[1] ΛΟΥΚΙΑΝΟΣ
Ἆρά γε ὁ γνῶναι τὸν σολοικίζοντα δεινὸς οὗτος καὶ φυλάξασθαι μὴ σολοικίσαι δυνατός;
ΣΟΦΙΣΤΗΣ
Ἐμοὶ μὲν δοκεῖ.
ΛΟΥΚΙΑΝΟΣ
Ὁ δέ γε μὴ φυλάξασθαι οὐδὲ γνῶναι τὸν οὕτως ἔχοντα;
ΣΟΦΙΣΤΗΣ
Ἀληθῆ λέγεις.
ΛΟΥΚΙΑΝΟΣ
Σὺ δὲ αὐτὸς φῂς οὐ σολοικίζειν, ἢ πῶς λέγωμεν περὶ σοῦ;
ΣΟΦΙΣΤΗΣ
Ἀπαίδευτος γὰρ ἂν εἴην, εἰ σολοικίζοιμι τηλικοῦτος ὤν.
ΛΟΥΚΙΑΝΟΣ
Οὐκοῦν καὶ ἕτερον φωρᾶσαι δυνήσῃ τοῦτο δρῶντα καὶ ἐλέγξαι τὸν ἀρνούμενον;
ΣΟΦΙΣΤΗΣ
Παντάπασί γε.
ΛΟΥΚΙΑΝΟΣ
Ἴθι νῦν ἐμοῦ λαβοῦ σολοικίζοντος, ἄρτι δὲ σολοικιῶ.
ΣΟΦΙΣΤΗΣ
Οὐκοῦν εἰπέ.
ΛΟΥΚΙΑΝΟΣ
Ἀλλ' ἔγωγε ἤδη τὸ δεινὸν εἴργασμαι, σὺ δὲ οὐκ ἐπέγνως.
ΣΟΦΙΣΤΗΣ
Παίζεις ἔχων;
ΛΟΥΚΙΑΝΟΣ
Μὰ τοὺς θεούς· ἐπεὶ σολοικίσας ἔλαθόν σε ὡς οὐκ ἐπιστάμενον. αὖθις δὲ σκόπει· οὐ γάρ σέ φημι δύνασθαι κατανοῆσαι, ἐπεὶ ἃ μὲν οἶσθ', ἃ δ' οὐκ οἶσθα.
ΣΟΦΙΣΤΗΣ
Εἰπὲ μόνον.
ΛΟΥΚΙΑΝΟΣ
Ἀλλὰ καὶ νῦν σεσολοίκισταί μοι, σὺ δ' οὐκ ἔγνως.
ΣΟΦΙΣΤΗΣ
Πῶς γάρ, σοῦ μηδὲν λέγοντος;
ΛΟΥΚΙΑΝΟΣ
Ἐγὼ μὲν λέγω καὶ σολοικίζω, σὺ δ' οὐχ ἕπῃ τοῦτο δρῶντι· ἐπεὶ ὄφελον καὶ νῦν ἀκολουθῆσαι δυνήσῃ.
ΣΟΦΙΣΤΗΣ
[2] Θαυμαστὰ λέγεις, εἰ μὴ δυνήσομαι καταμαθεῖν σολοικισμόν.
ΛΟΥΚΙΑΝΟΣ
Καὶ πῶς ἂν δύναιο τὸν ἕνα μαθεῖν τοὺς τρεῖς ἀγνοήσας;
ΣΟΦΙΣΤΗΣ
Τίνας τρεῖς;
ΛΟΥΚΙΑΝΟΣ
Ὅλους ἀρτιγενείους.
ΣΟΦΙΣΤΗΣ Ἐγὼ μέν σε παίζειν δοκῶ.
ΛΟΥΚΙΑΝΟΣ
Ἐγὼ δὲ ‹σὲ› ἀγνοεῖν τὸν ἁμαρτάνοντα ἐν τοῖς λόγοις.
ΣΟΦΙΣΤΗΣ
Καὶ πῶς ἄν τις μάθοι μηδενὸς εἰρημένου;
ΛΟΥΚΙΑΝΟΣ
Λέλεκται καὶ σεσολοίκισται τετραπλῇ, σὺ δ' οὐκ ἔγνως. μέγα οὖν ἆθλον κατέπραξας ἄν, εἴπερ ἔγνως.
ΣΟΦΙΣΤΗΣ
Οὐ μέγα μέν, ἀναγκαῖον δὲ τῷ ὁμολογήσαντι.
ΛΟΥΚΙΑΝΟΣ
Ἀλλ' οὐδὲ νῦν ἔγνως.
ΣΟΦΙΣΤΗΣ
Πότε νῦν;
ΛΟΥΚΙΑΝΟΣ
Ὅτε τὸ ἆθλον ἔφην σε καταπρᾶξαι.
ΣΟΦΙΣΤΗΣ
Οὐκ οἶδα ὅ τι λέγεις.
ΛΟΥΚΙΑΝΟΣ
Ὀρθῶς ἔφης· οὐ γὰρ οἶσθα. καὶ πρόιθί γε ἐς τὸ ἔμπροσθεν· οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.
ΣΟΦΙΣΤΗΣ
[3] Ἀλλ' ἐγὼ βούλομαι· σὺ δ' οὐδὲν εἶπας ὧν ἄνθρωποι σολοικίζοντες λέγουσιν.
ΛΟΥΚΙΑΝΟΣ
Τὸ γὰρ νῦν ῥηθὲν μικρόν τί σοι φαίνεται κακὸν εἶναι; ὅμως δὲ ἀκολούθησον αὖθις, ἐπεὶ οὐκ ἔμαθες ἐκδραμόντα.
ΣΟΦΙΣΤΗΣ
Μὰ τοὺς θεοὺς οὐκ ἔγωγε.
ΛΟΥΚΙΑΝΟΣ
Ἀλλὰ μὴν μεθῆκα θεῖν λαγὼ ταχέως. ἆρα παρῇξεν; ἀλλὰ καὶ νῦν ἔξεστιν ἰδεῖν τὸν λαγώ· εἰ δὲ μή, πολλοὶ γενόμενοι λαγῲ λήσουσί σε ἐν σολοικισμῷ πεσόντες.
ΣΟΦΙΣΤΗΣ
Οὐ λήσουσιν.
ΛΟΥΚΙΑΝΟΣ
Καὶ μὴν ἔλαθόν γε.
ΣΟΦΙΣΤΗΣ
Θαυμαστὰ λέγεις.
ΛΟΥΚΙΑΝΟΣ
Σὺ δὲ ὑπὸ τῆς ἄγαν παιδείας διέφθορας, ὥστε μηδ' αὐτὸ τοῦτο σολοικίζοντας κατανοῆσαι. [οὐ γὰρ πρόσεστιν αὐτῷ τὸ τίνα.]
ΣΟΦΙΣΤΗΣ
[4] Ταῦτα μὲν οὐκ οἶδα πῶς λέγεις· ἐγὼ δὲ πολλοὺς ἤδη σολοικίζοντας κατενόησα.
ΛΟΥΚΙΑΝΟΣ
Κἀμὲ τοίνυν εἴσῃ τότε, ὅταν τι τῶν παιδίων γένῃ τῶν τὰς τίτθας θηλαζόντων πιούσας. εἰ οὐ νῦν ἔγνως σολοικίζοντά με, οὐδὲ αὐξάνοντα παιδία σολοικισμὸν ποιήσει τῷ μηδὲν εἰδότι.
ΣΟΦΙΣΤΗΣ
Ἀληθῆ λέγεις.
ΛΟΥΚΙΑΝΟΣ
Καὶ μὴν εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν γνωσόμεθα τῶν ἑαυτῶν, ἐπεὶ καὶ τόδε σολοικισθὲν ἀπέφυγέ σε. μὴ τοίνυν ἔτι λέγειν, ὡς ἱκανὸς εἶ κατιδεῖν τὸν σολοικίζοντα καὶ αὐτὸς μὴ σολοικίζειν.
[5] Κἀγὼ μὲν οὕτως. Σωκράτης δὲ ὁ ἀπὸ Μόψου, ᾧ συνεγενόμην ἐν Αἰγύπτῳ, τὰ τοιαῦτα ἔλεγεν ἀνεπαχθῶς καὶ οὐκ ἤλεγχε τὸν ἁμαρτάνοντα.
Πρὸς μέντοι τὸν ἐρωτήσαντα πηνίκα ἔξεισιν, Τίς γὰρ ἄν, ἔφη, ‹φαίη› σοι περὶ τῆς τήμερον ὡς ἐξιών; ἑτέρου δὲ φήσαντος, Ἱκανὰ ἔχω τὰ πατρῷα, Πῶς φῄς; εἶπε· τέθνηκεν γὰρ ὁ πατήρ σοι; ἄλλου δὲ αὖθις λέγοντος, Πατριώτης ἔστι μοι· Ἐλάνθανες ἄρα ἡμᾶς, ἔφη, βάρβαρος ὤν. ἄλλου δὲ εἰπόντος, Ὁ δεῖνά ἐστι μεθύσης, Μητρός, εἶπεν, ἢ πῶς λέγεις; ἑτέρου δὲ ‹... λέγοντος› λέοντας, Διπλασιάζεις, ἔφη, τοὺς λέοντας. εἰπόντος δέ τινος, Λῆμμα πάρεστιν αὐτῷ, διὰ τῶν δύο μ, Οὐκοῦν, ἔφη, λήψεται, εἰ λῆμμα αὐτῷ πάρεστιν. ἑτέρου δὲ εἰπόντος, Πρόσεισιν ὁ μεῖραξ οὑμὸς φίλος, Ἔπειτα, ἔφη, λοιδορεῖς φίλον ὄντα; πρὸς δὲ τὸν εἰπόντα, Δεδίττομαι τὸν ἄνδρα καὶ φεύγω, Σύ, ἔφη, καὶ ὅταν τινὰ εὐλαβηθῇς, διώξῃ. ἄλλου δὲ εἰπόντος, Τῶν φίλων ὁ κορυφαιότατος, Χάριέν γε, ἔφη, τὸ τῆς κορυφῆς ποιεῖν τι ἐπάνω. καὶ ἐξορμῶ δέ τινος εἰπόντος, Καὶ τίς ἐστιν, εἶπεν, ὃν ἐξορμᾷς; Ἐξ ἐπιπολῆς δέ τινος εἰπόντος, Ἐκ τῆς ἐπιπολῆς, εἶπεν, ὡς ἐκ τῆς πιθάκνης. λέγοντος δέ τινος Συνετάξατό μοι, Καὶ λόχον δέ, ἔφη, Ξενοφῶν συνετάξατο. ἄλλου δὲ εἰπόντος, Περιέστην αὐτὸν ὥστε λαθεῖν, Θαυμαστόν, ἔφη, εἰ εἷς ὢν περιέστης τὸν ἕνα. ἑτέρου δὲ λέγοντος, Συνεκρίνετο αὐτῷ, Καὶ διεκρίνετο πάντως, εἶπεν.
[6] Εἰώθει δὲ καὶ πρὸς τοὺς σολοικίζοντας Ἀττικῶς παίζειν ἀνεπαχθῶς· πρὸς γοῦν τὸν εἰπόντα, Νῶι τοῦτο δοκεῖ, Σύ, ἔφη, καὶ νῶιν ἐρεῖς ὡς ἁμαρτάνομεν. ἑτέρου δὲ σπουδῇ διηγουμένου τι τῶν ἐπιχωρίων καὶ εἰπόντος, Ἡ δὲ τῷ Ἡρακλεῖ μιχθεῖσα, Οὐκ ἄρα, ἔφη, ὁ Ἡρακλῆς ἐμίχθη αὐτῇ; Καρῆναι δέ τινος εἰπόντος ὡς δέοιτο, Τί γάρ, ἔφη, σοὶ δεινὸν εἴργασται καὶ ἄξιον ἀτιμίας; καὶ ζυγομαχεῖν δέ τινος λέγοντος, Πρὸς τὸν ἐχθρόν, εἶπε, ζυγομαχεῖς; ἑτέρου δὲ εἰπόντος βασανίζεσθαι τὸν παῖδα αὐτῷ νοσοῦντα, Ἐπὶ τῷ, ἔφη, ἢ τί βουλομένου τοῦ βασανίζοντος; Προκόπτει δέ τινος εἰπόντος ἐν τοῖς μαθήμασιν, Ὁ δὲ Πλάτων, ἔφη, τοῦτο ἐπιδιδόναι καλεῖ. ἐρομένου δέ τινος εἰ μελετήσει ὁ δεῖνα, Πῶς οὖν, ἔφη, ἐμὲ ἐρωτῶν εἰ μελετήσομαι, λέγεις ὅτι ὁ δεῖνα;
[7] Ἀττικίζοντος δέ τινος καὶ τεθνήξει εἰπόντος ἐπὶ τοῦ τρίτου, Βέλτιον, ἔφη, καὶ ἐνταῦθα μὴ ἀττικίζειν καταρώμενον. καὶ πρὸς τὸν εἰπόντα δὲ στοχάζομαι αὐτοῦ ἐπὶ τοῦ φείδομαι αὐτοῦ, Μή τι, ἔφη, διήμαρτες βαλών; ἀφιστᾶν δέ τινος εἰπόντος καὶ ἑτέρου ἀφιστάνειν, Ταῦτα μέν, ἔφη, οὐκ οἶδα. πρὸς δὲ τὸν λέγοντα πλὴν εἰ μή, Ταῦτα, ἔφη, διπλᾶ χαρίζῃ. καὶ χρᾶσθαι δέ τινος εἰπόντος, Ψευδαττικόν, ἔφη, τὸ ῥῆμα. τῷ δὲ λέγοντι ἔκτοτε, Καλόν, ἔφη, τὸ εἰπεῖν ἐκπέρυσι, ὁ γὰρ Πλάτων ἐς τότε λέγει. τῷ δὲ ἰδού ἐπὶ τοῦ ἰδέ χρωμένου τινός, Ἕτερα ἀνθ' ἑτέρων, ἔφη, σημαίνεις. ἀντιλαμβάνομαι δὲ ἐπὶ τοῦ συνίημι λέγοντός τινος, θαυμάζειν ἔφη πῶς ἀντιποιούμενος τοῦ λέγοντος φῂς μὴ ἀντιποιεῖσθαι. βράδιον δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, ὅμοιον τῷ τάχιον. βαρεῖν δέ τινος εἰπόντος, Οὐκ ἔστιν, ἔφη, τὸ βαρύνειν ᾗ νενόμικας. λέλογχα δὲ τὸ εἴληχα λέγοντος, Ὀλίγων, ἔφη, καὶ παρ' οἷς ἁμαρτάνεται. ἵπτασθαι δὲ ἐπὶ τοῦ πέτεσθαι πολλῶν λεγόντων, Ὅτι μὲν ἀπὸ τῆς πτήσεως τὸ ὄνομα, σαφῶς ἴσμεν. περιστερὸν δέ τινος εἰπόντος ὡς δὴ Ἀττικόν, Καὶ τὸν φάττον ἐροῦμεν, ἔφη. φακὸν δέ τινος εἰπόντος ἐδηδοκέναι, Καὶ πῶς ἄν, ἔφη, φακόν τις φάγοι; ταῦτα μὲν τὰ Σωκράτεια.
[8] Ἐπανίωμεν δέ, εἰ δοκεῖ, ἐπὶ τὴν ἅμιλλαν τῶν προτέρων λόγων. κἀγὼ μὲν καλῶ τοὺς βελτίστους ἰέναι ὅλους, σὺ δὲ γνώρισον· οἶμαι γάρ σε κἂν νῦν δυνήσεσθαι τοσούτων γε ἐπακούσαντα τῶν ἑξῆς λεγομένων.
ΣΟΦΙΣΤΗΣ
Ἴσως μὲν οὐδὲ νῦν δυνήσομαί σου λέγοντος· ὅμως εἰπέ.
ΛΟΥΚΙΑΝΟΣ
Καὶ πῶς φῂς οὐ δυνήσεσθαι; ἡ γὰρ θύρα σχεδὸν ἀνέῳγέ σοι τῆς γνωρίσεως αὐτῶν.
ΣΟΦΙΣΤΗΣ
Εἰπὲ τοίνυν.
ΛΟΥΚΙΑΝΟΣ
Ἀλλὰ εἶπον.
ΣΟΦΙΣΤΗΣ
Οὐδέν γε, ὥστε ἐμὲ μαθεῖν.
ΛΟΥΚΙΑΝΟΣ
Οὐ γὰρ ἔμαθες τὸ ἀνέῳγεν;
ΣΟΦΙΣΤΗΣ
Οὐκ ἔμαθον.
ΛΟΥΚΙΑΝΟΣ
Τί οὖν πεισόμεθα, εἰ μηδὲ νῦν ἀκολουθήσεις τοῖς λεγομένοις; καίτοι πρός γε τὰ κατ' ἀρχὰς ῥηθέντα ὑπὸ σοῦ ἐγὼ μὲν ᾤμην ἱππεῖς ἐς πεδίον καλεῖν. σὺ δὲ τοὺς ἱππεῖς κατενόησας; ἀλλὰ ἔοικας οὐ φροντίζειν τῶν λόγων, μάλιστα οὓς νῦν κατὰ σφᾶς αὐτοὺς διήλθομεν.
ΣΟΦΙΣΤΗΣ
Ἐγὼ μὲν φροντίζω, σὺ δὲ ἀδήλως αὐτοὺς διεξέρχῃ.
ΛΟΥΚΙΑΝΟΣ
[9] Πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς ἐφ' ἡμῶν λεγόμενον. ἀλλὰ τοῦτο μὲν δῆλον· σὲ δὲ οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειεν πλήν γε ὁ Ἀπόλλων. μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς ἐρωτῶσι, σὺ δὲ οὐδὲ τὸν μαντευόμενον κατενόησας.
ΣΟΦΙΣΤΗΣ
Μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθον.
ΛΟΥΚΙΑΝΟΣ
Ἦ ἄρα καθ' εἷς λανθάνει σε περιιών;
ΣΟΦΙΣΤΗΣ
Ἐοίκασί γε.
ΛΟΥΚΙΑΝΟΣ
Ὁ δὲ καθ' εἷς πῶς παρῆλθεν;
ΣΟΦΙΣΤΗΣ
Οὐδὲ τοῦτο ἔμαθον.
ΛΟΥΚΙΑΝΟΣ
Οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον;
ΣΟΦΙΣΤΗΣ
Τί οὖν τοῦτο;
ΛΟΥΚΙΑΝΟΣ
Ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ.
ΣΟΦΙΣΤΗΣ
Τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις μνηστευόμενος;
ΛΟΥΚΙΑΝΟΣ
Ὅτι ἀγνοεῖ ὁ φάσκων εἰδέναι. καὶ τὸ μὲν οὕτως ἔχει. εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολείποι τὴν γυναῖκα, ἆρ' ἂν ἐπιτρέποις αὐτῷ;
ΣΟΦΙΣΤΗΣ
Τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδικούμενος;
ΛΟΥΚΙΑΝΟΣ
Εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο;
ΣΟΦΙΣΤΗΣ
Οὐκ ἔγωγε.
ΛΟΥΚΙΑΝΟΣ
Ὀρθῶς γὰρ λέγεις· οὐ γὰρ ἐπιτρεπτέον σολοικίζοντι τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ πείσεται. καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἢ ἐξιὼν κόπτοι, τί φήσομέν σε πεπονθέναι;
ΣΟΦΙΣΤΗΣ
Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἢ ἐξιέναι.
ΛΟΥΚΙΑΝΟΣ
Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ἢ ψοφοῦντα οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα;
ΣΟΦΙΣΤΗΣ
Ὑβριστὴς εἶ.
ΛΟΥΚΙΑΝΟΣ
Τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί σοι διαλεγόμενος. ἔοικα δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι, σὺ δ' οὐκ ἔγνως.
ΣΟΦΙΣΤΗΣ
[10] Παῦσαι πρὸς τῆς Ἀθηνᾶς· ἀλλ' εἰπέ τι τοιοῦτον ὥστε κἀμὲ μαθεῖν.
ΛΟΥΚΙΑΝΟΣ
Καὶ πῶς ἂν μάθοις;
ΣΟΦΙΣΤΗΣ
Εἴ μοι πάντα ἐπέλθοις, ὅσα φῂς σολοικίσας ἐμὲ λαθεῖν καὶ παρ' ὅ τι ἕκαστον σεσολοίκισται.
ΛΟΥΚΙΑΝΟΣ
Μηδαμῶς, ὦ ἄριστε· μακρὸν γὰρ ἂν ποιήσαιμεν τὸν διάλογον. ἀλλὰ περὶ μὲν τούτων ἔξεστί σοι καθ' ἕκαστον αὐτῶν πυνθάνεσθαι· νῦν δὲ ἕτερ' ἄττα ἐπέλθωμεν, εἰ δοκεῖ, καὶ πρῶτόν γε αὐτὸ τὸ ἄττα μὴ δασέως ἀλλὰ ψιλῶς ἐξενεγκεῖν ὀρθῶς φαίνεται ῥηθὲν μετὰ τοῦ ἕτερα συντιθέμενον. μὴ γὰρ οὕτως ἄλογον ἦν ἄν. ἔπειτα τὸ τῆς ὕβρεως, ἥν με φῂς ὑβρίσαι ‹σε›, εἰ μὴ οὕτω λέγοιμι, ἀλλ' εἰς σὲ φαίην, ἴδιον.
ΣΟΦΙΣΤΗΣ
Ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν.
ΛΟΥΚΙΑΝΟΣ
Ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν ἤτοι πληγαῖς ἢ δεσμοῖς ἢ καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ, ὅταν εἴς τι τῶν σῶν γίγνηται ἡ ὕβρις· καὶ γὰρ ὅστις γυναῖκα ὑβρίζει τὴν σήν, εἰς σὲ ὑβρίζει, καὶ ὅστις παῖδα καὶ φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων οὕτως ἔχει σοι· ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται, οἷον ἐς τὴν παροιμίαν, ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ.
ΣΟΦΙΣΤΗΣ
Κατανοῶ τὸ διάφορον.
ΛΟΥΚΙΑΝΟΣ
Ἆρ' οὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτα ὑπαλλάττειν σολοικίζειν καλοῦσιν;
ΣΟΦΙΣΤΗΣ
Ἀλλὰ νῦν εἴσομαι.
ΛΟΥΚΙΑΝΟΣ
Αὐτὸ δὲ τὸ ἐναλλάττειν;
ΣΟΦΙΣΤΗΣ
Ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει.
ΛΟΥΚΙΑΝΟΣ
Καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται, τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν;
ΣΟΦΙΣΤΗΣ
Κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον ἀντὶ τοῦ κυρίου λέγειν ἐστίν, τὸ δ' ἐναλλάττειν ποτὲ μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ χρῆσθαι.
ΛΟΥΚΙΑΝΟΣ
Ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν, τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ ὃν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως δὲ καὶ ἀκριβοῦται παρά τισι· βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ.
ΣΟΦΙΣΤΗΣ
Ὀρθῶς γὰρ λέγεις.
ΛΟΥΚΙΑΝΟΣ
[11] Τό γε μὴν καθέζεσθαι τοῦ καθίζειν καὶ τὸ κάθισον τοῦ κάθησο ἆρ' οἶσθ' ὅτι διενήνοχεν;
ΣΟΦΙΣΤΗΣ
Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λέγοντος ὡς ἔστιν ἔκφυλον.
ΛΟΥΚΙΑΝΟΣ
Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί.
ΣΟΦΙΣΤΗΣ
Καὶ τῷ ποτ' ἂν εἴη διαφέρον;
ΛΟΥΚΙΑΝΟΣ
Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι, τὸ κάθισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον·
ἧσο, ξεῖν', ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ καθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτούς, τὸ καθέζεσθαι.
ΣΟΦΙΣΤΗΣ
[12] Καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δεῖ δέ γε οὕτω σε προδιδάσκειν.
ΛΟΥΚΙΑΝΟΣ
Ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ; ...
ΣΟΦΙΣΤΗΣ
Πάνυ οἶδα νῦν γέ σου ἀκούσας ταῦτα λέγοντος.
ΛΟΥΚΙΑΝΟΣ
Ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα διαφορὰν οὐκ ὀλίγην ἔχον.
ΣΟΦΙΣΤΗΣ
Τίνα ταύτην;
ΛΟΥΚΙΑΝΟΣ
Ὅτι τὸ μὲν ἑτέρῳ, τὸ καταδουλοῦν, ‹τὸ› δ' ἑαυτῷ γίγνεται.
ΣΟΦΙΣΤΗΣ
Καλῶς λέγεις.
ΛΟΥΚΙΑΝΟΣ
Καὶ ἄλλα δέ σοι πολλὰ ὑπάρχει μανθάνειν, εἴπερ μὴ αὐτὸς εἰδέναι οὐκ εἰδὼς δόξεις.
ΣΟΦΙΣΤΗΣ
Ἀλλ' οὐκ ἂν δόξαιμι.
ΛΟΥΚΙΑΝΟΣ
Οὐκοῦν τὰ λοιπὰ εἰσαῦθις ἀναβαλώμεθα, νῦν δὲ διαλύσωμεν τὸν διάλογον.