Πάντα μᾶλλον, ὦ ἄνδρες Ἀθηναῖοι, ἔγωγ' ἂν ᾤμην ἢ Δημοσθένη ποτὲ τουτονὶ πρὸς τοσοῦτον ἀπονοίας καὶ τοῦ μὴ καλῶς ἔχοντος ἥκειν ὡς καὶ ἀτελείας ἕνεχ' ἡμῖν συμβεβουλευκέναι προῆχθαι, καὶ τοῦτο πολλοῦ τινος εἶναι φάναι, καὶ φέρειν εἰς δόξαν τοῖς δοῦσιν οὐχ ἧττον ἢ τοῖς λαβοῦσιν· οἷς καὶ εἴ τις ἄλλος ἐγχειρεῖν ἠξίου, τοῦτον αὐτὸν πρῶτον ἔδει παντὶ σθένει διακωλύειν πειρᾶσθαι, οὐ μόνον ὅτι τῶν ἀλυσιτελῶν τοῦτ' ἐστὶ καθάπαξ τῇ πόλει, ὡς προϊόντος ἐπιδείξω τοῦ λόγου· ‑ ὁ δὲ πᾶν τοὐναντίον αὐτῇ καὶ βούλεται καὶ συνεύχεται, καὶ οὕτω τὸν ἀεὶ [2] πολιτεύεται χρόνον ὡς καὶ πεπεῖσθαι λέγειν περὶ αὑτοῦ μὴ ἂν ἕνα μηδένα τῶν πάντων τὰ τοιαῦτα δόξαι βελτίω, καὶ οὐ λέγειν μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις δεικνύναι· ‑ ἀλλ' ὅτι καὶ μεγίστη τις ἐντεῦθεν γένοιτ' ἂν τοῖς πράγμασι βλάβη, εἰ τοῦθ' ἑξῆς διὰ πάντων χωρήσει. νῦν δὲ οἷς τὰ τοιαῦτα συνηγορεῖ, καὶ οἷς πλείω τούτων ἢ πάντων ὧν πώποτ' εἶπεν ἢ συνεβούλευσε λόγον ποιεῖται, δυοῖν θάτερον λογίζεσθαι δίδωσιν, ἢ 'κεῖνα μὴ καλῶς εἰρηκέναι ἢ ταῦτ' οὐκ ὀρθῶς ἐψηφίσθαι· μᾶλλον δὲ εἰ μὲν ὀρθῶς ταῦτ' ἔχει, κόμπος ἐκεῖνα καὶ οὐδὲν ὑγιὲς, εἰ δ' ἐκ τῶν ἔργων ἐκείνοις ἡ πίστις, καὶ οὐδ' ἂν εἷς ἐξ ὧν, ὦ Δημόσθενες, ἔπραξας φήσαι μὴ οὐ ταῦτα προσηκόντως εἰρῆσθαι, εὔδηλον πάντως ὡς ἔξω λόγου τὰ τοιαῦτ' ἐσπουδάκεις, καὶ πρὶν ὑφ' ὁτουοῦν ἐληλέγχθαι, κατ' αὐτὸς σαυτοῦ ταυτηνὶ φέρεις τὴν ψῆφον.
Ἐγὼ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ οὕτω δεινὸν εἶναι τοῦτον ἠξίουν ὡς τοῦ βούλεσθαί τισιν ἕνεκα καταθέσθαι χάριν τῇ πόλει λυμαίνεσθαι, μηδὲ τῶν πρὸς ταύτην δικαίων μείζω τὰ τούτων ποιεῖσθαι, μηδὲ βοηθεῖν τούτοις οἰόμενον δεῖν ἔπειτ' αὐτῇ πολεμεῖν, ἀλλ' ὃ μέλλει κοινῇ συνοίσειν, τοῦθ' ὡς ἔθος αὐτῷ καὶ διανοεῖσθαι καὶ πράττειν ἀεί. ὅπου γὰρ καὶ τῶν ὡς ἀληθῶς ἡμῖν συμφερόντων ἔσθ' ὅτε, μᾶλλον δ' ἐν τῷ καθάπαξ, δι' αὐτὴν ταύτην ὑπερορῶμεν, πῶς οὐκ ἀλογία σαφὴς ἑτέρῳ τῳ κατ' αὐτῆς χαρίζεσθαι; ὁ δὲ τοσοῦτον ἐδέησε τοῦ ταῦτ' ἤδη πράττειν αἱρεῖσθαι, ὥσθ' ὅσον πρόσθεν χρηστὸς ἦν καὶ δημοτικὸς καὶ τῆς πολιτείας ἀκριβὴς σπουδαστὴς, τοσοῦτον νῦν ἐξέστη τῆς ὑποθέσεως, καὶ τοὐναντίον ἢ πρόσθεν τοῖς πράγμασι χρῆται· οὐχ ἃ τῇ πόλει συμφέρει, ἀλλ' ἃ τῷ Χαβρίου παιδὶ, ἢ εἰ βούλεσθε, οἷ αὐτῷ ‑ τὴν γὰρ δὴ τούτου μητέρα μετὰ τὴν ἐκείνου τελευτὴν αὐτὸς γεγαμήκει ‑ ταῦθ' ἡμᾶς πείθειν ἐθέλων, μονονουχὶ ταῦτ' ἐν τούτοις [3] βοῶν, ὡς οὐδένα ποιοῦμαι τῆς πόλεως λόγον, ἀλλὰ λῆρος πάντ' ἐμοὶ πρὸς τὸ γένος. ἀμέλει καὶ ὃν ἐξ ἀρχῆς ἔδει κεῖσθαι τῇ πόλει νόμον, μηδένα τῶν πολιτῶν ἀτελῆ μήτ' εἶναι μήτ' ἂν γενέσθαι, τοῦτον ἤδη καλῶς ὑπὸ Λεπτίνου τεθέντα, ὡς καὶ πάντων τῶν εὖ φρονούντων, ὡς εἰκὸς, αὐτὸν ἐπαινούντων, καὶ πάνυ τοι συνηδομένων αὐτῷ τε καὶ τῷ νόμῳ, τῷ μὲν τῆς κοινῆς ὠφελείας, τῷ δὲ τοῦ πρόνοιαν ταυτησὶ πεποιῆσθαι, μόνος οὗτος, ἢν εὖ πάθωμεν ὡς ἔοικε δυσχεραίνων, ἀντὶ τοῦ συγκροτεῖν αὐτὸν καὶ θαυμάζειν καὶ ὅπως εἰς ἀεὶ κύριος ἔσται παρασκευάζειν. ὁ δὲ καὶ ὅπως ἄκυρος ἔσται πάντα ποιεῖ· οὐ τὸ ξυμφέρον, ὡς ἂν εἴποι τις, ἀγνοῶν· τίς γὰρ τούτου τὰ τοιαῦτα δεινότερος; ἀλλ' ὅπως εἰς τὴν πατρῴαν ἀτέλειαν καὶ αὖθις ἐγκαταστήσῃ Κτήσιππον, οὐκ εἰδὼς ὡς ἐν μὲν τῷ τὴν πόλιν εὖ πράττειν καὶ αὐτὸν εὖ πράττειν ἀνάγκη, ἐν δὲ τῷ τὸν μὲν νῦν εὖ ἔχειν ἐθέλειν, τὴν δὲ μὴ, καὶ αὐτὸν ὅσον οὐκ ἤδη τῶν αὐτῶν πεπειρᾶσθαι.
Ἔτι τοίνυν εἰ μὲν, ὦ Δημόσθενες, οὐκ εὖ ἔχειν ὁ νόμος ἐδόκει οὐδὲ τοῦ γιγνομένου διὰ πάντων τυγχάνειν, ἀλλὰ φλυαρίαν ταῦτ' εἶναι καὶ οὐδὲν ὑγιὲς, αὐτόν σε πρῶτον ἐχρῆν εἰς μέσον παριόντα διακωλύειν τοῦτον, αἰτιᾶσθαι, παρανόμων γράφεσθαι, οὐ τούτους ἢ 'κείνους ἐξ ἀφανοῦς καθιέντα δι' αὐτῶν ἐλέγχειν τοῦτον πειρᾶσθαι, καὶ κατὰ τοῦδε σφίσι συνηγορεῖν. σοὶ γὰρ, εἴπερ τῳ, τὰ τοιαῦτα μάλιστα μέλει. οἷς δὲ τότε μὲν σιγᾶν ᾤου δεῖν, νυνὶ δὲ μετ' αὐτῶν αὐτὸν διαβάλλειν, ἀμφότερα βεβαιοῖς, τόν τε νόμον ὡς κάλλιστα ἔχειν, αὐτόν τέ σε μάτην κατ' αὐτοῦ κεκινῆσθαι· ὅς γε καὶ ἵνα μὴ τοῦ μὲν Κτησίππου μόνου δόξας ἀντιποιεῖσθαι, τὸ δὲ τῆς πόλεως παρὰ φαῦλον [4] ποιεῖσθαι, εἶτα πρὸς τῷ μηδὲν ὧν βούλει κατωρθωκέναι καὶ ὧν μὴ βούλει, τούτων αἴτιος αὐτῷ κατασταίης, τὸν δῆμον εἰς ὀργὴν κεκινηκὼς, ταῦτ' οὖν δεδιὼς δεινότατα πάντων ἐξεῦρες, ὅπως καὶ τὴν ὑπόνοιαν ταύτην εὐχερῶς ἀποκρούσῃ καὶ πρὸς ἃ δεῖται τῷ Χαβρίου συνάρῃ· πρῶτα μὲν ὡς μάλιστα τῇ πόλει συμφέρειν τὴν ἀτέλειαν φήσας καὶ τούτοις τὸν ἀκροατὴν ὑφελόμενος, ἔπειτα τούτου μνησθείς. καίτοι ὅταν οὐ θαρρούντως οὐδ' ἐλευθέρως, ἀλλὰ δεδιότως τε καὶ ὑπούλως καὶ μετὰ τοῦ πάνυ τοι λανθάνειν ἐθέλειν ἐπὶ ταῦτα χωρῇς, ἔοικας ὧν λέγεις πρῶτος αὐτὸς ἐπιλαμβάνεσθαι καὶ μισεῖν καὶ διὰ τοῦθ' οὕτως σχηματίζειν τε καὶ προάγειν τὸν λόγον. ἀλλὰ μὴν εἰ κατηγοροῦντος καὶ συκοφαντοῦντος ταύτην ἅπαντες ἴσμεν διαφορὰν, τὸ τὸν μὲν τὰ οὐκ ὄντα συμπλάττειν, τὸν δὲ τοῖς οὖσι κακοῖς ἢ φαινομένοις ἐπιπηδᾶν, καὶ τὸν μὲν, εἰ καὶ μὴ δικαίας, ἀλλ' οὖν ἔσθ' ὅτ' ἀξιοῦμεν συγγνώμης, τῷ μηδὲν οἴκοθεν καὶ παρ' ἑαυτοῦ συντιθέναι, ἀλλὰ τοῖς οὖσι κεχρῆσθαι, τῷ δὲ ἀπρόσωπος ἡ κακία, ποτέρας βούλει μερίδος θησόμεθα σέ; πότερον τῆς μετρίας καὶ παραίτησιν δεχομένης, ἢ τῆς φαυλοτάτης τε καὶ κακίστης καὶ παντὸς μίσους ἀξίας, ἢ καὶ ἀμφοτέρων ὁμοῦ, ὡς ἔγωγε οἶμαι καὶ νῦν ἀποδείξω; οἷς μὲν γὰρ τὸν νόμον, ὃν μάλιστα θαυμάζειν ἐχρῆν διὰ τὸ τῇ πόλει συμφέρειν, τοῦτον ὡς μηδενὸς ἄξιον διαγράφειν ἐθέλεις, κακίζων καὶ κατατρέχων καὶ μηδενός τινος κατ' αὐτοῦ φειδόμενος ῥήματος, οὐ μόνον κατηγόρων, ἀλλὰ καὶ βασκάνων δόξαν λαμβάνεις.
Ὅτι δὲ πρὸς τοῖς εἰρημένοις, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκοφαντῶν οἷς ἐν ἀρχῇ τοῦ λόγου κέχρηται δείκνυται αἰσχυνοίμην ἂν ἐμαυτὸν εἰ τοῦτ' ἀποδεικνύναι διὰ πλείστου πειρῴμην. αὐτὰ γὰρ ταῦτ' ἐστὶ καὶ συκοφαντία περιφανὴς [5] καὶ ἀπόδειξις ἐναργὴς τοῦ μηδὲν συκοφαντίας ἐλλείπειν. ἃ γὰρ οὐκ ἂν οὔτ' ἐνεθυμήθη Λεπτίνης οὔτ' εἰ κατὰ νοῦν ἔσχε δοκεῖ μοί ποτ' ἂν εἰρηκέναι, ὡς οὐχ ἱκανὰ πρὸς ὃ βούλοιτο δρᾶσαι, ταῦθ' οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ἂν ἀτεχνῶς εἰρηκότος κατηγορεῖ, ταυτόν τι ποιῶν ὥσπερ ἂν εἴ τις πρὸς ἀνταγωνιστὴν ἰσχυρὸν καὶ ἄμαχον ἔχων, φαρμάκοις ἀνελεῖν τοῦτον ἠξίου, ὅτι μὴ χερσὶν οἷός τ' ἦν· καὶ σὺ τοίνυν αὐτὸς οὐκ ἔχων ἄλλως ἐξελέγξαι τὸν νόμον πλάττεις αἰτίας διὰ κενῆς, τὰ μὲν αὐτὸς κακουργῶν καὶ πονηρευόμενος, ἔστι δ' ἃ καὶ παρ' αὐτὸς σαυτοῦ συντιθεὶς καὶ συρράπτων. οὐκοῦν θάτερον τούτων ἡμῖν εἰκάζειν παρέχεις, ἢ μηδ' ὁπωστιοῦν ἐντυχεῖν τῷ βιβλίῳ, ἢ, εἴ μοι δίδως εἰπεῖν, ἐντετυχηκὼς καὶ θαυμάσας τὸ τῶν βασκαινόντων καὶ αὐτὸς πεπονθέναι, ἐκστῆναί πως ὑπὸ λύπης σαυτοῦ, ὅτι σοι πρᾶγμα πάλαι προσῆκον Λεπτίνης ἤδη παραλαβὼν ἤνυσεν, ὥστε μηδὲ καθαρῶς ἐντεῦθεν τοῦ νόμου μεμνῆσθαι δύνασθαι. εἰ γὰρ ὁ μὲν τοῦ μὴ παντάπασιν ἂν ἐπιλελοιπέναι τὰς λειτουργίας τὴν πόλιν, τούτου χάριν ἐγεγράφει τὸν νόμον, ὁρῶν ὑπὸ πλήθους ἀτελειῶν ταυτασὶ σπανιζούσας καὶ τὴν τῆς πόλεως εὐδαιμονίαν ὥσπερ ἐντεῦθεν ὑποδιδοῦσαν, ὁ δὲ τοῦθ' ἑκὼν σιωπῶν, φάσκει δὲ διά τινας ἀναξίους εὑρομένους ἀτέλειαν ταυτὶ νενομίσθαι, πῶς οὐχ ὃ λέγω συνίστησι; πῶς δὲ οὐκ αὐτὸς ἐξελέγχεται μήτε τὰ ὄντα λέγων καὶ προσέθ' ἡμᾶς ὥσπερ τινὰς παῖδας φενακίζειν ἐπιχειρῶν;
Καὶ ὅτι ταῦτα λέγων οὐδὲν ἀληθὲς λέγει δῆλον ἔκ τε ὧν ἔφην καὶ οἷς αὐτὸς τὸν Λεπτίνην εἰσάγει οὐ ταῦτ' εἰρηκότα, ἀλλ' ὡς ἔοικεν εἰσέπειτ' ἐροῦντα. φησὶ γοῦν Ἔστι δ' οὐκ ἄδηλον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθ' ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον [6] μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δ' ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ. ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ ἐπαγγέλλεται τοῦτον ταῦτ' ἐρεῖν καὶ τούτῳ πλείστῳ χρήσεσθαι τῷ λόγῳ. οὐκ ἀλόγως γε μὴν οὐδὲ τὸ τῶν ἀναξίων ἐμνήσθη, ἀλλὰ μετὰ πάνυ τοι πονηροτάτης τῆς γνώμης, ἵνα τῶν ἀναξίων ἀτελείας ἐκβεβλημένων ταύτης ἀξιόχρεως Κτήσιππος δόξῃ, καὶ αὐτὸς ἐφ' ἑαυτοῦ καὶ διὰ τὸν πατέρα Χαβρίαν. ἀλλ' εἰς κενὸν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τῆς ἐπινοίας τἀνδρὶ, καὶ οὐδὲν ἔσται πλέον ταῦτ' αὐτῷ τεχνωμένῳ, ὑμῶν τὰ δίκαια ποιούντων καὶ ἃ μάλιστα τῇ πόλει προσῆκε καὶ προσέτι τοὺς τἀληθῆ διαστρέφειν ἐπιχειροῦντας μισούντων. ἐπεί τοι καὶ αὐτὸς τοσούτου δέω τούτοις πεπεῖσθαι καὶ προσέχειν τὸν νοῦν ὡς πάντα μᾶλλον ἢ ταῦτ' ὀρθῶς ἔχειν νομίζειν. ἄνευ γὰρ τοῦ ταῦτ' αὐτὸν, ὡς ἔφην, πεπραγματεῦσθαι καὶ τὴν αἰτίαν Κτήσιππον εἶναι, οὐδὲ τὸ τῶν ἀναξίων ὅλως ἔχω γιγνώσκειν ὡς εἰς καιρὸν εἰρημένον καὶ τῶν πραγμάτων ἀξίως, κἂν ὅτι μάλιστ' αὐτὸς τούτοις ἐπιχειρῇ. εἰ μὲν γὰρ ἐξέτασις προὔκειτο γένους καὶ μόνους ἔδει τοὺς εὖ γεγονότας τιμᾶσθαι, καλῶς ἂν εἶχε τοὺς εὖ πεισομένους φυλοκρινεῖν· εἰ δ' ἁπλῶς εὖ πάσχειν ἀνάγκη τοὺς εὖ πεποιηκότας, καὶ τῆς ἀρετῆς οὗτος μισθὸς, ἀτέλειαν δὲ οὐδὲν ἕτερον ἴσμεν ἀλλ' ἢ κατωρθωμένων ἀντίδοσιν, οὐχ ὁρῶ τίν' ἔχει λόγον ἀναξίων τε καὶ μὴ μνημονεύειν, ἔνθα πάντας ἀνάγκη κατ' αὐτὸ δὴ τοῦθ' ὁμοίως τιμᾶσθαι, κἂν φαῦλός τις ὢν τύχῃ καὶ τῆς κάτω φρατρίας κἂν εἰς Κόδρον ἀνήκων. τί γὰρ Ἀχιλλεὺς μᾶλλον Θερσίτου πρὸς τὸ τὴν παρὰ τῶν Ἑλλήνων φέρεσθαι χάριν, ἂν ἐξ ἴσης ἄμφω τοὺς Τρῶας ἕλωσιν; [ἐπειδὴ ὁ μὲν ἐκ θεῶν, ὁ δ' οὐ τοιοῦτος.]
Χωρὶς δὲ τούτων εἰ τοῖς ἀξίοις μόνοις ἀτελείας μετέσται, οὐκ ἔσθ' ὅ τι μᾶλλον καθ' ἡμῶν αὐτῶν ἔσται.
[7] πρῶτον μὲν γὰρ οὐδένες, εὖ οἶδα, τῶν πάντων ἔτ' ἀξιώσουσι λειτουργεῖν καὶ τὰς ἀναγκαίας εἰσφορὰς, ὡς νόμος, εἰσφέρειν, ἀλλὰ φυγῇ τὰ πράγματα φεύξονται, οἱ μὲν ἀτελεῖς δι' αὐτὸ τοῦτο, οἱ δὲ μὴ τούτου τυχόντες διὰ τὸ μηδὲ τυχεῖν ἂν ὅλως ἐξεῖναι. κἀντεῦθεν τοῖς μὲν βασκανία τις πρὸς ἐκείνους ἔσται καὶ φθόνος καὶ δυσμεναίνειν ἀεὶ καὶ πάντα τρόπον μισεῖν· τῇ πόλει δὲ, ἵνα μηδὲν δυσχερὲς εἴπω, τὸ μένειν ἐπὶ ταὐτοῦ καὶ μὴ πρὸς ἐπίδοσιν ἄγειν διὰ τὴν τούτων ἀργίαν καὶ ἔριν. ἔπειτ' εἰ καί τινες λειτουργοῦντες ἔσονται· οὗτοι δ' ἂν εἶεν οἱ μηδὲν ἐξ ἀτελείας εἰργόμενοι· ὅτι μὲν μικρά τις ἔσται καὶ φαύλη καὶ τοῦ μηδενὸς ὡς εἰπεῖν ἀξία ἡ παρὰ τούτων αὕτη συντέλεια καὶ σπουδὴ οὐδεὶς ἀγνοεῖ. πλὴν ἔστω γ', εἰ βούλεσθε, καλή τε καὶ πρέπουσα καὶ τοῖς πράγμασιν ἀποχρῶσα· πότερον οὖν τῇ πόλει κάλλιον καὶ λυσιτελέστερον καὶ πρὸς αὔξησιν μᾶλλον λειτουργοῦντας ἅπαντας ἴσχειν ἢ τινάς; καὶ κοινῆς καὶ δαψιλοῦς ἀπολαύειν προνοίας ἢ μετρίων δή τινων τυγχάνειν τῶν σπουδαστῶν; καὶ βελτιόνων τε καὶ χειρόνων ἢ τοῦτο αὐτὸ μόνον χειρόνων; καὶ πότερον ἐπαινέτας τοὺς ἄλλους πάντας ἢ μεμφομένους κεκτῆσθαι; ἐγὼ μὲν γὰρ οἶμαι καὶ τοὺς βαρβάρους αὐτοὺς εἰκότως ἂν ἡμῖν νεμεσῆσαι, ὅτι διπλοῦ κέρδους ἁπλοῦν ἀνθειλόμεθα, καὶ δέον εὖ πράττειν κατ' ἄμφω, οἱ δ' ἀπὸ μέρους ᾠήθημεν δεῖν. τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς μὲν ἀτελεῖς εἶναι, τοὺς δὲ μὴ, ὡς οὐ μόνον οὐδενὸς ὧν ἄνω καὶ κάτω διέξεισι Δημοσθένης, ἀλλ' ὧν ἐμοῦ λέγοντος ἠκούσατ' ἀρτίως, αἰτιώτατον ἔσται τῇ πόλει πάντας ὑμᾶς ἀκριβῶς οἶμαι πεπεῖσθαι, ἀγχίνους τε ὄντας καὶ πρὸς τὴν τοῦ καλοῦ καὶ δικαίου καὶ συμφέροντος κρίσιν οἴκοθεν καὶ παρὰ τῆς φύσεως παρεσκευασμένους. τὸ δὲ μηδένα τῶν πάντων ἀτελῆ κατὰ τὸν νόμον μήτε νῦν εἶναι μήτ' εἰσαῦθις ἂν ταῦτ' ἔχειν ἐξεῖναι, τοῦτ' οὖν οὕτω πολλοῦ τινος ἄξιον καὶ γέμον ἐλπίδων καὶ πάσῃ πόλει καὶ πολιτεία διαφερόντως προσῆκον, ὡς τοὺς μὲν ἄλλους νόμους τοὺς μὲν ὑπὲρ τῶν ἰδίᾳ διαφερόντων [8] ἑκάστῳ, τοὺς δὲ δημοτελεῖς τινας εἶναι συμβαίνειν, μόνον δὲ τοῦτον ἡμῖν κοινότατον καὶ λυσιτελέστατον καὶ διαρκῆ καὶ βεβαίαν καὶ διὰ πάντων ἥκουσαν τὴν ὠφέλειαν ὡς μάλιστα παρεχόμενον· στρατεύεσθαι γοῦν καὶ τριηραρχεῖν καὶ πρεσβείας τὸ μὲν πέμπειν, τὸ δὲ δέχεσθαι, καὶ προσέτι συμμάχοις χρῆσθαι, σπένδεσθαι πολεμίοις, ἀμύνεσθαι πολεμίους, τῶν οἰκείων ἀντιποιεῖσθαι καὶ σώζειν, καὶ νὴ Δία γε ταὐτὰ φρονεῖν πρὸς ἀλλήλους καὶ πάντας ἓν εἶναι τὴν γνώμην, καὶ συλλήβδην εἰπεῖν ὧν δεῖ πόλει τοσῇδε καὶ τοσούτων ἐθνῶν καὶ νήσων ἐπιστατούσῃ, πάντα ταῦθ' ἑτοίμως καὶ μετὰ πολλοῦ τοῦ περιόντος καὶ βουλεύεσθαι καὶ ποιεῖν, ἐξ ἄρ' ἡμῖν τούτου τοῦ νόμου μετὰ τὴν τῆς Ἀθηνᾶς ῥοπὴν κάλλισθ' ὑπάρξει· καὶ τοῦθ' ὡς ἂν οἷός τε ὦ πειράσομαι δεῖξαι καὶ πᾶσι ποιῆσαι καταφανὲς, ἵνα ἀκριβῶς εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ γνῶτε ὅσον τῷ νόμῳ τοῦ βελτίστου περίεστι καὶ ὡς, εἴπερ τις ἀνθρώπων, Λεπτίνης δημοτικὸς καὶ περὶ τὴν πόλιν χρηστός.
Πᾶσα τοίνυν πολιτεία καὶ δυναστεία καὶ ὅλως οἱ τῶν ἀνθρώπων καθ' ἕνα οὐκ εἴ τι πράξουσι μόνον σκοποῦσιν, ἀλλ' εἰ συμφέρον τοῦτ' αὐτοῖς ἔσται, καὶ διὰ πάντων ὡς εἰπεῖν πρὸς αὐτῶν. βούλονται μὲν γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλα βούλονται καὶ τοῦ δικαίου τυγχάνειν ἐν τούτοις καὶ μηδὲν ἐλλείπειν τούτου τοῦ μέρους, ὡς μόνην ταύτην οὖσαν πρᾶξιν ἀρίστην· ἂν δ' ἄρ' ἀμφότερα μὴ ἐξῇ, καὶ δίκαια πράττειν καὶ συμφέροντα αὑτοῖς, οἱ δ' αἱροῦνται συμφέροντα μᾶλλον ἢ δίκαια πράττειν. μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πράττειν οἴονται δεῖν, ὅταν ἃ μέλλουσι πράττειν ἢ μὴ συμφέρονθ' αὑτοῖς αἴσθωνται ταῦτ' εἶναι ἢ κατὰ σφῶν αὐτῶν. τὸ μὲν γὰρ μανία σαφὴς, ἑκόντα τινὰ καθ' αὑτοῦ πράττειν αἱρεῖσθαι· τὸ δ' ὡς ἀληθῶς κουφότητος καὶ ἀνοίας καὶ τῆς περὶ τὸν Μαργίτην, ὡς εἰπεῖν, συμμορίας, εἰκῆ πονεῖν καὶ πράττειν διὰ κενῆς καὶ εἰς οὐδὲν δέον. Λεπτίνης τοίνυν οὐ μόνον δίκαιον, ἀλλὰ καὶ συμφέροντα καὶ προσέτ' [9] αἴτιον τῇ πόλει δόξης εἰσήνεγκε νόμον, τῶν μὲν ἐξ ἀρχῆς καὶ πάλαι κειμένων οὐδὲν ἐλάττω, εἰ μὴ καὶ μείζω, ὅσον οὑκεῖνοι παρεῖσαν οὗτος ἐξεῦρε καὶ διωρθώσατο· ἄξιον δὲ οὐ παρὰ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις μόνοις ἡμῖν, ἀλλὰ καὶ πᾶσιν ὡς εἰπεῖν ἀνθρώποις εὐδοκιμεῖν· δίκαιον μὲν ἀνθ' ὧν κοινῇ πάντας λειτουργεῖν ἀναγκάζει, ὅπερ ἐστὶ δημοκρατουμένων ὡς ἀληθῶς καὶ τὴν ἰσότητα διὰ πάντων τιμώντων, ἀλλὰ μὴ δι' ἀτελείας τὴν ἀναγκαίαν καὶ δημοτελῆ ταύτην εἰσφορὰν παραιτεῖσθαι, ὥσπερ δεδιότας μὴ δόξωμεν εὖ ποιεῖν τὴν ἡμῶν αὐτῶν. καίτοι πῶς οὐκ ἄτοπον καὶ τοῦ δικαίως ἔχοντος πόρρω τῶν μὲν παρ' αὐτῆς ἀγαθῶν ἐξ ἴσης ἡμᾶς ἀπολαύειν ἔχειν, ἡμᾶς δ' οὐκ ἐξ ἴσου τὰ πρὸς αὐτὴν διακεῖσθαι, ἀλλὰ τοὺς μὲν λειτουργεῖν, τοὺς δὲ μή; καὶ παραπλησίους ἀλλήλοις ὄντας τῇ πρὸς ταύτην εὐνοίᾳ, ἐνταῦθα μόνον τὴν ἰσότητα φεύγειν; καὶ πολέμου μὲν ἐπιόντος πάντας ὑπὲρ αὐτῆς κινδυνεύειν αἱρεῖσθαι καὶ τῆς αὐτῆς ἔχεσθαι προθυμίας, ἐν δὲ τοῖς ἐλάττοσι τῶν πραγμάτων καὶ κίνδυνον μὲν οὐδ' ὁντινοῦν οὐδὲ πόνον, ὠφέλειαν δ' ὅτι πλείστην τῇ πόλει καὶ ἡμῖν προξενοῦσιν, ἔπειτα πολίτας ὡς εἰπεῖν ἐξ ἡμισείας ὁρᾶσθαι; συμφέροντα δὲ μὴ μόνον τῷ συστάσεις ἀτεχνῶς πολιτειῶν τὰς λειτουργίας εἶναι καὶ θαυμαστὰς καὶ μεγίστας πρὸς ἐπίδοσιν ἀφορμὰς, ἀλλὰ καὶ ὅτι μηδενὸς μὲν ἀτελοῦς ὄντος, ὡς ἔφην, πάντες λειτουργήσουσιν, ἐὰν δὲ ἀτελείας μετέχωσι τινὲς, οὐδὲ εἷς. εἰ τοίνυν ᾧ μὲν χείρω τὰ τῆς πόλεως εἶναι συμβαίνει καὶ πρὸς φθορὰν αὐτῇ μᾶλλον ἢ δόξαν ἑτέροις, τοῦτο τοῦ μηδενὸς ἄξιον χρῆσθαι, ὃ δὲ μείζω ταύτην ἐπιφανῶς καὶ βελτίω ποιεῖ καὶ τοῖς ἅπασιν εὐθενοῦσαν, τοῦτ' ἀνάγκη πᾶσα περὶ πάνυ τοι πολλοῦ πεποιῆσθαι, εἴ γ' ἡμῶν αὐτῶν λόγος ἡμῖν· οὔτ' ἀτελεῖς τινας εἶναι τὸ παράπαν προσῆκεν, ὡς οὐ μικρὰν ταύτην οὖσαν τοῖς πράγμασι βλάβην, ὅ τε νόμος οὕτω [10] διὰ πάντων ἡμῖν συμφορώτατος ὢν, ὡς ἐξ Ἀπόλλωνος ἥκων, δίκαιος ἂν εἴη μετὰ παντὸς νοῦ συγκεχωρηκότος κύριος εἶναι καὶ τοῖς πᾶσι κρατεῖν.
Χωρὶς δὲ τούτων ἐκ μὲν ἀτελείας οὐδ' ὁτιοῦν ἔνεστι κέρδος τῇ πόλει, πλὴν τοῦ χάριν ἔχειν ἐντεῦθεν ἀποδιδόναι· ἀλλ' οἱ ταύτην εἰληφότες τρυφῶσιν, αἱ δὲ λειτουργίαι αὐτῇ τε ταύτῃ τὰ μέγιστα πάντων λυσιτελοῦσιν, ἐξ ὧν αὔξεται συγκροτοῦσαι, τοῖς τε δρῶσιν αὐτοῖς ἰδίαν παρέχουσι δόξαν τὴν ὑπὲρ τῆς ἐνεγκούσης σπουδήν. καὶ μὴν εὐεργέτας μὲν ἔστι καὶ ἄλλως ἀμείβεσθαι, πόλιν δὲ δίχα λειτουργιῶν σωζομένην οὐδ' ἐν τοῖς μύθοις ἐγνώκειν. ἀλλὰ κἂν ἥρως οἰκήτορας ἴσχῃ, κἂν τὴν ἀγαθὴν τύχην συναιρομένην, οὐδὲν αὐτῇ πλέον ἔσται μὴ ταυτησὶ τῆς ξυμμαχίας ἐνούσης. εἰ γὰρ μήτε δημαγωγεῖν δεῖ μήτε στρατεύεσθαι μήτε τριηραρχεῖν μήτε μηδὲν τῶν πάντων ποιεῖν ἃ λειτουργιῶν μέν ἐστιν εἴδη, συστάσεις δ' ὡς ἀληθῶς τῶν πόλεων, οὐδὲν ἀλλ' ἢ σώματι δόξομεν ἐοικέναι χειρῶν τε καὶ ποδῶν καὶ προσέτ' αἰσθήσεων ἀποροῦντι. ὃ γὰρ πάντα ταῦτ' ἔστ' ἐκείνῳ, τοῦτο τῇ πόλει τὸ δι' ὧν ἔφην ὑπηρετεῖσθαι. οὐ μὴν ἀλλ' εἰ καὶ μηδ' εἱστισοῦν μὲν τὸ παράπαν ἐλείπεθ' ἕτερος ἀποδόσεως τρόπος, ἀλλ' εἰς ἀτέλειαν πάντ' ἦγε, καὶ τοῦτ' ἦν μόνον γέρας τοῖς εὖ πάσχειν ἀξίοις ὧν ἕνεχ' ὑπὲρ ἡμῶν προτεθύμηνται, βεβλάφθαι δ' ἂν οὐ μικρῶς ἐντεῦθεν ἡ πόλις ἐδόκει, οὐδ' οὕτως ἄν μοι δοκοῦμεν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τοιαῦτ' ἀνασχέσθαι, οὐδὲ διὰ τὴν πρὸς τὸν δεῖνα ἢ τὸν δεῖνα χάριν αἴτιοι ζημίας καθεστάναι τῇ πόλει, ἀλλὰ τῶν ὑπὲρ αὐτῆς δικαίων καὶ τοῦ κοινῇ λυσιτελοῦντος πάντα θέμενοι λόγον τὸ κατ' αὐτοὺς τούτους εἰκότως ἐᾶσαι, ἱκανὴν ἔχοντας χάριν τὸ πόλεως τοιαύτης εὐεργέτας φανῆναι· ἐπεὶ καὶ οὕτω τιμᾶσθαι μᾶλλον περίεστ' αὐτοῖς, τῷ δοκεῖν μὴ τὴν ἀρετὴν ὥσπερ ὤνιον πεποιῆσθαι, μηδ' ὁτουοῦν ἑτέρου, ἀλλὰ μεγαλοψυχίας ἕνεκα τῆς αὑτῶν καὶ τῆς πρὸς [11] τὴν πόλιν εὐνοίας ταῦτ' ἐνδεδεῖχθαι, καθάπερ ἐπὶ τοῦ Μηδικοῦ πολέμου Θεμιστοκλεῖ τῷ Νεοκλέους ὑπῆρξε καὶ Παυσανίᾳ τῷ Κλεομβρότου, καὶ ἔτι πρὸ τούτων τῷ γ' Εὐφορίωνος Κυναιγείρῳ καὶ Καλλιμάχῳ τῷ Πολεμάρχου· οὗτοι γὰρ πάντες οὔτε πρὶν ἧφθαι τῆς μάχης πρὸς ἀριστείων μέγεθος ἀφεορακότες ἐθάρρησαν τὸν ἀγῶνα οὔτ', ἐπεὶ μηκέτ' εἶναι κινδυνεύουσαν διεσώσαντο τὴν Ἑλλάδα, ἔτυχον ὧνπερ εἰκὸς, ἀλλ' ἀποχρῶσάν σφισιν αὐτοῖς ᾤοντο δόξαν τό τε μείζω στεφάνων εἰργάσθαι τό τε δι' αὑτῶν τὴν Ἑλλάδα σεσῶσθαι.
Οὐ μὴν ἀλλ' εἰ καὶ δοίημεν εἶναί τι παρ' ἀτελείᾳ συμφέρον, ὡς ἔγωγ' οὐκ οἶμαι, ἀλλὰ πρῶτον μὲν οὐχ ὅσον ἐκ λειτουργίας, οὐδ' ὥστε καὶ παραβεβλῆσθαι, οὐδ' ἐγγύς. ἔπειτα τὸ μὲν εἰς πᾶσαν ἥκει τὴν πόλιν, τὸ δ' εἰς ὀλίγους δή τινας. καὶ τὸ μὲν ἥκιστ' ἂν λυμήναιτο παροφθὲν, ἐκ δὲ τῶν μὴ λειτουργούντων τὰ μέγιστ' ἂν αἱ πόλεις βλαφθεῖεν. καὶ νὴ Δία γε τὸ μὲν ταυταισὶ ξυνυπέστη· ἅμα γὰρ πόλις, ἅμα καὶ λειτουργεῖν· μᾶλλον δὲ ἢν ἀκριβῶς ἐξετάσῃς, εὑρήσεις καὶ τὸ τὰς πόλεις ἐξ ἀρχῆς γεγενῆσθαι λειτουργίαν ἄντικρυς οὖσαν καὶ οἷόν τινα κοινὴν τῶν ἀνθρώπων ἐπὶ συστάσει τῆς οἰκουμένης δήπουθεν εἰσφοράν· ἀτέλεια δέ τισιν ὕστερον κατὰ τὸ τῆς γνώμης ἐπινενόηται δόξαν, ὥσπερ τι φιλοτιμίας φάρμακον. ὅσον δὴ καὶ μέγιστον καὶ ἀναγκαιότατον τοῦτο καὶ τοῖς ἅπασιν ὑπεραῖρον, τοσοῦτον δεῖ καὶ ἡμᾶς παντὸς μᾶλλον προστίθεσθαι καὶ σεμνύνειν. καὶ μὴν εἰ τῶν πραγμάτων ἐκεῖνα πλείονος ἄξια καὶ τούτοις ἐπαίνων διαφερόντως προσῆκεν ὧν ἡγεμόνες θεοὶ, οὐκ ἂν φθάνοιμεν εὖ ἴσθι τὸ λειτουργεῖν ὅτου τις ἂν εἴποι μεῖζον τιθέντες. μὴ γὰρ οὖν οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὥσπερ τὰ ἄλλα καὶ τοῦθ' ἡμῖν ἐξευρῆσθαι μηδ' ἐντεῦθεν τὴν ἀρχὴν ἐσχηκέναι, ἀλλ' εἴπερ τι παρ' ἀνθρώποις διοπετὲς, καὶ τοῦτ' ἐκεῖθεν ἀφῖχθαι· [12] εἴπερ οἱ τῶν ὅλων κύριοι θεοί τε καὶ δαίμονες οὐ μόνον οἷς τὸ πᾶν ἐξ ἀρχῆς ὑπεστήσαντο, μεγάλην καὶ θαυμαστήν τινα ταύτην εἰσήνεγκάν τε καὶ προὔφηναν λειτουργίαν τῷ βίῳ, ἀλλὰ καὶ νῦν οὐχ ἥκιστα τοῦτο δρῶσιν οἷς ἡμῶν τοσοῦτον αὐτοῖς ἑκάστοτε μέλει καὶ οὕτω κηδομένως ἔχουσιν ὡς μηδὲν τῶν εἰς ἡμετέραν σύστασιν καὶ σωτηρίαν ἡκόντων μηδὲ καθ' ὅντινα δήποτε τρόπον ἐλλείπειν, ἀλλ' ἀπὸ πολλοῦ τοῦ μείζονος ἢ ὥστε καὶ προσδοκᾶν ἐξεῖναι τὰ παρ' ἑαυτῶν χορηγεῖν, δι' ἀλλήλων ἄμφω δεικνύντες, διὰ μὲν τῆς ἀκαμάτου καὶ συνεχοῦς ταύτης προνοίας τὸ δημιουργοὶ γεγενῆσθαι, διὰ δ' αὖ τοῦ γενέσθαι δημιουργοὶ τὸ καὶ πρὸς ἀνάγκην ἔχειν ἡμῶν ὅσαι ὧραι φροντίζειν, ἵνα μὴ δίχα τῆς τούτων προνοίας εἰς τὸ μηδὲν ἥκωμεν, καθάπερ τι σκάφος κυβερνητῶν ἀποροῦν.
Καίτοι ὅταν ἐξ ἀτελείας, ὦ Δημόσθενες, τὰ τῶν λειτουργιῶν κατὰ μικρὸν ὑπορρέῃ καὶ τούτων αὐτὸς ᾖς σπουδαστὴς, πῶς οὐκ ἀτεχνῶς τοῖς θεοῖς πολεμεῖς, ἁκεῖνοι καλῶς ἔθεσαν, ταῦτ' αὐτὸς οἷς ποιεῖς διαφθείρων καὶ τήν γε χάριν αὐτῶν τὸ κατὰ σαυτὸν ἀνατρέπων; εἰ τοίνυν τοῖς τὸ νόμισμα διαφθείρουσι κατὰ τὸν σὸν λόγον θάνατος ἡ ζημία, τίνος ποτ' ἄρ' αὐτὸς δίκαιος ἂν ἡμῖν εἴης τιμᾶσθαι δι' ὧν ἀτελείας ἀντέχει, τά τε τῶν θεῶν ἀτιμάζων τήν τε πόλιν ἅπασαν διαφθείρων; ναὶ, φησὶν, ὑπὲρ γὰρ ὑμῶν καὶ τῶν ὑμετέρων αὐτοῖς προσηκόντων διαναστῆναι, καὶ ὧν ἑκάστοτ' ἀπολαύοντες διαγίγνεσθε· οὐδὲ γὰρ οὐδ' ἂν εἷς ἔτ' ἀξιώσαι τοῦ νόμου κρατοῦντος μεγαλοψυχία πρὸς τὴν πόλιν ἐν τῷ τῶν πραγμάτων ἀπαιτοῦντι. κεχρῆσθαι καὶ φιλοτιμήσασθαι τὰ εἰκότα, ἀλλὰ τῆς ἀτελείας ἀναιρουμένης συναναιρήσεται πάντως καὶ τὸ ὑπὲρ αὐτῆς ἐθέλειν ὁντινοῦν προθυμεῖσθαι· τὸ δ' οὐ μόνον κέρδους ἡμᾶς, ἀλλὰ καὶ δόξης ἀποστερεῖ, ὧν χάριν πάντα καὶ ποιεῖν καὶ λέγειν οἴεσθε δεῖν· εἰ τοίνυν μέλει [13] τούτων ἡμῖν, καὶ ἀτελείας ἐξ ἀνάγκης μελήσει. ὅτι μὲν οὖν, ὦ Δημόσθενες, οὐδένες τῶν πάντων, ὡς σὺ φῂς, ἵν' ἀτελεῖς ὦσι, φιλοτιμίας ἅπτεσθαί μοι δοκοῦσιν, ἀλλὰ δόξης ἕνεχ' αὑτῶν καὶ τοῦ πρὸς τὴν πόλιν ζήλου καὶ φίλτρου, δῆλον ἔκ τε τῶν μετὰ τὸ πάνυ τοι πεφιλοτιμῆσθαι οὐδὲν οὐδ' ὁτιοῦν τὸ παράπαν λαβεῖν βουληθέντων, ἀλλ' αὐτὸ τοῦτο μόνον ἀποχρῆν ἡγουμένων, ὅτι περ οὕτως αὐτοῖς τὰ πρὸς τὴν πόλιν ὑπῆρξεν· ἔκ τε τῶν ἄλλου δή τινος, ὄντων μυρίων οἷς τοὺς ὑπὲρ αὑτῆς ἡ πόλις δωρεῖται, ἀλλ' οὐκ ἀτελείας ἠξιωμένων. ὅτι δ' εἰ καὶ τοῦτ' ἦν, προτετιμῆσθαι ἔδει τὸ τῇ πόλει ξυμφέρον, καὶ τούτου μάρτυς αὐτὸς, παντὸς ὁτουοῦν τὸ συμφέρον ἀεὶ προτιθεὶς καὶ τούτῳ τὰ πρεσβεῖα διδούς· ἐπεὶ καὶ Κερκυραίους, ἐκσπόνδους ὄντας, συμμάχους εἱλόμεθ' ἡμῖν αὐτοῖς, συμφέρειν κρίναντες, ἐπειδήπερ ἴσχυον.
Ἴσως τοίνυν κἀκεῖνο Δημοσθένης ἤ τις ἄλλος ἐρεῖ, ὡς εἰ μέν ἐστι λυσιτελὲς καὶ μάλιστα πολιτείᾳ προσῆκον ἑνὶ μηδενὶ τῶν πάντων ἀτελείας μετεῖναι, τί μὴ μετὰ τῶν ἄλλων καὶ τοῦτο τοῖς παλαιοῖς ὥρισται νόμοις, τὸ κοινῇ συμφέρον σκοποῦσιν; νῦν δ' οἷς πολλὰ καὶ καλὰ διεξιόντες τοῦτ' οὐκ ἠξίωσαν λόγου, φαίνονται τοῦθ' ὡς ἀλυσιτελὲς παρεικότες· εἰ τοίνυν ἃ κελεύουσιν οὗτοι, ταῦτα δεῖ περὶ πλείστου ποιεῖσθαι, καὶ ὧν μνησθέντες οὐκ ἔγνωσαν οὐδ' ἡμᾶς μεμνῆσθαι προσήκει, ἵνα μὴ νόμους τιμῶντες νόμους ἀτιμάζειν δόξωμεν. ἀλλ' ὦ τᾶν, πρῶτον μὲν οὐ πάνθ' ἁπλῶς ἃ δεῖ τοῖς νόμοις ἐντέτακται, οὐδὲ διὰ πάντων χωροῦσιν, ὡς μηδὲν ἔξω τῆς τούτων διαγνώμης ἑστάναι, ἀλλ' ἔσθ' ἃ καὶ τούτους ἐκφεύγει· ἐξεῖναι γοῦν αὐτῶν ἀφελεῖν καὶ προσθεῖναι, ἐάν τι μὴ καλῶς ἔχον ᾖ, ἐν αὐτοῖς τούτοις εἴρηται· τὸ δ' ἔστι σφόδρα [14] διατεινομένων μὴ διὰ πάντων ἀφῖχθαι. ἔπειτα, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅτι μηδ' εἱστισοῦν τοῦτ' ἔφη τῶν νόμων σκοπεῖσθαι δεῖ, ἀλλ' εἰ καὶ κάλλιστα καὶ δικαιότατα ἔχει, καὶ ταύτῃ τὰς ψήφους τίθεσθαι. οὕτω δ' ἀεὶ καὶ κάλλιστα ἔχει αὐτό τε ἑαυτοῦ καὶ τῶν ἄλλων, ἔκ τε ὧν αὐτὸς ἔφην ἔκ τε ὧν ὁ πολὺς καὶ παντοδαπὸς ἔδειξε χρόνος, ὥστε δέδοικα μὴ καὶ τῶν νόμων αὐτῶν τιμιώτερον δόξῃ αὐτῷ τε τούτῳ καὶ τῷ πρεσβύτερον εἶναι καὶ πρὶν ἢ νόμους γενέσθαι τοῦτ' ἐν ἀνθρώποις ἐνεῖναι. ἔτι τοίνυν οὐ πᾶν ὃ τούτοις παρεῖται, τοῦτ' ἤδη καὶ φαῦλον εὐθὺς, οὐδὲ παρὰ τοῦτο τῶν ἀπειρημένων κεχρῆσθαι, ἀλλ' ὃ λυμαίνεσθαι τοῖς πράγμασι πέφυκεν ἀτεχνῶς καὶ προσεγκαλοῦντας ἅπαντας ἴσχει, ὥσπερ αὖ τοὐναντίον πολλοῦ τινος ἄξιον· ὅθεν ἡμῖν περίεστι κέρδος, ἐάν τε φάσκωσι τοῦθ' οἱ νόμοι ἐάν τε καὶ μή.
Εἰ δὲ ταῦθ' οὕτω καὶ τὸ συνοῖσον πανταχῆ δεῖ ζητεῖν, περίεργον ἂν εἴη, ὅταν περὶ ὁτουοῦν ἐξέτασις ᾖ, παρέντας ὅπως τοῦτ' ἔχει ζητεῖν, ἔπειτα νόμων μεμνῆσθαι. ὡς ἔστι γε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ νόμων ἐνίους ἀλυσιτελεῖς δή τινας εὑρηκέναι, νόμων δὲ ἄλλως σώζοντας τάξιν, καὶ πράγματα ἄττα νόμων μὲν ἐκτὸς ὄντα, νόμων δὲ οὐδὲν ἧττον πρὸς τὴν ἀγαθὴν ἡμῖν συμπράττοντα τύχην, καὶ δεῖ περὶ βελτίονος ταῦθ' αἱρεῖσθαι τῶν μὴ συμφερόντων νομίμων. ἐπεὶ καὶ τὸ γεωργεῖν καὶ φυτηκομεῖν καὶ τέχναις κεχρῆσθαι οὐχ ὅτι μὴ τὴν ἀρχὴν ἐξεῦρον οἱ νόμοι, διὰ τοῦτο καὶ ἡμᾶς τούτων ἀπέχεσθαι δεῖ, ἀλλ' ὅτι μόνα ταῦτα τὸν τῶν ἀνθρώπων συνίστησι βίον καὶ τῶν καθ' ἡμᾶς πραγμάτων ἔχει τὰς ἀφορμὰς, καὶ τούτων χωρὶς περιεῖναι καὶ ζῆν ὅλως οὐχ οἷόν τε. διὰ τοῦτο καὶ προσέχειν τούτοις παντὸς μᾶλλον ᾠόμεθα χρῆναι καὶ μηδ' ὁντινοῦν ἀφίστασθαι τρόπον, εἴ γε σώζεσθαι μέλον ἡμῖν καὶ μὴ φανερῶς θανατῶμεν. τί οὖν εἰ καὶ τὸ λειτουργεῖν οὐκ ἐγγέγραπται νόμοις, καθάπερ ἐκεῖνα, καὶ προσέτι τὸ [15] τρέφεσθαι καὶ καθεύδειν καὶ ὅσα κοινότατα καὶ τῷ τῆς φύσεως ἐνέχεται νόμῳ; οὐ μὴν ἀλλ' εἴ τις, ὦ ἄνδρες Ἀθηναῖοι, ἀκριβῶς ἐξετάσει καὶ πάντας ὡς ἀληθῶς εὑρήσει τοὺς νόμους οὕτω περὶ τὸ λειτουργεῖν ἔχοντας, ὡς μὴ ὅτι τοὺς ἄλλους ἐξ ὧν ἑκάστοτε παραινοῦσι καὶ τῆς πολιτείας ὅπως ἄριστα ἔχει ποιοῦνται λόγον μετὰ πολλοῦ τοῦ περιόντος ἐνταῦθα παρακαλεῖν, ἀλλὰ καὶ τούτους αὐτοὺς τῷ ταῦτα ποιεῖν εἰς λειτουργοῦντας, ὡς ἄν τις φήσαι, τελεῖν.
Καὶ τί δεῖ νόμους λέγειν, ὅταν καὶ Δημοσθένης αὐτὸς, ὁ δι' ὧν ἀτελείας φροντίζει τὸ λειτουργεῖν πολεμῶν, φαίνηται μάλιστα πάντων τουτὶ βεβαιῶν, νῦν μὲν δημηγορῶν καὶ γράφων καὶ συμβουλεύων, νῦν δὲ προσβεύων καὶ χορηγῶν καὶ διὰ πάντων τουτωνὶ λειτουργῶν, καὶ οὔτε πώποτ' αὐτὸς ἀτέλειαν αἰτησάμενος οὔτε ταύτης πέρι λόγον ποιησάμενος ὁντινοῦν, πλὴν ἐν τῷ παρόντι διὰ τὸν ἑαυτοῦ καὶ Χαβρίου παῖδα Κτήσιππον τουτονί. ἄνευ δὲ τούτων εἰ κατ' αὐτοῦ τοῦτ' ἰσχυρὸν ἔχειν νομίζεις, ὅτι μὴ τοῖς νόμοις ἐγγέγραπται, λανθάνεις οὐδὲν ἧττον καὶ τά γε σὰ παιδικὰ ταύταις ὑποβάλλων ταῖς ψήφοις. καὶ τί τούτου μᾶλλον ἐντεῦθεν ἢ τῆς σῆς ἀτελείας κατηγορεῖς; οὐ γὰρ ἡ μὲν κατὰ νόμους, τὸ δ' οὒ, ἀλλ' ἐξ ἴσης καὶ ἄμφω τῶν νόμων ἀποστατεῖ· καὶ οὐδὲν παρὰ τοῦτ' οἶμαι βελτίω ταῦτ' εἶναι καὶ χείρω καὶ αὐτὰ καθ' αὑτὰ καὶ πρὸς ἄλληλα· ἐπεὶ ἄλλως γε τοσοῦτον ἀτελείας μεῖζον τὸ λειτουργεῖν ὡς μηδὲ παραβάλλειν ἐξεῖναι. τὸ μὲν γὰρ καὶ δίκαιον καὶ συμφέρον ὅτι μάλιστα πόλει καὶ τῆς καλλίστης καὶ γιγνομένης αἰτιώτατον τύχης, καὶ προσέτ' ἐξ ἀρχῆς καὶ παρὰ πάντα δή που τὸν χρόνον κεκρατηκός· ἀτέλεια δὲ μὴ μόνον χθὲς καὶ πρώην εὑρέθη, ἀλλὰ καὶ τοιοῦτόν ἐστ' οὐδὲν τὸ παράπαν τά γε πρὸς πόλιν πλὴν αὐτὸ τοῦτο μόνον, ὡς ἔφην, εἰς ὄνησιν μὲν τοῖς χρωμένοις, τῇ πόλει δὲ πᾶν τοὐναντίον, ὥστ' εἶναι πᾶσιν ἐντεῦθεν εἰκότως περὶ αὐτῶν ἀποφαίνεσθαι, τὴν μὲν οὕτως [16] ἔχουσαν, εἰ δὴ τοῖς νόμοις ἐνῆν, διαγεγράφθαι χρῆναι καθάπαξ τῶν νόμων· τὸ δ' ὅτι τοιοῦτον, ἐξ ἀντιστρόφου πᾶσιν ἐγγεγράφθαι τοῖς νόμοις καὶ πλείστων ὅσων ἠξιῶσθαι τῶν ψηφισμάτων, μᾶλλον δὲ νόμον αὐτὸ γεγενῆσθαι. ὃ πάλαι προσῆκον νῦν ὁ βέλτιστος οὑτοσὶ Λεπτίνης, τοῦτο μὲν ὑπὸ θεῶν κινηθεὶς, τοῦτο δὲ καὶ τούτοις εἴξας τοῖς λογισμοῖς, ἅθ' ὑπὲρ πάντας φιλόπολις ὢν, ὥσπερ ὄφλημά τι κοινὸν ἀποδεδώκει τῇ πόλει, γράψας μηδένα τῶν πάντων ἀτελείας μετέχειν, κἂν εἰ πολλάκις εὐεργετῶν εἴη τὴν πόλιν· οὐ μόνον ἵνα καὶ τῆς ἐκ τούτων προσαπολαύοι συντελείας ἡ πόλις καὶ τὸ λειτουργεῖν ἐξ ὁλοκλήρου γίγνοιτ' αὐτῇ, ἀλλ' ὅτι καὶ δέος οὐ μικρὸν ἐντεῦθεν ὑφώρμει μὴ προϊόντος ἄρα τοῦ χρόνου καὶ τῆς ἀτελείας οὕτω διὰ πάντων χωρούσης ἐκλίπῃ καθάπαξ τὸ λειτουργεῖν. καὶ τί πλέον τηνικαῦτ' ἔσται τῇ πόλει, περὶ τὰ μείζω βλαφθείσῃ καὶ ὧν ἄνευ οὐχ οἷόν τε σεσῶσθαι; ψυχὴ γὰρ πόλει τὸ λειτουργεῖν· καὶ ὡς οὐ περιεῖναι καὶ ζῆν πέφυκε· σῶμα ψυχῆς μὴ παρούσης, ὣς δὲ καὶ πόλις μοι δοκεῖ λειτουργιῶν ἀποροῦσα· εἰκότως· εἰ γὰρ χρειῶν οὐδένες ἀνθρώπων ἐλεύθεροι, πλὴν θεῶν, αὗται δὲ τὰς λειτουργίας ἀναγκαίας ὡς οὐκ οἶδ' εἴ τι ποιοῦσι, τηνικαῦθ' ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, λειτουργιῶν οὐ δεήσει, ἡνίκα μηδὲ χρειῶν· εἰ δὲ χρειῶν ποτ' οὐχ οἷόν τε, πῶς οἷόν τε λειτουργιῶν συνιδεῖν οὐκ ἔχω· ὧν διὰ τὰς Δημοσθένους ἀτελείας ἡ πόλις ἐκπεσεῖν κινδυνεύει.
Ἀλλ' ἔδει, φησὶν, ἀναμεμενηκότα τὸ μέλλον καὶ τὴν τοῦ λειτουργεῖν ἀπορίαν τηνικαῦτα εἰσάγειν τὸν νόμον. νῦν δ' οἷς πρὶν ἢ τοῦτο γενέσθαι νομοθετεῖ, ἔοικεν οὐκ ἐν καιρῷ προὔχεσθαι ταῦτα. τί οὖν κωλύει καὶ ἡμᾶς, ὦ Δημόσθενες, τοῖς αὐτοῖς πρὸς σὲ τούτοις ἐξ ἀντιστρόφου χρήσασθαι λόγοις, καὶ δικαιότερόν γε ἢ σύ; ὡς ἔδει καὶ σέ γ' αὐτὸν ἀναμεμενηκότα τὸ μέλλον, εἴ γε καὶ τοῦθ' ὅλως ἐπὶ τῶν αὐτόθεν μάλιστα δήλων λέγειν ἐχρῆν, τηνικαῦτ' [17] ἐπιχειρεῖν ἀντιλέγειν τῷ νόμῳ· νῦν δ' οἷς αὐτὸν πρὶν ἢ τοῦτο γενέσθαι διώκεις ἔοικας οὐκ ἐν καιρῷ τὴν γραφὴν πεποιῆσθαι. εἶτα θαυμάζειν ἔπεισί μοι, πῶς οἴει, ὅτι σοι ταῦτ' ἔπεισι λέγειν, οὐ μόνον ὅτι τοῖς οἰκείοις πτεροῖς καὶ λόγοις ἁλίσκει, ὃ δεινότατόν ἐστι πάντων καὶ συμφορὰ τοῖς χρωμένοις, καὶ προσέτ' αὐτὸς διαφερόντως κακίζεις, τὸ μετὰ τὰ πράγματα λέγω τῷ βουλεύεσθαι χρῆσθαι, τούτου νῦν ἡρᾶς ὡς δὴ χρηστοῦ τινος ἔχεσθαι πείθων, ἀλλ' ὅτι καὶ, δεινὸν εἶναι φάσκων, λανθάνεις σαυτὸν ἃ μὴ ἔξεστι φάσκων. οὔτε γὰρ οὐδεὶς, οἶμαι, τῶν πάντων φρενῶν κύριος ὢν, ἐξὸν, ὅπως μὴ πείσεται κακῶς, εὖ βεβουλεῦσθαι, ὁ δ' ὅπως πείσεται κακῶς πρόσθεν ἐάσας, ἔπειθ' ὑπὲρ ἀπαλλαγῆς ἕλοιτ' ἂν βεβουλεῦσθαι, ὅτ' οὐδὲ τοῦτ' ἴσως ἐξέσται· οὔθ' ἡμεῖς, τὴν κάκιστ' ἀπολουμένην ἀτέλειαν νῦν ἔχοντες ἐκποδὼν πεποιῆσθαι, εἶτα διὰ τοὺς σοὺς λόγους ἀναμενοῦμεν τὸ μέλλον, ὥσπερ ὅ τί ποτ' ἐστὶν ἀγνοοῦντες καὶ διὰ τοῦτο τῆς ἐκεῖθεν δεόμενοι πείρας. ἄνευ γὰρ τοῦ τῆς ἐσχάτης παραπληξίας τοῦτ' ἄντικρυς εἶναι, περὶ ὧν μάλιστα ἴσμεν, ταῦτ' ἀφέντας ἃ οὐκ ἴσμεν διώκειν, οὐδὲ τοὺς λόγους καθ' οὓς ἔδει ταῦθ' αἱρεῖσθαι γιγνώσκειν ἔχω. εἰ μὲν οὖν ὡς μηδὲν μηδέπω περὶ ἀτελείας σαφὲς εἰδότας παραπέμπεις τῷ χρόνῳ καὶ ταῖς ἔπειτα ψήφοις, ἔοικας ἀγνοεῖν ὅτου χάριν τοὺς κατ' αὐτῆς ἤδη κεκινήκαμεν λόγους· εἰ δ' ἐπισταμένους, ὡς ἀληθῶς οὐδὲν ἄλλο μοι δοκεῖς συμβουλεύειν ἢ ἡμῶν αὐτῶν μετὰ τὸ καθάπαξ ἐφθάρθαι πεποιῆσθαι φροντίδα. ἀλλ' οὔτε σύ γ' αὐτὸς, εὖ ἴσθι, ἄν σέ τις ἀνέλῃ, ἔπειτ' εἰς Ἄρειον πάγον οἷός τ' ἂν εἴης τουτονὶ προκαλεῖσθαι· οὐ μᾶλλόν γε ἢ οἱ μηκέτ' ὄντες τοὺς ἔτ' ὄντας ἀδικίας εἰσάγειν· τῆς τ' ἀτελείας, ὡς ἔφην, ἀνατετραφυίας τὴν πόλιν οὐδὲν πλέον ἔσται πρὸς τὸ τὴν μὲν ἐξελεῖν βεβουλῆσθαι, ἡμᾶς δ' αὐτοὺς ἀνασώσασθαι, ἀλλὰ μεθ' ἡμῶν ἀνάγκη, καὶ ταύτην ἐφθάρθαι, καθάπερ τινὰ [18] νόσον συνοιχομένην σώματι· ὥστ' οὐχ ὁρῶ τίν' ἔχει λόγον ὁ περὶ τοῦ μέλλοντος λόγος. διὸ καὶ τὸ νῦν ἀπολέσομεν κἀκεῖνο οὐχ ἕξομεν. οὐδὲ γὰρ οἷόν τε, ὡς αὐτὸς λέγεις, ἂν τὰ παρόντα τις ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ, τῶν ἀπόντων εὐπορῆσαι πρὸς ἃ δεῖ· ἀλλ' ἕως ἂν σώζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τε ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντ' ἄνδρα ἐφεξῆς πρόθυμον εἶναι, καὶ ὅπως μηδεὶς μήθ' ἑκὼν μήτ' ἄκων ἀνατρέψει τοῦτο σκοπεῖσθαι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή· εἰκότως. φαρμάκων γοῦν καὶ ποτῶν καὶ σιτίων, πρὶν μὲν ἡμῖν πεπονηρεῦσθαι τὸ σῶμα, μετέχειν οἰόμεθα δεῖν εἰς τὸ μηκέτ' ἂν ἐνταῦθ' ἐμπεσεῖν, ἂν δ' ἄρα πρότερον ἡ νόσος ἐπίῃ, οἱ δὲ πῶς οἴει καὶ τύχην καὶ ἡμᾶς αὐτοὺς δυσχεραίνομεν; καίτοι ὅταν, ὦ Δημόσθενες, σωμάτων καὶ νεῶν καὶ τοιούτων δή τινων ὅπως ἀεὶ κάλλιστα ἔχῃ τοσοῦτον ποιώμεθα λόγον, ἦ πού γε πόλεως τοσαύτης καὶ τηλικαύτης καὶ οὕτω διὰ πάντων κρατίστης, ὡς καὶ θεοὺς, ἵνα μηδὲν πλέον εἴπω, περὶ αὐτῆς ταύτης πρὸς ἀλλήλους ἐρίσαι, οὐδ' ἔστιν εἰπεῖν ὅσον ὀφείλομεν.
Ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ἦν καὶ ἀτελείας ἀντιποιεῖσθαι καὶ μηδὲν εἰς τὸ λειτουργεῖν βεβλάφθαι τὴν πόλιν, μανία σαφὴς ἂν ἦν ταῦτα κωλύειν αἱρεῖσθαι, ἃ μήτε τῷ κοινῷ λυμαίνεται καὶ τοῖς μετασχοῦσιν ἔνεστι κέρδος. ὅτε δ' ἀνάγκη διὰ τὰς ἐν μέρει χάριτας κοινὴν ἡμᾶς ὑποστῆναι ζημίαν, πότερον βέλτιον καὶ λυσιτελέστερον πάντων ὁμοῦ ἢ λόγον ὀλίγων δή τινων σχεῖν; ἄνευ δὲ τούτων ἀτελειῶν μὲν ἐκποδὼν γενομένων οὐδ' ἡτισοῦν ἔσται ταῖς πόλεσι βλάβη, ἀλλὰ καὶ κέρδος οὔ τοι μικρὸν τὸ πλείους ἂν ἐντεῦθεν τὰς λειτουργίας γενέσθαι, ἐξ ὧν αἱ πόλεις συνίστανται· εἰ δ' αἱ λειτουργίαι [19] τοῦτ' αὐτὸ πείσονται, οἰχήσονται μὲν αἱ πόλεις, οἰχήσεται δὲ καὶ τὰ τῶν πόλεων ἆθλα. οὐ γὰρ μόνον ἐξ ἀτελειῶν οὐδὲν αὐταῖς ἔπειθ' ὑπάρξει, ἀλλὰ καὶ τὸ τάχιστ' ἐφθάρθαι μᾶλλον αὐταῖς προσυπάρξει, εἴπερ ἐκ μὲν λειτουργιῶν ταῖς πόλεσι σωτηρία, ἐν δὲ τῷ ταύτας εὖ ἔχειν καὶ τὸ ταῦτ' ἔχειν διδόναι προσέσται. εἶτα τούτων οὕτως ἐχόντων καὶ τοσαύτης ἑκατέρων οὔσης διαφορᾶς, ὡς τὸ μὲν πλείστην ὄνησιν ἔχειν, τὸ δὲ πᾶν τοὐναντίον, ἔπειθ' ἡμεῖς Δημοσθένει πεισθέντες ἢ οὐκ οἶδ' ὅτῳ καὶ φῶ, οὐχ ὃ πρὸς ἡμῶν ἐστιν ἀτεχνῶς, ἀλλ' ὃ καθ' ἡμῶν αἱρησόμεθα; καὶ ὃν ἐξ ἀρχῆς ὑπὲρ τῆς ἡμετέρας αὐτῶν ἀσφαλείας τε καὶ προνοίας ἔδει νόμον τεθεῖσθαι, καὶ νῦν αὐτῷ τὰ πλείστου φασὶν ἄξια χρῆσθαι, τούτῳ χαίρειν εἰπόντες τὴν ἐπὶ καθαιρέσει τῆς πολιτείας ἀτέλειαν ὡς πάνυ λυσιτελὲς νομιοῦμεν; δι' ἧς οὐδ' αὐτὴν ταύτην, ὡς ἔφην, ἔτ' ἔχειν τοῖς βουλομένοις ἐξέσται, ἀλλὰ πρὸς σφίσιν αὐτοῖς καὶ τήνδε προσαπολοῦσιν καὶ τίσιν οὐκ ἂν δόξαιμεν κακοδαιμονᾶν, εἰ τὸ συμφέρον ἡμῖν παντὸς μᾶλλον εἰδότες, ἡμεῖς δ' ἐξεπίτηδες δρῶμεν ἃ παντὸς ἡμᾶς μᾶλλον ἐκτρίψει;
Ὅλως δὲ εἴ τις ἔροιθ' ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πότερον τοῖς μὲν ἔχουσι μείζονος καὶ περιφανεστέρας καθέστηκε δόξης, τῇ δὲ πόλει μηδ' ὁτουοῦν δυσχεροῦς, πότερον ἀτέλεια καὶ τὸ μὴ λειτουργεῖν ἔτ' ἔχειν, ἢ τὸ τυγχάνειν εἰκόνων καὶ μεθ' Ἁρμοδίου καὶ Ἀριστογείτονος τὸν ἀεὶ πρεσβεύεσθαι χρόνον, εὖ οἶδ' ὅτι τοῦτ' ἂν φήσαιτ'· εἰκότως. τί γὰρ δὴ βλάβος τῇ πόλει, ἐὰν οὐχ ὁ δεῖνα ἢ ὁ δεῖνα λέγω, ἀλλ' ὁμοῦ πάντες Ἀθηναῖοι, ἢ, εἰ βούλει, πάντες ὡς εἰπεῖν ἄνθρωποι εἰκόνων ἢ στεφάνων μετάσχωσι παρ' αὐτῇ; μᾶλλον μὲν οὖν καὶ δύο τὰ πάντων κάλλιστ' ἐντεῦθεν προσγίγνεται, οὐ μόνον ἔπαινός τε καὶ δόξα τοῖς τε ταυτὶ τιμωμένοις τῇ τε τιμώσῃ πόλει, ἀλλὰ καὶ θαυμαστή τις ἐπὶ τὰ ἴσα παράκλησις ἔσται. ὅτε τοίνυν καὶ ἄλλως ἔνι τῇ πόλει καὶ μεγαλοψυχίᾳ πρὸς οὓς ἔδει [20] κεχρῆσθαι, καὶ μηδὲν αὐτὴν μηδενὶ τὸ παράπαν βεβλάφθαι τίς ἀτελείας ἀνάγκη καὶ τοῦ τοῖς ἡμετέροις αὐτῶν ἐντεῦθεν λυμαίνεσθαι; ὥστε καὶ ἃ Δημοσθένης λαμπρῶς ἄγαν ὑπὲρ ἀτελείας προΐσχεται, τῶν ἀτοπωτάτων εἶναι φάσκων καὶ τῆς εἰς ἅπαντ' ἀνάξιον μεγαλοψυχίας ἡμῶν, ἐὰν ἃ δεδώκαμεν ἀφελώμεθα, ταῦτ' εἰς κενὸν αὐτῷ καθειστήκει τοῦτον τὸν τρόπον. οὐ γὰρ μόνον τοὺς εὖ παθόντας ἀφαιρησόμεθα τοῦθ', ὡς αὐτὸς οἴεται, οὐδ' ἧς παρ' ἡμῶν ἀπέλαυσαν δόξης, ταύτης ἐκπεσοῦνται διὰ τὸν νόμον, ἀλλὰ καὶ καλλίω καὶ περιφανεστέραν ταύτην νῦν κομιοῦνται, ἀντ' ἀτελείας θαυμαστῶν τινων ἐπιγραμμάτων καὶ εἰκόνων τυχόντες, καὶ κατὰ παντὸς εἰσέπειθ' ἑστήξοντες δημοσίᾳ τοῦ χρόνου· ὡς καὶ τοῖς ἐπιγιγνομένοις σαφῶς μανθάνειν ἐξεῖναι ὁπόσον τι τούτοις ἡ πόλις τῆς εἰς αὐτὴν ἕνεκ' εὐνοίας ἐχρῆτο· ὃ τίνος ἀτελείας οὐ μεῖζον; εἴπερ ἡ μὲν οὐ διηνεκὴς οὐδὲ διὰ πάντων ἥκουσα τῷ γιγνώσκεσθαι, τὸ δ' ἀθάνατον ὡς εἰπεῖν καὶ οὐδένα τῶν πάντων οἷόν τε λανθάνειν, οὐ μᾶλλόν γε ἢ τὴν πόλιν ὁντινοῦν ἔστι λανθάνειν. οὐκοῦν καὶ Ἐπικέρδης καὶ Λεύκων καὶ ὅστις ἕτερος, εἰ ὅτ' αὐτοὺς ἡ πόλις ἐτίμα, δυοῖν αἵρεσις ἦν, ἢ ἀτελείας ἢ ἀνδριάντων μετέχειν, οὐκ ἄν μοι δοκοῦσι μηδ' ὅσον περὶ ἀτελείας ἀκοῦσαι δεδέχθαι, ἐξὸν πολλῷ τινι μείζονι τετιμῆσθαι καὶ ὃ τοὺς μετασχόντας παραπλησίους εἶναι δοκεῖν ποιεῖ τοῖς θεοῖς· τοὺς τοίνυν τότ' ἂν οὕτω διατεθέντας καὶ ὅλῳ θυμῷ πρὸς ταῦτ' ἐσχηκότας εὖ οἶδα καὶ νῦν μὴ μόνον τῆς προσούσης ἀτελείας περὶ πλείονος ἂν πεποιῆσθαι τὴν ἐν ταῖς εἰκόσιν ἐπιτιμίαν, καὶ αὐτοὺς καὶ τούς γ' αὐτῶν παῖδας, ἐάν γε μὴ περιῶσιν, ἀλλὰ καὶ τοσοῦτον ἡσθῆναι ὡς καὶ πλείστην χάριν ὁμολογῆσαι δή που τῇ πόλει τοῦ τε ταυτὶ διανενοῆσθαι τοῦ τ' ἐψηφίσθαι συμφέροντα μὲν ἑαυτῇ, συμφέροντα δὲ καὶ σφίσιν αὐτοῖς.
[21] Ἀλλ' ὅταν, φησὶ, ταῦτα δῶμεν, οἱ τούτων παῖδες, ὅτι μὴ κἀνταῦθα κοινωνεῖν ἔθ' ἕξουσι τοῖς πατράσιν, ὥσπερ ἐν ἀτελείᾳ, ἅτε τὰ μέγιστ' ἠδικημένοι, βοήσονται. πρῶτον μὲν οὖν, ὦ οὗτος, οὐκ οἶμαί τιν' αὐτῶν τὸ παράπαν δυσχερανεῖν διὰ τὸ καὶ τοῖς υἱέσιν εὖ μάλα προσεῖναι τῶν γεγεννηκότων τὴν δόξαν, ἀλλ' ὡς εἰκὸς αὐτοὺς ἀγαπήσειν, εἰ μόνον τηλικούτων πατέρων προσαγορεύοιντο παῖδες· ὡς γὰρ τὸ πατρὸς ἢ μητρὸς κακὰ συνειδέναι, κατὰ τοὺς ποιητὰς, καὶ τούς γε θρασυσπλάγχνους δουλοῖ, οὕτως ἡ τούτων, εὔκλεια καὶ λαμπρότης ζηλωτοὺς, ἄγαν παρασκευάζει τοὺς ἐξ αὐτῶν, ἔπειτ' εἰ μὲν ἁπάντων ὧν ἀξιοῖ τοὺς εὐεργέτας ἡ πόλις καὶ τοῖς ἐκ τούτων ἀνάγκη μετεῖναι καὶ ταῦθ' ὥσπερ τις κλῆρος εἰς τοὺς ἐκγόνους κάτεισιν, εἰκότα ἂν καὶ οὗτοι λέγειν δοκοῖεν τούτων στερόμενοι· εἰ δ' ἐπὶ μόνης μὲν ἀτελείας τοῦτ' ἦν, ἑτέρου δὲ οὐδενὸς, αὕτη δὲ νῦν καθάπαξ ἀνῄρηται, οὔτ' ἔχει λόγον τὰ τοιαῦτα ζητεῖν ἐθέλειν τῶν τε τῆς ἀτελείας κἀν τοῖς ἄλλοις μεμνῆσθαι. καὶ σύν γε ἔτι παραπλήσιον ἔσται ὥσπερ ἂν εἴ τις ὀλυμπιονίκου πατρὸς ὢν, ἔπειτ' ἀξιοῖ διὰ τὴν φύσιν καὶ τοῦ κοτίνου μετέχειν· ἀλλ' ἀκούσεται πάντως ὅ γε τοιοῦτος ὡς οὐ γένους, ἀλλ' ἄθλων ἐστὶ τὰ γέρα, καὶ ὁ τούτων ἐπιθυμῶν ἐκείνοις ἐπαποδύσεται πρῶτον, κᾆθ' οὕτω καὶ πρὸς ταῦτα χωρήσει. εἰ τοίνυν τὰ μικρὰ καὶ οὐ τοσούτου δή τινος λόγου ‑ τί γὰρ δὴ πρὸς ἀνδριάντα θαλλός; εἴπερ ὁ μὲν διαρκὲς, θαλλὸς δὲ κατ' αὐτὸν δὴ μόνον τὸν τοῦ προσίεσθαι χρόνον ἔχει τὸ κέρδος· ‑ εἰ τοίνυν ἐξ ἄρα τοῦ πεφυκέναι ταῦτ' οὐχ οἷόν τε λαβεῖν μὴ καὶ πόνων ἡγησαμένων, πῶς οἷόν τε ἀκονιτὶ κεκαρπῶσθαι τὰ μείζω; καὶ μὴν εἰ ἃ τοῖς πατράσι δίδοται γέρα, τούτων ἔπειθ' οἱ παῖδες ἀξιοῦσι μετέχειν διὰ τὴν φύσιν, τί μὴ καὶ τῶν ἀτυχημάτων αὐτοῖς ἀξιοῦσι μετέχειν ἀπὸ [22] τῆς αὐτῆς ταύτης αἰτίας; οὐ γὰρ ἐν μὲν τοῖς βελτίστοις εἰσὶ παῖδες, ἐν δὲ τοῖς πονηροτάτοις οὐκέτι, ἀλλὰ καὶ πολὺ μᾶλλον ἐνταῦθα δεῖ τούτους τὸ πεφυκὸς ἐνδεδεῖχθαι, εἰ μὴ μέλλοιεν ἔλαττον ἔχειν τῶν φίλων, οὓς αἱ συμφοραὶ παριστᾶσιν· εἰ δ' οὐδ' ἂν ἐν ὀνείροις συνατυχεῖν αὐτοῖς ἕλοιντο, οὔκουν γε ἑκόντες εἶναι, ὥς γε ἐγὼ νομίζω, πῶς ταῖς τούτων εὐπραγίαις δεῖν οἴονται χρῆσθαι; πῶς δ' οὐ σφίσιν αὐτοῖς περιπίπτουσιν, ὅταν ταῦτ' ἀξιῶσιν, εἴπερ ἐπὶ μὲν τῶν φαυλοτάτων ἀρνοῦνται τὴν φύσιν, ἐπὶ δὲ τῶν εὖ ἐχόντων ἄνω καὶ κάτω ταυτησὶ λόγον ποιοῦνται; ὅλως δὲ εἰ μὲν ὀρθῶς καὶ δικαίως ταύτην προΐσχονται, δεῖ δή που ταύτης διὰ πάντων ἔχεσθαι καὶ μὴ νῦν μὲν, νῦν δ' οὔ· εἰ δὲ κέρδους ἕνεκα μόνου πρὸς αὐτὴν καταφεύγουσιν, ἄλλως δὲ οὐδαμῶς, λανθάνουσι σφᾶς αὐτοὺς ταύτης οὐδὲν ἧττον ἀλλοτριοῦντες ἢ συνιστάντες· οὔκουν οὐδὲ προσέχειν τὸν νοῦν αὐτοῖς δεῖ τὰ τοιαῦτα προκαλουμένοις.
Ἔτι τοίνυν κἀκεῖθεν, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστ' ἔχοιτ' ἂν συνιδεῖν ὃ λέγω καὶ τὸ συμφέρον ἐξ ἀνάγκης νομοθετεῖν, ὅτι πλὴν ἀτελείας πάντα τἄλλα πρὸς τοὺς εὐεργέτας ἔσθ' ἡμῖν ποιητέα, ἂν τοὺς ἡμετέρους προγόνους ὁποῖοί τινες περὶ ταῦτ' ἦσαν ἐνθυμηθῶμεν, ὅτε καὶ τὰ τῆς πόλεως ὡς μάλιστα ἤνθει, καὶ τὸ πρὸς ταύτην ἐπιδείκνυσθαι καὶ φιλοτιμεῖσθαι φιλοτιμότερόν πως καὶ μετὰ μείζονος ἀπήντα παρασκευῆς. ἐκεῖνοι τοίνυν καὶ ἀγχινοίᾳ καὶ συνέσει καὶ τοῖς ἄλλοις ἀγαθοῖς τῶν ἁπανταχῆ πάντων κρατοῦντες καὶ πᾶσαν πολιτικῆς ἀρετῆς ἐπιστήμην ἐν τῇ ψυχῇ φέροντες, μᾶλλον δ' αὐτὸ τοῦτο ψυχὴ τῶν πραγμάτων καὶ δοκοῦντες καὶ ὄντες, οὐ μόνον ὅπως ἑαυτῆς ἀξίως ἡ πόλις εὖ πράττοι καὶ διαγίγνοιτο, ἀλλ' ὅπως καὶ τῶν παρὰ τῆς τύχης εὐποιιῶν μειζόνων ἀεὶ διὰ πάντων πειρῷτο, τοῦτ' ἔχοντες προὔργου, αὐτοί τε πάνθ' ὑπὲρ αὐτῆς καὶ ποιεῖν καὶ λέγειν ᾤοντο χρῆναι, μηδὲν τῶν ὅσα πρὸς εὐδαιμονίαν τοῦ κοινοῦ φέρει μηδ' ὁπωστιοῦν παριέντες, τούς τε πρὸς αὐτὴν ὁτιοῦν [23] ἀγαθὸν διαπραξαμένους, καὶ πολίτας λέγω καὶ ξένους, καὶ γενομένους τοῖς πράγμασιν ἐν καιρῷ, ὁμοῦ μὲν ἀμειβόμενοι τῆς σπουδῆς, ὁμοῦ δὲ καὶ πρὸς τὸ μέλλον καὶ αὐτοὺς καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα καὶ μείζω παρακαλοῦντες, μεγίσταις ὅτι μάλιστα καὶ φιλοτιμοτάταις ἐδωροῦντο τουτουσὶ ταῖς τιμαῖς, τοῦτο μὲν χαλκοῦς ἐπ' ἀγορᾶς ἱστάντες, τοῦτο δὲ παρέδρους τοῖς ἐν ἀκροπόλει θεοῖς καθιστάντες, τοὺς δὲ μεγάλων καὶ θαυμαστῶν καὶ τῶν αὐτῶν τοῖς θεοῖς ἀξιοῦντες τῶν προσρημάτων, ἔστι δ' οἷς καὶ χρήματα ὅτι πλεῖστα διδόντες· καὶ γὰρ πλέθρα τῆς μὲν πεφυτευμένης, τῆς δὲ καὶ ψιλῆς· οἱ δὲ σίτησιν ἢ στεφάνους ᾑροῦντο καὶ ἄττα τοιάδε. ταῦτ' ἦσαν αἱ τηνικαῦτα τῆς πόλεως ἀμοιβαὶ πρὸς τοὺς ἑκάστοτ' εἰς αὐτὴν καλοὺς κἀγαθούς. οὕτως Ἐρεχθεὺς ὁ τῆς Ἀθηνᾶς, οὕτως Ἁρμόδιος καὶ Ἀριστογείτων· Περικλέα δὲ τὸν Ξανθίππου τίς οὐκ οἶδε τῶν πάντων Ὀλύμπιον προσρηθέντα κατὰ ταὐτὰ τῷ Διί; ἀτελείας δὲ οὐδ' εἱστισοῦν μὰ τοὺς θεοὺς λόγος τότ' ἦν οὐδ' ἐξέτασις, οὐδ' ἠξίουν ἐντεῦθεν δή που ποιεῖσθαι τὰς δωρεὰς, οὐχ ὅτι ταύτην ἠγνόουν, ἀλλ' ὅτι σαφῶς ᾔδεσαν ὡς ἐν μὲν τῷ ταῦθ' ἅπερ ἔφην διδόναι οὐδ' ὁτιοῦν ἔσται βλάβος τῇ πόλει, ἐν δὲ τῷ τοὺς δεῖνας ἢ τοὺς δεῖνας εἰς ἀτέλειαν ἄγειν οὐ μικρά τις ζημία. ἡ γὰρ τῶν λειτουργιῶν κατὰ βραχὺ δήπουθεν σπάνις καὶ τὸ ταῦθ' ἅπερ ἔφην ἔχειν διδόναι προϊόντος ἀναιρήσει τοῦ χρόνου, πάντων ἀτελῶν καταστάντων. ἔπειτα κἀκεῖνο προσῄδεσαν καὶ σφόδρα γε πεφυκὸς ἐν ἀτόποις, εἰ ὧν ἐνεδείξαντό τινες ἀγαθῶν εἰς τὴν πόλιν, τούτων ἕνεκ' αὐτῇ παραίτιοι κατασταῖεν ζημίας διὰ τὰς ἀτελείας, δέον, εἰ ταῦτ' ἔπειτ' ἔμελλον ἔσεσθαι, μηδὲ τὴν ἀρχὴν εἰς εὐεργέτας τελέσαι. πῶς οὖν οὐκ ἄτοπον τοὺς μὲν οὕτω διακειμένους τῶν πάλαι μηδεμιᾶς μὲν ἡστινοσοῦν ὑπερβολῆς ἐν ταῖς ἀμοιβαῖς ἀποσχέσθαι, ἀτελείας [24] δὲ μηδαμοῦ τὸ παράπαν μηδ' ὁπωστιοῦν μνημονεῦσαι, ἡμᾶς δὲ τοὺς τἀκείνων μάλιστα πάντων καὶ στέργοντας καὶ θαυμάζοντας, καὶ νόμον τοῦ τί δεῖ ποιεῖν ταῦθ' ἡγουμένους, ἔπειτα ταύτῃ κεχρῆσθαι καὶ τὰς τιμὰς ἐντεῦθεν ὁρίζειν, ὥσπερ ἐκείνων κατεγνωκότας, ὅτι μὴ τοῦτο συνεῖδον, ἢ συνιδόντες ὑπὸ βασκανίας ἀπεῖπον. καίτοι ὅταν μὲν τούτους ὡς διὰ πάντων κρατίστους θαυμάζωμεν, καὶ μιμεῖσθαι διὰ πάντων ὀφείλομεν τούτους, ἵν' ἃ τοῖς λόγοις κοσμοῦμεν βεβαιῶμεν τοῖς ἔργοις· ὅταν δὲ ἁκείνοις εἰκότως ὡς μὴ καλῶς ἔχοντ' ἀπείρηται, ταῦθ' ἡμεῖς ὡς ἔχοντα καλῶς ἀσπαζώμεθα, θατέρῳ δυοῖν ἐνεχόμεθα, ἢ τῷ περὶ τὰς κρίσεις ἐσφάλθαι ἢ περὶ τὰς μιμήσεις ἐψεῦσθαι.
Ὅλως δὲ εἰ μὲν ἀτέλεια κάλλιστον καὶ λυσιτελέστατον καὶ πολιτικῇ μάλιστα πρέπον, οὐχ ἡμᾶς ἔδει μόνους, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ταυτησὶ λόγον ποιεῖσθαι, ὡς ἄν τινος κοινοφελοῦς καὶ διὰ πάντων χωροῦντος. εἰ δ' οὐδένες ἄχρι τοῦ δεῦρο πλὴν ἡμῶν ἐπὶ ταῦτα προήχθησαν ‑ μηδ' ἔτ' ἔπειτα προαχθεῖεν, ὦ δέσποινα Ἀθηνᾶ ‑ τί μόνοι τῶν πάντων ἡμεῖς τὰ τοιαῦτα νοσοῦμεν, ἐκτὸς εἰ μόνοι τῶν πάντων ἡμεῖς μισεῖν ἡμᾶς αὐτοὺς ἀξιοῖμεν; οὐ δή που, φησὶν, οὐδὲ ταῦθ' ἡμᾶς ἐγκαλεῖσθαι χρεών. εἰ μὲν γὰρ, τῶν αὐτῶν ἐθῶν τε καὶ νόμων ἅπασιν ὄντων, ἔπειθ' ἡμεῖς μόνοι τῶν πάντων ἀτελείας εἰχόμεθα, πονηροί τινες ἂν ἦμεν εἰκότως, οἷς οὐκ ἐξῆν ἐγχειροῦντες καὶ παρὰ τὸν κοινὸν πολιτευόμενοι νόμον. εἰ δὲ πολλή τις ἐνταῦθα διαφορὰ, καὶ τοὺς μὲν τούτοις, τοὺς δ' ἐκείνοις ἴσμεν χρωμένους, καὶ πάντας ἁπλῶς οἷς ἐκ πολλοῦ δοκιμάσειαν, τί δεινὸν εἰ παρ' οὐδέσι τῶν ἄλλων ἀτελείας νομιζομένης, μόνοις ἡμῖν ταύτης ἔνεστι λόγος; οὐδὲ γοῦν Λακεδαιμονίοις οὐδὲ Θηβαίοις οὐδ' οἷστισιν ἄλλοις ἐγκαλεῖν [25] ἔχομεν διὰ ταῦτα, ἀλλὰ τῷ τῶν πραγμάτων ἐξ ἀρχῆς ἐσχηκότι διδόναι. ὡς μὲν οὖν, ὦ Δημόσθενες, ἕκαστοι πρὸς ἀλλήλους ταύτῃ διίστανται ὁμολογῶ καὶ αὐτὸς, ἐπεὶ μηδὲ νομοθέτας κέκτηνται τοὺς αὐτοὺς, ἀλλ' οἱ μὲν τοὺς, οἱ δὲ τοὺς, ὅπως ἡ τύχη καὶ ὁ συμπίπτων χρόνος ἑκάστοις παρεσκευάκει. σοῦ δ' ἂν ἡδέως πυθοίμην, εἰ ἐν οἷς οὗτοι διίστανται, πότερα τῶν λυσιτελούντων ταῦτ' ἐστὶν ἢ τῶν ἰδίᾳ καὶ κοινῇ λυμαινομένων τοῖς πράγμασιν. εἰ μὲν γὰρ τῶν λυμαινομένων ἐρεῖς, πρῶτον μὲν ἐπιεικῶς ἄτοπον καὶ δεινὸν διὰ τούτων ἡμᾶς ἐπὶ τὰ ἴσα πείθειν ἐπιχειρεῖν καὶ κακῷ τὸ κακὸν, ὡς λόγος, ἰᾶσθαι, ἀλλὰ μὴ διὰ τῶν βελτίστων ἐντεῦθεν ὡς μάλιστ' ἀπάγειν καὶ τούτοις ὡς οἷόν τε προσάγειν. ἔπειτα μετὰ τῆς ἀτελείας καὶ ταῦτ' ἐξαίρειν ὥσπερ τινὰς Κῆρας προσῆκε τοῦ βίου καὶ παραπέμπειν εἰκότως εἰς τὸ τῶν ποιητῶν ὄρος καὶ κῦμα· μὴ γὰρ οὖν εἴη μηδὲν τὸ παράπαν, ὃ δημοσίαν ἴσχει τὴν βλάβην. εἰ δὲ ταῦτα μὲν κοινοῦ τινος κέρδους ἕνεχ' εὑρέθη καὶ τοῦ τὰ γιγνόμενα δύνασθαι συντελεῖν, ἀτελείας δὲ οὐδὲν μᾶλλον ταῖς λειτουργίαις ἐχθρὸν ‑ ὅταν δὲ ταύτας λέγω, τὴν πόλιν λέγω, δι' ὧν ταύτῃ τὸ σώζεσθαι ‑ τί περιττὰ συλλογίζει καὶ σοφιστὴς ὧν οὐκ ἔξεστι γίγνει, τὴν μὲν πρὸς ἃ μὴ χρὴ παραβάλλων, ἡμᾶς δ' ἐντεῦθεν ὡς ἀγαθοῦ τινος ταύτης ἀντέχεσθαι πείθων; τὸ δ' ἐστὶν ἀτεχνῶς ἐπίβουλον καὶ πειρωμένου τὴν πόλιν ἐσχάτοις περιβάλλειν κακοῖς. ὥσπερ γὰρ τὸ τοῖς ἀδικοῦσιν ἐπεξιέναι καὶ πολεμεῖν διὰ πάντων αἱρεῖσθαι οὐδ' ἂν εἷς φαίη μὰ τοὺς θεοὺς μὴ οὐχὶ τιμῶντος τοῦτ' εἶναι τοὺς νόμους, οὕτως ἐάν τις τοῖς λυμαινομένοις τῇ πόλει μετὰ πολλοῦ τοῦ περιόντος συνηγορῇ, τεκμήριον ἐναργὲς παρέχεται γνώμης οὐχ ὑγιοῦς καὶ τὰ δεινότατα καθ' ἡμῶν τεχνωμένης. καίτοι ὅταν διὰ τὴν ἐξ αὐτῶν βλάβην ἐκτρεπώμεθα σφᾶς, τίνος ἂν εἰκότως ἄξιος εἴη ὁ δι' ὧν τούτοις συνηγορεῖ αὐτός τε τοιοῦτος ὢν καὶ τούς γ' ἄλλους ἐπὶ τὰ ἴσα παροτρύνων; ἐπεὶ καὶ τὸ συκοφαντεῖν καὶ δωροδοκεῖν [26] καὶ ἀσελγαίνειν καὶ λάθρα τοῖς πολεμίοις κεχρῆσθαι καὶ φάρμακα καθ' ὁτουοῦν συντιθέναι καὶ νὴ Δία γε λῃσταὶ καὶ τοιχωρύχοι καὶ τοῦ πονηροῦ κόμματος ὁστισοῦν τότε μᾶλλον μισοῦνται καὶ δίκην ὑπέχουσι μείζω, ὅταν οἷς δρῶσιν, ἐγκαλύπτεσθαι δέον καὶ τρέμειν, οἱ δ' ἐπὶ τούτοις τοσοῦτον φρονῶσιν ὡς καὶ σεμνύνειν ταῦτ' ἐθέλειν πρὸς πάντας, διττὰ δή που νοσοῦντες, κακίαν καὶ θράσος, καὶ μηδ' ἑκάτερον συνιέντες, ἀλλὰ καὶ δίκην τίνοντες ταύτην τὸ δημοσίᾳ σφᾶς αὐτοὺς ἐξελέγχειν.
Καὶ μὴν οἷς ἡμᾶς κἀκείνως φενακίζειν ἐπιχειρῶν οἴει λανθάνειν, τούτοις οὐδὲν ἧττον ἁλίσκει πονηρευόμενος καὶ κατ' αὐτὸς σαυτοῦ μᾶλλον ἢ ἡμῶν αὐτῶν. οὐ γὰρ ὡς ἔννομόν τι καὶ τῆς ἐκεῖθεν ἐξημμένον ἀνάγκης ἔχων ἀτέλειαν δεῖξαι, οὐδὲ τοὺς ταύτης πέρι διαγορεύοντας νόμους εἰς μέσον θεῖναι κἀντεῦθεν, ὡς νομίζεις, ἐξελέγξαι Λεπτίνην, σὺ δὲ καὶ οὕτως σφόδρ' ἑτέρως ποικίλλεις καὶ περιάγεις τὸν λόγον ὡς καὶ πείθειν ἔχειν ἐκ τοῦ παραχρῆμα δοκεῖν καὶ τοὺς μὴ πάνυ τοι προσεσχηκότας ἑτοίμως χειροῦσθαι. εἰ γὰρ οἱ μὲν νόμοι κελεύουσι, φῂς, διαρρήδην βεβαίας εἰς τέλος εἶναι τοῖς εἰληφόσι τὰς δωρεὰς καὶ μηδὲ καθ' ὅντινα δήποτε τρόπον ταυτασὶ κεκινῆσθαι, ὁ δὲ ἃς δεδώρηταί τισιν ἀτελείας ἡ πόλις ἐν παντὶ τῷ παρασχόντι, ταύτας δι' ὧν νομοθετεῖ νῦν ἀκύρους καθάπαξ ποιεῖ καὶ νῦν καὶ εἰσαῦθις, πῶς οὕτω παραβαίνων τοὺς νόμους καὶ κατὰ τοῦτο δίκαιος ὢν τὴν τῶν παρανομούντων καὶ αὐτὸς ὑποσχεῖν δίκην, ἔπειθ' οἷος ἔσται περὶ ὧν συμβουλεύει παρ' ἡμῶν πεπιστεῦσθαι; οὐ ταῦτα λέγεις ἄνω καὶ κάτω στρέφων καὶ συνεχῶς ἐρωτῶν εἰ μὴ δίκαιον τοὺς εὖ πεπονθότας διὰ τέλους εὖ πάσχοντας εἶναι καὶ μετέχειν εἰς ἅπαν τοῦ γέρως; ἔχε δὴ καὶ σκοπόν. ἐπέταξεν ὁ τοὺς νόμους τιθεὶς μὴ χρῆναι τὰς δωρεὰς ἀφαιρεῖσθαι· ἀτελείας δὲ οὐδ' ὁντινοῦν τὸ παράπαν [27] ποιεῖται λόγον, ἀλλ' ἁπλῶς οὑτωσὶ δωρεῶν, πλὴν εἰ λάθρα αὐτὸς λέγοντος ἤκουσας. τί οὖν ἃ μὴ 'κεῖνος ἐμνήσθη, ταῦτ' αὐτὸς κακῶς ὑφαρπάζεις, καὶ τὰ μὴ δοκοῦντα τοῖς νόμοις ὡς νόμοις δοκοῦντα λέγεις, ὁμοῦ μὲν τούτους ἐντεῦθεν συκοφαντῶν, ὁμοῦ δὲ καὶ ἡμᾶς ἐλέγχων μηδὲν ἕνεκα νόμων ἐπισταμένους;
Εἰ δὲ τοῦτο λέγεις, ὡς ἐν τῷ δωρεὰς εἰρηκέναι συμπεριειλήφει καὶ ταύτην· δῶρον γὰρ δή που καὶ τοῦτο· ἐκεῖνο πάντως ἐροῦμεν, ὡς οὐχ ὃ τοὺς μὲν εἰληφότας ἰδίᾳ σεμνύνει, τῷ δὲ παρασχόντι κοινῇ λυμαίνεται δήμῳ, τοῦθ' ὡς ἀληθῶς δωρεὰ, ἀλλ' ὃ καὶ τούτοις κἀκείνοις πρὸς κέρδους ἐστίν· ὡς ἐκεῖνό γε δωρεὰ μὲν τοῖς λαβοῦσι, πρὸς δὲ τὴν πόλιν ζημία. ταύτην δῆτα καὶ πάντες οἱ νόμοι φασὶ δωρεὰν, καὶ ὅπως μηδεὶς ἐκπεσεῖται ταύτης ἐφρόντισαν, ἅτε κοινοὶ παιδευταὶ καὶ κηδεμόνες τῶν ἡμῖν προσηκόντων· ἀτέλεια δὲ εἰ μὲν τῇ πόλει ξυμφέρει, δωρεὰ προσειρήσθω καὶ τῶν ἐχόντων ἀναφαίρετος ἔστω· εἰ δὲ λυμαίνεται καὶ διαφθείρει καὶ πάντα ποιεῖ, τί παραλογισμοῖς τισι κεχρημένος ὥσπερ παρέγγραπτόν τινα καὶ ὑποβολιμαίαν φιλονεικεῖς ταύτην εἰσποιῆσαι τοῖς νόμοις; ὁρᾷς ὅπως διὰ σαυτοῦ τὸ ξίφος ἐπὶ τοὺς ἄλλους ὠθεῖς καὶ παίειν ἑτέρους δοκῶν αὐτὸς ὑφίστασαι τὰς πληγὰς, ὑπὸ τοῦ θρασυτάτου τῆς γνώμης καὶ τοῦ φιλονεικεῖν ἔχειν ἀσχέτως μὴ ὅ τι τοῖς σοῖς λόγοις παρὰ τῶν ἄλλων ἀπαντήσεται ξυνιείς; ὁποῖον δὴ κἀκεῖνο, καὶ ταῦτά φασι γυμνασίου. οὐ γὰρ ἀνέχεται Δημοσθένης, ὡς ἔοικεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἑνί γέ τῳ καὶ δυοῖν δόξαι κακὸς, ἀλλ' ἐκ περιουσίας τοῦτο ὢν ἐληλέγχθαι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οἷς κατὰ Λεπτίνου χρησάμενος ἔγνω πᾶσαν μὲν αἰτίαν ἐπενεγκὼν, ἐκ δ' ἄρα πασῶν ταῖς ἀληθείαις ἀποκρουσθεὶς, ὁ δὲ καὶ παρανόμων ἀξιοῖ τοῦτον γεγράφθαι, ἐφ' ᾧ καὶ αὐτὸς νῦν μᾶλλον ἢ πρόσθεν τἀληθοῦς καταψευδόμενος ἔσται. τί γάρ φησι; Χρὴ τοίνυν Λεπτίνην [28] μὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον πρὶν τὸν παλαιὸν τοῦτον ἔλυσε γραψάμενος· νῦν δὲ μαρτυρίαν καθ' ἑαυτοῦ καταλείπων ὅτι παρανομεῖ τουτονὶ τὸν νόμον ὅμως ἐνομοθέτει, καὶ ταῦτα ἑτέρου κελεύοντος νόμου καὶ κατ' αὐτὸ τοῦτο ἔνοχον εἶναι τῇ γραφῇ, ἐὰν ἐναντίος ᾖ τοῖς πρότερον κειμένοις νόμοις. χρὴ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μάλιστα χρὴ τὰ τοιαῦθ' οὕτως περαίνειν καὶ τοῦτον τὸν τρόπον αἱρεῖσθαι νομοθετεῖν, καὶ τὸν μὴ ταύτῃ γε παρεσκευασμένον, ἀλλ' ὁμόσε χωροῦντα πρῶτος ἔγωγ' αὐτὸς ἕλοιμ' ἂν παρανόμων, ὅτι μὴ συνίδοι τὸ δέον. ἀλλ' οὐ Λεπτίνης τοιοῦτος. πόθεν; πολλοῦ γε καὶ δεῖ· εἰ μὲν γὰρ ἀτέλειαν ὁ νόμος ἐκέλευεν εἶναι, ὁ δ' οὐ προσεῖχεν, ἀλλὰ καὶ πρὶν ἢ λελυκέναι τὸν νόμον καὶ δεῖξαι μὴ καλῶς εἰρηκότα τἀναντία νομοθετεῖν αὐτὸς ᾤετο χρῆναι, μαρτυρίαν καθ' ἑαυτοῦ καταλείπει ὅτι παρανομεῖ. νῦν δὲ οὔτε νόμος ἦν ὁ κελεύων οὔθ' οὗτος δή που παρανομεῖ τοιαῦτα νομοθετῶν· οὐ μᾶλλόν γε ἢ Σόλων ὁ παλαιός· ἀλλ' εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ τἀναντία τοῖς φανεροῖς φρονῶν καὶ τὸ μὲν κοινῇ σῶζον τὴν πόλιν οὐ μὰ Δία σκοπῶν, ὃ δὲ πρὸς ὀλέθρου ταυτηὶ καθειστήκει, πᾶσαν εἰσφέρων ὑπὲρ τούτου σπουδὴν, καὶ τῷ τοῖς λόγοις ᾗ βούλεται δύνασθαι χρῆσθαι νῦν μὲν πρὸς τὸ δοκοῦν ἑαυτῷ μεμνημένος τῶν νόμων, νῦν δὲ τοὺς οὐκ ὄντας νόμους εἰς νόμους τιθείς· ὁποῖος αὐτὸς εἶ. ὥσθ' ὅταν ταῦτ', ὦ Δημόσθενες, λέγῃς, σαυτοῦ κατηγορεῖς, οὐ Λεπτίνου, εἴ γε ὁ μὲν οὐ νόμου δή τινος περὶ ἀτελείας κειμένου, ἀλλ' ἔθους χθὲς καὶ πρώην, ὦ Ζεῦ, εἰσκεκωμακότος τῇ πόλει τὸν ὑπὲρ τῆς πολιτείας τοῦτον εἰσήνεγκε νόμον, ὃν κάλλιστον καὶ δικαιότατον πάντες ἂν φαῖεν· σὺ δ' αὐτὸν ἐλέγχειν ἐπιχειρῶν οὐ νόμῳ τοῦτο ποιεῖς, ἀλλὰ κενοῖς τισι λόγοις καὶ μύθοις παράγων, νόμων μὲν καὶ ἀληθείας καθάπαξ ἀποστατοῦσι, ψεύδους δὲ καὶ παρανομίας μεστοῖς, κἂν χρησμῶν οὐδὲν ἧττον τούτοις αὐτὸς ἰσχυρίζῃ.
[29] Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ταύτη μάλιστα καταψεύδει Λεπτίνου, ὡς ἐν τῷ δυσμεναίνειν ἰδία τισὶν οὐ τῷ τῆς πόλεως προνοεῖσθαι, τεθεικότος τὸν νόμον· ἐπεὶ ὅτι γε τοῦτ' ἐστὶ καὶ οὐχ ὧν αὐτὸς ἕνεκα φάσκεις ἐπὶ ταῦτα προήχθη δῆλον ἐντεῦθεν· πρῶτον μὲν ὅτι πᾶς ὁτῳοῦν χαλεπαίνων κατ' αὐτοῦ μόνου χρῆται τοῖς λόγοις, καὶ τοῦτ' ἀντὶ πάντων ἐσπούδακεν, ὅπως βέλτιστον μὲν ἑαυτὸν διὰ πάντων, ἐκεῖνον δὲ παμμίαρον καὶ κάκιστον ἀνθρώπων ἀποφανεῖ, ἐλέγχων, ἐγκαλῶν, διαβάλλων, πᾶσιν οἷς ἔξεστι κατατρέχων, οὐ μέντοι μὰ Δία νομοθετῶν. οὐ γὰρ οἷόν τε ταῦθ' ὁμοῦ συνελθεῖν, νόμον καὶ τὸ γεγράφθαι· τὸ μὲν γὰρ ἔλεγχός ἐστι καὶ διαβολὴ πονηρίας καὶ τοῦ κακόν τινα εἶναι, ὁ δὲ κοινή τις πρὸς μὲν τὰ βέλτιστα προτροπὴ, τῶν δὲ χειρίστων ἀπαγωγὴ, ὡς τὰ μὲν φεύγειν, τὰ δ' αἱρεῖσθαι. πῶς οὖν ἤμελλε δή που Λεπτίνης ἀφεὶς οἷς ἐγκαλεῖν εἶχεν ἐπεξιέναι, τούτοις ὅπως ἔσονται βέλτιστοι παραινεῖν, καὶ οὓς κακῶς πεπονθότας ἥδιστ' ἂν εἶδε, τούτων ὡς ἑταιροτάτων τε καὶ φιλτάτων ἀντιποιεῖσθαι; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. εἰ δ' ὁ μὲν ὅπως μηδεὶς ἀτελὴς εἴη τῶν πάντων θέμενος νόμον αἰτιώτατος ἄλγους τοῖς ἀτελείας κεκτημένοις κατέστη, σὺ δ' ἐντεῦθεν ῥᾷστα συλλογίζει τὸ μῖσος, ὥρα σοι καὶ περὶ πάντων ὡς εἰπεῖν τῶν νομοθετῶν ταῦτ' ἐψηφίσθαι, καὶ δίκην ἀπεχθείας καὶ τούτοις λαχεῖν, ὅτι σωφροσύνης πέρι καὶ δικαιοσύνης καὶ τῶν ἄλλων διεξιόντες οὐ πᾶσιν ἁπλῶς εἰσι δή που κεχαρισμένοι, ἀλλὰ τοῖς εὖ ἥκουσι τρόπων· ὡς τούς γε πονηροτάτους καὶ τἀναντία τοῖς νενομισμένοις φρονοῦντας οὐδ' ἔστιν εἰπεῖν ὅπως ἀηδῶς ἔχουσι τούτοις.
Ἔπειτα εἴ σέ τις, ὦ Δημόσθενες, ἔροιτο, τίνες ποθ' οὗτοι, οὓς δυσχεραίνων Λεπτίνης τὸν νόμον ἔγραψεν, οὐκ ἄν μοι δοκεῖς ἔχειν εἰπεῖν. ἀλλ' ὅτι μὲν εἰσὶ τινὲς ἁπλῶς οὕτως εἰρήκεις, τίνες δὲ οὗτοι λέγειν οὐκέτ' [30] ἀξιοῖς· οὐ τῷ μὴ βούλεσθαι Λεπτίνην ἐκ περιουσίας ἐλέγχειν, ἀλλὰ τῷ μηδέν τι περὶ αὐτῶν σαφὲς ἔχων εἰπεῖν, ἔπειτ' ἐκ περιουσίας αὐτὸς ἐληλέγχθαι βούλεσθαι. οὐ γὰρ ἂν, εἰ εἶχες ὀνομαστὶ τούτων μεμνῆσθαι, σιγᾶν ἠνέσχου, οὐδ' ἂν παρόντων ἐφείσω, ὁ καὶ μὴ παρόντων ὡς ἂν παρόντων εἰς τοὺς περὶ τούτων λόγους ἐμπίπτων· οὐ μόνον ὅτι πάντων μάλιστα τὰ τοιαῦτ' αὐτὸς ἑτοιμότατος εἶ, ἀλλ' ὅτι σοι καὶ τοῦτο πρὸς τὸν ἀγῶνα τὸν σὸν συνήρατ' ἂν οὐ μικρῶς. νῦν δ' οἷς ἀνωνύμως προήνεγκας οὐ μόνον ἀπειθοῦντας ἅπαντας ἔχεις, ἀλλὰ καὶ δόξαν παρέχεις μηδ' ὅλως τούτους αὐτοὺς εἶναι, ἀλλ' ὑπὸ σοῦ συντεθεῖσθαι. οὕτω διὰ μὲν τοῦ μεμνῆσθαι μόνον προστρίψασθαι δόξαν οὐ καλὴν ἐθέλων Λεπτίνῃ, διὰ δ' αὖ τοῦ μὴ πρὸς ὄνομα φάσκειν αὐτὸς τὸν ἔλεγχον φεύγων, ἔλαθες, ὦ Δημόσθενες, καὶ σαυτὸν ὡς οὐκ ἀληθῆ λέγεις ἐλέγξας καὶ Λεπτίνην ὡς ἀληθῶς, ἀλλ' οὐχ ἡττώμενος πάθους εἰσῆχε τὸν νόμον. καὶ τὴν μὲν ἐκ Μιλήτου φασὶ Διοτίμαν, ἐπεὶ δέκα ἔτη ἀναβαλέσθαι τῇ πόλει δυνηθεῖσα τῆς νόσου οὐχ οἵα θ' ὑπῆρξε καὶ τὸ πᾶν ἐξειργάσθαι, οὐδὲ τοῦτ' εἰργάσθαι νομίσαι, οὐδὲ γενέσθαι τοῖς πράγμασιν ἐν καιρῷ, ὥστε διχόθεν αὐτὴν βεβοῆσθαι, ἔκ τε ὧν ἠδυνήθη τοσοῦτον ἔκ τε ὧν ὅπως οὐ τὸ πᾶν ἠδυνήθη, ἡ δ' ὥσπερ μηδὲν ἐπιδεδειγμένη οὕτω δυσχεραίνουσα ἦν· σὺ δὲ τοσοῦτον χρόνον νοσοῦσαν ἐξ ἀτελείας τὴν ἐνεγκαμένην ὁρῶν οὔτ' αὐτὸς ᾤου δεῖν ταύτης ἀπαλλάξαι τῆς νόσου καὶ ταῖς τῶν λόγων ἐπῳδαῖς ὡς εἰκὸς ὑπὲρ ταύτης κεχρῆσθαι, ῥᾴδιον ὂν παντὸς μᾶλλον, τόν τε καλὸν κἀγαθὸν τουτονὶ Λεπτίνην κάλλιστα πάντων καὶ τῇ τῶν θεῶν τοῦτ' εἰργασμένον προνοίᾳ ἥδιστα ἂν, εἴπερ ἦν, εἰς τοὺς Σικελικοὺς ὤσας κρατῆρας, πανταχόθεν ἐπιχειρῶν τοῦτον ἐλαύνειν καὶ πᾶσιν οἷς ἔξεστι διαβάλλων, [31] ὅπως τὸν μὲν, ὦ θεοὶ καὶ νόμοι, δοῦναι δίκην παρασκευάσῃς, ὡς δι' ὧν εἰσηγεῖται τοῖς πράγμασι δυσμενῆ· ἀτέλειαν δ' ὥσπερ τινὰ φυγάδα καὶ ὑπερόριον καταγαγεῖν αὖθις τῇ πόλει, προπίνων ἐντεῦθεν Κτησίππῳ τὸ ταύτης συμφέρον.
Ἀλλὰ γὰρ τὸ προσγράψαι, φησὶ, μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι, ἢ θανάτου τὸν τἀναντία γεγραφότα τιμᾶσθαι, οὐ μόνον τυράννου δίκην τὸ ταῦτ' ἔχειν συνήθως ἐν τῷ τοῦ καιροῦ φιλοτιμεῖσθαι καλοῦντι, ἀλλὰ καὶ τὸ κατ' ἐξουσίαν ἀνῃρήκει τῇ πόλει. εἰ μὲν οὖν καθάπαξ ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, Λεπτίνης μεγαλοψυχίας ἀπείργει, ὡς μήτε τοὺς εὐεργέτας ἀντευποιεῖν οἵους τ' εἶναι μήθ' ὅλως τοὺς εὖ πάσχειν ἀξίους τοῖς γιγνομένοις δωρεῖσθαι, ἀγνωμοσύνης ἂν εἰκότως φέροιτο μέμψιν καὶ τοῦ μηδέν τι τῶν δεόντων συμβεβουλευκέναι δύνασθαι, καὶ δεῖ τοῦδε τῷ νόμῳ νόμων ἐξούλης λαχεῖν. εἰ δὲ πλὴν ἀτελείας πάντων εἶναι λέγει κυρίους, καὶ σίτησιν ἐν πρυτανείῳ καὶ συνοικίας καὶ ἀρχὰς καὶ γῆς πλέθρα καὶ πάντα τὰ τοιαῦθ' οἷς ἔξεστι νέμειν, ποῦ ταῦτ' ἐστὶν ἐγκαλεῖσθαι δίκαιος; ὥσπερ ἂν εἰ καὶ ἰατρὸν ἠξίους κακίζειν, ὡς ἀσιτίαν παντελῆ τοῖς κάμνουσιν ἐπιτάττει, παρὰ τὸ μὴ συγχωρεῖν τοῖς βλάπτουσι χρῆσθαι· ἢ καὶ γεωργὸς ἐδόκει σοι φαῦλος καὶ ταῖς ἀρούραις παντάπασι πολεμῶν ὁ τῶν λυμαινομένων ἐκκαθαίρων τὴν βλάστην. ἐγὼ δὲ καὶ τοῦτο λέγω, ὡς εἰ μὲν παρανόμων, ὦ Δημόσθενες, γράφει τὸν νόμον, τί περὶ τοῦ μέλλοντος δυσχεραίνεις; αὐτὸ γὰρ τοῦτο τὸ παρανομοῦντ' αὐτὸν εἶναι τὸ μηδὲ τὸ παράπαν εἶναι τοῦτόν ἐστι· μάταιον οὖν περὶ τοῦ μὴ νῦν ὄντος ὡς ἔτ' ἐσομένου φροντίζειν· εἰ δ' εὖ ἔχειν τοῦτον ὁμολογεῖς, καὶ τὸ μηκέτ' ἂν ἐξεῖναι λελύσθαι τοῦτον οὐδὲν ἧττον προσωμολόγηκας· οὐ γὰρ δὴ νῦν μὲν φήσεις τοῦτον λυσιτελεῖν, [32] ὕστερον δὲ οὐκέτι, ἀλλὰ τὸν αὐτὸν διὰ τέλους εἶναι προσῆκεν, εἴ γε μέλλει ταῖς ἀληθείαις τὸ πρόσρημα σώζειν.
Ἐκεῖνο δ' ἴσως ἐρεῖς, ὡς εἰ τῷ νόμῳ τὸ δίκαιον πρόσεστι, καὶ σύνοιδε Λεπτίνης βεβαίως καὶ ἀσφαλῶς ἔχοντι, τοῦ χάριν καὶ τῆς εἰσέπειτ' ἀσφαλείας προσδεῖν τούτῳ νομίζει; οὐδεὶς γὰρ τῶν νομοθετῶν περὶ ὧν ἔθεσαν νόμων ταύτην ἔσχον τὴν γνώμην, οὐδ' ἐγγὺς, ἀλλ' ἀποχρῆν ᾤονθ' αὑτοῖς, εἰ μετὰ τοῦ δικαίου πᾶσι προσφέροιντο. νῦν δ' οἷς αὐτὸς μόνος τὰ τοιαῦτα διανοεῖ ἔοικας οὐκ ἀγαθὴν περὶ τοῦ νόμου δόξαν κεκτῆσθαι. ὡς μὲν οὖν ὁ νόμος κάλλιστα καὶ δικαιότατα καὶ ἀσφαλέστατα πάντων ἔχων κοινοφελές ἐστιν ἀγαθὸν, οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἐξ ὧν ἔφην γέγονε δῆλον, ἀλλὰ καὶ οἷς ἐδείξαθ' ὑμεῖς, τῷ τοιοῦτον εὐθὺς ὁρμῇ τινι θεοφορήτῳ καὶ ὅλῳ καὶ παντὶ δεδέχθαι θυμῷ, ὡς καὶ τῆς συνήθους χειροτονίας καὶ ψήφου κοινῆς αὐτὸν ἀξιῶσαι. ὅτι δὲ οὐκ ἄπο λόγου καὶ τὸ τοῖς μὲν ἄλλοις ἅπασι νόμοις μηδὲν μηδ' ὁτιοῦν προσγεγράφθαι, αὐτῷ δὲ μόνῳ τοῦτ' ἐκ περιουσίας ὑπάρξαι, οὐχ ὅπως εἴσεσθε σαφῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ φήσετ', εὖ οἶδα, μὴ χρῆναι ταῦτ' ἄλλως ἢ τοῦτον ἐσχηκέναι τὸν τρόπον, εἰ τὰς αἰτίας ἀμφοῖν λογιεῖσθε. εἰ γὰρ δὴ Σόλων μὲν καὶ Λυκοῦργος καὶ ὅστις ἕτερος τῶν νομοθετῶν, οὐδεμιᾶς τινος ἐπικειμένης ἀνάγκης, ἀλλ' ἀπὸ δημοτικωτάτου τῆς γνώμης ἐπὶ τοὺς νόμους ἧκον καὶ τὰς κοινὰς εἰσηγήσεις, Λεπτίνης δ' ὑπ' ἀνάγκης καὶ τοῦ μηκέθ' οἷός τε εἶναι κινδυνεύουσαν ὁρᾶν ἐξ ἀτελείας τὴν πόλιν. καὶ οἱ μὲν οὐδένα τῶν πάντων δι' ὧν ἐνομοθέτουν ἐλύπουν· οὐδὲ γὰρ οὐδὲ γερῶν ἀπεστέρουν· ὁ δὲ πᾶν τοὐναντίον πολλοὺς καὶ παντοδαποὺς τοὺς ταύτης διὰ τὸν νόμον ἐκπεπτωκότας ἐκπεπολεμωκὼς ἑαυτῷ· οὔτ' ἐκείνους ἐχρῆν, διὰ τὸ μηδὲ τηνικαῦτα τοὺς ἀντιλέγοντας ἴσχειν, πρόνοιαν τοῦ μέλλοντος ἡντινοῦν πεποιῆσθαι· [33] οὔκουν οὐδὲ πεποίηνται· οὔτε τούτῳ, διὰ τὸ πολλούς τινας τούτους κεκτῆσθαι, σεσιγῆσθαι τὸ μέλλον· οὔκουν οὐδὲ σεσίγηται· ἀλλ' ὥσπερ τις ἄριστος ἰατρὸς, οὐ νόσους ἀκούμενος μόνον, ἀλλὰ καὶ φάρμακα ἄττα πρὸς τὸ μέλλον ἐπιδιδοὺς, καὶ προσέτι κελεύων μὴ δι' ὧν ἡ νόσος ἐπῄει σιτίων, τούτων μηδ' ὁπωστιοῦν διὰ βίου μετέχειν ἐξεῖναι, ἐφ' ᾧ μὴ τῶν αὐτῶν καὶ αὖ πεπειρᾶσθαι· ὣς δὲ καὶ Λεπτίνης γράψας μηδένα εἶναι ἀτελῆ, ὁ δὲ μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι προσγράφει, τό τε νῦν εἶναι τό τ' εἰσαῦθις εἶναι καθάπαξ ἀσφαλιζόμενος, καὶ τὰ μὲν τῆς πόλεως ἀεὶ προμηθούμενος, τὰ δὲ καὶ τοὺς εἰς νέωτα παραπλησίους Δημοσθένει τὰ τοιαῦτ' ἐσομένους ἀνείργων. εἰκὸς γὰρ, εἰκὸς, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὸν ἀεὶ χρόνον καὶ χρηστοὺς καὶ φαύλους ἐνεῖναι τῇ πόλει. εἰ δὲ καὶ τυραννίδος εἰς θέσιν νόμων ἐδέησεν εἱστισοῦν, τί καινὸν εἰ καὶ τῆς εἰσέπειτ' ἀσφαλείας ὑπὲρ τοῦ κοινῇ λυσιτελοῦντος ἐδεήθη Λεπτίνης; ἀλλ' οὐ περὶ τῷ νόμῳ μὰ τοὺς θεοὺς, ὡς ἄν τις φαίη, δεδιώς· ὁ γὰρ παρ' ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τῆς ὑμετέρας ψήφου παντὸς μᾶλλον ἐπὶ τῷ βέλτιστος εἶναι τὸ συγκεχωρηκὸς ἐσχηκὼς, τί παρὰ τοῦτο ὄφελος, ἂν ὁ δεῖνα ἢ ὁ δεῖνα ληρῇ;
Οὕτως, ὦ Δημόσθενες, ἃ μὲν ὑπὲρ αὐτὸς σαυτοῦ λέγειν ἐδόκεις, ταῦθ' ὑπὲρ Λεπτίνου λέγων ὡς κάλλισθ' εὑρέθης· καὶ οἷς τοῦτον αἱρήσειν ἤλπισας, τούτοις αὐτὸς καθάπαξ ἑάλως. καὶ ἀτελείας μὲν, ὑπὲρ ἧς πάντ' αὐτὸς καὶ ποιεῖν καὶ λέγειν ᾥου δεῖν, ταύτης οὐδὲν ἐξωλέστερον ὦπται· ὃν δ' εἰσενήνοχε νόμον Λεπτίνης, τούτου μηδὲν ἀναγκαιότερον χρῆσθαι. ὥστε σοι καὶ χάριν ἂν εἰκότως ἔχοι Λεπτίνης οἷς ὅτι πλέον ἐντεῦθεν τοῦτον σεμνύνεις ἢ εἰ συνειρήκεις τὸ ἐξ ἀρχῆς. τότε μὲν γὰρ καὶ χαρίζεσθαι ἂν ἴσως ἐδόκεις καί τις ἀφῆκε βέλος ἐξ ἀφανοῦς, νυνὶ δὲ ἀνύποπτος ἡ μαρτυρία, ὡς ἄρα τῶν βελτίστων καὶ λυσιτελεστάτων ἁνὴρ, τῷ καὶ παρὰ τῶν ἐχθρῶν αὐτῷ ταῦτ' ἐψηφίσθαι.