[1] Ὤιμην μὲν ἔγωγε, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ διὰ τὴν πολυπραγμοσύνην τὴν ἐπὶ τοῦ λέγειν τῶν ἐσχάτων κινδύνων πεπειραμένῳ μηδὲν ἀσφαλέστερον εἶναι σιωπῆς, ἐμοὶ δὲ οὐδαμόθεν ἦν ἀφαμαρτεῖν αἰτίας, εἰ μὴ μόνον πολιτευόμενος ἐξεδόθην ὑφ' ὑμῶν. ἀλλὰ καὶ τούτου παυσάμενος κρίνομαι, ὥστε μοι καινοῦ τινος, εἴ τις ἦν, καὶ τρίτου δεῖν βίου παρὰ τοὺς τῶν ἰδιωτῶν καὶ ῥητόρων, ἐν οἷς ἀμφοτέροις δυστυχῶ.
[2] ἄκων μὲν οὖν καί, νὴ Δία, σφόδρα ἀχθόμενος λόγων ἅπτομαι. τῶν μὲν γὰρ ἀνιῶμαι μνημονεύων, τὰ δὲ φοβοῦμαι, τὰ δὲ λογίζομαι, μή τί με τῶν οὐκ εἰρῆσθαι νῦν προσηκόντων ὑπ' ἔθους τῶν παλαιῶν λόγων ἐκφύγῃ. ἀλλ' οὔτε τῳ τῶν παρόντων λυποῖτ' ἂν Φίλιππος τὴν ἀνάγκην αὐτῶν πυθόμενος, οὐ γὰρ ἀγνοήσει, οὔτ' ἄν, εἰ τὸ πλέον βιασθείην εἰς τὸ μηδὲν σιωπᾶν ἐν καιροῖς καὶ πράγμασιν ἀξίοις σιωπῆς, τῆς τε ἰδίας καὶ τῆς ἁπάντων συνιεὶς τύχης.
[3] παρὰ Φιλίππῳ μὲν οὖν οὐδὲν δεινὸν ἔπαθον καίτοι πάνυ μὲν δείσας καὶ προσδοκήσας, ἄξιος δὲ ἴσως ὢν ἐκείνῳ τιμωρίας, δέομαι δὲ καὶ νῦν ἀπαντῶν οὐδὲν μέγα καὶ δύσκολον, ἀλλὰ παράδοξον μέν, ἀληθὲς δὲ ὅμως, μηδὲν χείρους μηδὲ σκαιοτέρους ὑμᾶς γενέθαι Φιλίππου μηδὲ ἀπολέσαι με νῦν, ὅτε μηδ' ἐκείνῳ τοῦτο ἔσεσθε κεχαρισμένοι ποιοῦντες.
[4] ἀπόρως δ' ἔχει μοι καὶ τὰ τῶν παρόντων λόγων διὰ τὸν συκοφάντην. εἰς μὲν γὰρ τοὺς περὶ τῆς πολιτείας λόγους ἐμβαλὼν πολλῶν ἀκαίρως μνημονεύειν ἀναγκασθήσομαι, εἰ δὲ τοῦτο ὀκνήσας σιωπήσομαι, παραλείψω ταῦτα ἐφ' οἷς ἦν καὶ πάλαι μοι πεπαῦσθαι καλόν. ὡς οὖν οἷόν τε, μηδένα λυπῶν γε πειράσομαι τοῦτο ποιεῖν. εἰ δὲ χεῖρόν τι τοῦ ποτε συνήθους φανείην ἐμαυτῷ λέγων, δεῖ μοι συγγνώμην ἔχειν. πολλοῦ γὰρ χρόνου σιωπῶ.
[5] Εἰσῆλθον εἰς τὴν πολιτείαν μετ' Εὔβουλον καὶ Ἀριστοφῶντα καὶ τοὺς εὐδοκιμοῦντας τότε εἴτε ὑπ' εὐνοίας τῆς πρὸς τὴν πόλιν εἴτε ὑπὸ περιεργίας καὶ φιλοτιμίας ἀναπεισθείς τινος, εἰ μὴ μανίαν χρὴ καλεῖν. εἰ δέ τις καὶ τῶν ἔμπροσθεν πεπολιτευμένων, καὶ ἐγὼ δυστυχής, ὃς πολλῶν ὄντων καὶ φοβερῶν παραδειγμάτων τῆς ἀκράτου πρὸς τὸν δῆμον εὐνοίας ὅμως ἅπαντα παριδὼν ἐθρασυνόμην, οὐχ ὅσα τοῖς πολιτευομένοις εἴωθεν ἐνοχλεῖν, ὑποψία, ζῆλος, φθόνος, διαβολή, κίνδυνοι, κρίσεις, ἐξαιτήσεις, οὐ ταῦτα ἀγνοῶν, ἀλλ' ὅτιπερ ἂν καὶ συμβῇ μοι παθεῖν, ἀσμένως τοῦτο ὑπὲρ Ἀθηναίων δεχόμενος. ἐπεπείσμην δ' ἐκεῖνο, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δ' ἐπεπείσμην ἔγωγε μηδ' εἴ τισι τῶν πρὸ ἐμοῦ συνέβη τινὸς ἀπολαῦσαι κακοῦ διὰ τὴν ἐπὶ τοῖς κοινοῖς διαβολήν, τούτων ἄν τι γενέσθαι. τοσοῦτον ἔμοιγε περιῆν πρὸς ὑμᾶς πίστεως.
[6] ἴσως μὲν οὖν κρεῖττον ἢ κατ' ἐμὲ τὸν Δημοσθένους τοῦ Παιανιέως, ἐπειδὴ δὲ ἅπαξ ἐπὶ τὸ βῆμα ἀνέβην, πολλῶν οὐσῶν ἐν τῇ πολιτείᾳ τάξεων οὔτε πρὸς τὴν τῶν χρημάτων διοίκησιν ἀπέκλινα καὶ τὰς ἐπ' αὐτῇ πλεονεξίας οὔτε πρὸς τὰς εἰσαγγελίας καὶ φάσεις καὶ ‹τὸ› τὰ τῶν ἄλλων δημεύων καὶ νέμων τῷ δήμῳ τι δοκεῖν χαρίζεσθαι οὔτε ἄλλο τι τῶν ἰδίων καὶ τῶν ἔξω φθόνου πραγμάτων, ἀλλ' αὐτῶν τῶν Ἑλληνικῶν ῥήτωρ ἐγενόμην μεῖζον μὲν ἢ κατ' ἐμαυτὸν ἀράμενος φορτίον καὶ τυχὸν καὶ τὴν πόλιν αὐτὴν παρὰ δύναμιν φιλοτιμεῖσθαι παρακαλῶν. οὐ μὴν ἠξίουν πρὸς ἄλλο τι τὸν Ἀθηναίων δῆμον ἀφορᾶν ἢ τὸν τούτων σύμβουλον ἀπευθύνειν ἑαυτὸν ἢ τὴν ἐλευθερίαν καὶ τὴν τῶν Ἑλλήνων ἡγεμονίαν καὶ τὴν δόξαν τὴν ἀγαθὴν ἐφ' ἧς ἡμᾶς οἱ πρόγονοι κατέλιπον ὅπως ἂν σώσωμεν. καὶ γὰρ ἴσως ἦν ὅτε καὶ πᾶσιν ὑμῖν ἐδόκει καλά.
[7] παραφροσύνη μὲν οὖν ἦν καὶ τὸ πρὸς ἄλλον τινὰ πολέμου καὶ ἀγῶνος συνεστηκότος αὑτὸν εἰς τὰ κοινὰ διδόναι, ἐγὼ δ' ὁ πάντων ῥᾷστος καὶ Φιλίππῳ διαφέρεσθαι καὶ πολεμεῖν ἐπήρθην καὶ τὸν δῆμον ἔπειθον, ὁπότε τι τῶν κοινῶν ἢ τῶν Ἑλληνικῶν ὁρῴην ἐλαττούμενον, τολμᾶν ἐναντία πράττειν τῷ βασιλεῖ τῷ καλῷ καὶ ἀγαθῷ καὶ παντὸς μᾶλλον Ἕλληνι καὶ δικαίῳ Φιλίππῳ. Ἕλλην γάρ, Ἕλλην, Ἀργεῖος ὡς ἀληθῶς, Τημενίδης, Ἡρακλείδης. ἔργῳ ταῦτα δηλοῖ.
[8] πολλὰ μὲν οὖν ὑπὸ τόλμης καὶ προπετείας εἶπον οὐχ ἡδέα ἐκείνῳ, ἀλλὰ καὶ ῥήτορος καὶ ἀνθρώπου πεπονθὼς πάθος. ὁ δ' ἦν ἑλεῖν μὲν οἷς ἐπιχειρήσειε καὶ κρατῆσαι πάντων δεινότατος, ἑλὼν δὲ καὶ ἔχων ἐπιεικέστατος καὶ πρόχειρος ἐλέῳ δοῦναι καὶ φιλανθρωπίᾳ. ἐμέ γ' οὖν ἐξαιτήσας μὲν οὐκ ἐξήμαρτε παρ' ὑμῶν, λαβὼν δὲ ἀφῆκεν εἰς ὑμᾶς. ἀδόκητον δέ μοι συμβέβηκεν ἑκάτερον. οὔτε γὰρ ἐκδοθήσεσθαι πᾶν ὅ τι δόξειε Φιλίππῳ πεισόμενος ἡγησάμην ἄν ποτε οὔτ' εἴ μου Φίλιππος γένοιτο ἐγκρατής, εὑρήσεσθαί τινα σωτηρίαν προσεδόκων.
[9] ἐγὼ μὲν οὖν ᾠχόμην ὡς ἀπολούμενος καὶ παρεδόθην ὑφ' ὑμῶν τοῖς παροῦσι Μακεδόνων, ἐλεηθεὶς δὲ ὑπὸ Φιλίππου καὶ παραδόξου τυχὼν τῆς ἐκείνου χρηστότητος ἐν Μακεδονίᾳ μὲν οὐκ ἔμεινα καίτοι παρὸν καὶ Φιλίππου μένειν παρακαλοῦντος, ὡς ὤφελον, τῷ δὲ ἔρωτι τῶν Ἀθηναίων καὶ τῆσδε τῆς γῆς ‹τοῦ› ἀποθανεῖν τε ἐν αὐτῇ καὶ τάφου τυχεῖν Ἀττικοῦ δεῦρο ἐπανήκω παρὰ τὰς πάντων ἐλπίδας.
[10] Καὶ χαίρειν μὲν ἴσως ἀφεθέντα με δεῖ, σιγᾶν δὲ πάντες οἱ λογισμοὶ κελεύουσι τὴν πρέπουσαν σιωπὴν τοῖς ἑαλωκόσι, τοῖς ἐκδεδομένοις. ὡς ἔγωγε ἀπάγεσθαι καὶ νῦν ἐκδίδοσθαι δοκῶ καὶ Φίλιππον βλέπειν καὶ ἐπ' ἐκείνου λέγειν. οὐ γὰρ ἀνείθην γέ πως τῆς ἀπὸ τῶν συμβάντων ἐκπλήξεως οὐδὲ Ἀθήνησιν εἶναι δοκῶ, ἀλλὰ τὰς μὲν Ἀθήνας τοῦ Φιλίππου κἀκεῖ τὸν Ἔλεον καὶ τὸν βωμὸν αὐτοῦ, τὸ δὲ βῆμά μοι τῆς Σκυθῶν ἐρημίας οὐδὲν δοκεῖ διαφέρειν καὶ τῶν ἱερείων τῶν ἐκεῖ, ἐφ' οὗ τὸν λέγοντα χρυσόκερων καὶ κατεστεμμένον δεῖ τὸν θύσοντα περιμένειν, ὁπότε πρόσεισι.
[11] Ταῦτα μὲν οὖν φιλοτιμεῖσθαι χρὴ τὸν βουλόμενον καὶ τὸν δυνάμενον, ἐγὼ δὲ τοσούτου δέω πρὸς τὸ λέγειν καὶ γράφειν ἐντεῦθεν ἀρξάμενος καὶ εἰς πολιτείαν δευτέραν ἐπιτήδειος εἶναί τις ὥστε μοι καὶ τῶν πρότερον μεταμέλει. τὰ δὲ δὴ νῦν καὶ πάντων ἕνεκεν ἀδυνάτως μοι κομιδῆ πάντα ἔχει, μᾶλλον δέ, οὐδ' ἄν τις εἴην ἔτι οὐδ' ἂν εἶναι δοκοίην τοῖς εὖ φρονοῦσι. τίς γὰρ ἐγὼ Δημοσθένης; ἢ ποῖος Παιανιεύς; ἢ τίς ῥήτωρ; ἢ τίς Ἀθηναῖος; ἢ τίς μετὰ τὴν ἔκδοσιν καὶ πομπήν; ὡς ἐκεῖνος μὲν τέθνηκεν ὁ Δημοσθένης ὁ καὶ μὴ καλούντων καὶ μὴ δεομένων γράφων καὶ λέγων, ἐγὼ δὲ εἴδωλόν εἰμι παυσαμένου ῥήτορος καὶ κῆρυξ φιλανθρωπίας Μακεδονικῆς καὶ Δημοσθένους ἐκείνου σκιά, τοσαύτην μόνον φωνὴν ἔχων ὅσον Φίλιππον ἐπαινέσαι.
[12] οὕτω δὲ πάντων παραδόξων τυγχάνω ὥστε ὑπὸ Φιλίππου μὲν σώζομαι, παρ' ὑμῖν δὲ κινδυνεύω. κἂν ὁτιοῦν ποιῶ ἢ λέγω καὶ πολιτεύωμαι, διὰ τοῦτο ἐκδίδομαι Μακεδόσι. σωφρονῶ καὶ τὴν ἡσυχίαν ἄγω, πάλιν εἰσαγγέλλομαι καὶ κρίνομαι. ἐπειδὴ γὰρ οὐκ ἠβουλήθη Φίλιππος, οὗτοί με ἀπολλύουσι. ποῖ τοίνυν ἀναπτῶ; ποῖ καταφύγω; παρὰ τίνα τράπωμαι τοσούτοις πανταχόθεν περιστοιχιζόμενος κακοῖς;
[13] παρὰ Φίλιππον ἔοικα βαδιεῖσθαι νῦν ἑκών. οὕτω γὰρ ἐπιβούλῳ καὶ κακοήθει περιπίπτω κατηγόρῳ καὶ συκοφάντῃ ὥστε καὶ μόνος με τῶν πώποτε κατηγόρων ἐπαινῶν ἀπολέσαι βούλεται πολίτην ἀγαθὸν καὶ γενναῖον σύμβουλον καὶ ῥήτορα θαυμαστόν τινα καὶ μόνον μὲν ἄνδρα καὶ τῇ πόλει [καὶ τοῖς πράγμασι] καὶ τοῖς πᾶσιν Ἕλλησιν εὔνουν, μόνον δὲ παρηκολουθηκότα τοῖς πράγμασιν ἀποκαλῶν, ὥσπερ οὐκ εἰσηγγελκώς με νῦν, ἀλλὰ χρυσοῦν στέφανον γεγραφώς. καὶ ταῦτα ἐν τῷδε διὰ τὴν ἀρετὴν ὑμᾶς ἐμοῦ καταψηφίσασθαι κελεύει ὥσπερ ἂν εἰ τὸν κάκιστον τῶν προδοτῶν τῆς Ἑλλάδος ἔκρινε λαβών. οἴεται γὰρ τοῖς παραδόξοις ἐπαίνοις πιστὸς γενόμενος οὐκ ἔχθρᾳ δόξειν τοῦτο ποιεῖν· πῶς γὰρ ὅστις μοι τηλικαῦτα μαρτυρεῖ, δίκαιος ἂν εἴη τἄλλα κατηγορεῖν; [14] ἐγὼ δὲ μηδέτερα πιστεύειν ὑμᾶς ἀξιῶ μηδὲ τοὺς ὑπερόγκους τούτους ἐπαίνους καθ' ἡμῶν προσίεσθαι ἤ, νὴ Δία, εἴ τίς με τοιοῦτον νομίζει πολίτην καὶ σύμβουλον γεγενῆσθαι τῇ πόλει καὶ πιστεύειν ὑμᾶς αὑτῷ φησι δεῖν, πιστεύσαντας εἶτα συλλογίζεσθαι τοῦτο, ὅτι ὁ χθὲς χρηστὸς οὐκ ἂν δήπου ‹τήμερον› πονηρὸς γένοιτο οὐδὲ ὁ δοὺς ὑπ' εὐνοίας τῆς πρὸς ὑμᾶς αὑτὸν ἀπροφασίστως εἰς τὰ κοινὰ οὗτος ἑκὼν ἐκ τούτων ἀπῆλθεν ἐκ μηδενὸς εἰκότος, ἀλλ' ἀδύνατος ἤδη γεγενημένος ἢ μηδὲ λυσιτελήσειν ἔτι τῇ πολιτείᾳ νομίζων ἢ μηδένα καιρὸν ἔτι αὑτοῦ τοῖς πράγμασιν εἶναι δοκῶν. ἢ τί πάντως δι' ἄλλο τῶν δικαίων ἀπὸ τῶν κοινῶν ἀπιὼν ᾤχετο; ταῦτα γὰρ εἰκὸς καὶ δίκαιον ὑπολαμβάνειν κατ' ἀνδρὸς πολὺν χρόνον πεπολιτευμένου καὶ τὴν πρὸς τὸν δῆμον εὔνοιαν πολλοῖς καὶ μεγάλοις ἔργοις ἐπιδεδειγμένου, εἴπερ ὁ αὐτὸς ἀληθῆ λέγει.
[15] Οἴομαι δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀπ' αὐτῆς τῆς εἰσαγγελίας εἶναι φανερὸν ὅτι μὴ δικαίως κρίνομαι. εἰσήγγελμαι γάρ, ὡς οἱ μέγιστα τῶν κακῶν πεποιηκότες, καὶ τὴν τῶν στρατηγῶν ἢ ῥητόρων ἢ πάντως ἄλλο τι κοινὸν διοικούντων κρίσιν κρίνομαι, κατηγοροῦμαι δὲ οὐδὲν ἄλλο ἢ τοῦτο ὅτι τῆς πολιτείας ἀφέστηκα καὶ τῶν κοινῶν οὐδὲν περιεργάζομαι. πῶς οὖν οἷόν τε τὸν δῆμον ἀδικεῖν ὃς ὑπὸ τῶν λεγόντων καὶ πολιτευομένων ἀδικεῖται μόνον ἐμὲ τοῦτον ἰδιώτην ὄντα τινὰ καὶ μήτε δυνάμεις τινὰς παρειληφότα μήτε χρήματα μήτε καιροὺς μήτε πράγματα πεπιστευμένον, τὸ δὲ ὕστατον, μηδὲ λέγοντά τι;
[16] τεκμήριον δέ, χωρὶς γὰρ τοῦ φύσει καὶ δικαίως μὴ τῶν ἰδιωτῶν εἶναι τὰς τοιαύτας αἰτίας, ἀλλὰ τῶν ἐν τοῖς κοινοῖς δυναμένων πάντες ὅσοι πώποτε ἐκρίθησαν ὡς τὴν πόλιν ἀδικοῦντες, ῥήτορες οὗτοι καὶ στρατηγοὶ καὶ πρέσβεις. εἰσήχθησαν εἰς ὑμᾶς Ἀριστοφῶν, Ἰφικράτης, Περικλῆς, Καλλίστρατος, ὅτι παράνομά τις εἶπεν ἢ τὸν δῆμον ἐξηπάτησεν ἢ γνώμην ἀσύμφορον ἀπεφήνατο, ὅτι ναῦς ἀπέβαλεν, ὅτι προσόδους τινὰς ἢ πόλεις ἀπώλεσεν ἢ τοὺς συμμάχους ἐκ πλειόνων ἐλάττους ἐποίησεν ἡγούμενος, ὅτι μὴ κατὰ τὰ ψηφίσματα ἄλλος ἐπρέσβευσεν ἢ καιροὺς μεγάλων ἢ συμφερόντων πραγμάτων προήκατο ἢ συνθήκας ἀδόξους ἕτερος ἐποιήσατο, ὧν ἕκαστον ἐπὶ τοῖς πολιτευομένοις καὶ τὰ τοῦ δήμου πράττουσίν ἐστιν, ἐγὼ δ', ὅτι μὴ λέγω, μὴ γράφω, μὴ πράττω δι' ὧν κἂν ἀδικήσειέ τις.
[17] οὐκοῦν οὐ μόνον τῷ μὴ ταὐτὰ μηδὲ ὅμοια ἐγκαλεῖσθαι τοῖς δημοσίᾳ φεύγειν εἰωθόσι δῆλός εἰμι συκοφαντούμενος, ἀλλὰ καὶ τῷ τῆς ἐναντίας προαιρέσεως διώκεσθαι τοῖς κακῶς ὑμᾶς ποιεῖν δυναμένοις. μόνος γὰρ τῶν πώποτε οὐχ ὑπὲρ ὧν ἀδικῶ κρίνομαι, ἀλλ' ἐξ ὧν οὐδὲν ἀδικῶ, ὅτι ταῦτα προειλόμην ἀφ' ὧν οὐδὲ τοῖς θέλουσιν οἷόν τέ ἐστιν ἀδικεῖν.
[18] Καίτοι Σόλων ὁ σοφώτατος τῶν Ἑλλήνων καὶ δημοτικώτατος τῶν Ἀθηναίων οὐκ ἐπάναγκες τοῦτό γε ὥσπερ τὰ ἄλλα, λειτουργεῖν μὲν ἀπὸ τῆς οὐσίας καὶ στρατεύεσθαι τῷ σώματι καὶ τὰ ἄλλα ὅσα ἐν δημοκρατίᾳ πολιτευομένους ὀφείλειν, ὑπελάμβανεν. ἐκεῖνα μὲν γὰρ ἑκάστῳ προείρηκε ποιεῖν, τὸ λέγειν δὲ ἐφ' ἑκάστῳ κατέλιπεν ὥσπερ ἄν τις πρὸς τοῦτο γνώμης καὶ δυνάμεως ἔχῃ. εἰκότως. καὶ γὰρ ἠπίστατο ὅτι τριήραρχος μὲν καὶ στρατηγὸς ἄκων καὶ στρατιώτης κελευόμενος οὐδὲν ἂν βλάψειεν ὑπὸ τῆς ἀνάγκης, ὁ δὲ παρὰ γνώμην λέγων καὶ γράφων, εἴτε ἀδύνατος ὢν εἴτε ἀπεστραμμένος ἐπὶ τοῦτ' ἀχθείη, πάντως ὑπ' ἀγνοίας ἢ χωρὶς εὐνοίας πολιτευόμενος ἀδικήσειεν ἢ βλάψειεν ἄν. πρὸς δὲ τούτοις μόνους τούτους τῶν ἐν τῇ πόλει πραγμάτων καὶ πλείους τῶν ἱκανῶν ἐπιθυμοῦντας ἠπίστατο, ὥστε οὐχ ὅπως καὶ τοὺς ἄκοντας ἐροῦντας ἠξίου συγκαλεῖν, ἀλλ', εἴπερ ἦν, καὶ τούτων ἀφελεῖν ἄμεινον ἡγεῖτο.
[19] καὶ μὴν καὶ δεομένους αὐτούς, ἀλλ' οὐχ ὑφ' ὑμῶν παρακληθέντας ἀγορεύειν ᾤετο δεῖν. οὐ γὰρ αὐτοὺς τῷ δήμῳ τι πολιτευομένους χαρίζεσθαι, ὃς οὔτε ἀπορεῖ που τῶν πολιτευομένων καὶ πρὸς αὐτὸν φιλοτιμουμένων κἂν αὐτός ποτε παρ' αὑτοῦ τὰ δέοντα ἔχοι ποιεῖν καὶ φρονεῖν, ἀλλὰ τὸν δῆμον αὐτοῖς μεταδιδόντα παρρησίας αἴρειν καὶ μεγάλους ἐκ μικρῶν καὶ φανεροὺς ἐξ ἀφανῶν ἐκείνους ποιεῖν συμβούλοις χρώμενον. διόπερ κηρύττει τὸ δημοτικώτατον τῶν κηρυγμάτων τίς ἀγορεύειν βούλεται; δηλῶν ὡς ὅστις οὐ βούλεται, μηδεμίαν ἀνάγκην οὖσαν αὐτῷ. ὅπου γὰρ τὸν ἐκ τῆς αὑτοῦ γνώμης ὡρμημένον ὁ νόμος καλεῖ τὸ βούλεσθαι θέμενος ὅρον τοῦ λέγειν, αὐτὸς ἀφεῖται τοῦ λέγειν ὅτῳ μὴ μετείη τοῦ θέλειν.
[20] Ὁ Σόλων μὲν οὖν οὕτως, οὑτοσὶ δὲ ἄκοντα κελεύει λέγειν καὶ ἀντικηρύττει τῷ παλαιῷ κηρύγματι. καίτοι τίς νόμος ὥσπερ κατὰ τῶν ἀστρατεύτων οὕτω καὶ κατὰ τῶν οὐ λεγόντων ἐστὶ γεγραμμένος; οὐδὲ εἷς. ἀλλὰ μὴν εἰ καὶ μὴ βουλομένους ἔδει πολιτεύεσθαι καὶ κρίσεις ἔμελλον ἔσεσθαι τοῖς οὐ λέγουσιν, ἦν ἄν τις καὶ τιμωρία προειρημένη τῷ σεσιωπηκότι. ὅτε τοίνυν οὐχ οὕτως ἔχει, κύριος ἕκαστος ἀφεῖται τοῦ λέγειν ἢ μή. ἃ γὰρ οὐ κεκέλευσταί τις ποιεῖν, ταῦτα οὐδὲ μὴ ποιεῖν κεκώλυται.
[21] Ἔτι τοίνυν τίς οὐκ οἶδεν ὡς Ἀθηναίων δισμυρίων ὄντων σιωπῶσι μὲν οἱ πλείους καὶ τῶν πολιτικῶν ἀφεστᾶσι, προσίασι δὲ ἀεὶ πρὸς τὰ κοινὰ σφόδρα ὀλίγοι. ὥστε εἰ τοῦτο ἔγκλημα δίκαιόν ἐστιν, οὐκ ἄν τις φθάνοι πᾶσαν διώκων τὴν πόλιν. ἀλλὰ γὰρ εἰ τοῖς πλείστοις ἔξεστι σιωπᾶν καὶ οὐδένα ὑμεῖς τῶν μὴ βουλομένων πράττειν τὰ κοινά, ἀλλὰ ἰδίᾳ τὴν ἡσυχίαν ἄγειν ἄκοντα καὶ βιαζόμενον εἰς τοῦτο ἕλκετε, τί δήποτε μόνῳ πάντων Ἀθηναίων ἐμοὶ ταύτης οὐ μεταδώσετε τῆς ἀδείας καὶ τῆς ἐπιεικείας τῆς πᾶσι κοινῆς;
[22] πολλῶν δὲ ἔμπειρός ποτε πραγμάτων ὤν, ὅτι μὲν ἐπολιτεύσαντό τινες οὐ δέον, ἀγῶνας καὶ κρίσεις οἶδα τούτοις γεγενημένας, ἡσυχίας δὲ οὐδεμιᾶς τοῖς ἰδιώταις γραφήν. ἀλλὰ τοὐναντίον ὄπωπέ τις καὶ ἐκείνων βίον ἐπαινούμενον καὶ τὰς μὲν τιμὰς καὶ δυνάμεις, ὥσπερ καὶ τοὺς κινδύνους, σὺν τοῖς πολιτευομένοις ὑπαρχούσας, τοῖς δ' ἰδιώταις καὶ σιωπῶσιν ἀμφοτέρων τούτων οὖσαν ἀπαλλαγὴν καὶ πολλὴν τοῦ λανθάνειν ἀσφάλειαν. ἧς δέομαι μηδὲ ἐμοὶ φθονῆσαί τινα γεγενημένῳ τῶν πολλῶν ἑνί.
[23] Ἡδέως δ' ἂν ἐροίμην τὸν κατήγορον· ὅτε ἐπολιτευόμην, ἔσθ' ὑφ' ὅτου κελευσθεὶς ταῦτ' ἔπραττον, οὐκ αὐθαίρετος; ἀλλ' οὐκ ἔστιν εἰπεῖν. οὐκοῦν ὥσπερ ἔλεγον ἐμαυτῷ δοκοῦν τῷ τοῖς ἐθέλουσιν ἐφεῖσθαι λέγειν, οὑτωσὶ καὶ λέγων καὶ πολιτευόμενος πέπαυμαι καὶ τούτων ἀθῷός εἰμι τῷ καὶ σιωπᾶν πᾶσιν ἐξεῖναι.
[24] ἔτι τοίνυν οὓς μὲν ἂν ἀτιμάζητε, σιωπᾶν αὐτοῖς ἐπιτάττετε, εἰπεῖν δ' οὐδὲ τῶν ἀδικούντων οὐδενὶ παρὰ γνώμην κελεύετε. καίτοι θαυμαστόν, ἐπεὶ μηδὲ τυραννίδες μηδὲ οἱ τριάκοντα. Κριτίας γοῦν σιωπᾶν μὲν ἐκέλευε Σωκράτει, λέγειν δὲ οὐδενί. ἔστι δὲ καὶ τῶν ποιητῶν ἀκούειν ποτὲ λεγόντων ὡς ἀκίνδυνον γέρας εἴη τὸ τῆς σιωπῆς. νὴ Δία, ἀλλ' ᾧ μὲν οὐδὲ τὴν ἀρχὴν ἐπῆλθε λέγειν οὐδὲ δυνατὸς τοῦτο ποιεῖν οὐδὲ ἐπολιτεύσατο, συγγνώμην ἔχειν ὁ δῆμος εἴωθεν, ἐγὼ δὲ καὶ ῥήτωρ ὢν καὶ τάξας ἐμαυτὸν ταύτην τὴν τάξιν ἀναχωρῶν τῆς πολιτείας ἀδικεῖν νομίζομαι, ὥσπερ, εἰ πράξεώς τις ἥψατο καὶ προσῆλθέ τῳ τῶν ἐπιτηδευμάτων, ἀναγκαῖον ὂν ἐν τούτῳ καταβιοῦν, ἀλλ' οὐ μέχρι τις βούλεται καὶ ἐγχωρεῖ, ταῦτα προκείμενα τοῖς ἐλευθέροις.
[25] καὶ πολλοὺς ἴσμεν ἐκ φιλοσοφίας ἐπελθόντας τῷ δήμῳ δημηγορεῖν, ὥσπερ φασὶν ἐκεῖνον Ἀλκιβιάδην, τοὺς δὲ ἀπαλλαγέντας ἐκ μέσης τῆς πολιτείας, οἵους πολλοὺς ἔχων εἰπεῖν ἀρκεῖν αὐτὸν ὑπολαμβάνω τὸν Σόλωνα. ἐκεῖνος γὰρ οὐχ ὥσπερ τις ἄλλος τῆς πολιτείας μετασχών, ἀλλ' αὐτὸς αὐτὴν καταστήσας καὶ τοὺς νόμους θεὶς τῇ πόλει καὶ μανεὶς ὑπὲρ ὑμῶν, ἐμάνη γὰρ καὶ ὁ Σόλων ὡς ἐγώ, ὅτ' ἔδοξεν αὐτῷ, παυσάμενος τούτου τοῦ βίου ἀπελθὼν ἐπλανᾶτο καὶ πράγματα ἄλλα ἔπραττε. τίς οὖν ἔκρινεν αὐτὸν ἐξιόντα τῆς πολιτείας; οὐδὲ εἷς.
[26] τίς δὲ ὧν ἑκὼν ἤρξατο διατελεῖν τὸν αὑτοῦ βίον ἐν τούτοις ἐκέλευε πάντα; οὐδὲν γὰρ ἂν εἴη δουλότερον πολιτείας, εἰ μηδὲ ἀπαλλαγῆναι ταύτης τοῖς ἁψαμένοις ὑπάρξειέ ποτε, ἀλλ' ὥσπερ τοῖς ἐμπεσοῦσιν εἰς δεσμωτήριον ἐν αὐτῷ μένειν. καίτοι, εἰ καὶ τοῖς δεσμώταις λύσις ποτὲ καὶ τοῖς οἰκέταις ἄφεσίς τίς ἐστιν, οὐ δήπου τοῖς πολιτευομένοις ἀνάγκη τῆς ἀιδίου προεστάναι διατριβῆς, καλὸν δ' ὥσπερ καὶ μυστηρίων μετασχόντα ἀπελθεῖν καὶ τελεσθέντα τὰ τοῦ δήμου μυστήρια παρέχειν μεθ' αὑτὸν ἄλλοις τισὶν εἰς τὴν τελετὴν παρεῖναι.
[27] ὁρῶ δ' ἔγωγε καὶ τοῖς ἀθληταῖς τοῖς Ὀλύμπια ἤ τινα ἄλλον τῶν στεφανιτῶν ἀγώνων ἠγωνισμένοις οὐχ ὅτι καὶ πρόσθεν ἠγωνίζοντο, προσγινομένην ἀνάγκην τοῦ τὸν ἀεὶ χρόνον ἀγωνιζομένους διαμένειν, ἀλλὰ καὶ ὁ Μίλων ἐπαύσατο καὶ ὁ Πολυδάμας τὴν ἄσκησιν κατελύσατο. παυέτω δὴ καὶ τοὺς τῆς πόλεως ἀθλητὰς γῆρας καὶ ‹καιρῶν› μεταβολὴ καὶ μεγάλα πταίσματα.
[28] Καθόλου μὲν οὖν οὐδὲν χρήσιμον ὑμῖν παρὰ τῶν ῥητόρων ἀπαντᾷ. οὐ γὰρ οὗτοί γε τὴν γῆν ὑμῖν ἐργάζονται καὶ τὴν θάλατταν πλέουσιν οὐδὲ τὰς ἀναγκαίας πρὸς τὸν βίον τέχνας ἐκπονοῦσιν οὗτοι οὐδὲ ταῖς τούτων εἰσφοραῖς καὶ χορηγίαις ἡ πόλις λαμπρύνεται οὐδὲ ἐν τοῖς τούτων ὅπλοις σώζεται. ἀργὸν ἔθνος καὶ περίεργον καὶ λάλον καὶ ἀστράτευτον καὶ δειλοὶ καὶ ἀλαζόνες καὶ φιλόνεικοι καὶ φιλοπόλεμοι, κραυγῆς καὶ θορύβου πάντα πληροῦντες, ἔρημοι δὲ νοῦ καὶ τῶν ἀναγκαίων λογισμῶν, γλῶτται μόνον ἃς ὥσπερ αὐλῶν εἴ τις αὐτῶν ἀφέλοι, τἄλλ' οὐδέν εἰσιν ἢ ῥήματα καὶ σκιαί.
[29] τί δὲ ἐκ τῶν ἐμῶν ἢ ἄλλου τινὸς ῥήτορος λόγων χρηστὸν περιγίνεται; ἀναβάντες ὁπόταν τύχωσιν, ὑμῖν ἐπετίμησαν, τοὺς προγόνους ἐπῄνεσαν. ἄραντες ὑμᾶς καὶ φυσήσαντες κατέβησαν, ὁπότε τὰ βέλτιστα καὶ μὴ δωροδοκήσαντες ἢ πρὸς ἔχθραν ἢ χάριν εἰπόντες τι καὶ μεῖζον κακὸν εἰργάσαντο. ταῦτα οἱ ῥήτορες, ὑγιὲς δὲ ἢ χρηστὸν οὐδέν. τοῦ δὲ βουλεύσασθαι τὰ δέοντα ἕνεκεν τίς ἡ πολλὴ χρεία τῶν ῥητόρων; ὁ γὰρ δῆμος αὐτὸς ἄριστα τούτου τυγχάνει.
[30] τῷ δὲ οὐ μέτεστι τοῦ δύνασθαι λέγειν Ἀθηναίων, ἕως ἂν ᾖ καλόν, ἀλλ' οὐκ ἀρχὴ ἐργολαβίας καὶ τέχνη; τίς οὐ ῥήτωρ Ἀθηναῖος; τοὺς δὲ λέγοντας αὐτοὺς οὐχ ὑμεῖς παιδοτριβοῦντες καὶ προσιέμενοι ποιεῖτε; τί βλαβερώτερον καὶ πονηρότερον ἂν εἴη ῥητόρων τῇ πόλει; οὐ γὰρ καὶ ὑμεῖς πρῴην οὕτως ἔγνωτε ἐκδόντες τὸν εἶναι δοκοῦντα κορυφαῖον αὐτῶν καὶ ῥίψαντες ἀφ' αὑτῶν ἄσμενοι; ὥσθ' ὅστις ῥήτωρ πολιτεύεται, κακόνους οὗτος ὢν τῶν κοινῶν ἐφίεται καὶ τῆς ὑμετέρας κρίσεως οὐ συνίησιν. ἧς ἤδη καὶ τοῖς ἄλλοις ῥήτορσιν αἰσθομένοις καιρὸς ἦν παύσασθαι πολὺν χρόνον ὑμᾶς ἠνωχληκόσιν.
[31] Εἰ δέ τις οὐχ οὕτω ταῦτα ἔχειν ὑπολαμβάνει, ὅτι καὶ χρήσιμον καὶ καλὸν ὁ δυνάμενος λέγειν καὶ πολιτευόμενος τῇ πόλει, τοῦτ' αὐτὸ φαίνῃ καὶ πείθῃ λέγων. ἀλλὰ δὴ καὶ ταύτης ὑμᾶς τῆς πείρας ἱκανῶς παρ' ἐμοῦ σχεῖν φημι ἐγώ. γέγονα παρ' ὑμῖν καὶ ἐπὶ τῆς πολιτείας ἀγαθός, ἡνίκα ταύτης ἠνείχεσθε, μακρῷ χρόνῳ. διαναπαύειν δὲ εἰκὸς καὶ τοὺς πολιτευομένους ἐν τῷ μέρει, καθάπερ τοὺς λειτουργοῦντας καὶ εἰσφέροντας καὶ στρατευομένους, οὓς οὐκ ἀεὶ διαπονεῖτε, ἀλλ' εἰσενεγκών τις εἶτα ἐπανεπαύσατο λειτουργήσας καὶ οὐκ ἔτι ταῦτα παρ' ὑμῶν ἀπαιτεῖται. στρατευσάμενός τις τὰς ἐφ' ἡλικίας στρατείας ἀφεῖται τοῦ λοιποῦ τῶν καταλόγων.
[32] οὕτω δὴ δεῖ καὶ τοὺς συμβούλους καὶ ῥήτορας εἰπόντας ‹καὶ› πολιτευσαμένους ἱκανῶς εἶτα ἀνιέναι. εἴρηται, γέγραπται, πεπρέσβευται, νενομοθέτηται, δεδημηγόρηται, πεπολίτευται, εἰσενήνεκται. μέχρι τίνος ταῦτά με δεῖ ποιεῖν; ὤφελον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Ἰσοκράτους ἢ τὸν Ἰσαίου, τῶν διδασκάλων τῶν ἐμῶν, ἤ τινος ἄλλου τῶν μακαρίων σοφιστῶν ἄνωθεν ἑλέσθαι βίον, ἵν' ἐν ἡσυχίᾳ καὶ γαλήνῃ καὶ τὸν ἔμπροσθεν ἐβίουν χρόνον ἐπ' ἐμαυτοῦ φιλοσοφῶν καὶ τὸν δῆμον φυσιογνωμονῶν ὡς πρᾶγμά ἐστιν ἀσταθμητότατον ἁπάντων, ἐοικὸς θαλάττῃ, φύσει ἄστατον, ὑπὸ πάντων τῶν ἐμπιπτόντων πνευμάτων ὑποκινούμενον. ἐπειδὴ δὲ ἑτέρως με εἴτε δαίμων εἴτε ποινή τις εἰς ταῦτα παρήγαγεν, οὐδὲ ἔδεισα τὸν Πλάτωνος φόβον, ἀλλ' ἀποχρώντως ἐν ὑμῖν ἐπολιτευσάμην, γεγήρακα, πεπόνηκα.
[33] ὦ βῆμα καὶ πόνοι καὶ πλάναι καὶ δρόμοι καὶ μακραὶ φροντίδες καὶ Ἀρκαδία καὶ Βοιωτία καὶ Θετταλία καὶ Πύλαι καὶ φυλακαὶ τῆς Ἑλλάδος, ἐφ' οἷς ἐκ νέου μέχρι τῆς παρούσης ἡλικίας τεταλαιπωρήκαμεν. τί οὖν ἀδικῶ, πρὸς τῶν θεῶν, εἰ τὸν ὀλίγον τοῦτον καὶ λοιπὸν χρόνον κατ' ἐμαυτὸν βιῶναι βούλομαι; οὐδὲ Χάρης ἀεὶ στρατηγεῖ οὐδὲ Διοπείθης ἀεὶ ἐπιπλεῖ οὐδὲ Μενέλαος ‹ἀεὶ› ἱππαρχεῖ, ἀλλὰ ταῦτα ἐκ διαδοχῆς. καὶ τὴν πολιτείαν οὕτως ἔχειν ἄξιον. καὶ γὰρ εἰ μὲν λειτουργίᾳ τινὶ τὸ πρᾶγμα ἔοικεν, οὐκ ἀεὶ τὸν αὐτὸν ἐπιτρίβειν ἐπιεικές ἐστιν· εἰ δὲ τιμὴ καὶ δυναστεία, δίκαιον ὥσπερ ἐν ταῖς ἀρχαῖς ἄλλους ἄλλοις ὑπεξιέναι τοῦ πάντας ἐν κύκλῳ ταύτης ἀπολαῦσαι τῆς πλεονεξίας.
[34]
εἰκότως ἂν οὖν ὁμοίως ὡς τοῖς κωμικοῖς καὶ τραγικοῖς ποιηταῖς παραιτησαμένοις καὶ μὴ βουλομένοις ἐπιδείξασθαι χορὸν ἀφίετε, καὶ ἐμοὶ συγχωρήσαιτε τὴν ἡσυχίαν ἄγειν, καὶ ταῦτα ἐπὶ ὑπογυίῳ πόνῳ, τῷ μακρῷ καὶ μεγάλῳ δράματι. καὶ γὰρ ἀεὶ καὶ τοῦτον ἔστιν ἔμοιγε δικαίως εἰπεῖν πρὸς ὑμᾶς τὸν λόγον, ὡς εἰ μὲν ἀνόητον ἢ ἄχρηστον ἢ κακοῦργον ἢ βλαβερὰν πολιτείαν ἐπολιτευσάμην, ἱκανῶς ὑμῖν τῆς ἐμῆς ‹εἴτε› ἀγνοίας εἴτε βλάβης εἴθ' ὅπως ἔχει καὶ οὐχ ὃν ἀφέστηκα χρόνον λυπῶ τοῦτον, ἀλλ' ὃν ἐπολιτευόμην ἠδίκουν· εἰ δὲ δικαίαν καὶ συμφέρουσαν ἐκείνην ἐπεδειξάμην, ἱκανῶς μου τῆς σπουδῆς ἀπελαύσατε.[35] πρὸς δὲ τούτοις οὐχ ἑνὸς ἐχόμενος τρόπου, ὥσπερ οἱ πρὸ ἐμοῦ πεπολιτευμένοι, πρόθυμον ἐπὶ τούτου μόνου παρέσχον ὑμῖν ἐμαυτόν, λέγων μέν, οὐ γράφων δέ, γράφων μέν, οὐ πρεσβεύων δέ, ἵν' εἴ τι σφαλείητέ που, εἰς τὰ λοιπὰ ὧν μὴ μετάσχοιμι ποιοίμην τὴν ἀναφορὰν καὶ ἐπ' ἐκείνων τῶν μερῶν τῆς πολιτείας λέγων αἰτιῴμην, ἀλλὰ διὰ πάσης ἐξήτασμαι τῆς πολιτείας, γράφων, πρεσβεύων, ἅπερ [οὖν] δή με καὶ σαφῶς ἀπολώλεκεν.
[36] ἀλλ' οὖν οὐδέν ἐστιν ἀργὸν καὶ ἀπείρατον τῆς πολιτείας μοι μέρος ἢ εἶδος, ὥστε τι καὶ τούτων ὠφελεῖν μὴ δυνάμενος ἢ οὐ πεφυκὼς πρὸς αὐτὰ δικαίως ἂν δοκοίην πάντα ἀπολωλεκέναι τῷ δήμῳ. μεστὸν γὰρ τὸ Μητρῷον τῶν ἐμῶν ψηφισμάτων καὶ νόμων, μεστοὶ δὲ οἱ λιμένες τῶν τριηράρχων καὶ νεῶν, πλήρης δὲ ἡ τῆς Ἀθηνᾶς ἀκρόπολις τῶν ἐμῶν στεφάνων οἷς ὑμᾶς ἐστεφάνωσαν ἐκ τῆς ἐμῆς πολιτείας οἱ σύμμαχοι.
[37] ἡ δὲ Ἑλλὰς καὶ ‹ἡ› βάρβαρος τῶν ἀποστόλων μου καὶ τῶν πρεσβειῶν καὶ τῶν πράξεων ἤδη γέμει. τί γὰρ ἔστιν ὑπὲρ ὑμῶν ὃ ἐμοὶ μὴ λέλεκται, τί δ' ὃ μὴ γέγραπται δι' ὑμᾶς; εἰς Ἀρκαδίαν ἔδει δραμεῖν. ἔδραμον. εἰς Θήβας πρεσβεῦσαι. πεπρέσβευται. τοῖς ἐπὶ Θρᾴκης Ἕλλησι βοηθῆσαι. γέγραφα. ῥύεσθαι τοὺς ἐν Χερρονήσῳ. λέλεκται. σῶσαι Βυζάντιον καὶ Πέρινθον. εἴργασμαι. Ἀμφίπολιν ἀπαιτῆσαι καὶ τὴν Ἁλόνησον. ‹ἀπῄτησα›. συμμάχους συστῆσαι. μέχρι Λευκαδίων καὶ Κερκυραίων καὶ Πελοποννησίων ἀφικόμην ‹καὶ› ἕως αὐτοῦ βασιλέως. ὑπὲρ Θετταλίας εἰπεῖν, ὑπὲρ Εὐβοίας, ὑπὲρ Φωκέων καὶ τῆς παρόδου καὶ Πυλῶν, οὐ δίκαια μὲν οὐδ' ὑγιαίνοντος ἀνθρώπου, ἀλλὰ πολλῆς ἀπονοίας ἐχόμενα. βεβόηται δὲ καὶ ταῦτα ἐν ὑμῖν. ἀλλ' Ἑλλησπόντῳ φυλακὴν ἐπιστῆσαι καὶ προνοῆσαι ἐμπορίων καὶ τῆς σιτοπομπίας. πεπραγμάτευται καὶ ταῦτά μοι. ἀλλ' ὑπὲρ τῶν πρὸς βασιλέα διελθεῖν, μνημονεῦσαι περὶ συντάξεως ἢ πόρων. πάντα ταῦτα διελήλυθα. περὶ τῆς εἰρήνης. ἴστε. περὶ τῶν ἐν ἀμφικτύοσι δογμάτων. ἠκούσατε. περὶ τῶν ἐπὶ Θρᾴκης βασιλέων, ἀλλ' ὑπὲρ τῶν ἐν Χερρονήσῳ πραγμάτων, ἀλλὰ τῶν νήσων, ἀλλὰ τῶν τριηραρχιῶν καὶ τῆς συντελείας. λέλεκται, γέγραπται, πεπολίτευται περὶ γῆς, περὶ θαλάσσης.
[38] ἐμοὶ μὲν ὅλην δοκῶ συντετελεκέναι τὴν πολιτείαν καὶ μηδένα ἔχειν καινὸν λόγον εἰπεῖν. ἔτι δὲ εἰ κἀκεῖνα πολιτείας ἦν μέρη ἃ τοῦ λέγειν μὲν καὶ γράφειν ἐκτός ἐστιν, ἐπιλαμπρύνει δὲ τὸν δημαγωγὸν καὶ τὴν εὔνοιαν αὐτοῦ δείκνυσιν, ἑστιάσεις, κρεανομίαι, διανομαί, χορηγίαι, τριηραρχίαι, συνεκδόσεις θυγατέρων, αἰχμαλώτων λύσεις, καὶ ταῦτ' οὐδενὸς ἧττον τῶν μετρίων ἐπεδειξάμην.
[39] Ἐχέτω δὴ τέλος καὶ καθάπερ ἀνθρώπου βίος θανάτῳ παύεται, τὸν αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, τρόπον καὶ τὸ τῆς πολιτείας τῆς ἐμῆς πέρας ὡρίσθω τῷ τῆς ἐκδόσεως ψηφίσματι. ἢ πάντων ἀναισχυντότατος ἂν γενοίμην εἰς τοὺς κατεψηφισμένους παριὼν ἔτι καὶ τολμῶν ἀποβλέπειν εἰς τὸ τοῦ δήμου πρόσωπον ὥσπερ μανδραγόραν πεπωκὼς καὶ πολὺν ἐπὶ τοῖς γεγενημένοις ὕπνον κεκοιμημένος.
[40] ἐγὼ δὲ τὰ ἄλλα μὲν ἑτέρου χείρων τις ὑμῖν ἐγενόμην ἴσως, ἐκεῖνο δὲ οὐκ ἄν με ἀφέλοιτό τις τὸ τῆς τοῦ δήμου ψυχῆς συνιέναι. ἔγνων μεμισημένος, κατεγνωσμένος. οὐ γὰρ ἐπαινοῦντές γέ ‹με› ὑμεῖς οὐδὲ φιλοῦντες ἐξεδώκατε τῷ Φιλίππῳ, οὐδὲ ὅτι χρηστὸς ἦν σύμβουλος, ἀπωλλύμην, ἀλλ' ὅτι περίεργος, ἄκαιρος, θρασὺς καὶ τοὺς προγόνους κακοήθως ἐπαινῶν, ὅτι πόλεμον ποιῶν, ὅτι τὴν ἡσυχίαν ἄγειν οὐκ ἐῶν, ὅτι τῇ μὲν εἰρήνῃ καὶ τοῖς καλοῖς περὶ ταύτης δόγμασιν ἠναντιούμην, στάσεως δὲ ἦν καὶ κινδύνων καὶ πολέμων ὑπόθεσις, ὅτι τῶν ἄλλων εὐφημούντων καὶ ἐκ τῶν ὑμετέρων ὑμᾶς ἑστιώντων καὶ παρεχόντων ὑμῖν οἴκοι καθῆσθαι κελευόντων μηδὲ ἄλλῳ τῳ τῶν Ἑλλήνων βοηθεῖν, ὅστις μὴ πρότερον ὑμῖν βεβοήθηκε, τὰ τρόπαια δὲ καὶ τὰς ναυμαχίας κελευόντων χαίρειν ἐᾶν καὶ λήρους καὶ μύθους εἶναι λεγόντων ἐλύπουν ἐγὼ καὶ παρεῖχον πράγματα καταβοῶν τοῦ δήμου ἐξέστητε, λέγων, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς τάξεως ἐφ' ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον καὶ τὴν Δολόπων καὶ Θετταλῶν τάξιν ἀντὶ τῆς Ἀθηναίων μετειλήφατε ἀρχὴν καὶ δυναστείαν συγκατακτώμενοι τοῖς βαρβάροις καὶ παρέχοντες ἁρπάζειν, περικόπτειν, τοιχωρυχεῖν, ἀκρωτηριάζειν τὸ σῶμα τῆς Ἑλλάδος.
[41]
Εἰκότως τοίνυν ἐξεδόθην. δικαίως Φίλιππος Ὄλυνθον ἐλάμβανε καὶ δύο καὶ τριάκοντα ἐξ ἀνθρώπων ἀνῄρει πόλεις. τί οὖν ὑμῖν ἔμελε τῶν εἴσω Πυλῶν; πῶς δὲ οὐ περιεργία περὶ ὧν Εὐθυκράτης καὶ Λασθένης συνεχώρουν ὄντες Ὀλύνθιοι, περὶ τούτων ἀγανακτεῖν ἐμέ; Ἀμφίπολις ἀπώλλυτο, ἀλλ' Ὠρωπὸς ἀντεδίδοτο. Ἁλόνησον ἐδίδου, ἐγὼ δὲ ὁ μικρόψυχος ἐκέλευον ἀποδιδόναι. τοιγαροῦν ᾐσθόμην οἷόν ἐστι τὸ πολεμεῖν περὶ συλλαβῶν. Χερρόνησον κατέθει, οὐ γὰρ ἐκείνῳ μᾶλλον προσῆκεν. ἔκσπονδος ἐγένετο Κερσοβλέπτης. ὑπὲρ τῶν Θρᾳκῶν οὖν ἔδει ταλαιπωρεῖν Ἀθηναίους. ‹ᾕρει› Σέρριον καὶ Δορίσκον καὶ Μυρτηνὸν καὶ Γάνος καὶ Γανίδα χώραν. εἶθ' ὑπὲρ τούτων ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν ἐξανιστάμεθα.
[42] Λαομέδοντα μὲν ἔλαβεν, ἀλλ' ἀφῆκε. γεγόνασιν ἐν Ἤλιδι σφαγαί, ἀλλ' οὐκ Ἀθήνησιν. ἀνῄρηκε Φωκέας. Ὀνομάρχῳ δεῖ μέλειν, Φαΰλλῳ μέλειν. ἀπὸ τριῶν ἢ τεττάρων ἡμερῶν ἀφέστηκε τῆς Ἀττικῆς. Ἐλάτειαν κατείληφεν, ἀλλ' οὐ Πάνακτον οὐδὲ Δεκέλειαν οὐδὲ Οἰνόην. τὴν ἱερὰν ἐκ Μαραθῶνος τριήρη λαβὼν ᾤχετο. μηδεμίαν οὖν τριήρη Φίλιππος λάβῃ. Μεγάροις ἐπιχειρεῖ. ἄξιοι Μεγαρεῖς ἀπολωλέναι. Βυζάντιον πολιορκεῖ. ἄξιοι πάντα παθεῖν Βυζάντιοι.
[43] Ἀλλ' οὐκ εἴων οὐδ' ἐπέτρεπον τὴν ἡσυχίαν ἄγειν οὔθ' ὑμῖν οὔτε τοῖς ἄλλοις Ἕλλησι. τοιγαροῦν ὅσων μὲν δυσχερῶν ἀπελαύσατε ἐκ τῆς ἐμῆς πολιτείας, τί χρὴ καὶ λέγειν, εἰσφέροντες, ἐξιόντες, ἐμβαίνοντες; ἐγὼ δὲ αὐτὸς ἔμελλον τῆς πάνυ ταύτης πολυπραγμοσύνης δώσειν δίκην. οὐ γὰρ ἐξοστρακισθεὶς ἐξέπεσον ὡς Ἀριστείδης, οὐδὲ ἐδέθην ὡς Μιλτιάδης, οὐδὲ ἐζημιώθην ὡς Περικλῆς, οὐδὲ ἐδιώχθην ὡς Ἀλκιβιάδης, οὐδὲ ἑάλων ὡς Θεμιστοκλῆς, οὐδὲ ἔφυγον ὡς Καλλίστρατος. ἀτυχήματα μὲν ἄλλοτε ἄλλα συμβέβηκε τοῖς πρὸ ἐμοῦ πεπολιτευμένοις. ὧν οὐδὲν ἀγνοῶ, ἀλλ' ὥσπερ οἱ πολλὰ ἑωρακότες ναυάγια τῶν παραπλεόντων εἰς τὰς ἠιόνας ἐκβεβρασμένα καὶ τοὺς λιμένας ἐξ ὧν ἀνάγεσθαι δεήσει τολμῶσι πλεῖν ὅμως, οὕτω κἀγὼ τὰ τῶν πολιτευομένων εἰδὼς πταίσματα ἄρας ἀφῆκα ἐμαυτὸν εἰς τὴν τῆς πολιτείας θάλατταν. ἀλλ' ἐξεδόθην δυστυχὴς βοῶν τὸν Σόλωνα καὶ μαρτυρόμενος τοὺς νόμους καὶ καλῶν τοὺς θεοὺς εἰς τὴν ἀκρόπολιν βλέπων. παρεδόθην τοῖς ἥκουσιν ἐκ Μακεδονίας καταχθεὶς ἀπὸ τοῦ βήματος. ἐφ' οἷς ὁ μὲν δῆμος οὐκ ἐνεκαλύψατο, ἐγὼ δὲ καταδὺς ᾠχόμην.
[44] Ὑμᾶς μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων ἕνεκεν ἐπαινῶ, καὶ τοῦ τὴν ἀξίαν θέσθαι ψῆφον περὶ τῶν ἐμοὶ πεπολιτευμένων καὶ τοῦ τὸν καιρὸν συνιέντας εἶξαι καὶ παραχωρῆσαι τῷ διὰ πάντων ὑμῶν κρείττονι, ἔτι δὲ ‹τοῦ› τῷ χάριτος καὶ τιμῆς ἁπάσης ἀξίῳ δι' ἀρετὴν καὶ φιλανθρωπίαν ὄντι μηδὲν ἀντειπεῖν, ἐγὼ δὲ ἀμαθέστατος ἄν τις εἴην ἐμαυτὸν καὶ νῦν ἀγνοῶν. τοῖς ἀτίμοις οὐκ ἔξεστι λέγειν. τίς οὖν ἀτιμότερος τοῦ κατεψηφισμένου, τοῦ τοῖς αἰτήσασιν ἐκδεδομένου; τοῖς δούλοις οὐκ ἔστι μετουσία πολιτείας. ἀλλὰ τοῦ Φιλίππου δοῦλός εἰμι. καὶ δοῦλος μὲν ὢν οὐκ αἰσχύνομαι μεγάλου δεσπότου πόλεις μεγάλας ὁμοδούλους ἔχων καὶ μετ' ἐθνῶν ὅλων ὑποκύπτων δεσπότῃ, μετὰ Χαλκιδέων, μετὰ Ὀλυνθίων, μετὰ Θηβαίων, μετὰ Θετταλῶν καὶ ἔτι κρειττόνων, ὁμόδουλός εἰμι τῆς Ἑλλάδος, ἀλλ' ὅμως τῶν ὑμετέρων νόμων ὥσπερ ἐνυπνίων μνημονεύω.
[45] τὸν οὖν ἀτιμότερον Πιτταλάκου καὶ Μακεδόνι κεχαρισμένον δεσπότῃ πῶς τολμᾶν δεῖ δημηγορεῖν; ὑμεῖς οὐδὲ τοὺς ὀφείλοντας τῷ δημοσίῳ λέγειν ἐᾶτε, ἀλλὰ καὶ αὐτοὺς ἀποσχοινίσαντες σιωπᾶν κελεύετε καὶ στηλιτεύετε. ἐγὼ δὲ ἐστηλίτευμαι μὲν οὐ μόνον ἐν τοῖς ὑμετέροις ψηφίσμασιν, ἀλλὰ καὶ τῇ παρὰ πᾶσι δόξῃ, τοῖς κἀμὲ καὶ τὸν Ἀθηναίων δῆμον εἰδόσιν, ὀφείλω δὲ ὑμῖν ὄφλημα οὐχ οἷον Ἀριστογείτων οὐδὲ ἄλλος τῶν ἐγγεγραμμένων, ἀλλὰ δεσμὰ καὶ τραύματα καὶ τὰς ἐσχάτας αἰκίας τοῦ σώματος αἵτινές εἰσι καὶ θανάτου βαρύτεραι. ταῦτα γάρ ἐστι καὶ τὰ τοιαῦτα ἃ πεισόμενος μὲν ἐξεδόθην ὑφ' ὑμῶν, οὐ παθὼν δὲ παρὰ τὰς πάντων ἐλπίδας, ἀλλ' ἀφεθεὶς ὀφείλοιμ' ἂν τοῖς ὧν ἠξίουν καὶ προσεδόκησαν μὴ τετυχηκόσιν.
[46] εἴργει δή με λέγειν καὶ ὁ τῶν ὀφειλόντων νόμος, ὡς δὲ ἁπλῶς εἰπεῖν, εἰ μὲν ἀδικῶν καὶ πονηρὸς σύμβουλος ὢν ἐξεδόθην, ἐγὼ μὲν ἔχω τὴν δίκην, ὑμῖν δὲ τί δεῖ πάλιν τοιούτου ῥήτορος; εἰ δ' ἠτύχησα, πῶς δεῖ θρασύνεσθαι καὶ τῆς Τύχης ἐξαγαγούσης με τοῦ βήματος φιλονεικεῖν τῇ δαίμονι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτό μοι συμβέβηκεν. ἄλλης μὲν πολιτείας οὐδὲ ἐμπείρως ἔχω, οἷον τῆς περὶ τὴν διοίκησιν ἢ τῆς περὶ τὰ δικαστήρια, ἀλλ' ἀεὶ τούτων ἑτέροις παρακεχώρηκα τῶν διατριβῶν· ἐφ' ἧς δὲ μόνης ἐτάχθην τῆς Ἑλληνικῆς, διὰ ταύτην ἀπωλλύμην.
[47] οὔτ' οὖν ἑτέραν ‹ἄν› τινα μεταστὰς πολιτευοίμην, οὐ γὰρ οἶδα ἐκείνην, οὔτε τὴν αὐτήν, ἣ ‹μήθ' ὑμῖν› μήτε ἐμοὶ λελυσιτέληκε. τῇδε γὰρ ἂν σκέψαισθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς εὔνουν ὄντα με ἐξεδίδοτε καὶ συμφέροντα σύμβουλον ἀπώλλυτε. ἀχάριστος οὖν καὶ πονηρὸς ὁ δῆμος. ἀλλ' οὔτ' ἐστὶ μήτε γένοιτο τοιοῦτος. ἀλλ' ἄξιος ὢν ἠγόμην. πῶς οὖν οἷόν τέ ἐστι τὸν αὐτὸν ἐκδόσεως καὶ πολιτείας ἀξιοῦν; ἀλλ' οὐχ οὕτως ἔχει, μεγάλων δέ, ὡς εἰκός, ὑπερβολὴν ἀδικημάτων καὶ πολλήν τινα πονηρίαν ἢ βλάβην ἐν τοῖς ἐμοῖς πολιτεύμασιν ὑμεῖς ἰδόντες οὐδὲν ἐπισχόντες ἀγώγιμον εὐθὺς ἐψηφίσασθέ με παραδοθῆναι.
[48] ταῦτα οἱ χρηστοί, οἱ τοὺς ξένους οἰκτείρειν εἰωθότες, οἱ τοὺς ἱκέτας αἰδούμενοι, παρ' οἷς βωμὸς Ἐλέου, οἱ τὰς τῶν ἄλλων κλαίοντες συμφοράς, ‹οἱ› μηδὲ τὰ τοιαῦτα τῶν δραμάτων ἀνεχόμενοι ἐν οἷς Ἕλληνες ὑπὸ βαρβάρων ἁλίσκονται. ἐμὲ δὲ ἀδακρυτὶ παρεδώκατε ὀδυρόμενον· ὑμεῖς με ἀποκτείνατε, τῆς Ἀττικῆς μοι μετάδοτε γῆς, μετὰ τῶν ἐν Χαιρωνείᾳ με νεκρῶν θάψατε. οὐ γὰρ ᾔδειν οἷος ὁ τρόπος ἦν Μακεδόνων, ἀλλὰ τὸν ἀγαθὸν ἐφοβούμην Φίλιππον. ὑπεροφθεὶς οὖν καὶ μηδενὸς ἐλέου τυχὼν ὑφ' ὑμῶν, οὐ τῇ ὑμῶν ἀναλγησίᾳ ταῦτα, τῇ δὲ ἐμῇ λογίζομαι φρενοβλαβείᾳ καὶ κακοδαιμονίᾳ δικαίως.
[49] ὑμεῖς μὲν οὖν ἴσως ὑπ' εὐκολίας καὶ φιλανθρωπίας ἐπελάθεσθε τῶν ὑμῖν δεδογμένων, καὶ γάρ ἐστιν ὑμῖν τὸ μὴ μνησικακεῖν πάτριον, ἐμοῦ δὲ ἐγγέγραπται ταῦτα τῇ ψυχῇ καὶ ἀκριβῶς ταῖς μνήμαις τῶν ἐμαυτοῦ κακῶν ἐγκεχαλινωμένος σιωπῶ. οὐ γὰρ ἐκείνων γέ τίς εἰμι τῶν ἐκ μεταβολῆς ῥητόρων τῶν, εἰ μέν τι γένοιτο χρηστόν, ἀπόντων, εἰ δέ τι συμβαίη κακόν, πάλιν παρόντων ὥσπερ τὰ ῥήγματα καὶ τὰ σπάσματα, οὐδ' ἐν εὖ μὲν πραττούσῃ σιωπῶ τῇ πόλει, περιμείνας δέ τινα ἀγγελθῆναι συμφοράν, ὥσπερ πνεῦμα, ἀνίσταμαι καὶ φωνασκῶ, οὐ γὰρ οὔτε ὑμεῖς ἐν ἀγαθοῖς τισίν ἐστε νῦν οὔτε ἐγὼ τῶν ἐκ τῆς τοιαύτης περιόδου πολιτευομένων εἰμί τις, ἀλλ' αἰσχρὸν μὲν καὶ ἄτιμον τῷ δήμῳ λέγειν τοὺς ἀτίμους, τοὺς αἰχμαλώτους τῶν Μακεδόνων, ἀδύνατον δὲ ἐμοὶ εἰς τὸ λοιπόν.
[50] Καίτοι γε καὶ πλείω τοῦ δέοντος εἰρηκὼς φθάνω, ὥστε καὶ δέκα βίοις ἀνδρὸς ῥήτορος ἀρκέσαι. καί ποτε καὶ πάντων σιωπώντων μετ' ἐκείνην τὴν φοβερὰν ἑσπέραν καὶ τὸν ἐκ Φωκέων ἄγγελον πάντας μὲν τοῦ καιροῦ καὶ τοῦ κινδύνου καλοῦντος, τοῦ κήρυκος δὲ ἐρωτῶντος τίς ἀγορεύειν βούλεται; βουλομένου δὲ καὶ τολμῶντος οὐδενὸς μόνος εἶπον ὁ μόνος ἐκδοθεὶς οὐκ ὀρθῶς μὲν οὐδὲ νουνεχόντως οὐδ' ἐκεῖνα, λέλεκται δ' ὅμως.
[51] ἀνθ' ὧν τοσούτων εἰρημένων ἀποδοθῆναί μοι τὴν νῦν ἡσυχίαν ἀξιῶ. καὶ γὰρ κατὰ μὲν τὸ ὑμέτερον ἐκποδών εἰμι, τῇ δὲ Φιλίππου χάριτι καὶ φιλανθρωπίᾳ ζῶ καὶ περιέρχομαι. οὐ μήν, ἐπείπερ εἰς τὴν αὐτὴν πόλιν ἐπανήκω, τὸν αὐτὸν εἶναι νομιστέον. οὐδὲ ‹μὴ› ἐκεῖνό μοί τις εἴπῃ· ἐστρατήγησεν Ἀριστείδης κατελθών. οὐ γὰρ Ἀριστείδην ἐξεδώκατε. ‹πάλιν› ἐπολιτεύσατο παρ' ὑμῖν Ἀλκιβιάδης. οὐ γὰρ Ἀλκιβιάδην ὑμεῖς εἰς Σπάρτην ἐπέμψατε. ἐστρατήγει καὶ Κίμων μετὰ τὴν φυγήν. οὐ γὰρ ἐκεῖνον ἀφῆκε Φίλιππος. ἐγὼ δὲ ἀδοκήτως μὲν ἐκδοθείς, ἀδοκητότερον δὲ ἀφεθείς, ἂν μὴ σωφρονῶ, θᾶττον οἰμώξομαι νῦν ἢ πάλαι.
[52] μὴ τοίνυν ὥσπερ ἐξ ἀποδημίας ἢ στρατηγίας ἤ τινος ἄλλης φυγῆς ἐπανελθόντα με κελεύετε δημηγορεῖν, ἀλλ' ἐᾶτε μνημονεύειν ὅθεν πάρειμι. οὔτε γὰρ ὑμεῖς ἐπὶ τοῖς συμβᾶσι τούτοις προειδότες ταῦτα ἐπέμψατε, ἀλλ' ὠργισμένῳ καὶ χαλεπῷ Φιλίππῳ, χαίροντος Αἰσχίνου, Δημάδου γελῶντος, βοώντων ἐν ὑμῖν τῶν ἄλλων ῥητόρων· τοῦτο ἐκεῖνο. ἄνθρωπος οἴχεται. τέλος ἔχει τὰ Δημοσθένους. οὔτε ἐκεῖνός με πάλιν δεῦρο ἐπὶ πολιτείᾳ καὶ λόγοις ἀπέστειλεν, εὖ ‹γὰρ› ἴστε ὡς καὶ μὴ καλούντων ἂν ὑμῶν ἐπολιτευόμην, εἰ Φίλιππος τοῦτο ἐκέλευσέ μοι.
[53] ὧν μὲν οὖν μοι Φίλιππος διείλεκται, τὰ μέν ἐστι ῥητά, καὶ ἀκούσεσθε ταῦτα, ἐπειδὰν ἐν τούτῳ τοῦ λόγου γένωμαι, ἃ δ' οὐχ οἷόν τέ ἐστιν ἐξειπεῖν, τὰ δὲ σιωπήσομαι, κἂν ὁτιοῦν γένηται, κἂν ἀγγέλλῃ τι καινότερον Δερκύλος κἂν Ἀμφιπολιτῶν Ἱέραξ καὶ Στρατοκλῆς ἐπέλθωσι καὶ Κλείταρχος ἐξ Ἐρετρίας, κἂν μηνύωσι Θετταλοί, κἂν καλῶσι Βυζάντιοι, κἂν Θηβαῖοι δέωνται, κἂν Πύθων ἐλθὼν ῥέῃ. μόνην ἐκείνην τὴν πολιτείαν πολιτεύσομαι, θεραπεύσω. τοὺς ἐπιδημοῦντας Μακεδόνων, ἑστιάσω τοὺς ἐκεῖθεν ξένους, ζεύγη μισθώσομαι καὶ θέαν κατανεμῶ, φοινικίδας καταβαλῶ, Ὑπερίδου δεήσομαι διαγράψαι μοι τὰ ψηφίσματα.
[54] τοιαύτην ὁ Καιρός μοι περιτίθησι πολιτείαν, τοιοῦτον ἡ Τύχη μοι τὸ ἦθος δίδωσι, τοιοῦτον ὑμεῖς τὸν Δημοσθένην ἐποιήσατε. ὁποῖ' ἄττα γὰρ ἂν ᾖ τὰ τῶν ἀνθρώπων πράγματα, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν. ὥσπερ οὖν καὶ τοὺς δίαυλον θέοντας ὀπίσω δεῖ βλέπειν, οὕτω κἀμὲ εἰς Μακεδονίαν, ἐπειδὴ καὶ ὅτε ἐνθένδε ἠγόμην ἐκεῖσε, πρὸς Ἀθηναίους ἀπέβλεπον.
[55] Ὑμεῖς δὲ μὴ ἄκοντας ἀξιοῦτε πολιτεύεσθαι τοὺς Μακεδόνων ῥήτορας. καὶ γὰρ οὐδ' ἂν ὑμῖν συνενέγκαι τὸν ἄκοντα καλοῦσιν ἐπὶ τὰ πράγματα καὶ παρὰ γνώμην βιαζομένοις λέγειν, ἅπας γὰρ κάκιστος ἐν οἷς ἀναγκάζεται, μηδὲ ἐμὲ κινεῖτε καλῶς κείμενον μηδὲ κρούετε σιγῶντα μηδὲ χαμόθεν ἀνίστατε. τί στόμα ἀνοίγετε κεκλεισμένον; τί δὲ λύετε γλῶτταν δεδεμένην; οὐχ ὅλον με Φίλιππος ἀφῆκεν οὐδὲ πάντα. κεκολουμένος ἔοικα μεγαληγορεῖν ὑπὲρ τὰς παρούσας τύχας καὶ παραβάλλειν ἐμαυτὸν τοῖς κρείττοσι. δεδεμένος παρὰ Φιλίππου πάρειμι.
[56] ὁρᾷς οὖν, ἄνθρωπε, τὰ μαντεῖα ὡς νῦν μὲν κιχρᾷ καὶ φθέγγεται, νῦν δὲ ἀνέχει καὶ σιωπᾷ, καὶ ταύτην φέρουσιν οἱ χρησμοῦ δεόμενοι τὴν δαιμονίαν σιωπήν. μηδ' ἐμὲ σεῖε μηδ' ἐμὲ κίνει μάτην. οὐκ ἀναβαίνω ἐπὶ τὸν τρίποδα τοῦ βήματος οὐδὲ μαντεύομαι. ἀπέσβη μοι τὸ πνεῦμα τὸ δαιμόνιον. κενός εἰμι τοῦ θεοῦ. ἀπ' ἐκείνης με τῆς ἡμέρας κατέλιπεν. ἐὰν δέ με βιάσησθε, πεπλασμένα φθέγξομαι ὅμοια τῇ ψευδομένῃ Πυθίᾳ.
[57] Ὧν οὖν ὑμῖν μὲν οὐδὲν πλέον, ἐμοὶ δὲ ἔλαττον παρείκοντι γενήσεται, τούτων τίς ὁ περίεργος καὶ μάταιος οὗτος ἔρως ἔγκειταί τισιν; οἷς μηδὲ ταῦτα ἀρκεῖ τὰ πολλὰ ἴσως καὶ αὐτὰ τολμηρά, ἀλλὰ καὶ προσερωτῶσι· τί σιγᾷς, Δημόσθενες; ὥσπερ ἐκ Περσῶν καταβεβηκότες καὶ μηδὲν εἰδότες ὧν ἴσασι πάντες ἄνθρωποι. δεῖ γάρ, ὡς ἔοικεν, ἐπεὶ μὴ λέγω, τῆς γοῦν σιωπῆς ‹πέρι› γενέσθαι λόγους. οὕτω πάντως τινὲς ἐθέλουσιν ἐμοῦ λαβέσθαι λόγους.
[58] Ἐγὼ δὲ αὐτοῦ τοῦ πάθους ἅμα καὶ λογισμοῦ πολλὰς ἀνάγκας εἰπεῖν καὶ γνώμας ἔχων τὴν πρώτην ἐρῶ καὶ πιστεύσατε. πρότερον μὲν καὶ ἄκων πως καὶ ὁμοίως τοῖς ἐρῶσιν αὐτόματος τὰ πολλὰ ἐφερόμην ἐπὶ τὰς τοῦ δήμου θύρας, νῦν δὲ οὐδέν με τοιοῦτον ἐγείρει πάθος οὐδὲ ἕλκει πρὸς ὑμᾶς. ὃς δὲ ἄνευ μανίας εἴτε ἐρωτικῆς εἴτε πολιτικῆς ἐπ' ἐκκλησίαν ἢ βουλευτήριον ἔρχεται, ἄτονος καὶ ἀτελὴς αὐτός τε καὶ τὰ πολιτεύματα αὐτοῦ.
[59] ἔπειτα πεπόνηκα καὶ γεγήρακα. νεανίσκος μὲν γὰρ ὢν εἰσῆλθον εἰς τὴν πολιτείαν, βεβίωκα δὲ ἐπὶ τοῦ βήματος μέχρι τῆς ἡλικίας ἣν ὁρᾶτε. ἔστι δὲ οὐχ ὁ αὐτὸς νοῦς ἢ τρόπος τῶν ἐρρωμένων καὶ ‹τῶν› γεγηρακότων, ἀλλ' ἀμβλύτερα μὲν τούτων τὰ φρονήματα, ἀνανδρότεροι δὲ οἱ λόγοι. καλῶς οὖν ἔχει μοι ἀφηβηκότι καὶ μεμαρασμένῳ τὴν ἡσυχίαν ἄγειν καὶ τοῖς νεωτέροις καὶ μᾶλλον ἐρρωμένοις τὰ τῆς πολιτείας ὅπλα παραδιδόναι. μᾶλλον δέ, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, τέθνηκα τῷ ψηφίσματι, ἀφῆκα τὴν πολιτικὴν ψυχήν, οἴχεται ἡ δόξα μου, κεῖται τὸ φρόνημά μου
[60] λέγω δὲ παράδοξον οὐδέν, ἀλλ' ὥσπερ δὴ πολλοὺς τῶν ἐμβεβροντημένων εἴδετε σεσιωπηκότας, οἳ καὶ τῇ προσβολῇ τοῦ ψόφου καὶ τῷ μεγέθει τοῦ φόβου καταπλαγέντες ἄφωνοι κατέστησαν ἅπαξ τοῦ πνεύματος ἐκπεσόντος ἢ παγέντος ἢ ὅ τι καὶ τὸ συμβαῖνόν ἐστιν, οὕτω καὶ αὐτὸς ἐκπέπληγμαι. τὸ αὐτὸ πέπονθα. ἄφωνος ἐγενόμην ὑπὸ τῆς βροντῆς τῆς Μακεδονικῆς, ὑφ' ἧς καὶ τὸν δῆμον εἶδον τρέμοντα καὶ προσκυνοῦντα.
[61] μὴ τοίνυν με κελευέτω τις λέγειν, μὴ μᾶλλον ἢ Περικλέα τὸν Ὀλύμπιον ἐκεῖνον ἢ τὸν Ἀλκιβιάδην ἢ τὸν ὁμώνυμον τὸν ἐμόν, ὥσπερ ἀναβεβιωκότα, οὐδὲ γὰρ ἀναβεβίωκα, καθάπερ δοκῶ, ἀλλ' ἄλλως φέρομαι καὶ πλανῶμαι πόθῳ γῆς, καθάπερ αἱ τῶν νεωστὶ τεθνηκότων ψυχαὶ φιλοχωροῦσαι περὶ τὰ συνήθη σώματα. ἆρα ἐθεάσασθέ ποτε εἴδωλον ἐν δράματι καὶ τραγικὴν σκιάν; τοιοῦτόν τι χρῆμα νῦν καὶ τοὐμόν ἐστιν.
ἥκω λιπὼν κευθμῶνα καὶ σκότου πύλας, ἔνθα δή με δῆμος Ἀθηναίων ὁ μεγαλήτωρ ἔπεμψεν, Ἀθήνας ὀψόμενος καὶ τῶν δημηγορούντων ἀκουσόμενος.
[62] ὢ λάλου καὶ περιέργου νεκροῦ, ἐπεὶ μηδὲ ταῦτα ἀρκεῖ. ἀλλὰ πάλιν δημηγορῶ νῦν ἐγώ; τί λέγων; τί γράφων; οἷα καὶ τὰ πρόσθεν; ἀλλὰ μηδὲ ἐκεῖνα ὤφελον. ἀλλὰ ἐναντία ἐκείνοις; ἀλλ' οὐκ ἂν δυναίμην. οὐχ οὕτω πάλιν φοβοῦμαι Φίλιππον ἢ φιλῶ Μακεδόνας. τί με κελεύεις λέγειν ἢ γράφειν; ἃ γὰρ ἐνδεῖν δοκεῖ, πάντως ταῦτα οἶσθα σύ. καὶ τί μὴ ‹σὺ› λέγεις ἢ γράφεις, ἀλλ' ἐν ἐμοὶ καθάπερ Καρῶν τινι τὴν πεῖραν ποιῇ;
[63] Περίεργον μὲν οὖν ἐρῶ λόγον καὶ τῆς παρούσης μοι γνώμης καὶ τύχης θρασύτερον, εἰρήσθω δ' ὅμως. ἐγὼ γὰρ οὐδὲν ὁρῶ περὶ οὗ ἔτι πολιτεύσεταί τις. ὑπὲρ Ὀλυνθίων; κατεσκάφησαν. ὑπὲρ Χαλκιδέων; ἑάλωσαν. ὑπὲρ τῶν ἐπὶ Θρᾴκης; ἔχει δεσπότην. ὑπὲρ Ἁλονήσου; κρατεῖται. ὑπὲρ Ἀμφιπόλεως; παρελήλυθεν. ὑπὲρ Χερρονήσου; κατείληπται. ὑπὲρ Πελοποννήσου; συγχωροῦσι Κορίνθιοι, σιωπῶσι Λακεδαιμόνιοι. ὑπὲρ τῆς θαλάττης; περιπλεῖται βεβαίως. ὑπὲρ τῆς σιτοπομπίας; οὐ φθονήσει Φίλιππος ὑμῖν τροφῶν ὁ μηδ' ἐμοὶ σωτηρίας. ἀλλ' ὑπὲρ Θετταλίας, ἣν παρελήλυθεν; ἀλλ' ὑπὲρ Φωκέων; ἤδη Φίλιππος ἀμφικτύων. ἀλλ' ὑπὲρ τῆς Θηβαίων συμμαχίας; τί δεῖ πολέμων ἔτι καὶ στρατοπέδων ὑμῶν Φιλίππῳ πάντα πειθομένων ἅπαντα κελεύοντι ‹καὶ› ὑπὸ ταῖς ἐπιστολαῖς ἤδη πολιτευομένων ταῖς ἐκείνου;
[64] ὑπὲρ τῶν νόμων πολιτεύεσθαι δεῖ; ποίων νόμων; ἀποδημεῖ Σόλων. ἐν Αἰγύπτῳ καὶ Φοινίκῃ κάθηται. ἀλλ' ὑπὲρ τῶν τειχῶν ὧν ἐπεσκεύαζόν ποτε. τί γὰρ δεῖ τούτων Φιλίππου πείθειν ὑμᾶς δυναμένου; ἀλλ' ὑπὲρ ἐλευθερίας, ὀνόματος κενοῦ; ἀλλ' ὑπὲρ σωτηρίας, ὃ πᾶσιν ἀνθρώποις τελευταῖόν ἐστι κτῆμα; ἀλλὰ μὴν καὶ ταύτην ὁρῶ πᾶσιν ἀσφαλῆ διὰ τὴν Φιλίππου φιλανθρωπίαν.
[65] τί γράφω; τίσι βοηθεῖν; πάντες Φιλίππου. τίνας συγκαλεῖν; οὐδεὶς ἔτι παρ' ὑμᾶς ἔρχεται. ἀλλ' ὑπὲρ πολέμου; μὴ γένοιτο. ἄξιον μέντοι μου τὴν χεῖρα ἀποκοπῆναι πελέκει καὶ τὴν γλῶτταν καταφαγεῖν πρὶν ἢ τοιοῦτον εἰπεῖν λόγον ἢ γράψαι ψήφισμά τι. ἀλλ' ὑπὲρ εἰρήνης; ἀλλ' οὐ μόνοις ὑμῖν αὐτοῖς ἐσπείσατο, ἀλλὰ καὶ τοῖς ἐγγόνοις ὠμόσαμεν αὐτήν, ὥστε καὶ τοῖς κληρονόμοις, ἐάνπερ ἄρα καὶ εὐορκεῖν βούλωνται, τούτων τῶν ἀγαθῶν μετέσται.
[66] Σχεδὸν οὖν ἀνάλωται πάντα ὑπὲρ ὧν ἄν τις ἐπολιτεύσατο, καὶ πλείστης ἀπραγμοσύνης μέτοχός ἐστιν ὁ παρὼν χρόνος. ὥστε οὐκ ἐμοῦ θαυμαστόν ἐστι μὴ προσιόντος πρὸς τὸ βῆμα, τῶν δὲ πολιτεύεσθαι προσποιουμένων. τί λέγουσιν ὅλως ἢ γράφουσι τῶν πραγμάτων εἰς τοσαύτην ἡσυχίαν ἁπάντων τετελευτηκότων; ἃ δ' ἂν εἴποι τις καὶ γράψειε νῦν, ταῦτα καὶ γένοιτ' ἂν προειπεῖν ἀπελθόντας, πέμψαι θεωρίαν εἰς τὰ Ἀντιπάτρου Πύθια, καλεῖν τὸν βασιλέα πέμψαντας ἐπὶ μυστήρια. Αἰσχίνης εἰπάτω, Δημάδης γραψάτω. εἰ δὲ δεῖ τινος ἐκ Μακεδονίας, Ἀριστοδήμῳ, Νεοπτολέμῳ πρέπει. παραχωρῶ τοῖς ὑποκριταῖς ταύτης τῆς πολιτείας. ἐγὼ δὲ οὐδὲ ταῦτα τολμῶ.
[67] οὐ μέντοι γε νῦν πρῶτον εἴσεσθε τὴν ἐμὴν δειλίαν. πάλαι λεγόντων ἀκούετε μαλακὸς Βάτταλος, ἐγὼ δὲ τότε μὲν οὐ τοιοῦτος ἦν, ἀλλ' Αἴας τις, ὦ ἄνδρες Ἀθηναῖοι, μεμηνώς. οὔκουν ἀπέστην πρὶν ἐμαυτὸν ἀποκτεῖναι τῆς πολιτείας, νῦν δὲ ἀληθῶς ἄψυχος, ἄτολμος, ἀφελὴς Βάτταλος. νῦν ὕδωρ πίνω, νῦν νήφω καὶ σωφρονῶ, τότε δὲ μεθύων ὑπὸ φιλοτιμίας ἠγνόουν.
[68] τί με καλεῖτε; ἅπαξ ἀπεστήσατε, ἅπαξ ὑπερωρίσατε. οὐκέτι ὑμέτερός εἰμι οὐδὲ δούλῳ χρῆταί τις ὃν ἀπέδοτο. Φιλίππου νῦν εἰμι, Φιλίππου μόνου. πῶς καὶ γράφω; τί νῦν καὶ τίνα ἐμαυτὸν ἐπιγραψάμενος; Δημοσθένην Δημοσθένους Παιανιέα; ψεύδομαι, ἀλλὰ Δημοσθένην Φιλίππου τὸν ἐκ Μακεδόνων. τί οὖν μὴ Πύθων ἐλθὼν πολιτεύεται; πῶς πρεσβεύσω παρὰ τοὺς Ἕλληνας, τοὺς τῆς ἐμῆς ἐκδόσεως θεατάς; μὴ γὰρ ἔλαθον; μὴ γὰρ ἠγνοήθην; ἅπαντες ᾔσθοντο. βασιλεὺς ὁ Περσῶν ἐπύθετο. ἐφ' ᾧ καὶ ὀργίζεσθαί φασι λέγοντα αὐτόν· ἡμῖν δὲ οὐκ ἔδοσαν γῆν καὶ ὕδωρ ‹καὶ› Φιλίππῳ φθονεῖν.
[69] Μετὰ ταῦτά φησι· λέγε, Δημόσθενες, ὥσπερ πειρώμενος εἰ τὴν γλῶτταν ἐξέτεμέ μου Φίλιππος. ἐγὼ δὲ οὐ μόνον οὐδὲν λέγω, ἀλλὰ καὶ τῶν ἄλλων ἀκούων λεγόντων κλαίω καὶ σιωπῶ. ἐπιλαμβάνομαι δὲ τῆς γλώττης κινουμένης καὶ ῥῆμα ἐκφυγὸν ἤδη με προπετῶς ἐπέσχον καὶ πρὸς ἐμαυτὸν τὸ Αἰσχύλου λέγω πολλάκις·
μέν', ὦ ταλαίπωρ', ἀτρέμα σοῖς ἐν
δεμνίοις. ἤδη δέ ποτε καὶ ὄναρ δημηγορῶν ἀναστὰς τῇ ψυχῇ καταμέμφομαι· οὔπω σωφρονεῖς; τί πλανᾷ; τί φαντάζῃ, δυστυχής; ἄλλως γάρ· οὐκ ἔχεις ἀπελθεῖν εἰς Μακεδονίαν.
[70] Οὐ μὴν νῦν γε καὶ παντελῶς τὰ πρὸς ὑμᾶς σιωπήσομαι. Ἀθηναῖοι πάρεισι. Δημοσθένους εἰς μέσον ἀχθήτω λόγος. οὐ δεῖ διακενῆς τὸ θέατρον τῷ ποιητῇ συνελθεῖν. παρέξω τι δρᾶμα ὡς ἀληθῶς. ἔχω λόγον ἐπιτήδειον εἰπεῖν ἐμαυτῷ, δρᾶμα Ἀττικόν, δρᾶμα Μακεδονικόν, οὐκ Ἀρχέλαον Εὐριπίδου, ἀλλὰ Φίλιππον Δημοσθένους, ὥσπερ δέ τινα ἐπιτήδειον ἀκοῦσαι καὶ τοῖς ἄλλοις ῥήτορσι. ποῦ ποτ' ἐστὶν Ὑπερίδης; ποῦ Λυκοῦργος; ποῦ Διότιμος; ποῦ δὲ Ἡγήσιππος; ποῦ δὲ οἱ λοιποί, οὑμὸς θίασός ποτε καὶ χορός;
[71] ἀκούετε, ὦ ῥήτορες, καὶ τὸν νοῦν προσέχετε. ἄξιον γάρ, ἄξιον καὶ τῆς ‹ὑμετέρας› ἀρετῆς Φιλίππου χάριν μὴ σιωπηθῆναι. μὴ πρᾶγμα μέγα καὶ καλὸν ἐκείνου λάθῃ· ἐπειδὴ γὰρ σιωπῶντα καὶ ἀθυμοῦντά με, ὡς ἐχρῆν, τοῖς ἐκ Μακεδονίας δορυφόροις παρεδώκατε καὶ πάντων ὑμῶν ὁρώντων εἱλκόμην ὑπὸ τὴν ἀκρόπολιν παρὰ τὸν Ἀριστογείτονα, παρὰ τὸν Ἐλέου βωμόν, ταῦτα μὲν εἴδετε, ὡς σιωπῶν καὶ κατηφὴς τὴν πόλιν περιέβλεπον, τοὺς βωμοὺς προσεκύνουν, τὰς πύλας κατεφίλησα, ἔρρωσθε, εἶπον, Ἀθῆναι καλαί, καὶ ἄλλον ἐνέγκατε Δημοσθένην.
[72] ἦλθον εἰς Ἐλευσῖνα τηρούμενος, θανάτου δεόμενος, ξίφος ζητῶν ἢ βρόχον ἢ φάρμακον. ὦ Κριτία καὶ τριάκοντα, πρὸς ἐμαυτὸν εἶπον, μακάριος Θηραμένης, μακάριοι οἳ τὸ κώνειον πιόντες ἐν Ἀθήναις ἀπέθανον, ἐγὼ δὲ εἰς Μακεδονίαν σύρομαι τὼ χεῖρε δεδεμένος, ἵνα μηδ' ἀπὸ χειρός τινα πορίσωμαι πρὸς ἐλευθερίαν συμβολήν. ἐμαρτυράμην τὰς θεὰς καὶ τὴν Σαλαμῖνα βλέπων ἐκάλουν τὸν Θεμιστοκλέα λέγων· σὲ μὲν εἰς βαρβάρους ἔπεμψεν ἡ Τύχη μετὰ τὴν θάλασσαν, ἐγὼ δὲ ἄκων ἄπειμι.
[73] ἠγόμην διὰ Βοιωτίας ἐπιδεικνύντων με ταῖς πόλεσι τῶν Μακεδόνων ὡς τρόπαιον τῆς Ἑλλάδος. ἐστέναξα παριὼν τὸν Ἐλευθέριον ἐν Πλαταιαῖς. Χαιρώνειαν ἐλοιδόρησα μὴ πεσὼν ἐκεῖ μετὰ τῶν ἀγαθῶν χιλίων. ἐπεὶ δὲ εἰς Θήβας αὐτὰς ἥκομεν, ἐγὼ μὲν ἐδεόμην τῶν ἀγόντων ἐγκαλύψαι καὶ μὴ δεῖξαί με Θηβαίοις αἰχμάλωτον ἀγώγιμον Φιλίππου τὸν πρεσβευτήν, τὸν σεμνῶς παρ' αὐτοῖς δημηγορήσαντα, οἱ δὲ ἐξεπίτηδες περιῆγον καὶ μετ' αὐτῶν Τιμόλαος, Θεογείτων, Ἀνεμοίτας. ἔλεγον· ἴδετε Δημοσθένην, ἴδετε τὸν Φιλίππῳ συμβουλεύσαντα πολεμεῖν. ὑπὸ Ἀθηναίων ἐκδέδοται. οὐ φοβηθήσεσθε. σιωπήσεται.
[74] εἶδον Δελφῶν τινες λυπούμενοι. κἀγὼ μὲν τὸν Πύθιον ἠρόμην εἰ τοῦτο παρρησίας ἆθλόν ἐστιν, εἶπε δέ τις· παρὰ τὸν ἀγωνοθέτην ἄγε Φίλιππον, ἀπολώλεκε γὰρ Δημοσθένην, ὡς ἓν τῶν ἀναθημάτων. μετὰ ταῦτα διὰ Φωκέων ἠγόμην. ἦλθον οἱ διῳκισμένοι, συνέδραμον. ἦλθον γύναια καὶ παιδάρια καὶ πρεσβύται δυστυχεῖς. ἀλλήλοις συνεκλαύσαμεν. πολλοὶ μὲν οἱ Φωκέων κρημνοί, ἀλλὰ δεινῶς ἐτηρούμην. θέαμα καὶ Θετταλῶν ἐγενόμην, τῶν ἀνόμων Θετταλῶν, ἀλλ' οὐδ' ἐκεῖνοί τι τοιοῦτον παρ' αὑτοῖς γεγονὸς ἐμνημόνευον. ἀθρόοις δὲ τοῖς δήμοις ἐνετύγχανον ὑπὸ τῆς φήμης συνειλεγμένοις ἐπὶ τῷ παραδόξῳ θεάματι. παρώδευσα τὰς τυραννικὰς οἰκίας, Ἅλον, Λάρισσαν, Φάρσαλον, δεσμώτης γέρων ἀκούων τὰς τιμωρίας ἃς δώσειν εἰκαζόμην.
[75] τοιαύτην ἐπόμπευσα πομπὴν ὥσπερ διὰ κενῆς τῆς γῆς εἴσω καὶ ἔξω πυλῶν τῆς Ἑλλάδος. ἐν Θήβαις δέ μοί τινες ἔνευον φυγεῖν καὶ ἱκέτην καθεσθῆναι. οὐ μὴν ἤθελον ἔγωγε Ἀπόλλω τὸν Ἰσμήνιον ἱκετεύειν ἢ τὸν Ἡρακλέα μετὰ τὴν Ἀθηνᾶν. ἐπειδὴ δὲ εἰς αὐτὴν Μακεδονίαν ἤλθομεν, ἔχαιρον, ἐκρότουν πάντες ὡς ἐν μεγάλοις ἐπινικίοις, ὡς Ὄλυνθον, ὡς Ἀμφίπολιν, ὡς Θήβας, ὡς Ἀθήνας ἔχοντες. ἀλλήλοις με πάντες ἐδείκνυον, παισὶ καὶ γυναιξίν. οὗτός ἐστι Δημοσθένης. οὐκέτι πονήσομεν. οὐκέτι κινδυνεύσομεν. τὰ ὅπλα καταθώμεθα. ἡμέτερός ἐστιν.
[76] ἐνταῦθα δὲ ἤδη ἐν Πέλλῃ μὲν ἦν, ὁ δὲ φόβος πολὺς ἔτι προσῆν, καὶ πάντα ἔπασχον ταῖς ἐλπίσιν ὅσα ὑπὸ τῆς τῶν ἐχόντων ἐξουσίας ἠδυνάμην παθεῖν. δεσμὰ περιέβλεπον, αἰκίας, βασάνους ἁπάσας, ξίφη καὶ σαγάρεις Μακεδονικάς. τὴν γλῶτταν ᾤμην ἀποκόψειν μού τινα. εὐθὺς οὖν ταῦτ' ἐννοῶν ἁπάντων μεστὸς ἦν τῶν κακῶν. φόβος δὲ πάθους πείρας χαλεπώτερος, ὅτι τὸ μὲν παθεῖν σύντομον καὶ δι' ὀξείας ῥοπῆς παύεται, τὸ δὲ δέος ἐν τοῖς μέλλουσιν ἐπαιωρούμενον μακροτέραν λαμβάνει τὴν αἴσθησιν.
[77] καὶ τὸ μὲν πάθος ἐστὶ δεινόν, φέρειν δὲ θαρρύνας ἐμαυτὸν καὶ πρὸς τὴν ἐμαυτοῦ ψυχὴν εἰπών· Ἀθηναῖός εἰμι, Δημοσθένης εἰμί. ἄγε, ὡς εὐσχημόνως, ὡς καλῶς. ἅπασι μὲν ἀνθρώποις ἀναγκαῖον τέλος, ἀπειλεῖ τὸν θάνατον ἡ φύσις, οὐδ' ἔστιν ἀποδρᾶναι τὴν κοινὴν ἀνάγκην οὐδ' ἐν τοῖς στεγανωτάτοις ἕρκεσι κατακεκρυμμένον, πρέπει δὲ τοῖς ἀγαθοῖς ἀνδράσι τῆς μὲν ὑψηλῆς ἐλπίδος ἔχεσθαι, δέχεσθαι δὲ ἀσμένως ὅ τιπερ ἂν δοκῇ τῷ θεῷ, τοιαῦτα φιλοσοφήσας παρὰ τὸν Φίλιππον αὐτὸν εἰσηγόμην.
[78] Ποῖον οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, θέατρον οὕτω σπουδαῖον γενέσθαι ποτέ; τοιαῦτ' ἤχθη ποτὲ παρ' ὑμῖν Διονύσια; καθῆστο μὲν σεμνὸς αὐτὸς ὁ Φίλιππος, παρειστήκει δὲ ὁ γενναῖος παῖς Ἀλέξανδρος, παρῆν δὲ Ὀλυμπιὰς ἡ χρηστὴ καὶ ξένοι καὶ πεζέταιροι καὶ δορυφόροι, καὶ πολὺ μὲν πλῆθος αὐτῶν Μακεδόνων, πολὺ δὲ τῶν ἄλλων ἐπιδημούντων κατὰ πρεσβείαν ἢ μουσικῆς ἐπίδειξιν ἢ μισθοφορίαν, Ἑλλήνων καὶ βαρβάρων. καὶ γὰρ Ἰλλυριοὶ καὶ Παίονες καὶ Τριβαλλοὶ συνέδραμον ἰδεῖν αἰχμάλωτον Δημοσθένην. ἦν δὲ πολλὴ σιωπὴ καὶ ὠθισμὸς τῶν ἄλλων θεατῶν.
[79] εἰς τοιοῦτόν με, ὦ ἄνδρες Ἀθηναῖοι, θέατρον ἐπέμψατε, ἐγὼ δὲ οὐκ ἐφοβήθην, οὐκ ἐξεπλάγην, ὥσπερ ὅτε πρεσβεύων ἐνέτυχον Φιλίππῳ, ἀλλ' ἀνασχὼν τὴν κεφαλὴν ἔφην· ἥκω, βασιλεῦ, καὶ ἑκὼν καὶ ἄκων ἐπὶ τὰς σὰς θύρας, ἡδέως ὑπὸ Ἀθηναίων σοι δοθείς, ὃς κακὰ πλεῖστα Ἑλλήνων τὸν σὸν οἶκον εἰργασάμην λέγων καὶ γράφων, ἔπρεψέ μοι τὸ προοίμιον τοῦ Θεμιστοκλέους. ταῦτα ὑπὲρ τῆς ἐμαυτοῦ πατρίδος καὶ τῆς ἄλλης Ἑλλάδος ἐπολιτευόμην. εἰ δὲ ἀρετῇ δικαίᾳ τοῖς οἰκείοις συνηγωνιζόμην, ἀλλ' οὐ σοὶ πολεμῶν ἁπλῶς, ἀξιῶ μοι συγγνώμην γενέσθαι κατὰ τὸν τῶν ἀγαθῶν ἀνδρῶν νόμον. νῦν δὲ σός εἰμι καὶ χρῶ μοι λαβών.
[80] ὁ δὲ σκαιότερον μὲν οὐδὲν οὐδὲ πικρότερον ἠμείψατο, οὐκ ἦν βάρβαρος ὁ Φίλιππος, οὐκ ἦν τύραννος, ἀπολοίμην κακῶς, οἷον ἄνδρα ἐλοιδόρουν, μᾶλλον δέ, ἀπωλλύμην, βασιλικῶς δὲ καὶ μεγαλοπρεπῶς, Αἰσχίνη φίλτατε, ἄκουε γὰρ ὡς τὰ μὲν ὠνείδισε, τὰ δὲ ἤλεγξεν, ἔδρασε δὲ κακὸν οὐδέν. χαῖρε, εἶπε, Δημόσθενες. τί ταῦτα; πῶς ἥκεις; τίς ἔπεμψέ σε; πρεσβεύων ἥκεις; Ἀμφίπολιν ἀπαιτήσων; πάλιν ἡμῖν ἐνοχλήσων; ἀλλ' Ἀθηναῖοί σε ἐκδεδώκασιν; ὑπὲρ ὧν ἐβόας; ὑπὲρ ὧν ἡμῖν ἐπολέμεις; τί σε ὤνησεν ὁ Μαραθών; τί δὲ ἡ Σαλαμίς; τί δὲ τὰ ὑπὲρ Χαλκιδέων, τί δὲ τὰ ὑπὲρ Βυζαντίων καὶ Φωκέων ψηφίσματα; τί δὲ αἱ δημηγορίαι αἱ μακραί; τί δ' οἱ ἀπόστολοι καὶ τριηραρχίαι καὶ τὰ πολλὰ πολιτεύματα;
[81] οὐκ ᾐσχύνου ἐμοὶ διαφερόμενος ὑπὲρ τῶν ἀχαρίστων Ἀθηναίων; ἥκεις εἰς Μακεδονίαν, εἰς Πέλλαν, ὅθεν οὐδὲ ἀνδράποδον ‹σπουδαῖον›. ἐμοί σε ὁ δῆμος τῶν Ἀθηναίων ἔδωκε. τί σε ἐργάσομαι; πῶς σοι χρήσομαι; ὡς τύραννος, ὡς λῃστής; οὔκ εἰμι τοιοῦτος οἷον ἔλεγες. οὐκ ἀναμίξω σε τοῖς Ὀλυνθίων αἰχμαλώτοις οὐδὲ ἀριθμήσω σε μετὰ τῶν ἀπὸ Χαιρωνείας ἑαλωκότων οὐδὲ Ἀτρεστίδᾳ σε χαριοῦμαι ἤ τινι τῶν ξένων τῶν ἐμῶν. ἀποκόψω σου τὴν γλῶτταν; Θρᾳκός ἐστι τυράννου τοῦτο ἔργον ἀπολέσαι γλῶτταν Ἀττικήν, ἐγὼ δέ, κἂν ὀργίζωμαί σοι, τοὺς λόγους σου φιλῶ καὶ τὴν τραυλίζουσαν ἐκείνην γλῶτταν ἐπαινῶ πρὸ τῆς Αἰσχίνου καὶ Δημάδου. ἀλλ' ἀποκτείνω σε κἀγὼ ὅμοιος Ἀθηναίοις γένωμαι; θάρρησον. οὐκ ἄν τι κακὸν παρ' ἡμῶν πάθοις.
[82] ἀλλ' ἐπειδή σοι τοῦτο ἐπεδειξάμην ὡς ἡμέτερος εἶ καὶ οὐκ ἄν ποτε τὴν ἐξουσίαν τὴν ἐμὴν ἐκφύγοις, ἀφίημί σε. εἰ μὲν οὖν βούλει μένειν ἐν Μακεδονίᾳ, πολλοὺς παρ' ἡμῖν ἔχεις πολίτας, Ἀριστόδημον, Καλλίαν, τὸν Φρύνωνος υἱόν. ἐγώ σοι καὶ οἶκον δίδωμι. δώσω ‹δὲ› καὶ γῆν παρ' ἡμῖν ἀρκοῦσαν καὶ ἔσῃ παρ' ἐμοὶ μέγας, ὡς Πύθων, ὡς Χαρίδημος, ὡς ἕτεροι ξένοι. παραδίδωμί σοι τὸν Ἀλέξανδρον μαθητήν. παίδευέ μοι μετὰ Ἀριστοτέλους τὸν υἱόν. εἰ δὲ καὶ τοῦ δημηγορεῖν ἡττώμενος εἶ, πρεσβεύσεις ὑπὲρ ἡμῶν εἰς Θετταλίαν, εἰς Βοιωτίαν, εἰς Ἀρκαδίαν, εἰς Θήβας, εἰς αὐτὰς τὰς Ἀθήνας, ἐὰν ἐθέλῃς. εἰ δὲ ἑτέρωσέ ποι βαδιῇ, μνημόνευσον ὅθεν ἄπει, τίς ἀφίησί σε. ἐγὼ μέν σοι σωτηρίας οὐκ ἐφθόνησα, ἐφείσθω δὲ καὶ σοὶ σώζειν σεαυτόν.
[83] ἔκλαιον ἑστώς, εἰς τὴν γῆν ἔβλεπον. ὁ δὲ εἶπε, φιλαθήναιε καὶ ταλαίπωρε, δῆλος εἶ πρὸς Ἀθήνας βλέπων. ἄπιθι μέν, ἀλλ' ὡς ἐμός, ἀλλ' ὡς εἷς κἀκεῖ Μακεδόνων. μή με ποιήσῃς ἐπιστολῆς δεηθῆναι δευτέρας, σὺ δὲ ἡμῖν γράφε. ὢ τοῦ χρηστοῦ βασιλέως, ὢ τοῦ θαυμαστοῦ Φιλίππου, οἷον προσέθηκε τὸν τελευταῖον λόγον· εἰ βούλει, καὶ πολιτεύου, Δημόσθενες. πάντως γὰρ οἶσθα πῶς πολιτεύεσθαί σε δεῖ.
[84] καλέσας δὲ Ἀντίπατρον καὶ Παρμενίωνα τούτοις με παρέδωκε θεραπείας τευξόμενον καὶ παραμυθίας, καὶ τὰ ἄλλα δὲ πάντα ἡμέρως καὶ χρηστῶς καὶ φιλικῶς μοι προσηνέχθη. περιήγαγέ με, τὰς δυνάμεις ἔδειξε, τὰς παρασκευάς. τὰ μὲν ἤρετο, τὰ δὲ ἐσκέψατο, τὰ δὲ διηγήσατο.
[85]
ὡς πάντα καλὸς καὶ ἡδὺς ὁ Φίλιππος, ὡςδεινὸς συμπιεῖν, ὡς μνημονικός, ὡς φιλόδωρος. τί μέγα Ἀριστοδήμῳ τὰς Ἀπολλοφάνους δοῦναι θυγατέρας; Δημοσθένην ἀφῆκεν. ἔλυσέ μοι καὶ τῶν ἀπὸ Χαιρωνείας τινάς. ὤφελον ἔτι παρ' ἐκείνῳ μένειν, ὤφελον οἰκεῖν ἐν Μακεδονίᾳ. νῦν δὲ ἐγὼ μὲν ἐκεῖθεν ἀπηλλάγην, ἵνα μηδὲν εἴπω μηδὲ ἐκεῖ, ἐνταῦθα δὲ ἔχω πράγματα; ὢ τῆς σκαιότητος, ὢ τῆς βίας. οὐκ ἔξεστιν Ἀθήνησι σιωπᾶν, οὐκ ἔξεστι παρ' ὑμῖν ἀπραγμόνως ἀποθανεῖν. ἐν τοῖς ξένοις εἰμί, μέτοικός εἰμι, πάλαι μὲν Ἀθηναῖος, νῦν δὲ Μακεδὼν ὤν.[85bis] Οὐ φοβῇ, συκοφάντα, Φιλίππου φίλον, μᾶλλον δὲ δοῦλον; ἐπιστελῶ μου ταῦτα τῷ δεσπότῃ; οὔκ εἰμι κατάσκοπος οὐδὲ περίεργος ξένος, ἀλλὰ δύσερώς τις ἄνθρωπος καὶ τὰς ἀδίκους Ἀθήνας φιλῶν. εἰ δὲ λυπῶ τι φιλῶν, εἰς Μακεδονίαν ἀπελεύσομαι. τί μοι βασκαίνεις; τί πολυπραγμονεῖς; τί δέ με κελεύεις λέγειν ὡς πρόσφατον ἐκ Μακεδονίας; τί πλεῖον ἑωρακότα; ἓν εἶδον, ἓν οἶδα, ἓν λέγω· φιλαθήναιος Φίλιππος. τί με ἀχάριστον, τί με θρασύν, τί με ἀναιδῆ, τί με δυσσεβῆ ποιεῖς; ταῦτα λύτρα κατάθωμαι Φιλίππῳ; ἐπὶ σιωπῇ παρεγενόμην. τοῦτο καὶ μὴ κελεύοντι Φιλίππῳ αὐτὸς ἐπηγγειλάμην. κῆρυξ ἐπιδημῶ τῆς Φιλίππου φιλανθρωπίας καὶ τρόπαιον περιέρχομαι οἷον ἐγείρειν μόνον Μακεδόσιν ἐπιχώριον.
[86] Ἐγὼ μὲν οὖν οὐδὲν ἐρῶ, τοῖς δὲ λέγουσιν ὀφθήσομαι. πρὸς ἐμέ τις δημηγορείτω βλέπων. τί οἴεσθε; ῥᾳδίως καρτερῶ; χαίρω σιωπῶν; κλαίω μέν, ὅταν οἱ πρυτάνεις προθῶσιν ἐκκλησίαν, ἀλγῶ δὲ μετὰ τῶν ἀτίμων περιιών. στένων ἄνω τοῦ θεάτρου κάθημαι, ὅταν δὲ ἀκούσω τοῦ κήρυκος κηρύττοντος· τίς ἀγορεύειν βούλεται; καταβὰς ἀποτρέχω, μή με παραπείσῃ τὸ κήρυγμα. καί, μὰ Δία, δι' οὐδὲν εἰς τὰς ἐκκλησίας ἀναβαίνω ἢ ἵνα με Ὑπερίδης βλέπων σωφρονῇ, ἵνα Λυκοῦργος φοβηθῇ τῷ τοὺς φίλους σιωπᾶν, λέγω δὲ οὐδέν.
[87] ὦ δέσποτα Φίλιππε, πανταχοῦ μὲν πάρει καὶ πανταχοῦ μὲν ὁρᾷς, πάντα δὲ ἀκούεις, τὰ παρ' Ἀθηναίοις μάλιστα. οὐδ' αὐτὸς μὲν σιωπῶ, τοῖς δὲ ὑποβάλλω δημηγορίας καὶ ψηφίσματα, ἀλλά μοι σιωπᾶται μᾶλλον ἢ ταῖς ἁλούσαις ἀηδόσιν. οὐδὲ γὰρ δεῖ λέγειν δοῦλον ῥήτορα.
[88] ἐγὼ δὲ καὶ ἐμαυτὸν οἶδα. οὔκ εἰμι ῥήτωρ ἀσφαλής. φοβοῦμαι μὴ λέγων ἁμάρτω ἤ τι θρασύτερον ἐξελθὸν λάθῃ με δημηγοροῦντα. οὐκ ἔστι δὲ οὔτε τεμνομένῳ μὴ στένειν οὔτε ὑφ' ὑμῶν κελευομένῳ μὴ λέγειν. ἔτι δὲ καὶ τὸ τῆς γλώττης ἔθος ἐμαυτοῦ δέδοικα. ἐν ἄλλοις ἠσκήθην λόγοις. ἐὰν εἰς ἐκείνους καὶ νῦν ἐξολίσθω, πάλιν ᾠχόμην. ἐᾶτε δή με βεβαίως σιωπᾶν. εἰ μὲν φιλῶν τις ἐπιθυμεῖ μου πάλιν ἀκοῦσαι δημηγοροῦντος, φεισάσθω δούλου. ἔχει μου παλαιὰ ταῦτα ψηφίσματα, δημηγορίας δημοσίᾳ κειμένας. ἐκείνους ἀναγινωσκέτω τοὺς λόγους. εἰ δὲ μισῶν τις ἐμὲ πάρεστιν, ἱκανῶς ἔλαβε παρ' ἐμοῦ δίκην. ἐξέδωκεν, ἀπώλεσε. καὶ μὴν τίνος οὐ μείζων αὕτη τιμωρία; ὁ δημηγόρος Δημοσθένης σιωπᾷ.
[89] Θαρρεῖν κελεύει μέ τις ὡς, κἂν ὁτιοῦν λέγω, μηκέτι ἂν ὑφ' ὑμῶν ἐκδοθέντα. μὴ γὰρ οὐ βούλομαι; μὴ γὰρ οὐ θαρρῶ; μὴ γὰρ οὐ χαίρων ἀπέλθοιμ' ἂν εἰς Μακεδονίαν; ἀλλ' οὐδέν ἐστιν ὅ τι καὶ ἀπολείπεται. ὡς εἴ γε καὶ μικρὸν ἦν, εἶπον μὲν ἂν οὐδέν, ἐμάνην δ' ἄν, ὡς Σόλων, κἀγώ. νῦν δὲ πάντα ἀνάλωται, τὰ εἴσω Πυλῶν, τὰ ἔξω, Χαλκιδεῖς, Φωκεῖς, Ἑλλήσποντος, Χερρόνησος, Δημοσθένης.
[90] ἡσυχίαν ἄγωμεν, συμπολιτευώμεθα τῇ Τύχῃ. ἐὰν καινὸν γένηταί τι καὶ σφόδρα βιάζηταί με καὶ κοινὸν ὁρῶ κίνδυνον ἢ φόβον τῆς Ἑλλάδος εἴτε ἐκ Σούσων εἴτε ἐκ Θρᾳκῶν εἴτε ἄλλοθέν ποθεν, ῥαγήσεταί μοι φωνή, κἂν μὴ θέλω, ἀπελθὼν εἰς Θήβας πολιτεύσομαι.