[1] Πολλῶν ἀγώνων μοι παρ' ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένων ἐν ἅπασι μετὰ τοῦ δικαίου νενικηκὼς πολλὰς ἐλπίδας ἔχω καὶ τήμερον διὰ τοὺς θεοὺς ὁμοίου πειράσεσθαι τοῦ δικαστηρίου καὶ περιέσεσθαι τοῦ πάντας μὲν ἐνοχλοῦντος τοὺς εὐδοκιμοῦντας φθόνου, μάλιστα δέ, ὅτι καὶ μέγιστα δοκῶ κατορθοῦν, ἐμέ. ὑφ' οὗ καὶ Κέφαλος οὗτος προαχθείς, οὐ γὰρ οὕτως ἐστὶν εὐήθης ὥστε παρ' οἷς οὐδ' ὁποίας ἐστὶν ἔγνωσται γῆς ὡς ἄριστος οἴεσθαι τεύξεσθαι δωρεᾶς, βασκαίνων δὲ τῆς τιμῆς ἐφέστηκέ μοι τελευταῖος, ἐπεὶ μηδεμίαν αἰτίαν ἔχει λοιπήν, τῆς δωρεᾶς συκοφάντης.
[2] Ἐν μὲν οὖν τοῖς προτέροις ἀγῶσιν, ὦ ἄνδρες Ἀθηναῖοι, μέρος ἕκαστον ἐξητάσθη τῶν ἐμοὶ βεβιωμένων καὶ πανταχοῦ δόξας ἀγαθὸς σὺν ἐπαίνῳ παρεπεμπόμην ἐκ τῶν δικαστηρίων· τήμερον δὲ τοῦ παντὸς ἐξέτασιν διδοὺς ἀξιῶ φυλάξαι μὲν ὑμᾶς τὴν ὑμετέραν ψῆφον, ἣν ὡς περὶ καλοῦ κἀγαθοῦ πολλάκις ἠνέγκατε, μὴ περιβαλεῖν δέ με οἵᾳ μηδ' ἂν ἁλόντα τιμωρίᾳ νενικηκότα, εἰ κριθήσομαι χείρων τοῦ μηδὲ κριθέντος ὅπως ζῇ καὶ πεπολίτευται.
[3] Ὅτι μὲν οὖν ‹οὐκ› ἄκριτος οὐδ' ἀνεξέταστος οὐδεὶς ἂν εὕροιτο τιμὴν οὐδεμίαν, ἔργῳ μαρτυρεῖ Κέφαλος αὐτός, ἥκει γοῦν εἰς τὴν περὶ αὑτοῦ κρίσιν, θαυμαστὸν δὲ ὅπως τοὺς ἐν τοῖς δικαστηρίοις ἀγῶνας ἐν δικαστηρίῳ λοιδορεῖ καὶ δεῖται μὲν τῆς ὑμετέρας ψήφου νῦν, ὡς μόνην οὖσαν ἀρετῆς βεβαίωσιν, τῷ δὲ πολλὰς ἔχοντι μηδεμιᾶς τυχὼν ἀνταγωνίζεται. οὐκ αἰτιῶμαι δὲ Κέφαλον τῆς ἀντιλογίας, μικροῦ δὲ καὶ χάριν ἔχω, διότι μοι παρέσχηκε μηδὲ τὴν δωρεὰν ἀκρίτως μηδὲ ὡς ἐξ αὐτομάτου τύχης, ἀλλὰ καὶ τοῦτο δι' ἀγῶνος λαβεῖν.
[4] τούτου μὲν ‹οὖν› ἠκούσατε φορτικῶς αὑτὸν ἐγκωμιάζοντος, ὃ κἂν ἑτέρου λέγοντος ἠρυθρίασέ τις ὅτῳ γέ τι χρηστὸν ὄντως πρόσεστιν· ἐγὼ δὲ οὐκ ἐμαυτῷ μάρτυρι χρήσομαι τῆς ἐμῆς ἀρετῆς, οὐδὲ γὰρ οἱ νόμοι αὑτῷ μαρτυρεῖν δεδώκασιν, ἀλλ' ὑμῖν ἅπασι καὶ τοῖς ἄλλοις Ἀθηναίοις, ὧν οὐκ ἔστιν ὅστις οὐκ ἐψηφίσατο χρηστὸν εἶναι πολίτην ἐμέ. καὶ τούτῳ μὲν οὐδεὶς πάρεστιν οὐδ' ἀνώμοτος μάρτυς, ἐμοὶ δὲ πολλοὶ πολλάκις ἔνορκοι δικασταί.
[5] εἰ μὲν οὖν τὸ μὴ κεκρίσθαι ποτὲ δωρεᾶς ἄξιόν ἐστι, πολλοὶ καὶ τῶν ἰδιωτῶν ἀντιποιήσονται τοῦ γέρως, οὓς οὐδ' ἴσασιν οἱ συκοφάνται· εἰ δὲ τοῖς μὲν τὸ καθ' ἑαυτοὺς ἀσφαλὲς ᾑρημένοις ἱκανὸν τὸ τῆς ἀπραγμοσύνης ἀκίνδυνόν ἐστι γέρας, ἀξιοῖ δὲ [καὶ] Κέφαλος ὡς ῥήτωρ καὶ τὰ κοινὰ πράττων διὰ βίου, ταῦτα γὰρ ἠκούετε αὐτοῦ σεμνολογουμένου, τὴν δωρεὰν ἐνέγκασθαι, τὸν μὲν ἀπράγμονα οὐδὲ αὐτός, ὡς ἔοικεν, ἐπαινεῖ βίον οὐδ' εἵλετο, λανθάνει δ' ὅσῳ τῶν ἰδιωτῶν αὑτὸν ἀποφαίνει δοκιμώτερον, εἰ καὶ κατὰ μικρὸν τῶν ἐν τῇ πολιτείᾳ κινδύνων ἥψατο, τοσοῦτον αὑτοῦ ‹προτιμῶν τὸν› πολιτευόμενον οὐδὲ παυσάμενον, ἀλλ' ἐξεταζόμενον ἐν τοῖς μεγίστοις ἀγῶσιν.
[6] Ἔστι μὲν οὖν καὶ κατὰ τοῦτον οὐκ ἀπραγμοσύνης, ἀλλὰ πολιτείας ἡ κρίσις, οἶμαι δὲ θαυμάζειν ἐνίους, τί δή ποτε τῆς αὐτῆς πόλεως προεστηκότες, ὁ μὲν οὐδέπω καὶ τήμερον εἰς κίνδυνον ἐλήλυθεν οὐδένα, ἐμοὶ δὲ ἄλλοτε ἄλλος ἐφέστηκε κατήγορος. ὅσον δὲ τὸ μέσον τῆς τύχης, τούτου δὴ καὶ πρώτου τὴν αἰτίαν ὑμῖν συστήσω ἥτις ἐστὶ σαφῶς, ἵνα μὴ ὅτι βελτίω, ἀλλὰ μηδὲ εὐτυχέστερον ἐμοῦ τοῦτον ἡγήσησθε.
[7] Ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρα ἂν καὶ αὐτὸς ἠγάμην ἂν αὐτὸν ἀρετῆς μὲν οὐδεμιᾶς, εὐτυχίας δὲ θαυμαστῆς, εἰ τὰ αὐτὰ πράττων ἐμοὶ καὶ συντόνως ὁμοίως ἐχόμενος τῆς πολιτείας ἐμοῦ κεκριμένου πολλάκις οὐδενὸς τετυχήκει κατηγόρου· νῦν δὲ οὔθ' οὗτος, ὥσπερ ἀλαζονεύεται, τῷ καθαρῶς καὶ ἀναιτίως πράττειν τὰ πολιτικὰ ταύτῃ διαπέφευγε τοὺς συκοφάντας, οἳ καὶ πάντων ἥδιστα τοὺς ἀθῴους καὶ οἷς οὐδ' ὁτιοῦν ὕπεστιν ἔγκλημα, τούτους διώκουσιν, οὔτ' αὐτὸς ὑπονοίας ἀδίκου γινόμενος ἐγγύς, ὡς οὗτος διέβαλλέ με, πολλοὺς ἀντιδίκους ἐπισπῶμαι. πόθεν; οὐ γὰρ ἂν ἐν πᾶσιν ἀπεδεικνύμην τοῖς ἀγῶσι καθαρεύων παντὸς αἰσχροῦ.
[8] τίς οὖν ἡ τοσαύτη διαφορά; τὴν μὲν ἄχρι τοῦ βήματος ὁδὸν κοινὴν ἄμφω πεπορεύμεθα, τὴν δὲ διὰ τῶν πραγμάτων ἄλλην ἄλλος τέτραπται. Κέφαλος μὲν ἀφοσιούμενος τὴν πολιτείαν ἄχρι τοῦ ῥήτωρ εἶναι δοκεῖν, εἰ μέν τι μέγα καὶ ἀτέκμαρτον ἔχον τοῦ τέλους τὴν κρίσιν καὶ περὶ οὗ δεῖ τὸν ῥήτορα ἐγγυητὴν γενέσθαι τῆς τύχης, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον, ‹πρὸς› ταῦτα μέν, ὡς οὐδ' ἂν εἷς τῶν ἰδιωτῶν, οὗτος ὑμῖν ἄφωνος κάθηται· ὅταν δὲ ἱερῶν πέρι χρηματίζηται καὶ περὶ τοῦ τὰς ὁδοὺς ἐπισκευάσαι καὶ κονιᾶν τὰς ἐπάλξεις, τὰ πάρεργα καὶ μικρά, ῥήτωρ πρῶτος ὑπακούει τῷ κήρυκι. ζητεῖ γὰρ λόγους, οὐχ οἳ δημοσίᾳ τι λαμπρὸν καὶ μέγα παρασκευάσουσιν, ἀλλὰ τοὺς ἀκινδύνους ἑαυτῷ.
[9] περὶ πολέμου σκέψις ἐστίν· ὅτι μὲν χρὴ πολεμεῖν οὐδεὶς ἤκουσεν αὐτοῦ ῥᾳδίως, ἐπαινέσας δὲ τοὺς προγόνους καὶ τὰ τρόπαια ἀριθμήσας κατέβη πάλιν. πολλὰ δὲ καὶ πρὸς χάριν λέγει, θεωρικῶν διανομὰς καὶ τοιαῦτα. πολιτεύεται ἐνέχυρον τῆς ἀσφαλείας ἔχων τὴν ἡδονὴν τῶν ἀκροωμένων. ἀφ' ὧν αὐτὸς μὲν ἀθάνατος ἕνεκα τῆς παρ' ὑμῖν ἀσφαλείας, ὁ δῆμος δὲ οὐ δύναμιν, οὐ τιμήν, οὐ δόξαν ἐκαρπώσατο.
[10]
οὐ μόνον δὲ τὸν δῆμον ταύτῃ ὑπέρχεται, ἀλλὰ καὶ τοὺς ῥήτορας αὐτοὺς θεραπεύων διαγίνεται, κἂν δοκῇ τοῖς μὲν ταῦτα, τοῖς δὲ τἀναντία, οὐδετέροις ἀντιλέγει σαφῶς, ἐπαμφοτερίζων δὲ τάττεται διὰ μέσου καὶ φίλος ἀμφοτέροις μένει. τὰς γνώμας οὐχ, ὥσπερ ἡμῶν ἕκαστος, ἐν πινακίῳ γεγραμμένος οἴκοθεν, λόγους δὲ προκαθίησιν ἐκ πολλοῦ, κἂν μὲν ἀντιλέγῃ μηδείς, ἔγραψεν· ἢν δὲ καὶ σμικρὸν ὑποκρούσῃ τις, καὶ προίδηται γραφήν, ῥίψας τὸ ψήφισμα φεύγων οἴχεται. κλέπτουσι τὰ κοινά τινες. εἰ μὲν ῥήτωρ οἷος ἀντεγκαλεῖν, οὐχ ὁρᾷ, ἐπὶ δὲ τοὺς ἰδιώτας καὶ ὑφ' ὧν οὐ δέος μὴ κριθῇ δεινός ἐστιν.[11] Ὅτι μὲν οὖν οὗτος ἀνέγκλητός ἐστι καὶ νῦν ἔτι μένει, μεμαθήκατε· ἐγὼ δὲ νομίζω ἕνα βίον ἐξ ἀρχῆς ἕκαστον ἑλέσθαι προσήκειν τινά, οἷον ἄτολμος εἶ καὶ τὸ σαυτοῦ σκοπεῖς· ἁπλῶς ἡσυχίαν ἄγε. οὐχ ὑπομένεις ἀργὸς οὐδ' ἀσύμβολος εἶναι τῇ πόλει οὐδὲ βούλει ζῆν ἀφανῶς ἐν τῷ σκότῳ κατορωρυγμένος· καὶ τὰ σφαλερὰ τῆς πολιτείας ὑπόμενε καὶ μὴ φεῦγε τοὺς κινδύνους ἢ μηδὲ τὰς τιμὰς δίωκε.
[12] ταῦτα καὶ ἐμαυτῷ παραγγείλας, ἡγησάμην γὰρ οὐ τοῖς γονεῦσι γενέσθαι μόνον, ἀλλὰ καὶ πρώτῃ τῇ πατρίδι, οὐκ ἐξ ἡμισείας πολιτεύομαι τῷ κατ' ἐμαυτὸν ἀδεεῖ κρίνων τὰ λεκτέα καὶ τὰ μή, ἀλλ' ὅλον ἐμαυτὸν ἐπέδωκα τοῖς κοινοῖς καὶ ἀναπεπταμένῃ πρὸς ἃ δεῖ τῇ παρρησίᾳ χρῶμαι οὐδένα κίνδυνον ἴδιον ὑπολογιζόμενος οὔτε εἴ τις ἐφ' οἷς ὑφαιρεῖσθαι τὰ κοινὰ κωλύεται μνησικακήσει μοί ποτε καὶ γράψεταί με οὔτε εἰ δωροδοκῶν κᾆτ' ἐλεγχόμενος ἀντεγκαλεῖ οὔτε εἰ γράφων ἐξόδους καὶ ναυτικοὺς ἀποστόλους εἶτα λυπήσω τοὺς μὲν πλουσίους εἰσφέροντας καὶ τριηραρχοῦντας, τοὺς δὲ πολλοὺς στρατευομένους οὔτε εἰ ταῖς τοῦ δήμου παντὸς ἐπιθυμίαις ἀντιστήσομαι, καὶ γὰρ τοῦτο συμβούλου, ἀλλὰ τῇ μὲν πόλει χρήματα, δόξαν, ἡγεμονίαν κτώμενος, ἐμαυτῷ δὲ κατηγόρους, ἀφ' ἧς ἡμέρας ἀνέβην ἐπὶ τὸ βῆμα, τὴν περὶ τὰς Ἑλληνικὰς πράξεις ἑλόμενος πολιτείαν, ὑπεύθυνον ἐμαυτὸν διδοὺς τῷ τοῦ πολέμου τέλει, τῇ τύχῃ, τῷ καιρῷ, τοῖς βουλομένοις.
[13]
διὰ ταῦτα αἰτίας ἐπ' ἐμὲ πλάττουσιν, οἱ μὲν ἐφ' οἷς ἀντεῖπον ἀμυνόμενοι, οἱ δ' ἐφ' αἷς παρ' ὑμῶν ἔχω τιμαῖς ἀχθόμενοι. καὶ οὐ μέμφομαι τοῖς συκοφάνταις, συναύξεται γὰρ ἅπασι τοῖς μεγάλοις ὁ φθόνος. κἂν πάντα τις ποιῇ, τούς γε οὐδένα βουλομένους αὑτῶν ἀμείνω δοκεῖν οὐ διαφεύξεται· τὸ μὲν γὰρ κακονοίᾳ τὰς γραφὰς ἐνστήσασθαι μισῶ δικαίως, τοῦ δὲ ἀποβάντος ὀλίγου δέω καὶ χάριν αὐτοῖς εἰδέναι, ὅτι μοι τὴν ἀρετὴν οὐκ ἀνέλεγκτον οὐδὲ ἀμφισβητήσιμον οὐδὲ τῷ μὲν οὕτως, τῷ δὲ ἐκείνως ὑπολαβεῖν ἀπολελοίπασι, πάσας δὲ βασάνους προσαγαγόντες ἀναμάρτητον καὶ τοὐναντίον ἢ ἐζήτουν ἀποδεδείχασιν οὐκ ἐν τοῖς πολιτικοῖς, οὐκ ἐν τοῖς ἰδίοις ἐξελέγξαι δυνηθέντες, ἀλλ' ἡττηθέντες ἐν ἅπασι τῆς ἀληθείας. καὶ οὔτε ῥήτορος δεινότης οὔτε συκοφάντου θράσος, οὐ ψευδολογία μάρτυρος, οὐ δικαστοῦ φόβος, οὐ φῆμαι λογοποιούμεναι κρείττους ἐγένοντο τῆς ἐμῆς πολιτείας, κέκριμαι δὲ ἐν πᾶσιν ἀεὶ καλῶς βεβιωκέναι.[14] οὐκοῦν ἐγὼ μὲν ἀνωμολόγημαι φανεραῖς γνώσεσι πάντων ‹τῶν› δικαστηρίων ἀγαθὸς εἶναι πολίτης, Κέφαλος δὲ μίαν οὐκ ἔχει παρασχέσθαι περὶ αὑτοῦ κρίσιν. ὃ καὶ θαυμάζω εἰ δὶς μὲν περὶ τῶν αὐτῶν οὐκ ἔσονται δίκαι, περὶ ἐμοῦ δὲ κρίσεων ὅσων οὐδ' ἂν εἴποι τις γεγενημένων ἔτι λόγου δεῖσθε, καὶ νόμῳ μὲν ἀπείπατε δίκας ἀναδίκους ποιεῖν πλὴν τῶν ἐπὶ ‹τῶν› τριάκοντα, ἃ δὲ τῆς πόλεως δημοκρατουμένης τοσαυτάκις περὶ ἐμοῦ διέγνωσται, οὐ βεβαιώσετε, καὶ τὸ πάντων ἀτοπώτατον, ὃν οὐκ ἴστε, τοῦτον ἐμοῦ βελτίω κρινεῖτε, οὗ τὸν τρόπον ἀεὶ καὶ καθ' ἕκαστον ἐπιτήδευμα σαφῶς μεμαθήκατε. τίς γὰρ τούτῳ ψῆφος ἠνέχθη ποτέ; οὐκ ἂν εἰπεῖν ἔχοι ὃς ἀκρίτῳ δόξῃ πεπιστευκὼς εἰς τουτὶ τὸ δικαστήριον πρῶτον ἥκει καὶ νῦν οὐδεμίαν τῶν βεβιωμένων ἐξέτασιν διδούς, ἀλλ' ὅτι μὴ κέκριται τούτῳ μόνῳ τεθαρρηκώς.
[15] καὶ πῶς ἀρετῆς δόξειεν ἂν εἶναι κρίσις ἡ μηδ' ὁποία κρίσις. οὐδὲν γοῦν ἕτερον αὐτοῦ παρὰ πάντα τὸν λόγον ἠκούετε ἔξω τοῦ λαμπροῦ σεμνολογήματος· οὐ κέκριμαί ποτε, οὐκ ἐξήτασμαι. βεβίωκα ἀνέγκλητος. οὐκ ἴστε με. ἐγὼ δὲ τοὺς ἐναντίους ‹ἂν› ἀπῄτουν παρά γε τοῦ φάσκοντος ἀξίου τιμῆς εἶναι λόγους· ἀεὶ παρ' ὑμῖν δεδοκίμασμαι. πᾶσάν μου πεῖραν εἰλήφατε. οὐδὲν λαθραῖον οὐδὲ κρυφαῖον τῶν ἐμῶν. ἐν ἅπασι νενίκηκα τοῖς δικαστηρίοις. συνίσασί μοι τὴν ἀρετὴν οἱ δικάσαντες, οἱ μαρτυρήσαντες, οἱ κρινομένῳ παρεστηκότες. ταῦτ' ἦν ‹τοῦ› τῷ συνειδότι πεπιστευκότος, προκαλεῖσθαι τοὺς κατηγορήσοντας, οὐκ ἀποδιδράσκειν εἰς τὸ ἀφανές. κριθέντα μὲν γὰρ οὐχ οἷόν τε τὸν μὴ χρηστὸν λαθεῖν, μὴ κριθῆναι δὲ πολλοῖς καὶ τῶν ἀδικούντων ἐγένετο. καὶ σὺ μὲν ἄδηλον εἰ κριθεὶς ἐσώθης ἄν, ἐγὼ δὲ πείρᾳ δέδειγμαι καθαρὸς ὧν ᾐτίαμαι. κἀγὼ μὲν ἐν φωτὶ πολλῷ, τὰ δὲ σὰ σκοτεινά, ἀμάρτυρα, ὁποῖάπερ ἂν αὐτὸς ταῦτα βούλῃ λέγειν οἷς ἔλεγχος οὐδεὶς ἔπεστιν
[16] οὐδὲν οὖν ἄλλ' ἢ δόξαν ἄπιστον ἀληθείας ἐξητασμένης, ἀπειρίαν πείρας, ἀμαθίαν ἐπιστήμης, ἄγνοιαν γνώσεως, ἐκεῖνα τούτων ἐπίπροσθεν τίθησιν, ὅταν ἑαυτὸν πρὸ ἐμοῦ τιθῇ. τὰ μὲν γὰρ ἐμὰ ἴστε, τὰ τούτου δὲ εἰκάζετε. μάντεων μὲν οὖν τὰ ἀφανῆ στοχάζεσθαι, δικαστῶν δὲ ἀφ' ὧν ἴσασι τὴν ψῆφον τίθεσθαι. ὅμοιον εἰ καὶ ψήφισμα ἄκριτον πρὸ τοῦ κεκυρωμένου καὶ νόμον ἄκυρον πρὸ τοῦ ψήφῳ κειμένου, εἰ καὶ βίον ἄγνωστον τοῦ δεδοκιμασμένου προτιμήσετε.
[17] καὶ νῦν μὲν ὡς ἐκ νόμου δοκιμάσαι δέον ἀπαιτεῖτε τοὺς ἀμφοτέρων βίους, τὸν δὲ μὴ κριθέντα προκρινεῖτε τοῦ πολλάκις; καὶ πῶς ἂν ἔχοι καλῶς μίαν ψῆφον ἐναντίαν τοσαύταις ἐνεγκεῖν καὶ τοῦτον μὲν ἰσχύσαι τὸ νῦν, ἄν, ὃ μὴ γένοιτο, πείσας κρατήσῃ, ἐμοὶ δὲ οὐδὲν ὄφελος αἱ μυρίαι νῖκαι; εἰ δὲ ἐν ἑτέρᾳ πόλει κρινόμενος παρεσχόμην γνώσεις ἐν ὅσαις ἐπιεικής, οὕτως γὰρ ἴσως ἀνεπίφθονον εἰπεῖν, ἔδοξα, οὐκ ἂν ἐνίκων, ὅπουπερ ἂν ἦν ἡ κρίσις; ἕτεροι μὲν οὖν ὑμῖν ἀκολουθοῦντες ἀμείνω ἂν τὸν ὑφ' ὑμῶν ἐπαινεθέντα τοῦ μηδ' εἰς ἐξέτασιν ἐλθόντος ἐψηφίσαντο, ὑμεῖς δὲ τοῖς ὑφ' ὑμῶν ἐγνωσμένοις ἀπιστήσετε; καὶ τὸν δεῖνα μὲν δημότην ἢ φυλέτην εἰ παρεστησάμην μάρτυρα τοῦ τρόπου, κατ' ἐκεῖνον ἄν, εἰ μή τις αὐτῷ ψευδομαρτυριῶν ἐπέσκηψεν, ἐκρίνατε, πάντων δὲ μαρτυρούντων μοι τῶν δικαστηρίων, ἐν οἷς αὐτοὶ δικάζοντες ἐκρίνατε, ἕτερα γνώσεσθε; ποῖον γὰρ οὐ συνηγόρει μοι συνέδριον; οὐχ ἡ βουλὴ τῶν πεντακοσίων; οὐκ Ἄρειος πάγος; οὐχ ἡλιαία; οὐχ ὅ τι ἂν εἴποι τις;
[18] Καίτοι φησὶν οὐ περὶ δωρεᾶς, ἀλλὰ περὶ τιμωρίας κριθῆναί με καὶ περὶ τοῦ μὴ πονηρόν, ἀλλ' οὐ περὶ ‹τοῦ› χρηστὸν εἶναι δοκεῖν. ἐγὼ δὲ εἰ μὲν περὶ δωρεᾶς ἄντικρυς οὑτωσὶ παρ' ὑμῖν ἠγωνισάμην, ἐστεφανούμην ἂν εὐθὺς ὑπὸ τοῦ πρώτου δικαστηρίου, καὶ πλείονος ἐξετάσεως οὐκ ἔδει· νῦν δὲ εἰ καὶ μὴ καθ' ἑκάστην ἀγαθὸς δέδειγμαι κρίσιν, ἀλλ' ὅμως οὐ κακός, ἀθρόαι γνώσεις ἀρετῆς εἰσιν. διὰ τί; ὅτι μίαν μέν τις ἐκφυγὼν αἰτίαν οὔπω δῆλον εἰ καὶ τὰ ἄλλα τοιοῦτός ἐστιν. οἷον ὁ δίκαιος εἰς χρήματα τάχα ἂν ἄλλως ὑβριστὴς φανείη. ὁ μέτριος ἐνταῦθα καὶ πλησίον τῶν νόμων ἴσως πονηρὸς ἐν τῇ ξένῃ. πρεσβεύει μέν τις ἀδωροδοκήτως, τὰ ἄλλα δὲ μισθοῦ πολιτεύεται. τὰ κοινά τις χρηστός, ἰδίᾳ δὲ οὐχ ὅμοιος. οὔκουν ἀξιόχρεως ἄφεσις ἐγκλήματος ἑνὸς τῆς ὅλης ἀρετῆς πίστις εἶναι τῷ τὸν αὐτὸν τὸν μὲν οὐ δοκεῖν ἀδικεῖν, ἕτερον δέ τινα. εἰ δέ τις διὰ πάντων κέκριται τῶν ἐπιτηδευμάτων καὶ μήτε ἐν τοῖς ἰδίοις μήτε ἐν οἷς πεπολίτευται δέδεικται πονηρός, οὐκ Ἀθήνησιν, οὐκ ἐπὶ τῆς ξένης, οὐχ ἑκών, ‹οὐκ ἄκων›, οὐχ ὑπὸ προνοίας, οὐκ ἐκ τύχης οὐδ' ὁτιοῦν ὑπαίτιος ἐλήλεγκται, πάντα ἄριστος. τὸ γὰρ ἐν μέρει καὶ καθ' ἕκαστον ἀναίτιον εἰς ἓν ἀρετῆς κεφάλαιον ἀθροίζεται. οὐδὲ γάρ ἐστιν ἄλλη τις ἀνδραγαθία πλὴν τὸ κακίας πάσης ἐκτὸς εἶναι. εἰ μὲν γάρ ἐστιν ἐν θεοῖς ἀρετή τις ἑτέρα τελειοτέρα, θεὸς οἶδεν· ἀνθρώπου δὲ αὕτη μία ἀναμάρτητον ἐν ἅπασι δειχθῆναι τὸν βίον.
[19] Ὁρᾶτε δὲ οὕτως καὶ καθ' ἕκαστον ἐξετάζοντες. τίνα δίκαιον ἡγεῖσθε; ὅστις οὐδὲν ἀδικεῖ, φήσετε. τίνα δὲ ἔμφρονα; τὸν οὐδὲν ἀγνοοῦντα τῶν προσηκόντων εἰδέναι· σώφρονα δέ, εἴ τις ὕβρεως καὶ ἀσελγείας ἀπήλλακται. καὶ μὴν καὶ ἀνδρεῖος ὁ μὴ δειλός, ἔνθα τόλμης καιρός ἐστι. καὶ πάσας ἑνὶ λόγῳ τὰς ἀνθρωπίνας ἀρετὰς αὐτοῦ καμπτούσας ἰδεῖν ἔστιν ἄχρι τοῦ τῶν ἐναντίων ἀφεστηκέναι. φρόνησις μὲν ἀνοίας φυγή, δικαιοσύνη δὲ ἀδίκου φυλακὴ τρόπου, δειλίας δὲ τήρησις εὐψυχία, καὶ σωφροσύνη τὸ κρείττω τῶν ἡδονῶν εἶναι. καὶ πάντα ἀγαθὸς ὁ μηδὲν κακός.
[20] μάθοι δ' ἄν τις ἐναργῶς ἐπὶ τῶν ἀνδρῶν, οἳ τὰς ἀρίστας ἐπωνυμίας ἐκτήσαντο τοῖς ἐπιτηδεύμασι. τί τὸν Ἀριστείδην εἶπον δίκαιον εἰς πάντας ἀνθρώπους; οὐχ ὅτι χρήματα οἴκοθεν ἀνήλισκεν εἰς τὴν πόλιν, οὐδὲ γὰρ ἐκέκτητο, ἀλλ' ὅτι τῶν κοινῶν οὐδενὸς ἥψατο, πρὸς δικαιοσύνης δόξαν ἤρκεσεν αὐτῷ. φήμην συνέσεως περιέθηκε Θεμιστοκλεῖ τὸ μηδὲν ἀγνοῆσαι τῶν ἀναγκαίων. ἀνδρεῖος ὁ Μιλτιάδης, οὐ γὰρ ἔδεισε τοὺς βαρβάρους. ὁ Περικλῆς πιστός, οὐ γὰρ ὑπεῖχε τὴν χεῖρα τοῖς λήμμασιν. ὁ Σόλων [θαυμαστός,] ὅτι οὐδεὶς αὐτοῦ πονηρὸς ἠλέγχθη νόμος, σοφώτατος ὠνομάσθη νομοθέτης.
[21] τούτων ἕκαστος, ὦ ἄνδρες Ἀθηναῖοι, κἂν ἔτι πλείους εἴποι τις ἀγαθούς, ἐφ' οἷς οὐχ ἥμαρτεν ἔδοξε κατωρθωκέναι. καὶ δικαίως. τῆς γὰρ θνητῆς φύσεως ἐπὶ τὰ χείρω φερομένης ὅστις αὑτὸν ἀνέσχεν ἀπὸ τῶν ἐμφύτων ἁμαρτημάτων, τέλειος τὴν ἀρετήν ἐστιν, ἣν ἡ θνητὴ χωρεῖ δύναμις. οὐδ' ἔστιν ὅπως ἂν ἄμεινον οἰκηθείη πόλις ἢ μηδενὸς ἁμαρτάνοντος ἐν αὐτῇ. τοῦτο τέλος εἰς καλοκἀγαθίαν ἑκάστῳ, τοῦτο αὔταρκες εἰς εὐδαιμονίαν τῇ πόλει.
[22] κἀμοὶ προσεῖναι τὰ βελτίω τῷ μὴ τὰ χείρω διέγνωσται, φρόνησιν μέν, ὁσάκις τὰ κράτιστα παρῃνέθη μοι, τὸ τοῦ Θεμιστοκλέους καλὸν καθ' αὑτό, δικαιοσύνην δέ, ὅτι μηδὲ ἄκρᾳ τῇ χειρὶ τῶν δημοσίων ἔθιγον, δι' ὃ καὶ μόνον Ἀριστείδης ἐτιμᾶτο, σωφροσύνην δέ, ὁσάκις ὕβρεως αἰτιαθέντα ἀφήκατε. ἀνδρείαν δὲ καὶ Κέφαλός μοι μαρτυρεῖ φιλοκίνδυνον ὀνομάζων πολλάκις, εἴπερ ἐστὶν ἀνδρὸς εὐψύχου τὸ κοινῇ καλὸν ἀντὶ τοῦ καθ' αὑτὸν ἀσφαλοῦς ζητεῖν, τὴν ἀρετὴν ὁμοίως τὴν Μιλτιάδου πάλιν. καὶ οὔτε δώρων εἷλέ τις ἐμὲ μᾶλλον ἢ τὸν ἄδωρον Περικλέα οὔτε νόμον ἤλεγξεν οὐκ ὀρθῶς εἰσενηνεγμένον οὐ μᾶλλον ἢ ‹τοὺς› τοῦ Σόλωνος. ὧν οὖν ἕκαστον ἐκείνων ἑκάστῳ δόξαν ἀρετῆς ἀθάνατον ἐκτήσατο, οὐδὲ σύμπαντα ἐμοὶ μαρτυρίαν δώσει τοῦ καλῶς βεβιωκέναι;
[23] Οὐκ ἀγαθὸς γὰρ ἔδοξας. ἀλλ' οὐ κακός. ἀγνοεῖς ὅτι καὶ τὰς ἄλλας εἴτε τέχνας εἴτε δυνάμεις οὐχ ἑτέρωθεν εἰ κατορθοῦσιν εὕροι τις ἂν ἢ ἐκ τοῦ μηδὲν ἁμαρτάνειν; οὗτος καὶ μάντις ἄριστος, ὅστις οὐ ψεύδεται, καὶ τοξότης ἐπίσκοπος, ὅστις οὐχ ἁμαρτάνει τοῦ σκοποῦ, καὶ κυβερνήτης ὁ μηδὲν ἔξω τῆς τέχνης δρῶν. τοῦ δὲ ῥήτορος οὐχ ὁμοία κρίσις; νόμιμος ὁ μὴ παρανομῶν ἐν τοῖς πολιτεύμασιν. ἐγὼ δὲ καὶ πάσας τὰς παρανόμων ἐκπέφευγα γραφάς. ἀδωροδόκητος ὁ μὴ λαβών, ὡς ἐκρίθην ἐγώ. τί δὲ τὰ ἀληθῆ λέγειν; οὐ τὰ μὴ ψευδῆ; πότε οὖν ἥλων ἀπατήσας; καὶ περὶ πάντων ἁπλῶς ἅμα τῶν αἰσχρῶν κρίσεων ἀφεῖμαι καὶ τῶν καλῶν ἠξίωμαι καὶ τῶν δικαίων, ἀνάξιος αἰτίας, ἄξιος ἐπαίνου καὶ δωρεᾶς. δεινὸν γάρ, εἰ μὲν ἁλοὺς ἅπαξ τῆς ἐπιτιμίας ἂν ἢ τῆς πατρίδος ἢ τῆς ψυχῆς ἐστερήθην, τοσαῦτα δὲ νενικηκὼς οὐδ' ἅπαξ τιμηθήσομαι.
[24]
καὶ τοὺς κατηγόρους μὲν ἐτιμωρήσασθε ὡς συκοφάντας, ὧν τοῖς μὲν χρημάτων προσετιμήσατε, τοὺς δὲ καὶ ἀτίμους ἀπεπέμψατε· ὧν δὲ τοῖς ἡττηθεῖσιν αἱ ζημίαι γεγόνασι καθ' ἑκάστην κρίσιν, οὐδὲ τὸ κέρδος εἰς δόξαν τῷ πάσας νενικηκότι; οὐ γὰρ οὐδ' ἐκείνοις ἤρκεσε τῆς νίκης ἀποτυχεῖν, ἀλλὰ καὶ προσεζημιώθησαν, οὐδὲ ἐμοὶ τὸ τὰς δίκας ἀποφυγεῖν, εἰ μὴ καὶ γέρας ἀντίρροπον οἷς ἡττηθεὶς ἂν ἔπαθον λήψομαι. ὥσπερ γὰρ τῶν ἁμαρτανομένων αἱ ζημίαι, ‹οὕτω› καὶ κατορθουμένων εἰσὶν αἱ τιμαί.[25] εἰ δὲ τοῖς μὲν ὡς οὐκ ἔδει πεπολιτεῦσθαι κριθεῖσι τὰς ἐσχάτας τιμωρίας ἐπιθήσετε, τῷ δὲ καλῶς τὰ κοινὰ πράττειν ἐγνωσμένῳ μόνον ἐν χάριτος μέρει τὸ μὴ κολασθῆναι δώσετε, ἧς ἀξιοῖ με Κέφαλος δωρεᾶς, ὁρᾶτε μή ποτε ἔρημον τὸ βῆμα τῶν ἐθελόντων ἃ χρὴ λέγειν ἀποδείξητε· ὃ δ' οὐκ ἔστιν, ἄν τις μὴ τῆς ἐπιτιμίας ἀδίκως ἢ τοῦ ζῆν ὅλως ἐκπέσῃ, τοῦτο γέρας δικαίας πολιτείας; οὐδ' ἐγγύς. ὥσπερ γὰρ οὐδ' εἰ πονηρὸς ἠλέγχθην, ἱκανὸν ἂν ἦν εἰς λόγον ζημίας τὸ μὴ τυχεῖν δωρεᾶς, οὕτως οὐδὲ χρηστῷ φανέντι τὸ μὴ τιμωρίας ἀρκεῖ.
[26] εἰ μὲν οὖν οὗτος αὐτὸς περὶ ἀρετῆς κεκριμένος καὶ ψῆφον εἰληφὼς ὡς φιλόπολις καὶ δικαιότατος ἀνθρώπων καὶ σωφροσύνῃ διαφέρων ἐκάκιζέ μου τὰς ἀφέσεις ὡς ἀποφυγὰς ὀνειδίζων, εἰκότως ἀμείνων ἂν ἔφασκεν εἶναι τοῦ μὴ πονηροῦ κριθέντος, ἀγαθὸς γνωσθεὶς δηλαδή· εἰ δ' ἐγὼ μὲν ‹μεγάλας› εὐθύνας ὑπέσχηκα τῶν βεβιωμένων, οὗτος δὲ οὐδὲ μικράν, ἐμοὶ μέν, εἰ μηδὲν ἄλλο, τό γε μηδὲν ἠδικηκέναι δέδοται· σὺ δ' οὐχ ὅπως ἀγαθὸς ὤν, ἀλλ' οὐδ' ὡς οὐκ εἶ πονηρὸς ἔγνωσαι. τί οὖν τὰ σοφά σοι ταῦτα· οὐ κέκρισαι δίκαιος, ὅτι μὴ κλέπτης, οὐδ' ὅτι μὴ παρανομεῖς, ἔννομος; σὺ δὲ οὐδὲ τὴν τοῦ μὴ παρανομῆσαι ψῆφον εἴληφας οὐδὲ ἄλλο τῶν ἀδίκων οὐδὲν ἀφεῖσαι μὴ πεποιηκέναι. εἰ δὲ καὶ τοῦ κριθῆναι σαφῶς ἀγαθὸν τὸ μὴ πονηρὸν ἡττᾶται, τοῦ γε μὴ κάκιστον ἐγνῶσθαι τὸ μηδ' ἀγαθὸν δόξαι πόσῳ σεμνότερόν ἐστιν;
[27] Ὁ δὲ καὶ ὠνείδιζέ μοι τὸ πλῆθος τῶν ἐγκλημάτων. τοῦτο γὰρ λοιπὸν ἦν καὶ Κεφάλου πειραθῆναί με κατηγοροῦντος. οὗτος δὲ μᾶλλόν ἐστι τῶν ἡττημένων συκοφάντης. ὡς οἱ μὲν αἰτίας οὐκ οὔσας συμφορήσαντες καὶ ὀνειδῶν ὀνόματα κατηγόρουν, πρᾶγμα εἰωθός· οὑτοσὶ δὲ τὰ σεμνολογήματά μου διέβαλλεν, ὡς ἐλαττώματα. οὐχ αἱ γραφαί, Κέφαλε, τἀδικήματα ποιοῦσιν εἶναι, ἀλλὰ τὰ μὲν ὄντα εἰς φῶς ἄγουσι, τὰ δ' οὐ γεγενημένα μᾶλλον ὡς οὐ γεγένηται βεβαιοῦσι, τὴν ἄδικον δὲ βλασφημίαν εἰς τοὺς εἰπόντας αὐτοὺς τρέπουσι. τὰ ψευδῆ γὰρ ὀνείδη τοῖς εἰποῦσιν, οὐ τοῖς οὐδὲν ἀδικοῦσιν ὀνείδη γίγνεται, καθάπερ βέλος ἰσχυροτέρῳ προσπεσὸν εἰς τὸν ἀφέντα πάλιν ἀναστρέφει καὶ πολλάκις ἔτρωσεν αὐτὸν τὸν βαλόντα.
[28] οὐκοῦν οὐ τὸ κριθῆναι πολλάκις ὄνειδος, ἀλλὰ τὸ μηδ' ἅπαξ ἐν ἀγῶσιν ἁλῶναι τοσούτοις ἔπαινος, καὶ τὰ πρὸ τῆς κρίσεως αἰσχρὰ τῶν ὀνομάτων, κλοπὴ καὶ δωροδοκία καὶ τὰ τοιαῦτα, τῷ μηδενὶ τούτων ἐνόχῳ φανέντι πρὸς εὐφημίαν περιίσταται, καὶ συμβαίνει τοὺς κατηγόρους ἐπαινέτας ἀναφαίνεσθαι καὶ μὴ βουλομένους ὧν κατηγόρησαν ‹μέν›, ἐξελέγξαι δὲ οὐχ οἷοί τε ἐγένοντο. αὐτοὶ γὰρ ἐπέδειξαν ἀγαθοὺς ‹οὓς› οὐκ ἠδυνήθησαν θέλοντες ἐλέγξαι πονηρούς. καὶ οἷς οὐδὲ ψευδομαρτυριῶν ἄν τις ἐπισκῆψαι δύναιτο, τούτοις ἄκοντες οἱ ἐχθροὶ ἀρετὴν μαρτυροῦσι. καὶ παράπαν εἰπεῖν, ᾠκοδόμηται τὰ δικαστήρια τοῖς πονηροῖς μὲν ἐναλίσκεσθαι, τοῖς δὲ ἀγαθοῖς ἐνεπιδείκνυσθαι. ὅπου γὰρ τῆς κακίας, ἐκεῖ καὶ τῆς ἀρετῆς ἡ κρίσις, ὡς τὸ αὐτὸ θέατρον ἀμουσίας τε καὶ μουσικῆς. καὶ τῶν ἐναντίων οἱ αὐτοὶ κάθηνται κριταί. μιᾶς γὰρ ἄμφω τέχνης εἰδέναι, καὶ οἱ δικασταὶ μίαν ἔχοντες ἐμπειρίαν ἀγαθοῦ καὶ πονηροῦ βίου οὓς μὲν ἂν φλαύρους ὑπονοήσωσι, ζημίαν ἐπιβάλλουσι τούτοις, τοὺς δὲ νικῶντας ἐπὶ τὰς τιμὰς προπέμπουσι, τοὺς δὲ οὐκ ἐξετασθέντας οὔτε κολάζουσιν οὔτε τιμῶσιν.
[29] οὕτω δὲ καὶ τοῖς νόμοις ἅπασι δοκεῖ μηδένα ἐᾶν ἄκριτον. καὶ πρῶτον μὲν περὶ τοῦ γένους εἰς κρίσιν ἅπαντας τοὺς πολίτας ἄγουσι, καὶ οὓς οὐδεὶς ξενίας ἐγράψατο, κατὰ δήμους ποιοῦντες ἀγορὰς καὶ διαψηφίσεις, ὅστις ἀστὸς ἢ παρέγγραπτος. καὶ τὴν δοκιμασίαν ταύτην ὑπομένουσι, κἂν εὐπατριδῶν τις ᾖ κἂν Ἐτεοβουτάδης κἂν Εὐμολπίδης κἂν ἐστρατηγηκώς. τῆς μὲν οὖν κοινῆς πολιτείας ἄνευ διαψηφίσεων οὐδενὶ μέτεστι, δωρεὰν δὲ τὴν μεγίστην οἴσεται οὐ διαψηφισθεὶς εἰ γνήσιός ἐστι τοῦ τῆς ἀρετῆς ὀνόματος ἢ νόθος καὶ ὑποβολιμαῖος ἐν ἀλλοτρίᾳ δόξῃ πολιτεύεται;
[30] ἔπειτα κλήρῳ τὰς ἀρχὰς ἱστάντες, ὡς δημοτικὸν ὂν τὸ τῆς ἴσης ἐλπίδος, οὐ μόνον τῇ τοῦ κλήρου τύχῃ τὴν αἵρεσιν τούτων ἐπιτρέπουσιν, ἀλλὰ καὶ δικαστήριον καθίζουσι καὶ ψῆφον διδόασι περὶ τῆς ἀξίας, κἂν ἀνεπιτήδειος ᾖ, πλέον οὐδὲν αὐτῷ τῆς εὐκληρίας, λαχὼν δὲ ἰδιώτης ἄπεισι. τὸν μὲν οὖν μυρρίνης στέφανον οὐδεὶς ἀδοκίμαστος οὐδὲ ἄνευ ψήφου δικαστηρίου περιθήσεται, τὸν δὲ τῆς ἀρετῆς οὕτω προχείρως τῷ μὴ δοκιμασθέντι πρὸ τοῦ κεκριμένου δώσετε;
[31] πάλιν ἄλλους τελοῦντες ἄρχοντας οὓς χειροτονητοὺς καλοῦμεν, στρατηγούς, ἱππάρχους, ταξιάρχους, εἵλοντο μὲν αὐτοὺς ἐν ἀρχαιρεσίαις, οἷον Ἀριστείδην Ἀθηναῖοι, πληροῦται δὲ καὶ τούτοις δικαστήριον, εἰ δικαίως εἰσὶ κεχειροτονημένοι. οἷς οὔτε ‹κήρυγμα οὔτε› στέφανος εὐθύς, ἀλλὰ στρατεῖαι, πόνοι, κίνδυνοι, ἀλλὰ κἂν κατορθώσωσιν, ὀψέ ποτε αἱ τιμαί. ὅπου δὲ τοὺς στρατηγούς, οὓς αὐτὰ τὰ πράγματα κρίνει, ψήφῳ δοκιμάζετε, τῷ ῥήτορι τὴν δωρεὰν ἀλογὶ χειροτονήσετε;
[32] οὐ τοίνυν οὐδ' ὅταν τὰ μέγιστα καταπράξωσιν οἱ χειροτονηθέντες ὑπὸ τοῦ δήμου, τῆς δωρεᾶς τυγχάνουσι, πρὶν ‹ἂν› εὐθύνας ὑπόσχωσι τῷ τὸν νόμον ἄντικρυς ἀπειρηκέναι τὸν ὑπεύθυνον μὴ στεφανοῦν. ὑμεῖς μὲν ‹οὖν› οἴεσθε τοὺς ταμίας μὲν ἢ τειχοποιοὺς ἄρχοντας εἶναι, καὶ πρὶν ἢ λόγον δοῦναι οὐκ ἐξεῖναι στεφανοῦν· ἡμᾶς δὲ τοὺς ῥήτορας οὐκ ἐν ἀρχῇ τῇ μεγίστῃ θήσεθε; οἷς πρῶτον μὲν τοὺς ἰδιώτας, ὡς τοῖς ἄρχουσιν, ἀντονομάζετε. εἶτ' ἐκεῖνοι μὲν ἐπέτειοι, διὰ βίου δὲ ἡμεῖς. καὶ οἱ μὲν ὑφ' ὑμῶν κληθέντες, ἡμεῖς δὲ αὐτεπάγγελτοι. κἀκεῖνοι μὲν ἄλλος ἄλλου μέρους, ὁ στρατηγὸς τῶν ὅπλων, ὁ ταμίας τῶν χρημάτων, ὁ τειχοποιὸς τοῦ κύκλου, ὁ δημαγωγὸς δὲ οὐκ ἔστιν ὅτου τὴν ἐπιμέλειαν οὐ πεπίστευται. κἀκείνοις αὐτὸς ἐπιτέτακται, αὐτὸς ἐξετάζει τοὺς ταμίας, αὐτὸς ἐκπέμπει τοὺς στρατηγούς, ἄρχει τῶν ἀρχόντων ἁπάντων μόνος. τοὺς μὲν οὖν ἔν τινι χρόνῳ καὶ τοὺς κατὰ μέρη προνοουμένους ἀνευθύνους οὐ στεφανώσετε, τοὺς ἀιδίους δὲ τιμήσετε; καὶ παρ' οὗ μὲν εὐθύνας καθ' ἕκαστον εἰλήφατε, ἀστεφάνωτον ἐάσετε, τὴν τιμὴν δὲ τῷ παντὸς εὐθύνας ὀφείλοντι τοῦ βίου δώσετε;
[33] Καίτοι εἰ μὲν μηδὲν ἄξιον λόγου διῴκηκας, οὐ θαυμαστὸν εἰ μηδὲ κατηγόρῳ λόγον παρέσχηκας, οὐδὲ γὰρ ἐπὶ μικροῖς εἰσιν αἱ τοῦ βίου δωρεαί· εἰ δέ, ὡς φῄς, μεγάλα καὶ πολλά, πρὸ τοῦ τούτων ἀποδοῦναι λόγον πῶς ἐπ' αὐτοῖς δωρεὰν αἰτεῖς; νὴ Δία, οὐδὲν γὰρ εἴρηται περὶ τῶν ῥητόρων αὐτῶν τῷ Σόλωνι. καὶ τίνας οὕτως ὑπευθύνους καθίστησι καὶ μονονοὺ καθ' ἑκάστην ἡμέραν ἀπολογίζεσθαι βούλεται περὶ τῶν πεπολιτευμένων;
[34] ἔγνωκάς τινα γνώμην εἰσφέρειν. προβούλευε, φησίν, εἰς τοὺς πεντακοσίους, πρώτη γὰρ αὕτη κρίσις. τὴν βουλὴν πέπεικας. εἰς τὸν δῆμον ἴθι, δευτέρα γὰρ ἡ διαχειροτονία. κἂν τοὺς πολλοὺς ἔχῃς ὁμογνώμονας, οὔπω νενίκηκας. ἐφέσιμος λοιπὸν εἰς τὸ δικαστήριον ἡ διάγνωσις. τριῶν οὖν ὄντων συνεδρίων, βουλῆς, δήμου, δικαστηρίου, ἀκριβέστατον ὡμολόγηται τὸ δικαστήριον. εἰκότως. ἡ βουλὴ μέν γε καὶ ὁ δῆμος ἀνώμοτοι τὴν ψῆφον φέρουσι, τὸ δικαστήριον δὲ σὺν ὅρκῳ καὶ ἀρᾷ τῇ μεγίστῃ. καὶ οἱ μὲν βοῇ τὰ πολλὰ κρίνουσι πρὸς ὀργὴν φανερὰν καὶ χάριν, οἱ δὲ κρύβδην τὸ δόξαν τίθενται. θόρυβος ἐν τοῖς ἄλλοις ἰσχύει συλλόγοις· ἐνταῦθα πρὸς ὕδωρ οἱ λόγοι. καὶ τί τὰ ἄλλα; τῇ βουλῇ μὲν οὐκ ἔξεστιν οὐδὲ τῷ δήμῳ λῦσαι γνῶσιν δικαστηρίου, τῷ δικαστηρίῳ δὲ ἀμφοῖν ἅμα.
[35] οὕτω δὲ κρατοῦντος ἀκριβείᾳ πολὺ τοῦ δικαστηρίου ἐγὼ μὲν διὰ πάντων ἐλήλυθα τῶν συνεδρίων, καὶ γὰρ τὴν βουλὴν οὐχ ἧττον πέπεικα Κεφάλου, καὶ ὁ δῆμος ἐπεχειροτόνησεν ἅμα καὶ πλείω ψηφίσματα, καὶ τὸ τρίτον δὴ πάλαισμα, γραφεὶς παρανόμων ἐπὶ πάσαις ταῖς γνώμαις ὑμᾶς ἔπεισα τοὺς τῶν ὅλων κυρίους· τούτῳ δὲ ἀτελὴς ἡ πολιτεία ‹ἐν› τῷ κυριωτάτῳ μέρει. τῆς ἐξετάσεως γὰρ ἁπάσης τέλος ἡ ψῆφος ἡ τοῦ δικαστηρίου.
[36] σὺ δὲ καὶ μέγα φρονεῖς σωθεὶς ἐρημίᾳ κατηγόρων, οὐ πίστει δικαιωμάτων, τοσοῦτον ἐμοῦ λειπόμενος ὅσον τοῦ δι' ἀντιλογίας νενικηκότος ὁ ἐρήμην ἐνηνεγμένος. ὁ μὲν γὰρ οὐδενὸς φανέντος τοῦ κατηγορήσοντος ἀθῷος μένει, ἐγὼ δὲ καὶ τοὺς παρόντας ἤλεγξα συκοφάντας.
[37] καὶ τὰς πλείους μὲν ψήφους ὁ νόμος κελεύει νικᾶν, ὃν αὐτὸς ἄρτι παρείχετο, αὐτὸς δὲ μηδεμιᾶς τυχὼν ψήφου φιλονεικεῖ τῷ πάσας παρειληφότι καὶ πλείους σχεδὸν τῶν οἰκούντων τὴν πόλιν, εἴγε καὶ δὶς οἱ αὐτοὶ περὶ ἐμοῦ καὶ τρὶς ἐψηφίσαντο. ἐγὼ μὲν οὖν εἰ καὶ ἴσας πρὸς ἴσας ‹τὰς μὲν› ἐνίκων, τὰς δὲ ἐνικώμην, ἀντίπαλος ἂν ἦν τῷ μήτε ἡττημένῳ μήτε νενικηκότι ἴσως τῆς ἐπ' ἄμφω μετασχὼν τύχης πρὸς τὸν οὐδετέρας πεπειραμένον· νῦν δὲ τὸ μὲν οὐδέποτε ἡττῆσθαι [καὶ] ἐμοὶ περίεστι, τούτῳ δὲ ὅπερ ἐμοὶ πολλάκις οὐδ' ἅπαξ ὑπῆρξε, τὸ νενικηκέναι. οὐδὲ γὰρ αἰτιαθῆναί φησι. τοῦτο μὲν δὴ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἄν τις ἴδοι συμβεβηκός. αὐτίκα οἱ κατὰ δήμους οἰκοῦντες οὐδὲ εἶδον ἔνιοι τὸ δικαστήριον καὶ οὐ κατίασιν ἐκ τῶν ἀγρῶν αἰτήσοντες γέρας τοῦ λαθραίου βίου. γραφὰς δὲ ὀλίγας φυγὼν πάσας ἀπέφυγέ τις, ὃς οὐδ' ἐν μέρει τὰ μὲν ἐνίκα, τὰ δὲ ἡττᾶτο;
[38] Εἰ δέ γε τῶν ἐξαιρέτων καὶ ἃ πρὸς ἄλλους οὐκ ἔστι κοινὰ τὰς δωρεὰς εἶναί φησιν, ἡ τούτου μὲν ἀπραγμοσύνη τοῖς πλείοσιν ὑπάρχει καὶ πᾶσιν ὀλίγου δεῖν, τὸ δ' ἐμὸν καλὸν οὐκ οἶδα ὅτῳ πλὴν ἐμοῦ.
[39] ἔτι τοίνυν ὃ μὲν οὗτος αὐχεῖ, τὸ ἀναίτιον ἐμοὶ μᾶλλον ἢ τούτῳ πρόσεστιν. ὁ μὲν γὰρ ἐκφυγὼν τὰ ἐγκλήματα εἰς ἴσον τῷ μηδὲ κατηγορηθέντι τὴν ἀρχὴν ἐπανέρχεται. καὶ καθαρῶς οὗτος ἀναίτιος ὅστις ἠλευθέρωται τῶν αἰτιῶν ὑπὸ τοῦ δικαστηρίου, τὸν δὲ οὐ κατηγορηθέντα ἄκριτον, οὐκ ἀναίτιον εἴποι τις ἂν οὐδ' ἀνεύθυνον, ἀλλ' ὑπεύθυνον ἐπὶ παντὸς βίου. ὅπου γ' οὖν, ἐφ' ᾧ μὲν οὗτος ἀγάλλεται, τὸ δοκεῖν αἰτίας ἁπάσης ἐκτὸς εἶναι, τούτῳ μὲν ἄδηλον εἰ καί τινος αἰτίας ὑπούσης οὐ τετύχηκε κατηγόρου, ἐμοὶ δὲ κρίσεσι πολλαῖς κεκύρωται, τὸ δὲ κριθέντα ἐκφυγεῖν τούτῳ μὲν οὐκ ἔστιν εἰπεῖν οὐδ' ἅπαξ, ἐμοὶ δὲ καὶ πολλάκις, ᾧ δὴ τὸ συναμφότερον, οὐχ ᾧ θάτερον ὑπάρχει, τούτῳ προσήκει κρατεῖν.
[40] καὶ πότερον εὔξασθαι ἂν εἵλου μᾶλλον κρίνεσθαι καθ' ἑκάστην ἡμέραν ἢ ἐν ἀδείᾳ δικῶν εἶναι; ἔστι δὲ τοῦτο μὲν εὐτυχία τὸ τοὺς συκοφάντας λαθεῖν οὐκ εἰς δόξαν οὐδὲ τιμῆς λόγον, πολλοῦ γε καὶ δεῖ, ‹εἰς› ἀσφάλειαν δὲ καὶ ῥᾳθυμίαν καὶ τὸ μὴ δεῖσαι, αἱ δωρεαὶ δὲ τῶν ἐπιπόνων εἰσίν, οὐ μετὰ ῥᾳστώνης βίου, καὶ κινδύνων καὶ φόβου παραμυθία τοῖς ἐκφεύγουσιν, ἐπεὶ καὶ τοὺς πολεμικοὺς κινδύνους πρὶν γενέσθαι μὲν ἅπας τις ἂν ἀπεύξαιτο, γενομένων δὲ τιμῶνται οἱ κατορθοῦντες, καὶ τὰ πολλὰ φευκτὰ μὲν πρὸ τῆς πείρας διὰ τὴν ἄδηλον τύχην, ζηλωτὰ δέ, ὅταν κρατήσῃ τοῦ τέλους.
[41] καὶ τὰς ἐν ὑμῖν κρίσεις ὑπομεῖναι μὲν οὐδεὶς ἂν ἐθελήσειεν οὐκ εἰδὼς εἰ διαφεύξεται· εἰ δὲ θεῶν τις ἐγγυήσαιτο τὴν νίκην, τίς οὐκ ἂν εὔξαιτο δεῖξαι χρηστὸς ὤν; πλὴν εἰ σύνοιδεν αὑτῷ τοιαῦτά τις ὥστε μόνην σωτηρίαν τὸ μὴ κριθῆναι δοκεῖν, ἐπεὶ τοῖς ἀδικοῦσι μὲν ἀγαθὸν ἀνελέγκτοις μένειν, τοῖς δὲ χρηστοῖς ἀτύχημα τὸ λανθάνειν, καὶ θαρροῦσιν οἱ μὲν τῷ συνειδότι καὶ ταῖς ἀποδείξεσιν, οἱ δὲ κακοῦργοι τῷ λανθάνειν.
[42] Ἃ τοίνυν κακοήθως ὑπελάμβανεν ὡς ἐξαπατηθέντας ὑπ' ἐμοῦ τοὺς δικαστάς, οὐκ ἐμοῦ τὴν κατηγορίαν ἐποιεῖτο, ὑμᾶς δὲ διέβαλλεν, εἰ μὲν ἄκοντας ἐξαπατηθῆναί φησιν, ὡς ἀνοήτους, εἰ δὲ βουλομένους χαρίζεσθαι ἀδίκως, ‹ὡς› ἐπιόρκους. οὐδὲν ὃ μὴ τῶν κακίστων ἁπλῶς αὐτοῦ λέγοντος ἠκούσατε. εἶτα παρὰ μὲν τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις ἄριστοι δικάζειν καὶ νομοθετεῖν πρὸ τοῦ πεπίστευσθε, Κέφαλος δὲ παρανοίας αἱρεῖ τὰ δικαστήρια, ἐν οἷς οὔτε διώκων ἡττηθεὶς οὔτε φεύγων ἁλοὺς οὐδεὶς ᾐτιάσατο τὰ ἐγνωσμένα. καὶ οἱ μὲν ἑλεῖν οὐ δυνηθέντες σιωπῶσιν, οὗτος δὲ ὑπὲρ ὧν ἕτεροι γραψάμενοί με ἡττῶντο ἀγανακτεῖ. καί, ὡς ἔοικε, θεοὶ μὲν ἡττηθέντες ἔστερξαν αὐτίκα τὰς ψήφους, Κεφάλῳ δὲ μόνῳ δοκεῖτε τὰ δίκαια μὴ διαιρεῖν ἀκριβῶς, κἂν μὴ δῶτε τὴν δωρεὰν ἐκ δικαστηρίου, φησὶν ὑμᾶς δικάζειν κακῶς.
[43] εἰ μὲν οὖν ἅπαξ ἢ δὶς ἐξέφυγον τὰ ἐγκλήματα, ὑπενόησέ τις ‹ἂν› ὡς ὑπῆλθον, ὡς ἐφενάκισα, ὡς ἐλέῳ κατέλαβον τοὺς δικαστάς· εἰ δέ, ὁσαχοῦ κέκριμαι, πανταχοῦ καὶ ἑκασταχοῦ νικῶ, καθαρὰ τῆς ἀρετῆς ἡ κρίσις. εἰς μὲν γὰρ ἅπαξ καὶ παρ' ἕνα καιρὸν ἰσχυρὸν ἀπάτη καὶ τέχνη, ὁ χρόνος δὲ φωρᾷ τὴν ἀλήθειαν. καὶ οὐδ' ἂν οἱ πάντων ἀνοητότατοι δὶς περὶ τὸν αὐτόν, οὐχ ὅπως Ἀθηναῖοι, σφαλῆναι δύναιντ' ἄν, ἐμοὶ δὲ καὶ φιλονεικότερον προσεφέροντο τῷ πολλάκις ἤδη κεκρατηκέναι, οἱ κατήγοροι μὲν ἀναμάχεσθαι πειρώμενοι καὶ μόνος λέγοντες ἡμᾶς οὗτος ἀεὶ διαφεύξεται; οἱ δικασταὶ δὲ παρατεταγμένοι πρὸς τοὺς λόγους τοὺς ἐμοὺς καὶ μέχρι τίνος τοῦτον ἀφήσομεν; ἀλλ' οὐδὲ σκιὰν εὗρον αἰτίας εἰς ἐμέ.
[44] πάνυ γοῦν εὐμεταχείριστοι πρὸς ἀπάτην Ἀθηναῖοι. Μιλτιάδου μὲν οὐκ ἐφείσασθε τοῦ τὴν ἐν Μαραθῶνι μάχην νενικηκότος ἀνδρὸς ‹καὶ› δουλείας Μηδικῆς τὴν Ἑλλάδα λύσαντος. ἐδήσατε χεῖρας ἐκείνας ἃς ἐξέτεινε μετὰ τῶν παραγγελμάτων καὶ πόδας ὑπὲρ τῶν Ἀθηναίων δραμόντας, καὶ πρότερον ἐν τοῖς δεσμοῖς ἀπέθανε πρὶν λύσεως ἔτυχε.
[45] καὶ Θεμιστοκλῆς ἔφυγεν εἰς Πέρσας ἣν ὁδὸν ἐξήλασε βασιλέα. καὶ Λακεδαιμονίους μὲν ἐξηπάτησε τοὺς δεινούς, καὶ πάντας ἀνθρώπους παρήγαγε ῥᾳδίως· πρὸς δὲ τὸ δικαστήριον οὐδὲν ἔργον αὐτῷ τῆς συνέσεως ἴσχυσεν. οὐκ ἔτυχε συγγνώμης οὐ μετ' Εὔβοιαν Περικλῆς, οὐ μετὰ Ναύπακτον Φορμίων, οὐ μετὰ Λέσβον Πάχης, οὐ μετὰ Ἀργινούσας οἱ δέκα, ὧν ἐπὶ μιᾶς ἡμέρας θάνατον κατεψηφίσασθε. οὐ Σωκράτης παρήγαγε τῷ λόγῳ τοὺς δικάζοντας, οὐ Θρασύβουλος ὁ ἀποδοὺς τὴν δημοκρατίαν καὶ τὰ δικαστήρια, οὐ τὰ τελευταῖα, Καλλίστρατος, ὃν ὑπερβάλλοντα δεινότητι τοὺς ῥήτορας αὐτοῖς λόγοις φυγάδα ἀπεστείλατε. ὧν καὶ Κέφαλος ἐνίων ἐμέμνητο, ὥσπερ οὐχ ὑπὲρ ἐμοῦ σεμνολογούμενος.
[46] εἶτα τοῖς ἀρίστοις μέν, καθ' ὃν ἦν χρόνον αὐτῶν ἕκαστος, εἰ καὶ μικρὸν ἥμαρτον, ἐκ μεταβολῆς ἰσχυροτέραν ἐποιεῖσθε τὴν ὀργὴν τὴν ἐπὶ τοῖς καινοῖς ἐγκλήμασι τῆς μνήμης τῶν προκατωρθωμένων, καὶ τούτους οὐ ναυμαχίας λέγοντας, οὐ πεζομαχίας, οὐ τρόπαια δεικνύντας ἐσώσατε, καὶ ταῦτα ἅπαξ ἕκαστον ὑπὸ τῇ ψήφῳ λαβόντες, εἰκότως, οὐ γὰρ ἡμιτελῆ τὴν ἀρετὴν ἀξιοῦτε παρασχέσθαι τοὺς ἐπαινουμένους οὐδὲ τῇ δόξῃ τῆς δικαιοσύνης εἰς ἐξουσίαν ἀδικίας χρῆσθαι· ἐμοὶ δ' ἂν τοσαύτας γραφὰς ἐχαρίσασθε; τίνα πειθὼ καὶ σειρῆνα καινὴν ἀνευρόντι ᾗ κατέθελξα δικάζοντας ὑμᾶς μόνος ἐγρηγορότας ἀεί, προνοοῦντας τὰ λεχθησόμενα, πολλὰ καὶ τῶν οὐκ εἰρημένων τῇ κατηγορίᾳ κατατιθέντας, οὔτε συνετώτερος ἐγὼ Θεμιστοκλέους οὔτε πιθανώτερος Περικλέους οὔτε σοφώτερος Σωκράτους οὔτε δεινότερος Καλλιστράτου, ὧν ἁπάντων ἐκρατήσατε.
[47] ἐν τοιούτοις ἀνύποπτος ὤφθην δικασταῖς ‹τοῖς› πάντα ὑπονοοῦσι. μὴ σὺ πεῖραν αὐτῶν λάβῃς, οὐ γὰρ ἂν ἐκφύγοις. ἐλεήμονες Ἀθηναῖοι, κἀγώ φημι. πότε; καὶ πρὸς τίνας; ἄν ποτε συμμαχίας δέηται πόλις, ἂν ἱκετεύῃ ξένος, πρὸς ἐκείνους θεὸν τὸν Ἔλεον νομίζουσι. κἂν μὲν τῶν πολιτῶν τινά τις αἰτιάσηται· Κέφαλός ἐστι τῶν κακῶν αἴτιος ἢ Ἀριστοφῶν ἢ ὃν ἂν τῶν ὑπὸ χεῖρα φαίη τις, ὀργίλοι καὶ τραχεῖς· ἐὰν δέ τις τῶν ἔξωθεν ἱκετεύσῃ, κἂν Οἰδίπους, κἂν Ὀρέστης, ἐλεοῦσι καὶ σώζουσιν, οὐκ ἀλόγως, ὡς ἐμοὶ δοκεῖ, τοὺς ἀλλοφύλους μέν γε μήτε φύντας καλῶς μήτε ἐν ἀρίστῃ πολιτείᾳ πεπαιδευμένους οὐκ ἀξιοῦντες ἀναμαρτήτους εἶναι· εἰ δέ τις Ἀθηναῖος ὢν οὐχ ὑπεραίρει πάντας ἀρετῇ, τῶν οὐκ ἀρίστων ὡς κακίστων καταγινώσκετε, ὅταν ἐνταυθοῖ λάβητε, πρὸς τὴν κοινὴν τῆς πόλεως ἀξίωσιν, οὐ πρὸς τὸ καθ' αὑτὸν ἀπαιτοῦντες ἑκάστου τοὺς τρόπους· ἄλλως τε καὶ εἴ τις αὑτὸν ἠξίωσε προστατεῖν Ἀθηναίων, ὡς ἐγώ, πολλὴν ὑπεροχὴν ζητεῖτε παρ' αὐτοῦ τοῦ καλοῦ.
[48] ἤδη τοίνυν τινὰ καὶ δεηθέντα καὶ παιδία κλαίοντα ‹εἰσκαλέσαντα›, ὧν οὐδὲν ἑωρᾶτε ἐμὲ ποιοῦντα, ᾠκτείρατε εἰς ἅπαξ, καὶ οὐκ ἐπὶ τῆς πρώτης ψήφου παροξυνθέντες, καθυφέντες δὲ ἐν τῷ τιμήματι τῆς ὀργῆς ἐπανήκατε· ἐμοὶ δὲ οὐκ ἔστιν ὅτε τοῦ μέτρου τῆς ζημίας εἶτα ἐπεκουφίσατε, ἀλλ' ὅλως ἀπελύσατε.
[49] Οὐ τοίνυν οὐδὲ ῥᾴδιον πολιτείας κρίσιν παραγαγεῖν, μᾶλλον δὲ οὐδὲ ἐν δυνατῷ. τὰ μέν γε τῶν ἰδιωτῶν ἀδικήματα ὑπὸ σκότους ὄντα ἐκ τῶν εἰκότων στοχάζεσθε, τὰ δὲ τῶν δημαγωγῶν πολιτεύματα οὐκ ἂν λάθοι τοὺς αὐτοὺς ἐκκλησιάζοντας καὶ δικάζοντας. οἷον, εἰ παρανόμων γραφὴ τὸ κρινόμενόν ἐστι, παρανεγνώσθησαν οἱ νόμοι. τὰ τοῦ ψηφίσματος ῥήματα εἰ διαφωνίαν τινὰ ἔχει, μεμαθήκατε. εἰ χρημάτων διοίκησίς ἐστιν, ἐπὶ δακτύλων ἡ κρίσις. τί οὖν ἐνταῦθα παρεύρημα; οὐδεὶς τοὺς κατηγόρους ὑπῃνίττετο καθυφιέναι τοὺς ἀγῶνας καὶ τοὺς μάρτυρας τὰ ψευδῆ μαρτυρεῖν καὶ τοὺς δικαστὰς δεκάζεσθαι. οὔτε πρίασθαι τοσούτους ἱκανός, οὐδ' εἰ τὰ βασιλέως κεκτήμην, οὔτ' ἂν ἔλαθον τοιοῦτόν τι κακουργῶν, ὃς καὶ περὶ ὧν οὐκ ἀδικῶ κρίνομαι.
[50] μαρτυρεῖς δέ μοι καὶ σύ. εἰ γὰρ ἢ ψευδομαρτυρίας ἡτοίμαζον ἢ δικαστὰς διέφθειρον, εἰσὶ περὶ τούτων ἁπάντων νόμοι καὶ θάνατος ἡ ζημία· σὺ δὲ οὔτε τοιοῦτον οὐδὲν οὔτ' ἄλλο τι τῶν ἐμῶν ἐγράψω ποτέ. οὕτως οὐδὲ κέκριμαι τὸ κατὰ σέ. εἰ δὲ χρὴ καὶ ὑπονοεῖν τὰ ἀφανῆ, σὲ μᾶλλον ‹ἂν› ᾐτιάσατό τις, ὑπιὼν δὲ τοὺς κατηγορήσοντας, εἰσὶ δὲ οὐ πάντες οὐδὲ πολλοί τινες, ὅσοι τοὺς κινδύνους εὐλαβούμενοι πείθονται, ἀλλ' ὁπόσοι συνίσασι τὰ πονηρεύματα, καὶ τοὺς ἀνατεινομένους ἰδίᾳ καθυφεῖναι πείθεις. καὶ πανταχῇ ῥᾷον τὸ μὴ κριθῆναι διαπράξασθαι τοῦ πορίσασθαι κριθέντα ἄφεσιν, δεινοὶ γὰρ ὑπιδέσθαι τοὺς κατὰ συνθήκας λόγους, κἂν ἐνδεᾶ τὰ τοῦ διώκοντος ᾖ, τὴν τοῦ κατηγόρου τάξιν οἱ δικάζοντες αὐτοὶ λάβοιεν ἄν. καὶ τὸ μηδ' εἰσελθεῖν ἄν, εἰ παρεῖχον αὑτοὺς φίλους, οὐκ ἐπ' ἀδήλῳ τῷ μέλλοντι κριθῆναι ἐπραττόμην.
[51] Ὁ τοίνυν σοφὸς οἴεταί τι εὑρηκέναι πυνθανόμενος, εἴτε βασκάνους ὑμᾶς καὶ πικροὺς εἴτε ἀνοήτους καὶ ῥᾳθύμους ὑπολαμβάνω, καὶ τοιούτῳ ὑπάγων ἐνθυμήματι· εἰ μὲν εὐπαραγώγους καὶ εὐήθεις, οὐ θαυμαστὸν εἰ παρὰ τοιούτοις ἐνίκησας· εἰ δὲ χαλεποὺς καὶ δυσοργήτους, οὐδ' ὑπὸ τοιούτων, φησίν, ᾐτιάθην. ἐγὼ δὲ τούτων μὲν οὐδέτερον καθ' ὑμῶν ὑπολήψομαι, μαινοίμην γὰρ ἄν, ὡς δὲ τἀληθὲς ἔχει, φράσω.
[52] ὅτι μὲν οὖν περιπίπτεις τῷ σαυτοῦ σοφίσματι, εὔδηλον τοῦθ' ἅπασι, κἂν ἀντέρωμαί σε κἀγώ, δικαίως ἐρωτήσω· πότερά σοι παρορᾶν Ἀθηναῖοι τοὺς ἀδικοῦντας δοκοῦσιν ἢ τοὐναντίον ἐλέγχειν; καὶ εἰ μὲν παρορᾶν, διὰ τοῦτο ἄρα οὐκ ἐγράψαντό σε· εἰ δὲ καταφωρᾶν ἀκριβῶς, οὐκοῦν καὶ παρὰ τοιούτοις ἀφείθην ἐγώ. ταῦτα μὲν οὖν ἐάσω διὰ τὴν ἴσην ἀντιλογίαν, ὃ δὲ οὐδ' ἡντιναοῦν ἀμφισβήτησιν ἔχει, τοῦτ' ἐρῶ.
[53] εἰ μὲν ἄμφω κριθέντες ἐν τοῖς αὐτοῖς δικασταῖς, σὺ μὲν ἀφείθης, ἐγὼ δὲ ἥλων, εἰκότως ἂν παρετίθης, ὡς καὶ σὺ τοὺς χαλεποὺς ἐκπέφευγας καὶ παρὰ τοῖς δυσοργήτοις κατεδικάσθην ἐγώ· εἰ δὲ ἐγὼ μὲν ἐπῄνημαι, σὺ δὲ οὐ κέκρισαι, οὔτε σοὶ μαρτύριον ἀρετῆς ἱκανὸν ἡ τῶν δικαστηρίων ἀκρίβεια, παρ' οἷς οὐδ' ἐξητάσθης ὅλως, κἀμοὶ σημεῖον ἀνδραγαθίας ἐκφεύγοντι καὶ τούτους. τοῦ μὲν γὰρ οὐδὲ κριθέντος οὐδ' ἂν οἱ χαλεπώτατοι καταψηφίσαιντο, τοῦ δὲ ἀδικοῦντος ἐλεγχομένου καὶ οἱ πρᾳότατοι. οὔκουν τὸ μὴ κατηγορηθέντα μὴ καταδικασθῆναι μέγα, τὸ δὲ πάσας αἰτίας ἔχοντα μηδεμιᾶς ἐντὸς ὀφθῆναι, καὶ γὰρ οὕτως ἔχει. λαθεῖν μὲν καὶ ἀδικοῦντα ῥᾴδιον ἐν τοσαύτῃ πόλει καὶ εἰ σφόδρα ἀκριβῶς φυλάττουσιν, ἐναποκρυπτομένου τῷ τοῦ κοινοῦ μεγέθει τοῦ καθ' ἕκαστον τρόπου, καθάπερ ἐν τοῖς μεγάλοις πελάγεσιν οἱ καταποντισταί, οὐ γὰρ Κύθνος ἢ Σίφνος ταῦτα, ὅπου δι' ὀλιγανθρωπίαν ἀλλήλους ἴσασιν; ὁ δὲ ἅπαξ ἐλθὼν εἰς κρίσιν οὐκ ἂν ἀφεθείη μὴ σαφῶς ὡς οὐδὲν ἀδικεῖ δείξας.
[54] Ὁ δὲ καὶ τοὺς νοσοῦντας μὲν πολλάκις, ἰατρευομένους δὲ χείρους τῶν ἀνόσων ἀπεφαίνετο· τίς δ' οὔ φησιν; ἀλλ' οὐ πρὸς λόγον σοι τὸ παράδειγμα. διὰ τί; ὅτι εἰ μὲν αἱ κρίσεις ἦσαν νόσοι ψυχῆς, ὑγιεινότερος ὁ μὴ κριθεὶς ‹ἂν ἦν› τοῦ φυγόντος· εἰ δὲ νοσήματα μὲν αἱ κακίαι τῶν ἀνθρώπων εἰσίν, ἰατρεῖα δέ, ὡς καὶ σὺ φῄς, τούτων τὰ δικαστήρια, εἰ μὲν ἐνεῖδόν τινα ἐν ἐμοὶ πονηρίαν, πάντως ἂν ἰάσαντο δι' ἀτιμίας ἢ φυγῆς, ὡς καύσεως ἢ τομῆς· εἰ δ' ὡς ὁλόκληρον καὶ μὴ δεόμενον φαρμάκου τοιοῦτον, οἷος εἰσῆλθον, ἀπεπέμψαντο, ἐγὼ μὲν διὰ πείρας ὑγιεινὸς ἐφάνην τοῖς ἰατροῖς· σὺ δὲ οὐκ ἀπέδυσάς ποτε τὸν βίον τοῖς δικασταῖς οὐδὲ γυμνὴν τὴν ψυχὴν ἔδειξας, συγκαλύπτων δὲ σαυτὸν καὶ περιστέλλων, ὡς οἱ τὰς κρυφαίας νόσους ‹νοσοῦντες›, ἴσως ὕπουλος ὢν λανθάνεις.
[55]
οὐ τοίνυν μόνον αἱ τοῦ σώματος εὐεξίαι τῶν ἀνεξετάστων αἱ κεκριμέναι κρείττους, ὁ αὐτὸς δ' ἐπὶ πάντων λόγος· οὐδὲν τιμιώτερον ὃ μὴ συνεξητάσθη τοῦ οὐκ εἰκῆ δοκιμαστοῦ. οὐδὲ χρυσὸς ἀβασάνιστος ἐντιμότερος τοῦ πυρὶ κριθέντος οὐδὲ παρὰ τοῖς βαρβάροις, ἀλλὰ χρυσὸς μὲν ἐν πυρί, ἀνθρώπου δὲ τρόπος ἐν δικαστηρίῳ βασανίζεται. τοῦτο δοκίμιον ἐφ' ἑκάστου, ἄλλως τε καὶ ῥήτορος. ἐξ οὗπερ ἐγὼ μὲν ἀκήρατος ἐξέβην ἀεί, σὺ δὲ οὐδὲ δόκιμος εἶ· οὐδὲ νόμισμα νόμιμον, ὃ μὴ πολλάκις ἔστρεψαν ‹οἱ› ἀργυρογνώμονες, ὥσπερ οὑμὸς βίος ἄνω καὶ κάτω στρεφόμενος μετὰ τῶν ψήφων ἀριθμούμενος καθαρὸν ἠχεῖ πανταχοῦ, τὸν δὲ σὸν οὐδ' εἴ τις ὑπόχαλκος ἢ κίβδηλός ἐστιν οὐκ ἄν τις ἰσχυρίσαιτο.[56] προέλθω δέ, εἰ βούλει, καὶ ἐπὶ τὰ μείζω παραδείγματα. αὕτη καὶ τείχους ἰσχύς, οὐχ ᾧ μηδεὶς προσήγαγε πολέμιος, ἀλλ' ὃ πολλὰς καὶ στρατιωτῶν καὶ μηχανημάτων προσβολὰς ἀπεκρούσατο, ὥσπερ οὑμὸς βίος πανταχόθεν προσαγόντων τῶν ὑπορυττόντων διαβολαῖς καὶ κακοηθείαις ἐστὶν ὀρθός. καὶ πλόιμος οὐκ ἐν γαλήνῃ δείκνυται. σὺ μὲν οὖν ἀπείρατος κινδύνου πολιτικοῦ καταστὰς ἄπλους, ἐγὼ δὲ πολλοὺς συκοφαντῶν ὑπέμεινα πολέμους καὶ κινδύνους καὶ ῥήτορας κατ' ἐμοῦ πνέοντας ἤνεγκα.
[57] τὰ δὲ ζῷα πῶς δοκιμάζεται; τίς ἵππον ὠνεῖται μὴ πολλοὺς ἐλάσας δρόμους οὐκ ἐν ἱππασίμοις καὶ λείοις μόνον ἀλλὰ καὶ ἐν τοῖς ἀποκρότοις καὶ πρὸς τὰ σιμὰ καὶ κατὰ πρανοῦς; αὕτη γὰρ ἵππων κρίσις. τοὺς δὲ κομιδῆ πώλους ἄγοντες εἰς τὴν ἀγορὰν πλήθουσαν καὶ τοὺς θορύβους μέσους εἰ φοβεροὶ δοκιμάζετε. οὐκ ἤχθη Κέφαλος εἰς τὴν ἀγορὰν ἐπὶ πείρᾳ βίου οὐδ' ἤκουσε θόρυβον δικαστηρίου, ἐγὼ δὲ πολλοὺς περὶ ἐμαυτοῦ δραμὼν δρόμους ἐνίκων ἅπαντας.
[58] εἰ δὲ τὸ μὴ κριθὲν προκρίνει τοῦ πεφυλοκρινημένου στεφάνου, ἆρα καὶ στρατηγὸν χαλκοῦν ἂν ἔστησεν οὐκ ἐνδύντα θώρακα καὶ οὐδ' ἰδόντα τοὺς πολεμίους; οὐδὲ Μιλτιάδης οὐδενὸς ἄξιος διὰ τὰς μάχας οὐδὲ Θεμιστοκλῆς ὁ περὶ τῶν Ἀθηνῶν ἀναρρίψας καὶ παραδοὺς ἀσταθμήτῳ στοιχείῳ τοῦ πολέμου τὴν κρίσιν οὐδὲ Θρασύβουλος ὁ Φυλὴν καταλαβὼν τετταράκοντα τοῖς πρώτοις;
[59] ἔστησα κἀγὼ τρόπαια τῶν συκοφαντῶν ἐν ἅπασι τοῖς δικαστηρίοις. πολλαχόθεν βαλλόμενος ἐγκλήμασιν ὡς ἀληθῶς αὐτὸς ὤφθην ἄτρωτος, ὡς οὔτε ὁ Αἴας, ᾧ σαυτὸν εἴκαζες, οὔτε ὁ Ἀχιλλεὺς οὔτε ὁ Καινεὺς οὔτε εἴ τις ἄλλη ‹τραυμάτων› κρείττων γενέσθαι λέγεται θνητοῦ φύσις. ὡς ἐγὼ συκοφάντου καὶ διὰ παντὸς ἰόντος φθόνου ἐστράτευμαι πάντα νικῶν. μέγα φρονεῖς, εἰ μὴ τέτρωσαι· τίς γὰρ ἐπὶ σὲ συκοφάντης ἀφῆκεν ἔγκλημα; ἄγε καὶ ἀθλητὰς εἰς τὸ πρυτανεῖον τοὺς οὐκ ἀποδύντας εἰς στάδιόν ποτε, καὶ τίς ἀνέξεται; ποῖος Γλαῦκος ὁ Καρύστιος ἢ Πολυδάμας ὁ Σκοτουσαῖος, οἳ πολλοῦ καμάτου καὶ ἱδρῶτος τοὺς στεφάνους ἐωνημένοι χαλκοῖ ἑστᾶσιν; οὐ γὰρ δεῖ πολιτείας ἀγωνιστὴν ἰδιώτῃ καὶ θεατὴν ἀθλητῇ παραβάλλειν.
[60] στάδια τῆς ἀρετῆς τῆς ἐμῆς τὰ δικαστήρια, Ἑλλανοδίκαι δὲ τούτων τῶν Ὀλυμπίων ὑμεῖς, καὶ γὰρ τούτοις τοῖς ἀθληταῖς κάθηνται δικασταί. τοῦ νικῶντος ὁ στέφανος, οὐχ ὅστις ἀναγώνιστος. ἐμὲ εἰς τὸ πρυτανεῖον ὁ νόμος καλεῖ δικαιότερον ἢ τοὺς Ὀλυμπιάδα καὶ Πυθιάδα νίκην ἀνῃρημένους. οἱ μὲν γὰρ μόνον εἰς δόξαν συναίρονται τῇ πατρίδι, τἀμὰ δὲ κηρύγματα ψηφίσματα χρηστὰ καὶ νόμοι συμφέροντες, πόροι χρημάτων, ἀπόστολοι, νῖκαι. πόσους ἡ πόλις αὕτη στεφάνους ἐκ τῶν ἐμῶν πολιτευμάτων ἠνέγκατο. οἱ δεῖνες σωθέντες, οἱ δεῖνες ἐλευθερωθέντες διὰ τὴν ἐμὴν προπέτειαν, ὡς Κεφάλῳ δοκεῖ.
[61] οὐχ οἱ δειλοὶ καὶ τρέμοντες καὶ λαγὼ βίον ὡς ἀληθῶς ζῶντες τὰ τρόπαια ἱστᾶσιν οὐδὲ τὰ κοινὰ ὀρθοῦσιν οὐδὲ δωρεῶν τυγχάνουσι, καὶ ταῦτα ἐν Ἀθήναις. εἰ μὲν γὰρ Φλιασίοις ἢ Μεγαρεῦσι συνεβούλευον, αὐτός τε οὐδὲν ἂν ἐτόλμων μέγα καὶ τοὺς πολίτας τῇ τύχῃ τὴν γνώμην μετρεῖν ἠξίουν, Ἀθηναίων δέ τις ἀξιωθεὶς προστατεῖν ἐπὶ ταὐτὸ βῆμα ἀναβαίνων, ἐφ' οὗ Μιλτιάδης τὴν ἔξοδον ἐδημηγόρει καὶ Θεμιστοκλῆς πανοικησίᾳ πλεῖν ἐπολιτεύετο καὶ Κίμων [οὐ] προῆγεν ἄχρι Παμφυλίας καὶ Περικλῆς τὴν Ἀττικὴν ἐδίδου τοῖς Πελοποννησίοις, τηλικούτων διάδοχος ῥητόρων οὐ κληρονομήσει τὸ φρόνημα μετὰ τοῦ βήματος;
[62] ἀλλὰ τί πράξει; ὡς Κέφαλος, εὐλαβηθήσεται τοὺς βασκάνους καὶ τῶν αἰτιῶν τὰς σκιὰς φοβηθήσεται; μιμήσεται τὴν σὴν ἄνανδρον πολιτείαν; οὐκ ἐγώ. περὶ πρωτείων ἀεὶ πολιτεύομαι. ‹ὑπὲρ› δόξης ‹καὶ› ἡγεμονίας οὐδένα κίνδυνον ἐξίσταμαι. διὰ τοῦτ' ἀεὶ κρίνομαι, οὐ ζητῶ γὰρ ὅ τι λεχθὲν οὐχ ἕξει κατηγορίαν, ἀλλ' ὅ τι πᾶσαν αὐξήσει τὴν πόλιν καὶ ποιήσει φθονεῖσθαι τὸν μὲν δῆμον παρὰ τοῖς Ἕλλησι, παρὰ δὲ ὑμῖν ἐμέ, οὐ πρὸς ἐμαυτὸν σκοπῶν τὰ λεκτέα καὶ τὰ μή, πρὸς δὲ τὸ κοινὸν τῶν Ἀθηναίων ἀξίωμα.
[63] τοῦτο μέτρον εἶναι χρὴ τῶν πολιτευμάτων, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ οἱ τῶν δραμάτων ὑποκριταὶ συναρμόττονται τοῖς προσώποις καὶ στρατηγὸς καὶ τύραννός τις ἐξαίφνης ἐγένετο, οὕτω καὶ τὸν δημαγωγὸν τὸ τοῦ δήμου πρόσωπον φέρειν δεῖ πρὸς τὸ χρῆσθαι τῇ φωνῇ. ποῖός τις οὖν ὁ δῆμος οὗ τὰς ῥήσεις δεδιδάγμεθα; οὐκ εὐλαβὴς οὐδὲ ἄτολμος οὐδ' ὅθεν μηδεὶς κίνδυνος ἐπιστήσεται, τούτοις ἐπιχειρῶν. εἰ γάρ, ὡς σὺ παρὰ τούτοις, οὕτως ὁ δῆμος παρὰ τοῖς Ἕλλησιν ἐπολιτεύετο, οὐκ ἂν σεμνότερος ἦν τῶν Μεγαρέων, ἔτι καὶ νῦν ἂν ὑπ' Αἰγινητῶν ἐκ θαλάττης εἴργετο. νῦν δὲ παραβαλλόμενος καὶ διαποντίους ἀναιρούμενος πολέμους καίτοι μὴ πάντα νικῶν τοῖς κινδύνοις τὸ πρωτεῖον ἐκτήσατο.
[64] πᾶσα γῆ καὶ θάλαττα τοῦ δήμου τὰ δικαστήρια, ἐν οἷς βασιλεῖ μὲν τῶν Περσῶν περὶ τῆς Ἑλλάδος, ὕστερον δὲ καὶ τῆς Ἀσίας ἐδικάζετο, Λακεδαιμονίοις δὲ καὶ τὰ τελευταῖα Θηβαίοις περὶ τῆς ἡγεμονίας. τίνας ἀντιδίκους οὐκ ἐπεσπάσατο μηδεμίαν κατηγορίαν ἄλογον εὐλαβηθείς; καὶ γὰρ ὁμοίως ἐμοὶ κέκριται πολλάκις ἐν Λακεδαίμονι Κορινθίων κατηγορούντων. ἐν τοῖς Ἕλλησι πᾶσι πάλιν Θηβαίων συκοφαντούντων ἠνέχθη καὶ περὶ τῶν Ἀθηναίων ‹τῆς πόλεως› ψῆφος ὡς περὶ ἐμοῦ, καὶ διαφυγοῦσα τὰς αἰτίας τὰς τιμὰς ἀπηνέγκατο, τὴν αὐτονομίαν, τὰ τείχη, τὴν θάλατταν. καὶ γὰρ τῆς πολεμικῆς δυνάμεως οὐ τὴν πεζικὴν εἵλετο, ᾗ πλέον ὑπάρχει τὸ βέβαιον εἰς ἀσφάλειαν, ἀλλὰ τοὺς ἐν τῇ θαλάττῃ κινδύνους, ὡς τῶν μειζόνων ἐν τῷ κατορθοῦν ἀγαθῶν αἰτίους. ὤνιοι γὰρ τῶν κινδύνων εἰσὶν αἱ τιμαὶ καὶ ἀνδρὶ καὶ δήμῳ.
[65] Τοιαύτης οὖν πόλεως ἐγὼ προεστηκὼς οὐκ ἂν μιμησαίμην τὸ κοινὸν δραστήριον, τὰ δὲ σὰ μελλήματα; καὶ Νικίας μέν, ὃν ἐπῄνεις σύ, καίτοι πάντα μέλλειν δοκῶν, ἔλεγεν, ἔπραττεν, ἐστρατήγει, παρετάττετο, ἐγὼ δὲ δείσειν ἔμελλον τὰς τῶν συκοφαντούντων μάχας; οὔτ' ἔμπορος ἢ ναύκληρος ὢν ἐφοβούμην ‹ἂν› τὸν ψόφον τῶν κυμάτων, οἷς συζῆν ἀναγκαῖον ἦν, οὔτε δημηγόρου δεδιέναι ψόφον ἐγκλημάτων, ἃ φύσει παρακολουθεῖ τοῖς λέγουσιν. ἁλῶναί ποτε βέλτιον ὁμόσε χωροῦντα ταῖς αἰτίαις ἢ τοῦτο δεδοικότα μὴ παρρησιάζεσθαι.
[66]
εἰ δὲ βούλει καὶ τὴν ἀσφάλειαν σκοπεῖν ἐν αὐτοῖς τοῖς κινδύνοις, ὅρα, τίς ἢ πόλεμος οὐκ ἀναγκαῖος ἠλέγχθη μοι πεπολιτευμένος ἢ στόλος ἄκαιρος ἢ νόμος ἄχρηστος; οὔ φασιν οἱ τὰς ἐμὰς γνώμας ἐπιψηφίσαντες.[67]
Εἰ δὲ μηδὲν ἁμαρτὼν ἐν αἰτίαις ἐγενόμην, ἐκρίθησαν καὶ θεοί, Ἄρης ἐπὶ Ἁλιρροθίῳ καὶ τὴν νίκην οὐκ ὀνειδίζεται, Εὐμενίδες δὲ καὶ τὴν ἧτταν ἠνέγκαντο ὑπ' ἀνδρὸς θεαὶ καὶ ὑπ' Ὀρέστου νενικημέναι. πόσας Ἡρακλῆς ἀνδρίας ὑπέσχε κρίσεις δικάζοντος Εὐρυσθέως· εἰ δὲ μὴ τοὺς πολλοὺς κινδύνους ἤνυσεν, οὐκ ἂν τὸ τῆς ἀθανασίας ἆθλον ἠνέγκατο. οὐκ ἂν θεὸς ἦν ὁ Διόνυσος μὴ κριθεὶς τῷ πατρῴῳ πυρί. ἀλλ' οὐδ' αὐτὸς ἄκριτος βασιλεύει τῶν ὅλων ὁ Ζεύς, πρὸς Τιτᾶνας δὲ διεκρίθη καὶ Γίγαντας. ὦ Πολιὰς Ἀθηνᾶ, παρὰ θεῶν ἐξαίρετον ἔχουσα τὴν Ἀττικήν, οὐδὲ σὺ ταύτην πρὸ δίκης εὗρες τὴν δωρεάν. ἐκάθισεν Ἀθηναῖος καὶ σοὶ δικαστής, μετὰ τὴν Κέκροπος ψῆφον ἐστεφανώθης καὶ σὺ τῷ θαλλῷ.
[68] Σεμνύνομαι δὲ κἀγὼ μετ' Ἄρην κρινόμενος, μετ' Εὐμενίδας οὐχ ἡττώμενος, μεθ' Ἡρακλέα δοκιμαζόμενος, μετὰ τὸν Δία, μετὰ τὴν Ἀθηνᾶν. ἐν τοῖς Κεκροπίδαις ἕπεταί μοι τὸ ἀνάδημα τοῦ θαλλοῦ τῷ πάντα νικῶντι, τὸ νικητήριον τῆς θεοῦ.