπερ ἔπαθε πρὸς τὴν Ὀσίριδος ἀρχὴν ὁ βαρύστονος ἀδελφός.

[13]    Εὐθύς γε μὴν τὴν ἡγεμονίαν παραλαμβάνοντος, μικρὸν ἐδέησεν ἀπολέσθαι, τὴν κακὴν κεφαλὴν προσουδίζων τε καὶ κίοσι προσαράσσων· ἡμερῶν συχνῶν οὐ προσηνέγκατο σῖτον, καίτοι βορώτατος ἦν, ἀπεσείσατο ποτόν, καίτοι φιλοινότατος ἦν. ὕπνου μὲν ἐρῶν, ἄμοιρος διετέλει· ἐγρηγόρσει δὲ συνείχετο καὶ μάλα ἀποδιοπομπούμενος, καὶ τὼ ὀφθαλμὼ μύων ἐπίτηδες, τοῦ τὴν ψυχὴν ἀνεθῆναι τῶν κεντούντων τῆς μνήμης. ἀλλ' ἔστιν ἡ μνήμη πρὸς τὸν ἐθέλοντα καταθέσθαι φιλονεικότατον· ὥστε καὶ μύσαντι τῶν κακῶν ἡ φαντασία παρῆν, καὶ ὕπνου δέ, εἴ ποτε, παραθρέξαντος, ὄναρ ἂν ἀθλιώτερον ἔπραττεν, ἐν ὀφθαλμοῖς ὁρῶν πάγον ἐκεῖνον, ψήφους ἐκείνας, χεῖρας ἐκείνας ἐπὶ τὸν ἀδελφὸν ἁπαξαπάσας· καὶ διαναστάντι δ' ἂν ἀσμένως μίσει τῆς χαλεπῆς ὄψεως, ἐπὶ χρόνον συχνὸν περιεβομβεῖτο τὰ ὦτα τῇ τῶν εὐφημούντων ἠχοῖ· οὔτε ἀτρέμας ἔχειν ἠνείχετο, τῆς ψυχῆς ἀσχαλλούσης, καὶ προκύπτοντα τῆς οἰκίας συμφοραὶ διεδέχοντο, καὶ ἐν λόγοις καὶ ἐν ἔργοις καὶ ἐν ᾠδαῖς τῶν ἁπάντων Ὄσιρις ἦν, ὡς μὲν καλὸς ἰδεῖν, ὡς δὲ σοφὸς εἰπεῖν ὁ νέος βασιλεύς, καὶ τὸ μεγαλόφρον, ὅτι οὐκ ἀλαζόν, καὶ τὸ πρᾶον, ὅτι ἀταπείνωτον. αὖθις οὖν ὑπενόστει καὶ κατεκλείετο, οὐκ ἔχων ὅ τι τῷ ζῆν χρήσεται, οὔτ' αὐτός, οὔθ' ἡ γυνή, διωλύγιον ἄλλο κακόν, ἑαυτῆς κομμώτρια, θεάτρου καὶ ἀγορᾶς ἄπληστος, τὰς ἁπάντων ὄψεις βουλομένη τε καὶ οἰομένη πρὸς αὑτὴν ἐπεστράφθαι· παρ' ὃ καὶ μείζω συμφορὰν ἐπεποίητο τῆς βασιλείας ἐκπεπτωκέναι τὸν ἄνδρα, ἐκείνως ἂν οἰομένη δημοσιεύσειν τὴν πολιτείαν ἐπὶ μείζονος ὑποθέσεως, καὶ καθηδυπαθήσειν τὴν ἐξουσίαν. ἑαλώκει τε αὐτῆς ὁ Τυφὼς ἤδη πρεσβύτης ὤν, ὥσπερ παιδάριον ἀφροδίτης ἀρχόμενον, καὶ ἦν αὐτῷ τὸ μέρος τῆς συμφορᾶς αἰδὼς τῆς ἀνθρώπου, πρὸς ἣν ἐπεφιλοτίμητο τὴν μεγίστην ἄρξειν ἀρχὴν κἀκείνῃ τὴν δυναστείαν κοινώσεσθαι. ἡ δὲ καὶ ἐν ἰδιώτῃ βίῳ χρῆμα φανερώτατον ἦν, εὐδοκιμεῖν ἐν τοῖς πλεῖστον ἀντικειμένοις φιλοτιμουμένη, θηλυτάτη μὲν γυναικῶν τρύφημα προσεξευρεῖν, καὶ ἐπιποιῆσαι κάλλει, καὶ ἐνδοῦναι τῇ φύσει· παραβολωτάτη δὲ ἀρρένων ἐπιθέσθαι σκέμματι καὶ τολμῆσαι πεῖραν, ποικιλοπράγμων τε οὖσα καὶ καινοτόμος. παρεσκεύαστο δὴ πρὸς ταῦτά τε καὶ πρὸς τἄλλα καὶ γυναῖκας ἑταιριστρίας καὶ ἄνδρας πελάτας πάντας ὁμοιογνώμονας ἔχειν, καὶ χρῆσθαι πρὸς ἃ ἐπεφύκει, καὶ οἴκοι καὶ θύραζε. Ὀσίριδι δὲ καὶ ὅτι γυναικωνῖτις ἦν τὸ παιδάριον ἀνέμνησε τοῖς ἀνθρώποις ὁρώμενον· καί τοι τὸ παιδίον, ὁ Ὦρος, θέαμα σπάνιον ἦν. μίαν γὰρ ἀρετὴν Ὄσιρις ᾤετο γυναικὸς εἶναι τὸ μήτε τὸ σῶμα αὐτῆς μήτε τοὔνομα διαβῆναι τὴν αὔλειον. οὔκουν οὐδὲ τὸ ἐν ἄκρῳ γενέσθαι τῆς τύχης παρεκίνησε τοῦ καθεστῶτος τὴν σώφρονα, εἰ μὴ καὶ μᾶλλον ὑπὸ τῷ μεγέθει τῆς ἐξουσίας ἐκρύπτετο, ἐπεὶ μηδὲ αὐτὸς ὡς παρὰ τοῦτο εὐδαιμονέστερος ἐγανύσκετο· ἀλλ' ᾔδει, καὶ μὴ τυχών, οὐκ ἂν ἧττον εὐδαίμων γενόμενος. αὐτὸς γάρ τις ἕκαστος ἑαυτῷ τοῦ τοιούτου ταμίας, ἀγαθὸς εἶναι βουλόμενος. διὸ τοὺς μὲν ἀρετῇ συζῶντας, ἰδιώτας τε ὄντας καὶ ἄρχοντας, ἴδοι τις ἂν ὁμοίως εὐθυμουμένους. ἅπας γὰρ βίος ἀρετῆς ὕλη. καθάπερ ἐπὶ σκηνῆς ὁρῶμεν τοὺς τῆς τραγῳδίας ὑποκριτάς· ὅστις καλῶς ἐξήσκησε τὴν φωνήν, ὁμοίως ὑποκρινεῖται τόν τε Κρέοντα καὶ τὸν Τήλεφον, καὶ οὐδὲν θἀλουργῆ τῶν ῥακίων διοίσει πρὸς τὸ μέγα καὶ καλὸν ἐμβοῆσαι καὶ καταλαβεῖν ἠχοῖ τοῦ μέλους τὸ θέατρον· ἀλλὰ καὶ τὴν θεράπαιναν καὶ τὴν δέσποιναν μετὰ τῆς αὐτῆς ἐπιδείξεται μουσικῆς, καὶ ὅ τι ἂν περιθῆται προσωπεῖον, τὸ καλῶς αὐτὸν ὁ χορηγὸς τοῦ δράματος ἀπαιτεῖ· οὕτως ἡμῖν θεὸς καὶ τύχη περιτίθησιν ὥσπερ προσωπεῖα τοὺς βίους ἐν τῷ μεγάλῳ τοῦ κόσμου δράματι, καὶ οὐδέν τι μᾶλλον ἕτερος ἑτέρου βίος βελτίων ἢ χείρων, χρῆται δὲ ὡς ἕκαστος δύναται. δύναται δὲ ὁ σπουδαῖος ἁπανταχοῦ καλῶς διαγίνεσθαι, κἂν τὸν πτωχὸν κἂν τὸν μόναρχον ὑποκρίνηται· διοίσεται δὲ οὐδὲν περὶ τοῦ προσωπείου. ἐπεὶ καὶ ὁ τραγῳδὸς γελοῖος ἂν γένοιτο, τὸ μὲν φεύγων, τὸ δὲ αἱρούμενος· καὶ γὰρ ἐν τῷ τῆς γραὸς εὐδοκιμῶν, στεφανοῦταί τε καὶ κηρύττεται, καὶ ἐν τῷ τοῦ βασιλέως ἀσχημονῶν, κλώζεται καὶ συρίττεται, ἔστι δὲ ὅπῃ καὶ λίθοις βάλλεται. βίος γὰρ οὐδεὶς οἰκεῖος ἡμῶν, ἀλλοτρίους δὲ ἔξωθεν περικείμεθα· ἡμεῖς δὲ τὸ χρώμενον ἔνδοθεν ἀμείνους καὶ χείρους αὐτοὶ ποιοῦντές τε καὶ δεικνύντες, ἀγωνισταὶ ζώντων δραμάτων. ταῦτ' ἄρα ὥσπερ ἐσθῆτας ἔστιν αὐτοὺς ἀμφιέσασθαι καὶ μεταμφιέσασθαι.

[14]    Ὄσιρις μὲν οὖν (ἐπεπαίδευτο γὰρ τί τὸ οἰκεῖον, καὶ τί τὸ ἀλλότριον) μέτρον εὐδαιμονίας ἠπίστατο τὴν ψυχὴν οὖσαν. αὑτόν τε οὖν καὶ τοὺς οἴκοι παρείχετο τοὺς αὐτοὺς τὰς γνώμας, ἰδιώτας καὶ ἄρχοντας ἀνεκπλήκτους ὑπὸ τῶν ἔξωθεν. οἱ δὲ (αἰσθήσει τε γὰρ ἔζων καὶ νοῦς ἀπῆν) ἐρασταὶ τύχης ἀμελεῖς, οἰκεῖον ἑαυτῶν ἡγούμενοι τὸ ἀλλότριον, φύσης τε ἦσαν ἔμπλεω, τὴν βασιλείαν καραδοκήσαντες, καί, ὡς οὐκ ἦλθεν ἐπ' αὐτούς, ἀπεγνώκεσαν ἑαυτῶν καὶ οὐδὲν ἐνόμιζον εἶναι βιώσιμον. αὖθίς τε καὶ πολλάκις εἰρῆσθαι ἄξιον· ἀνθρώποις ἀπαιδευσίας κανὼν μὴ περιμένειν βίον, ὥσπερ ἐν τραπέζῃ μερίδα, ἥτις περιαγομένη γένοιτο καθ' ἡμᾶς, ἵνα ἀνελώμεθα, ἀλλὰ αὐτὸν εἶναι τὸν προαρπάζοντα καὶ ὑφαιρούμενον. τυχὼν μὲν γὰρ ὁ τοιοῦτος καταγέλαστος ἔσται, συμπότης ὢν ἄκοσμος, καὶ τῷ τάττοντι τὸ συμπόσιον ἀπεχθήσεται, τό γε ἐφ' ἑαυτῷ ταράσσων ἀνελευθερίᾳ τὴν τάξιν· μὴ τυχὼν δέ, ταῦτά τε, καὶ προσέτι κλαιήσει παιδαρίου δίκην, τῆς παρενεχθείσης μερίδος καὶ εἰς τὸν πλησίον ἐλθούσης αὐτὸς ἐξεχόμενος. ὧν τὰ παραπλήσια Τυφῶνι πάντα παρῆν· καὶ γὰρ θεοῖς ἀπήχθητο, καὶ αὐτὸς ὠδύρετο, καὶ τὸ πρᾶγμα γέλως ἐγεγόνει τῷ πλήθει. οὐδὲ γὰρ ὅτι συχνῶν μηνῶν ἀνεπεπτώκει, καὶ καθ' ἡμέραν ἐπίδοξος ἦν ἀποθανεῖσθαι, οὐδὲ τοῦτο ἔλεον, ἀλλ' ὀργὴν μὲν ἐκίνει τοῖς ἀνδρειοτέροις, γέλωτα δὲ τοῖς μαλακωτέροις τὰς γνώμας, ὡς ἤδη τὸ πρᾶγμα παροιμίαν εἶναι καὶ ἐρώτημα πρὸς τοὺς ὠχριῶντας, "μή τι τἀδελφῷ σου καλόν;" κἂν ἀπολώλει δικαίως ὑφ' ἑαυτοῦ, γενόμενος ἔκδοτος τῷ κακῷ· νῦν δὲ ἡ παλαμναία γυνή, καὶ ἐν τοῖς δεινοῖς οὖσα λίαν γυνή, ἑαυτήν τε καὶ ἐκεῖνον ἐπανήγαγεν, ἀεί ποτε αὐτῷ ῥᾳδίῳ χρωμένη, καὶ τοῦ δακρύειν ἀφίστη πρὸς ἑαυτὴν ἀσχολοῦσα, πάθει πάθος ἐκκρούουσα, ἡδονῇ λύπην ἀποικοδομουμένη. οὕτως οὖν ἀνεπάλαισε, παρὰ μέρος εἴκων τοῖς ἐναντιωτάτοις κακοῖς. νῦν μὲν ᾤμωζε, νῦν δὲ ὤργα· παιδάριά τε ἀκολαστότερα τότε δὴ καὶ πλείους μᾶλλον εἰς τὴν οἰκίαν εἰσήρρησαν, καὶ κῶμοι καὶ πότοι, τοῦ συνδιαφθείρειν αὐτοῖς τὸν χρόνον καὶ τῆς ψυχῆς τὴν ἀχλὺν παραμυθεῖσθαι· καὶ τἄλλα ἐμηχανῶντο, ὡς ἂν ἥκιστα τῶν Ὀσίριδος ἀγαθῶν μεμνῆσθαι σχολάζοιεν, καὶ κολυμβήθρας ἐποίουν, καὶ νήσους ἐν κολυμβήθραις, καὶ ἐν ταῖς νήσοις θερμὰ χειροποίητα, ἵνα γυμνοῖντό τε ἐν ταῖς γυναιξὶν ἐπ' ἀλλήλοις καὶ ἀνέδην ἐπιθορνύοιντο.

[15]    Ἀμφὶ ταῦτα οὖσιν αὐτοῖς καὶ ἡ τῆς τυραννίδος ἐπίθεσις ἐπὶ νοῦν ἔρχεται ὑποθήκῃ φαύλων δαιμόνων, οἳ τόν τε τρόπον ὑφηγοῦνται, καὶ τἄλλα ἀναφανδὸν ἤδη συνδιῴκουν, παρόντες τε καὶ συμπεριόντες· οὐ γὰρ οἰστὸν ἦν αὐτοῖς ὁρᾶν τὰ σφέτερα ἀτίμως ἔρροντα, φρονήσεως ἀσκουμένης, εὐσεβείας ἐπιδιδούσης, ἀπεληλαμένης μὲν ἀδικίας, εἰσῳκισμένης δὲ ὁμονοίας, ἀγαθῶν ἁπάντων ἀνθούντων. τὸ δακρύειν Αἰγυπτίοις ὄνομα λοιπὸν ἦν, πάντα εὔφημα, πάντα ἐν κόσμῳ, τῆς πολιτείας, ὥσπερ ἑνὸς ζῴου, ψυχὴν ἐχούσης τὸν νόμον καὶ κατ' αὐτὸν κινουμένης, τῶν μερῶν τῷ παντὶ συμφωνούντων. ταῦτα ἐξοιστρᾷ, τούτοις ἐπιφύονται δαίμονες, ὀργάνοις χρώμενοι συγγενέσιν ἀνθρώποις. τυρεύεται δὴ τὸ κακὸν ἐν δύο γυναικωνίτισιν. ἑστία γὰρ ἦν ἐν τῇ πόλει τῇ βασιλίδι τῷ στρατοπεδάρχῃ τῶν ἀλλοφύλων, ὃς αὐτός τε καὶ ἡ πληθὺς Αἰγυπτίοις ἐδόκουν στρατεύεσθαι· τότε δὲ πόλεμόν τινα ἔπραττον οὐκ εὐτυχῆ πρὸς μοῖράν τινα αὐτῶν ἀποστᾶσαν, καὶ κῶμαί τινες Αἰγύπτιαι κακῶς ἐπεπράγεσαν, τοῦτο παρεσκευακότων ἐπὶ τὸ δρᾶμα δαιμόνων. παρὰ τὴν τούτου γυναῖκα φοιτῶσα μεθ' ἡμέραν καὶ νύκτωρ ἡ γυνὴ τοῦ Τυφῶνος οὐ χαλεπῶς ἀναπείθει βάρβαρον γραῦν καὶ ἀνόητον, τὸ παιπάλημα τὸ κερκώπειον, ὅτι τε αὐτῆς προκήδοιτο, καὶ ὅτι προορῷτο κακὸν ἐπ' αὐτοὺς ἧξον, ἢν Ὀσίριδι κατὰ νοῦν εἴη τὰ πράγματα· προδοσίαν γὰρ αἰτιᾶται, καὶ συγκείμενον πόλεμον οἴεται πολεμεῖσθαι, τῶν βαρβάρων ἐν κοινωνίᾳ γνώμης μερισαμένων στρατόπεδα. "Ἔγνωκεν οὖν" φησίν, "ἐπαναγαγεῖν τε αὐτὸν ἁπάσῃ βίᾳ καὶ μηχανῇ, καί, ἐπειδὰν τάχιστα ἀπὸ τῶν ὅπλων γένηται, παραλύσας τῆς ἀρχῆς, κακῶς αὐτόν τε καὶ σὲ καὶ παῖδας ἀπολέσαι, τοὺς γενναίους δὴ τούτους, τὰ πάγκαλα θρέμματα, καὶ τούτους ἔγνωκεν ἀποσφάξαι πρὸ ἥβης", καὶ ἅμα ἐδάκρυσεν ἄν, ὑπογενειάζουσα τὰ παιδάρια, εὔνοιαν οἴκτῳ προσποιουμένη. ἡ δὲ γραὺς ἡ Σκυθὶς ᾤμωξεν αὐτίκα, οἰομένη κατ' ὀφθαλμοὺς ὄψεσθαι τὰ δεινὰ καὶ αὐτὴ πείσεσθαι. ἡ δὲ ἄλλο προσετίθει δεῖμα, καὶ καθ' ἡμέραν ἄλλο, βουλεύματα δῆθεν ἐξαγγέλλουσα τῶν ἐπ' αὐτοὺς ἀπορρήτων· ὅλως γὰρ ἐκτριβήσεσθαι τὸ Σκυθικὸν ἐκ τῆς χώρας, καὶ τοῦτο ὁσημέραι πράττειν Ὄσιριν, καταλόγους τε ἀφανῶς πληροῦντα καὶ τἄλλα προμηθούμενον, ὅπως ἂν ἐφ' ἑαυτῶν οἰκοῖεν Αἰγύπτιοι, τοὺς βαρβάρους ἢ κατακανόντες ἢ ἐξελάσαντες· τοῦτο δὲ ἔσεσθαι ῥᾷστον, ἐπειδὰν τὸν ἄρχοντα σφῶν ἰδιώτην τε ἀποδείξῃ τὸ πινάκιον πέμψας, καὶ ὑπαγάγῃ τῷ νόμῳ. τούτου διακεχειρισμένου, τοὺς ἄλλους οἴεται μικρὸν ἔργον ἔσεσθαι. "Καὶ νῦν ὁ Τυφώς" φησίν, "οἴκοι δακρύει· τὰ γὰρ ὑμέτερα φρονεῖ, καὶ τοῖς βαρβάροις ἀεὶ πεπολίτευται, δι' οὓς καὶ τῆς βασιλείας ἡμάρτομεν, οὐ παραγενομένους ἐν τῷ καιρῷ τῆς ἀναρρήσεως. ἐκείνως ἂν νῦν Αἰγυπτίοις ἐμπαροινεῖν ἐξῆν, καὶ τὰ ἀγαθὰ τὰ τούτων ἔχειν ὑμᾶς, ὡς ἀνδραπόδοις τοῖς κυρίοις χρωμένους. ἀλλ' οὔθ' ὑφ' ὑμῶν ὠφελήμεθα τότε, καὶ νῦν ἀδύνατοι βοηθεῖν ἐσμεν. συμφορᾷ μέν τοι κεχρήμεθα, τῶν δεινῶν ἤδη πελαζόντων τοῖς φίλοις". οὕτω καταστρατηγήσασα τῆς γραὸς καὶ εἰς τοὔσχατον ἐκδειματώσασα, ὡς ἂν ἀφύκτων ὄντων, ὡς ἅλις εἶχεν, ἑτέραν προσβάλλει μηχανὴν τοῦ δέους ἐπανάγειν τὴν βάρβαρον, ἤδη μαθοῦσαν ἕπεσθαι περιαγούσῃ τὴν γνώμην, καὶ κατὰ μικρὸν ἐρρώννυ, καὶ ἐλπίδων ἐπίμπλη. "Ἀλλὰ μέγα" ἔφη, "τὸ βούλευμα, καὶ καινῆς δεῖ τόλμης, ἵνα μὴ ἐπ' Ὀσίριδι ὦμεν, ζῆν, καὶ μὴ ζῆν, ὅτε βούλοιτο." ᾐνίξατο τὴν ἐπανάστασιν ἀμυδρῶς τὸ πρῶτον, εἶτα παρεδήλωσεν, εἶτα ἀπεκάλυψεν, κατὰ βραχὺ προσεθίζουσα τῷ τε ἀκροάματι καὶ τῷ τολμήματι, ἕως τελευτῶσα τὴν περιδεᾶ θρασεῖαν ἐποίησε, τὸ μηδὲν δεικνῦσα τὰ Ὀσίριδος, ἐκείνων ἐθελόντων· "Ὁ γὰρ νόμος" ἔφη, "καὶ ἡ συνήθεια τῆς τιμῆς, καὶ τἀρχαῖον καὶ πάτριον τοὺς μὲν νωθεῖς ἑκόντας δουλοῖ· ὁ δὲ ἀφηνιάσας ἀσθενῶν πειρᾶται, καὶ ἐλεύθερός ἐστιν ὁ τὴν ἰσχὺν ἔχων, ἢν μὴ καταπλαγῇ τῇ γνώμῃ πρὸς τὴν συνήθειαν, ὃ μὴ πάθωμεν ἡμεῖς, ὑμῶν μὲν ἐν ὅπλοις ὄντων, Ὀσίριδος δὲ οὐδὲν ἀλλ' ἢ θεοῖς τε εὐχομένου, καὶ νῦν μὲν πρεσβείαις χρηματίζοντος, νῦν δὲ δίκας ἐκδικάζοντος, νῦν δὲ ἄλλο τι τῶν εἰρηνικῶν πράσσοντος. οὐ γὰρ μή ποτε κοινωσαμένων καὶ συνεισαγαγόντων ἡμῶν μὲν τὴν εὐγένειαν, ὑμῶν δὲ τὰς χεῖρας, Ὄσιρις Σκυθῶν τινι κακὸν ἔσται· δόξετε γὰρ οὐδὲ μέγα τι παραχαράττειν, οὐδὲ τὰ Αἰγυπτίων κινεῖν, οὐδὲ μεθιστάναι τὴν πολιτείαν, ἀλλὰ καθιστάναι καὶ διατιθέναι τῷ παντὶ λῷον, Τυφῶνι τὴν ἀρχὴν πράττοντες, γεγονότι μὲν ὅθεν Ὄσιρις, πρεσβυτέρῳ δὲ καὶ δικαιοτέρῳ βασιλεύειν Αἰγύπτου. ὥστε οὐδὲ τὴν ἀρχὴν Αἰγυπτίους εἰκὸς ἐφ' ὑμᾶς συστῆναι, μὴ κατὰ μέγα τῆς μεταβολῆς γινομένης περὶ τὴν πολιτείαν τὴν πάτριον. τὸ μὲν οὖν σχῆμα τῆς ἀρχῆς ἡμέτερον ἔσται, τὸ δὲ ἀγαθὸν ὑμέτερον, καὶ Αἰγύπτου πάσης ὡσπερεὶ τραπέζης εὐωχήσεσθε. μόνον ὑφίστασο σὺ πείσειν τὸν ἄνδρα. καὶ σύγε" ἔφη, "συμπείσεις". οὕτως ἐποίουν· καὶ ἐπειδὴ προσελαύνων ἠγγέλλετο, τοῦτο μὲν κάθετοι πρόδρομοι τὸ τῆς ἐπιβουλῆς ἀφανῶς παρεφθέγγοντο, ἐχεμυθίας προσποιήσει τῶν μέγα βοώντων φανερώτερον ἐξαγγέλλοντες, ἃ κρύπτειν εἰκάζοντο· τοῦτο δὲ ἀσαφῆ γράμματα διετάραττεν, ἀσφάλειαν ἐπιτάττοντα. ἤδη δέ τις κἀναφανδὸν εἶπεν, ὅτι δεῖ σῴζειν ἑαυτοὺς ἐκ τοῦ λόχου, καὶ ἄλλος ἀριδηλότερον, καὶ μάλα ἄλλος καὶ ἄλλος, ἅπαντες οὗτοι στασιῶται Τυφῶνος καὶ συνωμόται τῶν γυναικῶν. ἐπὶ πᾶσιν ὁ κολοφών, αἱ γυναῖκες ὑπαντιάζουσιν, αἱ δημιουργοὶ τοῦ δράματος, καὶ Τυφὼς αὐτὸς ὡς ἐπ' ἄλλο τι προελθὼν τοῦ ἄστεος, λαθραίως αὐτῷ συγγίνεται, καὶ συντίθεται περὶ τῆς ἀρχῆς, καὶ πείθει χωρεῖν αὐτόθεν ἐπὶ τὸ ἔργον, εἰ δέοι, καὶ συναπολέσθαι τὴν βασιλίδα πόλιν Ὀσίριδι, καὶ τοῦτο ἐφιείς, ὡς ἀποχρώσης αὐτῷ καὶ τῆς λοιπῆς Αἰγύπτου, "καὶ ἅμα ἵνα σοι" φησί, "πλουτοῖεν οἱ στρατιῶται, πόλιν εὐδαίμονα καὶ κοινὴν ἑστίαν τῶν ἐν Αἰγύπτῳ λαμπρῶν ἠνδραποδισμένοι καὶ διηρπακότες τὰ χρήματα". καὶ ταύτην ὁ μὲν χρηστὸς Τυφὼς προὔπιεν μίσει τῶν ἐνοικούντων διὰ τὴν ἐς Ὄσιριν εὔνοιαν· ὁ δὲ Σκύθης οὐκ ἔφη ποιήσειν· εἶναι γὰρ αὑτῷ σέβας βουλῆς τε ἱερᾶς καὶ δήμου σώφρονος καὶ τῶν ἐν ἄστει γερῶν· καὶ γὰρ ἐπ' Ὄσιριν οὐκ ἐθελοντής, ἀλλ' ὑπ' ἀνάγκης ἔφη βαδίζειν, αὐτοῦ τὴν ἀνάγκην πεποιηκότος, κἂν προχωρῇ κρατεῖν ἐκείνου, σωζομένου τοῦ ἄστεος καὶ τῆς χώρας ἀκεραίου μενούσης, κέρδος ἔφη θήσεσθαι τὸ μὴ κακοῦ μείζονος ἀνάγκην γενέσθαι.

[16]    Λέγει τοίνυν ὁ μῦθος οὐκ ἐμφιλοχωρήσειν τοῖς Ὀσίριδος πάθεσιν· οὐ γὰρ εἶναι φύσιν ἔχον λιπαρῶς τινα προσκαρτερεῖν ἀνιαρῷ διηγήματι. ἄγονται δέ γε τῶν ἱερῶν δακρύων ἀποφράδες ἡμέραι μέχρι νῦν ἐξ ἐκείνου, καὶ οἷς θέμις ὁρᾶν, κινουμένας τὰς εἰκόνας αὐτῶν ἐποπτεύουσιν. ἐκεῖνο δὲ ἄξιον εἶναί φησι καὶ κοινῆς ἀκοῆς· ὑπὲρ χώρας, ὑπὲρ νόμων ὑπὲρ ἱερῶν αὐτὸς ἑαυτὸν ἐγχειρίζει τοῖς, εἰ μὴ λάβοιεν, ἀνατεινομένοις ἅπαντα ἀπολεῖν, καὶ διαβαίνει τὸ ῥεῦμα ὁλκάδι· φρουρά τε εὐθὺς ἀμφ' αὐτόν, ὅποι ποτὲ γῆς ἢ θαλάττης, καὶ περὶ τοῦ τί χρὴ παθεῖν ἐκκλησία βαρβαρική. ἐνταῦθα ὁ μὲν Τυφὼς ἐδεῖτο ἀποθνήσκειν αὐτὸν ὡς ἀνυστὸν τάχιστά τε καὶ βιαιότατα· οἱ βάρβαροι δέ, καίπερ ἀδικεῖσθαι πεπιστευκότες, νεμεσητὸν ἐποιοῦντο, καὶ ᾐδοῦντο τὴν ἀρετήν· φυγὴν δὲ ἐπέβαλλον· καὶ αὖ καὶ τοῦτο ᾐσχύνοντο, καὶ ἠξίουν οὐκ εἶναι τὸ πρᾶγμα φυγὴν ἀλλὰ μετάστασιν· χρήματα δὲ καὶ κτήματα ἔχειν εἴων, καὶ ταῦτα ὀρέγοντος αὐτοῖς τοῦ Τυφῶνος· οἱ δὲ οὐδὲν μᾶλλον ἢ τῶν ἱερῶν ἥπτοντο. ὁ μὲν δὴ θεοῦ τε πομπῇ καὶ ἀγαθῶν ἡρώων ἐστέλλετο, χρόνοις εἱμαρμένοις ἐκστησόμενος· οὐ γὰρ ἦν θέμις τὰ χείρω κρατήσειν ἐν Αἰγύπτῳ, καὶ δι' ἐλαχίστου μεταπεσεῖν εἰς ἀκοσμίαν ἅπαντα καὶ κατήφειαν, τῆς ἱερᾶς ψυχῆς ἐνδημούσης· ἵνα γὰρ ἐξῇ γενέσθαι ταῦτα, τὴν ἀρχὴν ἐπ' αὐτὸν συνέστησαν, ὧν ταῦτα ἔργα, οἱ δαίμονες, οἷς ὑπηρετῶν ὁ προβεβλημένος ὑπ' αὐτῶν πάλαι τε εἰς τὴν γένεσιν, καὶ τότε ἔναγχος εἰς τὴν τυραννίδα, παντοίων αὐτοὺς εὐώχει συμφορῶν. φόροι μὲν εὐθὺς πολλαπλασίους ταῖς πόλεσιν ἐπετάττοντο, ὀφλήματά τε οὐκ ὄντα ἐξηυρίσκετο, καὶ τεθαμμένα ἀνωρύττετο· ὁ μὲν ἐπιποτάμιος ἠπειρωτικόν τι λειτουργεῖν ἐτάττετο· πλοῖα δὲ ᾔτει τὸν ἠπειρώτην, ἵνα μηδεὶς ἄνθρωπος ὢν χαίρειν σχολάζῃ. ταῦτα δημοσιώτατα τῶν κακῶν, καὶ ἔτι κοινότατον ἄλλο· τοὺς ὑπάρξοντας αὐτῷ καὶ ἐπιστησομένους τοῖς ἔθνεσιν ὠνίους ἐξέπεμπεν, ἀπεμπολῶν δημοσίᾳ τὰς πόλεις. οἱ δὴ μισθωσάμενοί τινος ἐπιτροπείαν ἔθνους, καὶ ὅστις ὁ νεώτατος ἦν, ἐπ' ἐνιαυτὸν ἕνα συγκειμένης τῆς ἐκμισθώσεως, ἠξίου τὸν ἐνιαυτὸν ἐκεῖνον αὑτῷ γήρως ἀκολάστου συναθροίζειν ἐφόδια. ἓν γάρ τι καὶ τοῦτο τῶν ἐπὶ Τυφῶνος ἐγένετο· κατὰ γραμματεῖον ὡμολογεῖτο τῆς ἀρχῆς τὸν χρόνον τοῖς καταθεμένοις ἀργύριον. πρότερον δὲ ὁ μὲν ἐπ' αἰτίᾳ κακίας παρελύετο τῆς ἀρχῆς, τῷ δὲ μισθὸς ἦν ἀρετῆς πρεσβυτέρα τιμὴ καὶ πλειόνων ἀρχὴ καὶ χρόνος ἐπιμετρούμενος. ᾤμωζον οὖν τὸ ἀπὸ τοῦδε ἅπαντες ἁπανταχοῦ, κακὸν ἴδιον λέγειν αὐτῶν ἕκαστος ἔχοντες, καὶ κατὰ δήμους καὶ κατὰ βουλευτήρια πᾶσι κακοῖς ἠλοῶντο, ὡς μίαν τινὰ φωνὴν ἀπ' Αἰγύπτου πρὸς οὐρανὸν αἴρεσθαι, τὴν ἠχὼ τοῦ κοινοῦ θρήνου. θεοὶ δὲ ἠλέουν τὸ γένος, καὶ παρεσκευάζοντο ὡς ἀμυνοῦντες. οὐ μὴν ἐδόκει, πρὶν ἐναργέστερον ἔτι παρ' ἀλλήλας ἀρετὴν καὶ κακίαν ἐξετασθῆναι, τοῦ καὶ τοὺς ἥκιστα νῷ χρωμένους ἀνθρώπους καὶ αἰσθήσει κρῖναι τὸ ἄμεινον καὶ τὸ χεῖρον, καὶ διῶξαί τε καὶ ἐκκλῖναι.

[17]    Ἐπέθετο τοίνυν ὁ Τυφὼς καὶ παντάπασι τὴν Ὀσίριδος βασιλείαν τῆς ἀνθρώπων μνήμης ἐκκόψαι, καὶ τοῦτο μετῄει πολλαῖς τε ἄλλαις ὁδοῖς, καὶ οὐχ ἥκιστα ταύτῃ· δίκας τε ἐκδεδικασμένας ἀναδίκους ἐποίει, καὶ ἔδει τὸν ἑαλωκότα κρατεῖν· καὶ πρεσβείαις ἐπεχρημάτιζεν, ἐν αἷς ἐχθρὸς ἦν ὅστις ὑπὸ τῆς θεσπεσίας γλώττης ὠφέλητο· καὶ ἔδει συμφοραῖς ὁμιλεῖν αὐτόν τε καὶ πόλιν καὶ γένος. ἐν ἀμηχάνοις δὲ ἤστην ἐπ' αὐτὸν δύο μηχαναί, εἴ τις ἢ τῇ γυναικὶ χρήματα ἀπεμέτρησεν· ἡ δὲ ὥσπερ ἐπὶ τέγους φανερωτάτη προὐκάθητο, ἐπί τε τῷ σώματι καὶ ἐπὶ τοῖς πράγμασι ταῖς ἑταιριστρίαις μαστροποῖς χρωμένη, τὸ πάλαι καλούμενον Αἰγυπτίοις κριτήριον ἀποδείξασα δικῶν πωλητήριον· ὁ ταύτῃ διειλεγμένος ἐνετύγχανεν ἵλεῳ τῷ Τυφῶνι· ἄλλως τε γὰρ τιθασὸς ἦν καὶ χειροήθης τῇ γυναικωνίτιδι, καὶ ὡς αὐταῖς κατακτησαμέναις τὴν τυραννίδα χάριν ἠπίστατο. οὗτος εἷς ἐν ἀπόροις πόρος τοῖς πειρωμένοις αὐτοῦ δυσχεροῦς, καὶ ἕτερος εἴ τις προσελθὼν ἑνὶ τῶν ἐκ τοῦ παλαμναίου συλλόγου τῶν ὁμοδιαίτων Τυφῶνι. οἱ δὲ ἐκαλοῦντο μεγάλοι τε καὶ μακάριοι, ἀνθρώπια δύστηνα καὶ παράσημα. τούτοις οὖν ἔδει προσελθόντα καταχέαι τινὰ λοιδορίαν Ὀσίριδος, ἐνηρμοσμένην κομψείᾳ, καὶ ἐποίουν αὐτὸ οἷς ἥκιστα ἀρετῆς ἔμελε, καὶ οἷς οὐκ αἰσχρὸν ἁπανταχόθεν κερδαίνειν. εὐθὺς οὖν ἠλλάττοντο τὴν τύχην, ὥσπερ τὴν γνώμην· εἰσέρρει γὰρ εἰς τὰ τυραννεῖα τὸ ῥῆμα, καὶ ἐπὶ τραπέζης ἐπόμπευε. χαριζομένοις οὖν ἀντεχαρίζετο. τοῦτο εἷς τις ἐποίει καὶ δεύτερος, καὶ ὠφέληντο μέν, ᾔδεσαν δὲ θεοῖς τε ἀπηχθημένοι καὶ ἀνθρώποις σώφροσιν· οἱ πλείους δὲ ἐκαρτέρουν.

[18]    Ἐγένετο δέ τις εἷς ἐμβριθὴς μέν, ἀλλ' ὑπὸ φιλοσοφίας ἀγροικότερον ἐκτεθραμμένος καὶ εἰς τὸ ἀστικὸν ἦθος ἀνομίλητος. καὶ οὗτος ηὕρητο μὲν παρ' Ὀσίριδος, ὥσπερ ἅπαντες ἄνθρωποι, πάμπολλα ἀγαθά, αὐτός τε μὴ λειτουργεῖν, καὶ τὴν πατρίδα ῥᾷον αὐτῷ λειτουργεῖν. πολλῶν δὲ ἐπὶ πολλοῖς τότε καὶ μέτρα ποιούντων καὶ λόγους γραφόντων, ὕμνους ἐς Ὄσιριν, καὶ δεικνύντων Ὀσίριδι χάριν δή τινα ἀντὶ χάριτος, ὁ δὲ ἦν μὲν εὐγνώμων ὥσπερ ἐκεῖνοι καὶ μᾶλλον ᾗ μᾶλλον ἠδύνατο, καὶ ἐποίει καὶ ἔγραφε, καὶ πρὸς λύραν ᾖδε τὸν τρόπον τὸν Δώριον, ὃν μόνον ᾤετο χωρεῖν βάρος ἤθους καὶ λέξεως· οὐ μὴν ἐξέφερεν εἰς τὸ πλῆθος, ἀλλ' εἴ τις ἦν ἀκοὴ λόγων ἀρρένων ξυνιεῖσα καὶ γαργαλίζεσθαι μὲν οὐκ ἀνεχομένη, ξυντετρημένη δὲ ἐπὶ τὴν καρδίαν, ταύτῃ τοὺς ἑαυτοῦ λόγους ἐπίστευεν. Ὄσιριν δὲ ᾔδει μὲν ὅτι μάλιστα τῶν τοιούτων ἀκουσμάτων ὄντα ἐφημέρων τε καὶ πολυχρονίων λόγων ἀκριβῆ γνώμονα· αὐτῷ δέ τι περὶ αὐτοῦ λέγειν ἀπεγίνωσκεν, ἅμα μὲν οὐκ οἰόμενος ἔργου λόγον ἀμοιβὴν ἰσοστάσιον, ἅμα δὲ ὑπὸ τῆς ἀγροικίας, ᾗ συνετέθραπτο, δόξαν θωπείας αἰδούμενος. ἐπειδὴ δὲ ὁ Τυφὼς βίᾳ παρειληφὼς Αἴγυπτον ἐτυράννει, ἐνταῦθα δὲ οὗτος ἔτι μᾶλλον ἄγροικος ἦν· τότε ἐξέφερε, τότε τοὺς λόγους ἐδείκνυ, πάντων φριττόντων τὴν ἀκοήν· ἀλλ' ἀσεβεῖν γὰρ ᾤετο τὸ μὴ οὐ καταφανὴς εἶναι μισῶν τοὺς δεινὰ εἰργασμένους τὸν εὐεργέτην. καὶ ἀρὰς ἠρᾶτο τὰς παλαμναιοτάτας Τυφῶνι, καὶ λέγων καὶ γράφων, καὶ οἴκοι καὶ ἐπ' ἀγορᾶς στωμύλος ἦν ὁ πάλαι σιγῆς αἰτίαν δεξάμενος. ἁπανταχοῦ τῶν λόγων Ὄσιρις ἦν, ἁπανταχοῦ τῶν συλλόγων, οἷς παρείη, τὰ Ὀσίριδος ᾔδετο, καὶ τοῖς οὐκ ἀνεχομένοις ἐπεφόρει τῶν διηγημάτων, οὔτε νουθετούντων καὶ πρεσβυτῶν καὶ φίλων προὐτίμα, οὔτε δέος αὐτὸν ἔθραττε τῆς ὁρμῆς, μαινομένῳ δὲ ἐῴκει μανίαν τινὰ ἐλευθέραν. οὔκουν ἐπαύσατο, πρὶν αὐτῷ Τυφῶνι παραστὰς ὅτι ἐγγυτάτω, συνειλεγμένων παρ' αὐτῷ τότε τῶν ἁπανταχόθεν ἐκκρίτων, μακρόν τε ἀποτεῖναι λόγον τῶν εἰς τὸν ἀδελφὸν ἐγκωμίων καὶ νουθετῆσαι ζηλοῦν ἀρετήν, οὕτως ἐγγυτάτω προσήκουσαν. ὁ δὲ ἐπίμπρατο μὲν καὶ δῆλος ἦν ἐξοιστρούμενος, αἰδοῖ δὲ τῶν ἡλισμένων κατεῖχε τὼ χεῖρε, σωφρονῶν ὑπ' ἀνάγκης. εἰκάζειν δὲ ἐξῆν τῷ προσώπῳ τὴν γνώμην, ποικίλας παθῶν ἰδέας ἀμείβουσαν· οὕτως ἐν ἐλαχίστῳ πάγχρως ἐγίνετο. τὸ ἀπὸ τοῦδε οὖν ἐχθίων τε ἦν καὶ κάκιον ἔπραττεν, καὶ τὰ μὲν ἠρρήκει τὰ ἐπ' Ὀσίριδος ἀγαθά, προσεκακούργει δὲ ἄλλα, τάς τε πόλεις, ὧν ὑπερηγόρει, κλονῶν, καὶ αὐτῷ τι κακὸν ἴδιον μηχανώμενος, ὡς ἂν μηδέποτε ἀναλύσας οἴκοι γένοιτο, μένοι δὲ ὑπ' ἀνάγκης οἰμώζων, εὐτυχοῦντας ὁρῶν οἷς ἀπέχθοιτο. ἐν τούτοις ὄντα τὸν ξένον θεὸς ἀναρρώννυσιν, ἐναργής τε ὀφθεὶς καὶ διακαρτερεῖν ἐπιτάξας. οὐ γὰρ ἐνιαυτούς, ἀλλὰ μῆνας ἔφη τοὺς εἱμαρτοὺς εἶναι, ἐν οἷς τὰ Αἰγύπτια σκῆπτρα ἀνατενεῖ μὲν τὰς χηλὰς τῶν θηρίων, κάτω δὲ ἕξει τῶν ἱερῶν ὀρνέων τὰ κράνη. σύμβολον ἄρρητον τοῦτο. καὶ ἐπεγίνωσκε μὲν τὴν γραφὴν ὁ ξένος ἐγκεκολαμμένην ὀβελοῖς τε καὶ ἁγίοις σηκοῖς· ὁ δὲ θεὸς αὐτῷ καὶ τὴν διάνοιαν τῆς ἱερογλυφίας ἡρμήνευσε καὶ δίδωσι σύνθημα χρόνου· "Ὅταν" ἔφη, "καὶ τὰ περὶ τὰς ἁγιστείας ἡμῶν καινοτομεῖν ἐπιχειρήσωσιν οἱ νῦν ὄντες ἐν ταῖς δυνάμεσι, μετὰ βραχὺ προσδέχου τοὺς Γίγαντας", τούτους λέγων τοὺς ἀλλοφύλους, "ἔσεσθαι ἐκποδὼν ποινηλατουμένους ὑφ' ἑαυτῶν· εἰ δὲ ὑπολείποιτό τι τῆς στάσεως, καὶ μὴ ἅμα πᾶν ἐκτρίβοιτο, μένοι δὲ ὁ Τυφὼς αὐτὸς ἐν τοῖς τυραννείοις, σὺ δὲ μηδ' ὣς ἀπογίνωσκε τῶν θεῶν. σύμβολον ἄλλο σοι τοῦτο· ὅταν ὕδατι καὶ πυρὶ τὸν περὶ γῆν ἀέρα καθήρωμεν μεμολυσμένον ἐκ τῆς ἀναπνοῆς τῶν ἀθέων, τότε ἕψεται καὶ ἐπὶ τοὺς λοιποὺς ἡ δίκη, καὶ αὐτίκα προσδέχου τὴν ἀμείνω διάταξιν, ἐκποδὼν γενομένου τοῦ Τυφῶνος· τὰ γὰρ τοιαῦτα τῶν τεράτων ἡμεῖς πυρπολοῦντες καὶ καταβροντῶντες ἐλαύνομεν". ἐνταῦθα τῷ ξένῳ καὶ εὔδαιμον ἐδόκει τὸ πάλαι χαλεπόν, καὶ οὐκέτ' ἤσχαλλε πρὸς τὴν ἀναγκαίαν μονήν, δι' ἣν αὐτόπτης ἔμελλεν ἔσεσθαι τῶν θεῶν τῆς ἐπιφοιτήσεως. καὶ γὰρ οὐδὲ ἀνθρώπινον ἦν εἰκάσαι δύναμιν ἀθρόαν, ἐν ὅπλοις οὖσαν καὶ ἐν εἰρήνῃ σιδηροφορεῖν νόμον ἔχουσαν, ἐξ οὐδεμιᾶς ἀντιστάσεως ἡττῆσθαι. ταῦτα ἐλογίζετο μέν, ὅπως ἂν γένοιτο· λογισμοῦ δὲ ἐφαίνετο κρείττονα. ἐπεὶ δὲ οὐ συχνοῦ χρόνου διεξελθόντος πονηρόν τι κόμμα θρησκεύματος καὶ παραχάραγμα ἁγιστείας, ὥσπερ νομίσματος, ὅπερ νόμος ἀρχαῖος ἐξοικίζει τῶν πόλεων, θύραζε καὶ πόρρω τειχῶν ἀποκλείων τὸ ἀσέβημα· ἐπειδὴ τοῦτο ὁ Τυφὼς οὐκ αὐτοπρόσωπος δέει τοῦ Αἰγυπτίου πλήθους, ἀλλὰ διὰ τῶν βαρβάρων εἰσφρῆσαί τε ἐπέθετο καὶ ἱερὸν ἐν ἄστει δοῦναι, καταλύσας νόμους πατρῴους, αὐτίκα ὁ ξένος ἐπὶ νοῦν ἐβάλλετο, ὅτι τοῦτο ἄρα ἐκεῖνο τοῦ θεοῦ τὸ προαγόρευμα· "τάχ' ἂν οὖν καὶ τὰ ἐφεξῆς ἴδοιμι". καὶ προσεδέχετο, μαθὼν τότε τὰ μὲν αὐτίκα ἐσόμενα περὶ Ὄσιριν, τὰ δὲ ἐς τοὺς οὔπω παρόντας ἐνιαυτούς, ὅταν Ὤρῳ τῷ παιδὶ γνώμη γένηται συμμαχίαν ἑλέσθαι πρὸ τοῦ λέοντος, λύκον. ὁ δὲ λύκος ὅστις ἐστίν, ἱερὸς λόγος ἐστίν, ὃν οὐχ ὅσιον ἐξαγορεύειν οὐδὲ ἐν μύθου σχήματι.