1
Ἄγε μοι, ψυχά,
ἱεροῖς ὕμνοις
ἐπιβαλλομένα,
ὑληγενέας
5εὔνασον οἴστρους,
θώρησσε δὲ νοῦ
ζαμενεῖς ὁρμάς.
Βασιλῆϊ θεῶν
πλέκομεν στέφανον,
10θύμ' ἀναίμακτον,
ἐπέων λοιβάς.
Σὲ μὲν ἐν πελάγει,
σὲ δ' ὑπὲρ νάσων,
σὲ δ' ἐν ἀπείροις,
15ἐπί τε πτολίων,
κραναῶν τ' ὀρέων,
καὶ κατὰ κλεινῶν
ὁπόταν πεδίων
στάσω διδύμους
20γυίων ταρσούς,
σέ, μάκαρ, μέλπω,
κόσμου γενέτα.
Σοὶ νύξ με φέρει
τὸν ἀοιδόν, ἄναξ·
25σοὶ δ' ἁμερίους,
σοὶ δ' ἀῴους,
σοὶ δ' ἑσπερίους
ὕμνους ἀνάγω·
ἴστορες αὐγαὶ
30πολιῶν ἄστρων
μάνας τε δρόμοι
καὶ μέγας ἴστωρ
ἅλιος, ἁγνῶν
ἄστρων πρύτανις,
35ὁσιᾶν ψυχᾶν
ἅγιος ταμίας,
ἐπὶ σὰς αὐλάς,
ἐπὶ σοὺς κόλπους
τὸν ἀποστρόφιον
40ταναᾶς ὕλας
†ταρσὸν †
ἐλαφριζουσᾶν,
χαίρων ἵνα σου
προμολὰν ἱκόμαν.
Νῦν ἐπὶ σεμνᾶς
45τελετηφορίας
σηκοὺς ἁγίους
ἱκέτας ἔμολον·
νῦν ἐπὶ κλεινῶν
κορυφὰν ὀρέων
50ἱκέτας ἔμολον·
νῦν ἐς ἐρήμας
αὐλῶνα μέγαν
Λιβύας ἔμολον,
πέζαν νοτίαν,
55τὰν οὔτ' ἄθεον
πνεῦμα μολύνει,
οὔτε χαράσσει
ἴχνος ἀνθρώπων
ἀστυμερίμνων,
60ἵνα σοι ψυχὰ
καθαρὰ παθέων,
λύσασα πόθους,
λήξασα πόνων,
λήξασα γόων,
65θυμῶν, ἐρίδων,
ὅσα κηριτρεφῆ
ἀποσεισαμένα,
καθαρᾷ γλώσσᾳ
γνώμᾳ θ' ὁσίᾳ
70τὸν ὀφειλόμενον
ὕμνον ἀποίσει.
Εὐφαμείτω
αἰθὴρ καὶ γᾶ·
στάτω πόντος,
75στάτω δ' ἀήρ·
λήγετε πνοιαὶ
βαλίων ἀνέμων·
λήγετε ῥιπαὶ
γυρῶν ῥοθίων,
80ποταμῶν προχοαί,
κρανααὶ λιβάδες·
ἐχέτω σιγὰ
κόσμου λαγόνας,
ἱερευομένων
85ἁγίων ὕμνων.
δύτω κατὰ γᾶς
ὀφίων συρμός·
δύτω κατὰ γᾶς
καὶ πτανὸς ὄφις,
90δαίμων ὕλας,
νεφέλα ψυχᾶς,
εἰδωλοχαρεῖς
εὐχαῖς σκύλακας
ἐπιθωΰσσων.
95Σύ, πάτερ, σύ, μάκαρ,
σὺ ψυχοβόρους
ἀπέρυκε κύνας
ψυχᾶς ἀπ' ἐμᾶς,
εὐχᾶς ἀπ' ἐμᾶς,
100ζωᾶς ἀπ' ἐμᾶς,
ἔργων ἀπ' ἐμῶν.
ἁ δ' ἁμετέρα
πραπίδων λοιβὰ
σοῖς ἐριτίμοις
105μελέτω προπόλοις,
πορθμεῦσι σοφοῖς
ἁγίων ὕμνων.
Ἤδη φέρομαι
ἐπὶ βαλβῖδας
110ἱερῶν ἐπέων·
ἤδη καναχεῖ
ὀμφὰ περὶ νοῦν.
μάκαρ, ἵλαθί μοι,
πάτερ, ἵλαθί μοι,
115εἰ παρὰ κόσμον,
εἰ παρὰ μοῖραν
τῶν σῶν ἔθιγον.
Τίνος ὄμμα σοφόν,
τίνος ὄμμα πολύ,
120ταῖς σαῖς στεροπαῖς
ἀνακοπτόμενον,
οὐ καταμύσει;
ἀτενὲς δὲ δρακεῖν
ἐπὶ σοὺς πυρσοὺς
125θέμις οὐδὲ θεοῖς·
πίπτων δὲ νόος
ἀπὸ σᾶς σκοπιᾶς
τὰ πέλας σαίνει,
ἀκίχητα κιχεῖν
130ἐπιβαλλόμενος,
προσιδεῖν αἴγλαν
ἀκάμαντι βυθῷ
ἀμαρυσσομέναν.
ἀβάτω δ' ἀποβὰς
135ἐπὶ πρωτοφαὲς
εἶδος ἐρείδει
ὄμματος ὁλκάν·
ὅθεν αἰνύμενος
ἐπὶ σοὺς ὕμνους
140ἄνθεα φωτός,
ἀοριστοῖσαν
ἀνέπαυσε βολάν,
τὰ σὰ σοὶ πάλι δούς.
Τί γὰρ οὐ σόν, ἄναξ;
145Πατέρων πάντων
πάτερ αὐτοπάτωρ,
προπάτωρ ἀπάτωρ,
υἱὲ σεαυτοῦ,
ἓν ἑνὸς πρότερον,
150ὄντων σπέρμα,
πάντων κέντρον,
προανούσιε νοῦ,
κόσμων ῥίζα
τῶν ἀρχεγόνων,
155ἀμφιφαὲς φῶς,
ἀτρέκεια σοφά,
παγὰ σοφίας,
κεκαλυμμένε νοῦ
ἰδίαις αὐγαῖς,
160ὄμμα σεαυτοῦ,
πρηστηροκράτωρ,
αἰωνοτόκε,
αἰωνόβιε,
ἐπέκεινα θεῶν,
165ἐπέκεινα νόων,
θάτερα νωμῶν,
νοερητόκε νοῦ,
ὀχετηγὲ θεῶν,
πνευματοεργὲ
170καὶ ψυχοτρόφε,
παγὰ παγῶν,
ἀρχῶν ἀρχά,
ῥιζῶν ῥίζα,
μονὰς εἶ μονάδων,
175ἀριθμῶν ἀριθμός,
μονὰς ἠδ' ἀριθμός,
νοῦς καὶ νοερός,
καὶ τὸ νοητόν,
καὶ πρὸ νοητοῦ,
180ἓν καὶ πάντα,
ἓν διὰ πάντων,
ἕν τε πρὸ πάντων,
σπέρμα τὸ πάντων,
ῥίζα καὶ ὄρπαξ,
185φύσις ἐν νοεροῖς,
θῆλυ καὶ ἄρρην.
Μύστας δὲ νόος
τά τε καὶ τὰ λέγει,
βυθὸν ἄρρητον
190ἀμφιχορεύων.
Σὺ τὸ τίκτον ἔφυς,
σὺ τὸ τικτόμενον,
σὺ τὸ φωτίζον,
σὺ τὸ λαμπόμενον,
195σὺ τὸ φαινόμενον,
σὺ τὸ κρυπτόμενον,
φῶς κρυπτόμενον
ἰδίαις αὐγαῖς,
ἓν καὶ πάντα,
200ἓν καθ' ἑαυτὸ
καὶ διὰ πάντων.
σὺ γὰρ ἐξεχύθης,
ἀρρητοτόκε,
ἵνα παῖδα τέκῃς,
205κλεινὰν σοφίαν
δημιοεργόν·
προχυθεὶς δὲ μένεις
ἀτόμοισι τομαῖς
μαιευόμενος.
210 Ὑμνῶ σε, μονάς,
ὑμνῶ σε, τριάς·
μονὰς εἶ τριὰς ὤν,
τριὰς εἶ μονὰς ὤν.
νοερὰ δὲ τομὰ
215ἄσχιστον ἔτι
τὸ μερισθὲν ἔχει·
ἐπὶ παιδὶ χύθης
ἰότατι σοφᾷ,
αὐτὰ δ' ἰότας
220βλάστησε, μέσα
φύσις ἄφθεγκτος,
τὸ προούσιον ὄν.
οὐ θέμις εἰπεῖν
δεύτερον ἐκ σοῦ·
225οὐ θέμις εἰπεῖν
τρίτον ἐκ πρώτου.
Ὠδὶς ἱερά,
ἄρρητε γονά,
ὅρος εἶ φυσίων,
230τᾶς τικτοίσας
καὶ τικτομένας
(σέβομαι νοερῶν
κρυφίαν τάξιν·
χωρεῖ τι μέσον
235οὐ καταταχθέν).
Ἄφθεγκτε γόνε
πατρὸς ἀφθέγκτου,
ὠδὶς διὰ σέ,
διὰ δ' ὠδῖνος
240αὐτὸς ἐφάνθης
ἅμα πατρὶ φανεὶς
ἰότατι πατρός·
ἰότας δ' ἐσαεὶ
παρὰ σεῖο πατρί.
245Οὐδ' ὁ βαθύρρους
χρόνος οἶδε γονὰς
τὰς ἀρρήτους·
αἰὼν δ' ὁ γέρων
τὸν ἀμήρυτον
250τόκον οὐκ ἐδάη·
ἅμα πατρὶ φάνη
αἰωνογόνος
ὁ γενησόμενος.
Τίς ἐπ' ἀφθέγκτοις
255ἐβράβευσε τομάν;
ἀλαῶν μερόπων
δαιδαλογλώσσων
ἄθεοι τόλμαι.
Σὺ δὲ φωτοδότας
260φωτὸς νοεροῦ,
σκολιᾶς δ' ἀπάτας
ἀνέχεις ὁσίων
πραπίδας μερόπων,
ἐς ζόφον ὕλας
265μὴ καταδῦναι.
Σέ, πάτερ κόσμων,
πάτερ αἰώνων,
αὐτουργὲ θεῶν,
εὐαγὲς αἰνεῖν.
270σὲ μὲν οἱ νοεροὶ
μέλπουσιν, ἄναξ,
σὲ δὲ κοσμαγοὶ
ὀμματολαμπεῖς
νόες ἀστέριοι
275ὑμνοῦσι, μάκαρ,
οὓς πέρι κλεινὸν
σῶμα χορεύει.
πᾶσά σε μέλπει
γενεὰ μακάρων,
280οἳ περὶ κόσμον,
οἳ κατὰ κόσμον,
οἳ ζωναῖοι
οἵ τ' ἄζωνοι
κόσμου μοίρας
285ἐφέπουσι σοφοὶ
ἀμφιβατῆρες,
οἱ περὶ κλεινοὺς
οἰηκοφόρους,
οὓς ἀγγελικὰ
290προχέει σειρά,
τό τε κυδῆεν
γένος ἡρώων
ἔργα τὰ θνητῶν
κρυφίαισιν ὁδοῖς
295διανισσόμενον,
ἔργα βρότεια·
ψυχά τ' ἀκλινὴς
καὶ κλινομένα
ἐς μελαναυγεῖς
300χθονίους ὄγκους·
σὲ μάκαιρα φύσις
φύσεώς τε γονὰ
ὑμνεῖ ‹σε›, μάκαρ,
τὰς ζειδώροις
305ἐφέπεις πνοιαῖς
ἀπὸ σῶν ὀχετῶν
κατασυρομέναις,
προκυλινδομέναις.
Σὺ γάρ, ἀχράντων
310ἡγέτα κόσμων,
φύσις εἶ φυσίων·
σὺ φύσιν θάλπεις,
γένεσιν θνατῶν,
τᾶς ἀενάω
315ἴνδαλμα μονᾶς,
ἵνα καὶ πυμάτα
μερὶς ἐν κόσμῳ
λελάχῃ ζωᾶς
[λελάχῃ ζωαῖς]
ἐπαμειβομένας.
320οὐ γὰρ θέμις ἦν
τρύγα τὰν κόσμου
κορυφαῖς ἐρίσαι·
τὸ δὲ ταχθὲν ὅλως
ἐς χορὸν ὄντων
325οὐκέτ' ὀλεῖται,
ἄλλο δ' ἀπ' ἄλλου
διά τ' ἀλλήλων
πάντ' ἀπολαύει·
ἐξ ὀλλυμένων
330κύκλος ἀίδιος
ταῖς σαῖς πνοιαῖς
ἀναθαλπόμενος.
Σοὶ διὰ πάντων
ἵστησι χοροὺς
335μάτειρα φύσις,
ἰδίαις χροιαῖς,
ἰδίοις ἔργοις
δαιδαλλομένων·
ἐκ δὲ ζωᾶν
340ἑτεροφθόγγων
μίαν ἁρμονίαν
ὁμόφωνον ἄγει.
σοὶ πάντα φέρει
αἶνον ἀγήρων·
345ἀὼς καὶ νύξ,
στεροπαί, νιφάδες,
†οὐρανὸς ἀκμὴς αἴθων †
καὶ γᾶς ῥίζαι,
ὕδωρ, ἀήρ,
350σώματα πάντα,
πνεύματα πάντα,
σπέρματα, καρποί,
φυτὰ καὶ ποῖαι,
ῥίζαι, βοτάναι,
355βοτὰ καὶ πτηνά,
καὶ νηχομένων
νεπόδων ἀγέλαι.
Ἴδε καὶ ψυχὰν
ὀλιγοδρανέα,
360ὀλιγηπελέα,
ἐπὶ σᾶς Λιβύας,
ἐπὶ σᾶς σεπτᾶς
ἱερηπολίας
ὁσίαις εὐχαῖς
365ἐπιμελπομέναν,
τὰν ἀμφιπολεῖ
νέφος ὑλαῖον·
σὸν δ' ὄμμα, πάτερ,
κοπτικὸν ὕλας.
370 Νῦν μοι κραδία,
τοῖς σοῖς ὕμνοις
πιαινομένα,
ἐθόωσε νόον
πυρίαις ὁρμαῖς·
375σὺ δὲ λάμψον, ἄναξ,
ἀναγωγὰ φάη·
νεῦσον δέ, πάτερ,
σῶμα φυγοῖσαν
μηκέτι δῦναι
380ἐς χθονὸς ἄταν·
ὄφρα δὲ ζωᾶς
ὑλοδιαίτου
δεσμοῖσι μένω,
πραεῖα, μάκαρ,
385βόσκοι με τύχα·
μηδ' ἐμπόδιον
πνεύσειε νόου
φροντίσι λυγραῖς
δάπτοισα βίον,
390ἵνα μὴ τὰ θεοῦ
ἄσχολος εἴην·
μηδ' ἔτι τοίοις
ἐναλινδοίμαν,
ὅθεν ἐκπροφυγὼν
395δώροισι τεοῖς
στέφος εὐαγέων
ἀπὸ λειμώνων
σοὶ τοῦτο πλέκων
σοὶ τόνδε φέρω
400αἶνον, ἀχράντων
ἡγέτα κόσμων,
καὶ παιδὶ σοφῷ
σαυτοῦ σοφίᾳ,
τὸν ἀπ' ἀρρήτων
405ἔχεας κόλπων.
ἐν σοὶ δὲ μένει
σέθεν ἐκπροθορών,
ἵνα πάντα σοφαῖς
ἐφέπῃ πνοιαῖς,
410διέπῃ πολιῶν
βάθος αἰώνων,
διέπῃ ταρσοὺς
κραναοῦ κόσμου
μέχρι καὶ νεάτου
415πυθμένος ὄντων,
χθονίας μοίρας,
ὁσίαις πραπίσιν
ἐλλαμπόμενος,
λύῃ δὲ πόνους
420ἠδὲ μερίμνας
διερῶν μερόπων,
ἀγαθῶν κράντωρ,
ἐλατὴρ ἀχέων·
τί δὲ θαῦμα θεὸν
425τὸν κοσμοτέχναν
ἰδίων ἔργων
κῆρας ἐρύκειν;
Τόδε σοι, μεγάλου
κοίρανε κόσμου,
430τίσων ἔμολον
χρέος ἐκ Θρῄκης,
ἵνα τὰν τριέτιν
ᾤκησα γύαν
παρ' ἀνακτόριον
435γαίας μέλαθρον,
ἔτλαν δὲ πόνους,
ἔτλαν δ' ὀδύνας
πολυδακρύτους
ὤμοισι φέρων
440ματέρα πάτραν.
ῥαίνετο μὲν γᾶ
ἱδρῶτι μελῶν
ἀεθλευόντων
ἆμαρ ἐπ' ἆμαρ·
445ῥαίνετο δ' εὐνὰ
κανθῶν λιβάσιν
ὀλοφυρομένων
νύκτ' ἐπὶ νύκτα.
νηοὶ δ' ὁπόσοι
450δώμηθεν, ἄναξ,
ἐπὶ σαῖς ἁγίαις
τελετηφορίαις,
ἐπὶ πάντας ἔβαν
πρηνὴς ἱκέτας,
455δάπεδον βλεφάρων
δεύων νοτίσι,
μή μοι κενεὰν
ὁδὸν ἀντᾶσαι·
ἱκέτευσα θεοὺς
460δραστῆρας, ὅσοι
γονόεν Θρῄκης
κατέχουσι πέδον,
οἵ τ' ἀντιπέρην
Χαλκηδονίας
465ἐφέπουσι γύας,
οὓς ἀγγελικαῖς
ἔστεψας, ἄναξ,
αὐγαῖσι, τεοὺς
ἱεροὺς προπόλους·
470σύν μοι μάκαρες
ἐλάβοντο λιτᾶν,
σύν μοι πολέων
ἐλάβοντο πόνων.
οὔ μοι ζωὰ
475ταμόσδε φίλα,
διὰ γᾶν πατρίαν
στυφελιζομέναν,
τὰν ἐξ ἀχέων
ἔστασας, ἄναξ,
480αὐτός, ἀγήρως
κοίρανε κόσμου.
Ἤδη ψυχᾶς
ἀποτρυομένας,
ἤδη μελέων
485κατερειπομένων,
ὑπέρεισας ἐμὰν
ἄρθρων δύναμιν,
τλᾶμον ψυχᾷ
μένος ἔμπνευσας,
490καμάτων δὲ γλυκὺ
εὕρεο τέκμωρ,
κατὰ θυμὸν ἐμὸν
ἔργοισιν, ἄναξ,
ὀπάσας δολιχῶν
495ἄμπαυμα πόνων.
Τὰ σὺ πάντα, μάκαρ,
Λιβύεσσι σάου
ἐς μηκεδανὸν
μήρυμα χρόνου
500διὰ σᾶς μνάμαν
εὐεργεσίας,
διά τε ψυχὰν
αἰνὰ παθοῖσαν.
Ἱκέτᾳ δὲ δίδου
505βιοτὰν ἀσινῆ·
λῦέ με μόχθων,
λῦέ με νούσων,
λῦε μεριμνᾶν
κηριτρεφέων,
510νεῦσον νοερὰν
προπόλῳ ζωάν,
μή μοι χθονίους
ὄμβρους ἀφένου
κρίνειας, ἄναξ,
515ἵνα μὴ τὰ θεοῦ
ἄσχολος εἴην·
μηδὲ κατηφὴς
πενία μελάθροις
ἐγχριμπτομένα
520περὶ γᾶν ἕλκοι
φροντίδα θυμοῦ.
ἄμφω ψυχὰν
βρίθει περὶ γᾶν,
ἄμφω δὲ νόου
525ἐπίληθα πέλει,
ὅτε μὴ σύ, μάκαρ,
ὀρέγοις ἀλκάν.
Ναί, πάτερ, ἁγνᾶς
παγὰ σοφίας,
530λάμψον πραπίσιν
ἀπὸ σῶν κόλπων
νοερὸν φέγγος·
στράψον κραδίᾳ
ἀπὸ σᾶς ἀλκᾶς
535σοφίας αὐγάν·
κἀς τὰν ἐπὶ σὲ
ἱερὰν ἀτραπὸν
σύνθημα δίδου
σφραγῖδα τεάν,
540κηριτρεφέας
δαίμονας ὕλας
σεύων ζωᾶς
εὐχᾶς τ' ἀπ' ἐμᾶς,
καὶ σῶμα σάου
545ἀρτεμές, ἐχθραῖς
ἄβατον λώβαις,
καὶ πνεῦμα σάου
ἀμόλυντον, ἄναξ.
Ἦ μὰν ἤδη
550δνοφερὰν ὕλας
κηλῖδα φέρω,
ἔχομαι δὲ πόθοις,
χθονίοις δεσμοῖς.
σὺ δὲ ῥύσιος εἶ,
555σὺ καθάρσιος εἶ·
ἀπόλυε κακῶν,
ἀπόλυε νόσων,
ἀπόλυε πέδας.
σὸν σπέρμα φέρω,
560εὐηγενέος
σπινθῆρα νόου
ἐς βάθος ὕλας
κατακεκλιμένον.
σὺ γὰρ ἐν κόσμῳ
565κατέθου ψυχάν,
διὰ δὲ ψυχᾶς
ἐν σώματι νοῦν
ἔσπειρας, ἄναξ.
Τὰν σὰν κούραν
570ἐλέαιρε, μάκαρ.
Κατέβαν ἀπὸ σοῦ
χθονὶ θητεῦσαι,
ἀντὶ δὲ θήσσας
γενόμαν δούλα·
575ὕλα με μάγοις
ἐπέδησε τέχναις.
Ἔνι μάν, ἔνι μοι
βαιόν τι μένος
κρυφίας γλήνας·
580οὔπω πᾶσαν
ἔσβεσεν ἀλκάν,
κέχυται δὲ πολὺς
ἐφύπερθε κλύδων,
ἀλαῶπα τιθεὶς
585τὰν θεοδερκῆ.
Ἐλέαιρε, πάτερ,
κούραν ἱκέτιν,
τὰν πολλάκι δή,
νοεραῖς ἀνόδοις
590ἐπιβαλλομέναν,
λαμυρᾶς ὕλας
ἵμερος ἄγχει.
σὺ δὲ λάμψον, ἄναξ,
ἀναγωγὰ φάη,
595ἅψον δὲ σέλας
καὶ πυρκαϊάν,
σπέρμα τὸ βαιὸν
αὔξων ἐν ἐμῷ
κρατὸς ἀώτῳ.
600θρόνισόν με, πάτερ,
φωτὸς ἐν ἀλκᾷ
ζωηφορίου,
ἵνα χεῖρα φύσις
οὐκ ἐπιβάλλει,
605ὅθεν οὐκέτι γᾶ,
οὐ μοιραία
κλῶσις ἀνάγκας
παλίνορσον ἄγει.
Λιπέτω, φυγέτω
610δολερὰ γένεσις
θεράποντα τεόν·
ἐμέθεν δέ, πάτερ,
χθονίου τε κλόνου
πῦρ μέσον εἴη.
615νεῦσον, γενέτα,
νεῦσον προπόλῳ
ἤδη νοεροὺς
πετάσαι ταρσούς.
ἤδη φερέτω
620σφραγῖδα πατρὸς
ἱκέτις ψυχά,
δεῖμα μὲν ἐχθροῖς
δαίμοσιν, οἳ γᾶς
ἀπὸ κευθμώνων
625ἀναπαλλόμενοι
πνείουσι βροτοῖς
ἀθέους ὁρμάς·
σύνθημα δὲ σοῖς
ἁγνοῖς προπόλοις,
630οἳ κατὰ κλεινοῦ
βένθεα κόσμου
πυρίων ἀνόδων
κληϊδοφόροι,
ἵνα μοι φάεος
635πετάσωσι πύλας,
ἔτι δ' ἀλεμάτας
ἐπὶ γᾶς ἕρπων,
μὴ χθονὸς εἴην.
Πυρίων δ' ἔργων
640καὶ τῇδε δίδου
μάρτυρα καρπόν,
ὀμφὰς ἀτρεκεῖς,
ὅσα τ' ἐν ψυχαῖς
τὰν ἀμβροσίαν
645ἐλπίδα θάλπει.
Μετά μοι μέλεται
χθονίας βιοτᾶς.
Ἔρρετε λῆμαι
ἀθέων μερόπων
650πτολίων τε κράτη·
ἔρρετε πᾶσαι
ἆται γλυκεραὶ
ἄχαρίς τε χάρις,
οἷσι ψυχὰν
655θωπευομέναν
γᾶ λάτριν ἔχει.
ἆ μέγα δειλά
‹........›
ἰδίων τ' ἀγαθῶν
ἔπιεν λάθαν,
660μέχρις ἐγκύρσῃ
φθονερᾷ μερίδι·
δοιὰς γὰρ ἔχει
μαστροπὸς ὕλα·
ὃς δὲ τραπέζας
665ἐπορεξάμενος
μελιχρῶν ἔθιγεν,
ἦ μέγα κλαύσει
πικρὰν μερίδα,
τῶν ἀντίξων
670συνεφελκομένων.
ὅδε γὰρ χθονίας
θεσμὸς ἀνάγκας
διχόθεν θνατοῖς
βίον οἰνοχοεῖ·
675τὸ δ' ἀκηράσιον
ἀμιγές τ' ἀγαθὸν
θεὸς ἢ τὰ θεοῦ.
Μεθύοισα γλυκεῖ
κρητῆρι, γύας
680ἔψαυσα κακῶν,
ἐνέκυρσα πάγᾳ,
ἐδάην ἄταν
Ἐπιμηθιάδα.
στυγέω δὲ νόμους
685ἀλλοπροσάλλους·
ἐς τὸν ἀκηδῆ
λειμῶνα πατρὸς
σπεύδω, τανύω
φυγάδας ταρσούς,
690φυγάδας διδύμων
ὕλας δώρων.
Ἴδε με, ζωᾶς
νοερᾶς ταμία,
ἴδε σὰν ἱκέτιν
695ψυχὰν ἐπὶ γᾶς
νοεραῖς ἀνόδοις
ἐπιβαλλομέναν.
σὺ δὲ λάμψον, ἄναξ,
ἀναγωγὰ φάη,
700πτερὰ κοῦφα διδούς·
ἅμμα δὲ κόψον,
χάλασον περόναν
διδύμων παθέων,
οἷσι ψυχὰς
705δολόεσσα φύσις
κάμπτει κατὰ γᾶς·
δός με, φυγοῖσαν
σώματος ἄταν,
θοὸν ἅλμα βαλεῖν
710ἐπὶ σὰς αὐλάς,
ἐπὶ σοὺς κόλπους,
ὅθεν ἁ ψυχᾶς
προρέει παγά.
Λιβὰς οὐρανία
715κέχυμαι κατὰ γᾶς·
παγᾷ με δίδου,
ὅθεν ἐξεχύθην
φοιτὰς ἀλῆτις·
νεῦσον προγόνῳ
720φωτὶ μιγῆναι,
νεῦσον δ' ὑπὸ σοὶ
πρυτανευομέναν
σὺν ἄνακτι χορῷ
ἀνάγειν ὁσίως
725νοεροὺς ὕμνους,
νεῦσον δέ, πάτερ,
φωτὶ μιγεῖσαν
μηκέτι δῦναι
ἐς χθονὸς ἄταν.
730ὄφρα δὲ ζωᾶς
ὑλοδιαίτου
δεσμοῖσι μένω,
πραεῖα, μάκαρ,
βόσκοι με τύχα.
2
Σὲ μὲν ἀρχομένας,
σὲ δ' ἀεξομένας,
σὲ δὲ μεσσοίσας,
σὲ δὲ παυομένας
5ἀοῦς ἱερᾶς,
ζαθέας νυκτός,
μέλπω, γενέτα,
παιὼν ψυχᾶν,
παιὼν γυίων,
10δῶτορ σοφίας,
ἐλατὴρ νούσων,
δῶτορ ψυχαῖς
ἀπόνου βιοτᾶς,
ἃν μὴ στείβει
15χθονία φροντίς,
μάτηρ ἀχέων,
μάτηρ παθέων,
ὧν μοι ζωὰ
καθαρὰ μενέτω,
20ἵνα τὰν πάντων
κρυφίαν ῥίζαν
ἀμενὴς ἀλέγω,
μηδ' ἀπαγωγοῖς
ἄτῃσι θεοῦ
25νοσφιζοίμαν.
Σέ, μάκαρ, μέλπω,
κοίρανε κόσμου.
Γᾶ σιγάτω
ἐπὶ σοῖς ὕμνοις,
30ἐπὶ σαῖς εὐχαῖς·
εὐφαμείτω
ὅσα κόσμος ἔχει·
σὰ γὰρ ἔργα, πάτερ.
Καππαυέσθω
35ἀνέμων ῥοῖζος,
ἦχος δένδρων,
θρόος ὀρνίθων·
ἥσυχος αἰθήρ,
ἥσυχος ἀὴρ
40κλυέτω μολπᾶς·
ὑδάτων δὲ χύσις
ἄψοφος ἤδη
στάτω κατὰ γᾶς.
οἱ δ' ἐμπόδιοι
45ἁγίων ὕμνων
κευθμωνοχαρεῖς
καὶ τυμβονόμοι
δαίμονες ἤδη
φυγέτωσαν ἐμὰν
50ὁσίαν εὐχάν·
ἀγαθοὶ δ' ὁπόσοι
μάκαρες νοεροῦ
πρόπολοι γενέτου
κατέχουσι βάθη
55ἄκρα τε κόσμου,
ὕμνων ἵλεῳ
πεύθοιντο πατρός,
ἵλεῳ δὲ λιτὰς
ἀνάγοιεν ἐμάς.
60 Μονὰς ὦ μονάδων,
πάτερ ὦ πατέρων,
ἀρχῶν ἀρχά,
παγῶν παγά,
ῥιζῶν ῥίζα,
65ἀγαθῶν ἀγαθόν,
ἄστρων ἄστρον,
κόσμων κόσμε,
ἰδεῶν ἰδέα,
βύθιον κάλλος,
70κρύφιον σπέρμα,
πάτερ αἰώνων,
πάτερ ἀφθέγκτων
νοερῶν κόσμων,
ὅθεν ἀμβροσία
75σταλάοισα πνοά,
σώματος ὄγκοις
ἐπινηξαμένα,
δεύτερον ἤδη
κόσμον ἀνάπτει.
80 Ὑμνῶ σε, μάκαρ,
καὶ διὰ φωνᾶς,
ὑμνῶ σε, μάκαρ,
καὶ διὰ σιγᾶς·
ὅσα γὰρ φωνᾶς,
85τόσα καὶ σιγᾶς
ἀίεις νοερᾶς.
Ὑμνῶ δὲ γόνον
τὸν πρωτόγονον
καὶ πρωτοφαῆ.
90 Γόνε κύδιστε
πατρὸς ἀφθέγκτου,
σέ, μάκαρ, μεγάλῳ
πατρὶ συνυμνῶ,
καὶ τὰν ἐπὶ σοὶ
95ὠδῖνα πατρός,
γόνιμον βουλάν,
μεσάταν ἀρχάν,
ἁγίαν πνοιάν,
κέντρον γενέτου,
100κέντρον δὲ κόρου.
αὐτὰ μάτηρ,
αὐτὰ γνωτά,
αὐτὰ θυγάτηρ,
μαιωσαμένα
105κρυφίαν ῥίζαν.
ἵνα γὰρ προχυθῇ
ἐπὶ παιδὶ πατήρ,
αὐτὰ πρόχυσις
εὕρετο βλάσταν,
110ἔστη δὲ μέσα,
θεὸς ἔκ τε θεοῦ
διὰ παῖδα θεόν·
καὶ διὰ κλεινὰν
πατρὸς ἀθανάτου
115πρόχυσιν πάλι παῖς
εὕρετο βλάσταν.
Μονὰς ἁ τριττύς,
μονὰς ἅ γε μένει
καὶ τριὰς ἤδη.
120Νοερὰ δὲ τομὰ
ἄσχιστον ἔτι
τὸ μερισθὲν ἔχει·
προθορὼν δὲ μένει
γόνος ἐς γενέταν,
125καὶ πάλιν ἔξω
τὰ πατρὸς διέπει,
κόσμοις κατάγων
ὄλβον ζωᾶς
ὅθεν αὐτὸς ἔχει
130λόγος, ὃν μεγάλῳ
πατρὶ συνυμνῶ.
Νόος ἀρρήτου
τίκτει σε πατρός,
καὶ σὺ κυηθεὶς
135λόγος εἶ γενέτου,
πρῶτος πρώτας
προθορὼν ῥίζας,
ῥίζα δὲ πάντων
τῶν μετὰ κλεινὰν
140τὰν σὰν γένναν.
Μονὰς ἄρρητος,
σπέρμα τὸ πάντων,
σπέρμα σε πάντων
ἐσπέρμηνεν.
145σὺ γὰρ ἐν πᾶσιν,
διὰ σοῦ δὲ φύσις
ὑπάτα, μεσάτα
νεάτα τε τεοῦ
ἀπέλαυσε πατρὸς
150ἀγαθῶν δώρων
γονίμου ζωᾶς.
σοὶ μὲν ἀγήρως
ἄπονον τροχιὰν
σφαῖρα κυλίνδει·
155ὑπὸ σὰν τάξιν,
κύτεος μεγάλου
βριαραῖς δίναις,
ἑβδομὰς ἄστρων
ἀντιχορεύει·
160τὰ δὲ πολλὰ μίαν
πτύχα καλλύνει
φέγγεα κόσμου
διὰ σὰν βουλάν,
γόνε κύδιστε·
165σὺ γὰρ ἀμφιθέων
κύτος οὐράνιον
δρόμον αἰώνων
ἄλυτον συνέχεις·
ὑπὸ σοῖς δέ, μάκαρ,
170ἁγίοις θεσμοῖς
ἐν ἀπειροβαθοῦς
αἴθρας λαγόσιν
πολιῶν ἄστρων
ἀγέλα νέμεται.
175Σὺ μὲν οὐρανίοις,
σὺ δ' ἐνηερίοις,
σὺ δ' ἐπιχθονίοις,
σὺ δ' ὑποχθονίοις
ἔργα μερίζεις
180ζωάν τε νέμεις.
σὺ νόου πρύτανις
ταμίας τε θεοῖς
θνατῶν θ' ὁπόσοι
νοερᾶς μοίρας
185ἔσπασαν ὄμβρους.
σὺ ψυχοδότας
οἷς ἐκ ψυχᾶς
τέταται ζωὰ
καὶ φύσις ἀκμής.
190ἀλαὸν ψυχᾶς
βλάστημα τεᾶς
κρέμαται σειρᾶς,
χὠπόσα πάσας
στέρεται πνοιᾶς
195ἀπὸ σῶν κόλπων
δρέπεται συνοχάν,
πορθμευομέναν
διὰ σᾶς ἀλκᾶς
ἐξ ἀρρήτων
200πατρικῶν κόλπων,
κρυφίας μονάδος,
ὅθεν ὁ ζωᾶς
ὀχετὸς προρέων
φέρεται μέχρι γᾶς
205διὰ σᾶς ἀλκᾶς
δι' ἀτεκμάρτων
νοερῶν κόσμων·
ἔνθεν δέχεται
καταβαίνοισαν
210ἀγαθῶν κράναν,
νοεροῦ μορφὰν
κόσμος ὁρατός.
ἅλιον οὗτος
δεύτερον ἔσχεν,
215ὑστεροφεγγοῦς
φωτὸς γενέταν
ὀμματολαμπῆ,
τᾶς γινομένας
καὶ φθειρομένας
220ταμίαν ὕλας,
υἱοῦ νοεροῦ
τύπον αἰσθητόν,
ἀγαθῶν παροχὰν
ἐγκοσμογενῶν
225διὰ σὰν βουλάν,
γόνε κύδιστε.
Πάτερ ἄγνωστε,
πάτερ ἄρρητε,
ἄγνωστε νόῳ,
230ἄρρητε λόγῳ,
νόος ἐσσὶ νόων,
ψυχᾶν ψυχά,
φύσις εἶ φυσίων.
Γόνυ σοι κάμπτω·
235ἰδὲ τοῦτο, λάτρις
πίπτω κατὰ γᾶς,
ἱκέτας ἀλαός.
Σὺ δὲ φωτοδότας
φωτὸς νοεροῦ·
240ἐλέαιρε, μάκαρ,
ἱκέτιν ψυχάν·
σεῦε δὲ νούσους,
σεῦε μερίμνας
τὰς ψυχοβόρους·
245σεῦε δ' ἀναιδῆ
κύνα τὸν χθόνιον,
δαίμονα γαίας,
ψυχᾶς ἀπ' ἐμᾶς,
εὐχᾶς ἀπ' ἐμᾶς,
250ζωᾶς ἀπ' ἐμᾶς,
ἔργων ἀπ' ἐμῶν·
σώματος ἔξω,
πνεύματος ἔξω,
πάντων ἔξω
255τῶν ἁμετέρων
δαίμων μενέτω.
Λιπέτω, φυγέτω
δαίμων ὕλας,
παθέων ἀλκά,
260ἀναγωγὸν ὁδὸν
διατειχίζων,
τὰς θεοδιφεῖς
βλάπτων ὁρμάς.
Ἕταρον δὲ δίδου
265ξυνωνόν, ἄναξ,
ἁγίας ἅγιον
ἄγγελον ἀλκᾶς,
ἄγγελον εὐχᾶς
τᾶς θεολαμποῦς,
270φίλον ἐσθλοδόταν,
φύλακα ψυχᾶς,
φύλακα ζωᾶς,
εὐχᾶν φρουρόν,
ἔργων φρουρόν.
275σῶμα δὲ σώζοι
καθαρὸν νούσων,
πνεῦμα δὲ σώζοι
καθαρὸν λώβας,
ψυχᾷ δ' ἐπάγοι
280παθέων λάθαν,
ἵνα καὶ ζωὰν
τὰν γαιοτραφῆ
τοῖς σοῖς ὕμνοις
πιαίνηται
285ταρσὸς ψυχᾶς,
ἵνα καὶ ζωὰν
τὰν μετὰ μοίρας,
τὰν μετὰ δεσμοὺς
τοὺς χθονοβριθεῖς,
290καθαρὰν ὕλας
ὁδὸν ἐξανύω
ἐπὶ σὰς αὐλάς,
ἐπὶ σοὺς κόλπους,
ὅθεν ἁ ψυχᾶς
295προρέει παγά.
Σὺ δὲ χεῖρα δίδου,
σὺ κάλει, σύ, μάκαρ,
ὕλας ἄναγε
ἱκέτιν ψυχάν.
3
Ὑμνῶμεν κοῦρον νύμφας,
νύμφας οὐ νυμφευθείσας
ἀνδρῶν μοιραίαις κοίταις.
Ἄρρητοι πατρὸς βουλαὶ
5ἔσπειραν Χριστοῦ γένναν·
ἁ σεμνὰ νύμφας ὠδὶς
ἀνθρώπου φῆνεν μορφάν,
ὃς θνατοῖσιν πορθμευτὰς
ἦλθεν φωτὸς παγαίου·
10ἁ δ' ἄρρητός σευ βλάστα
αἰώνων οἶδεν ῥίζαν.
Αὐτὸς φῶς εἶ παγαῖον,
συλλάμψας ἀκτὶς πατρί,
ῥήξας δ' ὀρφναίαν ὕλαν
15ψυχαῖς ἐλλάμπεις ἁγναῖς.
αὐτὸς μὲν κόσμου κτίστας,
κλεινῶν σφαιρωτὰς ἄστρων,
κέντρων γαίας ῥιζωτάς,
αὐτὸς δ' ἀνθρώπων σωτήρ.
20Σοὶ μὲν Τιτὰν ἱππεύει,
ἠοῦς ἄσβεστος παγά·
σοὶ δ' ἁ ταυρῶπις μήνα
τὰν νυκτῶν ὄρφναν λύει·
σοὶ καὶ τίκτονται καρποί,
25σοὶ καὶ βόσκονται ποῖμναι·
ἐκ σᾶς ἀρρήτου παγᾶς
ζείδωρον πέμπων αἴγλαν,
πιαίνεις κόσμων ταρσούς·
ἐκ σῶν βλάστησεν κόλπων
30καὶ φῶς καὶ νοῦς καὶ ψυχά.
Τὰν σὰν οἴκτειρον κούραν
γυίοις εἱρχθεῖσαν θνατοῖς
μοίρας θ' ὑλαίοις μέτροις.
νούσων ἐκσώζοις λώβας
35ἀσκηθῆ γυίων ἀλκάν.
νεῦσον μὲν μύθοις πειθώ,
νεῦσον δ' ἔργοισιν κῦδος,
ἀρχαίαις πρέψαι φάμαις
ταῖς Κυράνας καὶ Σπάρτας.
40λύπαις δ' ἄστιπτος ψυχὰ
πραεῖαν ζωὰν ἕλκοι,
θρέπτειραν, δισσὰς γλήνας
ἐς σὸν τείνοισαν φέγγος,
ὡς ἐξ ὕλας φοιβαθεὶς
45ἀστρέπτους οἴμους σπεύσω,
φύξηλις γαίας μόχθων,
μιχθῆναι ψυχᾶς παγᾷ.
Τοίαν ἄχραντον ζωὰν
τῷ σῷ κραίνοις φορμικτῇ,
50εὖτ' ἄν σοι στέλλων μολπὰν
τὰν σὰν κυδαίνω ῥίζαν,
μήκιστον πατρὸς κῦδος,
καὶ τὰν σύνθωκον πνοιάν,
μέσσαν ῥίζας καὶ βλάστας,
55καὶ πατρὸς μέλπων ἀλκὰν
τοῖς σοῖς ὕμνοις ἀμπαύω
κλεινὰν ὠδῖνα ψυχᾶς.
Χαίροις, ὦ παιδὸς παγά,
χαίροις, ὦ πατρὸς μορφά·
60χαίροις, ὦ παιδὸς κρηπίς,
χαίροις, ὦ πατρὸς σφρηγίς·
χαίροις, ὦ παιδὸς κάρτος,
χαίροις, ὦ πατρὸς κάλλος·
χαίροις δ' ἄχραντος πνοιά,
65κέντρον κούρου καὶ πατρός·
τάν μοι πέμποις σὺν πατρὶ
ἄρδοισαν ψυχᾶς ταρσούς,
κράντειραν θείων δώρων.
4
Μετὰ παγᾶς ἁγίας αὐτολοχεύτου,
ἀρρήτων ἑνοτήτων ἐπέκεινα,
θεὸν ἄμβροτον, θεοῦ κύδιμον υἷα,
μόνον ἐκ μόνου πατρὸς παῖδα θορόντα,
5στεφανώσομεν σοφοῖς ἄνθεσιν ὕμνων·
ὃν βουλᾶς πατρικᾶς ἄφραστος ὠδὶς
ἀγνώστων ἀνέδειξε παῖδα κόλπων,
ἃ πατρὸς λοχίους ἔφηνε καρπούς,
καὶ φήνασα φάνη μεσσοπαγὴς νοῦς·
10ἐν παγᾷ δὲ μένουσι καὶ χυθέντες.
Σοφία νόου πατρός, κάλλεος αὐγά,
σοὶ τεχθέντι πατὴρ ἔνευσε τίκτειν.
Σὺ τὸ κρυπτὸν εἶ πατρὸς σπέρμα προλάμπον·
σὲ γὰρ ἀρχὰν γενέτας ἔδωκε κόσμοις
15κατάγειν ἐκ νοερῶν σώμασι μορφάς·
σὺ μὲν οὐρανοῦ σοφὰν ἄντυγα νωμᾷς,
τὰν δ' ἄστρων ἀγέλαν ἀεὶ νομεύεις·
σὺ δὲ τᾶς ἀγγελικᾶς, ἄναξ, χορείας
καὶ τᾶς δαιμονίας φάλαγγος ἄρχεις·
20σὺ δὲ καὶ φύσιν φθιτὰν ἀμφιχορεύεις,
ἀμέριστον περὶ γᾶν πνεῦμα μερίζεις,
καὶ παγᾷ τὸ δοθὲν πάλιν συνάπτεις,
θνατοὺς ἐκ θανάτου λύων ἀνάγκας.
Ἱλήκοις ἐπὶ σῶν στέμμασιν ὕμνων,
25βιοτᾶς ὑμνοπόλῳ νέμων γαλάναν·
εὐρίπων προχοὰν στᾶσον ἀλῆτιν,
τερσαίνων ὀλοοὺς κλύδωνας ὕλας·
ψυχᾶς καὶ μελέων ἔρυκε νούσους,
παθέων οὐλομέναν κοίμισον ὁρμάν,
30πλούτου καὶ πενίας ἄλαλκε κῆρας,
ἔργοις κυδαλίμαν ὄπασσον ὀμφάν,
ἐν λαοῖς ἀγαθὰν ἄνοιγε φάμαν,
πειθοῦς πραϋλόγω στέφων ἀώτῳ,
ἵνα μοι νόος δρέπῃ σχολὰν ἀκύμων,
35μηδ' ἐν ταῖς χθονίαις στένω μερίμναις,
ἀλλ' ἐκ σῶν ὀχετῶν ὑψιφορήτων
ὠδῖσιν σοφίας νόον κατάρδω.
5
Πάλι φέγγος, πάλιν ἀώς,
πάλιν ἁμέρα προλάμπει
μετὰ νυκτίφοιτον ὄρφναν·
πάλι μοι λίγαινε, θυμέ,
5θεὸν ὀρθρίοισιν ὕμνοις,
ὃς ἔδωκε φέγγος ἀοῖ,
ὃς ἔδωκεν ἄστρα νυκτί,
περικοσμίαν χορείαν.
Πολυκύμονος μὲν ὕλας
10ἐκάλυψε νῶτον αἰθὴρ
πυρὸς ἐμβεβὼς ἀώτῳ,
ἵνα κυδίμα σελάνα
πυμάταν ἄντυγα τέμνει·
ὑπὲρ ὀγδόαν δὲ δίναν
15ἑλίκων ἀστροφορήτων
ῥόος ἀστέρων ἔρημος,
ὑποκολπίους ἐλαύνων
πτύχας ἀντίον θεοίσας,
μέγαν ἀμφὶ νοῦν χορεύει,
20ὃς ἄνακτος ἄκρα κόσμου
πολιοῖς ἔρεψε ταρσοῖς.
τὰ πρόσω μάκαιρα σιγὰ
νοερῶν τε καὶ νοητῶν
ἄτομον τομὰν καλύπτει.
25 Μία παγά, μία ῥίζα
τριφαὴς ἔλαμψε μορφά·
ἵνα γὰρ βυθὸς πατρῷος,
τόθι καὶ κύδιμος υἱός,
κραδιαῖόν τι λόχευμα,
30σοφία κοσμοτεχνῖτις,
ἑνοτήσιόν τε φέγγος
ἁγίας ἔλαμψε πνοιᾶς.
μία παγά, μία ῥίζα
ἀγαθῶν ἀνέσχεν ὄλβον
35ὑπερούσιόν τε βλάσταν
γονίμοις ζέοισαν ὁρμαῖς·
τά τ' ἐνουσίων προλάμπει
μακάρων ἀγητὰ φέγγη,
ὅθεν ἐγκόσμιος ἤδη
40χορὸς ἀφθίτων ἀνάκτων
γενετήριόν τε κῦδος
τό τε πρωτόσπορον εἶδος
νοεροῖς ἔμελψεν ὕμνοις.
πέλας εὐμενῶν τοκήων
45στρατὸς ἀγγέλων ἀγήρως
τὰ μὲν ἐς νόον δεδορκὼς
δρέπεται κάλλεος ἀρχάν,
τὰ δ' ἐς ἄντυγας δεδορκὼς
διέπει βένθεα κόσμου,
50τὸν ὕπερθε κόσμον ἕλκων
νεάτας καὶ μέχρις ὕλας,
ἵνα δαιμόνων ὅμιλον
φύσις ἱζάνοισα τίκτει
πολύθρουν καὶ πολυμήταν·
55ὅθεν ἥρως, ὅθεν ἤδη
περὶ γᾶν σπαρεῖσα πνοιὰ
χθονὸς ἐζώωσε μοίρας
πολυδαιδάλοισι μορφαῖς.
Τὰ δὲ πάντα σεῖο βουλᾶς
60ἔχεται· σὺ δ' ἐσσὶ ῥίζα
παρεόντων πρό τ' ἐόντων,
μετεόντων, ἐνεόντων·
σὺ πατήρ, σὺ δ' ἐσσὶ μάτηρ,
σὺ μὲν ἄρρην, σὺ δὲ θῆλυς,
65σὺ δὲ φωνά, σὺ δὲ σιγά,
φύσεως φύσις γονοῦσσα,
σὺ δ' ἄναξ, αἰῶνος αἰών.
Τὸ μὲν ᾖ θέμις βοᾶσαι·
μέγα χαῖρε, ῥίζα κόσμου,
70μέγα χαῖρε, κέντρον ὄντων,
μονὰς ἀμβρότων ἀριθμῶν,
προανουσίων ἀνάκτων·
μέγα χαίροις, μέγα χαίροις,
ὅτι πὰρ θεῷ τὸ χαίρειν.
75 Ἐπ' ἐμοῖς ἵλαον οὖας
τάνυσον χοροῖσιν ὕμνων·
σοφίας ἄνοιγε φέγγος,
κατάχει κύδιμον ὄλβον,
κατάχει χάριν λιπῶσαν
80βιοτᾶς γαληνιώσας,
πενίαν ἐκτὸς ἐλαύνων
χθονίαν τε κῆρα πλούτου·
μελέων ἔρυκε νούσους
παθέων τ' ἄκοσμον ὁρμάν,
85φρενοκηδεῖς τε μερίμνας
ἀπό μοι ζωᾶς ἐρύκοις,
ἵνα μὴ τὸ νοῦ πτέρωμα
ἐπιβρίσῃ χθονὸς ἄτα.
Ἄνετον δὲ ταρσὸν αἴρων
90περὶ σᾶς ὄργια βλάστας
τὰ πανάρρητα χορεύσω.
6
Πρῶτος νόμον εὑρόμαν
ἐπὶ σοί, μάκαρ, ἄμβροτε,
γόνε κύδιμε παρθένου,
Ἰησοῦ Σολυμήϊε,
5νεοπαγέσιν ἁρμογαῖς
κρέξαι κιθάρας μίτους.
Ἀλλ' εὐμενέοις, ἄναξ,
καὶ δέχνυσο μουσικὰν
ἐξ εὐαγέων μελῶν.
10 Ὑμνήσομεν ἄφθιτον
θεόν, υἷα θεοῦ μέγαν,
αἰωνοτόκου πατρὸς
τὸν κοσμογόνον κόρον,
τὰν παντομιγῆ φύσιν,
15σοφίαν ἀπερείσιον,
τὸν ἐπουρανίοις θεόν,
τὸν ὑποχθονίοις νέκυν.
Ἐχύθης ὅτ' ἐπὶ χθονὶ
βροτέας ἀπὸ νηδύος,
20μάγος ἁ πολύφρων τέχνα
ἐξ ἀστέρος ἀντολᾶς
θάμβησεν ἀμήχανος,
τί τὸ τικτόμενον βρέφος,
τίς ὁ κρυπτόμενος θεός,
25βασιλεύς, θεὸς ἢ νέκυς.
Ἄγε, δῶρα κομίζετε,
σμύρνης ἐναγίσματα,
χρυσοῦ τ' ἀναθήματα,
λιβάνου τε θύη καλά.
30Θεὸς εἶ, λίβανον δέχου·
χρυσὸν βασιλεῖ φέρω·
σμύρνῃ τάφος ἁρμόσει.
Καὶ γᾶν ἐκαθήραο,
καὶ πόντια κύματα,
35καὶ δαιμονίας ὁδούς,
ῥαδινὰν χύσιν ἀέρος,
καὶ νερτερίους μυχούς,
φθιμένοισι βοηθόος,
θεὸς εἰς Ἀίδαν σταλείς.
40 Ἀλλ' εὐμενέοις, ἄναξ,
καὶ δέχνυσο μουσικὰν
ἐξ εὐαγέων μελῶν.
7
Ὑπὸ Δώριον ἁρμογὰν
ἐλεφαντοδέτων μίτων
στάσω λιγυρὰν ὄπα
ἐπὶ σοί, μάκαρ, ἄμβροτε,
5γόνε κύδιμε παρθένου.
Σὺ δέ μου βιοτὰν σάου
παναπήμονα, κοίρανε,
λύπαις ἄβατον διδοὺς
καὶ νύκτα καὶ ἁμέραν·
10λάμποις πραπίσιν σέλας
νοερᾶς ἀπὸ παγᾶς·
σθένος ἀρτεμέων μελῶν
καὶ κῦδος ἐν ἔργμασιν
νεότατι νέμοις ἐμᾷ,
15λιπαρὸν δὲ φέροις ἔτος
ἐς γήραος ἁδονὰν
ἐρίτιμον ἀέξων
πινυτὰν σὺν ὑγείᾳ.
Γνωτὸν δὲ φυλάσσοις,
20τόν μοι νέον, ἄφθιτε,
ἤδη χθονίαν πύλαν
παραμειβόμενον ποδὶ
ἄψορρον ἀνήγαγες·
ἐμὰ κήδεα καὶ γόους,
25ἐμὰ δάκρυα καὶ φρενῶν
σβέσας αἰθομέναν φλόγα·
ἐβιώσαο καὶ νέκυν
διὰ σόν, πάτερ, οἰκέταν.
Γνωτᾶν τε συνωρίδα
30τεκέων τε φυλάσσοις·
ὅλον Ἡσυχιδᾶν δόμον
ὑπὸ σᾷ χερὶ κρύπτοις.
Καί μοι ζυγίων, ἄναξ,
ξυνήονα δεμνίων
35ἀπόνουσον, ἀπήμονα,
ἐρίηρον, ὁμόφρονα,
κρυφίων ἀδαήμονα
ὀάρων ἄλοχον σάου·
ὅσιον δ' ἐφέποι λέχος
40πανακήρατον, εὐαγές,
ἀδίκοις ἄβατον πόθοις.
Ψυχὰν δέ, λυθεῖσαν
χθονίου βιότου πέδας,
ἐξαίνυσο πημάτων
[7]45καὶ λευγαλέας ἄλας,
σὺν δ' εὐαγέων χοροῖς
ὕμνους ἀνάγειν δίδου.
Ἐπὶ κύδεϊ σοῦ πατρὸς
καὶ κάρτεϊ σῷ, μάκαρ,
50πάλιν ὑμνοπολεύσω,
πάλι σοι μέλος ᾄσω,
τάχα καὶ κιθάραν πάλιν
πανακήρατον ἁρμόσω.
8
Πολυήρατε, κύδιμε,
σέ, μάκαρ, γόνε παρθένου
ὑμνῶ Σολυμηΐδος,
ὃς τὰν δολίαν πάγαν,
5χθόνιον μεγάλων ὄφιν
πατρὸς ἤλασας ὀρχάτων,
ὃς καρπὸν ἀπώμοτον,
τροφὸν ἀργαλέου μόρου,
πόρεν ἀρχεγόνῳ κόρᾳ.
10 Στεφανηφόρε, κύδιμε,
σέ, πάτερ, πάϊ παρθένου
ὑμνῶ Σολυμηΐδος.
Κατέβας μέχρι καὶ χθονὸς
ἐπίδημος ἐφαμέροις
15βρότεόν τε φέρων δέμας
κατέβας δ' ὑπὸ Τάρταρα,
ψυχᾶν ὅθι μυρία
θάνατος νέμεν ἔθνεα·
φρίξεν σε γέρων τότε
20Ἀίδας ὁ παλαιγενής,
καὶ λαοβόρος κύων,
‹› ὁ βαρυσθενής, [δημοβόρος]
ἀνεχάσσατο βηλοῦ.
λύσας δ' ἀπὸ πημάτων
25ψυχᾶν ὁσίους χορούς,
θιάσοις σὺν ἀκηράτοις
ὕμνους ἀνάγεις πατρί.
Στεφανηφόρε, κύδιμε,
σε, πάτερ, πάϊ παρθένου
30ὑμνῶ Σολυμηΐδος.
Ἀνιόντα σε, κοίρανε,
τὰ κατ' ἠέρος ἄσπετα
τρέσεν ἔθνεα δαιμόνων·
θάμβησε δ' ἀκηράτων
35χορὸς ἄμβροτος ἀστέρων·
αἰθὴρ δὲ γελάσσας,
σοφὸς ἁρμονίας πατήρ,
ἐξ ἑπτατόνου λύρας
ἐκεράσσατο μουσικὰν
40ἐπινίκιον ἐς μέλος.
μείδησεν Ἑωσφόρος,
ὁ διάκτορος ἁμέρας,
καὶ χρύσεος Ἕσπερος,
Κυθερήϊος ἀστήρ·
45ἁ μὲν κερόεν σέλας
πλήσασα ῥόου πυρὸς
ἁγεῖτο σελάνα,
ποιμὴν νυχίων θεῶν·
τὰν δ' εὐρυφαῆ κόμαν
50Τιτὰν ἐπετάσσατο
ἄρρητον ὑπ' ἴχνιον,
ἔγνω δὲ γόνον θεοῦ,
τὸν ἀριστοτέχναν νόον,
ἰδίου πυρὸς ἀρχάν.
55Σὺ δὲ ταρσὸν ἐλάσσας
κυανάντυγος οὐρανοῦ
ὑπερήλαο νώτων,
σφαίρῃσι δ' ἐπεστάθης
νοεραῖσιν ἀκηράτοις,
60ἀγαθῶν ὅθι παγά,
σιγώμενος οὐρανός.
Ἔνθ' οὔτε βαθύρροος
ἀκαμαντοπόδας χρόνος
χθονὸς ἔκγονα σύρων,
65οὐ κῆρες ἀναιδέες
βαθυκύμονος ὕλας·
ἀλλ' αὐτὸς ἀγήραος
αἰὼν ὁ παλαιγενής,
νέος ὢν ἅμα καὶ γέρων,
70τᾶς ἀενάω μονᾶς
ταμίας πέλεται θεοῖς.
9
Ἄγε μοι, λίγεια φόρμιγξ,
μετὰ Τηΐαν ἀοιδάν,
μετὰ Λεσβίαν τε μολπάν,
γεραρωτέροις ἐφ' ὕμνοις
5κελάδει Δώριον ᾠδάν,
ἁπαλαῖς οὐκ ἐπὶ νύμφαις
ἀφροδίσιον γελώσαις,
θαλερῶν οὐδ' ἐπὶ κούρων
πολυηράτοισιν ἥβαις·
10θεοκύμονος γὰρ ἁγνὰ
σοφίας ἄχραντος ὠδὶς
μέλος ἐς θεῖον ἐπείγει
κιθάρας μίτους ἐρέσσειν,
μελιχρὰν δ' ἄνωγεν ἄταν
15χθονίων φυγεῖν ἐρώτων.
τί γὰρ ἀλκά, τί δὲ κάλλος,
τί δὲ χρυσός, τί δὲ φᾶμαι
βασιλήϊοί τε τιμαὶ
παρὰ τὰς θεοῦ μερίμνας;
20 Ὁ μὲν ἵππον εὖ διώκοι,
ὁ δὲ τόξον εὖ τιταίνοι,
ὁ δὲ θημῶνα φυλάσσοι
κτεάνων, χρύσεον ὄλβον·
ἑτέρῳ δ' ἄγαλμα χαίτη
25καταειμένη τενόντων·
πολύυμνος δέ τις εἴη
παρὰ κούροις, παρὰ κούραις
ἀμαρύγμασιν προσώπων·
ἐμὲ δ' ἀψόφητον εἴη
30βιοτὰν ἄσημον ἕλκειν,
τὰ μὲν εἰς ἄλλους ἄσημον,
τὰ δὲ πρὸς θεὸν ἰδυῖαν.
σοφία δέ μοι παρείη,
ἀγαθὰ μὲν νεότατα,
35ἀγαθὰ δὲ γῆρας ἕλκειν,
ἀγαθὰ δ' ἄνασσα πλούτου·
πενίαν δ' ἄμοχθος οἴσει
σοφία γελῶσα, πικραῖς
ἄβατον βίου μερίμναις,
40μόνον εἰ τόσον παρείη
ὅσον ἄρκιον καλιῆς
ἀπὸ γειτόνων ἐρύκειν,
ἵνα μὴ χρεώ με κάμπτοι
ἐπὶ φροντίδας μελαίνας.
45κλύε καὶ τέττιγος ᾠδὰν
δρόσον ὀρθρίαν πιόντος.
Ἴδε μοι βοῶσι νευραὶ
ἀκέλευστα καί τις ὀμφὰ
περί τ' ἀμφί με ποτᾶται.
50Τί ποτ' ἆρα τέξεταί μοι
μέλος ἁ θέσκελος ὠδίς;
Ὁ μὲν αὐτόσσυτος ἀρχά,
ταμίας πατήρ τ' ἐόντων,
ἀλόχευτος, ὑψιθώκων
55ὑπὲρ οὐρανοῦ καρήνων
ἀλύτῳ κύδεϊ γαίων
θεὸς ἔμπεδος θαάσσει,
ἑνοτήτων ἑνὰς ἁγνά,
μονάδων μονάς τε πρώτα,
60ἁπλότητας ἀκροτήτων
ἑνίσασα καὶ τεκοῦσα
ὑπερουσίοις λοχείαις·
ὅθεν αὐτὴ προθοροῦσα
διὰ πρωτόσπορον εἶδος
65μονὰς ἄρρητα χυθεῖσα
τρικόρυμβον ἔσχεν ἀλκάν,
ὑπερούσιος δὲ παγὰ
στέφεται κάλλεϊ παίδων
ἀπὸ κέντρου τε θορόντων,
70περὶ κέντρον τε ῥυέντων.
Μένε μοι, θρασεῖα φόρμιγξ,
μένε, μηδὲ φαῖνε δήμοις
τελετὰς ἀνοργιάστοις.
ἴθι, καὶ τὰ νέρθε φώνει·
75τὰ δ' ἄνω σιγὰ καλύπτοι.
ὁ δὲ νοῦς οἴοισιν ἤδη
μέλεται νοοῖσι κόσμοις·
ἀγαθὰ γὰρ ἔνθεν ἤδη
βροτέου πνεύματος ἀρχὰ
80ἀμερίστως ἐμερίσθη,
ὁ καταιβάτας ἐς ὕλαν
νόος ἄφθιτος, τοκήων
θεοκοιράνων ἀπορρώξ,
ὀλίγα μέν, ἀλλ' ἐκείνων.
85ὅλος οὗτος εἷς τε πάντῃ,
ὅλος εἰς ὅλον δεδυκώς,
κύτος οὐρανῶν ἑλίσσει·
τὸ δ' ὅλον τοῦτο φυλάσσων
νενεμημέναισι μορφαῖς
90μεμερισμένος παρέστη,
ὁ μὲν ἀστέρων διφρείαις,
ὁ δ' ἐς ἀγγέλων χορείας·
ὁ δὲ καὶ ῥέποντι δεσμῷ
χθονίαν εὕρετο μορφάν·
95ἀπὸ δ' ἐστάθη τοκήων,
δνοφερὰν ἤρυσε λάθαν,
ἀλαωποῖσι μερίμναις
χθόνα θαυμάσας ἀτερπῆ,
θεὸς ἐς θνητὰ δεδορκώς.
100 Ἔνι μάν, ἔνι τι φέγγος
κεκαλυμμέναισι γλήναις·
ἔνι καὶ δεῦρο πεσόντων
ἀναγώγιός τις ἀλκά,
ὅτε κυμάτων φυγόντες
105βιοτησίων, ἀκηδεῖς
ἁγίας ἔστειλαν οἴμους
πρὸς ἀνάκτορον τοκῆος.
Μάκαρ ὅστις βορὸν ὕλας
προφυγὼν ὕλαγμα, καὶ γᾶς
110ἀναδὺς ἅλματι κούφῳ
ἴχνος ἐς θεὸν τιταίνει.
μάκαρ ὅστις μετὰ μοίρας,
μετὰ μόχθους, μετὰ πικρὰς
χθονογηθεῖς μελεδῶνας,
115ἐπιβὰς νόου κελεύθων
βυθὸν εἶδεν θεολαμπῆ.
Πόνος †εἰς ὅλαν †τανύσσαι
κραδίαν ὅλοισι ταρσοῖς
ἀναγωγίων ἐρώτων.
120μόνον ἐμπέδωσον ὁρμὰν
νοερηφόροισιν οἴμαις·
ὁ δέ τοι πέλας φανεῖται
γενέτας, χεῖρας ὀρεγνύς·
προθέοισα γάρ τις ἀκτὶς
125καταλάμψει μὲν ἀταρπούς,
πετάσει δέ τοι νοητὸν
πεδίον, κάλλεος ἀρχάν.
Ἄγε μοι, ψυχά, πιοῖσα
ἀγαθορρύτοιο παγᾶς,
130ἱκετεύσασα τοκῆα
ἀνάβαινε, μηδὲ μέλλε,
χθονὶ τὰ χθονὸς λιποῖσα·
τάχα δ' ἀμμιγεῖσα πατρὶ
θεὸς ἐν θεῷ χορεύσεις.