945 46 0 0 0 0 II d. C. Retorica Lucianus Dipsades Kilburn, K., Cambridge, Mass., Harvard University Press, 1959 Rist. 1968. 2

LUCIANUS - Dipsades

Indice delle opere di Luciano

ΠΕΡΙ ΤΩΝ ΔΙΨΑΔΩΝ

[1]    Τῆς Λιβύης τὰ νότια ψάμμος ἐστὶν βαθεῖα καὶ γῆ διακεκαυμένη, ἔρημος ἐπὶ πολύ, ἀκριβῶς ἄκαρπος, πεδινὴ ἅπασα, οὐ χλόην οὐ πόαν οὐ φυτὸν οὐχ ὕδωρ ἔχουσα, ἢ εἴ που ἄρα ἐν κοίλοις συνεστηκὸς ὑετοῦ ὀλίγου λείψανον, παχὺ καὶ τοῦτο καὶ δυσῶδες, οὐδὲ πάνυ διψῶντι ἀνθρώπῳ πότιμον. ἀοίκητος γοῦν ἐστι διὰ ταῦτα· ἢ πῶς γὰρ ἂν οἰκοῖτο ἀνήμερος οὕτω καὶ ξηρὰ καὶ ἄφορος οὖσα καὶ πολλῷ τῷ αὐχμῷ πιεζομένη; καὶ τὸ θάλπος δὲ αὐτὸ καὶ ὁ ἀὴρ κομιδῇ πυρώδης καὶ φλογερὸς ὢν καὶ ἡ ψάμμος ὑπερζέουσα παντελῶς ἄβατον τὴν χώραν τίθησι.

[2]    Γαράμαντες μόνοι πρόσοικοι ὄντες, εὐσταλὲς καὶ κοῦφον ἔθνος, ἄνθρωποι σκηνῖται, ἀπὸ θήρας τὰ πολλὰ ζῶντες, ἐνίοτε οὗτοι ἐσβάλλουσι θηράσοντες ἀμφὶ τροπὰς τὰς χειμερινὰς μάλιστα, ὕσαντα τὸν θεὸν τηρήσαντες, ὁπότε τὸ πολὺ τοῦ καύματος σβεσθείη καὶ ἡ ψάμμος νοτισθείη καὶ ἀμηγέπη βατὰ γένοιτο. ἡ θήρα δέ ἐστιν ὄνων τε τῶν ἀγρίων καὶ στρουθῶν τῶν μεγάλων χαμαὶ τούτων καὶ πιθήκων μάλιστα καὶ ἐλεφάντων ἐνίοτε· ταῦτα γὰρ μόνα διαρκεῖ πρὸς τὸ δίψος καὶ ἀνέχεται ἐπὶ πολὺ ταλαιπωρούμενα ὑπὸ πολλῷ καὶ ὀξεῖ τῷ ἡλίῳ. καὶ ὅμως οἱ Γαράμαντες ἐπειδὰν τὰ σιτία καταναλώσωσιν ἅπερ ἔχοντες ἀφίκοντο, ἀπελαύνουσιν ὀπίσω εὐθὺς δεδιότες μὴ σφίσιν ἡ ψάμμος ἀναφλεγεῖσα δύσβατος καὶ ἄπορος γένηται, εἶτα ὥσπερ ἐντὸς ἀρκύων ληφθέντες καὶ αὐτοὶ ἀπόλωνται μετὰ τῆς ἄγρας. ἄφυκτα γάρ ἐστιν ἢν ὁ ἥλιος ἀνασπάσας τὴν ἰκμάδα καὶ τάχιστα ξηράνας τὴν χώραν ὑπερζέσῃ, ἀκμαιοτέραν τὴν ἀκτῖνα προσβαλὼν ἅτε πρὸς τὴν νοτίδα παρατεθηγμένην· τροφὴ γὰρ αὕτη τῷ πυρί.

[3]    Καίτοι ταῦτα πάντα ὁπόσα εἶπον ‑ τὸ θάλπος, τὸ δίψος, ἡ ἐρημία, τὸ μηδὲν ἔχειν ἐκ τῆς γῆς λαβεῖν ‑ ἧττον ὑμῖν δυσχερῆ εἶναι δόξει τοῦ λεχθησομένου, καὶ δι' ὃ φευκτέα πάντως ἡ χώρα ἐκείνη. ἑρπετὰ γὰρ ποικίλα μεγέθει τε μέγιστα καὶ πλήθει πάμπολλα καὶ τὰς μορφὰς ἀλλόκοτα καὶ τὸν ἰὸν ἄμαχα ἐπινέμεται τὴν γῆν, τὰ μὲν ὑποβρύχια, φωλεύοντα ἐν μυχῷ τῆς ψάμμου, τὰ δὲ ἄνω ἐπιπολάζοντα ‑ φύσαλοι καὶ ἀσπίδες καὶ ἔχιδναι καὶ κεράσται καὶ βουπρήστεις καὶ ἀκοντίαι καὶ ἀμφίσβαιναι καὶ δράκοντες καὶ σκορπίων γένος διττόν, τὸ μὲν ἕτερον ἐπίγειόν τι καὶ πεζόν, ὑπέρμεγα καὶ πολυσφόνδυλον, θάτερον δὲ ἐναέριον καὶ πτηνόν, ὑμενόπτερον δὲ οἷα ταῖς ἀκρίσι καὶ τέττιξι καὶ νυκτερίσι τὰ πτερά. τοιαῦτα ὄρνεα πολλὰ ἐπιπετόμενα οὐκ εὐπρόσιτον ἀπεργάζεται τὴν Λιβύην ἐκείνην.

[4]    Τὸ δὲ δὴ πάντων ἑρπετῶν δεινότατον ὧν ἡ ψάμμος τρέφει ἡ διψάς ἐστιν, ὄφις οὐ πάνυ μέγας, ἐχίδνῃ ὅμοιος, τὸ δῆγμα βίαιος, τὸν ἰὸν παχύς, ὀδύνας μὲν ἀλήκτους ἐπάγων εὐθύς· ἐκκαίει τε γὰρ καὶ σήπει καὶ πίμπρασθαι ποιεῖ, καὶ βοῶσιν ὥσπερ ἐν πυρᾷ κείμενοι. τὸ δὲ μάλιστα καταπονοῦν καὶ κατατρῦχον αὐτοὺς ἐκεῖνό ἐστιν, ὁμώνυμον πάθος τῷ ἑρπετῷ. διψῶσι γὰρ εἰς ὑπερβολήν, καὶ τὸ παραδοξότατον, ὅσῳπερ ἂν πίνωσι, τοσούτῳ μᾶλλον ὀρέγονται τοῦ ποτοῦ· καὶ ἡ ἐπιθυμία πολὺ πλέον ἐπιτείνεται αὐτοῖς. οὐδ' ἂν σβέσειάς ποτε τὸ δίψος, οὐδ' ἢν τὸν Νεῖλον αὐτὸν ἢ τὸν Ἴστρον ὅλον ἐκπιεῖν παράσχῃς, ἀλλὰ προσεκκαύσειας ἐπάρδων τὴν νόσον, ὥσπερ ἂν εἴ [5] τις ἐλαίῳ πῦρ κατασβεννύοι. λέγουσιν ἰατρῶν παῖδες ἐκείνην τὴν αἰτίαν εἶναι, παχὺν τὸν ἰὸν ὄντα ἔπειτα δευόμενον τῷ ποτῷ ὀξυκίνητον γίγνεσθαι, ὑγρότερον ὡς τὸ εἰκὸς καθιστάμενον καὶ ἐπὶ πλεῖστον διαχεόμενον.

[6]    Ἐγὼ μὲν οὖν οὐδένα τοῦτο πεπονθότα εἶδον, μηδέ, ὦ θεοί, ἴδοιμι οὕτω κολαζόμενον ἄνθρωπον, ἀλλ' οὐδὲ ἐπέβην τῆς Λιβύης τὸ παράπαν εὖ ποιῶν. ἐπίγραμμα δέ τι ἤκουσα, ὅ μοι τῶν ἑταίρων τις ἔλεγεν αὐτὸς ἐπὶ στήλης ἀνεγνωκέναι ἀνδρὸς οὕτως ἀποθανόντος. ἐκ Λιβύης ἔφη ἀπιὼν ἐς Αἴγυπτον παρὰ τὴν μεγάλην Σύρτιν ποιεῖσθαι τὴν πορείαν· οὐ γὰρ εἶναι ἄλλως. ἔνθα δὴ τάφῳ ἐντυχεῖν παρὰ τὴν ἠϊόνα ἐπ' αὐτῷ τῷ κλύσματι, καὶ στήλην ἐφεστάναι δηλοῦσαν τοῦ ὀλέθρου τὸν τρόπον· κεκολάφθαι γὰρ ἐπ' αὐτῇ ἄνθρωπον μέν τινα οἷον τὸν Τάνταλον γράφουσιν ἐν λίμνῃ ἑστῶτα καὶ ἀρυόμενον τοῦ ὕδατος, ὡς πίοι δῆθεν, τὸ θηρίον δὲ ‑ τὴν διψάδα ‑ ἐμπεφυκὸς αὐτῷ περιεσπειρᾶσθαι τῷ ποδί, καί τινας γυναῖκας ὑδροφορούσας ἅμα πολλὰς καταχεῖν τὸ ὕδωρ αὐτοῦ· πλησίον δὲ ᾠὰ κεῖσθαι οἷα τῶν στρουθῶν ἐκείνων οὓς ἔφην θηρᾶν τοὺς Γαράμαντας· γεγράφθαι δὲ πρὸς τοὐπίγραμμα ‑ οὐ χεῖρον δὲ καὶ αὐτὸ εἰπεῖν,

   Τοῖα παθόντ' οἶμαι καὶ Τάνταλον αἴθοπος ἰοῦ

   μηδαμὰ κοιμῆσαι διψαλέην ὀδύνην.

   καὶ Δαναοῖο κόρας τοῖον πίθον οὐκ ἀναπλῆσαι

   αἰὲν ἐπαντλούσας ὑδροφόρῳ καμάτῳ.

ἔτι καὶ ἄλλα ἔπη τέτταρά ἐστι περὶ τῶν ᾠῶν, καὶ ὡς ἀναιρούμενος αὐτὰ ἐδήχθη, ἀλλ' οὐκέτι μέμνημαι ἐκείνων.

[7]    Συλλέγουσι δὲ ἄρα τὰ ᾠὰ καὶ ἐσπουδάκασι περὶ αὐτὰ οἱ περίοικοι, οὐχ ὡς φαγεῖν μόνον, ἀλλὰ καὶ σκεύεσι χρῶνται κενώσαντες καὶ ἐκπώματα ποιοῦνται ἀπ' αὐτῶν· οὐ γὰρ ἔχουσι κεραμεύειν διὰ τὸ ψάμμον εἶναι τὴν γῆν. εἰ δὲ καὶ μεγάλα εὑρεθείη, καὶ πῖλοι γίγνονται δύο ἐκ τοῦ ᾠοῦ ἑκάστου· τὸ γὰρ ἡμίτομον ἑκάτερον ἀποχρῶν τῇ κεφαλῇ πῖλός [8] ἐστιν. ἐκεῖ τοίνυν λοχῶσιν αἱ διψάδες παρὰ τὰ ᾠά, καὶ ἐπειδὰν προσέλθῃ ὁ ἄνθρωπος, ἐκ τῆς ψάμμου ἐξερπύσασαι δάκνουσι τὸν κακοδαίμονα· ὁ δὲ πάσχει ἐκεῖνα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα πίνων ἀεὶ καὶ μᾶλλον διψῶν καὶ πιμπλάμενος οὐδέποτε.

[9]    Ταυτὶ οὐ μὰ Δία πρὸς Νίκανδρον τὸν ποιητὴν φιλοτιμούμενος διεξῆλθον, οὐδ' ὅπως ὑμεῖς μάθοιτε ὡς οὐκ ἀμελὲς γεγένηταί μοι φύσεις τῶν Λιβυκῶν ἑρπετῶν εἰδέναι. ἰατρῶν γὰρ ἂν μᾶλλον ὁ ἔπαινος εἴη, οἷς ἀνάγκη εἰδέναι ταῦτα ὡς καὶ ἀμύνασθαι αὐτὰ μετὰ τῆς τέχνης ἔχοιεν. ἀλλά μοι δοκῶ ‑ καὶ πρὸς φιλίου μὴ δυσχεράνητε τὴν εἰκόνα θηριώδη οὖσαν ‑ ὅμοιόν τι καὶ αὐτὸς παθεῖν πρὸς ὑμᾶς οἷον ἐκεῖνοι πάσχουσι πρὸς τὸ ποτὸν οἱ δηχθέντες ὑπὸ τῆς διψάδος. ὅσῳ γὰρ ἂν ἐπὶ πλέον παρίω ἐς ὑμᾶς, τοσούτῳ μᾶλλον ὀρέγομαι τοῦ πράγματος, καὶ τὸ δίψος ἄσχετον ὑπεκκαίεταί μοι, καὶ ἔοικα οὐδ' ἐμπλησεσθαί ποτε τοῦ τοιούτου ποτοῦ. μάλα εἰκότως. ποῦ γὰρ ἂν οὕτω διειδεῖ τε καὶ καθαρῷ ὕδατι ἐντύχοιμι; ὥστε σύγγνωτε εἰ δηχθεὶς καὶ αὐτὸς τὴν ψυχὴν ἡδίστῳ τούτῳ καὶ ὑγιεινοτάτῳ τῷ δήγματι ἐμφοροῦμαι χανδὸν, ὑποθεὶς τῷ κρουνῷ τὴν κεφαλήν. εἴη μόνον μὴ ἐπιλιπεῖν τὰ παρ' ὑμῶν ἐπιρρέοντα μηδὲ χυθεῖσαν τὴν σπουδὴν τῆς ἀκροάσεως κεχηνότα ἔτι καὶ διψῶντα καταλιπεῖν· ὡς δίψους γε ἕνεκα τοὐμοῦ πρὸς ὑμᾶς οὐδὲν ἂν ἐκώλυε πίνειν ἀεί· κατὰ γὰρ τὸν σοφὸν Πλάτωνα, κόρος οὐδεὶς τῶν καλῶν.