8910 366 0 8 6 0 II-III d. C. Storiografia Cassius Dio LIII Historiae Romanae Boissevain, U.P., Berlin, Weidmann, 1:1895; 2:1898; 3:1901 Rist. 1955 9

Cassius Dio - Historiae Romanae LIII

Τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ τρίτῳ τῶν Δίωνος Ῥωμαϊκῶν

α. Ὡς ὁ τοῦ Ἀπόλλωνος ναὸς ἐν τῷ Παλατίῳ καθιερώθη.

β. Ὡς Καῖσαρ ἐδημηγόρησεν ἐν τῇ γερουσίᾳ ὡς τῆς μοναρχίας ἀφιστάμενος καὶ μετὰ τοῦτο τὰ ἔθνη πρὸς αὐτὴν ἐνείματο.

γ. Περὶ τῆς καταστάσεως τῶν ἀρχόντων τῶν ἐς τὰ ἔθνη πεμπομένων.

δ. Ὡς Καῖσαρ Αὔγουστος ἐπεκλήθη.

ε. Περὶ τῶν ὀνομάτων ὧν οἱ αὐτοκράτορες λαμβάνουσιν.

ζ. Ὡς τὰ σέπτα καθιερώθη.

η. Ὡς Καῖσαρ Ἄστυρσι καὶ Καντάβροις ἐπολέμησεν.

θ. Ὡς Γαλατία ὑπὸ Ῥωμαίων ἄρχεσθαι ἤρξατο.

ι. Ὡς ἡ στοὰ ἡ τοῦ Ποσειδῶνος καὶ τὸ βαλανεῖον τοῦ Ἀγρίππου καθιερώθη.

κ. Ὡς τὸ Πάνθειον καθιερώθη.

λ. Ὡς Αὔγουστος ἀφείθη τῆς ἀνάγκης τοῦ τοῖς νόμοις πείθεσθαι.

μ. Ὡς ἐπ' Ἀραβίαν τὴν εὐδαίμονα στρατεία ἐγένετο.

Χρόνου πλῆθος ἔτη ἕξ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο

Καῖσαρ τὸ Ϛ΄ ὕπ. Μ. Οὐιψάνιος Λ. υἱ. Ἀγρίππας τὸ β΄ Καῖσαρ τὸ ζ΄ ὕπ. Μ. Οὐιψάνιος Λ. υἱ. Ἀγρίππας τὸ γ΄ Καῖσαρ Αὔγουστος τὸ η΄ ὕπ. Τ. Στατίλιος ‹Τ. υἱ.› Ταῦρος τὸ β΄ Αὔγουστος τὸ θ΄ ὕπ. ‹Μ. Ἰούνιος Μ. υἱ. Σιλανός Αὔγουστος τὸ ι΄ ὕπ.› Γ. Νωρβανὸς Γ. υἱ. Γ. ἔγγ. Φλάκκος Αὔγουστος τὸ ια΄ ‹ὕπ.› Γν. Καλπούρνιος Γν. υἱ. Γν. ἐγγ. Πίσων

[1]   Τότε μὲν ταῦτ' ἐγένετο, τῷ δὲ ἑξῆς ἔτει ἕκτον ὁ Καῖσαρ ἦρξε, καὶ τά τε ἄλλα κατὰ τὸ νομιζόμενον ἀπὸ τοῦ πάνυ ἀρχαίου ἐποίησε, καὶ τοὺς φακέλους τῶν ῥάβδων τῷ Ἀγρίππᾳ συνάρχοντί οἱ κατὰ τὸ ἐπιβάλλον παρέδωκεν, αὐτός τε ταῖς ἑτέραις ἐχρήσατο, καὶ [2] διάρξας τὸν ὅρκον κατὰ τὰ πάτρια ἐπήγαγε. καὶ εἰ μὲν καὶ αὖθις ταῦτ' ἐποίησεν, οὐκ οἶδα· τὸν γὰρ Ἀγρίππαν ἐς ὑπερβολὴν ἐτίμα· ἀμέλει τήν τε ἀδελφιδῆν αὐτῷ συνῴκισε, καὶ σκηνήν, ὁπότε συστρατεύοιντο, ὁμοίαν τῇ ἑαυτοῦ παρεῖχε, τό τε σύνθημα παρ' ἀμφοτέρων [3] σφῶν ἐδίδοτο. ἐν δ' οὖν τῷ τότε παρόντι τά τε ἄλλα ὥσπερ εἴθιστο ἔπραξε, καὶ τὰς ἀπογραφὰς ἐξετέλεσε, καὶ ἐν αὐταῖς πρόκριτος τῆς γερουσίας ἐπεκλήθη, ὥσπερ ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ ἐνενόμιστο. τό τε Ἀπολλώνιον τὸ [τε] ἐν τῷ Παλατίῳ καὶ τὸ τεμένισμα τὸ περὶ αὐτό, τάς τε ἀποθήκας τῶν βιβλίων, ἐξεποίησε [4] καὶ καθιέρωσε. καὶ τὴν πανήγυριν τὴν ἐπὶ τῇ νίκῃ τῇ πρὸς τῷ Ἀκτίῳ γενομένῃ ψηφισθεῖσαν ἤγαγε μετὰ τοῦ Ἀγρίππου, καὶ ἐν αὐτῇ τὴν ἱπποδρομίαν διά τε τῶν παίδων καὶ διὰ τῶν ἀνδρῶν [5] τῶν εὐγενῶν ἐποίησε. καὶ αὕτη μὲν διὰ πέντε ἀεὶ ἐτῶν μέχρι που ἐγίγνετο, ταῖς τέσσαρσιν ἱερωσύναις ἐκ περιτροπῆς μέλουσα, λέγω δὲ τούς τε ποντίφικας καὶ τοὺς οἰωνιστὰς τούς τε ἑπτὰ καὶ τοὺς πεντεκαίδεκα ἄνδρας καλουμένους· τότε δὲ καὶ γυμνικὸς ἀγὼν σταδίου τινὸς ἐν τῷ Ἀρείῳ πεδίῳ ξυλίνου κατασκευασθέντος ἐποιήθη, [6] ὁπλομαχία τε ἐκ τῶν αἰχμαλώτων ἐγένετο. καὶ ταῦτα καὶ ἐπὶ πλείους ἡμέρας ἐπράχθη, οὐδὲ διέλιπε καίτοι νοσήσαντος τοῦ Καίσαρος, ἀλλὰ καὶ ὣς ὁ Ἀγρίππας καὶ τὸ ἐκείνου μέρος ἀνεπλήρου.

[2]

[1]    ὁ δ' οὖν Καῖσαρ ἔς τε τὰς θεωρίας ἐκ τῶν ἰδίων δῆθεν ἀνήλισκε, καὶ ἐπειδὴ χρημάτων τῷ δημοσίῳ ἐδέησεν, ἐδανείσατό τινα καὶ ἔδωκεν αὐτῷ, πρός τε τὴν διοίκησίν σφων δύο κατ' ἔτος ἐκ τῶν ἐστρατηγηκότων αἱρεῖσθαι ἐκέλευσε. καὶ τῷ πλήθει τετραπλάσιον τὸν σῖτον ἔνειμε, βουλευταῖς τέ τισι χρήματα ἐχαρίσατο· [2] οὕτω γὰρ δὴ πολλοί σφων πένητες ἐγεγόνεσαν ὥστε μηδ' ἀγορανομῆσαί τινα διὰ τὸ μέγεθος τῶν ἀναλωμάτων ἐθελῆσαι, ἀλλὰ τά τε ἄλλα καὶ τὰ δικαστήρια τὰ τῇ ἀγορανομίᾳ προσήκοντα τοῖς στρατηγοῖς, καθάπερ εἴθιστο, τὰ μὲν μείζω τῷ ἀστυνόμῳ τὰ δὲ [3] ἕτερα τῷ ξενικῷ προσταχθῆναι. πρὸς δὲ δὴ τούτοις τὸν ἀστυνόμον αὐτὸς ἀπέδειξεν· ὃ καὶ αὖθις πολλάκις ἐποίησε. καὶ τὰς ἐγγύας τὰς πρὸς τὸ δημόσιον πρὸ τῆς πρὸς τῷ Ἀκτίῳ μάχης γενομένας, πλὴν τῶν περὶ τὰ οἰκοδομήματα, ἀπήλλαξε, τά τε παλαιὰ συμβόλαια [4] τῶν τῷ κοινῷ τι ὀφειλόντων ἔκαυσε. καὶ τὰ μὲν ἱερὰ τὰ Αἰγύπτια οὐκ ἐσεδέξατο εἴσω τοῦ πωμηρίου, τῶν δὲ δὴ ναῶν πρόνοιαν ἐποιήσατο· τοὺς μὲν γὰρ ὑπ' ἰδιωτῶν τινων γεγενημένους τοῖς τε παισὶν αὐτῶν καὶ τοῖς ἐκγόνοις, εἴγε τινὲς περιῆσαν, ἐπισκευάσαι [5] ἐκέλευσε, τοὺς δὲ λοιποὺς αὐτὸς ἀνεκτήσατο. οὐ μέντοι καὶ τὴν δόξαν τῆς οἰκοδομήσεώς σφων ἐσφετερίσατο, ἀλλ' ἀπέδωκεν αὐτοῖς τοῖς κατασκευάσασιν αὐτούς. ἐπειδή τε πολλὰ πάνυ κατά τε τὰς στάσεις κἀν τοῖς πολέμοις, ἄλλως τε καὶ ἐν τῇ τοῦ Ἀντωνίου τοῦ τε Λεπίδου συναρχίᾳ, καὶ ἀνόμως καὶ ἀδίκως ἐτετάχει, πάντα αὐτὰ δι' ἑνὸς προγράμματος κατέλυσεν, ὅρον τὴν [6] ἕκτην αὑτοῦ ὑπατείαν προθείς. εὐδοκιμῶν τε οὖν ἐπὶ τούτοις καὶ ἐπαινούμενος ἐπεθύμησε καὶ ἑτέραν τινὰ μεγαλοψυχίαν διαδείξασθαι, ὅπως καὶ ἐκ τοῦ τοιούτου μᾶλλον τιμηθείη, καὶ παρ' ἑκόντων δὴ τῶν ἀνθρώπων τὴν μοναρχίαν βεβαιώσασθαι τοῦ μὴ δοκεῖν [7] ἄκοντας αὐτοὺς βεβιάσθαι. κἀκ τούτου τοὺς μάλιστα ἐπιτηδείους οἱ τῶν βουλευτῶν παρασκευάσας ἔς τε τὴν γερουσίαν ἐσῆλθεν ἕβδομον ὑπατεύων, καὶ ἀνέγνω τοιάδε·

[3]

[1]    "ἄπιστα μὲν εὖ οἶδ' ὅτι δόξω τισὶν ὑμῶν, ὦ πατέρες, προῃρῆσθαι· ἃ γὰρ αὐτὸς ἕκαστος τῶν ἀκουόντων οὐκ ἂν ἐθελήσειε ποιῆσαι, ταῦτ' οὐδὲ ἑτέρου λέγοντος πιστεύειν βούλεται, καὶ μάλισθ' ὅτι πᾶς παντὶ τῷ ὑπερέχοντι φθονῶν ἑτοιμότερον ἀπιστεῖ τοῖς ὑπὲρ [2] ἑαυτὸν λεγομένοις. καὶ προσέτι καὶ γιγνώσκω τοῦθ', ὅτι οἱ τὰ μὴ πιστὰ δοκοῦντα εἶναι λέγοντες οὐχ ὅσον οὐ πείθουσί τινας, ἀλλὰ καὶ κόβαλοι δοκοῦσιν εἶναι. οὐ μὴν ἀλλ' εἰ μέν τι τοιοῦτον ἐπηγγελλόμην ὃ μὴ παραχρῆμα ποιήσειν ἔμελλον, σφόδρα ἂν ἀπώκνησα αὐτὸ ἐκφῆναι, μὴ καὶ αἰτίαν τινὰ μοχθηρὰν ἀντὶ χάριτος λάβω· [3] νῦν δ' ὁπότε εὐθὺς καὶ τήμερον ἐπακολουθήσει τὸ ἔργον αὐτῷ, πάνυ θαρσούντως ἔχω μὴ μόνον μηδεμίαν αἰσχύνην ψευδολογίας [4] [1] ὀφλήσειν, ἀλλὰ καὶ πάντας ἀνθρώπους εὐδοξίᾳ νικήσειν. ὅτι μὲν γὰρ πάρεστί μοι διὰ παντὸς ὑμῶν ἄρχειν, καὶ αὐτοὶ ὁρᾶτε· τό τε γὰρ στασιάσαν πᾶν ἤτοι δικαιωθὲν πέπαυται ἢ καὶ ἐλεηθὲν σεσωφρόνισται, καὶ τὸ συναράμενόν μοι τῇ τε ἀμοιβῇ τῶν εὐεργεσιῶν [2] ᾠκείωται καὶ τῇ κοινωνίᾳ τῶν πραγμάτων ὠχύρωται, ὥστε μήτε ἐπιθυμῆσαί τινα νεωτέρων ἔργων, κἂν ἄρα τι καὶ τοιοῦτο γένηται, τὸ γοῦν βοηθῆσον ἡμῖν ἕτοιμον ἔτι καὶ μᾶλλον εἶναι. τά τε στρατιωτικὰ ἀκμάζει μοι καὶ εὐνοίᾳ καὶ ῥώμῃ, καὶ χρήματα ἔστι καὶ σύμμαχοι, καὶ τὸ μέγιστον, οὕτω καὶ ὑμεῖς καὶ ὁ δῆμος διάκεισθε [3] πρός με ὥστε καὶ πάνυ ἂν προστατεῖσθαι ὑπ' ἐμοῦ ἐθελῆσαι. οὐ μέντοι καὶ ἐπὶ πλεῖον ὑμᾶς ἐξηγήσομαι, οὐδὲ ἐρεῖ τις ὡς ἐγὼ τῆς αὐταρχίας ἕνεκα πάντα τὰ προκατειργασμένα ἔπραξα· ἀλλὰ ἀφίημι τὴν ἀρχὴν ἅπασαν καὶ ἀποδίδωμι ὑμῖν πάντα ἁπλῶς, τὰ ὅπλα τοὺς νόμους τὰ ἔθνη, οὐχ ὅπως ἐκεῖνα ὅσα μοι ὑμεῖς ἐπετρέψατε, [4] ἀλλὰ καὶ ὅσα αὐτὸς μετὰ ταῦθ' ὑμῖν προσεκτησάμην, ἵνα καὶ ἐξ αὐτῶν τῶν ἔργων καταμάθητε τοῦθ', ὅτι οὐδ' ἀπ' ἀρχῆς δυναστείας τινὸς ἐπεθύμησα, ἀλλ' ὄντως τῷ τε πατρὶ δεινῶς σφαγέντι τιμωρῆσαι καὶ τὴν πόλιν ἐκ μεγάλων καὶ ἐπαλλήλων κακῶν ἐξελέσθαι [5] [1] ἠθέλησα. ὄφελον μὲν γὰρ μηδὲ ἐπιστῆναί ποτε οὕτω τοῖς πράγμασι· τοῦτ' ἔστιν, ὄφελον μὴ δεδεῆσθαί μου πρὸς τοιοῦτό τι τὴν πόλιν, ἀλλ' ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ, καθάπερ ποτὲ καὶ οἱ πατέρες ἡμῶν, καὶ ἡμᾶς τοὺς ἐν τῇδε τῇ ἡλικίᾳ ἀπ' ἀρχῆς βεβιωκέναι.

[2] ἐπεὶ δὲ εἱμαρμένη τις, ὡς ἔοικεν, ἐς τοῦτο προήγαγεν ὑμᾶς ὥστε καὶ ἐμοῦ, καίπερ νέου ἔτι τότε ὄντος, καὶ χρείαν σχεῖν καὶ πεῖραν λαβεῖν, μέχρι μὲν οὗ τὰ πράγματα τῆς παρ' ἐμοῦ ἐπικουρίας ἔχρῃζε, πάντα τε προθύμως καὶ ὑπὲρ τὴν ἡλικίαν ἐποίησα καὶ πάντα εὐτυχῶς [3] καὶ ὑπὲρ τὴν δύναμιν κατέπραξα· καὶ οὐκ ἔστιν ὅ τι τῶν πάντων ἀπέτρεψέ με κινδυνεύουσιν ὑμῖν ἐπικουρῆσαι, οὐ πόνος, οὐ φόβος, οὐκ ἐχθρῶν ἀπειλαί, οὐ φίλων δεήσεις, οὐ τὸ πλῆθος τῶν συνεστηκότων, οὐχ ἡ ἀπόνοια τῶν ἀντιτεταγμένων, ἀλλ' ἐπέδωκα ἀφειδῶς ὑμῖν ἐμαυτὸν ἐς πάντα τὰ περιεστηκότα, καὶ ἔπραξα καὶ [4] ἔπαθον ἅπερ ἴστε. ἐξ ὧν αὐτὸς μὲν οὐδὲν κεκέρδαγκα πλὴν τοῦ τὴν πατρίδα περιπεποιῆσθαι, ὑμεῖς δὲ καὶ σώζεσθε καὶ σωφρονεῖτε. ἐπειδὴ δὲ καλῶς ποιοῦσα ἡ τύχη καὶ τὴν εἰρήνην ἄδολον καὶ τὴν ὁμόνοιαν ἀστασίαστον δι' ἐμοῦ ὑμῖν ἀποδέδωκεν, ἀπολάβετε καὶ τὴν ἐλευθερίαν καὶ τὴν δημοκρατίαν, κομίσασθε καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τὰ ὑπήκοα, καὶ πολιτεύεσθε ὥσπερ εἰώθειτε.

[6]

[1]    καὶ μήτε θαυμάσητε εἰ ταῦθ' οὕτω φρονῶ, τήν τε ἄλλην ἐπιείκειάν μου καὶ πρᾳότητα καὶ ἀπραγμοσύνην ὁρῶντες, καὶ προσεκλογιζόμενοι ὅτι οὐδὲν πώποτε οὔθ' ὑπέρογκον οὔθ' ὑπὲρ τοὺς πολλούς, καίπερ πολλὰ πολλάκις ψηφισαμένων ὑμῶν, ἐδεξάμην· [2] μήτ' αὖ μωρίαν μου καταγνῶτε, ὅτι ἐξόν μοι καὶ ὑμῶν ἄρχειν καὶ τηλικαύτην ἡγεμονίαν τοσαύτης οἰκουμένης ἔχειν οὐ βούλομαι. ἐγὼ γάρ, ἄν τε τὸ δίκαιόν τις ἐξετάζῃ, δικαιότατον εἶναι νομίζω τὸ τὰ ὑμέτερα ὑμᾶς διέπειν, ἄν τε καὶ τὸ συμφέρον, συμφορώτατον ἡγοῦμαι καὶ ἐμοὶ τὸ μήτε πράγματα ἔχειν μήτε φθονεῖσθαι μήτε ἐπιβουλεύεσθαι καὶ ὑμῖν τὸ μετ' ἐλευθερίας καὶ σωφρόνως καὶ φιλικῶς [3] πολιτεύεσθαι· ἄν τε καὶ τὸ εὐκλεές, οὗπερ ἕνεκα πολλοὶ καὶ πολεμεῖν καὶ κινδυνεύειν πολλάκις αἱροῦνται, πῶς μὲν οὐκ εὐδοξότατόν μοι ἔσται τηλικαύτης ἀρχῆς ἀφέσθαι, πῶς δ' οὐκ εὐκλεέστατον ἐκ τοσούτου ἡγεμονίας ὄγκου ἐθελοντὶ ἰδιωτεῦσαι; ὥστ' εἴ τις ὑμῶν ἀπιστεῖ ταῦτ' ὄντως τινὰ ἄλλον καὶ φρονῆσαι ἐπ' ἀληθείας καὶ [4] εἰπεῖν δύνασθαι, ἔμοιγε πιστευσάτω. πολλὰ γὰρ καὶ μεγάλα καταλέξαι ἔχων ὅσα καὶ ὑπ' ἐμοῦ καὶ ὑπὸ τοῦ πατρός μου εὐηργέτησθε, ἐφ' οἷς εἰκότως ἂν ἡμᾶς ὑπὲρ πάντας τοὺς ἄλλους καὶ φιλοίητε καὶ τιμῴητε, οὐδὲν ἂν ἄλλο τούτου μᾶλλον εἴποιμι, οὐδ' ἂν ἐπ' ἄλλῳ τινὶ μᾶλλον σεμνυναίμην, ὅτι τὴν μοναρχίαν μήτε ἐκεῖνος [7] [1] καίτοι διδόντων ὑμῶν λαβεῖν ἠθέλησε καὶ ἐγὼ ἔχων ἀφίημι. τί γὰρ ἄν τις καὶ παρεξετάσειεν αὐτῷ; τὴν Γαλατίας ἅλωσιν ἢ τὴν Παννονίας δούλωσιν ἢ τὴν Μυσίας χείρωσιν ἢ τὴν Αἰγύπτου καταστροφήν; ἀλλὰ τὸν Φαρνάκην τὸν Ἰούβαν τὸν Φραάτην, τὴν ἐπὶ τοὺς Βρεττανοὺς στρατείαν, τὴν τοῦ Ῥήνου διάβασιν; καίτοι τοσαῦτα καὶ τοιαῦτα ταῦτά ἐστιν ὅσα καὶ οἷα οὐδὲ σύμπαντες οἱ [2] πατέρες ἡμῶν ἐν παντὶ τῷ πρόσθεν χρόνῳ πεποιήκασιν. ἀλλ' ὅμως οὔτε τούτων τι τῷ παρόντι ἔργῳ παραβαλεῖν ἐστιν ἄξιον, οὔθ' ὅτι τοὺς ἐμφυλίους πολέμους καὶ μεγίστους καὶ ποικιλωτάτους διὰ πάντων γενομένους καὶ διεπολεμήσαμεν καλῶς καὶ διεθέμεθα φιλανθρώπως, τοῦ μὲν ἀντιστάντος ὡς καὶ πολεμίου παντὸς κρατήσαντες, τὸ δ' ὑπεῖξαν ὡς καὶ φίλιον πᾶν περισώσαντες, [3] ὥστ' εἴπερ ποτὲ καὶ αὖθις πεπρωμένον εἴη τὴν πόλιν ἡμῶν νοσῆσαι, τοῦτον αὐτὴν τὸν τρόπον εὔξασθαί τινα στασιάσαι· τὸ γάρ τοι τοσοῦτόν τε ἰσχύσαντας ἡμᾶς καὶ οὕτω καὶ τῇ ἀρετῇ καὶ τῇ τύχῃ ἀκμάσαντας ὥστε καὶ ἑκόντων καὶ ἀκόντων ὑμῶν αὐταρχῆσαι δυνηθῆναι, μήτε ἐκφρονῆσαι μήτε τῆς μοναρχίας ἐπιθυμῆσαι, ἀλλὰ καὶ ἐκεῖνον διδομένην αὐτὴν ἀπώσασθαι καὶ ἐμὲ δεδομένην [4] ἀποδιδόναι, ὑπὲρ ἄνθρωπόν ἐστιν. λέγω δὲ ταῦτα οὐκ ἄλλως ἐπικομπῶν (οὐδὲ γὰρ ἂν εἶπον αὐτὰ ἀρχήν, εἰ καὶ ὁτιοῦν πλεονεκτήσειν ἀπ' αὐτῶν ἤμελλον) ἀλλ' ἵνα εἰδῆτε ὅτι πολλῶν καὶ μεγάλων ἔς τε τὸ κοινὸν εὐεργετημάτων καὶ ἐς τὰ οἰκεῖα σεμνολογημάτων ἡμῖν ὄντων ἐπὶ τούτῳ μάλιστα ἀγαλλόμεθα ὅτι, ὧν ἕτεροι καὶ βιαζόμενοί τινας ἐπιθυμοῦσι, ταῦθ' ἡμεῖς οὐδ' ἀναγκαζόμενοι [8] [1] προσιέμεθα. τίς μὲν γὰρ ἂν μεγαλοψυχότερός μου, ἵνα μὴ καὶ τὸν πατέρα τὸν μετηλλαχότα αὖθις εἴπω, τίς δὲ δαιμονιώτερος εὑρεθείη; ὅστις, ὦ Ζεῦ καὶ Ἥρακλες, στρατιώτας τοσούτους καὶ τοιούτους, καὶ πολίτας καὶ συμμάχους, φιλοῦντάς με ἔχων, καὶ πάσης μὲν τῆς ἐντὸς τῶν Ἡρακλείων στηλῶν θαλάσσης πλὴν ὀλίγων κρατῶν, ἐν πάσαις δὲ ταῖς ἠπείροις καὶ [2] πόλεις καὶ ἔθνη κεκτημένος, καὶ μήτ' ἀλλοφύλου τινὸς ἔτι προσπολεμοῦντός μοι μήτ' οἰκείου στασιάζοντος, ἀλλὰ πάντων ὑμῶν καὶ εἰρηνούντων καὶ ὁμονοούντων καὶ εὐθενούντων καὶ τὸ μέγιστον ἐθελοντηδὸν πειθαρχούντων, ἔπειθ' ἑκούσιος αὐτεπάγγελτος καὶ ἀρχῆς τηλικαύτης ἀφίσταμαι καὶ οὐσίας τοσαύτης ἀπαλλάττομαι.

[3] ὥστ' εἴπερ ὁ Ὁράτιος ὁ Μούκιος ὁ Κούρτιος ὁ Ῥήγουλος οἱ Δέκιοι καὶ κινδυνεῦσαι καὶ ἀποθανεῖν ὑπὲρ τοῦ μέγα τι καὶ καλὸν πεποιηκέναι δόξαι ἠθέλησαν, πῶς οὐκ ἂν ἐγὼ μᾶλλον ἐπιθυμήσαιμι τοῦτο πρᾶξαι ἐξ οὗ κἀκείνους καὶ τοὺς ἄλλους ἅμα πάντας ἀνθρώπους [4] εὐκλείᾳ ζῶν ὑπερβαλῶ; μὴ γάρ τοι νομίσῃ τις ὑμῶν τοὺς μὲν πάλαι Ῥωμαίους καὶ ἀρετῆς καὶ εὐδοξίας ἐφεῖσθαι, νῦν δὲ ἐξίτηλον ἐν τῇ πόλει πᾶν τὸ ἀνδρῶδες γεγονέναι. μὴ μέντοι μηδ' ὑποπτεύσῃ ὅτι προέσθαι τε ὑμᾶς καὶ πονηροῖς τισιν ἀνδράσιν ἐπιτρέψαι, ἢ καὶ ὀχλοκρατίᾳ τινί, ἐξ ἧς οὐ μόνον οὐδὲν χρηστὸν ἀλλὰ καὶ πάντα τὰ δεινότατα ἀεὶ πᾶσιν ἀνθρώποις γίγνεται, ἐκδοῦναι βούλομαι.

[5] ὑμῖν γάρ, ὑμῖν τοῖς ἀρίστοις καὶ φρονιμωτάτοις πάντα τὰ κοινὰ ἀνατίθημι. ἐκεῖνο μὲν γὰρ οὐδέποτ' ἂν ἐποίησα, οὐδ' εἰ μυριάκις ἀποθανεῖν ἢ καὶ μοναρχῆσαί με ἔδει· τοῦτο δὲ καὶ ὑπὲρ ἐμαυτοῦ [6] καὶ ὑπὲρ τῆς πόλεως ποιῶ. αὐτός τε γὰρ καὶ πεπόνημαι καὶ τεταλαιπώρημαι, καὶ οὐκέτ' οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι ἀντέχειν δύναμαι· καὶ προσέτι καὶ τὸν φθόνον καὶ τὸ μῖσος, ἃ καὶ πρὸς τοὺς ἀρίστους ἄνδρας ἐγγίγνεταί τισι, τάς τε ἐξ αὐτῶν ἐπιβουλὰς [7] προορῶμαι. καὶ διὰ ταῦτα καὶ ἰδιωτεῦσαι μᾶλλον εὐκλεῶς ἢ μοναρχῆσαι ἐπικινδύνως αἱροῦμαι. καὶ τὰ κοινὰ κοινῶς ἂν πολὺ βέλτιον ἅτε καὶ ὑπὸ πολλῶν ἅμα διαγόμενα καὶ μὴ ἐς ἕνα τινὰ ἀνηρτημένα διοικοῖτο.

[9]

[1]    δι' οὖν ταῦτα καὶ ἱκετεύω καὶ δέομαι πάντων ὑμῶν ὁμοίως καὶ συνεπαινέσαι καὶ συμπροθυμηθῆναί μοι, λογισαμένους πάνθ' ὅσα καὶ πεπολέμηκα ὑπὲρ ὑμῶν καὶ πεπολίτευμαι, κἀν τούτῳ πᾶσάν μοι τὴν ὑπὲρ αὐτῶν χάριν ἀποδόντας, ἐν τῷ συγχωρῆσαί μοι ἐν ἡσυχίᾳ ἤδη ποτὲ καταβιῶναι, ἵνα καὶ ἐκεῖνο εἰδῆτε ὅτι οὐ μόνον ἄρχειν ἀλλὰ καὶ ἄρχεσθαι ἐπίσταμαι, καὶ πάνθ' ὅσα ἄλλοις ἐπέταξα, [2] καὶ αὐτὸς ἀντεπιταχθῆναι δύναμαι. μάλιστα μὲν γὰρ καὶ ἀσφαλῶς ζήσειν καὶ μηδὲν ὑπὸ μηδενὸς μήτε ἔργῳ μήτε λόγῳ κακὸν πείσεσθαι προσδοκῶ· τοσοῦτόν που τῇ εὐνοίᾳ ὑμῶν, ἐξ ὧν αὐτὸς [3] ἐμαυτῷ σύνοιδα, πιστεύω. ἂν δέ τι καὶ πάθω, οἷα πολλοῖς συμβαίνει (οὐδὲ γὰρ οἷόν τέ ἐστι πᾶσί τινα, ἄλλως τε καὶ ἐν τοσούτοις πολέμοις, τοῖς μὲν ὀθνείοις τοῖς δὲ καὶ ἐμφυλίοις, γενόμενον καὶ τηλικαῦτα πράγματα ἐπιτραπέντα, ἀρέσαι), καὶ πάνυ ἑτοίμως καὶ πρὸ τοῦ εἱμαρμένου μοι χρόνου τελευτῆσαι μᾶλλον ἰδιωτεύσας, ἢ [4] καὶ ἀθάνατος μοναρχήσας γενέσθαι, αἱροῦμαι. ἐμοὶ μὲν γὰρ εὔκλειαν καὶ αὐτὸ τοῦτο οἴσει ὅτι οὐ μόνον οὐκ ἐφόνευσά τινα ὑπὲρ τοῦ τὴν ἀρχὴν κατασχεῖν, ἀλλὰ καὶ προσαπέθανον ὑπὲρ τοῦ μὴ μοναρχῆσαι· ὁ δὲ δὴ τολμήσας ἀποκτεῖναί με πάντως που καὶ ὑπὸ [5] τοῦ δαιμονίου καὶ ὑφ' ὑμῶν κολασθήσεται. ἅπερ που καὶ ἐπὶ τοῦ πατρός μου γέγονεν· ἐκεῖνος μὲν γὰρ καὶ ἰσόθεος ἀπεδείχθη καὶ τιμῶν ἀιδίων ἔτυχεν, οἱ δ' ἀποσφάξαντες αὐτὸν κακοὶ κακῶς ἀπώλοντο. ἀθάνατοι μὲν γὰρ οὐκ ἂν δυνηθείημεν γενέσθαι, ἐκ δὲ δὴ τοῦ καλῶς ζῆσαι καὶ ἐκ τοῦ καλῶς τελευτῆσαι καὶ τοῦτο τρόπον [6] τινὰ κτώμεθα. ἀφ' οὗπερ καὶ ἐγὼ τὸ μὲν ἤδη ἔχων τὸ δὲ ἕξειν ἐλπίζων, ἀποδίδωμι ὑμῖν καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τάς τε προσόδους καὶ τοὺς νόμους, τοσοῦτον μόνον ὑπειπών, ἵνα μήτε τὸ μέγεθος ἢ καὶ τὸ δυσμεταχείριστον τῶν πραγμάτων φοβηθέντες ἀθυμήσητε, μήτ' αὖ καταφρονήσαντες αὐτῶν ὡς καὶ ῥᾳδίως διοικεῖσθαι δυναμένων ἀμελήσητε.

[10]

[1]    καίτοι καὶ καθ' ἕκαστον τῶν μειζόνων οὐκ ἂν ὀκνήσαιμι ὑμῖν ἐν κεφαλαίοις ὅσα χρὴ πράττειν ὑποθέσθαι. τίνα δὲ ταῦτά ἐστι; πρῶτον μὲν τοὺς κειμένους νόμους ἰσχυρῶς φυλάττετε, καὶ μηδένα αὐτῶν μεταβάλητε· τὰ γὰρ ἐν ταὐτῷ μένοντα, κἂν χείρω ᾖ, συμφορώτερα τῶν ἀεὶ καινοτομουμένων, κἂν βελτίω εἶναι δοκῇ, ἐστίν.

[2] ἔπειτα δέ, ὅσα προστάττουσιν ὑμῖν οὗτοι ποιεῖν καὶ ὅσων ἀπαγορεύουσιν ἀπέχεσθαι, μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τῷ ἔργῳ, μηδ' ἐν τῷ κοινῷ μόνον ἀλλὰ καὶ ἰδίᾳ ἀκριβῶς παρατηρεῖσθε, ὅπως μὴ [3] τιμωρίας ἀλλὰ τιμῶν τυγχάνητε. τάς τε ἀρχὰς καὶ τὰς εἰρηνικὰς καὶ τὰς πολεμικὰς τοῖς ἀεὶ ἀρίστοις τε καὶ ἐμφρονεστάτοις ἐπιτρέπετε, μήτε φθονοῦντές τισι, μήθ' ὑπὲρ τοῦ τὸν δεῖνα ἢ τὸν δεῖνα πλεονεκτῆσαί τι, ἀλλ' ὑπὲρ τοῦ τὴν πόλιν καὶ σώζεσθαι καὶ [4] εὐπραγεῖν φιλοτιμούμενοι. καὶ τοὺς μὲν τοιούτους τιμᾶτε, τοὺς δ' ἄλλως πως πολιτευομένους κολάζετε. καὶ τὰ μὲν ἴδια κοινὰ τῇ πόλει παρέχετε, τῶν δὲ δημοσίων ὡς ἀλλοτρίων ἀπέχεσθε. καὶ τὰ μὲν ὑπάρχονθ' ὑμῖν ἀκριβῶς φυλάττετε, τῶν δὲ μὴ προσηκόντων [5] μηδαμῶς ἐφίεσθε. καὶ τοὺς μὲν συμμάχους καὶ τοὺς ὑπηκόους μήθ' ὑβρίζετε μήτε ἐκχρηματίζεσθε, τοὺς δὲ πολεμίους μήτ' ἀδικεῖτε μήτε φοβεῖσθε. τὰ μὲν ὅπλα ἐν ταῖς χερσὶν ἀεὶ ἔχετε, μὴ μέντοι μήτε κατ' ἀλλήλων μήτε κατὰ τῶν εἰρηνούντων αὐτοῖς χρῆσθε.

[6] τούς τε στρατιώτας τρέφετε μὲν ἀρκούντως, ὥστε μηδενὸς τῶν ἀλλοτρίων δι' ἀπορίαν ἐπιθυμῆσαι, συνέχετε δὲ καὶ σωφρονίζετε, ὥστε μηδὲν κακὸν διὰ θρασύτητα δρᾶσαι.

[7]    ἀλλὰ τί δεῖ μακρολογεῖν, πάνθ' ἃ προσήκει ποιεῖν ὑμᾶς ἐπεξιόντα; καὶ γὰρ τὰ λοιπὰ ῥᾳδίως ἂν ἐκ τούτων ὡς χρὴ πράττεσθαι συνίδοιτε. ἓν οὖν ἔτι τοῦτο εἰπὼν παύσομαι, ὅτι ἂν μὲν οὕτω πολιτεύσησθε, αὐτοί τε εὐδαιμονήσετε καὶ ἐμοὶ χαριεῖσθε, ὅστις [8] ὑμᾶς στασιάζοντας κακῶς λαβὼν τοιούτους ἀπέδειξα, ἂν δ' ἀδυνατήσητε καὶ ὁτιοῦν αὐτῶν πρᾶξαι, ἐμὲ μὲν μετανοῆσαι ποιήσετε, τὴν δὲ δὴ πόλιν ἔς τε πολέμους πολλοὺς καὶ ἐς κινδύνους μεγάλους αὖθις ἐμβαλεῖτε."

[11]

[1]    τοιαῦτα τοῦ Καίσαρος ἀναλέγοντος ποικίλον τι πάθος τοὺς βουλευτὰς κατελάμβανεν. ὀλίγοι μὲν γὰρ τήν τε διάνοιαν αὐτοῦ ᾔδεσαν κἀκ τούτου καὶ συνεσπούδαζον αὐτῷ· τῶν δ' ἄλλων οἱ μὲν ὑπώπτευον τὰ λεγόμενα οἱ δὲ ἐπίστευόν σφισι, καὶ διὰ ταῦτα καὶ [2] ἐθαύμαζον ὁμοίως ἀμφότεροι, οἱ μὲν τὴν περιτέχνησιν αὐτοῦ οἱ δὲ τὴν γνώμην, καὶ ἤχθοντο οἱ μὲν τῇ πραγματείᾳ αὐτοῦ οἱ δὲ τῇ μετανοίᾳ. τό τε γὰρ δημοκρατικὸν ἤδη τινὲς ὡς καὶ στασιῶδες ἐμίσουν, καὶ τῇ μεταστάσει τῆς πολιτείας ἠρέσκοντο, τῷ τε Καίσαρι ἔχαιρον. καὶ ἀπ' αὐτῶν τοῖς μὲν παθήμασι διαφόροις τοῖς δὲ ἐπινοήμασιν [3] ὁμοίοις ἐχρῶντο. οὔτε γὰρ πιστεύσαντες ἀληθῶς αὐτὰ λέγεσθαι χαίρειν ἐδύναντο, οὔθ' οἱ βουλόμενοι τοῦτο διὰ τὸ δέος, οὔθ' οἱ ἕτεροι διὰ τὰς ἐλπίδας· οὔτ' ἀπιστήσαντες διαβαλεῖν τε αὐτὸν καὶ ἐλέγξαι ἐτόλμων, οἱ μὲν ὅτι ἐφοβοῦντο, οἱ δ' ὅτι οὐκ [4] ἐβούλοντο. ὅθενπερ καὶ πιστεύειν αὐτῷ πάντες οἱ μὲν ἠναγκάζοντο οἱ δὲ ἐπλάττοντο. καὶ ἐπαινεῖν αὐτὸν οἱ μὲν οὐκ ἐθάρσουν οἱ δ' οὐκ ἤθελον, ἀλλὰ πολλὰ μὲν καὶ μεταξὺ ἀναγιγνώσκοντος αὐτοῦ διεβόων πολλὰ δὲ καὶ μετὰ τοῦτο, μοναρχεῖσθαί τε δεόμενοι καὶ πάντα τὰ ἐς τοῦτο φέροντα ἐπιλέγοντες, μέχρις οὗ κατηνάγκασαν [5] δῆθεν αὐτὸν αὐταρχῆσαι. καὶ παραυτίκα γε τοῖς δορυφορήσουσιν αὐτὸν διπλάσιον τὸν μισθὸν τοῦ τοῖς ἄλλοις στρατιώταις διδομένου ψηφισθῆναι διεπράξατο, ὅπως ἀκριβῆ τὴν φρουρὰν ἔχῃ. οὕτως ὡς ἀληθῶς καταθέσθαι τὴν μοναρχίαν ἐπεθύμησε.

[12]

[1]    τὴν μὲν οὖν ἡγεμονίαν τούτῳ τῷ τρόπῳ καὶ παρὰ τῆς γερουσίας τοῦ τε δήμου ἐβεβαιώσατο, βουληθεὶς δὲ δὴ καὶ ὣς δημοτικός τις εἶναι δόξαι, τὴν μὲν φροντίδα τήν τε προστασίαν τῶν κοινῶν πᾶσαν ὡς καὶ ἐπιμελείας τινὸς δεομένων ὑπεδέξατο, οὔτε δὲ πάντων [2] αὐτὸς τῶν ἐθνῶν ἄρξειν, οὔθ' ὅσων ἂν ἄρξῃ, διὰ παντὸς τοῦτο ποιήσειν ἔφη, ἀλλὰ τὰ μὲν ἀσθενέστερα ὡς καὶ εἰρηναῖα καὶ ἀπόλεμα ἀπέδωκε ‹τῇ βουλῇ›, τὰ δ' ἰσχυρότερα ὡς καὶ σφαλερὰ καὶ ἐπικίνδυνα καὶ ἤτοι πολεμίους τινὰς προσοίκους ἔχοντα ἢ καὶ αὐτὰ [3] καθ' ἑαυτὰ μέγα τι νεωτερίσαι δυνάμενα κατέσχε, λόγῳ μὲν ὅπως ἡ μὲν γερουσία ἀδεῶς τὰ κάλλιστα τῆς ἀρχῆς καρπῷτο, αὐτὸς δὲ τούς τε πόνους καὶ τοὺς κινδύνους ἔχῃ, ἔργῳ δὲ ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς δὲ δὴ [4] μόνος καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας τρέφῃ. καὶ ἐνομίσθη διὰ ταῦτα ἡ μὲν Ἀφρικὴ καὶ ἡ Νουμιδία ἥ τε Ἀσία καὶ ἡ Ἑλλὰς μετὰ τῆς Ἠπείρου, καὶ τὸ Δελματικὸν τό τε Μακεδονικὸν καὶ Σικελία, Κρήτη τε μετὰ Λιβύης τῆς περὶ Κυρήνην καὶ Βιθυνία μετὰ τοῦ προσκειμένου οἱ Πόντου, Σαρδώ τε καὶ Βαιτικὴ τοῦ τε δήμου καὶ [5] τῆς γερουσίας εἶναι, τοῦ δὲ δὴ Καίσαρος ἥ τε λοιπὴ Ἰβηρία, ἥ τε περὶ Ταρράκωνα καὶ ἡ Λυσιτανία, καὶ Γαλάται πάντες, οἵ τε Ναρβωνήσιοι καὶ οἱ Λουγδουνήσιοι Ἀκυιτανοί τε καὶ Βελγικοί, [6] αὐτοί τε καὶ οἱ ἔποικοί σφων· Κελτῶν γάρ τινες, οὓς δὴ Γερμανοὺς καλοῦμεν, πᾶσαν τὴν πρὸς τῷ Ῥήνῳ Βελγικὴν κατασχόντες Γερμανίαν ὀνομάζεσθαι ἐποίησαν, τὴν μὲν ἄνω τὴν μετὰ τὰς τοῦ ποταμοῦ πηγάς, τὴν δὲ κάτω τὴν μέχρι τοῦ ὠκεανοῦ τοῦ Βρεττανικοῦ [7] οὖσαν. ταῦτά τε οὖν καὶ ἡ Συρία ἡ κοίλη καλουμένη ἥ τε Φοινίκη καὶ Κιλικία καὶ Κύπρος καὶ Αἰγύπτιοι ἐν τῇ τοῦ Καίσαρος μερίδι τότε ἐγένοντο· ὕστερον γὰρ τὴν μὲν Κύπρον καὶ τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα τῷ δήμῳ ἀπέδωκεν, αὐτὸς δὲ τὴν Δελματίαν [8] ἀντέλαβε. καὶ τοῦτο μὲν καὶ ἐπ' ἄλλων ἐθνῶν μετὰ ταῦτ' ἐπράχθη, ὥς που καὶ ἡ διέξοδος τοῦ λόγου δηλώσει· ταῦτα δὲ οὕτω κατέλεξα, ὅτι νῦν χωρὶς ἕκαστον αὐτῶν ἡγεμονεύεται, ἐπεὶ τό γε ἀρχαῖον καὶ ἐπὶ πολὺ καὶ σύνδυο καὶ σύντρια τὰ ἔθνη ἅμα [9] ἤρχετο. τῶν δὲ δὴ λοιπῶν οὐκ ἐμνημόνευσα, ὅτι τὰ μὲν ὕστερον αὐτῶν προσεκτήθη, τὰ δέ, εἰ καὶ τότε ἤδη ἐκεχείρωτο, ἄλλ' οὔτι γε καὶ ὑπὸ τῶν Ῥωμαίων ἤρχετο, ἀλλ' ἢ αὐτόνομα ἀφεῖτο ἢ καὶ βασιλείαις τισὶν ἐπετέτραπτο· καὶ αὐτῶν ὅσα μετὰ τοῦτ' ἐς τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀφίκετο, τῷ ἀεὶ κρατοῦντι προσετέθη.

[13]

[1]    τὰ μὲν οὖν ἔθνη οὕτω διῃρέθη, βουληθεὶς δὲ δὴ καὶ ὣς ὁ Καῖσαρ πόρρω σφᾶς ἀπαγαγεῖν τοῦ τι μοναρχικὸν φρονεῖν δοκεῖν, ἐς δέκα ἔτη τὴν ἀρχὴν τῶν δοθέντων οἱ ὑπέστη· τοσούτῳ τε γὰρ χρόνῳ καταστήσειν αὐτὰ ὑπέσχετο, καὶ προσενεανιεύσατο εἰπὼν ὅτι, [2] ἂν καὶ θᾶττον ἡμερωθῇ, θᾶττον αὐτοῖς καὶ ἐκεῖνα ἀποδώσει. κἀκ τούτου πρῶτον μὲν αὐτοὺς τοὺς βουλευτὰς ἑκατέρων τῶν ἐθνῶν, πλὴν Αἰγυπτίων, ἄρχειν κατέδειξεν (ἐκείνοις γὰρ δὴ μόνοις τὸν ὠνομασμένον ἱππέα, δι' ἅπερ εἶπον, προσέταξεν)· ἔπειτα δὲ τοὺς μὲν καὶ ἐπετησίους καὶ κληρωτοὺς εἶναι, πλὴν εἴ τῳ πολυπαιδίας [3] ἢ γάμου προνομία προσείη, καὶ ἔκ τε τοῦ κοινοῦ τῆς γερουσίας συλλόγου πέμπεσθαι μήτε ξίφος παραζωννυμένους μήτε στρατιωτικῇ ἐσθῆτι χρωμένους, καὶ ἀνθυπάτους καλεῖσθαι μὴ ὅτι τοὺς δύο τοὺς ὑπατευκότας ἀλλὰ καὶ τοὺς ἄλλους τοὺς ἐκ τῶν ἐστρατηγηκότων [4] ἢ δοκούντων γε ἐστρατηγηκέναι μόνον ὄντας, ῥαβδούχοις τέ σφας ἑκατέρους ὅσοισπερ καὶ ἐν τῷ ἄστει νενόμισται χρῆσθαι, καὶ τὰ τῆς ἀρχῆς ἐπίσημα καὶ παραχρῆμα ἅμα τῷ ἔξω τοῦ πωμηρίου γενέσθαι προστίθεσθαι καὶ διὰ παντὸς μέχρις ἂν ἀνακομισθῶσιν [5] ἔχειν ἐκέλευσε. τοὺς δὲ ἑτέρους ὑπό τε ἑαυτοῦ αἱρεῖσθαι καὶ πρεσβευτὰς αὐτοῦ ἀντιστρατήγους τε ὀνομάζεσθαι, κἂν ἐκ τῶν ὑπατευκότων ὦσι, διέταξε. τῶν γὰρ δὴ δύο τούτων ὀνομάτων ἐπὶ πλεῖστον ἐν τῇ δημοκρατίᾳ ἀνθησάντων, τὸ μὲν τοῦ στρατηγοῦ τοῖς αἱρετοῖς ὡς καὶ τῷ πολέμῳ ἀπὸ τοῦ πάνυ ἀρχαίου προσῆκον ἔδωκεν, ἀντιστρατήγους σφᾶς προσειπών, τὸ δὲ δὴ τῶν ὑπάτων τοῖς ἑτέροις ὡς καὶ εἰρηνικωτέροις, ἀνθυπάτους αὐτοὺς ἐπικαλέσας.

[6] αὐτὰ μὲν γὰρ τὰ ὀνόματα, τό τε τοῦ στρατηγοῦ καὶ τὸ τοῦ ὑπάτου, ἐν τῇ Ἰταλίᾳ ἐτήρησε, τοὺς δὲ ἔξω πάντας ὡς καὶ ἀντ' ἐκείνων ἄρχοντας προσηγόρευσε. τῇ τε οὖν ἐπικλήσει τῇ τῶν ἀντιστρατήγων τοὺς αἱρετοὺς χρῆσθαι, καὶ ἐπὶ πλείω καὶ ἐνιαυτοῦ χρόνον, ἐφ' ὅσον ἂν ἑαυτῷ δόξῃ, ἄρχειν ἐποίησε, τήν τε στρατιωτικὴν σκευὴν φοροῦντας καὶ ξίφος, οἷς γε καὶ στρατιώτας δικαιῶσαι [7] ἔξεστιν, ἔχοντας. ἄλλῳ γὰρ οὐδενὶ οὔτε ἀνθυπάτῳ οὔτε ἀντιστρατήγῳ οὔτε ἐπιτρόπῳ ξιφηφορεῖν δέδοται, ᾧ μὴ καὶ στρατιώτην τινὰ ἀποκτεῖναι ἐξεῖναι νενόμισται· οὐ γὰρ ὅτι τοῖς βουλευταῖς ἀλλὰ καὶ τοῖς ἱππεῦσιν, οἷς τοῦθ' ὑπάρχει, καὶ ἐκεῖνο συγκεχώρηται.

[8] ταῦτα μὲν οὖν οὕτως ἔχει, ῥαβδούχοις δὲ δὴ πέντε πάντες ὁμοίως οἱ ἀντιστράτηγοι χρῶνται, καὶ ὅσοι γε οὐκ ἐκ τῶν ὑπατευκότων εἰσί, καὶ ὀνομάζονται ἐπ' αὐτοῦ τοῦ ἀριθμοῦ τούτου. τά τε τῆς ἡγεμονίας κοσμήματα, ὅταν τε ἐς τὴν προστεταγμένην σφίσι χώραν ἐσέλθωσιν, ἑκάτεροι ὁμοίως ἀναλαμβάνουσι, καὶ ἐπειδὰν διάρξωσιν, εὐθὺς κατατίθενται.

[14]

[1]    οὕτω μὲν καὶ ἐπὶ τούτοις ἔκ τε τῶν ἐστρατηγηκότων καὶ ἐκ τῶν ὑπατευκότων ἄρχοντες ἀμφοτέρωσε πέμπεσθαι ἐνομίσθησαν. καὶ αὐτῶν ὁ μὲν αὐτοκράτωρ ὅποι τέ τινα καὶ ὁπότε ἤθελεν ἔστελλε, καὶ πολλοὶ καὶ στρατηγοῦντες καὶ ὑπατεύοντες ἡγεμονίας ἐθνῶν [2] ἔσχον, ὃ καὶ νῦν ἔστιν ὅτε γίγνεται· τῇ δὲ δὴ βουλῇ ἰδίᾳ μὲν τοῖς τε ὑπατευκόσι τήν τε Ἀφρικὴν καὶ τὴν Ἀσίαν καὶ τοῖς ἐστρατηγηκόσι τὰ λοιπὰ πάντα ἀπένειμε, κοινῇ δὲ δὴ πᾶσιν αὐτοῖς ἀπηγόρευσε μηδένα πρὸ πέντε ἐτῶν μετὰ τὸ ἐν τῇ πόλει ἄρξαι κληροῦσθαι.

[3] καὶ χρόνῳ μέν τινι πάντες οἱ τοιοῦτοι, εἰ καὶ πλείους τῶν ἐθνῶν ἦσαν, ἐλάγχανον αὐτά· ὕστερον δέ, ἐπειδή τινες αὐτῶν οὐ καλῶς ἦρχον, τῷ αὐτοκράτορι καὶ ἐκεῖνοι προσετέθησαν, καὶ οὕτω καὶ [4] τούτοις αὐτὸς τρόπον τινὰ τὰς ἡγεμονίας δίδωσιν. ἰσαρίθμους τε γὰρ τοῖς ἔθνεσι, καὶ οὓς ἂν ἐθελήσῃ, κληροῦσθαι κελεύει. αἱρετούς τέ τινες καὶ ἐκεῖσε ἔπεμψαν, καὶ ἐπὶ πλείω ἐνιαυτοῦ χρόνον ἔστιν οἷς ἄρξαι ἐπέτρεψαν· καί τινες καὶ ἱππεῦσιν ἀντὶ τῶν βουλευτῶν ἔθνη τινὰ προσέταξαν.

[5]    ταῦτα μὲν οὕτω τότε περὶ τοὺς βουλευτὰς τούς γε καὶ θανατοῦν τοὺς ἀρχομένους ἐξουσίαν ἔχοντας ἐνομίσθη. πέμπονται γὰρ καὶ οἷς οὐκ ἔξεστι τοῦτο, ἐς μὲν τὰ τοῦ δήμου τῆς τε βουλῆς λεγόμενα ἔθνη οἵ τε ταμιεύοντες, οὓς ἂν ὁ κλῆρος ἀποδείξῃ, καὶ οἱ παρεδρεύοντες [6] τοῖς τὸ κῦρος τῆς ἀρχῆς ἔχουσιν. οὕτω γὰρ ἂν ὀρθῶς αὐτούς, οὐ πρὸς τὸ ὄνομα ἀλλὰ πρὸς τὴν πρᾶξιν, ὥσπερ εἶπον, καλέσαιμι, ἐπεὶ οἵ γε ἄλλοι πρεσβευτὰς καὶ τούτους ἑλληνίζοντες ὀνομάζουσι. καὶ περὶ μὲν τῆς ἐπικλήσεως ταύτης ἀρκούντως ἐν [7] τοῖς ἄνω λόγοις εἴρηται, τοὺς δὲ δὴ παρέδρους αὐτὸς ἑαυτῷ ἕκαστος αἱρεῖται, ἕνα μὲν οἱ ἐστρατηγηκότες ἐκ τῶν ὁμοίων σφίσιν ἢ καὶ τῶν ὑποδεεστέρων, τρεῖς δὲ οἱ ὑπατευκότες καὶ ἐκ τῶν ὁμοτίμων, οὓς ἂν καὶ ὁ αὐτοκράτωρ δοκιμάσῃ. ἐκαινοτομήθη μὲν γάρ τι καὶ κατὰ τούτους, ἀλλ' ἐπειδὴ ταχὺ ἐπαύσατο, ἀρκέσει τότε αὐτὸ λεχθῆναι.

[15]

[1]    περὶ μὲν οὖν τὰ τοῦ δήμου ἔθνη ταῦθ' οὕτω γίγνεται· πέμπονται δὲ καὶ ἐς τὰ ἕτερα, τὰ τοῦ τε αὐτοκράτορος ὀνομαζόμενα καὶ πολιτικὰ στρατόπεδα πλείω ἑνὸς ἔχοντα, οἱ ὑπάρξοντές σφων, ὑπ' αὐτοῦ ἐκείνου τὸ μὲν πλεῖστον ἐκ τῶν ἐστρατηγηκότων ἤδη δὲ καὶ ἐκ τῶν τεταμιευκότων ἢ καὶ ἄλλην τινὰ ἀρχὴν τῶν διὰ μέσου ἀρξάντων αἱρούμενοι.

[2]    τῶν μὲν δὴ οὖν βουλευόντων ταῦτα ἔχεται, ἐκ δὲ δὴ τῶν ἱππέων τούς τε χιλιάρχους, καὶ τοὺς βουλεύσοντας καὶ τοὺς λοιπούς, ὧν περὶ τῆς διαφορᾶς ἄνω μοι τοῦ λόγου προείρηται, αὐτὸς ὁ αὐτοκράτωρ τοὺς μὲν ἐς τὰ πολιτικὰ τείχη μόνα τοὺς δὲ καὶ ἐς τὰ ξενικὰ ἀποστέλλει, ὥσπερ τότε πρὸς τοῦ αὐτοῦ Καίσαρος ἐνομίσθη· [3] καὶ τοὺς ἐπιτρόπους (οὕτω γὰρ τοὺς τάς τε κοινὰς προσόδους ἐκλέγοντας καὶ τὰ προστεταγμένα σφίσιν ἀναλίσκοντας ὀνομάζομεν) ἐς πάντα ὁμοίως τὰ ἔθνη, τά τε ἑαυτοῦ δὴ καὶ τὰ τοῦ δήμου, τοὺς μὲν ἐκ τῶν ἱππέων τοὺς δὲ καὶ ἐκ τῶν ἀπελευθέρων πέμπει, πλὴν καθ' ὅσον τοὺς φόρους οἱ ἀνθύπατοι παρ' ὧν ἄρχουσιν [4] ἐσπράσσουσιν. ἐντολάς τέ τινας καὶ τοῖς ἐπιτρόποις καὶ τοῖς ἀνθυπάτοις τοῖς τε ἀντιστρατήγοις δίδωσιν, ὅπως ἐπὶ ῥητοῖς ἐξίωσιν. καὶ γὰρ τοῦτο καὶ τὸ μισθοφορὰν καὶ ἐκείνοις καὶ τοῖς [5] ἄλλοις δίδοσθαι τότε ἐνομίσθη. τὸ μὲν γὰρ πάλαι ἐργολαβοῦντές τινες παρὰ τοῦ δημοσίου πάντα σφίσι τὰ πρὸς τὴν ἀρχὴν φέροντα παρεῖχον· ἐπὶ δὲ δὴ τοῦ Καίσαρος πρῶτον αὐτοὶ ἐκεῖνοι τακτόν τι λαμβάνειν ἤρξαντο. καὶ τοῦτο μὲν οὐκ ἐκ τοῦ ἴσου πᾶσί σφισιν, ἀλλ' ὥς που καὶ ἡ χρεία ἀπῄτει, ἐτάχθη· καὶ τοῖς γε ἐπιτρόποις καὶ αὐτὸ τὸ τοῦ ἀξιώματος ὄνομα ἀπὸ τοῦ ἀριθμοῦ τῶν διδομένων [6] αὐτοῖς χρημάτων προσγίγνεται. ἐκεῖνα δὲ ἐπὶ πᾶσιν ὁμοίως ἐνομοθετήθη, μήτε καταλόγους σφᾶς ποιεῖσθαι, μήτ' ἀργύριον ἔξω τοῦ τεταγμένου ἐσπράσσειν, εἰ μὴ ἤτοι ἡ βουλὴ ψηφίσαιτο ἢ ‹ὁ› αὐτοκράτωρ κελεύσειεν· ὅταν τέ τῳ ὁ διάδοχος ἔλθῃ, ἔκ τε τοῦ ἔθνους αὐτίκα αὐτὸν ἐξορμᾶσθαι καὶ ἐν τῇ ἀνακομιδῇ μὴ ἐγχρονίζειν, ἀλλ' ἐντὸς τριῶν μηνῶν ἐπανιέναι.

[16]

[1]    ταῦτα μὲν οὕτω τότε ὥς γε εἰπεῖν διετάχθη· τῷ γὰρ ἔργῳ καὶ πάντων καὶ διὰ παντὸς αὐτὸς ὁ Καῖσαρ, ἅτε καὶ τῶν χρημάτων κυριεύων (λόγῳ μὲν γὰρ τὰ δημόσια ἀπὸ τῶν ἐκείνου ἀπεκέκριτο, ἔργῳ δὲ καὶ ταῦτα πρὸς τὴν γνώμην αὐτοῦ ἀνηλίσκετο) καὶ [2] τῶν στρατιωτῶν κρατῶν, αὐταρχήσειν ἔμελλε. τῆς γοῦν δεκαετίας ἐξελθούσης ἄλλα ἔτη πέντε, εἶτα πέντε, καὶ μετὰ τοῦτο δέκα καὶ ἕτερα αὖθις δέκα πεμπτάκις ἃ αὐτῷ ἐψηφίσθη, ὥστε τῇ τῶν δεκετηρίδων [3] διαδοχῇ διὰ βίου αὐτὸν μοναρχῆσαι. καὶ διὰ τοῦτο καὶ οἱ μετὰ ταῦτα αὐτοκράτορες, καίτοι μηκέτ' ἐς τακτὸν χρόνον ἀλλ' ἐς πάντα καθάπαξ τὸν βίον ἀποδεικνύμενοι, ὅμως διὰ τῶν δέκα ἀεὶ ἐτῶν ἑώρτασαν ὡς καὶ τὴν ἡγεμονίαν αὖθις τότε ἀνανεούμενοι· [4] καὶ τοῦτο καὶ νῦν γίγνεται. ὁ δ' οὖν Καῖσαρ πολλὰ μὲν καὶ πρότερον, ὅτε τὰ περὶ τῆς ἐξωμοσίας τῆς μοναρχίας καὶ τὰ περὶ τῆς τῶν ἐθνῶν διανομῆς διελέχθη, ἔλαβε· καὶ γὰρ τό τε τὰς δάφνας πρὸ τῶν βασιλείων αὐτοῦ προτίθεσθαι, καὶ τὸ τὸν στέφανον τὸν δρύινον ὑπὲρ αὐτῶν ἀρτᾶσθαι, τότε οἱ ὡς καὶ ἀεὶ τούς τε πολεμίους [5] νικῶντι καὶ τοὺς πολίτας σώζοντι ἐψηφίσθη. (καλεῖται δὲ τὰ βασίλεια παλάτιον, οὐχ ὅτι καὶ ἔδοξέ ποτε οὕτως αὐτὰ ὀνομάζεσθαι, ἀλλ' ὅτι ἔν τε τῷ Παλατίῳ ὁ Καῖσαρ ᾤκει καὶ ἐκεῖ τὸ στρατήγιον εἶχε, καί τινα καὶ πρὸς τὴν τοῦ Ῥωμύλου προενοίκησιν φήμην ἡ [6] οἰκία αὐτοῦ ἀπὸ τοῦ παντὸς ὄρους ἔλαβε· καὶ διὰ τοῦτο κἂν ἄλλοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου ἐπίκλησιν ἡ καταγωγὴ αὐτοῦ ἴσχει). ἐπεὶ δὲ καὶ τῷ ἔργῳ αὐτὰ ἐπετέλεσεν, οὕτω δὴ καὶ τὸ τοῦ Αὐγούστου ὄνομα καὶ παρὰ τῆς βουλῆς καὶ [7] παρὰ τοῦ δήμου ἐπέθετο. βουληθέντων γάρ σφων ἰδίως πως αὐτὸν προσειπεῖν, καὶ τῶν μὲν τὸ τῶν δὲ τὸ καὶ ἐσηγουμένων καὶ αἱρουμένων, ὁ Καῖσαρ ἐπεθύμει μὲν ἰσχυρῶς Ῥωμύλος ὀνομασθῆναι, αἰσθόμενος δὲ ὅτι ὑποπτεύεται ἐκ τούτου τῆς βασιλείας ἐπιθυμεῖν, [8] οὐκέτ' αὐτοῦ ἀντεποιήσατο, ἀλλὰ Αὔγουστος ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὢν ἐπεκλήθη· πάντα γὰρ τὰ ἐντιμότατα καὶ τὰ ἱερώτατα αὔγουστα προσαγορεύεται. ἐξ οὗπερ καὶ σεβαστὸν αὐτὸν καὶ ἑλληνίζοντές πως, ὥσπερ τινὰ σεπτόν, ἀπὸ τοῦ σεβάζεσθαι, προσεῖπον.

[17]

[1]    οὕτω μὲν δὴ τό τε τοῦ δήμου καὶ τὸ τῆς γερουσίας κράτος πᾶν ἐς τὸν Αὔγουστον μετέστη, καὶ ἀπ' αὐτοῦ καὶ ἀκριβὴς μοναρχία κατέστη. μοναρχία γάρ, εἰ καὶ τὰ μάλιστα καὶ δύο καὶ τρεῖς ἅμα [2] τὸ κῦρός ποτε ἔσχον, ἀληθέστατα ἂν νομίζοιτο. τὸ μὲν γὰρ ὄνομα αὐτὸ τὸ μοναρχικὸν οὕτω δή τι οἱ Ῥωμαῖοι ἐμίσησαν ὥστε μήτε δικτάτορας μήτε βασιλέας μήτ' ἄλλο τι τοιουτότροπον τοὺς αὐτοκράτοράς σφων ὀνομάζειν· τοῦ δὲ δὴ τῆς πολιτείας τέλους ἐς αὐτοὺς [3] ἀνακειμένου οὐκ ἔστιν ὅπως οὐ βασιλεύονται. αἱ μὲν γὰρ ἀρχαὶ αἱ ἐκ τῶν νόμων ὡς πλήθει γενόμεναι καὶ νῦν πλὴν τῆς τῶν τιμητῶν καθίστανται, διάγεται δὲ καὶ διοικεῖται πάντα ἁπλῶς ὅπως ἂν ὁ ἀεὶ κρατῶν ἐθελήσῃ. καὶ ἵνα γε μὴ ἐκ δυναστείας ἀλλ' ἐκ τῶν νόμων τοῦτ' ἔχειν δοκῶσι, πάνθ' ὅσα ἐν τῇ δημοκρατίᾳ μέγα παρ' ἑκοῦσί σφισιν ἴσχυσεν, αὐτοῖς τοῖς ὀνόμασι χωρὶς τοῦ τῆς [4] δικτατορίας προσεποιήσαντο. ὕπατοί τε γὰρ πλειστάκις γίγνονται, καὶ ἀνθύπατοι ἀεί, ὁσάκις ἂν ἔξω τοῦ πωμηρίου ὦσιν, ὀνομάζονται· τήν τε τοῦ αὐτοκράτορος πρόσρησιν διὰ παντὸς οὐ μόνον οἱ νικήσαντές τινας ἀλλὰ καὶ οἱ ἄλλοι πάντες, πρὸς δήλωσιν τῆς αὐτοτελοῦς σφων ἐξουσίας, ἀντὶ τῆς τοῦ βασιλέως τοῦ τε δικτάτορος ἐπικλήσεως [5] ἔχουσιν. αὐτὰς μὲν γὰρ ἐκείνας οὐ τίθενται, ἐπειδήπερ ἅπαξ ἐκ τῆς πολιτείας ἐξέπεσον, τὸ δὲ δὴ ἔργον αὐτῶν τῇ τοῦ αὐτοκράτορος προσηγορίᾳ βεβαιοῦνται. καὶ ἐκ μὲν τούτων τῶν ὀνομάτων καταλόγους τε ποιεῖσθαι καὶ χρήματα ἀθροίζειν πολέμους [6] τε ἀναιρεῖσθαι καὶ εἰρήνην σπένδεσθαι, τοῦ τε ξενικοῦ καὶ τοῦ πολιτικοῦ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἄρχειν, ὥστε καὶ ἐντὸς τοῦ πωμηρίου καὶ τοὺς ἱππέας καὶ τοὺς βουλευτὰς θανατοῦν δύνασθαι, τά τε ἄλλα ὅσα τοῖς τε ὑπάτοις καὶ τοῖς ἄλλοις τοῖς αὐταρχήσασί [7] ποτε ποιεῖν ἐξῆν, λαμβάνουσιν· ἐκ δὲ δὴ τοῦ τιμητεύειν τούς τε βίους καὶ τοὺς τρόπους ἡμῶν ἐξετάζουσι, καὶ ἀπογραφὰς ποιοῦνται καὶ τοὺς μὲν καταλέγουσι καὶ ἐς τὴν ἱππάδα καὶ ἐς τὸ βουλευτικόν, [8] τοὺς δὲ καὶ ἀπαλείφουσιν, ὅπως ἂν αὐτοῖς δόξῃ. ἔκ τε τοῦ ἐν πάσαις ταῖς ἱερωσύναις ἱερῶσθαι καὶ προσέτι καὶ τοῖς ἄλλοις τὰς πλείους σφῶν διδόναι, ἀρχιέρεών τέ τινα αὐτῶν, κἂν δύο κἂν τρεῖς ἅμα ἄρχωσιν, εἶναι, πάντων αὐτοὶ καὶ τῶν ὁσίων καὶ τῶν ἱερῶν [9] κυριεύουσιν. ἥ τε ἐξουσία ἡ δημαρχικὴ καλουμένη, ἣν οἱ πάνυ ποτὲ ἀνθήσαντες ἔσχον, δίδωσί σφισι τά τε ἐπιγιγνόμενα ὑφ' ἑτέρου τινός, ἂν μὴ συνεπαινῶσι, παύειν, καὶ μήθ' ὑβρίζεσθαι κἂν ἄρα τι καὶ τὸ βραχύτατον μὴ ὅτι ἔργῳ ἀλλὰ καὶ λόγῳ ἀδικεῖσθαι δόξωσι, καὶ ἄκριτον τὸν ποιήσαντα αὐτὸ ὡς καὶ ἐναγῆ ἀπολλύναι.

[10] δημαρχεῖν μὲν γάρ, ἅτε καὶ ἐς τοὺς εὐπατρίδας πάντως τελοῦντες, οὐχ ὅσιον νομίζουσιν εἶναι· τὴν δὲ δὴ δύναμιν τὴν τῶν δημάρχων πᾶσαν, ὅσηπερ τὰ μάλιστα ἐγένετο, προστίθενται, καὶ δι' αὐτῆς καὶ ἡ ἐξαρίθμησις τῶν ἐτῶν τῆς ἀρχῆς αὐτῶν, ὡς καὶ κατ' ἔτος [11] αὐτὴν μετὰ τῶν ἀεὶ δημαρχούντων λαμβανόντων, προβαίνει. ταῦτα μὲν ἐκ τῆς δημοκρατίας, ὥς που καὶ ἕκαστα ἐνομίσθη, οὕτω τε καὶ διὰ τούτων τῶν ὀνομάτων εἰλήφασιν, ὅπως μηδὲν ἄνευ δόσεώς [18] [1] τινος ἔχειν δοκῶσιν· ἤδη δὲ καὶ ἕτερόν τι, ὃ μηδενὶ τῶν πάλαι Ῥωμαίων ἐς πάντα ἄντικρυς ἐδόθη, προσεκτήσαντο, ὑφ' οὗπερ καὶ μόνου καὶ ἐκεῖνα ἂν καὶ τἆλλα αὐτοῖς πράττειν ἐξῆν. λέλυνται γὰρ δὴ τῶν νόμων, ὡς αὐτὰ τὰ Λατῖνα ῥήματα λέγει· τοῦτ' ἔστιν ἐλεύθεροι ἀπὸ πάσης ἀναγκαίας νομίσεώς εἰσι καὶ οὐδενὶ τῶν [2] γεγραμμένων ἐνέχονται. καὶ οὕτως ἐκ τούτων τῶν δημοκρατικῶν ὀνομάτων πᾶσαν τὴν τῆς πολιτείας ἰσχὺν περιβέβληνται ὥστε καὶ τὰ τῶν βασιλέων, πλὴν τοῦ φορτικοῦ τῆς προσηγορίας αὐτῶν, ἔχειν. ἡ γὰρ δὴ τοῦ Καίσαρος ἥ τε τοῦ Αὐγούστου πρόσρησις δύναμιν μὲν οὐδεμίαν αὐτοῖς οἰκείαν προστίθησι, δηλοῖ δ' ἄλλως τὸ μὲν τὴν τοῦ γένους σφῶν διαδοχήν, τὸ δὲ τὴν τοῦ ἀξιώματος [3] λαμπρότητα. καὶ ἥ γε τοῦ πατρὸς ἐπωνυμία τάχα μὲν καὶ ἐξουσίαν τινὰ αὐτοῖς, ἥν ποτε οἱ πατέρες ἐπὶ τοὺς παῖδας ἔσχον, κατὰ πάντων ἡμῶν δίδωσιν, οὐ μέντοι καὶ ἐπὶ τοῦτο ἀρχὴν ἐγένετο ἀλλ' ἔς τε τιμὴν καὶ ἐς παραίνεσιν, ἵν' αὐτοί τε τοὺς ἀρχομένους ὡς καὶ παῖδας ἀγαπῷεν καὶ ἐκεῖνοί σφας ὡς καὶ πατέρας αἰδῶνται.

[4]    τοσαῦταί τε καὶ τοιαῦται αἱ προσηγορίαι εἰσὶν αἷς οἱ τὸ κράτος ἔχοντες κατά τε τοὺς νόμους καὶ κατὰ τὸ ἤδη πάτριον νομίζουσι. καὶ νῦν μὲν πᾶσαι ἅμα αὐτοῖς ὡς τὸ πολύ, πλὴν τῆς τῶν τιμητῶν, δίδονται, τοῖς δὲ δὴ πάλαι κατὰ χρόνους ὡς ἕκασται [5] ἐψηφίζοντο. τὴν γὰρ δὴ τιμητείαν ἔλαβον μέν τινες καὶ τῶν αὐτοκρατόρων κατὰ τὸ ἀρχαῖον, ἔλαβε δὲ καὶ Δομιτιανὸς διὰ βίου· οὐ μέντοι καὶ νῦν ἔτι τοῦτο γίγνεται· τὸ γὰρ ἔργον αὐτῆς ἔχοντες οὔτε αἱροῦνται ἐπ' αὐτήν, οὔτε τῇ προσκλήσει αὐτῆς πλὴν ἐν ταῖς ἀπογραφαῖς χρῶνται.

[19]

[1]    ἡ μὲν οὖν πολιτεία οὕτω τότε πρός τε τὸ βέλτιον καὶ πρὸς τὸ σωτηριωδέστερον μετεκοσμήθη καὶ γάρ που καὶ παντάπασιν ἀδύνατον ἦν δημοκρατουμένους αὐτοὺς σωθῆναι. οὐ μέντοι καὶ ὁμοίως [2] τοῖς πρόσθεν τὰ μετὰ ταῦτα πραχθέντα λεχθῆναι δύναται. πρότερον μὲν γὰρ ἔς τε τὴν βουλὴν καὶ ἐς τὸν δῆμον πάντα, καὶ εἰ πόρρω που συμβαίη, ἐσεφέρετο· καὶ διὰ τοῦτο πάντες τε αὐτὰ ἐμάνθανον καὶ πολλοὶ συνέγραφον, κἀκ τούτου καὶ ἡ ἀλήθεια αὐτῶν, εἰ καὶ τὰ μάλιστα καὶ φόβῳ τινὰ καὶ χάριτι φιλίᾳ τε καὶ ἔχθρᾳ τισὶν ἐρρήθη, παρὰ γοῦν τοῖς ἄλλοις τοῖς τὰ αὐτὰ γράψασι [3] τοῖς τε ὑπομνήμασι τοῖς δημοσίοις τρόπον τινὰ εὑρίσκετο. ἐκ δὲ δὴ τοῦ χρόνου ἐκείνου τὰ μὲν πλείω κρύφα καὶ δι' ἀπορρήτων γίγνεσθαι ἤρξατο, εἰ δέ πού τινα καὶ δημοσιευθείη, ἀλλὰ ἀνεξέλεγκτά γε ὄντα ἀπιστεῖται· καὶ γὰρ λέγεσθαι καὶ πράττεσθαι πάντα πρὸς τὰ τῶν ἀεὶ κρατούντων τῶν τε παραδυναστευόντων σφίσι βουλήματα [4] ὑποπτεύεται. καὶ κατὰ τοῦτο πολλὰ μὲν οὐ γιγνόμενα θρυλεῖται, πολλὰ δὲ καὶ πάνυ συμβαίνοντα ἀγνοεῖται, πάντα δὲ ὡς εἰπεῖν ἄλλως πως ἢ ὡς πράττεται διαθροεῖται. καὶ μέντοι καὶ τὸ τῆς ἀρχῆς μέγεθος τό τε τῶν πραγμάτων πλῆθος δυσχερεστάτην [5] ‹τὴν› ἀκρίβειαν αὐτῶν παρέχεται. ἔν τε γὰρ τῇ Ῥώμῃ συχνὰ καὶ παρὰ τῷ ὑπηκόῳ αὐτῆς πολλά, πρός τε τὸ πολέμιον ἀεὶ καὶ καθ' ἡμέραν ὡς εἰπεῖν γίγνεταί τι, περὶ ὧν τὸ μὲν σαφὲς οὐδεὶς ῥᾳδίως ἔξω τῶν πραττόντων αὐτὰ γιγνώσκει, πλεῖστοι δ' ὅσοι οὐδ' [6] ἀκούουσι τὴν ἀρχὴν ὅτι γέγονεν. ὅθενπερ καὶ ἐγὼ πάντα τὰ ἑξῆς, ὅσα γε καὶ ἀναγκαῖον ἔσται εἰπεῖν, ὥς που καὶ δεδήμωται φράσω, εἴτ' ὄντως οὕτως εἴτε καὶ ἑτέρως πως ἔχει. προσέσται μέντοι τι αὐτοῖς καὶ τῆς ἐμῆς δοξασίας, ἐς ὅσον ἐνδέχεται, ἐν οἷς ἄλλο τι μᾶλλον ἢ τὸ θρυλούμενον ἠδυνήθην ἐκ πολλῶν ὧν ἀνέγνων ἢ καὶ ἤκουσα ἢ καὶ εἶδον τεκμήρασθαι.

[20]

[1]    Αὔγουστος μὲν δὴ ὁ Καῖσαρ, ὥσπερ εἶπον, ἐπωνομάσθη, καὶ αὐτῷ σημεῖον οὐ σμικρὸν εὐθὺς τότε τῆς νυκτὸς ἐπεγένετο· ὁ γὰρ Τίβερις πελαγίσας πᾶσαν τὴν ἐν τοῖς πεδίοις Ῥώμην κατέλαβεν ὥστε πλεῖσθαι, καὶ ἀπ' αὐτοῦ οἱ μάντεις ὅτι τε ἐπὶ μέγα αὐξήσοι [2] καὶ ὅτι πᾶσαν τὴν πόλιν ὑποχειρίαν ἕξοι προέγνωσαν. χαριζομένων δ' αὐτῷ καθ' ὑπερβολὴν ἄλλων ἄλλα, Σέξτος τις Πακούουιος, ὡς δ' ἕτεροι λέγουσιν Ἀπούδιος, πάντας ἐξενίκησεν· ἐν γὰρ τῷ συνεδρίῳ ἑαυτόν τέ οἱ τὸν τῶν Ἰβήρων τρόπον καθωσίωσε καὶ τοῖς [3] ἄλλοις συνεβούλευε τοῦτο ποιῆσαι. ἐπειδή τε ὁ Αὔγουστος ἐμποδών οἱ ἐγένετο, πρός τε τὸ πλῆθος τὸ προσεστὸς ἐξεπήδησεν (ἐδημάρχει γάρ) καὶ ἐκείνους τε καὶ μετὰ ταῦτα καὶ τοὺς λοιπούς, κατά τε τὰς ὁδοὺς καὶ κατὰ τοὺς στενωποὺς περινοστήσας, καθιερῶσαί [4] σφας τῷ Αὐγούστῳ κατηνάγκασεν· ἀφ' οὗπερ καὶ νῦν προστρεπόμενοι τὸν κρατοῦντα λέγειν εἰώθαμεν ὅτι "σοι καθωσιώμεθα".

   καὶ ὁ μὲν καὶ θῦσαι ἐπὶ τούτῳ πάντας ἐποίει, ἔν τε τῷ ὁμίλῳ ποτὲ κληρονόμον ἔφη τὸν Αὔγουστον ἐξ ἴσου τῷ υἱεῖ καταλείψειν, οὐχ ὅτι τι εἶχεν, ἀλλ' ὅτι καὶ προσλαβεῖν ἠθέλησεν, ὃ καὶ ἐγένετο· [21] [1] Αὔγουστος δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον, ὡς καὶ ἐθελοντὶ δὴ παρὰ πάντων αὐτὴν εἰληφώς, ἔπραττε, καὶ ἐνομοθέτει πολλά. οὐδὲν δὲ δέομαι καθ' ἕκαστον ἀκριβῶς ἐπεξιέναι, [2] χωρὶς ἢ ὅσα τῇ συγγραφῇ πρόσφορά ἐστι. τὸ δ' αὐτὸ τοῦτο καὶ ἐν τοῖς ἔπειτα πραχθεῖσι ποιήσω, ἵνα μὴ καὶ δι' ὄχλου γένωμαι πάντα τὰ τοιαῦτα ἐπεσφέρων ἃ μηδ' αὐτοὶ οἱ πάνυ αὐτὰ μελετῶντες [3] ἀκριβοῦσιν. οὐ μέντοι καὶ πάντα ἰδιογνωμονῶν ἐνομοθέτει, ἀλλ' ἔστι μὲν ἁ καὶ ἐς τὸ δημόσιον προεξετίθει, ὅπως, ἄν τι μὴ ἀρέσῃ τινά, προμαθὼν ἐπανορθώσῃ· προετρέπετό τε γὰρ πάνθ' ὁντινοῦν συμβουλεύειν οἱ, εἴ τίς τι ἄμεινον αὐτῶν ἐπινοήσειεν, καὶ [4] παρρησίαν σφίσι πολλὴν ἔνεμε, καί τινα καὶ μετέγραφε. τὸ δὲ δὴ πλεῖστον τούς τε ὑπάτους ἢ τὸν ὕπατον, ὁπότε καὶ αὐτὸς ὑπατεύοι, κἀκ τῶν ἄλλων ἀρχόντων ἕνα παρ' ἑκάστων, ἔκ τε τοῦ λοιποῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα τοὺς κλήρῳ λαχόντας, συμβούλους ἐς ἑξάμηνον παρελάμβανεν, ὥστε δι' αὐτῶν καὶ τοῖς ἄλλοις [5] πᾶσι κοινοῦσθαι τρόπον τινὰ τὰ νομοθετούμενα νομίζεσθαι. ἐσέφερε μὲν γάρ τινα καὶ ἐς πᾶσαν τὴν γερουσίαν, βέλτιον μέντοι νομίζων εἶναι τὸ μετ' ὀλίγων καθ' ἡσυχίαν τά τε πλείω καὶ τὰ μείζω προσκοπεῖσθαι, τοῦτό τε ἐποίει καὶ ἔστιν ὅτε καὶ ἐδίκαζε [6] μετ' αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καθ' ἑαυτὴν ἡ βουλὴ πᾶσα ὡς καὶ πρότερον, καί τισι καὶ πρεσβείαις καὶ κηρυκείαις καὶ δήμων καὶ βασιλέων ἐχρημάτιζεν, ὅ τε δῆμος ἐς τὰς ἀρχαιρεσίας καὶ τὸ πλῆθος αὖ συνελέγετο· οὐ μέντοι καὶ ἐπράττετό τι ὃ μὴ καὶ ἐκεῖνον [7] ἤρεσκε. τοὺς γοῦν ἄρξοντας τοὺς μὲν αὐτὸς ἐκλεγόμενος προεβάλλετο, τοὺς δὲ καὶ ἐπὶ τῷ δήμῳ τῷ τε ὁμίλῳ κατὰ τὸ ἀρχαῖον ποιούμενος ἐπεμελεῖτο ὅπως μήτ' ἀνεπιτήδειοι μήτ' ἐκ παρακελεύσεως ἢ καὶ δεκασμοῦ ἀποδεικνύωνται.

[22]

[1]    τὸ μὲν οὖν σύμπαν οὕτω τὴν ἀρχὴν διῴκησε, λέξω δὲ καὶ καθ' ἕκαστον ὅσα ἀναγκαῖόν ἐστι μετὰ τῶν ὑπάτων, ἐφ' ὧν ἐγένετο, μνημονεύεσθαι. ἐν μὲν γὰρ τῷ προειρημένῳ ἔτει τὰς ὁδοὺς τὰς ἔξω τοῦ τείχους δυσπορεύτους ὑπ' ἀμελείας ὁρῶν οὔσας τὰς μὲν ἄλλας ἄλλοις τισὶ τῶν βουλευτῶν ἐπισκευάσαι τοῖς οἰκείοις τέλεσι προσέταξε, τῆς δὲ δὴ Φλαμινίας αὐτός, ἐπειδήπερ ἐκστρατεύσειν [2] δι' αὐτῆς ἤμελλεν, ἐπεμελήθη. καὶ ἡ μὲν εὐθὺς τότε ἐγένετο, καὶ διὰ τοῦτο καὶ εἰκόνες αὐτῷ ἐφ' ἁψίδων ἔν τε τῇ τοῦ Τιβέριδος γεφύρᾳ καὶ ἐν Ἀριμίνῳ ἐποιήθησαν· αἱ δ' ἄλλαι ὕστερον, εἴτ' οὖν πρὸς τοῦ δημοσίου, ἐπειδὴ μηδεὶς τῶν βουλευτῶν ἡδέως ἀνήλισκεν, εἴτε καὶ πρὸς τοῦ Αὐγούστου τις εἰπεῖν ἐθέλει, ἐπεσκευάσθησαν.

[3] οὐ γὰρ δύναμαι διακρῖναι τοὺς θησαυροὺς αὐτῶν, οὐδ' εἰ τὰ μάλιστα ὁ Αὔγουστος καὶ ἀνδριάντας τινὰς ἑαυτοῦ ἀργυροῦς, πρός τε τῶν φίλων καὶ πρὸς δήμων τινῶν γεγονότας, ἐς νόμισμα κατέκοψε τοῦ δὴ καὶ οἴκοθεν πάνθ' ὅσα γε καὶ ἔλεγε δαπανᾶν δοκεῖν· [4] καὶ διὰ τοῦτο οὔτ' εἴ ποτε ἐκ τῶν δημοσίων τι χρημάτων ὁ ἀεὶ κρατῶν ἔλαβεν, οὔτ' εἴ ποτε αὐτὸς ἔδωκε, γνώμην ἔχω συγγράψαι. πολλάκις τε γὰρ ἑκάτερον αὐτῶν ἐγένετο, καὶ τί ἄν τις ἐς δανείσματα ἢ καὶ δωρεὰς τὰ τοιαῦτα καταλέγοι, ὁπότε καὶ τούτοις καὶ ἐκείνοις καὶ ὁ δῆμος καὶ ὁ αὐτοκράτωρ ἐπίκοινον ἀεὶ χρῶνται;

[5]    τότε μὲν δὴ ταῦτα ‹ὁ› Αὔγουστος ἔπραξε, καὶ ἐξώρμησε μὲν ὡς καὶ ἐς τὴν Βρεττανίαν στρατεύσων, ἐς δὲ δὴ τὰς Γαλατίας ἐλθὼν ἐνταῦθα ἐνδιέτριψεν ἐκεῖνοί τε γὰρ ἐπικηρυκεύσεσθαί οἱ ἐδόκουν, καὶ τὰ τούτων ἀκατάστατα ἔτι, ἅτε τῶν ἐμφυλίων πολέμων εὐθὺς ἐπὶ τῇ ἁλώσει σφῶν ἐπιγενομένων, ἦν. καὶ αὐτῶν καὶ ἀπογραφὰς ἐποιήσατο καὶ τὸν βίον τήν τε πολιτείαν διεκόσμησε. κἀντεῦθεν [23] [1] ἔς τε τὴν Ἰβηρίαν ἀφίκετο, καὶ κατεστήσατο καὶ ἐκείνην. μετὰ δὲ δὴ τοῦτο αὐτός τε τὸ ὄγδοον σὺν τῷ Ταύρῳ τῷ Στατιλίῳ ὑπάτευσε, [2] καὶ ὁ Ἀγρίππας τὰ Σέπτα ὠνομασμένα καθιέρωσεν· ὁδὸν μὲν γὰρ οὐδεμίαν ἐπισκευάσειν ὑπέσχετο, ταῦτα δὲ ἐν τῷ Ἀρείῳ πεδίῳ στοαῖς πέριξ ὑπὸ τοῦ Λεπίδου πρὸς τὰς φυλετικὰς ἀρχαιρεσίας συνῳκοδομημένα καὶ πλαξὶ λιθίναις καὶ ζωγραφήμασιν ἐπεκόσμησεν, [3] Ἰούλια αὐτὰ ἀπὸ τοῦ Αὐγούστου προσαγορεύσας. καὶ ὁ μὲν οὐχ ὅπως φθόνον τινὰ ἐπ' αὐτοῖς ὠφλίσκανεν, ἀλλὰ καὶ πάνυ καὶ πρὸς αὐτοῦ ἐκείνου καὶ πρὸς τῶν ἄλλων ἁπάντων ἐτιμᾶτο [4] (αἴτιον δὲ ὅτι τὰ φιλανθρωπότατα καὶ τὰ εὐκλεέστατα τά τε συμφορώτατα καὶ συμβουλεύων οἱ καὶ συμπράττων οὐδ' ἐπὶ βραχὺ τῆς δόξης αὐτῶν ἀντεποιεῖτο, ταῖς τε παρ' αὐτοῦ τιμαῖς οὔτε ἐς πλεονεξίαν οὔτε ἐς ἀπόλαυσιν ἰδίαν ἐχρῆτο, ἀλλ' ἔς τε τὸ αὐτῷ [5] ἐκείνῳ καὶ ἐς τὸ τῷ δημοσίῳ συμφέρον), ὁ δὲ δὴ Γάλλος Κορνήλιος καὶ ἐξύβρισεν ὑπὸ τῆς τιμῆς. πολλὰ μὲν γὰρ καὶ μάταια ἐς τὸν Αὔγουστον ἀπελήρει, πολλὰ δὲ καὶ ἐπαίτια παρέπραττε· καὶ γὰρ καὶ εἰκόνας ἑαυτοῦ ἐν ὅλῃ ὡς εἰπεῖν τῇ Αἰγύπτῳ ἔστησε, καὶ [6] τὰ ἔργα ὅσα ἐπεποιήκει ἐς τὰς πυραμίδας ἐσέγραψε. κατηγορήθη τε οὖν ἐπ' αὐτοῖς ὑπὸ Οὐαλερίου Λάργου, ἑταίρου τέ οἱ καὶ συμβιωτοῦ ὄντος, καὶ ἠτιμώθη ὑπὸ τοῦ Αὐγούστου, ὥστε καὶ ἐν τοῖς ἔθνεσιν αὐτοῦ κωλυθῆναι διαιτᾶσθαι. γενομένου δὲ τούτου καὶ ἄλλοι αὐτῷ συχνοὶ ἐπέθεντο καὶ γραφὰς κατ' αὐτοῦ πολλὰς ἀπήνεγκαν, [7] καὶ ἡ γερουσία ἅπασα ἁλῶναί τε αὐτὸν ἐν τοῖς δικαστηρίοις καὶ φυγεῖν τῆς οὐσίας στερηθέντα, καὶ ταύτην τε τῷ Αὐγούστῳ δοθῆναι καὶ ἑαυτοὺς βουθυτῆσαι ἐψηφίσατο. καὶ ὁ μὲν περιαλγήσας [24] [1] ἐπὶ τούτοις ἑαυτὸν προκατεχρήσατο, τὸ δὲ δὴ τῶν πολλῶν κίβδηλον καὶ ἐκ τούτου διηλέγχθη ὅτι ἐκεῖνόν τε, ὃν τέως ἐκολάκευον, οὕτω τότε διέθηκαν ὥστε καὶ αὐτοχειρίᾳ ἀποθανεῖν ἀναγκάσαι, καὶ πρὸς τὸν Λάργον ἀπέκλιναν, ἐπειδήπερ αὔξειν ἤρχετο, μέλλοντές που καὶ κατὰ τούτου τὰ αὐτά, ἄν γέ τι τοιοῦτόν οἱ [2] συμβῇ, ψηφιεῖσθαι. ὁ μέντοι Προκουλέιος οὕτω πρὸς αὐτὸν ἔσχεν ὥστ' ἀπαντήσας ποτὲ αὐτῷ τήν τε ῥῖνα καὶ τὸ στόμα τὸ ἑαυτοῦ τῇ χειρὶ ἐπισχεῖν, ἐνδεικνύμενος τοῖς συνοῦσιν ὅτι μηδ' ἀναπνεῦσαί [3] τινι παρόντος αὐτοῦ ἀσφάλεια εἴη. ἄλλος τέ τις προσῆλθέ τε αὐτῷ, καίπερ ἀγνὼς ὤν, μετὰ μαρτύρων, καὶ ἐπήρετο εἰ γνωρίζοι ἑαυτόν, ἐπειδή τε ἐξηρνήσατο, ἐς γραμματεῖον τὴν ἄρνησιν αὐτοῦ ἐσέγραψεν, ὥσπερ οὐκ ἐξὸν τῷ κακῷ καὶ ὃν οὐκ ᾔδει πρότερον [4] συκοφαντῆσαι. οὕτω δ' οὖν οἱ πολλοὶ τὰ ἔργα τινῶν, κἂν πονηρὰ ᾖ, μᾶλλον ζηλοῦσιν ἢ τὰ παθήματα φυλάσσονται, ὥστε καὶ τότε Μᾶρκος Ἐγνάτιος Ῥοῦφος ἀγορανομήσας, καὶ ἄλλα τε πολλὰ καλῶς πράξας καὶ ταῖς οἰκίαις ταῖς ἐν τῷ ἔτει ἐκείνῳ ἐμπρησθείσαις ἐπικουρίαν μετὰ τῶν ἑαυτοῦ δούλων καὶ μεθ' ἑτέρων τινῶν μισθωτῶν [5] ποιησάμενος, καὶ διὰ τοῦτο τά τε ἀναλώματα τὰ τῇ ἀρχῇ αὐτοῦ προσήκοντα παρὰ τοῦ δήμου λαβὼν καὶ στρατηγὸς παρανόμως ἀποδειχθείς, ἐπήρθη τε ὑπ' αὐτῶν τούτων καὶ τὸν Αὔγουστον ὑπερεφρόνησεν, ὥστε καὶ προγράψαι ὅτι ἄθραυστον καὶ ὁλόκληρον [6] τῷ διαδόχῳ τὴν πόλιν παρέδωκεν. ἐπ' οὖν τούτῳ οἵ τε ἄλλοι πάντες οἱ πρῶτοι καὶ αὐτὸς ὅτι μάλιστα ὁ Αὔγουστος ὀργὴν ἔσχε, καὶ ἐκεῖνον μὲν ἐκδιδάξειν οὐκ ἐς μακρὰν ἔμελλε τὸ μὴ ὑπὲρ τοὺς πολλοὺς φρονεῖν, τοῖς δ' ἀγορανόμοις παραχρῆμα ἐπιμελεῖσθαί τε ὅπως μηδὲν ἐμπίμπρηται, κἂν ἄρα τι τοιοῦτο συμβῇ, κατασβεννύναι τὸ πῦρ προσέταξε.

[25]

[1]    κἀν τῷ αὐτῷ ἔτει τούτῳ ὅ τε Πολέμων ὁ ἐν τῷ Πόντῳ βασιλεύων ἔς τε τοὺς φίλους καὶ ἐς τοὺς συμμάχους τοῦ δήμου ἀνεγράφη, καὶ προεδρία τοῖς βουλευταῖς ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ ἐς [2] πάντα τὰ θέατρα ἐδόθη· τόν τε Αὔγουστον ἐς τὴν Βρεττανίαν, ἐπειδὴ μὴ ἠθέλησαν ὁμολογῆσαι, στρατευσείοντα κατέσχον οἵ τε Σάλασσοι ἐπαναστάντες αὐτῷ καὶ οἱ Κάνταβροι οἵ τε Ἄστυρες πολεμωθέντες. οἰκοῦσι δὲ ἐκεῖνοι μὲν ὑπὸ τὰς Ἄλπεις, ὥσπερ εἴρηταί μοι, οὗτοι δὲ ἑκάτεροι τοῦ τε Πυρηναίου τοῦ [τε] πρὸς τῇ [3] Ἰβηρίᾳ τὸ καρτερώτατον καὶ τὴν πεδιάδα τὴν ὑπ' αὐτοῦ οὖσαν. δι' οὖν ταῦτα ὁ Αὔγουστος (ἤδη δὲ ἔνατον μετὰ Μάρκου Σιλανοῦ ὑπάτευεν) ἐπὶ μὲν τοὺς Σαλάσσους Τερέντιον Οὐάρρωνα ἔπεμψε. καὶ ὃς πολλαχῇ ἅμα, ὅπως μὴ συστραφέντες δυσχειρωτότεροι γένωνται, ἐμβαλὼν ῥᾷστά τε αὐτούς, ἅτε καὶ κατ' ὀλίγους προσπίπτοντάς [4] σφισιν, ἐνίκησε, καὶ συμβῆναι καταναγκάσας ἀργύριόν τέ τι ῥητόν, ὡς καὶ μηδὲν δεινὸν ἄλλο δράσων, ᾔτησε, κἀκ τούτου [τοῦ] πανταχῇ πρὸς τὴν ἔσπραξιν δῆθεν αὐτοῦ στρατιώτας διαπέμψας συνέλαβέ τε τοὺς ἐν τῇ ἡλικίᾳ καὶ ἀπέδοτο, ἐφ' ᾧ μηδείς σφων ἐντὸς [5] εἴκοσιν ἐτῶν ἐλευθερωθείη. καὶ αὐτῶν ἡ ἀρίστη τῆς γῆς τῶν τε δορυφόρων τισὶν ἐδόθη, καὶ πόλιν τὴν Αὔγουσταν πραιτωριανῶν ὠνομασμένην ἔσχεν. αὐτὸς δὲ ὁ Αὔγουστος πρός τε τοὺς Ἄστυρας καὶ πρὸς τοὺς Καντάβρους ἅμα ἐπολέμησε, καὶ ἐπειδὴ μήτε προσεχώρουν [6] οἱ ἅτε ἐπὶ τοῖς ἐρυμνοῖς ἐπαιρόμενοι, μήτε ἐς χεῖρας διά τε τὸ τῷ πλήθει ἐλαττοῦσθαι καὶ διὰ τὸ ἀκοντιστὰς τὸ πλεῖστον εἶναι ᾖσαν, καὶ προσέτι καὶ πράγματα αὐτῷ πολλά, εἴ που κινηθείη, τά τε ὑπερδέξια ἀεὶ προκαταλαμβάνοντες καὶ ἐν τοῖς κοίλοις τοῖς τε ὑλώδεσιν ἐνεδρεύοντες παρεῖχον, ἐν ἀπόρῳ παντάπασιν [7] ἐγένετο. καὶ ὁ μὲν ἔκ τε τοῦ καμάτου καὶ ἐκ τῶν φροντίδων νοσήσας ἐς Ταρράκωνα ἀνεχώρησε καὶ ἐκεῖ ἠρρώστει· Γάιος δὲ Ἀντίστιος προσεπολέμησέ τε αὐτοῖς ἐν τούτῳ καὶ συχνὰ κατειργάσατο, [8] οὐχ ὅτι καὶ ἀμείνων τοῦ Αὐγούστου στρατηγὸς ἦν, ἀλλ' ὅτι καταφρονήσαντες αὐτοῦ οἱ βάρβαροι ὁμόσε τε τοῖς Ῥωμαίοις ἐχώρησαν καὶ ἐνικήθησαν. καὶ οὕτως ἐκεῖνός τέ τινα ἔλαβε, καὶ Τίτος μετὰ ταῦτα Καρίσιος τήν τε Λαγκίαν τὸ μέγιστον τῶν Ἀστύρων πόλισμα ἐκλειφθὲν εἷλε καὶ ἄλλα πολλὰ παρεστήσατο.

[26]

[1]    παυσαμένου δὲ τοῦ πολέμου τούτου ὁ Αὔγουστος τοὺς μὲν ἀφηλικεστέρους τῶν στρατιωτῶν ἀφῆκε, καὶ πόλιν αὐτοῖς ἐν Λυσιτανίᾳ τὴν Αὔγουσταν Ἠμέριταν καλουμένην κτίσαι ἔδωκε, τοῖς δὲ τὴν στρατεύσιμον ἡλικίαν ἔτ' ἔχουσι θέας τινὰς διά τε τοῦ Μαρκέλλου καὶ διὰ τοῦ Τιβερίου ὡς καὶ ἀγορανομούντων ἐν αὐτοῖς [2] ‹τοῖς› στρατοπέδοις ἐποίησε. καὶ τῷ μὲν Ἰούβᾳ τῆς τε Γαιτουλίας τινὰ ἀντὶ τῆς πατρῴας ἀρχῆς, ἐπείπερ ἐς τὸν τῶν Ῥωμαίων κόσμον οἱ πλείους αὐτῶν ἐσεγεγράφατο, καὶ τὰ τοῦ Βόκχου τοῦ τε [3] Βογούου ἔδωκε· τοῦ δ' Ἀμύντου τελευτήσαντος οὐ τοῖς παισὶν αὐτοῦ τὴν ἀρχὴν ἐπέτρεψεν, ἀλλ' ἐς τὴν ὑπήκοον ἐσήγαγε, καὶ οὕτω καὶ ἡ Γαλατία μετὰ τῆς Λυκαονίας Ῥωμαῖον ἄρχοντα ἔσχε, τά τε χωρία τὰ ἐκ τῆς Παμφυλίας πρότερον τῷ Ἀμύντᾳ προσνεμηθέντα [4] τῷ ἰδίῳ νομῷ ἀπεδόθη. ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Μᾶρκος Οὐινίκιος Κελτῶν τινας μετελθών, ὅτι Ῥωμαίους ἄνδρας ἐς τὴν χώραν σφῶν κατὰ τὴν ἐπιμιξίαν ἐσελθόντας συλλαβόντες ἔφθειραν, τὸ ὄνομα καὶ αὐτὸς τὸ τοῦ αὐτοκράτορος τῷ Αὐγούστῳ ἔδωκε.

[5] καὶ ἐψηφίσθη μέν που καὶ τὰ ἐπινίκια αὐτῷ καὶ ἐπὶ τούτοις καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς τότε γενομένοις· ἐπεὶ δ' οὐκ ἠθέλησεν αὐτὰ πέμψαι, ἁψίς τε ἐν ταῖς Ἄλπεσι τροπαιοφόρος οἱ ᾠκοδομήθη, καὶ ἐξουσία ἐδόθη τοῦ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ τῷ [τε] στεφάνῳ καὶ τῇ ἐσθῆτι τῇ νικητηρίᾳ ἀεὶ χρῆσθαι.

   Αὔγουστος μὲν ταῦτά τε ἐν τοῖς πολέμοις ἔπραξε, καὶ τὸ τοῦ [27] [1] Ἰανοῦ τεμένισμα ἀνοιχθὲν δι' αὐτοὺς ἔκλεισεν, Ἀγρίππας δὲ ἐν τούτῳ τὸ ἄστυ τοῖς ἰδίοις τέλεσιν ἐπεκόσμησε. τοῦτο μὲν γὰρ τὴν στοὰν τὴν τοῦ Ποσειδῶνος ὠνομασμένην καὶ ἐξῳκοδόμησεν ἐπὶ ταῖς ναυκρατίαις καὶ τῇ τῶν Ἀργοναυτῶν γραφῇ ἐπελάμπρυνε, τοῦτο δὲ τὸ πυριατήριον τὸ Λακωνικὸν κατεσκεύασε· Λακωνικὸν γὰρ τὸ γυμνάσιον, ἐπειδήπερ οἱ Λακεδαιμόνιοι γυμνοῦσθαί τε ἐν τῷ τότε [2] χρόνῳ καὶ λίπα ἀσκεῖν μάλιστα ἐδόκουν, ἐπεκάλεσε. τό τε Πάνθειον ὠνομασμένον ἐξετέλεσε· προσαγορεύεται δὲ οὕτω τάχα μὲν ὅτι πολλῶν θεῶν εἰκόνας ἐν τοῖς ἀγάλμασι, τῷ τε τοῦ Ἄρεως καὶ τῷ τῆς Ἀφροδίτης, ἔλαβεν, ὡς δὲ ἐγὼ νομίζω, ὅτι θολοειδὲς ὂν τῷ οὐρανῷ [3] προσέοικεν. ἠβουλήθη μὲν οὖν ὁ Ἀγρίππας καὶ τὸν Αὔγουστον ἐνταῦθα ἱδρῦσαι, τήν τε τοῦ ἔργου ἐπίκλησιν αὐτῷ δοῦναι· μὴ δεξαμένου δὲ αὐτοῦ μηδέτερον ἐκεῖ μὲν τοῦ προτέρου Καίσαρος, ἐν δὲ τῷ προνάῳ τοῦ τε Αὐγούστου καὶ ἑαυτοῦ ἀνδριάντας ἔστησε.

[4] καὶ ἐγίγνετο γὰρ ταῦτα οὐκ ἐξ ἀντιπάλου τῷ Ἀγρίππᾳ πρὸς τὸν Αὔγουστον φιλοτιμίας, ἀλλ' ἔκ τε τῆς πρὸς ἐκεῖνον λιπαροῦς εὐνοίας καὶ ἐκ τῆς πρὸς τὸ δημόσιον ἐνδελεχοῦς σπουδῆς, οὐ μόνον οὐδὲν αὐτὸν ἐπ' αὐτοῖς ὁ Αὔγουστος ᾐτιάσατο, ἀλλὰ καὶ ἐπὶ πλεῖον ἐτίμησε.

[5] τούς τε γὰρ γάμους τῆς τε θυγατρὸς τῆς Ἰουλίας καὶ τοῦ ἀδελφιδοῦ τοῦ Μαρκέλλου μὴ δυνηθεὶς ὑπὸ τῆς νόσου ἐν τῇ Ῥώμῃ τότε ποιῆσαι δι' ἐκείνου καὶ ἀπὼν ἑώρτασε· καὶ ἐπειδὴ ἡ οἰκία ἡ ἐν τῷ Παλατίῳ ὄρει, ἡ πρότερον μὲν τοῦ Ἀντωνίου γενομένη ὕστερον δὲ τῷ τε Ἀγρίππᾳ καὶ τῷ Μεσσάλᾳ δοθεῖσα, κατεφλέχθη, τῷ μὲν Μεσσάλᾳ ἀργύριον ἐχαρίσατο, τὸν δὲ Ἀγρίππαν σύνοικον ἐποιήσατο.

[6] οὗτός τε οὖν ἐκ τούτων οὐκ ἀπεικότως ἐγαυροῦτο, καί τις Γάιος Θοράνιος αἰτίαν ἀγαθὴν ἔσχεν, ὅτι δημαρχῶν τὸν πατέρα, καίπερ ἐξελεύθερόν τινος ὄντα, ἔς τε τὸ θέατρον ἐσήγαγε καὶ ἐν τῷ δημαρχικῷ βάθρῳ παρεκαθίσατο. Πούπλιός τε Σερουίλιος ὄνομα καὶ αὐτὸς ἔλαβεν, ὅτι στρατηγῶν ἄρκτους τε τριακοσίας καὶ Λιβυκὰ ἕτερα θηρία ἴσα ἐν πανηγύρει τινὶ ἀπέκτεινεν.

[28]

[1]    ἐκ δὲ τούτου δέκατον ὁ Αὔγουστος μετὰ Γαΐου Νωρβανοῦ ἦρξε, καὶ ἔν τε τῇ νουμηνίᾳ ὅρκους ἡ βουλὴ βεβαιοῦσα τὰς πράξεις αὐτοῦ ἐποιήσατο, καὶ ἐπειδὴ πλησιάζειν τε ἤδη τῇ πόλει ἠγγέλθη (ὑπὸ γὰρ τῆς ἀρρωστίας ἐχρόνισε) καὶ τῷ δήμῳ καθ' ἑκατὸν δραχμὰς [2] δώσειν ὑπέσχετο, τό τε γράμμα τὸ περὶ αὐτῶν ἀπηγόρευσε μὴ πρότερον ἐκτεθῆναι πρὶν ἂν καὶ ἐκείνῃ συνδόξῃ, πάσης αὐτὸν τῆς τῶν νόμων ἀνάγκης ἀπήλλαξαν, ἵν', ὥσπερ εἴρηταί μοι, καὶ αὐτοτελὴς ὄντως καὶ αὐτοκράτωρ καὶ ἑαυτοῦ καὶ τῶν νόμων πάντα τε [3] ὅσα βούλοιτο ποιοίη καὶ πάνθ' ὅσα ἀβουλοίη μὴ πράττῃ. ταῦτα μὲν ἀποδημοῦντι ἔτ' αὐτῷ ἐψηφίσθη, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην ἄλλα τινὰ ἐπί τε τῇ σωτηρίᾳ καὶ ἐπὶ τῇ ἀνακομιδῇ αὐτοῦ ἐγένετο. τῷ τε Μαρκέλλῳ βουλεύειν τε ἐν τοῖς ἐστρατηγηκόσι καὶ τὴν ὑπατείαν δέκα θᾶττον ἔτεσιν ἤπερ ἐνενόμιστο αἰτῆσαι, καὶ τῷ Τιβερίῳ [4] πέντε πρὸ ἑκάστης ἀρχῆς ἔτεσι τὸ αὐτὸ τοῦτο ποιῆσαι ἐδόθη· καὶ παραχρῆμά γε οὗτος μὲν ταμίας ἐκεῖνος δὲ ἀγορανόμος ἀπεδείχθησαν. τῶν τε ταμιευσόντων ἐν τοῖς ἔθνεσιν ἐπιλειπόντων ἐκληρώθησαν ἐς αὐτὰ πάντες οἱ μέχρι δέκα ἄνω ἐτῶν ἄνευ τοῦ ἔργου τούτου τεταμιευκότες.

[29]

[1]    ἐν μὲν οὖν τῇ πόλει ταῦτα τότε ἄξια μνήμης ἐγένετο· οἱ δὲ δὴ Κάνταβροι οἵ τε Ἄστυρες, ὡς τάχιστα ὁ Αὔγουστος ἐκ τῆς Ἰβηρίας, Λούκιον Αἰμίλιον ἄρχοντα αὐτῆς καταλιπών, ἀπηλλάγη, ἐπανέστησαν, καὶ πέμψαντες πρὸς τὸν Αἰμίλιον, πρὶν καὶ ὁτιοῦν ἐκφῆναί οἱ, σῖτόν τε καὶ ἄλλα τινὰ χαρίσασθαι τῷ στρατεύματι βούλεσθαι [2] ἔφασαν, κἀκ τούτου στρατιώτας συχνοὺς ὡς καὶ κομιοῦντας αὐτὰ λαβόντες ἔς τε χωρία αὐτοὺς ἐπιτήδειά σφισιν ἐσήγαγον καὶ κατεφόνευσαν. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἥσθησαν· τῆς τε γὰρ χώρας αὐτῶν δῃωθείσης καὶ τειχῶν τινων καυθέντων, τό τε μέγιστον τῶν χειρῶν τοῖς ἀεὶ ἁλισκομένοις ἀποκοπτομένων, ταχέως ἐχειρώθησαν.

[3]    ἐν ᾧ δὲ ταῦτ' ἐγίγνετο, καὶ ἄλλη τις στρατεία καινὴ ἀρχήν τε ἅμα καὶ τέλος ἔσχεν· ἐπὶ γὰρ Ἀραβίαν τὴν εὐδαίμονα καλουμένην, ἧς Σαβὼς ἐβασίλευεν, Αἴλιος Γάλλος ὁ τῆς Αἰγύπτου ἄρχων ἐπεστράτευσε.

[4] καὶ ἐς μὲν ὄψιν οὐδεὶς αὐτῷ τήν γε πρώτην ἦλθεν, οὐ μὴν καὶ ἀπόνως προεχώρει· ἥ τε γὰρ ἐρημία καὶ ὁ ἥλιος τά τε ὕδατα φύσιν τινὰ ἄτοπον ἔχοντα πάνυ αὐτοὺς ἐταλαιπώρησεν, ὥστε [5] τὸ πλεῖον τοῦ στρατοῦ φθαρῆναι. τὸ δὲ δὴ νόσημα οὐδενὶ τῶν συνήθων ὅμοιον ἐγίγνετο, ἀλλ' ἐς τὴν κεφαλὴν ἐνσκῆψαν ἐξήραινεν αὐτήν, καὶ τοὺς μὲν πολλοὺς αὐτίκα ἀπώλλυε, τῶν δὲ δὴ περιγιγνομένων ἔς τε τὰ σκέλη κατῄει, πᾶν τὸ μεταξὺ τοῦ σώματος ὑπερβάν, καὶ ἐκεῖνα [τε] ἐλυμαίνετο, ἴαμά τε αὐτοῦ οὐδὲν ἦν χωρὶς ἢ εἴ [6] τις ἔλαιον οἴνῳ μεμιγμένον καὶ ἔπιε καὶ ἠλείψατο. ὅπερ που πάνυ ὀλίγοις σφῶν ὑπῆρξε ποιῆσαι· οὔτε γὰρ ἡ χώρα οὐδέτερον αὐτῶν φέρει οὔτε ἐκεῖνοι ἄφθονα αὐτὰ προπαρεσκευάσαντο. κἀν τῷ πόνῳ [7] τούτῳ καὶ οἱ βάρβαροί σφισι προσεπέθεντο. τέως μὲν γὰρ ἥττους, ὁπότε γε καὶ προσμίξειαν αὐτοῖς, ἐγίγνοντο, καί τινα καὶ χωρία ἀπέβαλλον· τότε δὲ συμμάχῳ τῇ νόσῳ αὐτῶν χρησάμενοι τά τε σφέτερα ἐκομίσαντο καὶ ἐκείνων τοὺς περιλειφθέντας ἐξήλασαν ἐκ [8] τῆς χώρας. πρῶτοι μὲν δὴ Ῥωμαίων οὗτοι, νομίζω δ' ὅτι καὶ μόνοι, τοσοῦτον ἐπὶ πολέμῳ τῆς Ἀραβίας ταύτης ἐπῆλθον· μέχρι γὰρ τῶν Ἀθλούλων καλουμένων, χωρίου τινὸς ἐπιφανοῦς, ἐχώρησαν.

[30]

[1]    ὁ δ' Αὔγουστος ἑνδέκατον μετὰ Καλπουρνίου Πίσωνος ἄρξας ἠρρώστησεν αὖθις, ὥστε μηδεμίαν ἐλπίδα σωτηρίας σχεῖν· πάντα γοῦν ὡς καὶ τελευτήσων διέθετο, καὶ τάς τε ἀρχὰς τούς τε ἄλλους τοὺς πρώτους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἀθροίσας διάδοχον [2] μὲν οὐδένα ἀπέδειξε, καίτοι τὸν Μάρκελλον πάντων προκριθήσεσθαι ἐς τοῦτο προσδοκώντων, διαλεχθεὶς δέ τινα αὐτοῖς περὶ τῶν δημοσίων πραγμάτων τῷ μὲν Πίσωνι τάς τε δυνάμεις καὶ τὰς προσόδους τὰς κοινὰς ἐς βιβλίον ἐσγράψας ἔδωκε, τῷ δ' Ἀγρίππᾳ [3] τὸν δακτύλιον ἐνεχείρισε. καὶ αὐτὸν μηδὲν ἔτι μηδὲ τῶν πάνυ ἀναγκαίων ποιεῖν δυνάμενον Ἀντώνιός τις Μούσας καὶ ψυχρολουσίαις καὶ ψυχροποσίαις ἀνέσωσε· καὶ διὰ τοῦτο καὶ χρήματα παρά τε τοῦ Αὐγούστου καὶ παρὰ τῆς βουλῆς πολλὰ καὶ τὸ χρυσοῖς δακτυλίοις (ἀπελεύθερος γὰρ ἦν) χρῆσθαι τήν τε ἀτέλειαν καὶ ἑαυτῷ καὶ τοῖς ὁμοτέχνοις, οὐχ ὅτι τοῖς τότε οὖσιν ἀλλὰ καὶ τοῖς ἔπειτα [4] ἐσομένοις, ἔλαβεν. ἀλλ' ἔδει γὰρ αὐτὸν τά τε τῆς τύχης καὶ τὰ τῆς πεπρωμένης ἔργα προσποιούμενον παρὰ πόδας ἁλῶναι, ὁ μὲν Αὔγουστος οὕτως ἐσώθη, ὁ δὲ δὴ Μάρκελλος νοσήσας οὐ πολλῷ ὕστερον καὶ τὸν αὐτὸν ἐκεῖνον ὑπ' αὐτοῦ τοῦ Μούσα τρόπον θεραπευόμενος [5] ἀπέθανε. καὶ αὐτὸν ὁ Αὔγουστος δημοσίᾳ τε ἔθαψεν, ἐπαινέσας ὥσπερ εἴθιστο, καὶ ἐς τὸ μνημεῖον ὃ ᾠκοδομεῖτο κατέθετο, τῇ τε μνήμῃ τοῦ θεάτρου τοῦ προκαταβληθέντος μὲν ὑπὸ [6] τοῦ Καίσαρος, Μαρκέλλου δὲ ὠνομασμένου ἐτίμησεν, καὶ οἱ καὶ εἰκόνα χρυσῆν καὶ στέφανον χρυσοῦν δίφρον τε ἀρχικὸν ἔς τε τὸ θέατρον ἐν τῇ τῶν Ῥωμαίων πανηγύρει ἐσφέρεσθαι καὶ ἐς τὸ μέσον τῶν ἀρχόντων τῶν τελούντων αὐτὰ τίθεσθαι ἐκέλευσε.

[31]

[1]    ταῦτα μὲν ὕστερον ἔπραξε, τότε δὲ σωθεὶς τὰς διαθήκας ἐσήνεγκε μὲν ἐς τὸ συνέδριον καὶ ἀναλέξασθαι ἠθέλησεν, ἐνδεικνύμενος τοῖς ἀνθρώποις ὅτι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλελοιπὼς ἦν, [2] οὐ μέντοι καὶ ἀνέγνω· οὐδεὶς γὰρ ἐπέτρεψεν. ἐθαύμαζον μέντοι καὶ πάνυ πάντες αὐτοῦ ὅτι τὸν Μάρκελλον καὶ ὡς γαμβρὸν καὶ ὡς ἀδελφιδοῦν ἀγαπῶν, καὶ ἄλλας τε αὐτῷ τιμὰς διδοὺς καὶ τὴν [3] ἑορτὴν ἣν ἐκ τῆς ἀγορανομίας ἐπετέλει συνδιαθεὶς λαμπρῶς, ὥστε τήν τε ἀγορὰν ἐν παντὶ τῷ θέρει [ἐν] παραπετάσμασι κατὰ κορυφὴν διαλαβεῖν καὶ ὀρχηστήν τινα ἱππέα γυναῖκά τε ἐπιφανῆ ἐς τὴν ὀρχήστραν ἐσαγαγεῖν, ὅμως τὴν μοναρχίαν οὐκ ἐπίστευσεν, ἀλλὰ [4] καὶ τὸν Ἀγρίππαν αὐτοῦ προετίμησεν. οὕτως, ὡς ἔοικεν, οὐδέπω τῇ τοῦ μειρακίου γνώμῃ ἐθάρσει, ἀλλ' ἤτοι τὸν δῆμον τὴν ἐλευθερίαν κομίσασθαι ἢ καὶ τὸν Ἀγρίππαν τὴν ἡγεμονίαν παρ' ἐκείνου λαβεῖν ἠθέλησεν· εὖ τε γὰρ ἠπίστατο προσφιλῆ σφισιν ἐς τὰ μάλιστα αὐτὸν ὄντα, καὶ οὐκ ἐβούλετο παρ' ἑαυτοῦ δὴ δοκεῖν αὐτὴν [32] [1] ἐπιτρέπεσθαι. ῥαΐσας δ' οὖν, καὶ μαθὼν τὸν Μάρκελλον οὐκ ἐπιτηδείως τῷ Ἀγρίππᾳ διὰ τοῦτ' ἔχοντα, ἐς τὴν Συρίαν εὐθὺς τὸν Ἀγρίππαν, μὴ καὶ διατριβή τις καὶ ἁψιμαχία αὐτοῖς ἐν ταὐτῷ οὖσι συμβῇ, ἔστειλε. καὶ ὃς ἐκ μὲν τῆς πόλεως εὐθὺς ἐξώρμησεν, οὐ μέντοι καὶ ἐς τὴν Συρίαν ἀφίκετο, ἀλλ' ἔτι καὶ μᾶλλον μετριάζων ἐκεῖσε μὲν τοὺς ὑποστρατήγους ἔπεμψεν, αὐτὸς δὲ ἐν Λέσβῳ διέτριψε.

[2]    ταῦτά τε οὕτως ὁ Αὔγουστος ἐποίησε, καὶ στρατηγοὺς δέκα, ὡς οὐδὲν ἔτι πλειόνων δεόμενος, ἀπέδειξε· καὶ τοῦτο καὶ ἐπὶ πλείω ἔτη ἐγένετο. ἔμελλον δὲ αὐτῶν οἱ μὲν ἄλλοι τὰ αὐτὰ ἅπερ καὶ πρόσθεν ποιήσειν, δύο δὲ ἐπὶ τῇ διοικήσει ὅσα ἔτη γενήσεσθαι.

[3] διατάξας δὲ ταῦτα ὡς ἕκαστα, ἀπεῖπε τὴν ὑπατείαν ἐς Ἀλβανὸν ἐλθών· ἐπεὶ γὰρ αὐτός, ἐξ οὗπερ τὰ πράγματα κατέστη, καὶ τῶν ἄλλων οἱ πλείους δι' ἔτους ἦρξαν, ἐπισχεῖν τε τοῦτο αὖθις, ὅπως ὅτι πλεῖστοι ὑπατεύωσιν, ἠθέλησε, καὶ ἔξω τοῦ ἄστεως αὐτὸ ἐποίησεν, [4] ἵνα μὴ κωλυθῇ. καὶ ἐπί τε τούτῳ ἔπαινον ἔσχε, καὶ ὅτι Λούκιον ἀνθ' ἑαυτοῦ Σήστιον ἀνθείλετο, ἀεί τε τῷ Βρούτῳ συσπουδάσαντα καὶ ἐν πᾶσι τοῖς πολέμοις συστρατεύσαντα, καὶ ἔτι καὶ τότε καὶ μνημονεύοντα αὐτοῦ καὶ εἰκόνας ἔχοντα καὶ ἐπαίνους ποιούμενον· τό τε γὰρ φιλικὸν καὶ τὸ πιστὸν τοῦ ἀνδρὸς οὐ μόνον [5] οὐκ ἐμίσησεν ἀλλὰ καὶ ἐτίμησε. καὶ διὰ ταῦθ' ἡ γερουσία δήμαρχόν τε αὐτὸν διὰ βίου εἶναι ἐψηφίσατο, καὶ χρηματίζειν αὐτῷ περὶ ἑνός τινος ὅπου ἂν ἐθελήσῃ καθ' ἑκάστην βουλήν, κἂν μὴ ὑπατεύῃ, ἔδωκε, τήν τε ἀρχὴν τὴν ἀνθύπατον ἐσαεὶ καθάπαξ ἔχειν ὥστε μήτε ἐν τῇ ἐσόδῳ τῇ εἴσω τοῦ πωμηρίου κατατίθεσθαι αὐτὴν μήτ' αὖθις ἀνανεοῦσθαι, καὶ ἐν τῷ ὑπηκόῳ τὸ πλεῖον τῶν ἑκασταχόθι [6] ἀρχόντων ἰσχύειν ἐπέτρεψεν. ἀφ' οὗ δὴ καὶ ἐκεῖνος καὶ οἱ μετ' αὐτὸν αὐτοκράτορες ἐν νόμῳ δή τινι τοῖς τε ἄλλοις καὶ τῇ ἐξουσίᾳ τῇ δημαρχικῇ ἐχρήσαντο· τὸ γάρ τοι ὄνομα αὐτὸ τὸ τῶν δημάρχων οὔθ' ὁ Αὔγουστος οὔτ' ἄλλος οὐδεὶς αὐτοκράτωρ ἔσχε.

[33]

[1]    καί μοι δοκεῖ ταῦθ' οὕτω τότε οὐκ ἐκ κολακείας ἀλλ' ἐπ' ἀληθείας τιμηθεὶς λαβεῖν. τά τε γὰρ ἄλλα ὡς ἐλευθέροις σφίσι προσεφέρετο, καὶ ἐπειδὴ ὁ μὲν Τιριδάτης αὐτός, παρὰ δὲ δὴ τοῦ Φραάτου πρέσβεις, ἐφ' οἷς ἀντενεκάλουν ἀλλήλοις ἀφίκοντο, ἐς τὴν [2] βουλὴν αὐτοὺς ἐσήγαγε, καὶ μετὰ τοῦτ' ἐπιτραπεὶς παρ' αὐτῆς τὴν διάγνωσιν τὸν μὲν Τιριδάτην τῷ Φραάτῃ οὐκ ἐξέδωκεν, τὸν δ' υἱὸν αὐτῷ, ὃν πρότερον παρ' ἐκείνου λαβὼν εἶχεν, ἀπέπεμψεν ἐπὶ τῷ τούς τε αἰχμαλώτους καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ τὰ ἔν τε τῇ τοῦ Κράσσου καὶ ἐν τῇ τοῦ Ἀντωνίου συμφορᾷ ἁλόντα κομίσασθαι.

[3]   κἀν τῷ αὐτῷ τούτῳ ἔτει ἀγορανόμον τέ τινα τῶν καταδεεστέρων ἀποθανόντα Γάιος Καλπούρνιος, καίτοι προηγορανομηκὼς ἐν τοῖς ἀμείνοσι, διεδέξατο, ὅπερ ἐπ' οὐδενὸς ἄλλου μνημονεύεται γενόμενον· κἀν ταῖς ἀνοχαῖς δύο καθ' ἑκάστην ἡμέραν ἐπολιάρχησαν, καὶ εἷς γέ τις αὐτῶν οὐδ' ἐς μειράκιά πω τελῶν ὅμως ἦρξεν.

[4]    αἰτίαν μὲν οὖν ἡ Λιουία τοῦ θανάτου τοῦ Μαρκέλλου ἔσχεν, ὅτι τῶν υἱέων αὐτῆς προετετίμητο· ἐς ἀμφίβολον δ' οὖν ἡ ὑποψία αὕτη καὶ ὑπ' ἐκείνου τοῦ ἔτους καὶ ὑπὸ τοῦ ἔπειτα, οὕτω νοσωδῶν γενομένων ὥστε πάνυ πολλοὺς ἐν αὐτοῖς ἀπολέσθαι, κατέστη.

[5] καὶ φιλεῖ γάρ πως ἀεί τι πρὸ τῶν τοιούτων προσημαίνεσθαι, τότε μὲν λύκος τε ἐν τῷ ἄστει συνελήφθη, καὶ πῦρ χειμών τε πολλοῖς οἰκοδομήμασιν ἐλυμήνατο, ὅ τε Τίβερις αὐξηθεὶς τήν τε γέφυραν τὴν ξυλίνην κατέσυρε καὶ τὴν πόλιν πλωτὴν ἐπὶ τρεῖς ἡμέρας ἐποίησε.