[62]
Στίχος ἐστὶ ποσὸν μέγεθος μέτρου, ὅπερ οὔτε ἔλαττόν ἐστι τριῶν συζυγιῶν οὔτε μεῖζον τεσσάρων. τὸ [63] δὲ ἔλαττον ὂν τριῶν συζυγιῶν, ἐὰν μὲν πλήρεις ἔχῃ τὰς συζυγίας, ἀκατάληκτόν ἐστι καὶ καλεῖται κῶλον, ἐὰν δέ τι ἐλλείπῃ, κόμμα.
Σύστημα δέ ἐστι μέτρων συναγωγή, ἤτοι δύο ἢ πλειόνων, ἢ ὁμοίων ἢ ἀνομοίων· ἀνομοίων μέν, ὡς τὰ ἐλεγεῖα [ἑξαμέτρου γάρ ἐστι πρὸς πεντάμετρον κοινωνία·] καὶ οἱ ἐπῳδοί· τὸ δὲ ἐξ ὁμοίων, ὡς τὸ δεύτερον Σαπφοῦς, ὡς προϊόντες δείξομεν.
Ὄντων δὴ τούτων τῶν ἀνωτάτω γενῶν, κατὰ τὴν τούτων μεῖξιν ὑφίσταται τά τε μεικτὰ γενικὰ προσαγορευόμενα καὶ τὰ κοινὰ [συστηματικά].
Καὶ μικτὰ μὲν γενικά, ὡς αἱ τραγῳδίαι καὶ αἱ παλαιαὶ κωμῳδίαι· μέρος μὲν γὰρ τούτων γέγραπται κατὰ στίχον, μέρος δὲ κατὰ σύστημα.
Κοινὰ δὲ [συστηματικά], ἅπερ καὶ ὁ κατὰ στίχον γεγράφθαι φάσκων ὑγιῶς ἂν λέγοι καὶ ὁ κατὰ σύστημα, ὡς τὸ δεύτερον καὶ τρίτον Σαπφοῦς. διὰ μὲν γὰρ τὸ ἐν τοῖς παλαιοῖς ἀντιγράφοις κατὰ δύο ὁρᾶν παραγεγραμμένον ἕκαστον ᾆσμα, καὶ ἔτι διὰ τὸ μηδὲν εὑρίσκεσθαι ἀριθμοῦ περιττοῦ, κατὰ συστήματα νομίζομεν αὐτὰ γεγράφθαι· πάλιν δέ, τῷ ὅμοιον ἑκάτερον εἶναι τῶν ἐν τῇ δυάδι στίχων, καὶ τῷ δύνασθαι τὴν ποιήτριαν κατὰ τύχην τινὰ ἀρτίου πάντα ἀριθμοῦ πεποιηκέναι, φαίη τις ἂν κατὰ στίχον αὐτὰ γεγράφθαι.
Δεδειγμένου δὲ ἡμῖν τί τέ ἐστι στίχος, καὶ τί [64] κόμμα καὶ τί κῶλον καὶ τί σύστημα, ὅμως παρέντες ἡμεῖς τὴν τοιαύτην ἀκριβολογίαν καὶ ταῦτα, καίπερ κατὰ κόμμα γεγραμμένα, κατὰ στίχον γεγράφθαι φαμέν· (Callim. 118)
ἡ παῖς ἡ κατάκλειστος,
τὴν οἵ φασι τεκόντες
εὐναίους ὀαρισμοὺς
ἔχθειν ἶσον ὀλέθρῳ.
Τῶν δὲ κατὰ στίχον τὰ μέν ἐστι μικτά, τὰ δὲ οὔ.
Καὶ μικτὰ μέν, ὡς αἱ Μενάνδρου κωμῳδίαι· πῆ μὲν γὰρ τετράμετρα ἐν τῷ αὐτῷ ποιήματι, πῆ δὲ τρίμετρα εὑρίσκεται· τὰ δὲ ἄμικτα, ὡς αἱ Ὁμήρου ῥαψῳδίαι.
Τῶν δὲ κατὰ συστήματα γεγραμμένων τὰ μέν ἐστι κατὰ σχέσιν, τὰ δὲ ἀπολελυμένα, τὰ δὲ μετρικὰ ἄτακτα, τὰ δὲ ἐξ ὁμοίων, τὰ δὲ μικτὰ συστηματικά, τὰ δὲ κοινὰ συστηματικά· περὶ ὧν ἐροῦμεν.
Κατὰ σχέσιν μὲν οὖν ἐστι, ἃ δουλεύων ἀνταποδόσει καὶ ἀνακυκλήσει ὁ ποιητὴς γράφει.
Ἀπολελυμένα δέ, ἃ εἰκῆ γέγραπται καὶ ἄνευ μέτρου [65] ὡρισμένου, οἷοί εἰσιν οἱ νόμοι οἱ κιθαρῳδικοὶ Τιμοθέου.
Μετρικὰ δὲ ἄτακτά ἐστιν, ἅπερ μέτρῳ μὲν γέγραπταί τινι, οὔτε δὲ ὁμοιότητα ἔχει πρὸς ἄλληλα οὔτε ἀνακύκλησιν, οἷόν ἐστι τὸ Σιμωνίδου ἐπίγραμμα (188) Ἴσθμια δίς, Νεμέᾳ δίς, Ὀλυμπίᾳ ἐστεφανώθην,
οὐ πλάτεϊ νικῶν σώματος, ἀλλὰ τέχνᾳ,
Ἀριστόδαμος Θράσυος Ἀλεῖος πάλᾳ.
τοιοῦτός ἐστι καὶ ὁ Μαργίτης Ὁμήρου· οὐ γὰρ τεταγμένῳ ἀριθμῷ ἐπῶν τὸ ἰαμβικὸν ἐπιφέρεται.
Ἐξ ὁμοίων δέ ἐστιν, ἅπερ ὑπὸ ποδὸς ἢ συζυγίας ἢ περιόδου καταμετρεῖται ἄνευ ἀριθμοῦ τινὸς ὡρισμένου· ὡς ἐὰν τεταγμένος ἀριθμὸς ᾖ, οὐκ ἔστιν ἐξ ὁμοίων, ἀλλὰ κατὰ σχέσιν, ὡς ἐν τῷ παρ' Ἀλκαίῳ ᾄσματι (59), οὗ ἡ ἀρχή
ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν.
ἄπειρος μὲν γάρ τις ὢν φήσειεν ἂν αὐτὸ ἐξ ὁμοίων εἶναι, ἐξ ἰωνικῆς ἀπ' ἐλάσσονος συζυγίας καταμετρούμενον, ἡμεῖς δέ, ἐπεὶ κατὰ δέκα ὁρῶμεν αὐτὸ συζυγίας καταμετρούμενον, κατὰ σχέσιν αὐτὸ γεγράφθαι φαμέν. διόπερ καὶ τὰ μονοστροφικὰ ᾄσματα δέκα ὄντα συζυγιῶν οὕτω πεποιῆσθαι νομίζομεν. Ἔστι δέ τινα [66] καὶ ἐξ ὁμοίων πεποιημένα, οἷον τὰ Ἑρμείου, παιωνικὰ ὄντα,
ἐπτά μοι δὶς τριάκοντα βασιλεὺς σχεδόν καὶ τὰ ἑξῆς.
[Ὑπολείπεται δὲ ἡμῖν περί τε τῶν μικτῶν συστηματικῶν εἰπεῖν καὶ τῶν κοινῶν συστηματικῶν. λέγομεν τοίνυν ὅτι μικτὰ μέν ἐστι συστηματικά, ὥσπερ εἴ τις τὴν πρώτην ᾠδὴν ἐν τῷ πρώτῳ Ἀλκαίου καὶ τὴν δευτέραν συνάψειε, συστηματικῆς οὔσης αὐτῶν ἑκατέρας.]
Κοινὰ δέ ἐστι συστηματικὰ τὰ δύο εἴδεσιν ὑποπεπτωκότα, οἷον συμβέβηκεν ἐπὶ τοῦ (Alc. 59)
ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν· ἄπειρος μὲν γὰρ ὤν τις τῆς τοῦ ποιητοῦ προθέσεως ἐξ ὁμοίων φήσειεν ἂν εἶναι τὸ ᾆσμα, ὁ δὲ ἔμπειρος κατὰ σχέσιν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν ἐπεδείξαμεν.
Τῶν δὲ κατὰ σχέσιν τὰ μέν ἐστι μονοστροφικά, τὰ δὲ ἐπῳδικά, τὰ δὲ κατὰ περικοπὴν ἀνομοιομερῆ, τὰ δὲ ἀντιθετικά, τὰ δὲ μικτὰ κατὰ σχέσιν, τὰ δὲ κοινὰ κατὰ σχέσιν.
Μονοστροφικὰ μὲν οὖν εἰσὶν ὁπόσα ὑπὸ μιᾶς στροφῆς καταμετρεῖται, καθάπερ τὰ Ἀλκαίου καὶ τὰ Σαπφοῦς καὶ ἔτι τὰ Ἀνακρέοντος.
Ἐπῳδικὰ δέ ἐστιν, ἐν οἷς συστήμασιν ὁμοίοις ἀνόμοιόν [67] τι ἐπιφέρεται. δηλονότι ἐπ' ἔλαττον μὲν τοῦ τῶν τριῶν ἀριθμοῦ οὐκ ἂν γένοιτό τι τοιοῦτον, ἐπὶ πλεῖον δὲ οὐδὲν αὐτὸ κωλύει ἐκτείνεσθαι· γίνεται γὰρ ὥσπερ τριὰς ἐπῳδική, οὕτω καὶ τετρὰς καὶ πεντὰς καὶ ἐπὶ πλεῖον.
Τοῦ δὲ ἐπῳδικοῦ γένους τὰ μέν ἐστιν ὁμωνύμως αὐτῷ καλούμενα ἐπῳδικά, τὰ δὲ προῳδικά, τὰ δὲ μεσῳδικά, τὰ δὲ περιῳδικά, τὰ δὲ παλινῳδικά.
Ἐπῳδικὰ μὲν οὖν ἐστιν, ἐν οἷς ὁμοίοις ἀνόμοιόν τι ἐπιφέρεται, ὡς τά γε πλεῖστα Πινδάρου καὶ Σιμωνίδου πεποίηται.
Προῳδικὰ δέ ἐστιν, ἐν οἷς τὸ ἀνόμοιον προτέτακται τῶν ὁμοίων.
Μεσῳδικὰ δὲ ἐν οἷς περιέχει μὲν τὰ ὅμοια, μέσον δὲ τὸ ἀνόμοιον τέτακται.
Παλινῳδικὰ δὲ ἐν οἷς τὰ μὲν περιέχοντα ἀλλήλοις ἐστὶν ὅμοια, ἀνόμοια δὲ τοῖς περιεχομένοις· τὰ δὲ περιεχόμενα ἀλλήλοις μὲν ὅμοιά ἐστιν, ἀνόμοια δὲ τοῖς περιέχουσι.
Περιῳδικὰ δέ, ἐν οἷς τὰ μὲν περιεχόμενα ἀλλήλοις ἐστὶν ὅμοια, τὰ δὲ περιέχοντα οὔτε ἀλλήλοις οὔτε τοῖς περιεχομένοις.
[68] Κατὰ περικοπὴν δέ ἐστιν ἀνομοιομερῆ, ὁπόταν ἐκθέμενος ὁ ποιητὴς ὁπόσα δήποτε συστήματα διάφορα ἐπαγάγῃ ἐκ τῶν αὐτῶν συστημάτων συνεστῶσαν περικοπήν, ὥστε τὰ μὲν ἐν ἑκατέρᾳ ἢ ἑκάστῃ περικοπῇ συστήματα ἀνόμοια εἶναι ἀλλήλοις, τὰς δὲ περικοπὰς ἀμφοτέρας ἀλλήλαις ὁμοίας ἢ πάσας.
Ἀντιθετικὰ δέ ἐστιν, ὁπόταν ὁ ποιητὴς γράφῃ ὁπόσα δήποτε κῶλα [ὡς] ἀνόμοια καὶ ὡς βούλεται, εἶτα τούτων ἀνταποδῷ τῷ μὲν τελευταίῳ τὸ πρῶτον, τῷ δὲ δευτέρῳ ἀπὸ τέλους τὸ δεύτερον, καὶ οὕτω πάντα κατὰ τὸν αὐτὸν λόγον. τοῦτο δὲ τὸ εἶδος παρὰ μὲν τοῖς παλαιοῖς σπανιώτατόν ἐστι, παρὰ δὲ Σιμίᾳ τῷ Ῥοδίῳ ἐστὶν οὕτω πεποιημένα ἐν τῷ ἐπιγραφομένῳ Ὠιῷ.
Μικτὸν δέ ἐστι κατὰ σχέσιν ποίημα, ἐν ᾧ ἐστι μέρη τινά, ἅπερ ἔφαμεν εἶναι τοῦ κατὰ σχέσιν εἴδη, οἷον λόγου χάριν τό τε ἐπῳδικὸν καὶ τὸ μεσῳδικόν.
Κοινὸν δέ ἐστι κατὰ σχέσιν τὸ δύο [συστήμασιν] ὑποπεπτωκός, καθάπερ τὸ πρῶτον Ἀνακρέοντος ᾆσμα (1)
γουνοῦμαί σ', ἐλαφηβόλε, ξανθὴ παῖ Διός, ἀγρίων
δέσποιν' Ἄρτεμι θηρῶν
καὶ τὰ ἑξῆς. κατὰ μὲν γὰρ τὴν νῦν ἔκδοσιν ὀκτάκωλός ἐστιν ἡ στροφή, καὶ τὸ ᾆσμά ἐστι μονοστροφικόν. δύναται δὲ καὶ ἑτέρως διαιρεῖσθαι εἴς τε τριάδα καὶ πεντάδα ἡ στροφή, ὥστε Φερεκράτειον εἶναι τὸ τελευταῖον [69] τοῦ συστήματος τοῦ ἐκ τῶν τριῶν κώλων καὶ τῶν πέντε.
Δεδειγμένου δὲ ἡμῖν τίνα ἐστὶ τὰ ἀπολελυμένα, φαμὲν εἴδη τούτων εἶναι τά τε ἄστροφα καὶ τὰ ἀνομοιόστροφα καὶ ἄτμητα.
Ἄστροφα μὲν οὖν ἐστι τὰ τηλικούτου μεγέθους ὄντα [ἐπ' ἐλάχιστον], ὡς μηδὲ στροφῆς ὅλης εἶναι αὐτὰ ὑπονοητικά.
Ἀνομοιόστροφα δέ ἐστιν, ὅσα πάντως διαιρεῖται ἢ κατὰ πρόσωπον ἀμοιβαῖον ἢ χοροῦ πρὸς ὑποκριτὴν ἀπόκρισιν ἢ κατὰ ἐφύμνιον ἢ κατὰ ἐπῳδὸν ἢ κατ' ἄλλο τι ἀναφώνημα. διαιρεῖται δὲ ἤτοι εἰς δύο ἢ εἰς πλείω· ἐὰν μὲν οὖν εἰς δύο διαιρεθῇ, καλεῖται ἑτερόστροφον, ἐὰν δὲ εἰς πλείονα, ἀλλοιόστροφον.
Ἄτμητα δέ ἐστι τὰ τηλικαῦτα, ὥστε δύνασθαι μὲν τέμνεσθαι, μὴ μέντοι τι τεκμήριον ὑπάρχειν τοῦ τὸν ποιητὴν αὐτὰ τετμηκέναι, μήτε βραχυκαταληξίαν μήτε τι ἕτερον τῶν διοριζόντων τὰ ποιήματα, οἷον ἐφύμνιον ἢ ἀναφώνημα.
Τῶν δὲ ἐξ ὁμοίων τὰ μέν ἐστιν ἀπεριόριστα, τὰ δὲ κατὰ περιορισμοὺς ἀνίσους.
Ἀπεριόριστα μέν, ὁπόσα ὑπὸ τοῦ αὐτοῦ ποδὸς ἢ τῆς αὐτῆς συζυγίας καταμετρούμενα ἢ περιόδου περιγραφὴν [70] οὐδεμίαν ἔχει μεταξύ, ἀλλὰ μέχρι τῆς τελευταίας ὅμοιά ἐστι.
Κατὰ περιορισμοὺς δὲ ἀνίσους ἐστίν, ὁπόσα ἐξ ὁμοίων συνεστῶτα ἔχει κατάληξιν ἢ βραχυκαταληξίαν μεταξύ, οὐ μέντοι ἴσοις μεγέθεσι ταύτην ἐπιζευγνυμένην ἀεί, οἷα μάλιστα φιλεῖ γίνεσθαι ἐν ταῖς παρόδοις τῶν χορῶν· ἐκεῖ γὰρ μετὰ δέκα ἀναπαιστικά, λόγου χάριν, καὶ κατάληξιν ἐπάγουσιν εὐθὺς ὅμοια μὲν καὶ ἀναπαιστικά, οὐ μέντοι τῶν ἴσων συζυγιῶν.
Ἔστι δέ τινα ἐν τοῖς ποιήμασι καὶ τὰ καλούμενα ἐφύμνια, ἅπερ ταύτης τῆς προσηγορίας τετύχηκεν, ἐπειδὴ καὶ ἐφύμνιόν τι εἰώθασιν ἐπάγειν οἱ ποιηταὶ ταῖς στροφαῖς, οἷά ἐστι καὶ τὰ τοιαῦτα
Ἰήϊε παιάν. καὶ
ὦ διθύραμβε. Ὅταν δὲ τὸ ἐφύμνιον μὴ μετὰ στροφὴν ἀλλὰ μετὰ στίχον κέηται περιλαμβανόμενον ἄλλῳ στίχῳ, μεσύμνιον καλεῖται [τὸ ποίημα], οἷόν ἐστι τὸ παρὰ Σαπφοῖ (91) ἴψοι δὴ τὸ μέλαθρον ἀείρετε τέκτονες ἄνδρες,
Ὑμήναον, γαμβρὸς ἔρχεται ἶσος Ἄρευι.
[71] Εἰσὶ δὲ ἐν τοῖς ποιήμασι καὶ οἱ ἀρρενικῶς οὕτω καλούμενοι ἐπῳδοί, ὅταν μεγάλῳ στίχῳ περιττόν τι ἐπιφέρηται, οἷον (Arch. 94) πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε;
τίς σὰς παρήειρε φρένας;
καὶ ἔτι (Arch. 104) εὖτε πρὸς ἄεθλα δῆμος ἠθροΐζετο,
ἐν δὲ Βατουσιάδης.
Ὅταν δὲ ἔμπαλιν ἡ τάξις ᾖ, προῳδὸς καλεῖται, ὡς παρὰ Ἀνακρέοντι (19)
ἀρθεὶς δηῦτ' ἀπὸ Λευκάδος πέτρης, εἰς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι.
Ὥσπερ δὲ ταῦτα εὑρίσκεται, οὕτω γένοιντο ἄν τινες καὶ μεσῳδοί, ὅταν περιέχῃ μὲν τὰ μείζω, μεταξὺ δὲ τὸ μεῖον ᾖ τεταγμένον.
Ἔστι δέ τινα καὶ τὰ καλούμενα ἐπιφθεγματικά, ἃ διαφέρει ταύτῃ τῶν ἐφυμνίων, ὅτι τὰ μὲν [ἐφύμνια] καὶ πρὸς νοῦν συντελεῖ τι, τὰ δὲ [ἐπιφθεγματικὰ] ἐκ περιττοῦ ὡς πρὸς τὸ λεγόμενον τῇ στροφῇ πρόσκειται· οἷον τὸ Βακχυλίδου (25) ἦ καλὸς Θεόκριτος, οὐ μόνος ἀνθρώπων ὁρᾷς, [72] καὶ πάλιν παρὰ τῷ αὐτῷ Βακχυλίδῃ (26)
σὺ δ' ἐν χιτῶνι μούνῳ παρὰ τὴν φίλην γυναῖκα
φεύγεις.
Ὅταν μὲν οὖν βραχέα ᾖ τὰ ἐπιφθεγματικά, τοῦτο πρόσεστιν αὐτοῖς ὄνομα· ἐὰν δὲ καὶ τηλικαῦτα, ὥστε στροφὴν ἐκπληροῦν, καὶ προτετάχθαι μὲν τὴν τοῦ ποιητοῦ στροφήν, ἐπεζεῦχθαι δὲ τὴν τῶν ἐπιφθεγματικῶν, εἶτα πάλιν τὰ ἴσα κατὰ τὸν αὐτὸν λόγον, ἔσται τὸ τοιοῦτον σύστημα κατὰ περικοπὴν ἀνομοιομερές.
Ἔστι δέ τις ἐν ταῖς κωμῳδίαις καὶ ἡ καλουμένη παράβασις, ἥτις ἐὰν τελεία γράφηται, ἐστὶν αὐτῆς εἴδη ἑπτά. Καλεῖται δὲ παράβασις, ἐπειδὴ εἰσελθόντες εἰς τὸ θέατρον καὶ ἀντιπρόσωποι ἀλλήλοις στάντες οἱ χορευταὶ παρέβαινον καὶ εἰς τὸ θέατρον ἀποβλέποντες ἔλεγόν τινα.
Τὰ δὲ εἴδη τῆς παραβάσεώς ἐστι ταῦτα· κομμάτιον, ὃ καὶ παρὰ τοῖς παλαιοῖς ποιηταῖς ὠνομάσθη· φησὶ γὰρ ὁ Εὔπολις (362) εἰωθὸς τὸ κομμάτιον τοῦτο· [73] δεύτερον δὲ εἶδός ἐστιν ἡ ὁμωνύμως τῷ γένει καλουμένη παράβασις· καὶ τρίτον τὸ μακρὸν προσαγορευόμενον, ὃ καί φαμεν εἶναι ἐπιμηκέστερον· οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ ἀπνευστὶ λέγεσθαι ἐδόκει εἶναι μακρότερον. ‑ Ταῦτα μὲν οὖν ἐστιν ἀπολελυμένα. ἕτερα δέ ἐστι τὰ κατὰ σχέσιν γεγραμμένα, τό τε μέλος καὶ τὸ ἐπίρρημα, ὅπερ ὡς ἐπὶ τὸ πλεῖστον ἑκκαίδεκα ἦν στίχων, καὶ τὸ τῷ μέλει ἀντίστροφον καὶ τὸ καλούμενον ἀντεπίρρημα, ὅπερ ἦν τῶν ἴσων κώλων τῷ ἐπιρρήματι.