5889 244 1 9 7 0 II-III d. C. Storiografia Herodianus VII Ab excessu divi Marci Stavenhagen, K., Leipzig, Teubner, 1922 Rist. 1967, Stuttgart, Teubner 4

Herodianus - Ab excessu divi Marci VII

   Τίνι μὲν βίῳ Ἀλέξανδρος ἐχρήσατο τέλει τε ὁποίῳ βασιλεύσας ἐτῶν τεσσαρεσκαίδεκα, ἐν τοῖς προειρημένοις ἐδηλώσαμεν· ὁ δὲ Μαξιμῖνος παραλαβὼν τὴν ἀρχὴν πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτατα καὶ μετὰ πολλοῦ φόβου τῇ ἐξουσίᾳ χρώμενος, ἔκ τε πραείας καὶ πάνυ ἡμέρου βασιλείας ἐς τυραννίδος ὠμότητα μετάγειν πάντα ἐπειρᾶτο, δυσμένειαν ἑαυτῷ συνειδώς, ὅτι πρῶτος ἐξ [2] εὐτελείας τῆς ἐσχάτης ἐς τοσαύτην τύχην ἤλασε. φύσει δὲ ἦν τὸ ἦθος, ὥσπερ καὶ τὸ γένος, βάρβαρος· τό τε φονικὸν πάτριον ἔχων καὶ ἐπιχώριον, πρόνοιαν ἐποιεῖτο τὴν ἀρχὴν δι' ὠμότητος βεβαιῶσαι, δεδιὼς μή τι τῇ συγκλήτῳ καὶ τοῖς ὑπηκόοις εὐκαταφρόνητος γένηται, οὐκ ἐς τὴν παροῦσαν αὐτοῦ τύχην ἀφορῶσιν, ἀλλ' ἐς τὰ τῆς γενέσεως εὐτελῆ σπάργανα. τεθρύλητο γὰρ παρὰ πᾶσι καὶ διεβέβλητο, ὅτι δὴ ποιμαίνων ἐν τοῖς Θρᾳκίοις ὄρεσιν, ἐπιδούς τε αὑτὸν διὰ μέγεθος καὶ ἰσχὺν σώματος ἐς εὐτελῆ καὶ ἐπιχώριον στρατείαν, ὑπὸ τῆς τύχης [3] ἐπὶ τὴν Ῥωμαίων ἀρχὴν κεχειραγώγητο. εὐθέως οὖν τούς τε φίλους πάντας, οἳ συνῆσαν τῷ Ἀλεξάνδρῳ σύνεδροί [τε] ὑπὸ τῆς συγκλήτου βουλῆς ἐπιλεχθέντες, ἀπεσκευάσατο, καὶ οὓς μὲν ἐς τὴν Ῥώμην ἀπέπεμψε, τινὰς δὲ ἐπὶ προφάσει διοικήσεως ἀπεσείσατο, μόνος εἶναι βουλόμενος ἐν τῷ στρατῷ καὶ μηδένα αὑτῷ παρεῖναι ἐκ συνειδήσεως εὐγενοῦς κρείττονα, ἀλλ' ἵν' ὥσπερ ἐξ ἀκροπόλεως, μηδενὸς αὐτῷ παρόντος ᾧ νέμειν αἰδῶ ἀνάγκην [4] ἔχοι, τοῖς τῆς τυραννίδος ἔργοις σχολάζοι. τήν τε θεραπείαν πᾶσαν, ἣ συγγεγόνει τῷ Ἀλεξάνδρῳ τοσούτων ἐτῶν, τῆς βασιλείου αὐλῆς ἀπέπεμψε. τοὺς δὲ πλείστους αὐτῶν καὶ ἀπέκτεινεν, ἐπιβουλὰς ὑποπτεύων· ᾔδει γὰρ ἀλγοῦντας ἐπὶ τῇ ἐκείνου ἀναιρέσει.

   ἔτι δὲ καὶ μᾶλλον αὐτὸν ἐς ὠμότητα καὶ τὴν πρὸς ἅπαντας ὀργὴν προυκαλέσατο συνωμοσία τις διαβληθεῖσα κατ' αὐτοῦ συγκροτουμένη, πολλῶν τε ἑκατοντάρχων [5] συμπνεόντων καὶ τῶν ἀπὸ τῆς βουλῆς ἁπάντων. Μάγνος τις ὄνομα ἦν τῶν εὐπατριδῶν τε καὶ ὑπατευκότων· οὗτος διεβλήθη συνάγειν κατ' αὐτοῦ χεῖρα, καὶ στρατιώτας τινὰς πείθειν ἐς αὑτὸν τὴν ἀρχὴν μετάγειν. ἡ δὲ συσκευὴ τοιαύτη τις ἐλέγετο ἔσεσθαι. γεφυρώσας τὸν ποταμὸν ὁ [6] Μαξιμῖνος ἔμελλεν ἐπὶ Γερμανοὺς διαβήσεσθαι· ἅμα γὰρ τῷ τὴν ἀρχὴν παραλαβεῖν εὐθέως πολεμικῶν ἔργων ἤρξατο, καὶ διὰ σώματος μέγεθος καὶ ἰσχὺν [στρατιωτικὴν] καὶ ἐμπειρίαν πολεμικὴν δοκῶν ἐπιλελέχθαι ἔργοις τὴν δόξαν καὶ τὴν τῶν στρατιωτῶν ὑπόληψιν ἐπιστοῦτο, τήν τε Ἀλεξάνδρου μέλλησιν καὶ τὴν πρὸς τὰ πολεμικὰ ἔργα δειλίαν ἐλέγχειν ἐπειρᾶτο εἰκότως κατεγνωσμένην. ἀσκῶν τε οὖν καὶ γυμνάζων τοὺς στρατιώτας οὐ διέλειπεν, αὐτός [7] τε ἐν ὅπλοις ὢν καὶ τὸν στρατὸν παρορμῶν. τότε τοίνυν τὴν γέφυραν ζεύξας ἔμελλεν ἐπὶ Γερμανοὺς διαβήσεσθαι. ὁ δὲ Μάγνος ἐλέγετο στρατιωτῶν μὲν ὀλίγους, ἀλλὰ τοὺς ἐξοχωτάτους καὶ μάλιστα τοὺς τὴν φρουρὰν τῆς γεφύρας καὶ τὴν ἐπιμέλειαν πεπιστευμένους, ἀναπεῖσαι μετὰ τὸ διαβῆναι τὸν Μαξιμῖνον λύσαντας τὴν γέφυραν προδοῦναι τοῖς βαρβάροις, οὐχ ὑπαρχούσης αὐτῷ ἐπανόδου· πλάτει γὰρ καὶ βάθει μέγιστος ὁ ποταμὸς ῥέων ἄβατος αὐτῷ ἐγίνετο, οὔτε νεῶν οὐσῶν ἐν ταῖς [8] πολεμίαις ὄχθαις τῆς τε γεφύρας λυθείσης. ἡ μὲν τῆς ἐπιβουλῆς φήμη τοιαύτη ἐγένετο, εἴτε ἀληθὴς ὑπάρξασα εἴτε ὑπὸ τοῦ Μαξιμίνου συσκευασθεῖσα· ἀκριβὲς δὲ εἰπεῖν οὐ ῥᾴδιον, ἐπεὶ ἔμενεν ἀνεξέλεγκτος. μήτε γὰρ κρίσεως τινι μεταδοὺς μήτε ἀπολογίας, πάντας οὓς ὑπώπτευεν αἰφνιδίως συναρπασθέντας ἀφειδῶς ἐφόνευσεν.

[9]    ἐγένετο δέ τις καὶ Ὀσροηνῶν τοξοτῶν ἀπόστασις, οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ, περιτυχόντες τῶν ἀπὸ ὑπατείας καὶ φίλων Ἀλεξάνδρου τινί (Κουαρτῖνος δὲ ἦν ὄνομα, ὃν Μαξιμῖνος ἐκπέμψας ἦν τοῦ στρατοῦ) ἁρπάσαντες ἄκοντα καὶ οὐδὲν προειδότα στρατηγὸν ἑαυτῶν κατέστησαν, πορφύρᾳ τε καὶ πυρὶ προπομπεύοντι, ὀλεθρίοις τιμαῖς, ἐκόσμησαν, ἐπί τε τὴν ἀρχὴν [10] ἦγον οὔ τι βουλόμενον. ἐκεῖνος μὲν οὖν ἐν τῇ σκηνῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ αἰφνιδίως ἀνῃρέθη ὑπὸ τοῦ συνόντος αὐτῷ καὶ δοκοῦντος φίλου, τῶν τε Ὀσροηνῶν πρότερον ἡγουμένου (Μακεδὼν ἦν ὄνομα αὐτῷ), καίτοι τῆς ἁρπαγῆς καὶ τῆς ἀποστάσεως ἀρχηγοῦ [καὶ ὁμογνώμονος] τοῖς Ὀσροηνοῖς γενομένου· ὃς οὐδεμίαν αἰτίαν ἔχθρας οὐδὲ μίσους ἔχων ἀπέκτεινεν ὃν αὐτὸς ἥρπασέ τε καὶ ἀνέπεισεν, οἰόμενός τε μεγάλα χαρίζεσθαι τῷ Μαξιμίνῳ τὴν κεφαλὴν ἀποτεμὼν ἐκόμισεν.

[11] ὃ δὲ ἥσθη μὲν ἐπὶ τῷ ἔργῳ, στερηθεὶς δὲ πολεμίου, ὡς ᾤετο, ... ἐκεῖνον μέν, καίτοι μεγάλα ἐλπίζοντα καὶ δοκοῦντα ἀμοιβῆς ἐξαιρέτου τεύξεσθαι, ἀπέκτεινεν ὡς καὶ τῆς ἀποστάσεως γεγονότα ἀρχηγὸν καὶ ἀποκτείναντα ὃν αὐτὸς ἄκοντα ἀνέπεισεν, ἄπιστόν τε γενόμενον περὶ τὸν φίλον.

[12]    τοιαῦται μὲν δή τινες αἰτίαι ἔτι μᾶλλον ἐς τραχύτητα καὶ ὠμότητα ἠκόνησαν τὴν τοῦ Μαξιμίνου ψυχήν, καὶ πρότερον οὕτω πεφυκυῖαν. ἦν δὲ καὶ τὴν ὄψιν φοβερώτατος, καὶ μέγιστος τὸ σῶμα, ὡς μὴ ῥᾳδίως αὐτῷ τινὰ μήτε Ἑλλήνων τῶν σωμασκούντων μήτε βαρβάρων τῶν μαχιμωτάτων ἐξισοῦσθαι.

[2]

[1]    διοικήσας δὲ τὰ προειρημένα, πάντα τε τὸν στρατὸν ἀναλαβών, καὶ διαβὰς ἀφόβως τὴν γέφυραν, εἴχετο τῆς πρὸς Γερμανοὺς μάχης. μέγα δέ τι πλῆθος καὶ σχεδὸν ἅπασαν τὴν Ῥωμαίων δύναμιν σὺν ἑαυτῷ εἰσήγαγε, Μαυρουσίων τε ἀκοντιστῶν ἀριθμὸν πάμπλειστον καὶ τοξοτῶν Ὀσροηνῶν τε καὶ Ἀρμενίων, ὧν ἦσαν οἳ μὲν ὑπήκοοι οἳ δὲ φίλοι καὶ σύμμαχοι, καὶ εἴ τινες Παρθυαίων ἢ χρήμασι πεισθέντες καὶ αὐτομολήσαντες ἢ ληφθέντες [2] αἰχμάλωτοι Ῥωμαίοις ἐδούλευον. τὰ δὲ πλήθη ταῦτα τοῦ στρατοῦ καὶ πρότερον ὑπ' Ἀλεξάνδρου ἤθροιστο, ηὐξήθη δὲ ὑπὸ τοῦ Μαξιμίνου καὶ ἐς πολεμικὴν ἄσκησιν συγκεκρότητο. μάλιστα δὲ οἱ ἀκοντισταὶ καὶ οἱ τοξόται πρὸς τὰς Γερμανῶν μάχας ἐπιτήδειοι δοκοῦσιν, ἐπιτρέχοντές τε αὐτοῖς κούφως οὐ προσδοκῶσι καὶ ἀναχωροῦντες ῥᾳδίως.

[3] γενόμενος δὲ ἐν τῇ πολεμίᾳ Μαξιμῖνος πολλὴν γῆν ἐπῆλθεν, οὐδενὸς αὐτῷ ἀνθεστῶτος, ἀλλὰ τῶν βαρβάρων ἀνακεχωρηκότων. ἐδῄου τε οὖν πᾶσαν τὴν χώραν, μάλιστα τῶν ληίων ἀκμαζόντων, τάς τε κώμας ἐμπιπρὰς διαρπάζειν ἐδίδου τῷ στρατῷ. εὐμαρέστατα γὰρ τὸ πῦρ ἐπινέμεται τάς τε πόλεις αὐτῶν ἃς ἔχουσι, καὶ τὰς οἰκήσεις [4] ἁπάσας· λίθων μὲν γὰρ παρ' αὐτοῖς ἢ πλίνθων ὀπτῶν σπάνις, ὗλαι δ' εὔδενδροι, ὅθεν ξύλων οὔσης ἐκτενείας συμπηγνύντες αὐτὰ καὶ ἁρμόζοντες σκηνοποιοῦνται. ὁ δὲ Μαξιμῖνος ἐπὶ πολὺ μὲν προεχώρησε, πράττων τε τὰ προειρημένα καὶ λείας ἀπελαύνων, διδούς τε [5] τὰς ἀγέλας τῷ στρατῷ αἷς περιετύγχανον. οἱ δὲ Γερμανοὶ ἀπὸ μὲν τῶν πεδίων, καὶ εἴ τινες ἦσαν χῶραι ἄδενδροι, ἀνακεχωρήκεσαν, ἐν δὲ ταῖς ὕλαις ἐκρύπτοντο περί τε τὰ ἕλη διέτριβον, ὡς ἐκεῖ τὰς μάχας καὶ τὰς ἐφόδους ποιοῖντο, τῆς συνεχείας τῶν φυτῶν ἀπασχολούσης ἐς ἑαυτὴν τὰ βέλη καὶ τὰ ἀκόντια τῶν πολεμίων, τοῦ τε ἀγχιβαθοῦς τῶν ἑλῶν Ῥωμαίοις μὲν δι' ἄγνοιαν τῶν τόπων ἐπισφαλοῦς ἐσομένου, ἑαυτοῖς δὲ δι' ἐμπειρίαν τῆς χώρας ἐγνωκόσι ‹τὰ› ἄβατα καὶ ἀντιτυπῆ τῶν τόπων [6] ἐς γόνυ τε βρεχομένοις διατρέχειν ῥᾳδίου. εἰσὶ δὲ καὶ πρὸς τὸ νήχεσθαι γεγυμνασμένοι ἅτι μόνῳ λουτρῷ τοῖς ποταμοῖς χρώμενοι.

   περὶ ἐκεῖνα οὖν μάλιστα τὰ χωρία αἱ συμβολαὶ ἐγίνοντο· ἔνθα καὶ γενναιότατα αὐτὸς ὁ βασιλεὺς τῆς μάχης ἦρξεν. ἐπὶ γάρ τινι ἕλει μεγίστῳ, τῶν μὲν Γερμανῶν ἐς αὐτὸ ἀναχωρούντων ἐς φυγήν, ἐς δίωξιν δὲ Ῥωμαίων ἐπεισελθεῖν ὀκνούντων, πρῶτος ὁ Μαξιμῖνος ἅμα τῷ ἵππῳ ἐμβαλὼν ἐς τὸ ἕλος, καίτοι ὑπὲρ γαστέρα τοῦ ἵππου βρεχομένου, τοὺς ἀνθεστῶτας ἐφόνευσε βαρβάρους, [7] ὡς τὸν λοιπὸν στρατὸν αἰδεσθέντα προδοῦναι μαχόμενον ὑπὲρ αὐτῶν βασιλέα τολμῆσαί τε καὶ τοῖς ἕλεσιν ἐπεισελθεῖν, πολὺ δέ τι πλῆθος ἑκατέρωθεν πεσεῖν, καὶ Ῥωμαίων μὲν ... τῶν δὲ βαρβάρων σχεδὸν τὴν τότε παροῦσαν δύναμιν, ἀριστεύοντος αὐτοῦ, ὡς τὸ τέναγος σωμάτων πληρωθῆναι, τήν τε λίμνην αἵματι κερασθεῖσαν πεζομαχοῦντι στρατῷ ναυμαχίας ὄψιν παρασχεῖν.

[8] ταύτην τὴν μάχην καὶ τὴν ἀριστείαν αὑτοῦ οὐ μόνον διὰ γραμμάτων τῇ τε συγκλήτῳ καὶ τῷ δήμῳ ἐδήλωσεν, ἀλλὰ καὶ γραφῆναι κελεύσας μεγίσταις εἰκόσιν ἀνέθηκε πρὸ τοῦ βουλευτηρίου, ἵνα μὴ μόνον ἀκούειν τὰ γενόμενα ἀλλὰ καὶ βλέπειν ἔχωσι Ῥωμαῖοι. τὴν δ' εἰκόνα ὕστερον καθεῖλεν ἡ σύγκλητος μετὰ τῶν λοιπῶν αὐτοῦ τιμῶν. γεγόνασι δὲ καὶ ἕτεραι συμβολαί, ἐν αἷς ὡς αὐτουργός τε καὶ αὐτόχειρ τῆς μάχης ἀριστεύων τε πανταχοῦ [9] ἐπῃνεῖτο. πολλοὺς δὲ χειρωσάμενος αὐτῶν αἰχμαλώτους καὶ λείαν ἀπελάσας, χειμῶνος ἤδη καταλαμβάνοντος ἐπανῆλθεν ἐς Παίονας, ἔν τε Σιρμίῳ διατρίβων, τῇ μεγίστῃ ἐκεῖ πόλει δοκούσῃ, τὰ πρὸς τὴν εἴσοδον ἐς τὸ ἔαρ παρεσκευάζετο. ἠπείλει γὰρ (καὶ ποιήσειν ἔμελλεν) ἐκκόψειν τε καὶ ὑποτάξειν τὰ μέχρις ὠκεανοῦ Γερμανῶν ἔθνη βάρβαρα.

[3]

[1]    τὰ μὲν οὖν πολεμικὰ τοιοῦτος ἦν· καὶ ἐς δόξαν ἤρθη ἃν ἡ πρᾶξις αὐτοῦ, εἰ μὴ τοῖς οἰκείοις καὶ τοῖς ὑπηκόοις βαρύτερος ἐγεγόνει καὶ φοβερώτερος. τί γὰρ ἦν ὄφελος βαρβάρων ἀναιρουμένων, πλειόνων γινομένων φόνων ἐν αὐτῇ τε Ῥώμῃ καὶ τοῖς ὑπηκόοις ἔθνεσιν; ἢ λείας [αἰχμαλώτους] ἀπάγειν τῶν ἐχθρῶν, γυμνοῦντα καὶ τὰς [2] οὐσίας ἀφαιρούμενον τῶν οἰκείων; ἄνεσίς τε γὰρ πᾶσα, μᾶλλον δὲ καὶ πρόκλησις δέδοτο συκοφάνταις ἐς τὸ ἐπηρεάζειν καὶ κινεῖν πράγματα προγονικά, εἰ τύχοι, καὶ ἄγνωστα καὶ ἀνεξέλεγκτα. μόνον τέ τις κληθεὶς ἐς δικαστήριον ὑπὸ συκοφάντου εὐθέως ἡττημένος ἀπῄει καὶ [3] τῶν ὑπαρχόντων πάντων στερηθείς. ἑκάστης γοῦν ἡμέρας ἦν ἰδεῖν τοὺς χθὲς πλουσιωτάτους τῆς ἐπιούσης μεταιτοῦντας· τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλοχρηματία ἐπὶ προφάσει τῆς περὶ τοὺς στρατιώτας χρημάτων συνεχοῦς χορηγίας· ἦν δὲ καὶ τοῖς ὠσὶ κοῦφος ἐς διαβολάς, ἡλικίας τε καὶ ἀξιώματος ἀφειδῶς ἔχων. πλείστους γοῦν τῶν ἔθνη καὶ στρατόπεδα πεπιστευμένων, μετὰ ὑπατείας τιμὴν ἢ δόξαν ἐπὶ τροπαίοις προσγενομένην, ἐκ μικρᾶς καὶ εὐτελοῦς διαβολῆς ἀναρπάστους [4] ἐποίει, καὶ ἐκέλευέ τε ἄνευ ὑπηρεσίας μόνους ὀχήμασιν ἐπιτεθέντας ἄγεσθαι νύκτωρ καὶ μεθ' ἡμέραν ὁδεύοντας ἐξ ἀνατολῶν ἢ δύσεως, εἰ τύχοι, ἀπό τε μεσημβρίας ἐς Παίονας, ἔνθα διέτριβε· σκύλας δὲ καὶ ὑβρίσας φυγαῖς ἢ θανάτοις ἐζημίου.

   ἐς ὅσον μὲν οὖν ἐς τοὺς καθ' ἕνα ταῦτα ἐπράττετο καὶ μέχρις οἰκείων†ἔμενεν ἡ συμφορά, οὐ πάνυ τι τοῖς [5] δήμοις τῶν πόλεων ἢ τοῖς ἔθνεσι διέφερε· τὰ γὰρ τῶν εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοήθων καὶ φαύλων ἔσθ' ὅτε καὶ εὐφραίνει φθόνῳ τῶν κρειττόνων καὶ εὐτυχούντων. ἐπεὶ δὲ ὁ Μαξιμῖνος τοὺς πλείστους τῶν ἐνδόξων οἴκων ἐς πενίαν περιστήσας, ἃ δὴ μικρὰ καὶ ὀλίγα οὐδ' αὐτάρκη τῇ αὑτοῦ βουλήσει ᾤετο, μετῆλθεν ἐπὶ τὰ δημόσια, καὶ εἴ τινα ἦν χρήματα πολιτικὰ ἐς εὐθηνίας ἢ νομὰς τῶν δημοτῶν ἀθροιζόμενα εἴτε θεάτροις ἢ πανηγύρεσιν ἀνακείμενα, ἐς ἑαυτὸν μετῆγε, ναῶν τε ἀναθήματα θεῶν τε ἀγάλματα καὶ ἡρώων τιμάς, καὶ εἴ τις ἦν κόσμος δημοσίου ἔργου ἢ καλλώπισμα πόλεως ἢ ὕλη νόμισμα ποιῆσαι δυναμένη, πᾶν ἐχωνεύετο.

[6] ὅπερ καὶ μάλιστα τοὺς δήμους ἐλύπησε, πένθος τε δημόσιον ἐνεποίει δίχα μάχης καὶ ἄνευ ὅπλων ὄψις πολιορκίας, ὥς τινας τῶν δημοτῶν καὶ χεῖρας ἀνατείνειν καὶ τοὺς νεὼς φρουρεῖν, ἑτοίμως τε ἔχειν πρότερον ἀναιρεθέντας πρὸ τῶν βωμῶν πεσεῖν ἢ σκῦλα τῶν πατρίδων ἰδεῖν. ἐντεῦθεν δὴ καὶ μάλιστα κατά τε πόλεις καὶ κατὰ ἔθνη διοίδαινον τῶν ὄχλων αἱ ψυχαί. ἀπηρέσκοντο δὲ καὶ οἱ στρατιῶται τοῖς πραττομένοις, ὀνειδιζόντων αὐτοῖς ἐπιφθόνως συγγενῶν τε καὶ οἰκείων ὡς δὴ δι' αὐτοὺς ταῦτα πράττοντος τοῦ Μαξιμίνου.

[4]

[1]    αἰτίαι μὲν δὴ αὗται, οὔτι γε ἄλογοι, ἐς μῖσος καὶ ἀπόστασιν τοὺς ὄχλους παρώξυνον. καὶ πάντες μὲν εὔχοντο καὶ θεοὺς τοὺς ἀδικουμένους ἐπεκάλουν, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἔστε συμπληρουμένης αὐτῷ τριετοῦς βασιλείας ἐκ μικρᾶς καὶ εὐτελοῦς προφάσεως, οἷα τυραννίδος σφάλματα, πρῶτοι ὅπλα ἐκίνησαν ἔς τε ἀπόστασιν [2] εὐσταθῶς ὥρμησαν Λίβυες, ἐξ αἰτίας τοιᾶσδε. ἐπετρόπευέ τις τῆς Καρχηδονίας χῶρας τραχύτατα, καὶ μετὰ πάσης ὠμότητος καταδίκας τε ἐποιεῖτο καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. ἐκεῖνός τε γάρ, οὓς ᾔδει ἁρμόζοντας τῇ ἑαυτοῦ γνώμῃ, ἐπελέγετο· οἵ τε προεστῶτες τοῦ ταμιείου τότε, εἰ καὶ σπανίως χρηστοὶ ἐμπεπτώκεσαν, τόν τε κίνδυνον προῦπτον ἔχοντες καὶ τὴν ἐκείνου φιλοχρηματίαν εἰδότες, [3] ἄκοντες ὅμως τοὺς λοιποὺς ἐμιμοῦντο. ὁ τοίνυν κατὰ τὴν Λιβύην ἐπίτροπος τοῖς τε ἄλλοις πᾶσι βιαίως προσεφέρετο, καὶ νεανίσκους τινὰς τῶν παρ' ἐκείνοις εὖ γεγονότων καὶ πλουσίων καταδίκαις περιβαλὼν εἰσπράττειν τὰ χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴων τε καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀφαιρεῖσθαι. ἐφ' οἷς ἀλγήσαντες οἱ νεανίσκοι τὰ μὲν χρήματα αὐτῷ ἀποδώσειν ὑπέσχοντο, τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν· συνωμοσίαν δὲ ποιησάμενοι, πάντας τε οὓς ᾔδεσαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας ἀναπείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν ἀγρῶν οἰκέτας, ξύλα τε καὶ πελέκεις [4] ἐπιφέρεσθαι. οἳ δὲ πεισθέντες κελεύουσι τοῖς δεσπόταις πρὸ τῆς ἕω συνῆλθον ἐς τὴν πόλιν, κρύπτοντες ὑπὸ ταῖς ἐσθῆσιν ἃ ἔφερον αὐτοσχεδίου πολέμου ὅπλα. μέγα δέ τι πλῆθος ἠθροίσθη· φύσει γὰρ πολυάνθρωπος οὖσα ἡ Λιβύη πολλοὺς εἶχε τοὺς τὴν γῆν γεωργοῦντας.

[5] ἅμα δὲ τῷ παραδραμεῖν τὸ περιόρθριον προελθόντες οἱ νεανίσκοι τὸ μὲν πλῆθος τῶν οἰκετῶν κελεύουσιν αὑτοῖς ἕπεσθαι ὡς ὄντας μέρος τοῦ λοιποῦ ὄχλου, προστάξαντες τότε ἀποκαλύπτειν ἃ ‹ἐπ›εφέροντο ὅπλα καὶ γενναίως ἀνθεστάναι, εἴ τινες ἢ στρατιωτῶν ἢ δημοτῶν αὐτοῖς [6] ἐπίοιεν ἔκδικοι τοῦ γενησομένου ἔργου· αὐτοὶ δὲ λαβόντες ἐγχειρίδια ὑποκόλπια προσίασι τῷ ἐπιτρόπῳ ὡς δὴ περὶ τῆς ἀποδόσεως τῶν χρημάτων διαλεξόμενοι, προσπεσόντες τε αἰφνιδίως οὐ προσδοκῶντα παίσαντες φονεύουσι. τῶν δὲ περὶ αὐτὸν στρατιωτῶν γυμνωσάντων τὰ ξίφη τῷ τε φόνῳ ἐπεξελθεῖν θελόντων, οἱ ἐκ τῶν ἀγρῶν κατεληλυθότες προβαλόμενοι τά τε ξύλα καὶ τοὺς πελέκεις, ὑπερμαχόμενοι τῶν δεσποτῶν, τοὺς ἀνθεστῶτας [5] [1] ῥᾳδίως ἐτρέψαντο. οὕτως δὴ προχωρήσαντος τοῦ ἔργου, οἱ νεανίσκοι ἅπαξ ἐν ἀπογνώσει γενόμενοι μόνην ᾔδεσαν ἑαυτοῖς σωτηρίαν ὑπάρχουσαν, εἰ τὰ τολμηθέντα αὑτοῖς αὐξήσαιεν ἔργοις μείζοσι καὶ κοινωνὸν τοῦ κινδύνου τὸν ἡγούμενον τοῦ ἔθνους παραλάβοιεν, πᾶν τε τὸ ἔθνος ἀναπείσαιεν ἐς ἀπόστασιν· ὅπερ ᾔδεσαν πάλαι [2] μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ κωλύεσθαι. σὺν παντὶ τοίνυν τῷ πλήθει ἤδη μεσαζούσης ἡμέρας ἐπίασιν ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος οἰκίαν. Γορδιανὸς δὲ ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθυπατείαν λαχών, πρεσβύτης δὲ ἐς ἔτος ἤδη περί που ὀγδοηκοστὸν ἐληλακώς, πολλῶν δὲ πρότερον ἄρξας ἐθνῶν ἔν τε πράξεσι μεγίσταις ἐξετασθείς. ὅθεν αὐτόν τε ἡδέως ὑποδέξεσθαι τὴν ἀρχὴν ᾤοντο ὥσπερ κορυφαῖον τέλος τῶν προγενομένων πράξεων, τήν τε σύγκλητον καὶ τὸν Ῥωμαίων δῆμον ἀσμένως δέξεσθαι ἄνδρα εὖ γεγονότα καὶ ἐκ πολλῶν ἡγεμονιῶν [3] ὥσπερ κατ' ἀκολουθίαν ἐπὶ τοῦτο ἐλθόντα. συνέβαινε δὲ ἐκείνης τῆς ἡμέρας, ἧς ταῦτα ἐπράττετο, οἴκοι τὸν Γορδιανὸν διατρίβειν ἡσυχάζοντα, δεδωκότα τοῖς καμάτοις ἀνάπαυλαν ἀργίαν τε ταῖς πράξεσιν. οἱ δὲ νεανίσκοι ξιφήρεις σὺν παντὶ τῷ πλήθει, βιασάμενοι τοὺς ταῖς αὐλείαις ἐφεστῶτας, εἰσπηδήσαντες καταλαμβάνουσιν αὐτὸν ἐπί τινος σκιμποδίου ἀναπαυόμενον, περιστάντες δὲ χλαμύδι πορφυρᾷ περιβάλλουσι σεβασμίαις τε τιμαῖς [4] προσαγορεύουσιν. ὃ δὲ τῷ παραδόξῳ τοῦ πράγματος ἐκπλαγείς, ἐνέδραν καὶ συσκευὴν ἐξ ἐπιβουλῆς καθ' ἑαυτοῦ νομίζων, ῥίψας ἀπὸ τοῦ σκίμποδος ἐς γῆν αὑτὸν ἐδεῖτο φείδεσθαι γέροντος μηδὲν αὐτοὺς ἀδικήσαντος, σώζειν δὲ τὴν πίστιν καὶ τὴν εὔνοιαν τῷ βασιλεύοντι. ἐπεὶ δὲ οἳ μὲν ξιφήρεις ἐνέκειντο, ἐκεῖνος δὲ ὑπὸ δέους καὶ ἀγνοίας οὐκ ᾔδει τὸ πεπραγμένον οὐδὲ τὸ τῆς παρούσης τύχης αἴτιον, εἷς τῶν νεανίσκων, ὃς ἦν αὐτῶν γένει καὶ δυνάμει λόγων προύχων, τοὺς λοιποὺς κατασιγάσας ἡσυχάζειν τε προστάξας, ἔχων πρόκωπον τὴν [5] δεξιὰν ἔλεξε πρὸς αὐτὸν τοιάδε· δύο κινδύνων προκειμένων, τοῦ μὲν παρόντος τοῦ δὲ μέλλοντος, καὶ τοῦ μὲν ἤδη προδήλου τοῦ δὲ ἐν ἀμφιβόλῳ τύχῃ, ἑλέσθαι σε δεῖ σήμερον σώζεσθαι μεθ' ἡμῶν καὶ πιστεῦσαι σεαυτὸν ἐλπίδι κρείττονι, ᾗ πάντες πεπιστεύκαμεν, ἢ τεθνάναι ἤδη πρὸς ἡμῶν. εἰ μὲν οὖν τὰ παρόντα ἕλοιο, πολλὰ τὰ ἐφόδια ἐς ἀγαθὰς ἐλπίδας, τό τε Μαξιμίνου παρὰ πᾶσι μῖσος, πόθος τε τυραννίδος ὠμῆς ἀπαλλάξεως, καὶ ἐν ταῖς προγενομέναις πράξεσιν εὐδοκίμησις, ἔν τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ γνῶσις οὐκ ἄσημος καὶ τιμὴ ἔνδοξος [6] ἀεί. ἀντειπόντι δέ σοι καὶ μὴ συμπνεύσαντι ἡμῖν σήμερον τέλος ἐπικείσεται· ἀπολούμεθα δὲ καὶ αὐτοί, εἰ δέοι, προαπολέσαντες ‹σέ›. ἔργον γὰρ ἡμῖν τετόλμηται μείζονος ἀπογνώσεως δεόμενον· κεῖται γὰρ ὁ τῆς τυρρανίδος ὑπηρέτης, καὶ δίκας ὠμότητος παρέσχε φονευθεὶς ὑφ' ἡμῶν. ἐφ' οἷς ἢν μὲν ἡμῖν συνάρῃ καὶ κοινωνὸς τῶν κινδύνων γένῃ, αὐτός τε τῆς ἐν βασιλείᾳ τιμῆς ἀπολαύσεις, τό τε ἡμῖν προκείμενον ἔργον ἐπαινεθήσεται καὶ οὐ κολασθήσεται.

[7]    τοιαῦτά τινα λέγοντος τοῦ νεανίσκου οὐκ ἀνασχόμενον τὸ λοιπὸν πλῆθος, συνδραμόντων ἤδη καὶ πάντων τῶν κατὰ τὴν πόλιν ἐπειδὴ διεφοίτησεν ἡ φήμη, Σεβαστὸν Γορδιανὸν ἀναγορεύει. παραιτούμενος δὲ καὶ γῆρας προϊσχόμενος ἐκεῖνος, ἄλλως δὲ φιλόδοξος ὤν, οὐδὲ ἀηδῶς ὑπέστη, ἑλόμενος μᾶλλον τὸν μέλλοντα κίνδυνον ἢ τὸν παρόντα, ἔν τε γήρᾳ ἐσχάτῳ οὐ πάνυ τι δεινὸν νομίζων, [8] εἰ δέοι, ἐν βασιλικαῖς τιμαῖς καὶ τελευτῆσαι. πᾶν δὴ τὸ Λιβύων ἔθνος εὐθέως ἐδεδόνητο, καὶ τὰς μὲν τοῦ Μαξιμίνου τιμὰς καθῄρουν, εἰκόσι δὲ καὶ ἀνδριᾶσι Γορδιανοῦ τὰς πόλεις ἐκόσμουν, τῷ τε κυρίῳ αὐτοῦ ὀνόματι προσθέντες Ἀφρικανὸν ἐκάλεσαν ἀφ' ἑαυτῶν· οὕτω γὰρ Λίβυες ‹οἱ› ὑπὸ μεσημβρίαν τῇ Ῥωμαίων φωνῇ καλοῦνται.

[6]

[1]   ὁ δὲ Γορδιανὸς ἐνδιατρίψας τῇ Θύστρῳ, ἔνθα ταῦτα ἐπράχθη, ἡμερῶν τινῶν, ἤδη φέρων βασιλέως ὄνομα καὶ σχῆμα, ἀπάρας [τε] τῆς Θύστρου ἐς τὴν Καρχηδόνα ἠπείχθη, ἣν ᾔδει μεγίστην τε οὖσαν καὶ πολυάνθρωπον, ἵν' ὥσπερ ἐν Ῥώμῃ πάντα πράττοι· ἡ γὰρ πόλις ἐκείνη καὶ δυνάμει χρημάτων καὶ πλήθει τῶν κατοικούντων καὶ μεγέθει μόνης Ῥώμης ἀπολείπεται, φιλονεικοῦσα πρὸς τὴν ἐν Αἰγύπτῳ Ἀλεξάνδρου πόλιν περὶ δευτερείων.

[2] εἵπετο δὲ αὐτῷ πᾶσα ἡ βασιλικὴ πομπή, τῶν μὲν στρατιωτῶν, οἵτινες ἦσαν ἐκεῖ, καὶ τῶν κατὰ τὴν πόλιν ἐπιμηκεστέρων νεανίσκων ἐν σχήματι τῶν κατὰ τὴν Ῥώμην δορυφόρων προϊόντων· αἵ τε ῥάβδοι ἐδαφνηφόρουν, ὅπερ ἐστὶ σύμβολον ἐς τὸ διαγνῶναι τὰς βασιλικὰς ἀπὸ τῶν ἰδιωτικῶν, τὸ δὲ πῦρ προεπόμπευεν, ὡς ὄψιν καὶ τύχην ἔχειν πρὸς ὀλίγον, ὥσπερ ἐν εἰκόνι, τῆς Ῥώμης τῶν Καρχηδονίων τὴν πόλιν.

[3]    ὅ τε Γορδιανὸς γράμματά τε πάμπλειστα ἐκπέμπει πρὸς ἕκαστον τῶν κατὰ τὴν Ῥώμην πρωτεύειν δοκούντων, τοῖς τε τῆς συγκλήτου δοκιμωτάτοις ἐπιστέλλει, ὧν ἦσαν αὐτῷ πλεῖστοι φίλοι τε καὶ συγγενεῖς. ἐποίησε δὲ καὶ δημόσια γράμματα πρός τε τὸν Ῥωμαίων δῆμον καὶ τὴν σύγκλητον, δι' ὧν τήν τε Λιβύων ἐδήλου ἐς ἑαυτὸν σύμπνοιαν, τῆς τε Μαξιμίνου ὠμότητος κατηγόρει σφοδρότατα [4] εἰδὼς μισουμένην, αὐτός τε πᾶσαν πραότητα ὑπισχνεῖτο, συκοφάντας τε πάντας φυγαδεύων καὶ παλινδικίαν διδοὺς τοῖς ἀδίκως κατακριθεῖσι, τούς τε φυγάδας ἐς τὰς πατρίδας ἐπανάγων· τοῖς δὲ στρατιώταις ὑπέσχετο ἐπίδοσιν χρημάτων ὅσην οὐδεὶς πρότερον, τῷ τε δήμῳ νομὰς ἐπήγγειλε. προυνοήσατο δὲ τοῦ πρότερον ἀναιρεθῆναι τὸν κατὰ τὴν Ῥώμην τῶν στρατοπέδων προεστῶτα· Βιταλιανὸς δὲ ἦν ὄνομα αὐτῷ. τοῦτον ᾔδει τραχύτατα καὶ ὠμότατα πράττοντα, φίλτατόν τε ὄντα καὶ [5] καθωσιωμένον τῷ Μαξιμίνῳ. ὑποπτεύων οὖν μὴ τοῖς πραττομένοις γενναίως ἀντιστῇ καὶ τῷ ἐκείνου φόβῳ μηδεὶς αὐτῷ συνάρηται, πέμπει τὸν ταμίαν τοῦ ἔθνους, νεανίσκον φύσει εὔτολμον καὶ τὸ σῶμα οὐκ ἀγεννῆ καὶ τὴν ἡλικίαν ἀκμάζοντα, πρόθυμόν τε ἐς τὸν ὑπὲρ ἑαυτοῦ κίνδυνον, παραδοὺς αὐτῷ ἑκατοντάρχας καὶ στρατιώτας τινάς, οἷς ἔδωκε κατασεσημασμένα γράμματα ἐν πτυκτοῖς πίναξι, δι' ὧν τὰ ἀπόρρητα καὶ κρυπτὰ ἀγγέλματα [6] τοῖς βασιλεῦσιν ἐπιστέλλεται. κελεύει δὲ αὐτοῖς πρὸ τῆς ἕω ἐς τὴν Ῥώμην κατελθοῦσιν ἐπιστῆναι ἔτι δικάζοντι καὶ ἀνακεχωρηκότι τῷ Βιταλιανῷ ἐν τῷ τοῦ δικαστηρίου οἰκίσκῳ, ἔνθα μόνος τὰ ἀπόρρητα καὶ κρυπτὰ δοκοῦντα ὑπὲρ σωτηρίας τοῦ βασιλέως ἠρεύνα τε καὶ ἐξήταζε, δηλῶσαί τε ὅτι φέρουσι γράμματα πρὸς Μαξιμίνου ἀπόρρητα, ἐπὶ τοῦτό τε παρ' αὐτοῦ πεμφθῆναι [7] ὑπὲρ ἀσφαλείας τοῦ βασιλέως· προσποιήσασθαι δὲ βούλεσθαι καὶ διαλεχθῆναι αὐτῷ ἰδιαίτερον ἀπαγγεῖλαί τε τὰ ἐντεταλμένα· διασχολουμένῳ δὲ ἐκείνῳ περὶ τὴν τῶν σφραγίδων ἐπίγνωσιν προσποιουμένους ὡς δὴ ἐροῦντάς τι, οἷς εἶχον ὑποκολπιδίοις ξίφεσι φονεῦσαι. ἅπερ πάντα προυχώρησεν ὡς ἐκέλευσεν. ἔτι γὰρ νυκτὸς οὔσης, ὥσπερ ἐκεῖνος εἰώθει πρὸ ἡμέρας προϊέναι, ἐπέστησαν [8] αὐτῷ ἰδιάζοντι, μηδὲ πολλοῦ πλήθους παρόντος· οἳ μὲν γὰρ οὐδὲ προεληλύθεσαν, οἳ δὲ προσαγορεύσαντες πρὸ ἡμέρας ἀνακεχωρήκεσαν, ἡσυχίας τε οὖν οὔσης ὀλίγων τε πρὸ τοῦ οἰκίσκου, δηλώσαντες αὐτῷ τὰ προειρημένα ῥᾳδίως εἰσεδέχθησαν· ἐπιδόντες δὲ τὰ γράμματα, ἐκείνου ταῖς σφραγῖσι τὰς ὄψεις ἐπιβάλλοντος προβαλόντες τὰ ξιφίδια καὶ παίσαντες φονεύουσιν, ἔχοντές τε αὐτὰ πρόκωπα [9] προπηδῶσιν. οἱ δὲ παρόντες ἐκπλαγέντες ἀνεχώρησαν, οἰόμενοι Μαξιμίνου τὴν κέλευσιν εἶναι· καὶ γὰρ ἐποίει τοῦτο πολλάκις καὶ περὶ τοὺς δοκοῦντας εἶναι φιλτάτους. κατελθόντες δὲ διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ προτιθέασι τὰ πρὸς τὸν δῆμον τοῦ Γορδιανοῦ γράμματα, τοῖς τε ὑπάτοις καὶ τοῖς λοιποῖς τὰ ἐπεσταλμένα διδόασι· διασκεδάννυταί τε ὑπ' αὐτῶν φήμη ὡς ἄρα καὶ Μαξιμῖνος [7] [1] εἴη ἀνῃρημένος. ὡς δὲ διεφοίτησε ταῦτα, εὐθέως πᾶς ὁ δῆμος ὥσπερ ἐνθουσιῶν διέθει πανταχοῦ· καὶ πάντες μὲν γὰρ ὄχλοι κοῦφοι πρὸς τὰ καινοτομούμενα, ὁ δὲ Ῥωμαίων δῆμος ἐν πλήθει μεγίστῳ καὶ ποικίλῳ συγκλύδων τε ἀνθρώπων πολὺ καὶ ῥᾴδιον ἔχει τὸ τῆς [2] γνώμης εὐκίνητον. ἀνδριάντες οὖν καὶ εἰκόνες τιμαί τε πᾶσαι τοῦ Μαξιμίνου κατεσπῶντο, καὶ τὸ κρυπτὸν πρότερον διὰ φόβον μῖσος ἀδεὲς καὶ αὐτεξούσιον γενόμενον ἀκωλύτως ἐξεχεῖτο. ἥ τε σύγκλητος συνελθοῦσα πρὶν τὸ ἀκριβὲς εἰδέναι περὶ τοῦ Μαξιμίνου, ἐκ τῆς παρούσης τύχης τὰ μέλλοντα πιστεύσαντες τὸν Γορδιανὸν ἅμα τῷ υἱῷ Σεβαστοὺς ἀναγορεύουσι, τὰς δὲ τοῦ Μαξιμίνου τιμὰς [3] ἀνατρέπουσι. συκοφάνται τε οὖν καὶ οἱ γενόμενοι τινῶν κατήγοροι ἢ ἔφευγον ἢ ὑπὸ τῶν ἀδικηθέντων ἀνῃροῦντο, ἐπίτροποί τε καὶ δικασταὶ οἱ τῆς ἐκείνου ὠμότητος ὑπηρέται συρέντες ὑπὸ τοῦ ὄχλου ἐς τοὺς ὀχετοὺς ἐρριπτοῦντο. φόνος τε οὐκ ὀλίγος ἐγένετο καὶ μηδὲν ἀδικησάντων ἀνθρώπων· δανειστὰς γὰρ ἑαυτῶν ἢ καὶ ἀντιδίκους ἐν πράγμασιν ἀγοραίοις, καὶ εἴ τις πρός τινα βραχεῖαν αἰτίαν εἶχε μίσους, ἐπαναβαίνοντες ταῖς οἰκήσεσιν ἀπροσδοκήτως, ἐπηρεάζοντες ὡς συκοφάντας [4] ἐσύλησάν τε καὶ ἐφόνευσαν. ἐν προσχήματι ἐλευθερίας ἀδείας τε εἰρηνικῆς ἔργα πολέμου ἐμφυλίου ἐγένετο, ὡς καὶ τὸν τῆς πόλεως ἐπάρχοντα μετὰ πράξεις πολλὰς ὑπατικάς (Σαβῖνος δὲ ἦν ὄνομα αὐτῷ), βουλόμενον κωλῦσαι τὰ γινόμενα, ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου τελευτῆσαι.

   καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν, ἡ δὲ σύγκλητος ἅπαξ ἀναρριφθέντος κινδύνου φόβῳ τοῦ Μαξιμίνου πάντα [5] ἔπραττεν ἐς τὸ ἀποστῆσαι αὐτοῦ τὰ ἔθνη. πρεσβεῖαι τοίνυν πανταχοῦ πρὸς πάντας ἡγουμένους ἐξεπέμφθησαν, ἐπιλεχθέντων ἀνδρῶν ἔκ τε τῆς συγκλήτου αὐτῆς καὶ τοῦ ἱππικοῦ τάγματος οὐκ ἀδοκίμων, γράμματά τε πρὸς πάντας τὴν Ῥωμαίων καὶ τῆς συγκλήτου γνώμην δηλοῦντα, προτρέποντά τε τοὺς ‹μὲν› ἡγουμένους συναίρεσθαι τῇ κοινῇ πατρίδι καὶ συνεδρίῳ βουλεύουσι, τὰ δ' ἔθνη πείθεσθαι Ῥωμαίοις, ὧν δημόσιον ἄνωθεν τὸ [6] κράτος ἐστίν, αὐτά τε φίλα καὶ ὑπήκοα ἐκ προγόνων. οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν, καὶ τὰ ἔθνη ἀποστήσαντες ῥᾳδίως μίσει τῆς Μαξιμίνου τυραννίδος, τούς τε ἐκεῖσε πράττοντας, εἰ τὰ Μαξιμίνου φρονοῖεν, ἀποκτείναντες προσέθεντο Ῥωμαίοις· ὀλίγοι δέ τινες ἢ διεχρήσαντο τοὺς ἐλθόντας πρέσβεις ἢ μετὰ φρουρᾶς πρὸς ἐκεῖνον παρέπεμψαν, οὓς συλλαμβάνων ὠμῶς ἐκόλαζεν.

[8]

[1]    τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην τοιαῦτα ἦν· ὡς δ' ἀπηγγέλη τῷ Μαξιμίνῳ τὰ πεπραγμένα, σκυθρωπός τε ἦν καὶ ἐν μεγάλαις φροντίσι, προσεποιεῖτο δὲ αὐτῶν καταφρονεῖν. τῆς μὲν οὖν πρώτης καὶ δευτέρας ἡμέρας ἔνδον ἔμεινεν ἡσυχάζων καὶ τοῖς φίλοις περὶ [2] τοῦ πρακτέου κοινούμενος. τὸ δὲ στρατόπεδον πᾶν τὸ σὺν αὐτῷ οἵ τε ἐπέκεινα πάντες ἄνθρωποι ἔγνωσαν μὲν τὰ διαγγελθέντα, καὶ διοίδαινον πᾶσιν αἱ ψυχαὶ τηλικούτων ἔργων εὐτόλμῳ καινοτομίᾳ, οὐδέ τις πρός τινα ἔλεγέ τι οὔτ' εἰδέναι τι προσεποιεῖτο· τοσοῦτος γὰρ ἦν ὁ Μαξιμίνου φόβος ὡς μηδὲν αὐτὸν λανθάνειν, παραφυλάττεσθαι δὲ πάντων οὐ μόνον τὰ διὰ φωνῆς καὶ γλώττης προφερόμενα ἀλλὰ καὶ τὰ δι' ὄψεως νεύματα.

[3] ὁ μέντοι Μαξιμῖνος συγκαλέσας πάντα τὸν στρατὸν ἐς τὸ πρὸ τῆς πόλεως πεδίον, προελθών τε τῆς τρίτης ἡμέρας ἀνελθών τε ἐπὶ τὸ βῆμα, ἐπιφερόμενος τὸ βιβλίον ὅπερ ἦσαν αὐτῷ συντάξαντές τινες τῶν φίλων, ἐξ ἀναγνώσεως ἔλεξε τοιάδε·

[4]    ἄπιστα μὲν οἶδα καὶ παράδοξα λέξων πρὸς ὑμᾶς, ὡς δὲ ἐγὼ οἴομαι, οὐ θαύματος ἀλλὰ χλεύης καὶ γέλωτος ἄξια. ὅπλα ἐφ' ὑμᾶς καὶ τὴν ὑμετέραν ἀνδρείαν οὐ Γερμανοὶ αἴρονται, οὓς πολλάκις ἐνικήσαμεν, οὐ Σαυρομάται οἱ περὶ εἰρήνης ἑκάστοτε ἱκετεύοντες· Πέρσαι τε οἱ πάλαι Μεσοποταμίαν κατατρέχοντες νῦν ἡσυχάζουσιν, ἀγαπητῶς ἔχοντες τὰ ἑαυτῶν, δόξης τε τῆς ὑμετέρας ἐν τοῖς ὅπλοις ἀρετῆς [τε], πείρᾳ τῶν ἐμῶν πράξεων, ἃς ἔγνωσαν ὅτε τῶν ἐπὶ ταῖς ὄχθαις στρατοπέδων ἡγούμην, [5] ἀνεχούσης αὐτούς. ἀλλὰ γὰρ (μή τι ἄρα καὶ καταγέλαστον εἰπεῖν) Καρχηδόνιοι μεμήνασι, καὶ πρεσβύτην ἄθλιον, ἐν ἐσχάτῳ γήρᾳ παραφρονοῦντα, πείσαντες ἢ βιασάμενοι ὥσπερ ἐν πομπαῖς παίζουσι βασιλείαν, τίνι θαρροῦντες στρατῷ, παρ' οἷς ἐς τὴν τοῦ ἡγουμένου ὑπηρεσίαν ἀρκοῦσι ῥαβδοῦχοι; ποῖα φέροντες ὅπλα, παρ' οἷς οὐδὲν πλὴν δορατίων οἷς πρὸς θηρία μονομαχοῦσι; τὰ πολεμικὰ αὐτοῖς γυμνάσια χοροὶ καὶ σκώμματα καὶ ῥυθμοί.

[6] μηδέ τινα ὑμῶν ἐκπληττέτω τὰ κατὰ Ῥώμην ἀγγελθέντα. Βιταλιανὸς μὲν ἀνῃρέθη δόλῳ καὶ ἀπάτῃ ληφθείς, τοῦ δὲ Ῥωμαίων δήμου τὸ κοῦφον καὶ εὐμετάβολον οὐκ ἀγνοεῖτε καὶ μέχρι βοῆς θρασύ· εἰ δύο ἢ τρεῖς ὁπλίτας ἴδοιεν μόνον, ὑπ' ἀλλήλων ὠθούμενοί τε καὶ πατούμενοι, φεύγων ἕκαστος τὸν ἴδιον κίνδυνον τοῦ κοινοῦ [7] ἀμελῶς ἔχει. εἰ δὲ καὶ τὰ τῆς συγκλήτου τις ὑμῖν διήγγειλε, μὴ θαυμάζετε εἰ τὸ μὲν ἡμέτερον σῶφρον τραχὺ αὐτοῖς δοκεῖ, τὸ δ' ὁμότροπον ἐν ἀκολάστῳ βίῳ ἐκείνου προτιμᾶται, καὶ τὰ μὲν ἀνδρεῖα καὶ σεμνὰ τῶν ἔργων φοβερὰ προσαγορεύουσι, τὰ δ' ἀνειμένα καὶ ἐκβεβακχευμένα ὡς ἥμερα δι' ἡδονῆς ἔχουσι· διόπερ πρὸς τὴν ἐμὴν ἀρχὴν οὖσαν ἐπιστρεφῆ καὶ κόσμιον ἀλλοτρίως διάκεινται, ἥσθησαν δὲ τῷ Γορδιανοῦ ὀνόματι, οὗ τὸν διαβεβλημένον [8] βίον οὐκ ἀγνοεῖτε. πρὸς τούτους καὶ τοιούτους ἡμῖν ὁ πόλεμος, εἴ τις οὕτως αὐτὸν καλεῖν βούλοιτο. ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὡς οἱ πλεῖστοι καὶ σχεδὸν πάντες, εἰ μόνον Ἰταλίας ἐπιβαίημεν, ἱκετηρίους θαλλοὺς καὶ τέκνα προτείναντες ὑποστρώσουσιν αὑτοὺς τοῖς ἡμετέροις ποσίν, οἱ δὲ λοιποὶ διὰ δειλίαν καὶ φαυλότητα φεύξονται, ὡς ὑπάρξαι ἐμοί τε [καὶ] ὑμῖν τὰ ἐκείνων πάντα δοῦναι, ὑμῖν τε ἀδεῶς λαβοῦσι καρποῦσθαι.

[9]    τοιαῦτά τινα εἰπών, βλάσφημά τε πολλὰ ἐς τὴν Ῥώμην καὶ τὴν σύγκλητον δι' ὧν παρεφθέγγετο ἀπορρίψας, ταῖς τε διὰ χειρὸς ἀπειλαῖς καὶ τραχέσι προσώπου νεύμασιν ὡς πρὸς παρόντας ὀργισθείς, ἐπαγγέλλει τὴν ἐπ' Ἰταλίαν ἔξοδον. διανείμας τε αὐτοῖς πάμπλειστα χρήματα, μιᾶς ἡμέρας διαλιπών, τῆς ὁδοῦ εἴχετο, πολύ τι πλῆθος ἐπαγόμενος στρατοῦ, τήν τε ὑπὸ Ῥωμαίοις δύναμιν.

[10] εἵπετο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ εὐκαταφρόνητος ἀριθμός, οὓς τοῖς ὅπλοις κεχείρωτο ἢ πείσας ἐς φιλίαν καὶ συμμαχίαν ἐπῆκτο, μηχαναί τε καὶ πολεμικὰ ὄργανα, καὶ ὅσα πρὸς τοὺς βαρβάρους ἰὼν ἐπεφέρετο. αὐτὸς μὲν σχολαιτέραν τὴν ὁδοιπορίαν ἐποιεῖτο διὰ τὴν τῶν ὀχημάτων καὶ ἐπιτηδείων πανταχόθεν συγκομιδήν· [11] αἰφνιδίου γὰρ γενομένης τῆς ἐπ' Ἰταλίαν ὁδοῦ, οὐκ ἐκ προνοίας, ὥσπερ εἰώθει, ἀλλ' ἐξ αὐτοσχεδίου καὶ ἐπειγούσης ὑπηρεσίας τὰ χρειώδη τῷ στρατῷ ἠθροίζετο ἔδοξεν οὖν αὐτῷ προπέμψαι τὰς τῶν Παιόνων φάλαγγας· ἐκείνοις γὰρ μάλιστα ἐπίστευεν, οἵπερ αὐτὸν καὶ πρῶτοι ἀνεῖπον βασιλέα ἐθελονταί τε ὑπὲρ αὐτοῦ κινδυνεύσειν ὑπισχνοῦντο. ἐκέλευσεν οὖν αὐτοῖς φθάσαι τὴν λοιπὴν δύναμιν καὶ τὰ ἐν Ἰταλίᾳ χωρία προκαταλαβεῖν.

[9]

[1]    καὶ οἱ μὲν περὶ τὸν Μαξιμῖνον ὡδοιπόρουν, ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἠλπίκεσαν τὰ πράγματα προυχώρει. Καπελιανὸς γὰρ ἦν τις ὄνομα, τῶν ἀπὸ συγκλήτου, ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις, Νομάδων δὲ καλουμένων. τὸ δὲ ἔθνος στρατοπέδοις πέφρακτο διὰ τὸ περικείμενον πλῆθος Μαυρουσίων τῶν βαρβάρων, [2] ὡς ἂν ἐπέχοι αὐτῶν τὰς ἐξ ἐπιδρομῆς ἁρπαγάς. εἶχεν οὖν ὑφ' ἑαυτῷ δύναμιν οὐκ εὐκαταφρόνητον στρατιωτικήν. πρὸς δὴ τὸν Καπελιανὸν τοῦτον ὁ Γορδιανὸς ἀπεχθῶς διέκειτο ἄνωθεν ἔκ τινος ἀγοραίου διαφορᾶς. τότε τοίνυν ἐν τῷ τῆς βασιλείας γενόμενος ὀνόματι διάδοχόν τε αὐτῷ ἔπεμψε καὶ τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν.

[3] ὃ δὲ πρός τε ταῦτα ἀγανακτήσας, τῷ τε Μαξιμίνῳ καθωσιωμένος, ὑφ' οὗ καὶ τὴν ἡγεμονίαν πεπίστευτο, πάντα τὸν στρατὸν ἀθροίσας ἀναπείσας τε Μαξιμίνῳ τηρεῖν τὴν πίστιν καὶ τὸν ὅρκον, κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα δύναμιν ἄγων μεγίστην τε καὶ γενναίων ἀνδρῶν ἡλικίαις ἀκμάζουσαν, καὶ παντοδαπῇ ὅπλων παρασκευῇ ἐξηρτυμένην, ἐμπειρίᾳ τε πολεμικῇ καὶ τῆς πρὸς τοὺς βαρβάρους μάχης συνηθείᾳ ἑτοίμην πρὸς μάχας.

[4]    ὡς δὲ ἀπηγγέλη τῷ Γορδιανῷ ὁ στρατὸς προσιὼν τῇ πόλει, αὐτός τε ἐν ἐσχάτῳ δέει ἦν, οἵ τε Καρχηδόνιοι ταραχθέντες, οἰόμενοι ἐν πλήθει ὄχλου, οὐκ ἐν εὐταξίᾳ στρατοῦ τὸ εὔελπι τῆς νίκης εἶναι, πανδημεὶ πάντες ἐξίασιν ὡς δὴ τῷ Καπελιανῷ ἀντιταξόμενοι. Γορδιανὸς μὲν οὖν ὁ πρεσβύτης, ὥς τινές φασιν, ἅμα ‹τὸν Καπελιανὸν› τῷ τῆς Καρχηδόνος ἐπιβῆναι ἐν ἀπογνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν Μαξιμίνου, οὐδὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιόμαχον ἰσόρροπον, ἀνήρτησεν [5] ἑαυτὸν βρόχῳ· κρυπτομένης δὲ αὐτοῦ τῆς τελευτῆς τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα δὴ τοῦ πλήθους εἵλοντο. γενομένης δὲ συμβολῆς οἱ μὲν Καρχηδόνιοι ὄχλῳ πλείους ἦσαν, ἄτακτοι δὲ καὶ πολεμικῶν ἔργων ἀπαίδευτοι ἅτε ἐν εἰρήνῃ βαθείᾳ τεθραμμένοι ἑορταῖς τε καὶ τρυφαῖς σχολάζοντες ἀεί, γυμνοί τε ὅπλων καὶ ὀργάνων πολεμικῶν.

[6] ἕκαστος δὲ ἐπεφέρετο οἴκοθεν ἢ ξιφίδιον ἢ πέλεκυν δοράτιά τε ἐκ κυνηγεσίων· βύρσας τε τὰς ἐμπεσούσας περιτεμόντες καὶ ξύλα καταπρίσαντες ἐς τὰ παρατυχόντα σχήματα, ὡς ἕκαστος ἐδύνατο, πρόβλημα τοῦ σώματος ἐποιεῖτο. οἱ δὲ Νομάδες ἀκοντισταί τε εὔστοχοι καὶ ἱππεῖς ἄριστοι, ὡς καὶ χαλινῶν ἄνευ ῥάβδῳ [7] μόνῃ τὸν δρόμον τῶν ἵππων κυβερνᾶν. ῥᾷστα οὖν ἐτρέψαντο τῶν Καρχηδονίων τὸ πλῆθος, οἵπερ οὐχ ὑπομείναντες αὐτῶν τὴν ἐμβολήν, πάντα ῥίψαντες, ἔφυγον· ὠθούμενοι δὲ ὑπ' ἀλλήλων καὶ πατούμενοι, πλείους ὑπὸ τοῦ οἰκείου πλήθους ἐφθάρησαν ἢ πρὸς τῶν πολεμίων. ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀπώλετο οἵ τε περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων μήτε νεκρῶν ἀναίρεσιν πρὸς ταφὴν γενέσθαι δυνηθῆναι μήτε τὸ [8] τοῦ νέου Γορδιανοῦ σῶμα εὑρεθῆναι. οἱ μὲν γὰρ φεύγοντες, ὅσοι τε ἦσαν εἰσρυέντες ἐς τὴν Καρχηδόνα ὅσοι τε λαθεῖν ἠδυνήθησαν, σκεδασθέντες ἐς πᾶσαν τὴν πόλιν, οὖσαν μεγίστην τε καὶ πολυάνθρωπον, ὀλίγοι ἐκ πολλῶν ἐσώθησαν· τὸ δὲ λοιπὸν πλῆθος περὶ ταῖς πύλαις στενοχωρούμενον, παρεισδῦναι σπουδάζοντος ἑκάστου, βαλλόμενον τε ὑπὸ τῶν ἀκοντιστῶν καὶ τιτρωσκόμενον ὑπὸ [9] τῶν ὁπλιτῶν διεφθείρετο. πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πόλιν γυναικῶν τε καὶ παιδίων, ὧν ἐν ὄψει οἱ φίλτατοι ἀπώλοντο. ἕτεροι δέ φασιν, ὡς δὴ ταῦτα οἴκοι μεμενηκότι διὰ γῆρας τῷ πρεσβύτῃ Γορδιανῷ ἀπηγγέλη ὅ τε Καπελιανὸς εἰσελαύνων ἐς τὴν Καρχηδόνα ἐδηλώθη, ἐν ἀπογνώσει δὴ πάντων γενόμενος, εἰσελθὼν μόνος ἐς τὸν οἰκίσκον ὡς δὴ καθευδήσων, ἐξαρτήσας ἧς ἐπεφέρετο ζώνης τὸν τράχηλον ἐν βρόχῳ, τοῦ βίου ἀνεπαύσατο.

[10]   τοιούτῳ μὲν δὴ τέλει Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαιμόνως, ἐν εἰκόνι τε βασιλείας τελευτήσας· ὁ δὲ Καπελιανὸς ἐς Καρχηδόνα εἰσελθὼν πάντας τε τοὺς πρωτεύοντας ἀπέκτεινεν, εἴ τινες καὶ ἐσώθησαν ἐκ τῆς μάχης, ἐφείδετό τε οὔτε ἱερῶν συλήσεως οὔτε χρημάτων [11] ἰδιωτικῶν τε καὶ δημοσίων ἁρπαγῆς. ἐπιών τε τὰς λοιπὰς πόλεις ὅσαι τὰς Μαξιμίνου τιμὰς καθῃρήκεσαν, τοὺς μὲν ἐξέχοντας ἐφόνευε, τοὺς δὲ δημότας ἐφυγάδευεν, ἀγρούς τε καὶ κώμας ἐμπιπράναι λεηλατεῖν τε τοῖς στρατιώταις ἐπέτρεπε, προσποιούμενος μὲν τιμωρίαν εἰσπράττειν ἐφ' οἷς ἐς Μαξιμῖνον ἡμαρτήκεσαν, λανθανόντως δὲ εὔνοιαν ἑαυτῷ παρὰ τῶν στρατιωτῶν μνώμενος, ἵν' εἴ τι πταίσειεν τὰ Μαξιμίνου πράγματα, αὐτὸς ἔχων δύναμιν εὐνοοῦσαν τῆς ἀρχῆς ἀντιποιήσαιτο.

[10]

[1]   τὰ μὲν δὴ κατὰ τὴν Λιβύην ἐν τούτοις ἦν· ὡς δὲ ἐς τὴν Ῥώμην ἐδηλώθη ἡ τοῦ πρεσβύτου τελευτή, ἐν πολλῇ ταραχῇ καὶ ἀφασίᾳ ὅ τε δῆμος ἦν ἥ τε σύγκλητος μάλιστα, Γορδιανοῦ τετελευτηκότος ἐς ὃν ἠλπίκεσαν· ἤδεσαν γὰρ ... αὐτὸν οὔτε φεισόμενον τινός· ὃς γὰρ καὶ φύσει ἀλλοτρίως καὶ ἀπεχθῶς πρὸς αὐτοὺς διέκειτο, τότε καὶ ἐπ' εὐλόγοις αἰτίαις ὡς ὁμολογουμένοις ἐχθροῖς [2] εἰκότως ὠργίζετο. ἔδοξεν οὖν συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι, ἅπαξ τε ἀναρρίψαντας κίνδυνον πόλεμον ἄρασθαι, προστησαμένους ἑαυτῶν χειροτονηθέντας βασιλέας, οὓς ἠθέλησαν μερίσαι τὴν ἀρχήν, ὡς μὴ παρ' ἑνὶ οὖσα ἡ ἐξουσία ἐς τυραννίδα πάλιν ἐξοκείλῃ. συνῆλθον οὖν οὐκ ἐς τὸ σύνηθες συνέδριον ἀλλ' ἐς τὸν τοῦ Διὸς νεὼν ‹τοῦ› Καπετωλίου, ὃν σέβουσι Ῥωμαῖοι ἐν [3] ἀκροπόλει. συγκλείσαντες οὖν αὑτοὺς ἐν τῷ σηκῷ μόνους, ὥσπερ ὑπὸ μάρτυρι τῷ Διὶ καὶ συνέδρῳ ἐπισκόπῳ τε τῶν πραττομένων, ἐπιλεξάμενοι τῶν ἐν ἡλικίᾳ καὶ ἀξιώματι προυχόντων οὓς ἐδοκίμαζον κατὰ ψηφοφορίαν, ἐχόντων καὶ ἄλλων ψήφους, διακριθεισῶν τε καὶ τοῦ πλείστου τῆς γνώμης Μάξιμόν τε καὶ Βαλβῖνον ἀνειπόντος [4] αὐτοκράτορας ἐποίησαν. τούτων δ' ἦν ὁ μὲν Μάξιμος ἔν τε πολλαῖς στρατοπέδων ἀρχαῖς γενόμενος, τῆς τε Ῥωμαίων πόλεως ἕπαρχος καταστὰς ἀνεπιστρόφως τε ἄρξας, καὶ ἐν ὑπολήψει παρὰ τοῖς ὄχλοις φρενῶν τε καὶ ἀγχινοίας καὶ βίου σώφρονος, ὁ δὲ Βαλβῖνος γενόμενος μὲν εὐπατρίδης, ἐς δευτέραν τε ὑπατείαν ἐληλακὼς ἐθνῶν τε ἡγησάμενος ἀμέμπτως, τὸ δ' ἦθος ἁπλούστερος.

[5] τῆς οὖν χειροτονίας ἐκείνους ἀνειπούσης Σεβαστοί τε ἀνηγορεύθησαν, καὶ πάσαις ταῖς βασιλικαῖς τιμαῖς ἡ σύγκλητος διὰ δόγματος αὐτοὺς ἐκόσμησεν.

   ὁ δὲ δῆμος τούτων ἐν τῷ Καπετωλίῳ πραττομένων, εἴτε ὑποβαλόντων τινῶν Γορδιανοῦ φίλων καὶ οἰκείων εἴτε γνόντες ὑπὸ φήμης, παρειστήκεσαν ταῖς πύλαις, φράξαντες πᾶσαν τὴν ἐς τὸ Καπετώλιον ἄνοδον τῷ πλήθει τῶν ὄχλων, λίθους τε καὶ ξύλα ἐπεφέροντο, ἀντιπράττοντες τοῖς ὑπὸ τῆς συγκλήτου ἐψηφισμένοις, καὶ [6] μάλιστα τὸν Μάξιμον παραιτούμενοι· ‹ἦρξέ τε γὰρ› στερρότερον τῆς πόλεως, πολύ τε τὸ ἐπιστρεφὲς ἔσχε πρὸς τοὺς φαύλους καὶ κούφους τῶν ὄχλων. ὅθεν δεδιότες ἀπηρέσκοντο αὐτῷ ἐβόων τε καὶ ἠπείλουν ἀποκτενεῖν αὐτούς· ἠξίουν γὰρ τοῦ Γορδιανοῦ γένους βασιλέα αἱρεθῆναι, τό τε τῆς αὐτοκρατορικῆς ὄνομα ἀρχῆς [7] ἐκείνῳ τῷ οἴκῳ καὶ ὀνόματι μεῖναι. ὁ δὲ Βαλβῖνος καὶ Μάξιμος ἐκ τοῦ ἱππικοῦ τάγματος νεανίας τούς τε πάλαι στρατιώτας οἳ ἐν Ῥώμῃ διέτριβον, περιστήσαντες ἑαυτοῖς ξιφηφόρους προελθεῖν τοῦ Καπετωλίου ἐβιάζοντο, ὑπὸ δὲ πλήθους λίθων καὶ ξύλων ἐκωλύθησαν, ἔστε δὴ ὑποβαλόντος τινὸς αὐτοὶ τὸν δῆμον ἐσοφίσαντο. ἦν τι παιδίον νήπιον, τῆς Γορδιανοῦ θυγατρὸς τέκνον, τῷ [8] πάππῳ ὁμώνυμον. πέμψαντες τοίνυν τῶν σὺν αὐτοῖς τινὰς κελεύουσι τὸ παιδίον κομισθῆναι. οἳ δὲ εὑρόντες αὐτὸ ἀθῦρον οἴκοι, ἀράμενοι ἐπὶ τῶν ὤμων, διὰ μέσου τοῦ πλήθους, δεικνύντες τοῖς ὄχλοις Γορδιανοῦ τε ἔγγονον λέγοντες καὶ τῇ αὐτοῦ προσηγορίᾳ ἀποκαλοῦντες, ἀνάγουσιν ἐς τὸ Καπετώλιον εὐφημούμενον ὑπὸ τοῦ δήμου [9] καὶ φυλλοβολούμενον. τῆς τε συγκλήτου Καίσαρα αὐτὸ ἀποδειξάσης, ἐπειδὴ διὰ τὴν ἡλικίαν οὐχ οἷός τε ἦν προΐστασθαι τῶν πραγμάτων, τῆς τε ὀργῆς ὁ δῆμος ἐπαύσατο, ἠνέσχοντό τε προελθεῖν ἐς τὴν βασίλειον αὐλήν.

[11]

[1]    συνέβη δὲ κατὰ τοὺς αὐτοὺς χρόνους πταῖσμα ὀλέθριον τῇ Ῥωμαίων πόλει, ἀρχὴν καὶ πρόφασιν λαβὸν ἐξ εὐτόλμου θράσους δύο ἀνδρῶν τῶν ἀπὸ συγκλήτου. συνεληλύθεσαν γὰρ ἐς τὸ βουλευτήριον πάντες σκοψόμενοι [2] περὶ τῶν καθεστώτων· μαθόντες δ' οἱ στρατιῶται οὓς ἐν τῷ στρατοπέδῳ Μαξιμῖνος καταλελοίπει (ἤδη γὰρ πρὸς ἄφεσιν τῆς στρατείας ὄντες καὶ δι' ἡλικίαν οἴκοι μεμενηκότες) ἦλθον μέχρι τῆς εἰσόδου τῆς συγκλήτου, βουλόμενοι τὸ πραττόμενον μαθεῖν, ὅπλων μὲν γυμνοί, ἐν λιταῖς δὲ ἐσθῆσι καὶ ἐφεστρίσιν, ἑστήκεσαν δὲ μετὰ [3] τοῦ λοιποῦ δήμου. καὶ οἱ μὲν ἄλλοι πρὸ τῶν θυρῶν ἔμενον, δύο δέ τινες ἢ τρεῖς περιεργότερον ἐπακοῦσαι τῶν βουλευομένων θελήσαντες ἐς τὸ συνέδριον εἰσῆλθον, ὡς τὸν ἱδρυμένον βωμὸν τῆς νίκης ὑπερβῆναι τούτους. τῆς δὲ συγκλήτου ἀνὴρ ἀπὸ ὑπατείας μὲν νεωστί, Γαλλικανὸς ὄνομα, Καρχηδόνιος δὲ τὸ γένος, καὶ ἕτερος στρατηγικὸς τὸ ἀξίωμα, Μαικήνας καλούμενος, οὐδέν τι προσδοκῶντας τοὺς στρατιώτας, ἔχοντας δὲ τὰς χεῖρας ὑποκαθειμένας ταῖς ἐφεστρίσι, παίουσι πληγαῖς κατακαρδίοις, [4] ξίφεσιν οἷς ἐπεφέροντο ὑποκολπίοις· πάντες γὰρ διὰ τὴν οὖσαν στάσιν τε καὶ ταραχήν, οἳ μὲν φανερῶς οἳ δὲ καὶ κρύβδην, ἐξιφηφόρουν, ἀμυντήρια δῆθεν φέροντες ἑαυτῶν διὰ τοὺς αἰφνιδίως ἐπιβουλεύοντας ἐχθρούς. τότε δὴ οἱ στρατιῶται πληγέντες καί πως ἀπροσδοκήτως προβαλεῖν οὐ δυνηθέντες πρὸ τοῦ βωμοῦ [5] ἔκειντο. οἱ δὲ λοιποὶ στρατιῶται τοῦτο θεασάμενοι, ἐκπλαγέντες τῷ πάθει τῶν συστρατιωτῶν, φοβηθέντες τοῦ δήμου τὸ πλῆθος ἄνευ τε ὅπλων ὄντες ἔφυγον. ὁ δὲ Γαλλικανὸς ἐκδραμὼν τῆς συγκλήτου ἐς τὸν δῆμον μέσον, δεικνύς τε τὸ ξίφος καὶ τὴν χεῖρα ᾑμαγμένην, διεκελεύετο διώκειν καὶ φονεύειν τοὺς ἐχθροὺς μὲν συγκλήτου καὶ Ῥωμαίων, φίλους δὲ καὶ συμμάχους Μαξιμίνου.

[6] ὁ δὲ δῆμος ῥᾷστα πεισθεὶς τὸν μὲν Γαλλικανὸν εὐφήμει, τοὺς δὲ στρατιώτας ὡς ἐδύναντο διώκοντες ἔβαλλον λίθοις. οἳ δὲ φθάσαντες, ὀλίγων τινῶν καὶ τρωθέντων, ἐς τὸ στρατόπεδον καταφυγόντες καὶ τὰς πύλας κλείσαντες, ὅπλα τε ἀναλαβόντες, ἐφρούρουν τὸ τεῖχος τοῦ στρατοπέδου. ὁ δὲ Γαλλικανὸς ἅπαξ τολμήσας ἔργον τηλικοῦτον, ἐμφύλιον πόλεμον καὶ ὄλεθρον μέγαν ἤγειρε [7] τῇ πόλει. τάς τε γὰρ δημοσίας ἀποθήκας τῶν ὅπλων, εἴ τινες ἦσαν πρὸς πομπὴν μᾶλλον ἢ μάχην ἐπιτήδειοι, ἀναρρῆξαι τοὺς ὄχλους ἔπεισε, τό τε σῶμα ἕκαστον φράττεσθαι ὡς οἷός τε ἦν· τά τε τῶν μονομάχων καταγώγια ἀνοίξας ἐξήγαγε τοῖς οἰκείοις ὅπλοις ἕκαστον ἐξηρτυμένον. ὅσα τε ἦν ‹ἐν› οἰκίαις ἢ ἐργαστηρίοις [8] δόρατα ἢ ξίφη πελέκεις τε, πάντα διηρπάζετο. ὅ τε δῆμος ἐνθουσιῶν πᾶν τὸ ἐμπῖπτον ὕλης ἀξιομάχου ἐργαλεῖον ὅπλον ἐποιεῖτο. ἀθροισθέντες οὖν ἐπῆλθον τῷ στρατοπέδῳ, καὶ ὡς πολιορκήσοντες αὐτὸ δῆθεν προσέβαλλον ταῖς τε πύλαις καὶ τοῖς τείχεσιν. οἱ δὲ στρατιῶται μετὰ πολλῆς ἐμπειρίας ὡπλισμένοι .. τε τὰς ἐπάλξεις καὶ τὰς ἀσπίδας, τόξοις τε αὐτοὺς βάλλοντες καὶ δόρασι μακροῖς ἀπείργοντες τοῦ τείχους ἀπεδίωκον.

[9] ὡς δὲ καμὼν ὁ δῆμος οἵ τε μονομάχοι τιτρωσκόμενοι ἤδη καὶ ἑσπέρας προσιούσης ἐπανελθεῖν ἠθέλησαν, θεασάμενοι αὐτοὺς οἱ στρατιῶται ἀπεστραμμένους καὶ τὰ νῶτα δεδωκότας ἀπιόντας τε ἀμελέστερον, οἰομένους μὴ τολμήσειν ἐπεξελθεῖν ὀλίγους πλήθει τοσούτῳ, ἀνοίξαντες αἰφνιδίως τὰς πύλας ἐπέδραμον τῷ δήμῳ, καὶ τούς τε μονομάχους ἀπέκτειναν, τοῦ τε δήμου μέγα τι πλῆθος ἀπώλετο ὠθούμενον. οἳ δὲ τοσοῦτον διώξαντες ὅσον μὴ πολύ τι τοῦ στρατοπέδου ἀποστῆναι, πάλιν ἐπανῆλθον ἐντός τε τοῦ τείχους ἔμενον.

[12]

[1]    ἐντεῦθεν μείζων ἡ ὀργὴ τοῦ τε δήμου καὶ τῆς συγκλήτου ἐγένετο. στρατηγοί τε οὖν κατελέγοντο ἔκ τε πάσης Ἰταλίας λογάδες, ἥ τε νεολαία πᾶσα ἠθροίζετο, ὅπλοις τε αὐτοσχεδίοις καὶ τοῖς προστυχοῦσιν ὡπλίζετο. τούτων δὴ τὸ μὲν πλεῖστον μέρος ὁ Μάξιμος σὺν αὑτῷ ἀπήγαγεν ὡς δὴ Μαξιμίνῳ πολεμήσων· οἱ δὲ λοιποὶ ἔμειναν, ὡς τὴν πόλιν φρουροῖέν τε καὶ προασπίζοιεν [2] αὐτῆς. ἑκάστοτε οὖν τῷ τείχει τοῦ στρατοπέδου ἐγίνοντο προσβολαί, ἔπραττον δὲ οὐδὲν προμαχομένων ἄνωθεν τῶν στρατιωτῶν· οἳ δὲ βαλλόμενοι καὶ τιτρωσκόμενοι κακῶς ἀπηλλάγησαν. ὁ δὲ Βαλβῖνος οἴκοι μένων διάταγμά τε προθεὶς ἱκέτευε τὸν δῆμον ἐς διαλλαγὰς χωρῆσαι, τοῖς τε στρατιώταις ὑπισχνεῖτο ἀμνηστίαν, [3] ἄνεσίν τε πάντων ἐδίδου ἁμαρτημάτων. ἀλλ' οὐδετέρους ἔπειθε, τὸ δὲ δεινὸν ἑκάστοτε ηὔξετο, τοῦ μὲν τοσούτου δήμου ἀπαξιοῦντος ὑπ' ὀλίγων καταφρονηθῆναι, τῶν δὲ στρατιωτῶν ἀγανακτούντων ὅτι δὴ ταῦτα ὑπὸ Ῥωμαίων ὡς ὑπὸ βαρβάρων πάσχουσι.

   τὸ δὴ τελευταῖον, ἐπειδὴ τειχομαχοῦντες οὐδὲν ἔπραττον, ἔδοξε τοῖς στρατηγοῖς ἐκκόψαι πάντας τοὺς εἰσρέοντας ἐς τὸ στρατόπεδον ἀγωγοὺς ὕδατος, σπάνει τε ποτοῦ [4] καὶ ἐνδείᾳ ῥείθρων αὐτοὺς παραστήσασθαι. προσπεσόντες οὖν πᾶν τὸ ὕδωρ τοῦ στρατοπέδου ἐς ἕτερα ῥεῖθρα μετωχέτευον, ἐκκόπτοντες καὶ εἰσφράττοντες τὰς ἐς τὸ στρατόπεδον εἰσόδους αὐτοῦ. οἱ δὲ στρατιῶται ὁρῶντες τὸν κίνδυνον καὶ ἐν ἀπογνώσει γενόμενοι, τὰς πύλας ἀνοίξαντες ἐπεξῆλθον· μάχης τε καρτερᾶς γενομένης καὶ φυγῆς τῶν δημοτῶν ἐπὶ πολὺ τῆς πόλεως [5] διώκοντες οἱ στρατιῶται προύβησαν. ἐπεὶ δὲ οἱ ὄχλοι ταῖς συσταδὸν μάχαις ἡττώμενοι, ἀναπηδῶντες ἐς τὰ δωμάτια τῷ τε κεράμῳ βάλλοντες αὐτοὺς καὶ λίθων βολαῖς τῶν τε ἄλλων ὀστράκων ἐλυμαίνοντο, ἐπαναβῆναι μὲν αὐτοῖς δι' ἄγνοιαν τῶν οἰκήσεων οὐκ ἐτόλμησαν οἱ στρατιῶται, κεκλεισμένων δὲ τῶν οἰκιῶν καὶ τῶν ἐργαστηρίων ταῖς θύραις, καὶ εἴ τινες ἦσαν ξύλων ἐξοχαί (πολλαὶ δὲ αὗται κατὰ τὴν πόλιν), πῦρ προσετίθεσαν.

[6] ῥᾷστα δὲ διὰ πυκνότητα τῶν συνοικιῶν ξυλείας τε πλῆθος ἐπάλληλον μέγιστον μέρος τῆς πόλεως τὸ πῦρ ἐνεμήθη, ὡς πολλοὺς μὲν ἐκ πλουσίων ποιῆσαι πένητας, ἀποβαλόντας θαυμαστὰ καὶ ἀμφιλαφῆ κτήματα, ἔν τε προσόδοις πλουσίαις καὶ ἐν ποικίλῃ πολυτελείᾳ τίμια.

[7] πλῆθός τε ἀνθρώπων συγκατεφλέχθη, φυγεῖν μὴ δυνηθέντων διὰ τὸ τὰς ἐξόδους ὑπὸ τοῦ πυρὸς προκατειλῆφθαι. οὐσίαι τε ὅλαι πλουσίων ἀνδρῶν διηρπάγησαν, ἐγκαταμιξάντων ἑαυτοὺς τοῖς στρατιώταις πρὸς τὸ ἁρπάζειν κακούργων καὶ εὐτελῶν δημοτῶν. τοσοῦτον δὲ μέρος τῆς πόλεως τὸ πῦρ ἐλυμήνατο ὡς μηδεμίαν τῶν μεγίστων πόλεων ὁλόκληρον δύνασθαι τῷ μέρει ἐξισωθῆναι.

[8]   καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην τοιαῦτα ἦν, ὁ δὲ Μαξιμῖνος ἀνύσας τὴν ὁδοιπορίαν ἐπέστη τοῖς τῆς Ἰταλίας ὅροις, θύσας τε ἐπὶ τῶν μεθορίων βωμῶν τῆς ἐπ' Ἰταλίαν εἰσβολῆς εἴχετο, ἐκέλευσέ τε πάντα τὸν στρατὸν ἐν ὅπλοις εἶναι καὶ μετ' εὐταξίας προχωρεῖν.

[9]    τὴν μὲν οὖν Λιβύης ἀπόστασιν καὶ τὸν κατὰ τὴν Ῥώμην ἐμφύλιον πόλεμον, τά τε Μαξιμίνῳ πραχθέντα καὶ τὴν ἐς Ἰταλίαν ἄφιξιν αὐτοῦ ἐδηλώσαμεν· τὰ δὲ ἑπόμενα ἐν τοῖς ἑξῆς λεχθήσεται.