[1]
[1] Φιλοτιμεῖται καὶ νέοις πολλάκις ἡ φύσις λέγειν τὰ χρήσιμα καὶ λογίζεσθαί τι δίδωσι τοῦ χρόνου σοφώτερον. οὐ γὰρ ἡλικίας ἐστὶ τὸ κατόρθωμα, ψυχῆς δὲ μᾶλλον κρίνειν ἐπισταμένης τῶν πραγμάτων τὴν δύναμιν.
[2]
ἐπειδὴ ‹δὲ› νόμῳ Λακωνικῷ μὴ δοκοῦν δημηγορεῖ νέος ὢν Ἀρχίδαμος, γράφεταί τις παρανόμων αὐτὸν καὶ συγκροτεῖ δικαστήριον οὐδὲ τὸ νικᾶν αὐτὸ καταλιμπάνων ἀνεύθυνον, ἔνθα τι τῶν Λυκούργῳ νενομοθετημένων ὀλιγωρεῖσθαι δοκεῖ. ὁ δὲ φεύγων τοῦ νομοθέτου τὴν γνώμην σκοπεῖν ἀξιῶν καὶ τὴν ἑαυτοῦ καὶ τὴν νίκην προφέρων τῆς πόλεως ἐλεύθερον ἑαυτὸν τῆς κατηγορίας δεῖξαι πειράσεται.[3] εἰ δὲ Σπαρτιάτην πεποιημένος μελέτην δόξω νόμον ἕτερον κἀγὼ παραβαίνειν Λακωνικὸν μηκύνων τοὺς λόγους, μηδὲ εἷς βασκαινέτω. οὐδὲ γὰρ ἐφ' ἑκάστῳ τῶν συμπιπτόντων ὀλίγαις κεχρῆσθαι συλλαβαῖς ἐπιτηδεύουσι Λάκωνες, ἀλλὰ συμμετρεῖν τῇ δυνάμει τῶν πραγμάτων ἀεὶ μελετῶσι τὰ ῥήματα φιλονεικοῦντες τὰ πλείονα φεύγειν ἐν οἷς βραχυλογεῖν οὐκ ἀδύνατον. τοῦτο δὲ κἀμὲ πεποιηκότα ὁ τοὺς λόγους ἀκριβῶς ἐξετάζων εὑρήσει.
[2]
[1] Χάριν ἔχω τοῖς σεσωκόσι θεοῖς δι' ἐμοῦ τὴν πόλιν, ὦ ἄνδρες Λακεδαιμόνιοι, κἂν δεήσῃ με νῦν παθεῖν, οὐκ ἀποκνήσω τὸν κίνδυνον, ὅτι φρονήματος Λακωνικοῦ πεφυλαγμένου τῇ Σπάρτῃ ὁ χρηστὸς οὑτοσὶ τῆς ἐμῆς ἡλικίας κατήγορος δίκην τῆς εὐεργεσίας εἰσπράττεται δι' ἣν αὐτῷ γραφὴ καὶ βῆμα καὶ λέγειν ἐπ' ἐξουσίας, τῆς ἐλευθερίας τὰ σύμβολα. εἰ γὰρ τοῖς πολεμίοις κατὰ νοῦν ἐξέβη τὰ πράγματα καὶ Μεσήνης, ἐφ' ᾗ μέγα φρονοῦμεν, κελεύουσι Θηβαίοις ὑπεχωρήσαμεν, ὃ τῇ μὲν ἐνίων προαιρέσει συμβάν, τῇ δὲ παρ' ἐμοῦ πρὸ τῶν κινδύνων προνοίᾳ κωλυθὲν φαίνεται, τί προσδοκᾶν ὑπῆρχεν, εἰπέ μοι, χρηστόν; δουλεύειν Λακεδαιμονίους, ὦ Ζεῦ, Θηβαίοις ἐλείπετο μετὰ Πύλας καὶ Πλάταιαν καὶ τὰ πολλὰ τρόπαια τῶν βαρβάρων.
[2] ἐπειδὴ δέ τινος αἰσχροῦ πεῖραν λαβεῖν ἡ νεότης ἡ ἐμὴ διεκώλυσε, προσποιούμενοί τινες τοῖς νόμοις ἐπικουρεῖν, τῇ δ' ἀληθείᾳ συναλγοῦντες Θηβαίοις καὶ τῆς κατηγορίας τὴν αἰτίαν εὐπρόσωπον ἔχοντες ἑτέραν ἀδοξίαν περιποιοῦσι τῇ πόλει. διδόασι γὰρ τοῖς βουλομένοις τῶν Ἑλλήνων ὑπονοεῖν ὡς Λακεδαιμόνιοι τύχῃ νενικηκότες, οὐκ ἀρετῇ τοὺς οἰκείους ὑπὲρ ἀνδρίας εὐθύνουσι δέει τοῦ μὴ παθεῖν ἐπισφαλῆ τὴν προθυμίαν ἐν τοῖς κινδύνοις ἡγούμενοι. τούτου χάριν γραφέσθω με νῦν ὁ βουλόμενος. οὐδέποτε γὰρ τὸ Σπαρτιάτης ὑπάρχειν ἑκὼν εἶναι προδώσω.
[3] ἐγὼ μὲν οὖν ᾤμην μετὰ τὴν λύσιν τῶν ἐλπισθέντων ἡμῖν δυσχερῶν καὶ τὸ τρόπαιον ἐκεῖνο τὸ πολλοὺς εἰς δάκρυα κινῆσαν ὑφ' ἡδονῆς εὐθὺς οἷά τις Ὀλύμπια νενικηκὼς στεφανηφορεῖν καὶ τῆς Λακεδαίμονος σωτὴρ ὀνομάζεσθαι· νυνὶ δὲ δι' ὧν εὐθυμεῖν τῇ πόλει καὶ τῷ κατηγόρῳ πεφιλοτίμηται μόνῳ κινδυνεύειν ἐμοὶ συνέβη τῷ δεδωκότι τῆς εὐημερίας τὴν πρόφασιν. ἀλλ' ἵνα μὴ ῥήμασι φενακίζειν δοκῶ τὴν ἀρετὴν σεμνύνων τὴν ἐμαυτοῦ, μικρὰ βούλομαι τοὺς πολλοὺς ὑπομνῆσαι πῶς εἶχεν ἐκ τοῦ παντὸς χρόνου τῇ πόλει τὰ πράγματα καὶ πῶς προσηνέχθην τούτοις ἐγώ. γνώσεσθε γὰρ ἐκ τούτων σαφῶς εἴτε χάριτος ἄξια τυγχάνει τὰ παρ' ἡμῶν εἴτε τῷ κατηγόρῳ εὐλόγως τὰ τῆς γραφῆς μεμηχάνηται.
[4] Ἡμῖν πάτριον ἦν εἴς τε πολέμους φοιτᾶν καὶ διὰ πόνων ἀεὶ καρποῦσθαι τὴν εὔκλειαν. ἐντεῦθεν ὑπῆρχε τοὺς Σπαρτιάτας ὁρᾶν τοῦ ζῆν ἀδόξως προτιμῶντας τὸν θάνατον. ταύτην ἡμεῖς τὴν διάνοιαν ἔχοντες πανταχοῦ τρόπαια γῆς ἀνεστήσαμεν οὐδὲν εἶναι νομίζοντες, ὅτε μὴ σὺν ἀρετῇ τῶν ὅπλων ἁπτοίμεθα. ἄμεινον γὰρ ἐδόκει δόξαν ἔχειν ἀθάνατον ἢ σωτηρίαν ἀπράγμονα. τοῦτο φυλάττει τὴν πόλιν ἀτείχιστον. ἐν ὅπλοις γὰρ ἡμεῖς ὁριζόμεθα τὴν ἀσφάλειαν.
[5] παῖδες ὄντες πολεμεῖν εὐθὺς διδασκόμεθα κρίνειν ἀνδρίᾳ τὰ πράγματα παιδευόμενοι. αὕτη τῆς ἡμετέρας πολιτείας καὶ διαίτης ἀρχή. καὶ νικῶντες ὡς εἰπεῖν ἅπαντα τὸν χρόνον διεγενόμεθα. πέφυκε γὰρ ἡ προθυμία πάντα μέν, ὡς εἰκός, κατορθοῦν. ἢν δέ που τύχης ἀγνωμοσύνῃ σφαλῇ, θαυμάζεται μὲν οὐδὲν ἧττον παρ' οἷς ἀρετὴ τυγχάνει τὸ σπουδαζόμενον, ἐπανορθοῦται δὲ κατορθώμασι δευτέροις τὰ φθάσαντα. ῥᾷον γὰρ ἀνδρία πέφυκεν ἀνακαλεῖσθαι τὰ πταίσματα χρησταῖς ἐλπίσι τὸν λογισμὸν θεραπεύουσα.
[6] Βούλομαι δὲ καὶ τὴν ἄλογον μεταβολὴν τῆς τύχης διεξελθεῖν, οὐχ ἵνα τὸν κατήγορον εὐφράνω τοῖς διηγήμασιν, ὁ γὰρ ἀγανακτῶν ἐπὶ λύσει τῶν δυσχερῶν δῆλός ἐστι καὶ μέχρι τῆς ἀκοῆς αὐτῶν εὐφραινόμενος, οὐδ' ἵνα τὰς συμφορὰς ὑπομνήσω τὴν πόλιν, ἀπώκνησα γὰρ ἂν ἐκείνων μνησθῆναι, νὴ τὸν Ἀγησίλαον τὸν ἐμόν, μὴ τῆς εὐκλείας ἡμεῖς τῶν προγόνων λείπεσθαι δόξωμεν, εἰ μὴ τοῖς δι' ἐμοῦ πεπραγμένοις παρεμυθούμην τὴν συμφοράν, ἀλλ' ἵνα τὴν εὔνοιαν ἣν ἔχω περὶ τὴν πόλιν ἐνδείξωμαι.
[7] ἐπειδὴ γὰρ ἔδοξέ ποτε μετὰ Θηβαίων γενέσθαι τῇ Τύχῃ, πρέσβεις οἱ κατάρατοι πέμψαντες Μεσήνης, ὦ θεοί, παραχωρεῖν τοῖς Λακεδαιμονίοις προσέταττον. ἡ γὰρ παράλογος εὐπραγία τὴν ἑκατέρων αὐτοὺς ἀγνοεῖν παρεσκεύαζε δύναμιν. εἴπερ εἰρήνης ἐπιθυμεῖτε, φασίν, αὕτη τῆς ἀσφαλείας ἡ πρόφασις· εἰ δὲ φρονήματος ἔχεσθε καὶ μετὰ πεῖραν Θηβαίων Λακωνικοῦ, πολέμῳ Μεσήνην μετὰ τῆς ὑμετέρας κτησόμεθα. ταῦτα Θηβαῖοι Λακεδαιμονίοις ἠπείλουν
[8] ἔδει μὲν οὖν ἡμᾶς, εἴπερ τι τῶν δεόντων ἐγίγνετο, τοὺς ἐπὶ τῶν Μηδικῶν ζηλώσαντας πρῶτον μὲν τοὺς πρέσβεις ἐμβάλλειν ἔνθα καὶ τοὺς ἀπὸ τῶν βαρβάρων οἱ πρόγονοι, εἶτα δὲ βουλῆς οὐ δεῖσθαι τὸ χρῆμα νομίσαντας δεῖξαι Θηβαίοις εὐθὺς ὡς οὐκ οἶδεν ἡ Σπάρτη πλημμελήμασιν ἀλόγου τύχης ὑποχωρεῖν. ἐκκλησίας δὲ ὅμως καὶ βουλῆς ἐπὶ τούτοις οὐκ οἶδ' ὅπως συμβάσης ἐγὼ μὲν ἐξ ἀρχῆς ἐσιώπων καὶ τοὺς γεγηρακότας προσεδεχόμην ἄξιόν τι τοῦ γένους καὶ τῆς ἡλικίας προφέρειν, οἱ δὲ παρελθόντες εἰς μέσον λόγους διεξήρχοντο πρὸς ὑμᾶς, οὓς παρὰ Θηβαίοις, ἀλλὰ μὴ παρ' ἡμῖν ἔδει ῥηθῆναι.
[9] ὁ μὲν ἔφη δεῖν ποιήσασθαι τῶν πόνων ἀνάπαυλαν, ἕτερος ἐλευθέραν καταστῆσαι πολεμίων τὴν πόλιν, ἄλλος ἀφεῖναι Μεσήνην διὰ τὴν ἀνάγκην αὐτόνομον, ἤδη δέ τις εἰπεῖν, ὦ θεοί, Λακεδαιμονίοις τετόλμηκεν· ἄμαχοι Θηβαῖοι καὶ δεῖ κελεύουσι πείθεσθαι. Σέριφόν τις οἰκεῖν τούτων ἀκούων, οὐ τὴν ἡμετέραν ‹ἂν› ὑπώπτευσε. δειναὶ γὰρ αἱ συμφοραὶ τοῦ παραμυθουμένου χηρεύουσαι, δεῖ γάρ τι καὶ πρὸ τούτων εἰπεῖν, φρόνημα ταπεινῶσαι καὶ λίαν ὑπέρογκον.
[10] ἐγὼ μὲν οὖν ἀγανακτῶν οἵοις ἡ πόλις χρῆται συμβούλοις πάλιν ἐγκαλυψάμενος ἐσιώπων, ἐπῄνουν δὲ τὸν νόμον κατ' ἐμαυτόν, ὃς οὐκ ἐᾷ τοὺς ἐξ ἑτέρας τοῖς τῶν Λακεδαιμονίων ἐπιμίγνυσθαι πράγμασιν, ὅπως μὴ γνοῖεν οἷς ἐπιμελές ἐστι τὰ τῆς Σπάρτης ἐπιτηρεῖν ἁμαρτήματα. ὡς δὲ τοιαῦτα λέγοντες, ὡς εἴθε μηδὲ τὴν ἀρχὴν ἦσαν φθεγγόμενοι, μόλις ἐπαύσαντο, ἐκάλει δὲ λοιπὸν ὁ κῆρυξ τὸν ἀντερεῖν τούτοις βουλόμενον, ὑπήκουε δὲ τῶν παρόντων οὐδείς, ἐδήλουν δὲ πάντες τῇ σιωπῇ καλῶς ἔχειν ἀκονιτὶ παραδοῦναι Θηβαίοις τὸ τρόπαιον, ἐθρήνουν ἐγὼ καὶ τοὺς πάλαι κειμένους ἀπεκάλουν εὐδαίμονας.
[11] ἐνταῦθα παρελθὼν καὶ πάλιν ὁ κῆρυξ ἄκων μέν, ὡς ἡγοῦμαι, ἐτόλμα δὲ ὅμως εἰπεῖν· πᾶσι δοκεῖ Μεσήνης ἀφίστασθαι, ἐπιλαβόμενος δὲ ἐγὼ τῆς τοῦ κήρυκος φωνῆς ἐβόων· μὴ συναρίθμει κἀμὲ τοῖς καθαιροῦσιν, ἄνθρωπε, τῆς Σπάρτης τὸ φρόνημα. θαυμάσαντες ὑμεῖς, μᾶλλον δὲ τὸ ῥηθὲν ἐξαίφνης ἀποδεξάμενοι, πέφυκε γὰρ τὸ δαιμόνιον τοῖς ἐπιτηδεύουσιν ἀρετήν, κἂν ‹εἰ› λήθην τινὰ πρὸς βραχὺ λάβοιεν ἑαυτῶν, πάλιν ἀνακαλεῖσθαι τὴν εὔκλειαν, παρεκαλεῖτε πρὸς τὸ βῆμα φοιτᾶν καὶ λέγειν παρεκελεύσασθε τῷ νέῳ τὰ χρήσιμα.
[12] πυνθανομένου δέ μου πολλάκις καὶ τῶν πολιτῶν ἕκαστον ἐρωτῶντος εἰ δεῖ κἀμὲ τὴν οἰκείαν ἀποφήνασθαι γνώμην, τὸ γὰρ ἐθέλειν με τὸ δοκοῦν τῷ νόμῳ ποιεῖν ἐπεῖχε τὴν γλῶτταν καὶ ὀκνηρότερον ἀπειργάζετο πρὸς τὴν τῶν δεόντων παραίνεσιν, ἔδωκε τὸ πλῆθος τὴν ἄδειαν καὶ παρελθὼν εἶπον ἐλεύθερόν τι καὶ τῶν προγόνων ἐπάξιον. ὑπέμνησα Λεωνίδου καὶ τῶν τριακοσίων ἐκείνων καὶ πολεμεῖν παρῄνουν. ὑμεῖς δὲ εὐθὺς ἐπενεύσατε.
[13] ἐντεῦθεν πάλιν ἐπανῆλθεν ἡ Σπάρτη πρὸς ἑαυτὴν καὶ Θηβαῖοι τὴν οἰκείαν φύσιν ἐγνώρισαν καὶ μένει Μεσήνη Λακεδαιμονίοις δουλεύουσα. μετὰ τὸ τρόπαιον τοίνυν ἀποδέχεται μὲν ὁ κατήγορος τὸ πραχθὲν καὶ ὡς οὐκ ἂν ἐγεγόνει σιωπῶντος ἐμοῦ δικαίως ὁμολογεῖ, τὸν δεδωκότα δ' ὅμως τὴν πρόφασιν ὡς οὐ δέον εἰρηκότα διώκει δυσχεραίνων, ὡς ἔοικεν, ὅτι μὴ Θηβαίοις δουλεύομεν.
[14] Ἀλλὰ Λυκοῦργος, φησί, τὸ σφαλερὸν τῆς ἡλικίας σκοπῶν ἀπείργει σε νόμῳ τοῦ βήματος, ὅτε μὴ τῶν κινδύνων ὀξὺς ὁ καιρὸς καὶ δίδωσι χρόνος ἐντὸς τῶν νόμων βουλεύεσθαι. τί φῄς; οὐκ ἐπικειμένης τῆς συμφορᾶς ἐκέλευεν ἀναβαλέσθαι τὸν σύμβουλον; οὐκοῦν καὶ Θηβαίοις ἔδει πεισθῆναι. [ἀναβαλέσθαι τὸν πόλεμον;] ‹οὐκ› ἐμπάζομαι. οὐ βούλεται Λυκοῦργος τῶν ὑπηκόων ἰδεῖν τὴν πόλιν χηρεύουσαν. εἰπὲ γάρ μοι, πρὸς θεῶν, πότερον τὸ λυσιτελοῦν σκοπῶν ἐνομοθέτει καὶ τίσι δεῖ λέγειν ἐπέτρεπεν ἢ βασκαίνων ἁπλῶς τῇ ἡλικίᾳ τοῦ βήματος κεκώλυκε; δῆλον ὡς οὐδὲ ‹σὺ› διαμαρτάνων φήσεις Λυκοῦργον ἀμελεῖν τοῦ συμφέροντος. εἰ δέ, ὅπερ ἔστιν, ἐπ' ὠφελείᾳ κεῖσθαι τοὺς νόμους ὁμολογεῖς, πότερον αἱρετώτερον ἦν φυλαχθῆναι τῇ Σπάρτῃ τὸ φρόνημα καὶ τὴν πόλιν ἄρχειν ὧνπερ καὶ πρότερον ἢ τοὐναντίον ἀνελεύθερον ἔχειν εἰρήνην, ἵνα μή μου τὸ δέον ἀνέχησθε συμβουλεύοντος;
[15]
εἰ τοίνυν τὸ συμφέρον ἐκεῖνος ἐννοῶν ἐτίθει τὸν νόμον, ἐγὼ δὲ πρὸς εὔκλειαν ὁμοῦ καὶ πρὸς ἀσφάλειαν ὁρῶν τῇ πόλει παρῄνεσα, δῆλον ὡς ἔργῳ φυλάττω τοὺς νόμους καὶ τὴν πολιτείαν εὐεργετῶ. πρὸς ὃ καὶ Λυκοῦργος ὁρῶν ἐνομοθέτει τοῖς Λάκωσιν. ὁ γὰρ οἷς ὁ νόμος ἐθέλει τοῖς ἔργοις ὑπηρετῶν οὗτος ἀκριβῶς τὸν σκοπὸν τοῦ νομοθέτου φυλάττει, κἂν μὴ συμφωνεῖν δοκῇ τοῖς γράμμασι.[16] ποίαν οὖν εἰκὸς ἡλικίαν ἐκδέξασθαι; εἰς ποῖον δὲ καιρὸν δουλείας προσδοκωμένης τοὺς λόγους φυλακτέον; εἰ μὲν γάρ τις τῶν γεγηρακότων, οὓς διὰ τὸν χρόνον φῂς τὸ δέον ἐπίστασθαι, παρελθὼν εἶπέ τι Λακωνικὸν καὶ τῆς ἐμπειρίας τῶν πραγμάτων ἐπάξιον, δικαίως ἂν ἠγάπων τὴν σιωπήν· εἰ δὲ τούτων αἱρεῖσθαι δουλείαν παραινούντων αὐθαίρετον ἐγὼ παρεσκεύασα μετ' ἐλευθερίας τὸ τρόπαιον, τίς οὐκ ἂν εὖ φρονῶν οἴοιτο τὰ μὲν τῆς αἰτίας ἑτέροις, τὰ δὲ τῶν ἐπαίνων ἐμοὶ περιλείπεσθαι δικαίως;
[17] Ἔτι τοίνυν ἀποδεῖξαι βούλομαι φθόνου τὴν δίκην, ἀλλ' οὐκ ἐγκλημάτων τυγχάνουσαν. τί γὰρ δὴ τότε παρὰ τὴν ἐκκλησίαν τῶν λεχθέντων ἀκούων οὐκ ἀναστὰς διεκώλυες; εἰ μὲν γὰρ καλῶς ἔχειν ἡγούμενος, τί νῦν μάτην μακρηγορεῖς, ὅτε καὶ τὸ τρόπαιον ἠκολούθησε τῶν ἐμῶν ἀποδεῖξαν λόγων τὸ χρήσιμον; εἰ δὲ τότε σιγήσας, ὅτε μᾶλλον ἀντιλέγειν ἐχρῆν, νῦν ἐφάνης οὐκ οἶδ' ὅπως τῶν νόμων κηδόμενος, δῆλον ὅτι τοῖς πεπραγμένοις φθονῶν τὴν κατηγορίαν πεποίησαι. σκόπει δὲ μὴ συκοφαντῶν ἐμὲ διαβάλλων ἁλῷς τὴν νίκην. δυσχεραίνων γὰρ ἐφ' οἷς εὐτυχήκαμεν δίκας εἰσπράττεσθαι βιάζῃ τὴν πόλιν τὸν δεδωκότα τοῦ τροπαίου τὴν ἀφορμήν.
[18] Ἀλλὰ τύχης ἔργον, φησί, τὸ κατόρθωμα γέγονε καὶ οὐ δεῖ σε παρανομοῦντα ζημίας ἀπολύειν ἐλεύθερον, μὴ παρρησίας ἡ νεότης τυχοῦσα κινδύνων τῇ πόλει γένηται πρόφασις. μέχρι τίνος ἐνυβρίζεις τῇ πόλει τύχῃ τὰ Λακεδαιμονίων, ἀλλ' οὐκ ἀρετῇ φιλοτιμούμενος τρόπαια; μέχρι τίνος Θηβαίοις συνηγορεῖς μόνης ἥττονας εἶναι τῆς τύχης ἀποκαλῶν; λίαν ἠγνόηκας ὅσον ἀλόγου τύχης καὶ προνοίας ἐστὶ τὸ διάφορον. ἡ μὲν γὰρ παρ' ἐλπίδας ἔχει τὴν πρᾶξιν καὶ παρὰ τὴν ἀξίαν συμβαίνουσαν, ἡ δὲ καὶ πρὸ τῆς πείρας αὐτῆς ὡς παρὸν ἤδη θεωρεῖ τὸ γινόμενον.
[19] εἰ μὲν οὖν μὴ προεῖπον τὸ μέλλον παρὰ τὴν ἐκκλησίαν ἐγὼ ἢ τὸ τῆς νίκης μεῖζον ἢ καθ' ἡμᾶς ὂν τῇ πόλει κατώρθωτο, κἀγὼ μετὰ τοῦ κατηγόρου παρεῖχον ἂν τῇ τύχῃ τὴν εὔκλειαν· εἰ δὲ καὶ τὸ συμβὰν προαγορεύσας τῆς βουλῆς οὐ διήμαρτον καὶ τῇ Σπάρτῃ τὸ τοῦ πολέμου τέλος τοῖς προλαβοῦσι γέγονε σύμφωνον, πῶς οὐ προνοίᾳ καὶ δυνάμει κρείττους τῶν πολεμίων γεγόναμεν;
[20] εἰ δὲ καὶ ζημίας ἐμοὶ καὶ κίνδυνον τῷ σεσωκότι τὴν πόλιν ὁ νόμος ἐπέφερεν, οὐδέποτ' ἂν ἔγωγε τῆς κοινῆς εὐπραγίας τὴν ἐμὴν προτιμᾶν ἠνειχόμην ἀσφάλειαν. πῶς γὰρ οὐκ ἄτοπον τὴν μὲν ἄλλην μεθ' ὅπλων νεότητα προκινδυνεύειν τῆς πόλεως, ἐμὲ δὲ μηδὲ τῆς ἀπὸ τοῦ λέγειν κατηγορίας, εἰ δοκοῦν οὕτως εἴη τοῖς συκοφάνταις, ἀνέχεσθαι τῆς ὅλης μέλλοντα τῇ πόλει σωτηρίας αἴτιον γίνεσθαι;
[21] Ἀλλὰ δέδωκας, φησίν, ἀφορμὴν θρασύνεσθαι τῇ νεότητι. τοῦτο γὰρ αὐτοῦ τῆς κατηγορίας τὸ μέγιστον, μηδὲ παύσαιντό γε, θεοὶ σωτῆρες, οἱ νέοι καιροῦ καλοῦντος παραπλησίως ἐμοὶ θρασυνόμενοι, εἴ γε θράσος δεῖ τὴν παρρησίαν ὀνομάζειν τὴν εὔλογον. ἀπόκριναι γὰρ πυνθανομένῳ μοι παρελθών· τίνος ἕνεκεν ὁ νόμος εἴργει τοῦ βήματος τὴν νεότητα, τοῖς δὲ γεγηρακόσιν ἐπ' ἀδείας λέγειν δεδώρηται; ἢ δῆλον ὡς τοὺς μὲν εὖ φρονεῖν ὑπολαμβάνων καὶ δι' ἐμπειρίαν τὸ λυσιτελοῦν εἰσηγεῖσθαι τῇ πόλει, τοὺς δὲ διαμαρτάνειν μήπω τῆς ἡλικίας πεπαιδευμένης εἰδέναι τὰ πράγματα;
[22] ἐξετάσωμεν τοίνυν οἷά ποτε πείθειν ἐπειρῶντο τὴν πόλιν ἑκάτεροι. ὠνησώμεθα τὴν εἰρήνην δουλείας ἐβόων οἱ γέροντες, ἔξεστιν ἄγειν ἡσυχίαν ἀκίνδυνον. οὐ δεῖ τραυμάτων καὶ πολέμου τῇ Σπάρτῃ. ταῦτα τῆς σωφρονούσης ἡλικίας τὰ ῥήματα. ὦ πόνοι καὶ μάχαι καὶ τὰ σεμνὰ τῆς Λακεδαίμονος τρόπαια. ἀνανεοῦμαι τῇ μνήμῃ τὸν Ὀθρυάδην ἐκεῖνον καὶ τουτουσὶ καλεῖν Λακεδαιμονίους αἰσχύνομαι.
[23] τὰ δὲ τῆς ἐμῆς ποῖα νεότητος; οὐδέποτε κινδύνων δεῆσαν ἡ πόλις ἀπέσχετο. τούτοις τὴν παρὰ πᾶσι δόξαν ἐπαινουμένην ἐκτήσατο. ἀναμνήσθητε τῶν ἐν Πύλαις ὑπὲρ ἐλευθερίας τῶν Ἑλλήνων δεδωκότων τὰ σώματα. δικαστῇ γὰρ τῶν διαφορῶν ἀεὶ τῷ πολέμῳ χρωμένη δημοσιεύει τὴν ἀρετήν. τῆς γοῦν Ἑλλάδος παρ' ἀξίαν ποτὲ μιᾷ πόλει δεδουλωμένης οἰκείαν συμφορὰν οἱ τότε Λακεδαιμόνιοι τὸ πάθος νομίσαντες πᾶν ὁτιοῦν πάσχειν ᾤοντο δεῖν ἢ περιιδεῖν τοὺς ἄλλους δουλεύοντας, καὶ ταῦτα δίκῃ τῶν Ἀθηναίων ἀξιούντων τὰ πράγματα κρίνεσθαι. εἶτα, πρὸς θεῶν, ὑπὲρ μὲν ἄλλων ἔδει τοσοῦτον ἀναδέξασθαι κίνδυνον, ὅπως δὲ μὴ δουλεύσωμεν ἡμεῖς μηδὲ Θηβαῖοι Λακεδαιμονίων κρείττους ἀμελετήτως γένωνται, ῥᾳθυμίαν τινῶν δίκαιόν ἐστιν εἰσηγουμένων ἀνέχεσθαι; καὶ τί λείπεται πλὴν ἀκονιτὶ διδόναι Θηβαίοις τὰ πράγματα;
[24] ταῦτα τῷ νέῳ δημηγοροῦντι πειθόμενοι μεμενήκατε Λάκωνες. ταῦτα γερόντων ὡς ἀληθῶς ὁ νόμος κρίνει τὰ ῥήματα. πολιὰν αἰδεῖσθαι χηρεύουσαν οὐκ οἶδε φρονήσεως. ἀλλ' ὅμως ἐπὶ τούτοις εὐθύνομαι δέον ἐπὶ δημηγορίᾳ Λακωνικῇ καὶ πρὸ τῆς νίκης θαυμάζεσθαι καὶ μετὰ τὴν πεῖραν στεφάνων ἀξιοῦσθαι καὶ δωρεῶν.
[25] Ἀποδέχομαι τὴν νίκην, φησί, καὶ τῷ τροπαίῳ συνήδομαι, πραχθῆναι δὲ μᾶλλον ἐχρῆν ἑτέρου παραινοῦντος, οἷς τὴν ἐξουσίαν ὁ νόμος ἐπέτρεψε. κατηγόρει τῶν σεσιωπηκότων ἅπερ ἐμὲ γράφῃ φθεγξάμενον. οὐδεὶς τὴν ἡμετέραν φωνήν, οἷς τὴν ἐξουσίαν ὁ νόμος ἔδωκεν, ὑπεκρίνατο. σὺ δὲ τὸν εὐεργέτην τῆς ἑτέρων ἁμαρτίας ἐθέλεις δίκην εἰσπράττεσθαι, οὗ μᾶλλον τοῖς πράγμασιν ἔδει προσέχειν τὸν νοῦν, ἀλλ' οὐ τοὺς εἰρηκότας σε τίνες εἶεν περιεργάζεσθαι. τί γὰρ ἄμεινον ἕξειν οἴει τοῖς χρωμένοις τὰ πράγματα πρεσβύτου καὶ μὴ νέου τυχὸν εἰσηγησαμένου τὴν πρᾶξιν;
[26] θαυμάζω δὲ πῶς οὐ συνίης ἀνεύθυνόν με δι' ὧν ὁμολογεῖς καθιστῶν, ἀλλ' οὐκ ἠδικηκότα τοῖς σοῖς ἐλέγχων ἐπιχειρήμασιν. ἐπαινῶν γὰρ τὸ πραχθὲν λανθάνεις σεμνύνων τὸν εἰσηγησάμενον τὸν κίνδυνον ὑποστῆναι. ἢ τοίνυν κακίζων τὴν πρᾶξιν διάβαλλε ἢ τὸ γεγονὸς τιμῶν ἀποδέχου τὸν αἴτιον.
[27] τί δεῖ λόγων; εἴ σοι δοκῶ πλημμελεῖν περὶ τῆς ἐλευθερίας ἐσπουδακώς, δῆλος εἶ δουλεύειν ἐθέλων Θηβαίοις τὴν Σπάρτην εἰ δὲ καὶ μέχρι ῥημάτων αἰσχρὸν εἶναι τοῦτο Λακεδαιμονίοις ὁμολογεῖς, συνέβη δ' ἂν ὑποθεμένης τῆς πολιᾶς, εἴπερ ἐσιώπων ἐγώ, πῶς παρανόμων κατηγορεῖς δι' ὃν οἱ νόμοι φυλάττονται τῆς πατρίδος καὶ σὺ τυγχάνεις ἐλεύθερος;
[28] Συλλογίσασθαι οὖν δὴ βούλομαι διὰ βραχέων καὶ δεῖξαι τὰ πεπραγμένα καθ' ἕκαστον. ἔπαυσα Θηβαίων τὴν ὕβριν, ἠλευθέρωσα πολεμίων μετ' εὐκλείας τὴν πόλιν, ἐφύλαξα Μεσήνην Λακεδαιμονίοις ἀκέραιον, διεκώλυσα τὴν παρ' Εὐρώτᾳ γενέσθαι Θηβαίοις ὑπήκοον. τίνες οὖν αἱ τούτων ἀμοιβαί; κατηγορία καὶ δίκη καὶ προσδοκώμενος κίνδυνος. ἐκεῖνο δὲ προσθεὶς ὧδε καταβήσομαι· ἡ παροῦσα κρίσις ἢ πολλοὺς διδάξει προκινδυνεύειν τῆς πόλεως ἢ λόγον ποιεῖσθαι ταύτης οὐδένα σιωπὴν τιμῶντας ἀπράγμονα.