794 88 0 3 0 0 II-III d. C. Storiografia Cassius Dio XV Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 1

Cassius Dio - Historiae Romanae XV

[2]

[3]    Οἱ γὰρ Ἰάπυγες καὶ Ἄπουλοι περὶ τὸν Ἰόνιον κόλπον οἰκοῦσιν. Ἀπούλων δὲ ἔθνη κατὰ τὸν Δίωνα Πευκέτιοι Πεδίκουλοι καὶ Δαύνιοι καὶ Ταραντῖνοι. καὶ Κάνναι Διομήδους πεδίον ἔστι περὶ τὴν Ἀπουλίαν τῶν Δαυνίων. ἡ δὲ Μεσσαπία καὶ Ἰαπυγία ὕστερον Σαλεντία, εἶτα Καλαβρία ἐκλήθη. ἡ δὲ Ἀργύριππα πόλις τοῦ Διομήδους μετεκλήθη Ἀπούλοις Ἄρποι. Tzetz. ad Lycophr. v. 603.

[57]

[22]    ὅτι περὶ μαντικῆς καὶ ἀστρονομίας φησὶν ὁ Δίων "ἐγὼ μέντοι οὔτε περὶ τούτων οὔτε περὶ τῶν ἄλλων τῶν ἐκ μαντικῆς προλεγομένων τισὶ συμβαλεῖν ἔχω· τί γάρ που καὶ βούλεται ‹τὸ› προσημαίνειν, εἴ γε πάντως τέ τι ἔσται καὶ μηδεμία ἂν αὐτοῦ ἀποτροπὴ μήτ' ἀνθρωπίνῃ περιτεχνήσει μήτ' αὖ θείᾳ προνοίᾳ γένοιτο; ταῦτα μὲν οὖν ὅπῃ ποτὲ ἑκάστῳ δοκεῖ νομιζέσθω." M. 158 (p. 195).

[23]    ὅτι ἦρχον Παῦλος καὶ Τερέντιος ἄνδρες οὐχ ὁμοιότροποι, ἀλλ' ἐξ ἴσου τῷ διαφόρῳ τοῦ γένους καὶ τὰ ἤθη διαλλάττοντες. ὁ μὲν ‹γὰρ› εὐπατρίδης τε ἦν καὶ παιδείᾳ ἐκεκόσμητο, τό τε ἀσφαλὲς πρὸ τοῦ προπετοῦς προετίμα, καί πῃ καὶ ἐκ τῆς αἰτίας, ἣν ἐπὶ τῇ προτέρᾳ ἀρχῇ εἰλήφει, κεκολουσμένος οὐκ ἐθρασύνετο, ἀλλ' ὅπως μὴ καὶ αὖθίς τι δεινὸν πάθοι μᾶλλον ἢ ὅπως ἀποτολμήσας [24] τι κατορθώσῃ ... Τερέντιος δὲ ἔν τε τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν θρασύτητι βαναυσικῇ ἤσκητο, καὶ διὰ ταῦτ' ἔς τε τἆλλ' ἐξεφρόνει καὶ τὸ κράτος ἑαυτῷ τοῦ πολέμου προυπισχνεῖτο, τοῖς τε εὐπατρίδαις πολὺς ἐνέκειτο, καὶ τὴν ἡγεμονίαν μόνος πρὸς τὴν τοῦ συνάρχοντος ἐπιείκειαν ἔχειν ἡγεῖτο. M. 159 (p. 196).

[25]    ὅτι τὸ τοῦ Τερεντίου ἀπερίσκεπτον καὶ τὸ τοῦ Παύλου ἐπιεικές, βουλομένου μὲν ἀεὶ τὰ προσήκοντα, συγχωροῦντος δὲ τὰ πολλὰ τῷ συνάρχοντι (δεινὴ γάρ ἐστιν ἐλαττωθῆναι θράσους πρᾳότης), ἥττησεν αὐτούς. M. 160 (ib.).

[26]    ὅτι ἐν τῇ συμπλοκῇ τοῦ πολέμου οὐδ' οἱ πάνυ θαρσοῦντες ἐλαφροτέραν τὴν ἐλπίδα τοῦ φόβου πρὸς τὸ ἄδηλον αὐτῆς εἶχον, ἀλλὰ καὶ ὅσῳ μᾶλλον ἡγοῦντο νικήσειν, τόσῳ μᾶλλον ἐδέδισαν μή πῃ καὶ σφαλῶσι· τοῖς μὲν γὰρ ἀγνοοῦσί τι οὐδέν ἐστι φοβερὸν ἐκ τῆς ἀπονοίας ὑπομένειν, τὸ δὲ ἐκ λογισμοῦ θαρσοῦν ... M. 161 (p. 196).

[28]    ὅτι ὁ Σκιπίων πυθόμενός τινας παρασκευάζεσθαι τῶν Ῥωμαίων τήν τε Ῥώμην ἐγκαταλιπεῖν καὶ τὴν Ἰταλίαν ὅλην ὡς τῶν Καρχηδονίων ἐσομένην, ἐπέσχεν αὐτοὺς ξιφήρης ἐς τὴν κατάλυσιν ἐν ᾗ ἐκοινολογοῦντο ἐξαίφνης ἐσπηδήσας, καὶ αὐτός τε ὀμόσας πάντα τὰ προσήκοντα καὶ λόγῳ καὶ ἔργῳ πράξειν, καὶ ἐκείνους ὁρκώσας ὡς παραχρῆμα ἀπολουμένους, ἂν μὴ τὰ πιστὰ αὐτῷ παράσχωνται.

[29] καὶ οἱ μὲν ἐκ τούτου συμφρονήσαντες πρὸς τὸν ὕπατον ἔγραψαν ὅτι σώζοιντο· ἐκεῖνος δὲ ἐς μὲν τὴν Ῥώμην οὔτ' ἔγραψε παραχρῆμα οὔτ' ἄγγελον ἀπέστειλεν, ἐς δὲ τὸ Κανύσιον ἐλθὼν τά τε ἐνταῦθα κατεστήσατο, καὶ τοῖς πλησιοχώροις φρουρὰς ὡς ἐκ τῶν παρόντων ἔπεμψε, προσβάλλοντάς τε τῇ πόλει ἱππέας ἀπεκρούσατο. τό τε σύνολον οὔτ' ἀθυμήσας οὔτε καταπτήξας, ἀλλ' ἀπ' ὀρθῆς τῆς διανοίας, ὥσπερ μηδενός σφισι δεινοῦ συμβεβηκότος, πάντα τὰ πρόσφορα τοῖς παροῦσι καὶ ἐβούλευσε καὶ ἔπραξεν. V. 33 (p. 598).

[30]    ὅτι τοὺς Νουκερίνους καθ' ὁμολογίαν ὥστε μεθ' ἑνὸς ἱματίου ἕκαστον ἐκ τῆς πόλεως ἐκχωρῆσαι λαβὼν Ἀννίβας, ἐπειδὴ ἐγκρατὴς αὐτῶν ἐγένετο, τοὺς μὲν βουλευτὰς ἐς βαλανεῖα κατακλείσας ἀπέπνιξεν, τοῖς δὲ ἄλλοις ἀπελθεῖν δῆθεν ὅποι βούλοιντο δοὺς πολλοὺς καὶ ἐκείνων ἐν τῇ ὁδῷ ἐφόνευσεν. οὐ μέντοι αὐτῷ ἐλυσιτέλησε· φοβηθέντες γὰρ καὶ οἱ λοιποὶ μὴ τὰ ὅμοια πάθωσιν, οὐ συνέβαινον αὐτῷ, καὶ ἀντεῖχον ἐφ' ὅσον ἐξήρκουν. V. 34 (p. 598).

[31]    ὅτι ὁ Μάρκελλος καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ τῇ τε δικαιοσύνῃ πολλῇ ἐχρήσατο, παρὰ δὲ δὴ τῶν ἀρχομένων οὐ πάντα ἀκριβῶς οὐδὲ χαλεπῶς ἀπῄτει, οὐδὲ ἐπιμέλειαν ὅπως καὶ ἐκεῖνοι τὰ δέοντα πράττωσιν ἐποιεῖτο, τοῖς τε ἁμαρτάνουσί τι αὐτῶν συγγνώμην κατὰ τὸ ἀνθρώπινον ἔνεμε, καὶ οὐκ ὠργίζετο ἔτι εἰ μὴ ὅμοιοι αὐτῷ εἶεν. V. 35 (p. 601).

[32]    ὅτι ἐν τῇ Νώλῃ πολλῶν τοὺς ἁλόντας τε ἐν ταῖς Κάνναις καὶ ἀφεθέντας ὑπὸ τοῦ Ἀννίβου διὰ φόβου τε ἐχόντων ὡς καὶ τὰ ἐκείνου φρονοῦντας καὶ θανατῶσαι βουλομένων, ἀντέστη. καὶ μετὰ τοῦτο τὴν ὑποψίαν ἣν ἐς αὐτοὺς εἶχεν ἀποκρυψάμενος, οὕτω σφᾶς μετεχειρίσατο ὥστε τά τε ἑαυτοῦ ἀνθελέσθαι καὶ χρησιμωτάτους καὶ τῇ πατρίδι καὶ τοῖς Ῥωμαίοις γενέσθαι. V. 36 (ib.).

[33]    ὅτι ὁ αὐτὸς Μάρκελλος τῶν ἱππέων τινὰ τῶν Λευκανῶν αἰσθόμενος ἐν ἔρωτι γυναικὸς ὄντα, συνεχώρησεν αὐτῷ καὶ ἐν τῷ στρατοπέδῳ αὐτὴν ἔχειν, ὅτι κράτιστα ἐμάχετο, καίπερ ἀπαγορεύσας μηδεμίαν ἐς τὸ τάφρευμα γυναῖκα ἐσιέναι. V. 37 (p. 601).

[34]    ὅτι τὰ αὐτὰ ἐποίησε καὶ τοῖς Νουκερίνοις, πλὴν καθ' ὅσον ἐς φρέατα τοὺς βουλευτὰς καὶ οὐκ ἐς βαλανεῖα ἐνέβαλεν. V. 38 (ib.).

[35]    ὅτι ὁ Φάβιος τοὺς πολίτας ‹τοὺς› ἐν ταῖς πρὶν μάχαις ζωγρηθέντας τοὺς μὲν ἄνδρα ἀντ' ἀνδρὸς ἐκομίσατο, τοὺς δὲ καὶ χρημάτων ἀπολύσασθαι συνέθετο. μὴ δεξαμένης δὲ τῆς βουλῆς τὸ ἀνάλωμα, ὅτι μηδὲ τὴν λύσιν αὐτῶν συνεπῄνεσε, τά τε ἑαυτοῦ χωρία, ὥσπερ εἶπον, ἀπεκήρυξεν, καὶ ἐκ τῆς τιμῆς σφων τὰ λύτρα αὐτοῖς ἐχαρίσατο. V. 39 (p. 601).

[46b]    Δίων ἐν ιε΄ βιβλίῳ "μὴ οἱ Συρακούσιοι νεωτερίσωσί τι, τὴν βοήθειαν ἀπογνόντες." Bekk. Anecd. p. 119 21.

[46a]    Δίων ἐν Ῥωμαϊκῶν ει΄ "ἔκ τε γὰρ τῆς ἀπὸ τοῦ πάνυ ἀρχαίου ἀξιώσεως καὶ ἐκ τῆς παλαιᾶς πρὸς τοὺς Ῥωμαίους φιλίας οὐκ ἤνεγκαν δικαιωθέντες ἀλλ' ἐπεχείρησαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου καὶ οἱ Συρακόσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι. καὶ ἐδικαιώθησαν ἐν τῷ συνεδρίῳ. Suidas v. ἐδικαιώθησαν, Lex. Seguer. ed. Bachm. Anecd. Gr. 1, 206, Cram. Anecd. Par. 4, 168 (e cod. Coisl. 347 optimo), et Etym. Magn. p. 316, 9 Gaisf.