3526 161 0 0 2 0 III-II a. C. Storiografia Polybius XXVII Historiae Büttner-Wobst, T., Leipzig, Teubner, 1:1905; 4:1967, Stuttgart, Teubner. 0

POLYBIUS - Historiae XXVII - FRAGMENTA LIBRI XXVII

[1]

A. OLYMP. 152, 1. I. BELLUM PERSICUM.

[1]    Ὅτι ἐν τῷ καιρῷ τούτῳ παρεγένοντο πρέσβεις παρὰ μὲν Θεσπιέων οἱ περὶ Λασῆν καὶ Καλλέαν, παρὰ [2] δὲ Νέωνος Ἰσμηνίας, οἱ μὲν περὶ Λασῆν ἐγχειρίζοντες τὴν ἑαυτῶν πατρίδα Ῥωμαίοις, ὁ δ' Ἰσμηνίας κατὰ κοινὸν πάσας (τὰς) ἐν τῇ Βοιωτίᾳ πόλεις διδοὺς εἰς [3] τὴν τῶν πρεσβευτῶν πίστιν. ἦν δὲ τοῦτο μὲν ἐναντιώτατον τοῖς περὶ τὸν Μάρκιον, τὸ δὲ κατὰ πόλιν [4] διελεῖν τοὺς Βοιωτοὺς οἰκειότατον. διὸ τοὺς μὲν περὶ τὸν Λασῆν καὶ τοὺς Χαιρωνεῖς καὶ τοὺς Λεβαδεῖς καὶ τοὺς ἄλλους, ὅσοι παρῆσαν ἀπὸ τῶν πόλεων, ἀσμένως [5] ἀπεδέχοντο καὶ κατέψων, τὸν δ' Ἰσμηνίαν παρεδειγμάτιζον, [6] ἀποτριβόμενοι καὶ παρορῶντες. ὅτε καὶ συνεπιθέμενοί τινες τῶν φυγάδων μικροῦ κατέλευσαν τὸν Ἰσμηνίαν, εἰ μὴ κατέφυγεν ὑπὸ τὰ δίθυρα τῶν Ῥωμαίων.

[7] κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐν ταῖς Θήβαις [8] συνέβαινε ταραχὰς εἶναι καὶ στάσεις. οἱ μὲν γὰρ ἔφασαν δεῖν διδόναι τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν, οἱ δὲ Κορωνεῖς καὶ Ἁλιάρτιοι συνδεδραμηκότες εἰς τὰς Θήβας ἀκμὴν ἀντεποιοῦντο τῶν πραγμάτων καὶ μένειν [9] ἔφασαν δεῖν ἐν τῇ πρὸς τὸν Περσέα συμμαχίᾳ. καὶ μέχρι μέν τινος ἐφάμιλλος ἦν ἡ διάθεσις τῶν στασιαζόντων. Ὀλυμπίχου δὲ τοῦ Κορωνέως πρώτου μεταθεμένου καὶ φάσκοντος δεῖν ἀντέχεσθαι Ῥωμαίων, ἐγένετό (τις) ὁλοσχερὴς ῥοπὴ καὶ μετάπτωσις τοῦ πλήθους, [10] καὶ πρῶτον μὲν τὸν Δικέταν ἠνάγκασαν πρεσβεύειν πρὸς τοὺς περὶ τὸν Μάρκιον, ἀπολογησόμενον ὑπὲρ [11] τῆς πρὸς τὸν Περσέα συμμαχίας. μετὰ δὲ ταῦτα τοὺς περὶ τὸν Νέωνα καὶ τὸν Ἱππίαν ἐξέβαλον, συντρέχοντες ἐπὶ τὰς οἰκίας αὐτῶν καὶ κελεύοντες αὐτοὺς ὑπὲρ αὑτῶν ἀπολογεῖσθαι περὶ τῶν διῳκονομημένων· οὗτοι γὰρ ἦσαν οἱ (τὰ) περὶ τὴν συμμαχίαν οἰκονομήσαντες. [12] τούτων δὲ παραχωρησάντων, ἐξ αὐτῆς ἁθροισθέντες εἰς ἐκκλησίαν πρῶτον μὲν τιμὰς ἐψηφίσαντο καὶ (δωρεὰς) τοῖς Ῥωμαίοις, εἶτ' ἐνεργεῖν ἐπέταξαν τοῖς [13] ἄρχουσι τὴν συμμαχίαν, ἐπὶ δὲ πᾶσιν πρεσβευτὰς κατέστησαν τοὺς ἐγχειριοῦντας τὴν πόλιν Ῥωμαίοις καὶ κατάξοντας τοὺς παρ' αὑτῶν φυγάδας.

[2]

[1]    Τούτων δὲ συντελουμένων ἐν ταῖς Θήβαις, οἱ φυγάδες ἐν τῇ Χαλκίδι προστησάμενοι Πομπίδην κατηγορίαν ἐποιοῦντο τῶν περὶ τὸν Ἰσμηνίαν καὶ Νέωνα καὶ [2] Δικέταν. προδήλου δὲ τῆς ἀγνοίας οὔσης τῶν προειρημένων, καὶ τῶν Ῥωμαίων συνεπισχυόντων τοῖς [3] φυγάσιν, εἰς τὴν ἐσχάτην διάθεσιν ἧκον οἱ περὶ τὸν Ἱππίαν, ὥστε καὶ τῷ βίῳ κινδυνεῦσαι παρ' αὐτὸν τὸν καιρὸν ὑπὸ τῆς ὁρμῆς τοῦ πλήθους, ἕως οὗ βραχύ τι τῆς ἀσφαλείας αὐτῶν προυνοήθησαν οἱ Ῥωμαῖοι, [4] παρακατασχόντες τὴν ἐπιφορὰν τῶν ὄχλων. τῶν δὲ Θηβαίων παραγενομένων καὶ κομιζόντων τὰ προειρημένα δόγματα καὶ τὰς τιμάς, ταχεῖαν ἕκαστα τῶν πραγμάτων ἐλάμβανε τὴν ἀνταπόδοσιν, ἅτε τῶν πόλεων παρακειμένων ἀλλήλαις ἐν πάνυ βραχεῖ διαστήματι.

[5] πλὴν ἀποδεξάμενοι τοὺς Θηβαίους οἱ περὶ τὸν Μάρκιον τήν τε πόλιν ἐπῄνεσαν καὶ τοὺς φυγάδας [6] συνεβούλευσαν καταγαγεῖν εἰς τὴν οἰκείαν. εὐθύς τε παρήγγειλαν πρεσβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην, διδόντας αὑτοὺς εἰς τὴν πίστιν κατ' [7] ἰδίαν ἑκάστους. πάντων δὲ κατὰ τὴν πρόθεσιν αὐτοῖς χωρούντων ‑ ταῦτα δ' ἦν τὸ διαλῦσαι τῶν Βοιωτῶν τὸ ἔθνος καὶ λυμήνασθαι τὴν τῶν πολλῶν εὔνοιαν [8] πρὸς τὴν Μακεδόνων οἰκίαν ‑ οὗτοι μὲν μεταπεμψάμενοι Σέρουιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά [9] τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν. οἱ δὲ περὶ τὸν Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς φυλακήν, μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὑτοὺς ἐκ [10] τοῦ ζῆν. τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους καιροὺς διαπεφευγὸς παραδόξως τότε προπετῶς καὶ ἀλογίστως ἑλόμενον τὰ παρὰ Περσέως, εἰκῇ καὶ παιδαριωδῶς πτοηθὲν κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις.

[11]    Οἱ δὲ περὶ τὸν Αὖλον καὶ Μάρκιον παραγενηθέντες εἰς τὴν τῶν Ἀργείων πόλιν ἐχρημάτισαν ταῖς συναρχίαις ταῖς τῶν Ἀχαιῶν καὶ παρεκάλεσαν Ἄρχωνα τὸν στρατηγὸν χιλίους ἐκπέμψαι στρατιώτας εἰς Χαλκίδα, παραφυλάξοντας τὴν πόλιν μέχρι τῆς Ῥωμαίων διαβάσεως.

[12] τοῦ δ' Ἄρχωνος ἑτοίμως συνυπακούσαντος, οὗτοι μὲν ταῦτα διαπράξαντες ἐν τοῖς Ἕλλησι κατὰ χειμῶνα καὶ τῷ Ποπλίῳ συμμίξαντες ἀπέπλεον εἰς τὴν Ῥώμην. ‑

[3]

[1]    Ὅτι οἱ περὶ τὸν Τεβέριον καὶ Ποστόμιον (καὶ Ἰούνιον) κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιπορευόμενοι τὰς νήσους καὶ τὰς κατὰ τὴν Ἀσίαν πόλεις [2] πλεῖστον δ' ἐν τῇ Ῥόδῳ, καίπερ οὐ προσδεομένων τῶν [3] Ῥοδίων κατὰ τοὺς τότε χρόνους. Ἁγησίλοχος γάρ, τότε πρυτανεύων, ἀνὴρ τῶν εὐδοκιμούντων, ὁ καὶ μετὰ ταῦτα πρεσβεύσας εἰς τὴν Ῥώμην, ἔτι πρότερον ἅμα τῷ φανερὸν γενέσθαι διότι μέλλουσι πολεμεῖν Ῥωμαῖοι τῷ Περσεῖ, τἄλλα τε παρακεκλήκει τοὺς πολλοὺς ὑπὲρ τοῦ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων καὶ τετταράκοντα ναῦς συμβουλεύσας τοῖς Ῥοδίοις ὑποζωννύειν, [4] ἵν', ἐάν τις ἐκ τῶν καιρῶν γένηται χρεία, μὴ τότε παρασκευάζωνται πρὸς τὸ παρακαλούμενον, ἀλλ' ἑτοίμως διακείμενοι πράττωσι τὸ κριθὲν ἐξ αὐτῆς. [5] ἃ τότε προφερόμενος τοῖς Ῥωμαίοις καὶ δεικνὺς ὑπὸ τὴν ὄψιν τὰς παρασκευάς, εὐδοκουμένους τῇ πόλει τοὺς πρεσβευτὰς ἐξαπέστειλεν. οἱ δὲ περὶ τὸν Τεβέριον ἀποδεδεγμένοι τὴν τῶν Ῥοδίων εὔνοιαν ἐκομίζοντο εἰς τὴν Ῥώμην. ‑

[4]

[1]    Ὅτι Περσεὺς μετὰ τὸν σύλλογον τὸν πρὸς τοὺς Ῥωμαίους, τῶν Ἑλλήνων, πάντα τὰ δίκαια κατέταττεν εἰς τὴν ἐπιστολὴν καὶ τοὺς ὑφ' ἑκατέρων [2] ῥηθέντας λόγους, ἅμα μὲν ὑπολαμβάνων ὑπερδέξιος φανήσεσθαι τοῖς δικαίοις, ἅμα δὲ βουλόμενος ἀπόπειραν [3] λαμβάνειν τῆς ἑκάστων προαιρέσεως. πρὸς μὲν οὖν τοὺς ἄλλους δι' αὐτῶν τῶν γραμματοφόρων ἔπεμπε τὰς ἐπιστολάς, εἰς δὲ τὴν Ῥόδον καὶ πρεσβευτὰς συναπέστειλεν [4] Ἀντήνορα καὶ Φίλιππον. οἳ καὶ παραγενηθέντες τὰ γεγραμμένα τοῖς ἄρχουσιν ἀπέδωκαν· καὶ μετά τινας ἡμέρας ἐπελθόντες ἐπὶ τὴν βουλὴν παρεκάλουν τοὺς Ῥοδίους κατὰ μὲν τὸ παρὸν [5] ἡσυχίαν ἔχειν, ἀποθεωροῦντας τὸ γινόμενον· ἐὰν δὲ Ῥωμαῖοι παρὰ τὰς συνθήκας ἐγχειρῶσι τὰς χεῖρας ἐπιβάλλειν τῷ Περσεῖ καὶ Μακεδόσιν, πειρᾶσθαι διαλύειν.

[6] τοῦτο γὰρ πᾶσι μὲν συμφέρειν, πρέπειν δὲ [7] μάλιστα Ῥοδίοις. ὅσῳ γὰρ πλεῖον ὀρέγονται τῆς ἰσηγορίας καὶ παρρησίας καὶ διατελοῦσι προστατοῦντες οὐ μόνον τῆς αὑτῶν ἀλλὰ καὶ τῆς τῶν ἄλλων Ἑλλήμων ἐλευθερίας, τοσούτῳ καὶ τὴν ἐναντίαν προαίρεσιν μάλιστα δεῖν αὐτοὺς προορᾶσθαι καὶ φυλάττεσθαι κατὰ [8] δύναμιν. ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντων [9] τῶν πρέσβεων, ἤρεσκε μὲν ἅπασι τὰ λεγόμενα· προκατεχόμενοι δὲ τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ, καὶ νικῶντος αὐτοῖς τοῦ βελτίονος, τἄλλα μὲν ἀπεδέξαντο φιλανθρώπως τοὺς πρεσβευτάς, ἠξίουν δὲ τὸν Περσέα διὰ τῆς ἀποκρίσεως εἰς μηδὲν αὑτοὺς παρακαλεῖν τοιοῦτον ἐξ οὗ φανήσονται πρὸς τὴν Ῥωμαίων ἀντιπράττοντες [10] βούλησιν. οἱ δὲ περὶ τὸν Ἀντήνορα τὴν μὲν ἀπόκρισιν οὐκ ἔλαβον , τὴν δὲ λοιπὴν φιλανθρωπίαν ἀποδεξάμενοι τὴν Ῥοδίων ἀπέπλευσαν εἰς τὴν Μακεδονίαν. ‑

[5]

[1]    Ὅτι Περσεὺς πυνθανόμενος ἔτι τινὰς τῶν ἐν τῇ Βοιωτίᾳ πόλεις ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας, Ἀντίγονον ἐξαπέστειλε τὸν Ἀλεξάνδρου πρεσβευτήν.

[2] ὃς καὶ παραγενόμενος εἰς Βοιωτοὺς τὰς μὲν ἄλλας πόλεις παρῆκε διὰ τὸ μηδεμίαν ἀφορμὴν λαμβάνειν [3] ἐπιπλοκῆς, εἰς δὲ Κορώνειαν καὶ Θίσβας, ἔτι δ' Ἁλίαρτον εἰσελθὼν παρεκάλεσε τοὺς ἀνθρώπους ἀντέχεσθαι [4] τῆς πρὸς Μακεδόνας εὐνοίας. τῶν δὲ προθύμως ἀποδεχομένων τὰ λεγόμενα καὶ πρεσβευτὰς ψηφισαμένων πέμπειν εἰς Μακεδονίαν, οὗτος μὲν ἀπέπλευσε καὶ συμμίξας τῷ βασιλεῖ διεσάφει τὰ κατὰ τὴν Βοιωτίαν.

[5] παραγενομένων δὲ καὶ τῶν πρεσβευτῶν μετ' ὀλίγον καὶ παρακαλούντων βοήθειαν ἐκπέμψαι ταῖς πόλεσι [6] ταῖς αἱρουμέναις τὰ Μακεδόνων· τοὺς γὰρ Θηβαίους βαρεῖς ὄντας ἐπικεῖσθαι καὶ παρενοχλεῖν αὐτοὺς διὰ τὸ μὴ βούλεσθαι συμφρονεῖν σφίσιν μηδ' αἱρεῖσθαι τὰ [7] Ῥωμαίων· ἅπερ ὁ Περσεὺς διακούσας βοήθειαν μὲν οὐδαμῶς ἔφη δύνασθαι πέμπειν οὐδενὶ διὰ τὰς ἀνοχάς, [8] καθόλου δ' αὐτοὺς παρεκάλει Θηβαίους μὲν ἀμύνασθαι κατὰ δύναμιν, Ῥωμαίοις δὲ μὴ πολεμεῖν, ἀλλὰ τὴν ἡσυχίαν ἔχειν. ‑

[6]

[1]    Ὅτι οἱ Ῥωμαῖοι τῶν ἀπὸ τῆς Ἀσίας παραγεγονότων πρεσβευτῶν διακούσαντες τά τε κατὰ τὴν Ῥόδον καὶ τὰ κατὰ τὰς ἄλλας πόλεις προσεκαλέσαντο [2] τοὺς παρὰ τοῦ Περσέως πρεσβευτάς. οἱ δὲ περὶ τὸν Σόλωνα καὶ τὸν Ἱππίαν ἐπειρῶντο μὲν καὶ περὶ τῶν ὅλων λέγειν τι καὶ παραιτεῖσθαι τὴν σύγκλητον· τὸ δὲ πλέον ἀπελογοῦντο περὶ τῆς ἐπιβουλῆς τῆς κατὰ τὸν Εὐμένη.

[3] ληξάντων δὲ τῆς δικαιολογίας αὐτῶν, πάλαι προδιειληφότες ὑπὲρ τοῦ πολεμεῖν προσέταξαν αὐτοῖς ἐκ μὲν τῆς Ῥώμης εὐθέως ἀπαλλάττεσθαι καὶ τοῖς ἄλλοις ἅπασιν Μακεδόσιν, ὅσοι παρεπιδημοῦντες ἔτυχον, ἐκ [4] δὲ τῆς Ἰταλίας ἐν τριάκονθ' ἡμέραις ἐκχωρεῖν. μετὰ δὲ ταῦτα τοὺς ὑπάτους ἀνακαλεσάμενοι παρώρμων ἔχεσθαι τοῦ καιροῦ καὶ μὴ καθυστερεῖν. ‑

[7]

[1]    Ὅτι Γάιος ἔτι περὶ τὴν Κεφαλληνίαν ὁρμῶν ἐξέπεμψε τοῖς Ῥοδίοις γράμματα περὶ πλοίων ἐξαποστολῆς, συνθεὶς τὴν ἐπιστολὴν ἀλείπτῃ τινὶ Σωκράτει.

[2] παραγενομένων δὲ τῶν γραμμάτων εἰς τὴν Ῥόδον, Στρατοκλέους πρυτανεύοντος τὴν δευτέραν [3] ἕκμηνον, καὶ τοῦ διαβουλίου προτεθέντος, τοῖς μὲν περὶ τὸν Ἀγαθάγητον καὶ Ῥοδοφῶντα καὶ Ἀστυμήδην καὶ ἑτέροις πλείοσιν ἐδόκει πέμπειν τὰς ναῦς καὶ συνάπτεσθαι τῆς ἀρχῆς εὐθέως τοῦ πολέμου, μηδεμίαν [4] πρόφασιν ποιουμένους. οἱ δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον δυσαρεστοῦντες μὲν καὶ τοῖς ἤδη γεγονόσι φιλανθρώποις πρὸς Ῥωμαίους, τότε δὲ προθέμενοι τὸ τοῦ βασιλέως Εὐμένους πρόσωπον ἤρξαντο [5] λυμαίνεσθαι τὴν τῶν πολλῶν προαίρεσιν. ὑπαρχούσης γὰρ τοῖς Ῥοδίοις ὑποψίας καὶ διαφορᾶς πρὸς τὸν Εὐμένη, πάλαι μὲν ἐκ τοῦ πολέμου τοῦ πρὸς Φαρνάκην, ὅτε, τοῦ βασιλέως Εὐμένους ἐφορμοῦντος ἐπὶ τοῦ κατὰ τὸν Ἑλλήσποντον στόματος χάριν τοῦ κωλύειν τοὺς πλέοντας εἰς τὸν Πόντον, ἐπελάβοντο τῆς ὁρμῆς αὐτοῦ [6] καὶ διεκώλυσαν Ῥόδιοι, μικροῖς δ' ἀνώτερον χρόνοις ἐκ τῶν Λυκιακῶν ἀναξαινομένης τῆς διαφορᾶς ἔκ τινων ἐρυμάτων καὶ χώρας, ἣν συνέβαινε κεῖσθαι μὲν ἐπὶ τῆς ἐσχατιᾶς τῆς τῶν Ῥοδίων Περαίας, κακοποιεῖσθαι δὲ συνεχῶς διὰ τῶν ὑπ' Εὐμένει ταττομένων· [7] ἐκ πάντων δὴ τούτων εὐηκόως διέκειντο πρὸς πᾶν τὸ [8] λεγόμενον κατὰ τοῦ βασιλέως. διὸ ταύτης ἐπιλαβόμενοι τῆς ἀφορμῆς οἱ περὶ τὸν Δείνωνα διέσυρον τὴν ἐπιστολήν, φάσκοντες οὐ παρὰ Ῥωμαίων αὐτὴν ἥκειν, ἀλλὰ παρ' Εὐμένους, θέλοντος αὐτοὺς ἐκείνου κατὰ πάντα τρόπον ἐμβιβάζειν εἰς τὸν πόλεμον καὶ προσάπτειν τῷ δήμῳ δαπάνας καὶ κακοπαθείας οὐκ ἀναγκαίας.

[9] καὶ μαρτύριον ἐποίουν τῆς ἑαυτῶν ἀποφάσεως τὸ παραγεγονέναι φέροντα τὴν ἐπιστολὴν [ἀλείπτην τινὰ καὶ] τοιοῦτον ἄνθρωπον, οὐκ εἰωθότων τοῦτο ποιεῖν Ῥωμαίων, ἀλλὰ καὶ λίαν μετὰ πολλῆς σπουδῆς καὶ προστασίας διαπεμπομένων ὑπὲρ τῶν τοιούτων.

[10] ἔλεγον δὲ ταῦτα, καλῶς μὲν εἰδότες ὅτι συμβαίνει γεγράφθαι τὴν ἐπιστολὴν ὑπὸ τοῦ Λοκρητίου, βουλόμενοι δὲ τοὺς πολλοὺς διδάσκειν μηδὲν ἐξ ἑτοίμου ποιεῖν Ῥωμαίοις, ἀλλ' ἐν πᾶσι δυσχρηστεῖν καὶ διδόναι [11] προσκοπῆς καὶ δυσαρεστήσεως ἀφορμάς. ἦν γὰρ τὸ προκείμενον αὐτοῖς ἀπὸ μὲν τῆς πρὸς Ῥωμαίους εὐνοίας ἀλλοτριοῦν τὸν δῆμον, εἰς δὲ τὴν τοῦ Περσέως φιλίαν [12] ἐμπλέκειν, καθ' ὅσον οἷοί τ' ἦσαν. συνέβαινε δὲ τοὺς προειρημένους οἰκείους ὑπάρχειν διὰ τὸ τὸν μὲν Πολυάρατον, ἀλαζονικώτερον ὄντα καὶ κενόδοξον, ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν, τὸν δὲ Δείνωνα, φιλάργυρον ὄντα καὶ θρασύν, ἐξ ἀρχῆς οἰκεῖον εἶναι τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως.

[13] ἐφ' οἷς Στρατοκλῆς ὁ πρύτανις ἐπαναστὰς καὶ πολλὰ μὲν κατὰ τοῦ Περσέως εἰπών, πολλὰ δὲ περὶ Ῥωμαίων ἐπ' ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶσαι [14] τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων. καὶ παραυτίκα καταρτίσαντες τετρήρεις ἕξ, πέντε μὲν ἐξαπέστειλαν ἐπὶ Χαλκίδος, ἡγεμόνα συστήσαντες ἐπ' αὐτῶν Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφ' ἧς [15] ἄρχων ἐπέπλει Τιμαγόρας. ὃς καὶ καταλαβὼν ἐν Τενέδῳ Διοφάνην, ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον, αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ [16] δὲ πληρώματος. ὁ δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς κατὰ θάλατταν παραγεγονότας συμμάχους ἀπέλυσε τῆς χρείας, φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. ‑

[8]

[1]    Ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων, συνεδρίου παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς [2] τὸν στρατηγὸν τῶν Ῥωμαίων, ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο [ὁ] πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχωρήσει [3] τῶν αὐτῶν. ἐάν (τε) γὰρ δέξωνται τὰς διαλύσεις, καλὴν ἔφασαν ἔσεσθαι τῷ βασιλεῖ τὴν ἐξαγωγὴν τοῦ πολέμου, πεπροτερηκότι διὰ τῶν ὑπαίθρων, καὶ καθόλου πρὸς τὸ μέλλον εὐλαβεστέρους ὑπάρξειν τοὺς Ῥωμαίους, πεῖραν εἰληφότας τῆς Μακεδόνων ἀνδρείας εἰς τὸ μηδὲν ἄδικον μηδὲ βαρὺ προστάττειν Μακεδόσιν.

[4] ἐάν τε μὴ δέξωνται θυμομαχοῦντες ἐπὶ τοῖς γεγονόσιν, ἐκείνοις μὲν δικαίως νεμεσήσειν τὸ δαιμόνιον, αὐτῷ δὲ διὰ τὴν μετριότητα συναγωνιστὰς ὑπάρξειν [5] τοὺς θεοὺς καὶ τοὺς ἀνθρώπους. ταῦτα μὲν οὖν ἐδόκει τοῖς πλείοσι τῶν φίλων. συγκαταθεμένου δὲ τοῦ Περσέως ἐπέμποντο παραχρῆμα πρεσβευταὶ Πάνταυχος [6] Βαλάκρου καὶ Μίδων Βεροιεύς. ὧν παραγενομένων πρὸς τὸν Λικίννιον εὐθέως ὁ στρατηγὸς συνῆγε συνέδριον. τῶν δὲ πρέσβεων διασαφησάντων τὰ κατὰ τὰς ἐντολάς, μεταστησάμενοι τοὺς περὶ τὸν Πάνταυχον ἐβουλεύοντο περὶ τῶν προσπεπτωκότων.

[7] ἔδοξεν οὖν αὐτοῖς ὁμοθυμαδὸν ὡς βαρυτάτην δοῦναι [8] τὴν ἀπόκρισιν. ἴδιον γὰρ τοῦτο πάντῃ παρὰ Ῥωμαίοις ἔθος καὶ πάτριόν ἐστι τὸ κατὰ μὲν τὰς ἐλαττώσεις αὐθαδεστάτους καὶ βαρυτάτους φαίνεσθαι, κατὰ δὲ τὰς [9] ἐπιτυχίας ὡς μετριωτάτους. τοῦτο δ' ὅτι καλὸν πᾶς ἄν τις ὁμολογήσειεν· εἰ δὲ καὶ δυνατὸν ἐν ἐνίοις [10] καιροῖς, εἰκότως ἄν τις ἐπαπορήσειεν. πλὴν τότε γε τοιαύτην ἔδωκαν τὴν ἀπόκρισιν· ἐκέλευον γὰρ ἐπιτρέπειν τὸν Περσέα τὰ καθ' αὑτόν, καὶ καθόλου διδόναι τῇ συγκλήτῳ τὴν ἐξουσίαν, ὡς ἂν αὐτῇ δοκῇ, [11] βουλεύεσθαι περὶ τῶν κατὰ τὴν Μακεδονίαν. οἱ δὲ περὶ τὸν Πάνταυχον ταῦτ' ἀκούσαντες ἐπανῆλθον καὶ [12] διεσάφουν τῷ Περσεῖ καὶ τοῖς φίλοις. ὧν τινες ἐκπληττόμενοι τὴν ὑπερηφανίαν παρωξύνοντο καὶ συνεβούλευον τῷ Περσεῖ μήτε διαπρεσβεύεσθαι μηκέτι [13] μήτε διαπέμπεσθαι περὶ μηδενός. οὐ μὴν ὁ Περσεὺς τοιοῦτος ἦν, ἀλλὰ προστιθεὶς καὶ τὸ πλῆθος αὔξων τῶν χρημάτων διεπέμπετο πλεονάκις πρὸς τὸν Λικίννιον.

[14] προκόπτων δ' οὐδέν, ἀλλὰ καὶ τῶν πλείστων φίλων ἐπιτιμώντων αὐτῷ καὶ φασκόντων ὅτι νικῶν ποιεῖ τὰ τοῦ [15] λειπομένου καὶ τοῖς ὅλοις ἐπταικότος, οὕτως ἠναγκάσθη τὰς διαπρεσβείας ἀπογνοὺς μεταστρατοπεδεῦσαι πάλιν ἐπὶ τὸ Συκύριον. καὶ ταῦτα μὲν ἐπὶ τούτων ἦν. ‑

[9]

[1]    Ὅτι τῆς κατὰ τὴν ἱππομαχίαν φήμης μετὰ τὴν νίκην τῶν Μακεδόνων εἰς τὴν Ἑλλάδα διαγγελθείσης ἐξέλαμψε καθαπερεὶ πῦρ ἡ τῶν πολλῶν πρὸς τὸν Περσέα διάθεσις, τὸν πρὸ τούτου χρόνον [2] ἐπικρυπτομένων τῶν πλείστων. ἦν δὲ περὶ αὐτοὺς τοιαύτη τις, ἐμοὶ δοκεῖ, διάθεσις· παραπλήσιον ἦν τὸ γινόμενον τῷ συμβαίνοντι περὶ τοὺς γυμνικοὺς ἀγῶνας.

[3] καὶ γὰρ (ἐν) ἐκείνοις ὅταν πρὸς ἐπιφανῆ καὶ ἀήττητον ἀθλητὴν εἶναι δοκοῦντα συγκαταστῇ ταπεινὸς καὶ πολὺ καταδεέστερος ἀνταγωνιστής, εὐθέως ἀπομερίζει τὰ πλήθη τὴν εὔνοιαν τῷ καταδεεστέρῳ καὶ θαρρεῖν [4] παρακαλεῖ καὶ συνεξανίσταται τούτῳ ταῖς ὁρμαῖς· ἐὰν δὲ καὶ ψαύσῃ τοῦ προσώπου καὶ ποιήσῃ τι σημεῖον τῆς πληγῆς, παραυτίκα πάλιν ἁπάντων ἀγὼν μικρὸς [5] γίνεται· ποτὲ δὲ καὶ χλευάζειν ἐγχειροῦσι τὸν ἕτερον, οὐ μισοῦντες οὐδὲ καταγινώσκοντες, ἀλλὰ παραδόξως τε συμπαθεῖς γινόμενοι καὶ τῷ καταδεεστέρῳ φύσει [6] προσμερίζοντες τὴν ἑαυτῶν εὔνοιαν· οὓς ἐὰν ἐπιστήσῃ τις ἐν καιρῷ, ταχέως μετατίθενται καὶ παρὰ πόδας ἐπιλαμβάνονται τῆς ἑαυτῶν ἀγνοίας.

[7]    Ὅ φασι ποιῆσαι Κλειτόμαχον· ἐκείνου γὰρ ἀνυποστάτου δοκοῦντος εἶναι κατὰ τὴν ἄθλησιν, καὶ τῆς αὐτοῦ δόξης ἐπιπολαζούσης κατὰ πᾶσαν τὴν οἰκουμένην, Πτολεμαῖόν φασι τὸν βασιλέα φιλοδοξήσαντα πρὸς τὸ καταλῦσαι τὴν δόξαν αὐτοῦ, παρασκευάσαντα μετὰ πολλῆς φιλοτιμίας Ἀριστόνικον τὸν πύκτην ἐξαποστεῖλαι, δοκοῦντα φύσιν ἔχειν ὑπερέχουσαν ἐπὶ ταύτην [8] τὴν χρείαν· παραγενομένου δ' εἰς τὴν Ἑλλάδα τοῦ προειρημένου καὶ συγκαταστάντος Ὀλυμπίασι πρὸς τὸν Κλειτόμαχον, ἐξ αὐτῆς, ὡς ἔοικεν, ἀπένευσαν (οἱ) πολλοὶ πρὸς τὸν Ἀριστόνικον καὶ παρεκάλουν, χαίροντες ἐπὶ τῷ βραχύ τι τετολμηκέναι τινὰ συγκαταστῆναι [9] πρὸς τὸν Κλειτόμαχον· ὡς δέ γε προβαίνων ἐφάμιλλος ἐφαίνετο κατὰ τὸν ἀγῶνα καί που καὶ τραῦμα καίριον ἐποίησε, κρότος ἐγίνετο καὶ συνεξέπιπτον οἱ πολλοὶ ταῖς ὁρμαῖς, θαρρεῖν παρακαλοῦντες [10] τὸν Ἀριστόνικον. ἐν ᾧ καιρῷ φασι τὸν Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν χρόνον, ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυνθάνεσθαι τί βουλόμενοι παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συναγωνίζονται [11] 'κείνῳ καθ' ὅσον εἰσὶ δυνατοί, πότερον οὐ συνοίδασιν αὐτῷ ποιοῦντι τὰ δίκαια κατὰ τὴν ἄθλησιν ἢ τοῦτ' ἀγνοοῦσι διότι Κλειτόμαχος μὲν ἀγωνίζεται νῦν ὑπὲρ τῆς τῶν Ἑλλήνων δόξης, Ἀριστόνικος [12] δὲ περὶ τῆς Πτολεμαίου τοῦ βασιλέως. πότερον ἂν οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέφανον Αἰγύπτιον ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς Ἕλληνας, ἢ Θηβαῖον καὶ Βοιώτιον κηρύττεσθαι νικῶντα τῇ πυγμῇ [13] τοὺς ἄνδρας. ταῦτα δ' εἰπόντος τοῦ Κλειτομάχου τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν πολλῶν ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ὑπὸ τοῦ πλήθους ἢ τοῦ Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον.

[10]

[1]    Τούτῳ δὲ παραπλήσιον ἦν καὶ τὸ κατὰ τὸν Περσέα [2] συμβαῖνον περὶ τοὺς ὄχλους· εἰ γάρ τις ἐπιστήσας αὐτοὺς ἤρετο μετὰ παρρησίας εἰ βούλοιντ' ἂν εἰς ἕνα πεσεῖν τὴν τηλικαύτην ὑπεροχὴν καὶ λαβεῖν μοναρχικῆς πεῖραν ἐξουσίας, ἀνυπευθύνου κατὰ πάντα τρόπον, ταχέως ἂν αὐτοὺς ὑπολαμβάνω συννοήσαντας παλινῳδίαν [3] ποιῆσαι καὶ μεταπεσεῖν εἰς τοὐναντίον· εἰ δὲ καὶ βραχέα τις ὑπέμνησε τῶν γεγονότων ἐκ μὲν τῆς Μακεδόνων οἰκίας δυσκόλων τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ῥωμαίων ἀρχῆς συμφερόντων, καὶ λίαν (ἂν) παρὰ [4] πόδας αὐτοὺς ὑπολαμβάνω μεταμεληθῆναι. πλὴν τότε γε κατὰ τὴν ἀνεπίστατον καὶ πρώτην ὁρμὴν ἐκφανὴς ἦν ἡ τῶν πολλῶν εὐδόκησις τοῖς προσαγγελλομένοις, ἀσμενιζόντων διὰ τὸ παράδοξον, εἰ καθόλου [5] πέφηνέ τις ἱκανὸς ἀνταγωνιστὴς Ῥωμαίοις. περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον προήχθην εἰπεῖν, ἵνα μή τις ἀκρίτως εἰς ἀχαριστίαν ὀνειδίζῃ τοῖς Ἕλλησι τὴν τότε διάθεσιν, ἀγνοῶν τὰ φύσει παρεπόμενα τοῖς ἀνθρώποις. ‑

[11]

[1]    Κέστρος. ξένον ἦν τοῦτο τὸ εὕρημα κατὰ [2] τὸν Περσικὸν πόλεμον. τὸ δὲ βέλος τοιοῦτον· διπάλαιστον ἦν, ἴσον ἔχον τὸν αὐλίσκον τῇ προβολῇ.

[3] τούτῳ ξύλον ἐνήρμοστο τῷ μὲν μήκει σπιθαμιαῖον, τῷ [4] δὲ πάχει δακτυλιαίαν ἔχον τὴν διάμετρον. εἰς δὲ τούτου τὸ μέσον ἐσφήνωτο πτερύγια τρία ξύλινα, βραχέα [5] παντελῶς. τοῦτο, δυεῖν κώλων ἀνίσων ὑπαρχόντων τῆς σφενδόνης, εἰς τὸ μέσον ἐνηγκυλίζετο τῶν [6] κώλων εὐλύτως. λοιπὸν ἐν μὲν τῇ περιαγωγῇ τεταμένων τούτων ἔμενεν· ὅτε δὲ παραλυθείη θάτερον τῶν κώλων κατὰ τὴν ἄφεσιν, ἐκπῖπτον ἐκ τῆς ἀγκύλης καθαπερεὶ [7] μολυβδὶς ἐκ τῆς σφενδόνης ἐφέρετο καὶ προσπῖπτον μετὰ βιαίας πληγῆς κακῶς διετίθει τοὺς συγκυρήσαντας. ‑

[12]

[1]    Ὅτι ὁ Κότυς ἦν ἀνὴρ καὶ κατὰ τὴν ἐπιφάνειαν ἀξιόλογος καὶ πρὸς τὰς πολεμικὰς χρείας διαφέρων, ἔτι δὲ κατὰ τὴν ψυχὴν πάντα μᾶλλον ἢ Θρᾷξ· καὶ γὰρ νήπτης ὑπῆρχε καὶ πρᾳότητα καὶ βάθος ὑπέφαινεν ἐλευθέριον.

[13]

II. RES AEGYPTI.

[1]    Ὅτι Πτολεμαῖος ὁ στρατηγὸς ὁ κατὰ Κύπρον οὐδαμῶς Αἰγυπτιακὸς γέγονεν, ἀλλὰ νουνεχὴς καὶ [2] πρακτικός. παραλαβὼν γὰρ τὴν νῆσον ἔτι νηπίου τοῦ βασιλέως ὄντος ἐγίνετο μὲν ἐπιμελῶς περὶ συναγωγὴν χρημάτων, ἐδίδου δ' ἁπλῶς οὐδὲν οὐδενί, καίπερ αἰτούμενος πολλάκις ὑπὸ τῶν βασιλικῶν διοικητῶν καὶ καταλαλούμενος πικρῶς ἐπὶ τῷ μηδὲν προΐεσθαι.

[3] τοῦ δὲ βασιλέως εἰς ἡλικίαν παραγεγονότος, συνθεὶς [4] πλῆθος ἱκανὸν χρημάτων ἐξαπέστειλεν, ὥστε καὶ τὸν Πτολεμαῖον αὐτὸν καὶ τοὺς περὶ τὴν αὐλὴν εὐδοκῆσαι τῇ πρότερον αὐτοῦ συστολῇ καὶ τῷ μηδὲν προΐεσθαι.

[14]

B. OLYMP. 152, 2. I. BELLUM PERSICUM.

[1]    Ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Περσεὺς ἐκ τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἀπελύθη, Ἀντήνορος παραγενομένου παρὰ τοῦ Περσέως περὶ (τῆς) τῶν αἰχμαλώτων διαλυτρώσεως τῶν μετὰ Διοφάνους πλεόντων, ἐνέπεσε μεγάλη τοῖς πολιτευομένοις ἀπορία περὶ τοῦ τί δέον [2] εἴη ποιεῖν. τοῖς μὲν γὰρ περὶ τὸν Φιλόφρονα καὶ Θεαίδητον οὐδαμῶς ἤρεσκε προσδέχεσθαι τὴν τοιαύτην ἐπιπλοκήν, τοῖς δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον [3] ἤρεσκε. καὶ τέλος ἐποιήσαντο διάταξιν πρὸς τὸν Περσέα περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως. ‑

[15]

[1]    Ὅτι Κέφαλος ἧκεν ἐξ Ἠπείρου, ἔχων μὲν καὶ πρότερον ἤδη σύστασιν πρὸς τὴν Μακεδόνων οἰκίαν, τότε δὲ διὰ τῶν πραγμάτων ἠναγκασμένος αἱρεῖσθαι τὰ τοῦ Περσέως. ἡ δ' αἰτία τοῦ συμβαίνοντος ἐγένετο [2] τοιαύτη. Χάροψ ἦν Ἠπειρώτης, ἀνὴρ τἄλλα μὲν καλὸς κἀγαθὸς καὶ φίλος Ῥωμαίων, ὃς Φιλίππου τὰ κατὰ τὴν Ἤπειρον στενὰ κατασχόντος αἴτιος ἐγένετο τοῦ Φίλιππον μὲν ἐκπεσεῖν ἐκ τῆς Ἠπείρου, Τίτον δὲ [3] καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ τῶν Μακεδόνων. οὗτος [4] υἱὸν ἔσχε Μαχατᾶν, οὗ Χάροψ ἐγένετο. τοῦτον ἀντίπαιδα κατὰ τὴν ἡλικίαν ὄντα τοῦ πατρὸς μεταλλάξαντος ὁ Χάροψ μετὰ τῆς καθηκούσης προστασίας εἰς τὴν Ῥώμην ἀπέστειλε χάριν τοῦ καὶ τὴν διάλεκτον [5] καὶ τὰ γράμματα τὰ Ῥωμαϊκὰ μαθεῖν. τοῦτο τὸ μειράκιον πολλοῖς σύνηθες γεγονὸς ἐπανῆλθε μετά [6] τινα χρόνον εἰς τὴν οἰκείαν. ὁ μὲν οὖν πρεσβύτερος Χάροψ μετήλλαξε τὸν βίον. τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία [7] καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας. τὰς μὲν οὖν ἀρχὰς οὐδεὶς ἦν αὐτοῦ λόγος, ἀλλ' οἱ προκατέχοντες καὶ ταῖς ἡλικίαις καὶ ταῖς δόξαις, οἱ περὶ τὸν Ἀντίνουν, ἐχείριζον τὰ κοινὰ κατὰ τὰς αὑτῶν γνώμας.

[8] τοῦ δὲ πολέμου τοῦ Περσικοῦ συστάντος, εὐθέως διέβαλλε τὸ μειράκιον τοὺς προειρημένους ἄνδρας πρὸς Ῥωμαίους, ἀφορμῇ μὲν χρώμενον τῇ προγεγενημένῃ συστάσει τῶν ἀνδρῶν πρὸς τὴν Μακεδόνων [9] οἰκίαν, κατὰ δὲ τὸ παρὸν πάντα παρατηροῦν καὶ πᾶν τὸ λεγόμενον ἢ πραττόμενον ὑπ' αὐτῶν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενον καὶ τὰ μὲν ἀφαιροῦν τὰ δὲ προστιθὲν [10] ἐλάμβανε πιθανότητας κατὰ τῶν ἀνθρώπων. ὁ δὲ Κέφαλος, τἄλλα τε φρόνιμος καὶ στάσιμος ἄνθρωπος, καὶ κατὰ τοὺς καιροὺς τούτους ἐπὶ τῆς ἀρίστης ὑπῆρχε [11] γνώμης. ἀρχόμενος γὰρ ηὔξατο τοῖς θεοῖς μὴ συστῆναι [12] τὸν πόλεμον μηδὲ κριθῆναι τὰ πράγματα· πραττομένου δὲ τοῦ πολέμου τὰ κατὰ τὴν συμμαχίαν ἐβούλετο δίκαια ποιεῖν Ῥωμαίοις, πέρα δὲ τούτου μήτε προστρέχειν [13] ἀγεννῶς μήθ' ὑπηρετεῖν μηδὲν παρὰ τὸ δέον. τοῦ δὲ Χάροπος ἐνεργῶς χρωμένου ταῖς κατ' αὐτοῦ διαβολαῖς καὶ πᾶν τὸ παρὰ τὴν Ῥωμαίων βούλησιν γινόμενον εἰς ἐθελοκάκησιν ἄγοντος, τὸ μὲν πρῶτον οἱ προειρημένοι κατεφρόνουν, οὐδὲν αὑτοῖς συνειδότες ἀλλότριον [14] βουλευομένοις Ῥωμαίων. ὡς δὲ τοὺς περὶ τὸν Ἱππόλοχον καὶ Νίκανδρον καὶ Λόχαγον εἶδον τοὺς Αἰτωλοὺς ἀναγομένους εἰς τὴν Ῥώμην ἀπὸ τῆς ἱππομαχίας ἀλόγως, καὶ τὰς διαβολὰς τὰς ἐκ τῶν περὶ Λυκίσκον πεπιστευμένας κατ' αὐτῶν, οἵτινες κατὰ τὴν Αἰτωλίαν τὴν αὐτὴν αἵρεσιν ἦγον τῷ Χάροπι, τὸ τηνικάδε προϊδόμενοι τὸ μέλλον ἐβουλεύοντο περὶ [15] αὑτῶν. ἔδοξεν οὖν αὐτοῖς παντὸς πεῖραν λαμβάνειν ἐφ' ᾧ μὴ προέσθαι σφᾶς αὐτοὺς ἀκρίτως εἰς τὴν [16] Ῥώμην ἐπανάγεσθαι διὰ τὰς Χάροπος διαβολάς. οὕτω μὲν οὖν οἱ περὶ τὸν Κέφαλον ἠναγκάσθησαν παρὰ τὰς αὑτῶν προαιρέσεις ἑλέσθαι τὰ τοῦ Περσέως. ‑

[16]

[1]    Ὅτι οἱ περὶ Θεόδοτον καὶ Φιλόστρατον ἐποίησαν [2] ἀσεβὲς πρᾶγμα καὶ παράσπονδον ὁμολογουμένως. πυθόμενοι γὰρ τὸν ὕπατον τῶν Ῥωμαίων Αὖλον Ὁστίλιον παραγίνεσθαι κομιζόμενον εἰς Θετταλίαν ἐπὶ τὸ στρατόπεδον καὶ νομίζοντες, εἰ παραδοῖεν τὸν Αὖλον τῷ Περσεῖ, μεγίστην μὲν (ἂν) πίστιν προσενέγκασθαι, μέγιστα δ' ἂν βλάψαι κατὰ τὸ παρὸν Ῥωμαίους, ἔγραφον [3] τῷ Περσεῖ συνεχῶς ἐπισπεύδειν. ὁ δὲ βασιλεὺς ἐβούλετο μὲν ἐξ αὐτῆς προάγειν καὶ συνάπτειν, τῶν δὲ Μολοττῶν κατὰ τὸν Ἀῷον ποταμὸν τὴν γέφυραν κατειληφότων ἐκωλύετο τῆς ὁρμῆς καὶ πρῶτον ἠναγκάζετο [4] διαμάχεσθαι πρὸς τούτους. συνέβη δὲ τὸν Αὖλον εἰς τοὺς Φανοτεῖς παραγενόμενον καταλῦσαι παρὰ Νέστορι τῷ Κρωπίῳ καὶ παραδοῦναι καθ' αὑτοῦ τοῖς ἐχθροῖς καιρὸν ὁμολογούμενον· (ὃν) εἰ μὴ τύχη τις ἐβράβευσε πρὸς τὸ βέλτιον, οὐκ ἄν μοι δοκεῖ [5] διαφυγεῖν. νῦν δὲ δαιμονίως πως ὁ Νέστωρ τὸ μέλλον ὀττευσάμενος ἐξ αὐτῆς ἠνάγκασε μετελθεῖν εἰς Γίτανα [6] τῆς νυκτός. καὶ ἀπογνοὺς τὴν διὰ τῆς Ἠπείρου πορείαν ἀνήχθη καὶ πλεύσας εἰς Ἀντίκυραν ἐκεῖθεν ἐποιήσατο τὴν ὁρμὴν εἰς Θετταλίαν.

[17]

II. RES ASIAE.

[1]    Ὅτι Φαρνάκης πάντων τῶν πρὸ τοῦ βασιλέων ἐγένετο παρανομώτατος. ‑

[18]   Ὅτι Ἄτταλος χειμάζων ἐν Ἐλατείᾳ καὶ σαφῶς εἰδὼς τὸν ἀδελφὸν Εὐμένη λυπούμενον ὡς ἔνι μάλιστα καὶ βαρυνόμενον ἐπὶ τῷ τὰς ἐπιφανεστάτας αὐτοῦ τιμὰς ἠθετῆσθαι παρὰ τῶν ἐν Πελοποννήσῳ διὰ κοινοῦ δόγματος, ἐπικρυπτόμενον δὲ πρὸς πάντας τὴν περὶ [2] αὐτὸν ὑπάρχουσαν διάθεσιν, ἐπεβάλετο διαπέμπεσθαι πρός τινας τῶν ἐν Ἀχαΐᾳ, σπουδάζων ἀποκατασταθῆναι τἀδελφῷ δι' αὑτοῦ μὴ μόνον τὰς ἀναθηματικάς, ἀλλὰ [3] καὶ τὰς ἐγγράπτους τιμάς. τοῦτο δ' ἐποίει πεπεισμένος μεγίστην μὲν ἂν ἐκείνῳ ταύτην (τὴν) χάριν προσενέγκασθαι, μάλιστα δ' ἂν τὸ φιλάδελφον καὶ γενναῖον τῆς αὑτοῦ προαιρέσεως ἐναποδείξασθαι τοῖς Ἕλλησι διὰ ταύτης τῆς πράξεως. ‑

[19]

[1]    Ὅτι Ἀντίοχος ὁρῶν ἐκφανῶς ἤδη τοὺς κατὰ τὴν Ἀλεξάνδρειαν παρασκευαζομένους εἰς τὸν περὶ Κοίλης Συρίας πόλεμον, εἰς μὲν τὴν Ῥώμην ἔπεμψε πρεσβευτὰς [2] τοὺς περὶ Μελέαγρον, ἐντειλάμενος λέγειν τῇ συγκλήτῳ καὶ διαμαρτύρασθαι διότι παρὰ πάντα τὰ δίκαια Πτολεμαῖος αὐτῷ τὰς χεῖρας ἐπιβάλλει (πρότερος) ‑

[20]

[1]    Ἴσως μὲν οὖν ἐν πᾶσι τοῖς ἀνθρωπείοις τῷ καιρῷ δεῖ μετρεῖν ἕκαστα τῶν ἐνεργουμένων· μεγίστην γὰρ οὗτος ἔχει δύναμιν· μάλιστα δ' ἐν τοῖς πολεμικοῖς· [2] ὀξύταται γὰρ περὶ τούτων εἰς ἑκάτερα τὰ μέρη γίνονται ῥοπαί· τὸ δ' ἀστοχεῖν τούτων μέγιστόν ἐστι τῶν ἁμαρτημάτων. ‑

[3]    Ὅτι δοκοῦσι πολλοὶ μὲν τῶν ἀνθρώπων ἐπιθυμεῖν τῶν καλῶν, ὀλίγοι δὲ τολμᾶν ἐγχειρεῖν αὐτοῖς, σπάνιοι δὲ τῶν ἐγχειρησάντων ἐπὶ τέλος ἀγαγεῖν τὰ πρὸς τὸ καθῆκον ἐν ἑκάστοις ποιούμενα.