[1] Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον ὁ Χοσρόης μαθὼν ὡς καὶ Ἰταλίαν Βελισάριος Ἰουστινιανῷ βασιλεῖ προσποιεῖν ἤρξατο, οὐκέτι κατέχειν οἷός τε ἦν τὴν διάνοιαν, ἀλλὰ σκήψεις ἐπινοεῖν ἤθελεν, ὅπως δὴ λόγῳ [2] τινὶ εὐπρεπεῖ τὰς σπονδὰς λύσειεν. ὑπὲρ ὧν κοινολογησάμενος Ἀλαμουνδάρῳ ἐκέλευεν αὐτὸν ξυμπορίζεσθαι [3] πολέμου αἰτίας. ὁ δὲ Ἀρέθᾳ ἐπικαλέσας ὅτι αὐτὸν περὶ γῆς ὁρίων βιάζοιτο, ἐς χεῖράς τε αὐτῷ ἐν σπονδαῖς ἦλθε καὶ γῆν τὴν Ῥωμαίων ἐπὶ ταύτῃ τῇ [4] σκήψει καταθεῖν ἤρξατο. ἔφασκέ τε ὡς αὐτὸς οὐ λύει τὰς Περσῶν τε καὶ Ῥωμαίων σπονδὰς, ἐπεὶ αὐτὸν ἐς [5] ταύτας οὐδέτεροι ἐσεγράψαντο. καὶ ἦν δὲ οὕτως. οὐ γάρ τις πώποτε Σαρακηνῶν λόγος ἐν σπονδαῖς γέγονεν, ἅτε ξυνεχομένων τῷ Περσῶν τε καὶ Ῥωμαίων ὀνόματι.
[6] αὕτη δὲ ἡ χώρα, ἣ δὴ πρὸς ἑκατέρων τότε Σαρακηνῶν ἀντελέγετο, Στρᾶτα μὲν κέκληται, Παλμύρας δὲ πόλεως πρὸς νότον ἄνεμον τέτραπται, δένδρον μὲν ἤ τι τῶν ἐν τοῖς ληίοις ἀγαθῶν οὐδαμῆ φέρουσα (ἡλιόκαυστος γὰρ ὑπερφυῶς ἐστι), προβάτων δέ τισιν ἐκ παλαιοῦ [7] ἀνειμένη νομαῖς. Ἀρέθας μὲν οὖν Ῥωμαίων ἰσχυρίζετο εἶναι τὸν χῶρον, τῷ τε ὀνόματι τεκμηριούμενος, οὗ δὴ πρὸς πάντων ἄνωθεν ἔτυχε (Στρᾶτα γὰρ ἡ ἐστρωμένη ὁδὸς τῇ Λατίνων καλεῖται φωνῇ) καὶ μαρτυρίαις παλαιοτάτων [8] ἀνδρῶν χρώμενος. Ἀλαμούνδαρος δὲ φιλονεικεῖν μὲν ὑπὲρ τοῦ ὀνόματος ἥκιστα ἐδικαίου, μισθοὺς δέ οἱ τοῦ ἐνταῦθα νομοῦ ἐκ παλαιοῦ ἔφασκε τοὺς τὰ [9] πρόβατα κεκτημένους διδόναι. διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς Στρατηγίῳ τε πατρικίῳ ἀνδρὶ καὶ τῶν βασιλικῶν θησαυρῶν ἄρχοντι, ἄλλως δὲ ξυνετῷ καὶ εὐπατρίδῃ, ἔτι μέντοι καὶ Σούμμῳ τῶν ἐν Παλαιστίνῃ στρατιωτῶν ἡγησαμένῳ, τὴν τῶν ἀντιλεγομένων ἐπέτρεψε [10] δίαιταν. ὁ δὲ Σοῦμμος Ἰουλιανοῦ ἀδελφὸς ἦν, ὃς ὀλίγῳ ἔμπροσθεν ἐς Αἰθίοπάς τε καὶ Ὁμηρίτας [11] ἐπρέσβευσε. καὶ αὐτοῖν ἅτερος μὲν, Σοῦμμος, μὴ χρῆναι Ῥωμαίους καταπροΐεσθαι τὴν χώραν ἠξίου, Στρατήγιος δὲ βασιλέως ἐδεῖτο μὴ χώρας τινὸς ἕνεκα βραχείας τε καὶ ὡς ἥκιστα λόγου ἀξίας, ἀλλὰ ἀγόνου τε καὶ ἀκάρπου παντάπασιν οὔσης, Πέρσαις πολεμησείουσι σκήψεις τοῦ πολέμου χαρίζεσθαι· βασιλεὺς μὲν οὖν Ἰουστινιανὸς ταῦτα ἐν βουλῇ ἐποιεῖτο, καὶ χρόνος πολὺς ταύτῃ δὴ τῇ διαίτῃ ἐτρίβη.
[12] Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς λελύσθαι πρὸς Ἰουστινιανοῦ τὰς σπονδὰς ἔφασκε, πολλὴν ἐπιβουλὴν ἐς οἶκον τὸν αὐτοῦ ἄρτι ἐνδειξαμένου, οἷς δὴ ἑταιρίζεσθαι [13] Ἀλαμούνδαρον ἐν σπονδαῖς ἐνεχείρησε. Σοῦμμον γὰρ ἔναγχος ἐπὶ διαίτῃ δῆθεν τῷ λόγῳ παρ' αὐτὸν ἥκοντα ἐπαγγελίαις αὐτὸν περιελθεῖν μεγάλων χρημάτων, ἐφ' ᾧ προσχωρήσει Ῥωμαίοις, γράμματά τε προΐσχετο, ἃ δὴ πρὸς Ἀλαμούνδαρον ὑπὲρ τούτων [14] Ἰουστινιανὸς βασιλεὺς ἔγραψε. καὶ πρὸς Οὔννων δέ τινας ἰσχυρίζετο αὐτὸν ἐπιστολὴν πέμψαι, ἐγκελευομένην αὐτοῖς ἐσβαλεῖν τε ἐς τὴν Περσῶν γῆν καὶ τοῖς ἐκείνῃ χωρίοις ἐπὶ πλεῖστον λυμήνασθαι. ἣν δή οἱ τοὺς Οὔννους αὐτοὺς ἔφασκεν ἐγχειρίσαι ἐς ὄψιν ἐλθόντας.
[15] ταῦτα μὲν Χοσρόης ἐπικαλῶν Ῥωμαίοις τὰς σπονδὰς λύειν διενοεῖτο. εἰ μέντοι ταῦτα λέγοντί οἱ ἀληθίζεσθαι ξυνέβαινεν, οὐκ ἔχω εἰπεῖν.
[2]
[1] Ἐν τούτῳ δὲ Οὐίττιγις, ὁ τῶν Γότθων ἡγούμενος, ἤδη τῷ πολέμῳ κεκακωμένος, πρέσβεις δύο παρ' αὐτὸν ἔπεμψεν, ἀναπείσοντας ἐπὶ Ῥωμαίους στρατεύεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γινόμενοι ξυγχέωσι τὰ πρασσόμενα, ἀλλὰ Λιγούρους ἱερεῖς, χρήμασιν ἁδροῖς ἐς ταύτην ἠγμένους τὴν πρᾶξιν.
[2] ὧν ἅτερος μὲν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, δόκησίν τε καὶ ὄνομα ἐπισκόπου περιβεβλημένος οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ δὴ [3] ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο. ὁδῷ τε ἰόντες ἐς τὰ ἐπὶ τῆς Θρᾴκης χωρία ἑταιρίζονταί τινα ἐνθένδε Σύρας τε καὶ τῆς Ἑλληνίδος φωνῆς ἑρμηνέα σφίσιν ἐσόμενον, ἅπαντάς τε Ῥωμαίους λαθόντες ἐς τὰ Περσῶν ἤθη ἀφίκοντο. ἅτε γὰρ ἐν σπονδαῖς καθεστῶτες [4] οὐκ ἐς τὸ ἀκριβὲς ταύτῃ ἐφύλασσον. Χοσρόου τε ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε Τοὺς μὲν ἄλλους ἅπαντας, ὦ βασιλεῦ, πρέσβεις τῶν αὐτοῖς ἕνεκα ξυμφόρων ἐκ τοῦ ἐπὶ πλεῖστον ξυμβαίνει ἐς τὴν πρεσβείαν καθίστασθαι, ἡμᾶς δὲ Οὐίττιγις ὁ Γότθων τε καὶ Ἰταλιωτῶν βασιλεὺς ἔπεμψε τοὺς λόγους ὑπὲρ τῆς σῆς ποιησομένους ἀρχῆς· καὶ αὐτὸν νόμιζε παρόντα σοι [5] τανῦν φθέγγεσθαι τάδε. εἴ τίς σε, ὦ βασιλεῦ, ξυνελὼν φαίη τήν τε σὴν βασιλείαν καὶ πάντας ἀνθρώπους [6] Ἰουστινιανῷ προέσθαι, ὀρθῶς ἂν εἴποι. ὁ μὲν γὰρ νεωτεροποιός τε ὢν φύσει καὶ τῶν οὐδ' ὁπωςτιοῦν αὐτῷ προσηκόντων ἐρῶν, μένειν τε οὐ δυνάμενος ἐν τοῖς καθεστῶσι, γῆν μὲν ἅπασαν ξυλλαβεῖν ἐπεθύμησεν, ἑκάστην δὲ ἀρχὴν περιβαλέσθαι ἐν [7] σπουδῇ ἔσχεν. εἶτα (οὐδὲ γὰρ Πέρσαις κατὰ μόνας ἐγχειρεῖν ἴσχυεν οὐδὲ Περσῶν οἱ ἀντιστατούντων οἷός τε ἦν ἐπ' ἄλλους ἰέναι) σὲ μὲν τῷ τῆς εἰρήνης παραπετάσματι ἐξαπατᾶν ἔγνω, τοὺς δὲ λοιποὺς βιαζόμενος μεγάλας δυνάμεις ἐπὶ τῇ σῇ ἀρχῇ ἑταιρίζεσθαι.
[8] Βανδίλων μὲν οὖν ἤδη καθελὼν τὴν βασιλείαν καὶ Μαυρουσίους καταστρεψάμενος, Γότθων αὐτῷ φιλίας ὀνόματι ἐκποδὼν ἱσταμένων, χρήματά τε μεγάλα καὶ σώματα πολλὰ ἐπαγόμενος ἐφ' ἡμᾶς ἥκει.
[9] ἔνδηλος δέ ἐστιν, ἢν καὶ Γότθους παντάπασιν ἐξελεῖν δύνηται, ὡς ξὺν ἡμῖν τε καὶ τοῖς ἤδη δεδουλωμένοις ἐπὶ Πέρσας στρατεύσει, οὔτε τὸ τῆς φιλίας ἐννοῶν [10] ὄνομα οὔτε τι τῶν ὀμωμοσμένων ἐρυθριῶν. ἕως οὖν ἔτι σοι λείπεται τις σωτηρίας ἐλπὶς, μήτε ἡμᾶς ἐργάσῃ κακὸν περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς, ἀλλ' ὅρα μὲν ἐν τοῖς ἡμετέροις κακοῖς ὅσα ὀλίγῳ ὕστερον ξυμβήσεται Πέρσαις, ἐνθυμοῦ δὲ ὡς Ῥωμαῖοι τῇ σῇ βασιλείᾳ εὖνοι μὲν οὐκ ἄν ποτε εἶεν, δυνάμει δὲ κρείσσους γενόμενοι οὐδὲν μελλήσουσι τὸ [11] ἐς Πέρσας ἔχθος ἐνδείκνυσθαι. ἐν δέοντι τοίνυν τῇ ἐξουσίᾳ χρῆσαι, μὴ παυσαμένην ἐπιζητήσῃς. λωφήσασα γὰρ ἡ τῶν καιρῶν ἀκμὴ ἐπανιέναι οὐδαμῶς πέφυκεν. ἄμεινον δὲ προτερήσαντα ἐν τῷ ἀσφαλεῖ εἶναι ἢ τῶν καιρῶν ὑστερηκότα τὰ πάντων αἰσχρότατα πρὸς τῶν πολεμίων παθεῖν.
[12] Ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, εὖ τέ οἱ παραινεῖν Οὐίττιγις ἔδοξε καὶ λύειν τὰς σπονδὰς ἔτι μᾶλλον ἐν σπουδῇ εἶχε. φθόνῳ γὰρ ἐς Ἰουστινιανὸν βασιλέα ἐχόμενος λογίζεσθαι ὡς ἥκιστα ἔγνω, ὅτι δὴ πρὸς ἀνδρῶν Ἰουστινιανῷ βασιλεῖ δυσμενῶν μάλιστα οἱ λόγοι [13] ἐς αὐτὸν γένοιντο. ἀλλὰ τῷ βούλεσθαι ἐς τὸ πεισθῆναι αὐτόμολος ἦλθεν. ὃ δὴ καὶ ἐς τοὺς Ἀρμενίων τε καὶ Λαζῶν λόγους ὀλίγῳ ὕστερον ἔδρασεν ἅπερ [14] μοι αὐτίκα μάλα λελέξεται. καίτοι τοιαῦτα Ἰουστινιανῷ ἐπεκάλουν ἐγκλήματα, ἅπερ ἂν εἰκότως βασιλεῖ γενναίῳ ἐγκώμια εἴη, ὅτι δὴ τὴν βασιλείαν τὴν αὑτοῦ μείζω τε ποιῆσαι καὶ πολλῷ ἐπιφανεστέραν ἐν σπουδῇ [15] ἔχοι. ταῦτα γὰρ καὶ Κύρῳ ἄν τις ἐπενέγκοι τῷ Περσῶν βασιλεῖ καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ἀλλὰ γὰρ φθόνῳ τὸ δίκαιον οὐδαμῆ εἴωθε ξυνοικίζεσθαι. διὰ ταῦτα μὲν ὁ Χοσρόης τὰς σπονδὰς λύειν διενοεῖτο.
[3]
[1] Ἐν τούτῳ δὲ καὶ ἄλλο τι γενέσθαι τοιόνδε ξυνέβη. Συμεώνης ἐκεῖνος, ὁ τὸ Φαράγγιον Ῥωμαίοις ἐνδοὺς, Ἰουστινιανὸν βασιλέα πείθει, ἔτι τοῦ πολέμου ἀκμάζοντος, κώμαις αὐτόν τισιν ἀνδρῶν Ἀρμενίων [2] δωρήσασθαι. κύριός τε τῶν χωρίων γενόμενος πρὸς τῶν αὐτὰ πάλαι κεκτημένων ἐξ ἐπιβουλῆς θνήσκει.
[3] ἐξειργασμένου δὲ τοῦ κακοῦ οἱ τοῦ φόνου αὐτουργοὶ φεύγουσιν ἐς τὰ Περσῶν ἤθη. ἀδελφὼ δὲ ἤστην δύο Περόζου παῖδε. βασιλεύς τε ταῦτα ἀκούσας τάς τε κώμας Ἀμαζάσπῃ παραδίδωσι τῷ Συμεώνου ἀδελφιδῷ [4] καὶ ἄρχοντα κατεστήσατο Ἀρμενίοις αὐτόν. τοῦτον τὸν Ἀμαζάσπην, προϊόντος τοῦ χρόνου, Ἰουστινιανῷ βασιλεῖ τῶν τις ἐπιτηδείων διέβαλλεν, Ἀκάκιος ὄνομα, κακουργεῖν τε ἐς Ἀρμενίους καὶ βούλεσθαι Πέρσαις ἐνδοῦναι Θεοδοσιούπολίν τε καὶ ἄλλα ἄττα πολίσματα.
[5] ταῦτα εἰπὼν γνώμῃ βασιλέως Ἀκάκιος τὸν Ἀμαζάσπην δόλῳ ἔκτεινε, καὶ τὴν Ἀρμενίων ἀρχὴν δόντος βασιλέως [6] ἔσχεν αὐτός. πονηρὸς δὲ ὢν φύσει ἔσχε καθ' ὅ τι τὰ τῆς ψυχῆς ἤθη ἐνδείξοιτο. γέγονεν οὖν ἐς [7] τοὺς ἀρχομένους ὠμότατος ἀνθρώπων ἁπάντων. τά τε γὰρ χρήματα ἐληίζετο οὐδενὶ λόγῳ καὶ φόρου αὐτοῖς ἀπαγωγὴν οὔποτε οὖσαν ἐς κεντηνάρια τέσσαρα ἔταξεν. Ἀρμένιοι δὲ (φέρειν γὰρ οὐκέτι αὐτὸν οἷοί τε ἦσαν) κτείνουσί τε ξυμφρονήσαντες τὸν Ἀκάκιον καὶ ἐς τὸ Φαράγγιον καταφεύγουσι.
[8] Διὸ δὴ Σίτταν ἐπ' αὐτοὺς ἐκ Βυζαντίου βασιλεὺς ἔπεμψεν. ἐνταῦθα γὰρ ὁ Σίττας διέτριβεν, ἐπειδὴ [9] Ῥωμαίοις ἐγένοντο αἱ πρὸς Πέρσας σπονδαί. ὃς δὴ ἐς Ἀρμενίους ἐλθὼν τὰ μὲν πρῶτα ἐς τὸν πόλεμον ὀκνηρῶς ᾔει, τιθασσεύειν μέντοι καὶ ἐπὶ τὰ πρότερα ἤθη ἀντικαθιστάναι τοὺς ἀνθρώπους ἠπείγετο, πείθειν βασιλέα ὑποσχόμενος ἀφεῖναι αὐτοῖς τὴν καινὴν τοῦ [10] φόρου ἀπαγωγήν. ἐπεὶ δὲ αὐτὸν βασιλεὺς τῆς μελλήσεως πολλὰ ὀνειδίζων ἐκάκιζεν, ἠγμένος ταῖς Ἀδολίου διαβολαῖς τοῦ Ἀκακίου παιδὸς, ἐνταῦθα ἤδη ὁ Σίττας τὰ ἐς [11] τὴν ξυμβολὴν ἐξηρτύετο. πρῶτον μὲν οὖν ὑποσχέσεσι πολλῶν ἀγαθῶν ἀναπείθειν τε καὶ ἑταιρίζεσθαι αὐτῶν τινας ἐνεχείρησεν, ὅπως αὐτῷ ῥᾴων τε καὶ ἀπονωτέρα [12] ἡ ἐς τοὺς λοιποὺς ἐπικράτησις γένοιτο. καί οἱ τὸ τῶν Ἀσπετιανῶν καλουμένων γένος, μέγα τε ὂν καὶ [13] πολυάνθρωπον, προσχωρεῖν ἤθελε. πέμψαντές τε παρὰ τὸν Σίτταν ἐν γράμμασιν ἐδέοντο διδόναι τὰ πιστὰ σφίσιν, ὅτι δὴ, ἢν ἐν τῷ ἔργῳ τοὺς ὁμογενεῖς ἀπολιπόντες ἥξωσιν ἐς τὴν Ῥωμαίων παράταξιν, κακῶν παντάπασιν ἀπαθεῖς μείνωσι, τὰ σφέτερα αὐτῶν ἔχοντες.
[14] ὁ δὲ αὐτοῖς ἄσμενός τε γράψας ἐν βιβλιδίῳ, καθάπερ ἐδέοντο, τὰ πιστὰ ἔδωκε, καὶ τὸ γράμμα κατασημηνάμενος [15] ἐς αὐτοὺς ἔπεμψε. θαρσῶν τε ὡς δι' αὐτῶν ἀμαχητὶ τοῦ πολέμου κρατήσει, τῷ παντὶ στρατῷ ἐς χωρίον Οἰνοχαλάκων ᾔει, ἔνθα τοὺς Ἀρμενίους ἐστρατοπεδεῦσθαι [16] ξυνέβαινε. τύχῃ δέ τινι οἱ τὸ βιβλίον ἔχοντες ἑτέρᾳ ἰόντες ὁδῷ Ἀσπετιανοῖς ἐντυχεῖν οὐδαμῆ [17] ἴσχυσαν. μοῖρα μέντοι τοῦ Ῥωμαίων στρατοῦ ὀλίγοις τισὶν αὐτῶν ἐντυχόντες, οὐκ εἰδότες τε τὰ ξυγκείμενα, [18] ὡς πολεμίοις ἐχρήσαντο. καὶ αὐτὸς Σίττας ἐν σπηλαίῳ που παῖδάς τε αὐτῶν καὶ γυναῖκας λαβὼν ἔκτεινεν, ἢ τὸ γεγονὸς οὐ ξυνιεὶς ἢ δι' ὀργῆς Ἀσπετιανοὺς ἔχων, ὅτι οἱ, καθάπερ ξυνέκειτο, οὐ προσεχώρουν.
[19] Οἱ δὲ θυμῷ ἤδη ἐχόμενοι ξὺν τοῖς ἄλλοις ἅπασιν ὡς ἐς μάχην ἐτάξαντο. ἅτε δὲ ἐν δυσχωρίαις χαλεπαῖς τε καὶ κρημνώδεσιν ἑκάτεροι ὄντες οὐκ ἐν ἑνὶ χώρῳ ἐμάχοντο, ἀλλὰ διασκεδαννύμενοι ἔν τε ὑπωρείαις καὶ φάραγξι. τετύχηκεν οὖν τῶν τε Ἀρμενίων ὀλίγους τινὰς καὶ Σίτταν τῶν ἑπομένων οὐ πολλοὺς ἔχοντα ἀλλήλων πη ἄγχιστα ἰέναι, φάραγγος σφίσι τινὸς μεταξὺ [20] οὔσης. ἱππεῖς δὲ ἦσαν ἑκάτεροι. ὁ μὲν οὖν Σίττας, ὀλίγων οἱ ἐπισπομένων, ἐπὶ τοὺς ἐναντίους τὴν φάραγγα διαβὰς ἤλαυνεν, Ἀρμένιοι δὲ ὀπίσω ὑποχωρήσαντες ἔστησαν, καὶ ὁ Σίττας οὐκέτι ἐδίωκεν, [21] ἀλλ' αὐτοῦ ἔμενεν. ἄφνω δέ τις τοῦ Ῥωμαίων στρατοῦ, Ἔρουλος γένος, δίωξιν ἐπὶ τοὺς πολεμίους πεποιημένος, ἐνθένδε τε ξὺν θυμῷ ἀπελαύνων παρὰ τοὺς ἀμφὶ τὸν Σίτταν ἦλθεν. ἐτύγχανε δὲ ὁ Σίττας ἐς τὸ ἔδαφος τὸ δόρυ ἐρείσας· ὃ δὴ ὁ τοῦ Ἐρούλου ἵππος [22] ἐπιπεσὼν ξὺν πολλῇ ῥύμῃ κατέαξε. τόν τε στρατηγὸν τοῦτο ἠνίασεν ἐς τὰ μάλιστα, καὶ αὐτὸν τῶν τις Ἀρμενίων ἰδὼν ἔγνω τε καὶ Σίτταν αὐτὸν τοῖς ἄλλοις ἅπασιν ἰσχυρίζετο εἶναι. ξυνέβαινε γάρ οἱ ἐν τῇ κεφαλῇ κράνος οὐκ εἶναι. διὸ δὴ τοὺς πολεμίους οὐκ [23] ἔλαθε ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἥκων. Σίττας μὲν οὖν, ἐπεὶ ταῦτα τοῦ Ἀρμενίου λέγοντος ἤκουσε καὶ τὸ δόρυ, ὥσπερ ἐρρήθη, οἱ ἀποκαυλισθὲν ἐς τὴν γῆν ἔκειτο, σπασάμενος τὸ ξίφος τὴν φάραγγα διαβαίνειν [24] εὐθὺς ἐνεχείρησεν. οἱ δὲ πολέμιοι σπουδῇ πολλῇ ἐπ' αὐτὸν ἤλαυνον, καί τις αὐτὸν καταλαβὼν ἐν τῇ φάραγγι ξίφει ἐς ἄκραν κεφαλὴν ἔτυψε πληγῇ ἐγκαρσίᾳ. καὶ τὸ μὲν βρέγμα ὅλον ἀφείλετο, τοῦ δὲ ὀστέου ὁ [25] σίδηρος οὐδαμῆ ἥψατο. καὶ ὁ μὲν Σίττας ἔτι μᾶλλον ἢ πρότερον πρόσω ἤλαυνεν, Ἀρταβάνης δὲ Ἰωάννου παῖς Ἀρσακίδης ὄπισθεν ἐπιπεσὼν καὶ παίσας τῷ δόρατι [26] ἔκτεινεν. οὕτω τε ὁ Σίττας ἐξ ἀνθρώπων ἠφάνιστο οὐδενὶ λόγῳ, ἀναξίως τῆς τε ἀρετῆς καὶ τῶν ἐς τοὺς πολεμίους ἀεὶ πεπραγμένων, ἀνὴρ τό τε σῶμα ἐς ἄγαν καλὸς γεγονὼς καὶ ἀγαθὸς τὰ πολέμια, στρατηγός τε ἄριστος τῶν καθ' αὑτὸν οὐδενὸς ἥσσων.
[27] τινὲς δέ φασι τὸν Σίτταν οὐ πρὸς τοῦ Ἀρταβάνου ἀπολωλέναι, ἀλλὰ Σολόμωνα, λίαν ἐν Ἀρμενίοις ἀφανῆ ἄνδρα, τὸν ἄνθρωπον διαχρήσασθαι.
[28] Τελευτήσαντος δὲ Σίττα Βούζην βασιλεὺς ἐπὶ τοὺς Ἀρμενίους ἐκέλευσεν ἰέναι· ὃς ἐπεὶ ἄγχιστά που ἐγένετο, ἔπεμψε πρὸς αὐτοὺς βασιλεῖ τε καταλλάξειν Ἀρμενίους ὑποσχόμενος ἅπαντας καὶ ὑπὲρ τούτων ἐς [29] λόγους οἱ ἐλθεῖν ἀξιῶν τῶν δοκίμων τινάς. οἱ μὲν οὖν ἄλλοι οὔτε πιστεύειν τῷ Βούζῃ εἶχον οὔτε τοὺς λόγους ἐνδέχεσθαι τοὺς αὐτοῦ ἤθελον. ἦν δέ τις αὐτῷ μάλιστα φίλος ἀνὴρ Ἀρσακίδης, Ἰωάννης ὄνομα, Ἀρταβάνου πατὴρ, ὃς δὴ τῷ Βούζῃ τότε ἅτε φίλῳ θαρσήσας ξύν τε Βασσάκῃ τῷ κηδεστῇ καὶ ἄλλοις ὀλίγοις τισὶ παρ' αὐτὸν ἦλθεν· οἳ δὴ ἐν χωρίῳ γενόμενοί τε καὶ αὐλισθέντες, ἔνθα τῷ Βούζῃ τῇ ὑστεραίᾳ ἐντυχεῖν ἔμελλον, ᾔσθοντο ἐς κύκλωσιν πρὸς τοῦ Ῥωμαίων [30] στρατοῦ ἥκοντες. πολλὰ μὲν οὖν τὸν Ἰωάννην Βασσάκης ὁ γαμβρὸς ἐλιπάρει δρασμοῦ ἔχεσθαι. ἐπεὶ δὲ αὐτὸν πείθειν οὐκ εἶχε, μόνον ἐνταῦθα καταλιπὼν ξὺν τοῖς ἄλλοις ἅπασι λαθὼν τοὺς Ῥωμαίους, ὁδῷ τῇ [31] αὐτῇ ὀπίσω αὖθις ἀπήλαυνε. Βούζης τε τὸν Ἰωάννην μόνον εὑρὼν ἔκτεινε, καὶ ἀπ' αὐτοῦ οὔτε τινὰ ἐλπίδα ἐς Ῥωμαίους Ἀρμένιοι ξυμβάσεως πέρι τὸ λοιπὸν ἔχοντες οὔτε βασιλέα τῷ πολέμῳ ὑπεραίρειν οἷοί τε ὄντες παρὰ τὸν Περσῶν βασιλέα ἦλθον, Βασσάκου [32] σφίσιν ἡγουμένου, δραστηρίου ἀνδρός. ὧν τότε οἱ πρῶτοι Χοσρόῃ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε Εἰσὶ μὲν ἡμῶν πολλοὶ Ἀρσακίδαι, ὦ δέσποτα, ἐκείνου Ἀρσάκου ἀπόγονοι, ὃς δὴ οὔτε τῆς Πάρθων βασιλείας ἀλλότριος ἐτύγχανεν ὢν, ἡνίκα ὑπὸ Πάρθοις ἔκειτο τὰ Περσῶν πράγματα, καὶ βασιλεὺς ἐπιφανὴς γέγονε τῶν καθ' αὑτὸν οὐδενὸς ἧσσον.
[33] πάρεσμεν δὲ τανῦν εἰς ὑμᾶς ἅπαντες δοῦλοί τε καὶ δραπέται γεγενημένοι, οὐχ ἑκούσιοι μέντοι, ἀλλ' ἠναγκασμένοι ὡς μάλιστα, τῷ μὲν φαινομένῳ ὑπὸ τῆς Ῥωμαίων ἀρχῆς, τῷ δὲ ἀληθεῖ λόγῳ ὑπὸ σῆς, ὦ [34] βασιλεῦ, γνώμης. εἴπερ ὁ τὴν ἰσχὺν τοῖς ἀδικεῖν βουλομένοις διδοὺς αὐτὸς ἂν φέροιτο καὶ τὴν αἰτίαν τῶν ἔργων δικαίως. εἰρήσεται δὲ μικρὸν ἄνωθεν ὅπως δὴ ἅπασι παρακολουθεῖν τοῖς πεπραγμένοις δυνήσεσθε.
[35] Ἀρσάκης γὰρ ὁ τῶν προγόνων τῶν ἡμετέρων βασιλεὺς ὕστατος ἐξέστη τῆς ἀρχῆς τῆς αὑτοῦ Θεοδοσίῳ τῷ Ῥωμαίων αὐτοκράτορι ἑκών γε εἶναι, ἐφ' ᾧ δὴ ἅπαντες οἱ κατὰ γένος αὐτῷ μέλλοντες πάντα τὸν αἰῶνα προσήκειν τά τε ἄλλα βιοτεύσουσι κατ' ἐξουσίαν καὶ [36] φόρου ὑποτελεῖς οὐδαμῆ ἔσονται. καὶ διεσωσάμεθα τὰ ξυγκείμενα, ἕως ὑμεῖς ταύτας πεποίησθε τὰς διαβοήτους σπονδὰς, ἃς δὴ κοινόν τινα ὄλεθρον καλῶν [37] τις, οἰόμεθα, οὐκ ἂν ἁμάρτοι. φίλων τε γὰρ καὶ πολεμίων τὸ ἐντεῦθεν ἀφροντιστήσας ἅπαντα ξυνέχεέ τε καὶ ξυνετάραξε τὰ ἀνθρώπεια ὁ σὸς, ὦ βασιλεῦ, [38] τῷ λόγῳ μὲν φίλος, ἔργῳ δὲ δυσμενής. ὅπερ καὶ αὐτὸς οὐκ εἰς μακρὰν εἴσῃ, ἐπειδὰν τάχιστα τοὺς ἑσπερίους οἷός τε ᾖ παντάπασι καταστρέψασθαι. τί γὰρ τῶν πρότερον ἀπειρημένων οὐκ ἔπραξεν; ἢ τί [39] οὐκ ἐκίνησε τῶν εὖ καθεστώτων; οὐχ ἡμῖν μὲν φόρου ἀπαγωγὴν ἔταξεν οὐ πρότερον οὖσαν, καὶ Τζάνους τοὺς ὁμόρους ἡμῖν αὐτονόμους ὄντας δεδούλωται, τῷ δὲ βασιλεῖ τῶν ἀθλίων Λαζῶν ἄρχοντα Ῥωμαῖον ἐπέστησε; πρᾶγμα οὔτε τῇ φύσει τῶν πραγμάτων [40] ξυμβαῖνον οὔτε λόγῳ ῥᾴδιον ἑρμηνεύεσθαι. οὐ Βοσπορίταις μὲν τοῖς Οὔννων κατηκόοις στρατηγοὺς ἔπεμψε καὶ τὴν πόλιν προσεποιήσατο οὐδὲν αὐτῷ προσῆκον, ὁμαιχμίαν δὲ πεποίηται πρὸς τὰς τῶν Αἰθιόπων ἀρχὰς, ὧν καὶ ἀνήκοοι τὸ παράπαν Ῥωμαῖοι ἐτύγχανον [41] ὄντες; ἀλλὰ καὶ Ὁμηρίτας τε καὶ θάλασσαν τὴν Ἐρυθρὰν περιβέβληται καὶ τὸν φοινικῶνα προστίθησι [42] τῇ Ῥωμαίων ἀρχῇ. ἀφίεμεν γὰρ λέγειν τὰ Λιβύων τε καὶ Ἰταλῶν πάθη. ἡ γῆ τὸν ἄνθρωπον οὐ χωρεῖ ξύμπασα· μικρόν ἐστιν αὐτῷ πάντων ὁμοῦ τῶν ἀνθρώπων [43] κρατεῖν. ὁ δὲ καὶ τὸν αἰθέρα περισκοπεῖ καὶ τοὺς ὑπὲρ τὸν ὠκεανὸν διερευνᾶται μυχοὺς, ἄλλην αὑτῷ τινα οἰκουμένην περιποιεῖσθαι βουλόμενος.
[44] τί οὖν ἔτι, ὦ βασιλεῦ, μέλλεις; τί δὲ τὴν κάκιστα ἀπολουμένην εἰρήνην αἰσχύνῃ, ὅπως δηλαδή σε ὑστάτην ποιήσηται βρῶσιν τῶν ἄλλων ἁπάντων; [45] εἰ μέν ἐστί σοι βουλομένῳ μαθεῖν ὁποῖός τις ἂν Ἰουστινιανὸς ἐς τοὺς αὐτῷ εἴκοντας γένοιτο, ἐγγύθεν σοι τὸ παράδειγμα παρ' ἡμῶν τε αὐτῶν ἐστι καὶ [46] τῶν ταλαιπώρων Λαζῶν· εἰ δὲ, ὅπως ποτὲ εἴωθε τοῖς τε ἀγνῶσι καὶ οὐδ' ὁτιοῦν ἠδικηκόσι χρῆσθαι, Βανδίλους τε καὶ Γότθους καὶ Μαυρουσίους διαλογίζου.
[47] τό τε δὴ κεφάλαιον οὔπω λέλεκται. οὐκ Ἀλαμούνδαρον μὲν ἐν σπονδαῖς τὸν σὸν, ὦ κράτιστε βασιλεῦ, δοῦλον ἀπάτῃ τε περιελθεῖν καὶ βασιλείας ἀποστῆσαι τῆς σῆς ἔργον πεποίηται, Οὔννους δὲ τοὺς οὐδαμόθεν αὐτῷ γνωρίμους ἐπὶ τοῖς σοῖς ἔναγχος ἑταιρίζεσθαι πράγμασιν ἐν σπουδῇ ἔσχε; καίτοι πρᾶξις ἀτοπωτέρα ταύτης οὐ γέγονεν ἐκ τοῦ παντὸς χρόνου.
[48] ἐπειδὴ γὰρ ᾔσθετο, οἶμαι, εἰς πέρας αὐτῷ ὅσον οὔπω ἀφίξεσθαι τὴν τῶν ἑσπερίων καταστροφὴν, τοὺς ἑῴους ἤδη μετελθεῖν ὑμᾶς ἐγκεχείρηκεν, ἐπεὶ καὶ μόνον ἀπολέλειπται αὐτῷ ἐς ἀγῶνα τὸ Περσῶν κράτος.
[49] ἡ μὲν οὖν εἰρήνη τὸ ἐκείνου μέρος ἤδη σοι λέλυται, καὶ σπονδαῖς αὐτὸς πέρας ταῖς ἀπεράντοις [50] ἐπέθηκε. λύουσι γὰρ τὴν εἰρήνην οὐχ οἳ ἂν ἐν ὅπλοις γένοιντο πρῶτοι, ἀλλ' οἳ ἂν ἐπιβουλεύοντες [51] ἐν σπονδαῖς τοῖς πέλας ἁλοῖεν. τὸ γὰρ ἔγκλημα τῷ ἐγκεχειρηκότι, κἂν ἀπῇ τὸ κατορθοῦν, πέπρακται. ὅπη ποτὲ δὲ ὁ πόλεμος χωρήσει παντί που δῆλον. οὐ γὰρ οἱ τὰς αἰτίας τῷ πολέμῳ παρασχόμενοι, ἀλλ' οἱ τοὺς παρασχομένους αὐτὰς ἀμυνόμενοι, κρατεῖν [52] ἀεὶ τῶν πολεμίων εἰώθασιν. οὐ μὴν οὐδὲ ἐξ ἀντιπάλου ἡμῖν τῆς δυνάμεως ὁ ἀγὼν ἔσται. Ῥωμαίοις γὰρ τῶν τε στρατιωτῶν πλείστους πρὸς ταῖς τῆς οἰκουμένης ἐσχατιαῖς ξυμβαίνει εἶναι καὶ δυοῖν στρατηγοῖν, οἵπερ αὐτοῖς ἄριστοι ἦσαν, τὸν ἕτερον μὲν Σίτταν κτείναντες ἥκομεν, Βελισάριον δὲ οὔποτε Ἰουστινιανὸς τὸ λοιπὸν ὄψεται. οὗπερ ἐκεῖνος ὀλιγωρήσας μεμένηκε πρὸς ταῖς ἡλίου δυσμαῖς, αὐτὸς ἔχων [53] τὸ Ἰταλῶν κράτος. ὥστε σοι ἐπὶ τοὺς πολεμίους ἰόντι ἀπαντήσει τῶν πάντων οὐδεὶς, ἕξεις δὲ καὶ ἡμᾶς εὐνοίᾳ τε, ὡς τὸ εἰκὸς, καὶ χωρίων ἐμπειρίᾳ [54] πολλῇ τῷ σῷ στρατῷ ἐξηγουμένους. ταῦτα ἐπεὶ Χοσρόης ἤκουσεν, ἥσθη τε καὶ ξυγκαλέσας εἴ τι ἐν Πέρσαις καθαρὸν ἦν ἐς πάντας ἐξήνεγκεν ἅ τε Οὐίττιγις ἔγραψε καὶ ὅσα οἱ Ἀρμένιοι εἶπον, ἀμφί τε τῷ πρακτέῳ [55] βουλὴν προὔθηκεν. ἔνθα δὴ ἐλέχθησαν μὲν γνῶμαι πολλαὶ ἐφ' ἑκάτερα φέρουσαι, τέλος δὲ πολεμητέα σφίσιν ἅμα ἦρι ἀρχομένῳ ἐπὶ Ῥωμαίους ἔδοξεν εἶναι.
[56] ἦν γὰρ τοῦ ἔτους μετόπωρον, τρίτον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
[57] οὐ μέντοι Ῥωμαῖοι τοῦτο ὑπώπτευον, οὐδὲ δὴ Πέρσας λύσειν ποτὲ τὰς ἀπεράντους καλουμένας σπονδὰς ᾤοντο, καίπερ Χοσρόην ἀκούσαντες τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς καὶ τὰ ἐγκλήματα ἐπιφέρειν ταῦτα, ὧν ἄρτι ἐμνήσθην.
[4]
[1] Τότε καὶ ὁ κομήτης ἀστὴρ ἐφάνη, τὰ μὲν πρῶτα ὅσον εὐμήκης ἀνὴρ μάλιστα, ὕστερον δὲ καὶ πολλῷ μείζων. καὶ αὐτοῦ τὸ μὲν πέρας πρὸς δύοντα ἥλιον, ἡ δὲ ἀρχὴ πρὸς ἀνίσχοντα ἦν, αὐτῷ δὲ τῷ [2] ἡλίῳ ὄπισθεν εἵπετο. ὁ μὲν γὰρ ἐν αἰγοκέρῳ ἦν, αὐτὸς δὲ ἐν τοξότῃ. καὶ αὐτὸν οἱ μέν τινες ἐκάλουν ξιφίαν, ὅτι δὴ ἐπιμήκης τε ἦν καὶ λίαν ὀξεῖαν τὴν ἀρχὴν εἶχεν, οἱ δὲ πωγωνίαν, ἡμέρας τε πλείους ἢ [3] τεσσαράκοντα ἐφάνη. οἱ μὲν οὖν ταῦτα σοφοὶ ἀλλήλοις ὡς ἥκιστα ὁμολογοῦντες ἄλλος ἄλλα προὔλεγον πρὸς τούτου δὴ τοῦ ἀστέρος σημαίνεσθαι· ἐγὼ δὲ ὅσα γενέσθαι ξυνηνέχθη γράφων δίδωμι ἑκάστῳ τοῖς [4] ἀποβεβηκόσι τεκμηριοῦσθαι ᾗ βούλοιτο. μέγα μὲν εὐθὺς στράτευμα Οὐννικὸν, διαβάντες ποταμὸν Ἴστρον, ξυμπάσῃ Εὐρώπῃ ἐπέσκηψαν, γεγονὸς μὲν πολλάκις ἤδη, τοσαῦτα δὲ τὸ πλῆθος κακὰ ἢ τοιαῦτα τὸ μέγεθος οὐκ ἐνεγκὸν πώποτε τοῖς ταύτῃ ἀνθρώποις. ἐκ κόλπου γὰρ τοῦ Ἰονίου οἱ βάρβαροι οὗτοι ἅπαντα ἐφεξῆς ἐληίσαντο μέχρι ἐς τὰ Βυζαντίων προάστεια.
[5] καὶ φρούρια μὲν δύο καὶ τριάκοντα ἐν Ἰλλυριοῖς εἷλον, πόλιν δὲ τὴν Κασσάνδρειαν κατεστρέψαντο βίᾳ (ἣν οἱ παλαιοὶ Ποτίδαιαν ἐκάλουν, ὅσα γε ἡμᾶς εἰδέναι) οὐ [6] τειχομαχήσαντες πρότερον. καὶ τά τε χρήματα ἔχοντες αἰχμαλώτων τε μυριάδας δυοκαίδεκα ἀπαγόμενοι ἐπ' οἴκου ἅπαντες ἀνεχώρησαν, οὐδενὸς σφίσιν ἐναντιώματος [7] ἀπαντήσαντος. χρόνῳ τε τῷ ὑστέρῳ πολλάκις ἐνταῦθα γενόμενοι ἀνήκεστα ἐς Ῥωμαίους δεινὰ ἔδρασαν.
[8] οἳ δὴ καὶ ἐν Χερρονήσῳ τειχομαχήσαντες, βιασάμενοί τε τοὺς ἐκ τοῦ τείχους ἀμυνομένους καὶ διὰ τοῦ τῆς θαλάσσης ῥοθίου τὸν περίβολον ὑπερβάντες, ὃς πρὸς κόλπῳ τῷ μέλανι καλουμένῳ ἐστὶν, οὕτω τε ἐντὸς τῶν μακρῶν τειχῶν γεγενημένοι καὶ τοῖς ἐν Χερρονήσῳ Ῥωμαίοις ἀπροσδόκητοι ἐπιπεσόντες, ἔκτεινάν τε πολλοὺς [9] καὶ ἠνδραπόδισαν σχεδὸν ἅπαντας. ὀλίγοι δέ τινες καὶ διαβάντες τὸν μεταξὺ Σηστοῦ τε καὶ Ἀβύδου πορθμὸν, ληισάμενοί τε τὰ ἐπὶ τῆς Ἀσίας χωρία καὶ αὖθις ἐς Χερρόνησον ἀναστρέψαντες ξὺν τῷ ἄλλῳ στρατῷ καὶ πάσῃ τῇ λείᾳ ἐπ' οἴκου ἀπεκομίσθησαν.
[10] ἐν ἑτέρᾳ τε εἰσβολῇ τούς τε Ἰλλυριοὺς καὶ Θεσσαλοὺς ληισάμενοι τειχομαχεῖν μὲν ἐνεχείρησαν ἐν Θερμοπύλαις, τῶν δὲ ἐν τοῖς τείχεσι φρουρῶν καρτερώτατα ἀμυνομένων διερευνώμενοι τὰς περιόδους παρὰ δόξαν τὴν ἀτραπὸν εὗρον ἣ φέρει εἰς τὸ ὄρος ὃ ταύτῃ [11] ἀνέχει. οὕτω τε σχεδὸν ἅπαντας Ἕλληνας, πλὴν [12] Πελοποννησίων, διεργασάμενοι ἀπεχώρησαν. Πέρσαι δὲ οὐ πολλῷ ὕστερον τὰς σπονδὰς λύσαντες ἔργα Ῥωμαίους τοὺς ἑῴους εἰργάσαντο ἅπερ ἐγὼ αὐτίκα δὴ [13] μάλα δηλώσω. Βελισάριος [ἐπεὶ] τῶν Γότθων τε καὶ Ἰταλιωτῶν βασιλέα Οὐίττιγιν καθελὼν ζῶντα ἐς Βυζάντιον ἤνεγκεν. ὅπως δὲ ὁ Περσῶν στρατὸς ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλεν, ἐρῶν ἔρχομαι.
[14] Ἡνίκα Χοσρόου πολεμησείοντος Ἰουστινιανὸς βασιλεὺς ᾔσθετο, παραίνεσίν τε ποιεῖσθαί τινα καὶ τῆς [15] ἐγχειρήσεως αὐτὸν ἀπαγαγεῖν ἤθελεν. ἐτύγχανε δέ τις ἐς Βυζάντιον ἥκων ἐκ Δάρας πόλεως, Ἀναστάσιος ὄνομα, δόξαν ἐπὶ ξυνέσει ἔχων, ὃς καὶ τὴν ἐν Δάρας [16] ἔναγχος γενομένην τυραννίδα καταλελύκει. τοῦτον οὖν τὸν Ἀναστάσιον παρὰ Χοσρόην Ἰουστινιανὸς [17] ἔπεμψε γράμματα γράψας· ἐδήλου δὲ ἡ γραφὴ τάδε Ξυνετῶν μὲν ἀνθρώπων ἐστὶ καὶ οἷς τὰ ἐς τὸ θεῖον ἱκανῶς ἤσκηται πολέμου φυομένας αἰτίας, ἄλλως τε καὶ πρὸς ἄνδρας τὰ μάλιστα φίλους, σθένει παντὶ ἀποτέμνεσθαι· ἀξυνέτων δὲ καὶ τὰ τοῦ θεοῦ σφίσιν αὐτοῖς ῥᾷστα ποιουμένων πολέμια μάχης τε καὶ τα[18]ραχῆς ἀφορμὰς οὐδαμῆ οὔσας ἐπιτεχνᾶσθαι. εἰρήνην μὲν γὰρ καταλύσασιν ἐς πόλεμον ἰέναι οὐδὲν πρᾶγμά ἐστιν, ἐπεὶ τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα καὶ τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις εὔκολα τίθεσθαι ἡ [19] τῶν πραγμάτων νενόμικε φύσις. πόλεμον δὲ κατὰ γνώμην διαθεμένοις αὖθις ἐπὶ τὴν εἰρήνην χωρεῖν [20] ἀνθρώποις οἶμαι οὐ ῥᾴδιον εἶναι. καίτοι σὺ μὲν ἡμῖν γράμματα οὐκ ἐπίτηδες γεγραμμένα ἐπικαλεῖς, ταῦτά τε γνώμῃ αὐτονόμῳ τανῦν ἑρμηνεύειν ἐσπούδακας, οὐχ ᾗπερ ἡμεῖς διανοηθέντες γεγράφαμεν, ἀλλ' ᾗ σοι τὰ βεβουλευμένα ἐπιτελεῖν οὐκ ἄνευ τινὸς παραπετάσματος [21] ἐφιεμένῳ ξυνοίσειν δοκεῖ. ἡμῖν δὲ πάρεστιν Ἀλαμούνδαρον δεικνύναι τὸν σὸν γῆν ἔναγχος καταδραμόντα τὴν ἡμετέραν ἔργα ἐν σπονδαῖς διαπεπρᾶχθαι ἀνήκεστα, χωρίων ἁλώσεις, χρημάτων ἁρπαγὰς, ἀνθρώπων φόνους τε καὶ ἀνδραποδισμοὺς τοσούτων τὸ πλῆθος, ὑπὲρ ὧν σε οὐκ αἰτιᾶσθαι [22] ἡμᾶς, ἀλλ' ἀπολογεῖσθαι δεήσει. τὰ γὰρ τῶν ἠδικηκότων ἐγκλήματα αἱ πράξεις, οὐχ αἱ διάνοιαι, δηλοῦσι τοῖς πέλας. ἀλλὰ καὶ τούτων τοιούτων ὄντων ἡμεῖς μὲν ἔχεσθαι καὶ ὣς τῆς εἰρήνης ἐγνώκαμεν, σὲ δὲ πολεμησείοντα ἐπὶ Ῥωμαίους ἀκούομεν ἀναπλάττειν [23] αἰτίας οὐδαμόθεν ἡμῖν προσηκούσας. εἰκότως· οἱ μὲν γὰρ τὰ παρόντα περιστέλλειν ἐν σπουδῇ ἔχοντες καὶ σφόδρα ἐγκειμένας ἀποσείονται τὰς ἐπὶ τοὺς φίλους αἰτίας, οὓς δὲ ὁ τῆς φιλίας οὐκ ἀρέσκει θεσμὸς, καὶ [24] τὰς οὐκ οὔσας ἐφίενται πορίζεσθαι σκήψεις. ἀλλὰ ταῦτα μὲν οὐδὲ τοῖς τυχοῦσιν ἀνθρώποις, μή τί γε [25] δὴ βασιλεῦσι, πρέπειν ἂν δόξειε. σὺ δὲ τούτων ἀφέμενος σκόπει μὲν τὸ μέτρον τῶν ἑκατέρωθεν κατὰ τὸν πόλεμον ἀπολουμένων καὶ τίς ἂν εἴη τῶν ξυμπεσουμένων τὴν αἰτίαν φέρεσθαι δίκαιος, λογίζου δὲ τοὺς ὅρκους, οὓς δὴ ὀμοσάμενός τε καὶ τὰ χρήματα κομισάμενος, εἶτα ἀτιμάσας οὐ δέον τέχναις τισὶν ἢ σοφίσμασι παραγαγεῖν οὐκ ἂν δύναιο· τὸ γὰρ θεῖον κρεῖσσον ἢ ἐξαπατᾶσθαι πέφυκε πρὸς πάντων ἀνθρώπων.
[26] ταῦτα ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ αὐτίκα οὔτε τι ἀπεκρίνατο οὔτε τὸν Ἀναστάσιον ἀπεπέμψατο, ἀλλ' αὐτοῦ μένειν ἠνάγκαζεν.
[5]
[1] Ἐπειδὴ δὲ ὁ μὲν χειμὼν ἤδη ὑπέληγε, τρίτον δὲ καὶ δέκατον ἔτος ἐτελεύτα Ἰουστινιανῷ βασιλεῖ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντι, Χοσρόης ὁ Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἅμα ἦρι ἀρχομένῳ στρατῷ μεγάλῳ ἐσέβαλε, τήν τε ἀπέραντον καλουμένην εἰρήνην λαμπρῶς ἔλυεν. ᾔει δὲ οὐ κατὰ τὴν μέσην τῶν ποταμῶν [2] χώραν, ἀλλὰ τὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων. ἔστι δὲ τοῦ ποταμοῦ ἐπὶ θάτερα Ῥωμαίων φρούριον ἔσχατον, ὃ Κιρκήσιον ἐπικαλεῖται, ἐχυρὸν ἐς τὰ μάλιστα ὂν, ἐπεὶ Ἀβόρρας μὲν ποταμὸς μέγας ἐνταῦθα τὰς ἐκβολὰς ἔχων τῷ Εὐφράτῃ ἀναμίγνυται, τὸ δὲ φρούριον τοῦτο πρὸς αὐτῇ που τῇ γωνίᾳ κεῖται, ἣν δὴ τοῖν ποταμοῖν [3] ἡ μίξις ποιεῖται. καὶ τεῖχος δὲ ἄλλο μακρὸν τοῦ φρουρίου ἐκτὸς χώραν τὴν μεταξὺ ποταμοῦ ἑκατέρου ἀπολαμβάνον τρίγωνον ἐνταῦθα ἀμφὶ τὸ Κιρκήσιον [4] ἐπιτελεῖ σχῆμα. διὸ δὴ ὁ Χοσρόης οὔτε φρουρίου ἐθέλων οὕτω δὴ ἐχυροῦ ἀποπειρᾶσθαι οὔτε διαβαίνειν ποταμὸν Εὐφράτην διανοούμενος, ἀλλ' ἐπὶ Σύρους τε καὶ Κίλικας ἰέναι, οὐδὲν διαμελλήσας, ἐπίπροσθεν τὸν στρατὸν ἤλαυνε, τριῶν τε σχεδόν τι ὁδὸν ἡμερῶν εὐζώνῳ ἀνδρὶ παρὰ τοῦ Εὐφράτου τὴν ὄχθην ἀνύσας πόλει Ζηνοβίᾳ ἐπιτυγχάνει· ἣν ἡ Ζηνοβία ποτὲ δειμαμένη τὴν ἐπωνυμίαν τῇ πόλει, ὡς τὸ εἰκὸς, ἔδωκεν.
[5] ἦν δὲ ἡ Ζηνοβία Ὀδονάθου γυνὴ, τῶν ἐκείνῃ Σαρακηνῶν ἄρχοντος, οἳ Ῥωμαίοις ἔνσπονδοι ἐκ παλαιοῦ [6] ἦσαν. οὗτος [ὁ] Ὀδονάθος ἀνεσώσατο Ῥωμαίοις τὴν ἑῴαν ἀρχὴν ὑπὸ Μήδοις γεγενημένην. ἀλλὰ ταῦτα [7] μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο. Χοσρόης δὲ τότε ἄγχιστά που τῆς Ζηνοβίας ἥκων, ἐπειδὴ τὸ χωρίον οὔτε ἀξιόλογον ἔμαθεν εἶναι καὶ τὴν χώραν κατενόησεν ἀοίκητόν τε καὶ πάντων ἀγαθῶν ἔρημον οὖσαν, δείσας μή τίς οἱ χρόνος ἐνταῦθα τριβεὶς πράξεσι μεγάλαις ἐπ' οὐδενὶ ἔργῳ ἐμπόδιος εἴη, ἀπεπειράσατο μὲν ὁμολογίᾳ τὸ χωρίον ἑλεῖν. ὡς δὲ οὐδὲν προὐχώρει, πρόσω κατὰ τάχος τὸν στρατὸν ἤλαυνεν.
[8] Ὁδόν τε αὖθις τοσαύτην ἀνύσας ἀφίκετο ἐς πόλιν Σούρων, πρὸς τῷ Εὐφράτῃ ποταμῷ οὖσαν, ἧς δὴ [9] ἀγχοτάτω γενόμενος ἔστη. ἐνταῦθα δὲ τῷ ἵππῳ ξυνέβη, ἐφ' οὗ ὁ Χοσρόης ἐκάθητο, χρεμετίσαι τε καὶ τῷ ποδὶ τὸ ἔδαφος κρούειν. ὃ δὴ οἱ μάγοι ξυμβαλόντες ἁλώσεσθαι [10] τὸ χωρίον ἀπέφαινον. ὁ δὲ στρατοπεδευσάμενος ἐπὶ τὸν περίβολον ὡς τειχομαχήσων τὸ στράτευμα [11] ἐπῆγεν. ἐτύγχανε δέ τις ὄνομα μὲν Ἀρσάκης, Ἀρμένιος δὲ γένος, τῶν ἐνταῦθα στρατιωτῶν ἄρχων, ὃς τοὺς στρατιώτας ἐς τὰς ἐπάλξεις ἀναβιβάσας, ἐνθένδε τε μαχόμενος ἰσχυρότατα καὶ πολλοὺς τῶν πολεμίων [12] κτείνας, τοξεύματι βληθεὶς ἐτελεύτησε. καὶ Πέρσαι μὲν τότε (ἦν γὰρ τῆς ἡμέρας ὀψὲ) ὡς αὖθις τῇ ὑστεραίᾳ τειχομαχήσοντες ἐπὶ τὸ στρατόπεδον ἀνεχώρησαν, Ῥωμαῖοι δὲ ἀπογνόντες, ἅτε τετελευτηκότος σφίσι τοῦ ἄρχοντος, ἱκέται διενοοῦντο Χοσρόου γενέσθαι.
[13] τῇ οὖν ἐπιούσῃ ἡμέρᾳ τὸν τῆς πόλεως ἐπίσκοπον δεησόμενόν τε καὶ τὸ χωρίον ἐξαιτησόμενον ἔπεμψαν, ὃς τῶν ὑπηρετῶν τινας ἐπαγόμενος, ὄρνις τε φέροντας καὶ οἶνον καὶ καθαροὺς ἄρτους, παρὰ Χοσρόην ἀφίκετο, ἐς δὲ τὸ ἔδαφος καθῆκεν αὑτὸν καὶ δεδακρυμένος ἱκέτευε φείδεσθαι ἀνθρώπων οἰκτρῶν καὶ πόλεως Ῥωμαίοις μὲν ἀτιμοτάτης, Πέρσαις δὲ ἐν οὐδενὶ λόγῳ οὔτε τὰ πρότερα γεγενημένης οὔτε ὕστερόν ποτε ἐσομένης· λύτρα τέ οἱ τοὺς Σουρηνοὺς δώσειν σφῶν τε αὐτῶν καὶ πόλεως ἧσπερ οἰκοῦσιν ἐπαξίως ὑπέσχετο.
[14] Χοσρόης δὲ Σουρηνοῖς μὲν χαλεπῶς εἶχεν, ὅτι δὴ αὐτῷ πρῶτοι περιπεπτωκότες Ῥωμαίων ἁπάντων οὔτε τῇ πόλει ἐδέξαντο ἐθελούσιοι, ἀλλὰ καὶ ἀνταίρειν οἱ ὅπλα τολμήσαντες πολύν τινα δοκίμων Περσῶν ὅμιλον [15] ἔκτειναν. τὴν μέντοι ὀργὴν οὐκ ἐξήνεγκεν, ἀλλ' ὑπὸ τῷ προσώπῳ ἀκριβῶς ἔκρυψεν, ὅπως τὴν κόλασιν ἐς Σουρηνοὺς ποιησάμενος φοβερόν τε Ῥωμαίοις αὑτὸν καὶ ἄμαχόν τινα καταστήσηται. οὕτω γάρ οἱ προσχωρήσειν οὐδενὶ πόνῳ ὑπετόπαζε τοὺς ἐν ποσὶν ἀεὶ [16] γενησομένους. διὸ δὴ ξύν τε φιλοφροσύνῃ πολλῇ τὸν ἐπίσκοπον ἐξανέστησε, καὶ τὰ δῶρα δεξάμενος παρείχετό τινα δόκησιν ὡς ἀμφὶ τοῖς Σουρηνῶν λύτροις αὐτίκα κοινολογησόμενος Περσῶν τοῖς λογίμοις [17] εὖ τὴν δέησιν διαθήσεται. οὕτω τε ξὺν τοῖς ἑπομένοις τὸν ἐπίσκοπον ἀπεπέμψατο, οὐδεμίαν τῆς ἐπιβουλῆς αἴσθησιν ἔχοντα, καί οἱ τῶν ἐν Πέρσαις δοκίμων τινὰς παραπομποὺς ἐσομένους δῆθεν τῷ λόγῳ [18] ξυνέπεμψεν. οὓς δὴ λάθρα ἐκέλευε μὲν ἰέναι ξὺν αὐτῷ ἄχρι ἐς τὸ τεῖχος, παρηγοροῦντας καί τισιν ἀγαθαῖς ἐπαίροντας ἐλπίσιν, ὥστε αὐτὸν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας χαίροντάς τε καὶ οὐδὲν δεδιότας τοῖς [19] ἔνδον ὀφθῆναι. ἐπειδὰν δὲ οἱ φύλακες ἀνακλίναντες τὴν πυλίδα τῇ πόλει αὐτοὺς δέχεσθαι μέλλωσι, λίθον τινὰ ἢ ξύλον τοῦ τε οὐδοῦ καὶ τῆς θύρας μεταξὺ ῥίψαντας οὐ ξυγχωρεῖν ἐπιτίθεσθαι, ἀλλὰ καὶ αὐτοὺς τοῖς ἐπιθεῖναι βουλομένοις χρόνον δή τινα ἐμποδὼν ἵστασθαι· οὐκ εἰς μακρὰν γὰρ αὐτοῖς τὸν στρατὸν [20] ἕψεσθαι. ταῦτα τοῖς ἀνδράσιν ὁ Χοσρόης ἐντειλάμενος ἐν παρασκευῇ τὸν στρατὸν ἐποιεῖτο, δρόμῳ τε χωρεῖν [21] ἐπὶ τὴν πόλιν, ὅταν αὐτὸς σημήνῃ, ἐκέλευεν. ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένοντο, οἱ μὲν Πέρσαι τὸν ἐπίσκοπον ἀσπασάμενοι ἐκτὸς ἔμενον, οἱ δὲ Σουρηνοὶ περιχαρῆ γεγονότα τὸν ἄνδρα ὁρῶντες ξὺν τιμῇ τε πολλῇ προπεμπόμενον πρὸς τῶν πολεμίων, ἀφροντιστήσαντες δυσκόλων ἁπάντων τήν τε πυλίδα ὅλην ἀνέῳγον καὶ τὸν ἱερέα ξὺν τοῖς ἑπομένοις κροτοῦντές τε [22] καὶ πολλὰ εὐφημοῦντες ἐδέξαντο. ἐπεί τε ἅπαντες εἴσω ἐγένοντο, τὴν μὲν πυλίδα ὡς ἐπιθήσοντες οἱ φύλακες ὤθουν, οἱ δὲ Πέρσαι λίθον, ὃς αὐτοῖς παρεσκεύαστο, [23] ἐν μέσῳ ἐρρίπτουν. οἵ τε φύλακες ἔτι μᾶλλον ὠθοῦντές τε καὶ βιαζόμενοι ἐξικνεῖσθαι τῇ [24] πυλίδι ἐς τὸν οὐδὸν οὐδαμῆ ἴσχυον. οὐ μὴν οὐδὲ ἀνοιγνύναι αὐτὴν αὖθις ἐτόλμων, ἐπεὶ πρὸς τῶν πολεμίων αὐτὴν ἔχεσθαι ᾔσθοντο. τινὲς δὲ οὐ λίθον, ἀλλὰ ξύλον Πέρσας ἐς τὴν πυλίδα φασὶν ἐμβεβλῆσθαι.
[25] οὔπω δὲ Σουρηνῶν σχεδόν τι τῆς ἐπιβουλῆς ᾐσθημένων, παρῆν τε τῷ παντὶ ὁ Χοσρόης στρατῷ καὶ τὴν πυλίδα οἱ βάρβαροι βιασάμενοι ἀνεπέτασαν, δι' ὀλίγου [26] τε κατὰ κράτος ἥλω. εὐθὺς μὲν οὖν θυμῷ ὁ Χοσρόης ἐχόμενος τάς τε οἰκίας ἐληίσατο καὶ τῶν ἀνθρώπων πολλοὺς μὲν κτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἐν ἀνδραπόδων ποιησάμενος λόγῳ πυρπολήσας τε ξύμπασαν [27] τὴν πόλιν ἐς ἔδαφος καθεῖλεν. οὕτω τε τὸν Ἀναστάσιον ἀπεπέμψατο, Ἰουστινιανῷ βασιλεῖ ἀπαγγέλλειν κελεύσας ὅπῃ ποτὲ γῆς Χοσρόην τὸν Καβάδου ἀπολιπὼν εἴη.
[28] Μετὰ δὲ, εἴτε φιλανθρωπίᾳ εἴτε φιλοχρηματίᾳ ἐχόμενος, ἢ γυναικὶ χαριζόμενος, ἣν δὴ ἐνθένδε δορυάλωτον ἐξελὼν, Εὐφημίαν ὄνομα, γυναῖκα γαμετὴν ἐποιήσατο, ἔρωτα ἐξαίσιον αὐτῆς ἐρασθεὶς (ἦν γὰρ τὴν ὄψιν εὐπρεπὴς μάλιστα) δρᾶν τι ἀγαθὸν ὁ [29] Χοσρόης τοὺς Σουρηνοὺς ἔγνω. πέμψας οὖν ἐς Σεργιούπολιν, τὴν Ῥωμαίων κατήκοον, ἣ Σεργίου ἐπιφανοῦς ἁγίου ἐπώνυμός ἐστι, πόλεως τῆς ἁλούσης ἓξ καὶ εἴκοσι καὶ ἑκατὸν σταδίοις διέχουσα, κειμένη δὲ αὐτῆς πρὸς ἄνεμον νότον ἐν τῷ βαρβαρικῷ καλουμένῳ πεδίῳ, Κάνδιδον τὸν ταύτῃ ἐπίσκοπον κεντηναρίοιν δυοῖν δισχιλίους τε καὶ μυρίους ὄντας ὠνεῖσθαι τοὺς αἰχμαλώτους [30] ἐκέλευεν. ὁ δὲ (χρήματα γάρ οἱ οὐκ ἔφασκεν εἶναι) τὴν πρᾶξιν ἄντικρυς ἀνεδύετο. διὸ δὴ αὐτὸν ὁ Χοσρόης ἠξίου ἐν βιβλιδίῳ τὴν ὁμολογίαν ἀφέντα τοῦ δώσειν χρόνῳ τῷ ὑστέρῳ τὰ χρήματα οὕτω δὴ ὀλίγων χρημάτων πρίασθαι ἀνδράποδα τοσαῦτα τὸ [31] πλῆθος. Κάνδιδος δὲ κατὰ ταῦτα ἐποίει, καὶ τὸ μὲν χρυσίον ὡμολόγησεν ἐνιαυτοῦ δώσειν, ὅρκους δεινοτάτους ὀμωμοκὼς, ζημίαν δέ οἱ αὐτῷ διώρισε ταύτην, ἢν μὴ διδοίη χρόνῳ τῷ ξυγκειμένῳ τὰ χρήματα, διπλάσια μὲν αὐτὰ δώσειν, αὐτὸν δὲ ἱερέα μηκέτι εἶναι, [32] ἅτε τὰ ὀμωμοσμένα ἠλογηκότα. ταῦτα Κάνδιδος ἐν γραμματείῳ γράψας τοὺς Σουρηνοὺς ἅπαντας ἔλαβεν.
[33] ὧν ὀλίγοι μέν τινες διεβίωσαν, οἱ δὲ πλεῖστοι ἀντέχειν τῇ ξυμπεσούσῃ ταλαιπωρίᾳ οὐχ οἷοί τε ὄντες ὀλίγῳ ὕστερον διεφθάρησαν. ταῦτα διαπεπραγμένος Χοσρόης πρόσω ἐπῆγε τὸ στράτευμα.
[6]
[1] Ἐτύγχανε δὲ ὀλίγῳ ἔμπροσθεν βασιλεὺς ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα διελὼν δίχα, καὶ τὰ μὲν ἄχρι ἐς ποταμὸν Εὐφράτην ἐς τὸ Βελισαρίου ἀπολιπὼν ὄνομα, ὃς ξύμπασαν τὴν ἀρχὴν τὰ πρότερα εἶχε, τὰ δὲ ἐνθένδε μέχρι τῶν Περσικῶν ὁρίων τῷ Βούζῃ ἐπιτρέψας, ὃν δὴ ἁπάσης ἐπιμέλεσθαι τῆς ἑῴας ἀρχῆς, [2] ἕως Βελισάριος ἐξ Ἰταλίας ἐπανήκοι, ἐκέλευε. διὸ δὴ ὁ Βούζης ἅπαντα τὸν στρατὸν ἑπόμενον ἔχων τὰ μὲν πρῶτα ἐπὶ τῆς Ἱεραπόλεως ἔμενεν· ἐπεὶ δὲ τὰ ξυμπεσόντα Σουρηνοῖς ἔμαθε, ξυγκαλέσας τοὺς Ἱεραπολιτῶν [3] πρώτους ἔλεξε τοιάδε Οἷς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως πρὸς τοὺς ἐπιόντας ὁ ἀγών ἐστιν, ἐς χεῖρας τοῖς πολεμίοις ἐκ τοῦ εὐθέος καθίστασθαι οὐδὲν ἀπεικὸς, οἷς δὲ τῶν ἐναντίων πολλῷ τῷ διαλλάσσοντι καταδεεστέροις ξυμβαίνει εἶναι, μηχαναῖς τισι τοὺς πολεμίους περιελθεῖν μᾶλλον ξυνοίσει ἢ ἐκ τοῦ ἐμφανοῦς ἀντιτασσομένοις ἐς κίνδυνόν τινα προὖπτον [4] ἰέναι. ἡλίκος μὲν οὖν ἐστιν ὁ Χοσρόου στρατὸς ἀκούετε δήπου. ἢν δὲ αὐτὸς μὲν πολιορκίᾳ ἡμᾶς ἐξελεῖν βούληται, ἡμεῖς δὲ ἀπὸ τοῦ τείχους τὸν πόλεμον διενέγκωμεν, ἡμᾶς μὲν τὰ ἐπιτήδεια ἐπιλείψειν εἰκὸς, Πέρσας δὲ ἅπαντα ἐκ τῆς ἡμετέρας, οὐδενὸς [5] ἀντιστατοῦντος, κομίζεσθαι. ταύτῃ τε τῆς πολιορκίας μηκυνομένης οὐδὲ ἀρκέσειν τὸν περίβολον ταῖς τῶν πολεμίων ἐπιβουλαῖς οἶμαι, ὃν δὴ ἐπιμαχώτατον πολλαχόσε τετύχηκεν εἶναι, καί τι Ῥωμαίοις τῶν [6] ἀνηκέστων ξυμβήσεσθαι. ἢν δέ γε μοίρᾳ μέν τινι τοῦ στρατοῦ τὸ τῆς πόλεως φυλάξωμεν τεῖχος, οἱ δὲ λοιποὶ τὰς ἀμφὶ τὴν πόλιν ὑπωρείας καταλάβωσιν, ἐνθένδε καταθέοντες πὴ μὲν τὸ τῶν ἐναντίων στρατόπεδον, πὴ δὲ τοὺς τῶν ἐπιτηδείων ἕνεκα στελλομένους, ἀναγκάσουσι Χοσρόην αὐτίκα δὴ μάλα λύσαντα τὴν προσεδρείαν, τὴν ἀναχώρησιν δι' ὀλίγου ποιήσασθαι, οὔτε τὰς προσβολὰς ἀδεέστερον ἐπάγειν τῷ περιβόλῳ παντελῶς ἔχοντα οὔτε τι τῶν ἀναγκαίων [7] στρατῷ τοσούτῳ πορίζεσθαι. τοσαῦτα ὁ Βούζης εἰπὼν λέγειν μὲν τὰ ξύμφορα ἔδοξεν, ἔπραξε δὲ τῶν δεόντων οὐδέν. ἀπολέξας γὰρ εἴ τι ἐν τῷ Ῥωμαίων [8] στρατῷ δόκιμον ἦν, ἀπιὼν ᾤχετο. καὶ ὅποι ποτὲ γῆς ἐτύγχανεν οὔτε τις τῶν ἐν Ἱεραπόλει Ῥωμαίων οὔτε ὁ τῶν πολεμίων στρατὸς μαθεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
[9] Βασιλεὺς δὲ Ἰουστινιανὸς πυθόμενος τὴν Περσῶν ἔφοδον Γερμανὸν μὲν εὐθὺς τὸν ἀνεψιὸν τὸν αὑτοῦ ξὺν θορύβῳ πολλῷ τριακοσίους ἑπομένους ἔχοντα ἔπεμψε, στρατὸν δέ οἱ οὐκ ἐς μακρὰν ὑπέσχετο πολὺν [10] ἕψεσθαι. ἔς τε Ἀντιόχειαν ὁ Γερμανὸς ἀφικόμενος περιῆλθε τὸν περίβολον ἅπαντα κύκλῳ, καὶ αὐτοῦ ἐχυρὰ μὲν ὄντα τὰ πολλὰ ηὕρισκε (τά τε γὰρ ἐν τῷ ὁμαλεῖ ποταμὸς Ὀρόντης παραρρεῖ ξύμπαντα τοῖς ἐπιοῦσιν ἄπορα ἐργαζόμενος καὶ τὰ ἐν τῷ ἀνάντει χωρίοις κρημνώδεσιν ἀνεχόμενα ἐσβατὰ τοῖς πολεμίοις ὡς ἥκιστα ἦν), ἐν δὲ τῇ ἄκρᾳ γενόμενος, ἣν δὴ Ὀροκασιάδα καλεῖν οἱ ταύτῃ ἄνθρωποι νενομίκασιν, ἐπιμαχώτατον [11] κατενόησεν ὂν τὸ κατ' αὐτὴν τεῖχος. πέτρα γὰρ τυγχάνει τις ἐνταῦθά πη οὖσα, εὔρους μὲν ἐπὶ πλεῖστον ἱκανῶς ἔχουσα, ὕψος δὲ ὀλίγῳ τοῦ περιβόλου [12] ἐλασσουμένη. ἐκέλευεν οὖν ἢ τὴν πέτραν ἀποτεμνομένους βαθύν τινα βόθρον ἀμφὶ τὸ τεῖχος ἐργάζεσθαι, μή τις ἐνθένδε ἀναβησόμενος ἐπὶ τὸν περίβολον ἴοι, ἢ πύργον μέγαν τινὰ δειμαμένους ἐνταῦθα τὴν ἀπ' [13] αὐτοῦ οἰκοδομίαν ἐνάψαι τῷ τῆς πόλεως τείχει. ἀλλὰ τοῖς τῶν οἰκοδομιῶν ἀρχιτέκτοσι ποιητέα τούτων ἐδόκει οὐδέτερα εἶναι. οὔτε γὰρ ἐν χρόνῳ βραχεῖ ἐπιτελῆ ἔσεσθαι οὕτως ἐγκειμένης τῆς τῶν πολεμίων ἐφόδου, ἀρχόμενοί τε τοῦ ἔργου τούτου καὶ οὐκ ἐς πέρας αὐτοῦ ἐξικνούμενοι οὐκ ἄλλο οὐδὲν ἢ τοῖς πολεμίοις ἐνδείξονται ὅπη ποτὲ τοῦ τείχους σφίσι πολεμητέα [14] εἴη. Γερμανὸς δὲ ταύτης δὴ τῆς ἐννοίας σφαλεὶς τὰ μὲν πρῶτα στρατὸν ἐκ Βυζαντίου καραδοκῶν ἐλπίδα [15] τινὰ ἐπ' αὐτῷ εἶχεν. ἐπεὶ δὲ χρόνου τριβέντος συχνοῦ οὔτε τις ἐκ βασιλέως στρατὸς ἀφίκετο οὔτε ὅτι ἀφίξεται ἐπίδοξος ἦν, ἐς δέος ἦλθε μὴ ὁ Χοσρόης πυθόμενος βασιλέως ἀνεψιὸν ἐνταῦθα εἶναι, προυργιαίτερον ἄλλου ὁτουοῦν ποιήσηται Ἀντιόχειάν τε καὶ αὐτὸν ἐξελεῖν, καὶ ἀπ' αὐτοῦ τῶν ἄλλων ἁπάντων ἀφέμενος [16] παντὶ τῷ στρατῷ ἐπ' αὐτὴν ἴοι. ταῦτα καὶ Ἀντιοχεῦσιν ἐν νῷ ἔχουσι βουλήν τε ὑπὲρ τούτων πεποιημένοις ξυμφορώτατον ἔδοξεν εἶναι χρήματα προεμένοις Χοσρόῃ κίνδυνον τὸν παρόντα διαφυγεῖν.
[17] Μέγαν τοίνυν, τὸν Βεροίας ἐπίσκοπον, ἄνδρα ξυνετὸν (ἐπιχωριάζων γὰρ αὐτοῖς ἐτύγχανε τότε) Χοσρόου δεησόμενον πέμπουσιν, ὃς δὴ ἐνθένδε σταλεὶς καταλαμβάνει τὸν Μήδων στρατὸν Ἱεραπόλεως οὐ μακρὰν [18] ἄποθεν. Χοσρόῃ τε ἐς ὄψιν ἥκων πολλὰ ἐλιπάρει ἀνθρώπους οἰκτεῖραι, οἳ οὔτε τι ἐς αὐτὸν ἥμαρτον οὔτε [19] τῇ Περσῶν στρατιᾷ οἷοί τε ἀντιτείνειν εἰσί. πρέπειν γὰρ ἀνδρὶ βασιλεῖ πάντων ἥκιστα τοῖς ὑποχωροῦσι καὶ οὐδαμῆ ἐθέλουσιν ἀντιτάσσεσθαι ἐπεμβαίνειν τε καὶ βιάζεσθαι, ἐπεὶ οὐδὲ τῶν νῦν δρωμένων βασιλικόν τι οὐδὲ γενναῖον αὐτῷ ἐργασθείη, ὅτι δὴ οὐ παρασχόμενος τῷ Ῥωμαίων βασιλεῖ βουλῆς τινα χρόνον, ὥστε ἢ τὴν εἰρήνην κρατύνασθαι, ὅπη ἂν ἑκατέρῳ δοκοίη, ἢ τὰ ἐς τὸν πόλεμον ἐκ συνθήκης, ὡς τὸ εἰκὸς, ἐξαρτύεσθαι, ἀλλ' οὕτως ἀνεπισκέπτως ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἔλθοι, οὔπω τοῦ σφετέρου βασιλέως ἐπισταμένου [20] τὰ παρόντα σφίσι. ταῦτα ὁ Χοσρόης ἀκούσας λόγῳ ξυνετῷ τὸν τρόπον ῥυθμίζεσθαι ὑπὸ ἀμαθίας οὐδαμῶς ἴσχυσεν, ἀλλ' ἔτι μᾶλλον τὴν διάνοιαν ἢ [21] πρότερον ἤρθη. Σύρους τε οὖν ἠπείλησε καταστρέψασθαι καὶ Κίλικας πάντας, καί οἱ τὸν Μέγαν ἕπεσθαι κελεύσας ἐς τὴν Ἱεράπολιν ἐπῆγε τὸ στράτευμα.
[22] οὗ δὴ ἀφικόμενός τε καὶ ἐνστρατοπεδευσάμενος, ἐπειδὴ τόν τε περίβολον ὀχυρὸν ὄντα εἶδε καὶ στρατιωτῶν ἔμαθε φυλακτήριον διαρκῶς ἔχειν, χρήματα τοὺς Ἱεραπολίτας ᾔτει, Παῦλον ἑρμηνέα παρ' αὐτοὺς πέμψας.
[23] ὁ δὲ Παῦλος οὗτος ἐτέθραπτό τε ἐν γῇ τῇ Ῥωμαίων καὶ εἰς γραμματιστοῦ παρὰ Ἀντιοχεῦσιν ἐφοίτησεν, [24] ἐλέγετο δὲ καὶ Ῥωμαῖος γένος τὸ ἐξ ἀρχῆς εἶναι. οἱ δὲ μάλιστα μὲν καὶ ὣς ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντες, χώραν περιβεβλημένῳ πολλὴν μέχρι ἐς τὸ ὄρος, ὃ ταύτῃ ἀνέχει, ἔπειτα δὲ καὶ τὴν γῆν ἀδῄωτον ἔχειν ἐθέλοντες, ὡμολόγησαν ἀργύρου σταθμὰ δισχίλια δώσειν.
[25] τότε δὴ Μέγας, ὑπὲρ τῶν ἑῴων ἁπάντων Χοσρόην ἱκετεύων οὐκέτι ἀνίει, ἕως αὐτῷ ὁ Χοσρόης ὡμολόγησε δέκα τε χρυσοῦ κεντηνάρια λήψεσθαι καὶ πάσης ἀπαλλαγήσεσθαι τῆς Ῥωμαίων ἀρχῆς.
[7]
[1] Οὕτω μὲν οὖν ἐκείνῃ τῇ ἡμέρᾳ ὅ τε Μέγας ἐνθένδε ἀπαλλαγεὶς τὴν ἐπὶ τοὺς Ἀντιοχέας ἤλαυνε καὶ ὁ Χοσρόης τὰ λύτρα λαβὼν ἐς Βέροιαν ᾔει. [2] Βέροια δὲ Ἀντιοχείας μὲν καὶ Ἱεραπόλεως μεταξὺ κεῖται, δυοῖν δὲ ἡμερῶν ὁδῷ εὐζώνῳ ἀνδρὶ ἑκατέρας [3] διέχει. ὁ μὲν οὖν Μέγας ἅτε ξὺν ὀλίγοις τισὶ πορευόμενος ὀξύτερον ᾔει, ὁ δὲ Περσῶν στρατὸς μοῖραν ἀεὶ [4] τὴν ἡμίσειαν τῆς ὁδοῦ ἤνυε. τετάρτῃ δὲ ἡμέρᾳ ὁ μὲν ἐς Ἀντιόχειαν, οἱ δὲ ἐς τὸ Βεροίας προάστειον ἦλθον.
[5] καὶ χρήματα Χοσρόης τοὺς Βεροιαίους τὸν Παῦλον στείλας εὐθὺς ἔπραττεν, οὐχ ὅσα πρὸς τῶν Ἱεραπολιτῶν ἔλαβε μόνον, ἀλλὰ καὶ τούτων διπλάσια, ἐπεὶ τὸ [6] τεῖχος αὐτοῖς ἐπιμαχώτατον ὂν πολλαχῆ εἶδε. Βεροιαῖοι δὲ (θαρρεῖν γὰρ ἐπὶ τῷ περιβόλῳ οὐδαμῆ εἶχον) ξὺν προθυμίᾳ μὲν ὑπεδέξαντο ἅπαντα δώσειν, δισχίλια δὲ δόντες ἀργύρου σταθμὰ, τὰ λειπόμενα διδόναι οὐκ [7] ἔφασαν οἷοί τε εἶναι. ἐγκειμένου τε σφίσι διὰ ταῦτα Χοσρόου, νυκτὸς ἐπιλαβούσης ἐς τὸ φρούριον ἅπαντες, ὃ ἐν τῇ ἀκροπόλει ἐστὶ, κατέφυγον ξὺν τοῖς [ἄλλοις] στρατιώταις, οἳ δὴ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο.
[8] τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἐστέλλοντο μὲν πρὸς Χοσρόου ἐς τὴν πόλιν τινὲς ἐφ' ᾧ τὰ χρήματα λήψονται, οἱ δὲ ἄγχιστά πη τοῦ περιβόλου γενόμενοι κεκλεισμένας μὲν τὰς πύλας ἁπάσας εὗρον, ἀνθρώπων δὲ οὐδενὶ ἐντυχεῖν ἔχοντες τῷ βασιλεῖ τὰ παρόντα σφίσιν ἐσήγγελλον.
[9] καὶ ὃς τῷ τείχει κλίμακας ἐπιθέντας ἀποπειρᾶσθαι [10] τῆς ἀνόδου ἐκέλευεν, οἱ δὲ κατὰ ταῦτα ἐποίουν. οὐδενός τε σφίσιν ἀντιστατοῦντος, ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰς μὲν πύλας κατ' ἐξουσίαν ἀνέῳγον, ἐδέχοντο δὲ τῇ πόλει τόν τε στρατὸν ἅπαντα καὶ Χοσρόην [11] αὐτόν. θυμῷ τε πολλῷ ὁ βασιλεὺς ἤδη ἐχόμενος τὴν πόλιν ὀλίγου δέοντος ἐνέπρησε πᾶσαν. ἐς δὲ τὴν ἀκρόπολιν ἀναβὰς ἐπὶ τὸ φρούριον τειχομαχεῖν ἔγνω.
[12] ἐνταῦθα οἱ μὲν Ῥωμαίων στρατιῶται καρτερῶς ἀμυνόμενοι τῶν πολεμίων τινὰς ἔκτεινον, τῷ δὲ Χοσρόῃ εὐτύχημα μέγα τῷ τῶν πολιορκουμένων ἀξυνέτῳ γενέσθαι ξυνέβη, οἳ δὴ οὐ μόνοι ἐς τὸ φρούριον τοῦτο, ἀλλὰ ξύν τε τοῖς ἵπποις καὶ ζῴοις τοῖς ἄλλοις κατέφυγον, ταύτῃ τε τῇ σμικρολογίᾳ καταστρατηγηθέντες [13] ἐς κίνδυνον ἦλθον. μιᾶς γὰρ οὔσης ἐνταῦθα πηγῆς, ἵππων τε καὶ ἡμιόνων καὶ ζῴων ἑτέρων οὐ δέον αὐτὴν ἐκπεπωκότων, ἀποξηρανθῆναι ξυνέβη τὸ ὕδωρ. Βεροιαίοις μὲν τὰ πράγματα ὧδέ πη εἶχεν.
[14] Ὁ δὲ Μέγας εἰς Ἀντιόχειαν ἀφικόμενος ἀγγείλας τε ὅσα οἱ πρὸς Χοσρόην ξυνέκειτο, ἔργῳ ταῦτα ἐπιτελεῖν [15] οὐδαμῆ ἔπειθεν. ἐτύγχανε γὰρ Ἰουστινιανὸς βασιλεὺς Ἰωάννην τε τὸν Ῥουφίνου καὶ Ἰουλιανὸν τὸν τῶν ἀπορρήτων γραμματέα πρέσβεις παρὰ Χοσρόην στείλας. ἀσηκρήτις καλοῦσι τὸ ἀξίωμα τοῦτο Ῥωμαῖοι· σήκρητα γὰρ καλεῖν τὰ ἀπόρρητα νενομίκασιν.
[16] οἳ δὴ ἐς Ἀντιόχειαν ἀφικόμενοι ἔμενον. Ἰουλιανός τε, τῶν πρέσβεων ἅτερος, διαρρήδην ἀπεῖπεν ἅπασι χρήματα μὴ διδόναι τοῖς πολεμίοις, μηδὲ τὰς βασιλέως ὠνεῖσθαι πόλεις, ἀλλὰ καὶ τῷ Γερμανῷ διέβαλλε τὸν ἀρχιερέα Ἐφραίμιον, ἅτε τῷ Χοσρόῃ ἐνδοῦναι [17] τὴν πόλιν ἐν σπουδῇ ἔχοντα. διὸ δὴ Μέγας ἄπρακτος ἀνεχώρησεν. Ἐφραίμιος δὲ, ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος, δείσας τὴν Περσῶν ἔφοδον ἐς Κίλικας [18] ἦλθεν. οὗ δὴ καὶ Γερμανὸς ἀφίκετο οὐ πολλῷ ὕστερον, ὀλίγους μέν τινας ἐπαγόμενος, τοὺς δὲ πλείστους ἐνταῦθα ἐάσας.
[19] Μέγας δὲ κατὰ τάχος ἐς Βέροιαν ἥκων περιώδυνός τε τοῖς ξυμπεσοῦσι γενόμενος ᾐτιᾶτο Χοσρόην εἰργάσθαι Βεροιαίους ἀνόσια ἔργα, ὅτι δὴ αὐτὸν μὲν ἐς Ἀντιόχειαν ὡς ἐπὶ ταῖς σπονδαῖς στείλειε, τῶν δὲ πολιτῶν οὐδὲν τὸ παράπαν ἠδικηκότων τά τε χρήματα ἐληίσατο καὶ ἠνάγκασε σφᾶς αὐτοὺς ἐν τούτῳ δὴ τῷ φρουρίῳ καθεῖρξαι, οὕτω τε τὴν πόλιν ἐμπρήσας ἐς [20] τὸ ἔδαφος οὐ δέον καθεῖλε. πρὸς ταῦτα ὁ Χοσρόης ἀπεκρίνατο ὧδε Τούτων μέντοι, ὦ ἑταῖρε, αὐτὸς αἴτιος, ἐνταῦθα ἀναγκάσας ἡμᾶς διατρῖψαι· οὐ γὰρ ἐν τῷ τεταγμένῳ καιρῷ, ἀλλὰ κατὰ πολὺ τούτου γε [21] ὑστερήσας τανῦν ἀφῖξαι. τῶν δὲ σῶν πολιτῶν τὴν ἀτοπίαν τί ἄν τις ἐπὶ πλεῖστον, ὦ βέλτιστε, μακρολογοίη; οἵ γε τακτὸν ἡμῖν ὡμολογηκότες ἀργύριον δώσειν ὑπὲρ τῆς σφῶν αὐτῶν σωτηρίας, οὔπω καὶ νῦν ἐπιτελεῖν οἴονται δεῖν τὰ ξυγκείμενα, ἀλλ' ἀνέδην οὕτω χωρίου ἰσχύϊ θαρσήσαντες περιορῶσιν ἡμᾶς ὡς μάλιστα ἠναγκασμένους ἐς φρουρίου πολιορκίαν, [22] ὡς ὁρᾷς δήπου, καθίστασθαι. οὕς γε δὴ ἔγωγε ξὺν θεοῖς ἐλπίδα ἔχω ὀλίγῳ ὕστερον τίσασθαι, καὶ Περσῶν τῶν μοι οὐ δέον πρὸ τοῦδε τοῦ τείχους ἀπολωλότων [23] τὴν κόλασιν ἐς τοὺς αἰτίους ἐπιτελέσειν. ὁ μὲν Χοσρόης τοσαῦτα εἶπεν, ὁ Μέγας δὲ ἀμείβεται ὧδε Εἰ μὲν, ὅτι βασιλεὺς ἀνθρώποις οἰκτροῖς τε καὶ ἀτιμοτάτοις ταῦτα ἐπικαλεῖς, σκοπήσειεν ἄν τις, ἀνάγκη μηδὲν ἀντιλέγοντα τοῖς εἰρημένοις ὁμολογεῖν· τῇ γὰρ ἐξουσίᾳ τῇ ἄλλῃ καὶ τὸ τῷ λόγῳ κρατεῖν ἕπεσθαι [24] πέφυκεν. ἢν δέ τῳ ἐξῇ τἄλλα ἀποσεισαμένῳ τὸν ἀληθῆ λόγον ἑλέσθαι, οὐδὲν ἂν ἡμῖν, ὦ βασιλεῦ, δικαίως ἐπικαλεῖν ἔχοις· ὅπως δὲ ἅπαντα ἀκούσῃ [25] πρᾴως. ἐγὼ μὲν γὰρ, ἐπειδὴ ἅπερ Ἀντιοχεῦσιν ἐπήγγελλες, δηλώσων ἐστάλην, ἑβδομαῖός σοι ἐς ὄψιν ἥκων (οὗ τί ἂν γενέσθαι δύναιτο θᾶσσον;) ταῦτά [26] σοι ἐξειργασμένα ἐς πατρίδα τὴν ἐμὴν εὗρον. οἱ δὲ δὴ πάντων ἤδη τῶν τιμιωτάτων ἐκστάντες, εἶτα ἐς τὸν περὶ ψυχῆς ἀγῶνα καθίστανται μόνον, κρείσσους, οἶμαι, γεγενημένοι ἤ σοί τι τὸ λοιπὸν τῶν χρημάτων [27] εἰσφέρειν. τὸ γὰρ ἐκτιννύναι τι τῶν οὐ παρόντων [28] ἀνθρώπῳ ἂν οὐδεμία μηχανὴ γένοιτο. πάλαι δὲ τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα· ἐν οἷς καὶ τόδε ἐστὶν, ἀγνωμοσύνης [29] κεχωρίσθαι ἀσθένειαν. ἡ μὲν γὰρ τρόπου ἀκολασίᾳ ἐς τὸ ἀντιτείνειν χωροῦσα μισεῖσθαι, ὡς τὸ εἰκὸς, εἴωθεν, ἡ δὲ τῷ τῆς ὑπουργίας ἀδυνάτῳ ἐς ταὐτὸ [30] τοῦτο ἐκφερομένη ἐλεεῖσθαι ἱκανῶς πέφυκεν. ἔασον τοίνυν ἡμᾶς ἅπαντα, ὦ βασιλεῦ, κληρωσαμένους τὰ χείριστα τοῦτο γοῦν φέρεσθαι παραμύθιον, τὸ μὴ δοκεῖν τῶν ξυμπεπτωκότων ἡμῖν αὐτοὺς αἰτίους γενέσθαι.
[31] καὶ χρήματα μέν σοι, ὅσα λαβὼν ἔχεις, διαρκεῖν οἴου, μὴ τῷ σῷ ταῦτα σταθμώνενος ἀξιώματι, ἀλλὰ [32] τὴν Βεροιαίων σκοπῶν δύναμιν. περαιτέρω δὲ ἡμᾶς βιάζου μηδὲν, μή ποτε δόξῃς οἷς ἐγκεχείρηκας ἀδύνατος εἶναι· τὸ γὰρ ὑπερβάλλον ἀεὶ τῷ ἀμηχάνῳ τετίμηται· τὸ δὲ μὴ τοῖς ἀδυνάτοις ἐγχειρεῖν κράτιστον.
[33] ταῦτα μὲν οὖν μοι ἀπολελογήσθω ἐν τῷ παραυτίκα ὑπὲρ ἀνδρῶν τῶνδε. ἢν δέ γε τοῖς ταλαιπώροις ξυγγενέσθαι δυνατὸς εἴην, ἔχοιμι ἄν τι [34] καὶ ἄλλο τῶν νῦν με λεληθότων εἰπεῖν. τοσαῦτα τὸν Μέγαν εἰπόντα ὁ Χοσρόης ἐς τὴν ἀκρόπολιν ἀφῆκεν ἰέναι. ὃς δὴ ἐνταῦθα γενόμενος καὶ τὰ ξυμπεσόντα ἀμφὶ τῇ πηγῇ μαθὼν ἅπαντα, δεδακρυμένος τε παρὰ Χοσρόην αὖθις ἀφίκετο καὶ πρηνὴς κείμενος οὐδὲν μὲν Βεροιαίοις ἰσχυρίζετο ἀπολελεῖφθαι τῶν πάντων χρημάτων, μόνα δέ οἱ τῶν ἀνθρώπων ἱκέτευε χαριεῖσθαι [35] τὰ σώματα. ταῖς τε τοῦ ἀνδρὸς ὀλοφύρσεσιν ὁ Χοσρόης ἠγμένος τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο, καὶ διομοσάμενος ἅπασι τοῖς ἐν ἀκροπόλει τὰ πιστὰ ἔδωκε.
[36] Βεροιαῖοι δὲ παρὰ τοσοῦτον κινδύνου ἐλθόντες ἀπέλιπόν τε τὴν ἀκρόπολιν ἀπαθεῖς κακῶν καὶ ἀπιόντες [37] ᾤχοντο ὡς ἕκαστός πη ἐβούλετο. τῶν δὲ στρατιωτῶν ὀλίγοι μὲν αὐτοῖς τινες εἵποντο, οἱ δὲ πλεῖστοι ἐθελούσιοι παρὰ Χοσρόην αὐτόμολοι ἦλθον, ἐπικαλοῦντες ὅτι δὴ τὰς συντάξεις χρόνου μακροῦ σφίσι τὸ δημόσιον ὦφλε, καὶ ξὺν αὐτῷ ὕστερον ἐς τὰ Περσῶν ἤθη ἐχώρησαν.
[8]
[1] Χοσρόης δὲ (καὶ γάρ οἱ Μέγας χρήματα ἔφασκεν οὐδαμῆ πεπεικέναι Ἀντιοχέας φέρειν) παντὶ [2] τῷ στρατῷ ἐπ' αὐτοὺς ᾔει. Ἀντιοχέων δέ τινες μὲν ἐνθένδε ξὺν τοῖς χρήμασιν ἐξαναστάντες ἔφευγον ὡς ἕκαστός πη ἐδύνατο. ταὐτὸ δὲ τοῦτο διενοοῦντο καὶ οἱ λοιποὶ ξύμπαντες, εἰ μὴ μεταξὺ ἥκοντες οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, Θεόκτιστός τε καὶ Μολάτζης, ξὺν ἑξακισχιλίοις ἀνδράσιν ἐλπίσι τε αὐτοὺς [3] ἐπιρρώσαντες διεκώλυσαν. οὗ δὴ οὐ πολλῷ ὕστερον καὶ τὸ Περσῶν στράτευμα ἦλθεν. ἐνταῦθά τε διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες πρός τε Ὀρόντῃ τῷ [4] ποταμῷ καὶ αὐτοῦ οὐ πολλῷ ἄποθεν. Χοσρόης τε Παῦλον παρὰ τὸν περίβολον στείλας τοὺς Ἀντιοχέας χρήματα ᾔτει, δέκα χρυσοῦ κεντηναρίων ἀπαλλαγήσεσθαι ἐνθένδε, ἔνδηλός τε ἦν καὶ τούτων ἐλάσσω ἐπὶ [5] τῇ ἀναχωρήσει ληψόμενος. καὶ τότε μὲν ἥκοντες παρὰ τὸν Χοσρόην οἱ πρέσβεις, εἰπόντες τε ἀμφὶ τῇ διαλύσει τῆς εἰρήνης πολλὰ καὶ πρὸς ἐκείνου ἀκούσαντες [6] ἀνεχώρησαν. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῶν Ἀντιοχέων ὁ δῆμος (εἰσὶ γὰρ οὐ κατεσπουδασμένοι, ἀλλὰ γελοίοις τε καὶ ἀταξίᾳ ἱκανῶς ἔχονται) πολλὰ ἐς τὸν Χοσρόην ὕβριζόν τε ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ [7] ἐτώθαζον· καὶ Παῦλον τοῦ περιβόλου ἐγγὺς ἥκοντα παραινοῦντά τε χρημάτων ὀλίγων σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὠνεῖσθαι, ὀλίγου ἐδέησαν τοξεύσαντες κτεῖναι, εἰ μὴ προϊδὼν ἐφυλάξατο. διὸ δὴ ζέων τῷ θυμῷ ὁ Χοσρόης τειχομαχεῖν ἔγνω.
[8] Τῇ οὖν ὑστεραίᾳ ἐπαγαγὼν ἅπαντας Πέρσας ἐπὶ τὸ τεῖχος ἄλλους μὲν ἄλλῃ προσβάλλειν τοῦ ποταμοῦ ἐκέλευεν, αὐτὸς δὲ τοὺς πλείστους τε καὶ ἀρίστους ἔχων κατὰ τὴν ἄκραν προσέβαλλε. ταύτῃ γὰρ, ὥς μοι [9] ἔμπροσθεν ἐρρήθη, ἐπιμαχώτατος ὁ περίβολος ἦν. ἐνταῦθα Ῥωμαῖοι (στενοτάτη γὰρ ἡ οἰκοδομία ἐτύγχανεν οὖσα, ἐφ' ἧς ἱστάμενοι πολεμεῖν ἔμελλον) ἐπενόησαν τάδε. δοκοὺς μακρὰς ἐς ἀλλήλους ξυνδέοντες μεταξὺ τῶν πύργων ἐκρέμων, οὕτω τε πολλῷ εὐρυτέρας δὴ ταύτας τὰς χώρας ἐποίουν, ὅπως ἔτι πλείους ἐνθένδε [10] ἀμύνεσθαι τοὺς τειχομαχοῦντας οἷοί τε ὦσιν. οἱ μὲν οὖν Πέρσαι ἰσχυρότατα ἐγκείμενοι πανταχόθεν τὰ τοξεύματα συχνὰ ἔπεμπον, ἄλλως τε καὶ κατὰ τὴν τῆς [11] ἄκρας ὑπερβολήν. οἱ δὲ Ῥωμαῖοι ἠμύνοντο δυνάμει πάσῃ, οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ τοῦ δήμου εὐτολμότατοι [12] νεανίαι πολλοί. ἐδόκουν δὲ οἱ τειχομαχοῦντες ἐνταῦθα ἐς τὴν μάχην ἐκ τοῦ ἀντιπάλου τοῖς πολεμίοις καθίστασθαι. ἡ γὰρ πέτρα, εὐρεῖά τις καὶ ὑψηλὴ οὖσα καὶ ὥσπερ ἀντιτεταγμένη τῷ περιβόλῳ [13] καθάπερ ἐφ' ὁμαλοῦ εἶναι τὴν ξυμβολὴν ἐποίει. καὶ εἰ μέν τις ἐθάρσησε τοῦ Ῥωμαίων στρατοῦ ξὺν τριακοσίοις ἔξω τε γενέσθαι τοῦ περιβόλου καὶ τὴν πέτραν ἐκείνην προτερήσας καταλαβεῖν ἐνθένδε ‹τε› τοὺς ἐπιόντας ἀμύνασθαι, οὐκ ἄν ποτε, οἶμαι, πρὸς τῶν [14] πολεμίων ἐς κίνδυνόν τινα ἡ πόλις ἦλθεν. οὐ γὰρ εἶχον ὅθεν ὁρμώμενοι τειχομαχοῖεν οἱ βάρβαροι, κατὰ κορυφὴν ἔκ τε τῆς πέτρας καὶ ἀπὸ τοῦ τείχους βαλλόμενοι· νῦν δὲ (καὶ γὰρ ἔδει Ἀντιοχέας τούτῳ τῷ Μήδων στρατῷ ἀπολέσθαι) οὐδενὶ τοῦτο ἐς ἔννοιαν ἦλθε.
[15] τῶν μὲν οὖν Περσῶν, ἅτε Χοσρόου παρόντος σφίσι καὶ κραυγῇ ἐγκελευομένου μεγάλῃ, ὑπὲρ δύναμιν βιαζομένων καὶ οὐδένα τοῖς ἐναντίοις ἐνδιδόντων καιρὸν, ὥστε διασκοπεῖσθαι ἢ φυλάσσεσθαι τὰς τοξευμάτων βολὰς, τῶν δὲ Ῥωμαίων ἔτι μᾶλλον πλήθει τε πολλῷ καὶ θορύβῳ ἀμυνομένων, οὐκ ἐνεγκοῦσαι τὸ ἄχθος αἱ σχοῖνοι, αἷς αἱ δοκοὶ ξυνδεδέατο, διερράγησαν ἐκ τοῦ αἰφνιδίου καὶ ξὺν ταῖς δοκοῖς ἅπαντες ὅσοι αὐταῖς ἐφεστήκεσαν ἐς τὸ ἔδαφος ἐξέπεσον πατάγῳ πολλῷ.
[16] οὗ δὴ αἰσθόμενοι καὶ ἄλλοι Ῥωμαίων, οἳ ἐκ πύργων τῶν ἐχομένων ἐμάχοντο, καὶ ξυμβάλλειν μὲν τὸ γεγονὸς οὐδαμῆ ἔχοντες, διεφθάρθαι δὲ ταύτῃ τὸ τεῖχος [17] οἰόμενοι ἐς φυγὴν ὥρμηντο. τοῦ μὲν οὖν δήμου νεανίαι πολλοὶ, ὅσοι τὰ πρότερα πρός γε ἀλλήλους στασιάζειν ἐν τοῖς ἱπποδρομίοις εἰώθεσαν, ἐπειδὴ ἀπὸ τοῦ περιβόλου κατέβησαν, οὐδαμῆ ἔφευγον, ἀλλ' αὐτοῦ ἔμενον, οἱ δὲ στρατιῶται ξύν τε Θεοκτίστῳ καὶ Μολάτζῃ εὐθὺς ἐπὶ τοὺς ἵππους ἀναθορόντες, οἳ δὴ ἐνταῦθά πη παρεσκευασμένοι ἐτύγχανον, ἐπὶ τὰς πύλας ἀπήλαυνον, Βούζην αὐτοῖς ἐπιθρυλοῦντες ξὺν στρατῷ ἥκειν, ἐθέλειν τε κατὰ τάχος δέξασθαι μὲν αὐτοὺς τῇ [18] πόλει, ξὺν αὐτοῖς δὲ τοὺς πολεμίους ἀμύνασθαι. ἐνταῦθα τῶν Ἀντιοχέων πολλοὶ μὲν ἄνδρες, γυναῖκες δὲ πᾶσαι ξὺν τοῖς παιδίοις ἐπὶ τὰς πύλας δρόμῳ πολλῷ ᾔεσαν· εἶτα πρὸς τῶν ἵππων ὠθούμενοι ἅτε ἐν [19] στενοχωρίᾳ πολλῇ ἔπιπτον. οἱ δὲ στρατιῶται τῶν ἐν ποσὶν οὐδενὸς τὸ παράπαν φειδόμενοι ἔτι μᾶλλον ἢ πρότερον ὕπερθεν τῶν κειμένων ἅπαντες ἤλαυνον, γέγονέ τε φόνος ἐνταῦθα πολὺς ἄλλως τε καὶ κατὰ τὰς πύλας αὐτάς.
[20] Οἱ δὲ Πέρσαι, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, κλίμακας ἐπιθέντες ἐπὶ τὸ τεῖχος οὐδενὶ πόνῳ ἀνέβαινον. ἔν τε ταῖς ἐπάλξεσι κατὰ τάχος γενόμενοι χρόνον τινὰ καταβαίνειν οὐδαμῆ ἤθελον, ἀλλὰ διασκοπουμένοις τε καὶ ἀπορουμένοις ἐῴκεσαν, ἐμοὶ μὲν δοκεῖ, προλοχίζεσθαι τὰς δυσχωρίας ἐνέδραις τισὶ τῶν πολεμίων [21] ὑποτοπάζοντες. τὰ γὰρ ἐντὸς τοῦ περιβόλου ἀπὸ τῆς ἄκρας εὐθὺς κατιόντι [λοιπὸν] ἀοίκητος χώρα ἐπὶ πλεῖστόν ἐστι. πέτραι τε λίαν ὑψηλαὶ ἀνέχουσιν ἐνταῦθα [22] καὶ τόποι κρημνώδεις. ἔνιοι δέ φασι Χοσρόου γνώμῃ [23] γεγονέναι τὴν μέλλησιν Πέρσαις. ἐπειδὴ γὰρ τήν τε δυσχωρίαν κατενόησε καὶ τοὺς στρατιώτας φεύγοντας εἶδεν, ἔδεισε μή τινι ἀνάγκῃ ἐκ τῆς ὑπαγωγῆς ἀναστρέψαντες πράγματα σφίσι παράσχωνται, ἐμπόδιοί τε γένωνται, ἂν οὕτω τύχοι, πόλιν ἑλεῖν ἀρχαίαν τε καὶ λόγου ἀξίαν καὶ πρώτην Ῥωμαίοις οὖσαν τῶν κατὰ τὴν ἕω πασῶν πόλεων, πλούτῳ τε καὶ μεγέθει καὶ πολυανθρωπίᾳ καὶ κάλλει καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ.
[24] οὗ δὴ, περὶ ἐλάσσονος τἄλλα ποιούμενος ἅπαντα, ἤθελε τοῖς Ῥωμαίων στρατιώταις καιρὸν ἐνδιδόναι, ὥστε κατ' ἐξουσίαν τῇ φυγῇ χρῆσθαι. διὸ δὴ καὶ ταῖς χερσὶ τοῖς φεύγουσι Πέρσαι σημαίνοντες ἐνεκελεύοντο φεύγειν [25] ὡς τάχιστα. οἱ μὲν οὖν στρατιῶται Ῥωμαίων ξὺν τοῖς [ἄλλοις] ἄρχουσιν ἀπιόντες ᾤχοντο ἅπαντες διὰ πύλης, ἣ ἐπὶ Δάφνην ἄγει τὸ τῶν Ἀντιοχέων [26] προάστειον. ταύτης γὰρ μόνης, τῶν ἄλλων κατειλημμένων, ἀπέσχοντο Πέρσαι· τοῦ δὲ δήμου ὀλίγοι [27] τινὲς ξὺν τοῖς στρατιώταις διέφυγον. ἐπεὶ δὲ Πέρσαι ἅπαντας τοὺς Ῥωμαίων στρατιώτας εἶδον πρόσω χωρήσαντας, καταβάντες ἀπὸ τῆς ἄκρας ἐν μέσῃ πόλει [28] ἐγένοντο. ἐνταῦθα δὲ αὐτοῖς τῶν Ἀντιοχέων νεανίαι πολλοὶ ἐς χεῖρας ἐλθόντες τὰ πρῶτα καθυπέρτεροι ἔδοξαν τῇ ξυμβολῇ εἶναι. ἦσαν δὲ αὐτῶν τινες μὲν ὁπλῖται, οἱ δὲ πλεῖστοι γυμνοὶ καὶ λίθων βολαῖς χρώμενοι [29] μόναις. ὠσάμενοι δὲ τοὺς πολεμίους ἐπαιάνιζόν τε καὶ Ἰουστινιανὸν βασιλέα καλλίνικον, ἅτε νενικηκότες, ἀνέκραγον.
[30] Ἐν τούτῳ δὲ Χοσρόης ἐν πύργῳ τῷ κατὰ τὴν ἄκραν καθήμενος τοὺς πρέσβεις ἐθέλων τι εἰπεῖν μετεπέμψατο. καὶ αὐτὸν τῶν τις ἀρχόντων, ὁ Ζαβεργάνης, οἰόμενος ξυμβάσεως πέρι βούλεσθαι τοῖς πρέσβεσιν ἐς λόγους ἰέναι, ἐς ὄψιν τε τῷ βασιλεῖ κατὰ [31] τάχος ἦλθε καὶ ἔλεξεν ὧδε Οὐχὶ ταὐτά μοι δοκεῖς, ὦ δέσποτα, Ῥωμαίοις ἀμφὶ τῇ τούτων σωτηρίᾳ γινώσκειν. οἱ μὲν γὰρ καὶ πρὸ τῶν κινδύνων ὑβρίζουσιν ἐς τὴν βασιλείαν τὴν σὴν καὶ ἡσσημένοι τολμῶσί τε τὰ ἀμήχανα καὶ δρῶσι τοὺς Πέρσας ἀνήκεστα ἔργα, ὥσπερ δεδιότες μή τις αὐτοῖς παρὰ σοὶ φιλανθρωπίας λελείψεται λόγος· σὺ δὲ τούς τε σώζεσθαι οὐκ ἀξιοῦντας ἐλεεῖν βούλει καὶ φείδεσθαι τῶν οὐδαμῆ [32] ἐθελόντων ἐσπούδακας. οἱ δὲ προλοχίσαντες ἐν ἁλούσῃ πόλει τοὺς νενικηκότας ἐνέδραις τισὶ διαφθείρουσι, καίπερ ἁπάντων αὐτοῖς πάλαι πεφευγότων [33] στρατιωτῶν. ταῦτα ὁ Χοσρόης ἀκούσας, τῶν ἀρίστων πολλοὺς ἐπ' αὐτοὺς ἔπεμψεν, οἳ οὐκ ἐς μακρὰν ἐπανήκοντες οὐδὲν ξυμβῆναι φλαῦρον ἀπήγγελλον.
[34] ἤδη γὰρ Ἀντιοχέας Πέρσαι βιασάμενοι πλήθει ἐτρέψαντο, καὶ γέγονε φόνος ἐνταῦθα πολύς. οἱ γὰρ Πέρσαι οὐδεμιᾶς ἡλικίας φειδόμενοι τοὺς ἐν ποσὶν ἅπαντας [35] ἡβηδὸν ἔκτεινον. τότε φασὶ γυναῖκας τῶν ‹ἐν› Ἀντιοχεῦσιν ἐπιφανῶν δύο γενέσθαι μὲν ἔξω τοῦ περιβόλου, αἰσθομένας δὲ ὡς ὑπὸ τοῖς πολεμίοις γενήσονται (πανταχόσε γὰρ ἤδη περιιόντες καθεωρῶντο) δρόμῳ μὲν παρὰ [τὸν] ποταμὸν Ὀρόντην ἐλθεῖν, φοβουμένας δὲ μή τι σφᾶς ἐς τὸ σῶμα ὑβρίσωσι Πέρσαι, ταῖς τε καλύπτραις ἐγκαλυψαμένας τὰ πρόσωπα καὶ ἐς τὸ τοῦ ποταμοῦ ῥεῦμα ἐμπεσούσας ἀφανισθῆναι. οὕτω πᾶσα κακοῦ τοὺς Ἀντιοχέας ἰδέα ἔσχεν.
[9]
[1] Ἐνταῦθα ὁ Χοσρόης τοῖς πρέσβεσιν ἔλεξε τοιάδε Οὐκ ἔξω τοῦ ἀληθοῦς τὸν παλαιὸν λόγον οἴομαι εἶναι, ὅτι δὴ οὐκ ἀκραιφνῆ τἀγαθὰ ὁ θεὸς, ἀλλὰ κεραννύων αὐτὰ τοῖς κακοῖς εἶτα τοῖς ἀνθρώποις [2] παρέχεται. καὶ δι' αὐτὸ οὐδὲ τὸ γελᾶν ἄκλαυστον ἔχομεν, παραπέπηγε δέ τις ἀεὶ τοῖς μὲν εὐτυχήμασι συμφορὰ, ταῖς δὲ ἡδοναῖς λύπη, οὐκ ἐῶσαί τινα γνησίας ποτὲ τῆς δεδομένης εὐημερίας ἀπόνασθαι.
[3] πόλιν γὰρ τήνδε, ἀξιολογωτάτην ἐς τὰ μάλιστα λεγομένην τε καὶ οὖσαν ἐν γῇ τῇ Ῥωμαίων, ἀπονώτατα μὲν ἑλεῖν ἴσχυσα, τοῦ θεοῦ αὐτοσχεδιάσαντος ἡμῖν, [4] ὡς ὁρᾶτε δήπου, τὴν νίκην. φόνον μέντοι ἀνθρώπων ὁρῶντί μοι τοσούτων τὸ πλῆθος, αἵματί τε πολλῷ βεβαπτισμένον τὸ τρόπαιον, οὐδεμία τῆς ἀπὸ τῆς [5] πράξεως ἡδονῆς γέγονεν αἴσθησις. καὶ τῶνδε οἱ ταλαίπωροι Ἀντιοχεῖς αἴτιοι, οἵ γε τειχομαχοῦντας μὲν οὐχ οἷοί τε γεγόνασι Πέρσας ἀπώσασθαι, πρὸς δὲ νενικηκότας ἤδη καὶ αὐτοβοεὶ τὴν πόλιν ἑλόντας θράσει θανατῶντες ἀλογίστῳ ζυγομαχεῖν ἔγνωσαν.
[6] πάντες μὲν οὖν οἱ Περσῶν δόκιμοι πολλὰ ἐνοχλοῦντες σαγηνεῦσαί τέ με τὴν πόλιν ἠξίουν καὶ ξύμπαντας διαφθεῖραι τοὺς ἡλωκότας, ἐγὼ δὲ τοὺς φεύγοντας ἐκέλευον εἰς τὴν ὑπαγωγὴν ἔτι μᾶλλον ὁρμᾶν, ὅπως ὅτι τάχιστα σώζοιντο. τὸ γὰρ ἐπεμβαίνειν τοῖς ἡλωκόσιν [7] οὐχ ὅσιον. τοσαῦτα μὲν ὁ Χοσρόης τερατευόμενός τε καὶ διαθρυπτόμενος τοῖς πρέσβεσιν εἶπεν, οὐκ ἔλαθε μέντοι αὐτοὺς ὅτου ἕνεκα τὸν καιρὸν φεύγουσι τοῖς Ῥωμαίοις ἐνδοίη.
[8] Ἦν γὰρ δεινότατος ἀνθρώπων ἁπάντων τὰ μὲν οὐκ ὄντα εἰπεῖν, τὰ δὲ ἀληθῆ ἀποκρύψασθαι, καὶ ὧν αὐτὸς ἐξημάρτανε τὰς αἰτίας τοῖς ἠδικημένοις ἐπενεγκεῖν· ἔτι δὲ ὁμολογῆσαι μὲν ἕτοιμος ἅπαντα καὶ ὅρκῳ τὴν ὁμολογίαν πιστώσασθαι, λίαν δὲ τῶν ἔναγχος αὐτῷ ξυγκειμένων τε καὶ ὀμωμοσμένων ἑτοιμότερος ἐς λήθην ἀφῖχθαι, καὶ χρημάτων μὲν ἕνεκεν ἐπὶ πᾶν ἄγος καθεῖναι τὴν ψυχὴν ἄοκνος, τῷ δὲ προσώπῳ σχηματίζεσθαι τὴν εὐλάβειαν ἀτεχνῶς ἔμπειρος, ἀφοσιοῦσθαί [9] τε τῷ λόγῳ τὴν πρᾶξιν. ὃς καὶ Σουρηνοὺς, πρότερον οὐδὲν τὸ παράπαν ἠδικηκότας, δόλῳ τε περιελθὼν καὶ τρόπῳ ἀπολέσας τῷ εἰρημένῳ, ἐπειδὴ γυναῖκα κοσμίαν τε καὶ οὐκ ἀφανῆ ἁλισκομένης τῆς πόλεως εἶδεν ἐκ χειρὸς μὲν τῆς ἀριστερᾶς πρός του τῶν βαρβάρων ἑλκομένην ξὺν πολλῇ βίᾳ, παιδίον δὲ, ὅπερ αὐτῇ ἄρτι τοῦ τιτθοῦ ‹ἦν› ἀπαλλαγὲν, ἀφεῖναι μὲν οὐ βουλομένην, ἕλκουσαν δὲ θατέρᾳ χειρὶ ἐμπεπτωκὸς εἰς τὸ ἔδαφος, ἐπεί οἱ ξυντρέχειν οὐχ οἷόν τε ἦν τοῦτον δὴ τὸν βίαιον δρόμον, τὸν οἰκεῖον κἀνταῦθα ἐνδέδεικται [10] τρόπον. φασὶ γὰρ αὐτὸν στενάξαντα δῆθεν τῷ λόγῳ, δόκησίν τε ὡς εἴη δεδακρυμένος παρεχόμενον τοῖς τότε παροῦσιν ἄλλοις τε καὶ Ἀναστασίῳ τῷ πρεσβευτῇ, εὔξασθαι τὸν θεὸν τίσασθαι τὸν τῶν γεγονότων κακῶν [11] αἴτιον. Ἰουστινιανὸν δὲ τὸν Ῥωμαίων αὐτοκράτορα παραδηλοῦν ἤθελεν, ἐξεπιστάμενος ὅτι δὴ αὐτὸς [12] αἰτιώτατος ἁπάντων εἴη. τοσαύτῃ χρώμενος φύσεως ἀτοπίᾳ Χοσρόης βασιλεύς τε Περσῶν γέγονε (Ζάμου τὸν ὀφθαλμὸν τοῦ δαιμονίου πηρώσαντος, ὅσπερ τῷ χρόνῳ τὰ πρωτεῖα ἐς τὴν βασιλείαν ἐφέρετο μετά γε τὸν Καόσην, ὅνπερ οὐδενὶ λόγῳ ἐμίσει Καβάδης) καὶ πόνῳ οὐδενὶ τῶν οἱ ἐπαναστάντων ἐκράτησε, κακά τε [13] Ῥωμαίους ὅσα ἐβούλευσεν εὐπετῶς ἔδρασε. βουλομένη γάρ τινα μέγαν ἀεὶ ποιεῖν ἡ τύχη πράσσει τοῖς καθήκουσι χρόνοις τὰ δόξαντα, οὐδενὸς τῇ ῥύμῃ τῆς βουλήσεως ἀντιστατοῦντος, οὔτε τὸ τοῦ ἀνδρὸς διασκοπουμένη ἀξίωμα οὔτε ὅπως μὴ γένηταί τι τῶν οὐ δεόντων λογιζομένη, οὐδὲ ὅτι βλασφημήσουσιν ἐς αὐτὴν διὰ ταῦτα πολλοὶ τὸ γεγονὸς αὐτῇ παρὰ τὴν ἀξίαν τοῦ τῆς χάριτος τετυχηκότος χλευάζοντες, οὐδὲ ἄλλο τῶν πάντων οὐδὲν ἐν νῷ ποιουμένη, ἢν τὸ δόξαν αὐτῇ περαίνοιτο μόνον. ἀλλὰ ταῦτα μὲν ὅπη τῷ θεῷ φίλον ἐχέτω.
[14] Χοσρόης δὲ τὸ μὲν στράτευμα τῶν Ἀντιοχέων τοὺς περιόντας ζωγρεῖν καὶ ἀνδραποδίζειν ἐκέλευε καὶ τὰ χρήματα πάντα ληίζεσθαι, αὐτὸς δὲ ξὺν τοῖς πρέσβεσιν ἐς τὸ ἱερὸν ἀπὸ τῆς ἄκρας κατέβαινεν, ὅπερ ἐκκλη[15]σίαν καλοῦσιν. ἐνταῦθα κειμήλια χρυσοῦ τε καὶ ἀργύρου τοσαῦτα τὸ πλῆθος ὁ Χοσρόης εὗρεν, ὥστε τῆς λείας ἄλλο οὐδὲν ὅτι μὴ τὰ κειμήλια ταῦτα λαβὼν πλούτου τι μέγεθος περιβεβλημένος ἀπιὼν ᾤχετο.
[16] καὶ μάρμαρά τε πολλὰ καὶ θαυμαστὰ ἐνθένδε ἀφελὼν ἔξω τοῦ περιβόλου ἐκέλευε κατατίθεσθαι, ὅπως καὶ ταῦτα [17] ἐς τὰ Περσῶν ἤθη κομίσωνται. ταῦτα διαπεπραγμένος ξύμπασαν τὴν πόλιν ἐμπρῆσαι Πέρσαις ἐπέστελλε. καὶ αὐτοῦ οἱ πρέσβεις ἐδέοντο τῆς ἐκκλησίας ἀπέχεσθαι μόνης, ἧς τὰ λύτρα κεκομισμένος διαρκῶς εἴη.
[18] ὁ δὲ τοῦτο τοῖς πρέσβεσι ξυγκεχωρηκὼς τἄλλα καίειν ἐκέλευε πάντα, ὀλίγους τέ τινας αὐτόθι ἀπολιπὼν τοὺς τὴν πόλιν ἐμπρήσοντας αὐτὸς ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς τὸ στρατόπεδον ἀπεχώρησεν, οὗ καὶ πρότερον διεσκηνημένοι ἐτύγχανον.
[10]
[1] Τούτου τοῦ πάθους χρόνῳ τινὶ πρότερον τέρας ὁ θεὸς ἐνδειξάμενος τοῖς ταύτῃ ᾠκημένοις ἐσήμηνε τὰ ἐσόμενα. τῶν γὰρ στρατιωτῶν, οἵπερ ἐνταῦθα ἐκ παλαιοῦ ἵδρυνται, τὰ σημεῖα πρότερον ἑστῶτα πρὸς δύοντά που τὸν ἥλιον, ἀπὸ ταὐτομάτου στραφέντα πρὸς ἀνίσχοντα ἥλιον ἔστησαν, ἐς τάξιν τε αὖθις ἐπανῆκον [2] τὴν προτέραν οὐδενὸς ἁψαμένου. ταῦτα οἱ στρατιῶται ἄλλοις τε πολλοῖς ἄγχιστά πη παροῦσι καὶ τῷ χορηγῷ τῆς τοῦ στρατοπέδου δαπάνης ἔδειξαν, ἔτι τῶν σημείων κραδαινομένων. ἦν δὲ οὗτος ἀνὴρ, Τατιανὸς ὄνομα, ξυνετὸς μάλιστα, ἐκ Μοψουεστίας ὁρμώμενος.
[3] ἀλλ' οὐδ' ὣς ἔγνωσαν οἱ τὸ τέρας τοῦτο ἰδόντες ὡς δὴ ἐκ βασιλέως τοῦ ἑσπερίου ἐπὶ τὸν ἑῷον τὸ τοῦ χωρίου ἀφίξεται κράτος, ὅπως δηλαδὴ διαφυγεῖν μηδεμιᾷ μηχανῇ δύνωνται οὕσπερ ἔδει ταῦτα, ἅπερ [4] ξυνηνέχθη, παθεῖν. ἐγὼ δὲ ἰλιγγιῶ πάθος τοσοῦτον γράφων τε καὶ παραπέμπων ἐς μνήμην τῷ μέλλοντι χρόνῳ, καὶ οὐκ ἔχω εἰδέναι τί ποτε ἄρα βουλομένῳ τῷ θεῷ εἴη πράγματα μὲν ἀνδρὸς ἢ χωρίου του ἐπαίρειν εἰς ὕψος, αὖθις δὲ ῥιπτεῖν τε αὐτὰ καὶ [5] ἀφανίζειν ἐξ οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας. αὐτῷ γὰρ οὐ θέμις εἰπεῖν μὴ οὐχὶ ἅπαντα κατὰ λόγον ἀεὶ γίγνεσθαι, ὃς δὴ καὶ Ἀντιόχειαν τότε ὑπέστη ἐς τὸ ἔδαφος πρὸς ἀνδρὸς ἀνοσιωτάτου καταφερομένην ἰδεῖν, ἧς τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς οὐδὲ [6] νῦν ἀποκρύπτεσθαι παντάπασιν ἔσχεν. ἡ μὲν οὖν ἐκκλησία καθαιρεθείσης τῆς πόλεως ἐλείφθη μόνη, πόνῳ τε καὶ προνοίᾳ Περσῶν, οἷς τὸ ἔργον ἐπέκειτο [7] τοῦτο. ἐλείφθησαν δὲ καὶ ἀμφὶ τὸ λεγόμενον Κεραταῖον οἰκίαι πολλαὶ, οὐκ ἐκ προνοίας ἀνθρώπων τινὸς, ἀλλ' ἐπεὶ ἔκειντό που πρὸς ἐσχάτοις τῆς πόλεως, ἑτέρας αὐταῖς οὐδεμιᾶς τινος οἰκοδομίας ξυναπτομένης, τὸ [8] πῦρ ‹ἐς› αὐτὰς ἐξικνεῖσθαι οὐδαμῆ ἴσχυσεν. ἐνέπρησάν τε καὶ τὰ ἐκτὸς τοῦ περιβόλου οἱ βάρβαροι, πλὴν τοῦ ἱεροῦ, ὅπερ Ἰουλιανῷ ἀνεῖται ἁγίῳ, καὶ τῶν οἰκιῶν, αἳ δὴ ἀμφὶ τὸ ἱερὸν τοῦτο τυγχάνουσιν οὖσαι.
[9] τοὺς γὰρ πρέσβεις ἐνταῦθα καταλῦσαι ξυνέπεσε. τοῦ μέντοι περιβόλου παντάπασιν ἀπέσχοντο Πέρσαι.
[10] Ὀλίγῳ δὲ ὕστερον ἥκοντες αὖθις παρὰ τὸν Χοσρόην οἱ πρέσβεις ἔλεξαν ὧδε Εἰ μὴ πρὸς παρόντα σὲ, ὦ βασιλεῦ, οἱ λόγοι ἐγίνοντο, οὐκ ἄν ποτε ᾠόμεθα Χοσρόην τὸν Καβάδου ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν, ἀτιμάσαντα μὲν τοὺς διομωμοσμένους σοι ἔναγχος ὅρκους, ὃ τῶν ἐν ἀνθρώποις ἁπάντων ὕστατόν τε καὶ ὀχυρώτατον εἶναι δοκεῖ τῆς ἐς ἀλλήλους πίστεώς τε καὶ ἀληθείας ἐνέχυρον, διαλύσαντα δὲ τὰς σπονδὰς, ὧν ἡ ἐλπὶς ἀπολέλειπται μόνη τοῖς διὰ τὴν ἐν πολέμῳ κακοπραγίαν οὐκ ἐν τῷ ἀσφαλεῖ βιοτεύουσιν.
[11] οὐ γὰρ ἄλλο οὐδὲν τὸ τοιοῦτον εἴποι τις ἂν εἶναι ἢ τῶν ἀνθρώπων τὴν δίαιταν ἐς τὴν τῶν [12] θηρίων μεταβεβλῆσθαι. ἐν γὰρ τῷ μηδαμῆ σπένδεσθαι τὸ πολεμεῖν ἀπέραντα λελείψεται πάντως, πόλεμος δὲ ὁ πέρας οὐκ ἔχων ἐξοικίζειν τῆς φύσεως τοὺς [13] αὐτῷ χρωμένους ἐς ἀεὶ πέφυκε. τί δὲ καὶ βουλόμενος πρὸς τὸν σὸν ἀδελφὸν ὀλίγῳ πρότερον γέγραφας ὡς αὐτὸς εἴη τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος; ἦ δῆλον ὅτι ὁμολογῶν κακόν τι παμμέγεθες εἶναι [14] τὴν τῶν σπονδῶν λύσιν; εἰ μὲν οὖν ἐκεῖνος οὐδὲν ἥμαρτεν, οὐ δικαίως τανῦν ἐφ' ἡμᾶς ἥκεις· εἰ δέ τι τοιοῦτον τ' ἀδελφῷ τῷ σῷ εἰργάσθαι ξυμβαίνει, ἀλλὰ καὶ σοὶ μέχρι τούτου γε καὶ μὴ περαιτέρω διαπεπράχθω τὸ ἔγκλημα, ὅπως αὐτὸς κρείσσων εἶναι δοκῇς. ὁ γὰρ ἐν τοῖς κακοῖς ἐλασσούμενος, οὗτος ἂν ἐν τοῖς ἀμείνοσι [15] νικῴη δικαίως. καίτοι ἡμεῖς ἐξεπιστάμεθα Ἰουστινιανὸν βασιλέα μηδεπώποτε τῆς εἰρήνης ἀπ' ἐναντίας ἐληλυθέναι, καὶ σοῦ δεόμεθα μὴ τοιαῦτα ἐργάσασθαι Ῥωμαίους κακὰ, ἐξ ὧν Πέρσαις μὲν ὄνησις οὐδεμία ἔσται, σὺ δὲ τοῦτο κερδανεῖς μόνον, ἀνήκεστα ἔργα τοὺς ἄρτι σοι σπεισαμένους οὐ δέον εἰργάσθαι.
[16] Οἱ μὲν πρέσβεις τοσαῦτα εἶπον. Χοσρόης δὲ ταῦτα ἀκούσας ἰσχυρίζετο μὲν τὰς σπονδὰς πρὸς Ἰουστινιανοῦ βασιλέως λελύσθαι· καὶ τὰς αἰτίας κατέλεγεν ἅσπερ ἐκεῖνος παρέσχετο, τὰς μέν τινας καὶ λόγου ἀξίας, τὰς δὲ φαύλας τε καὶ οὐδενὶ λόγῳ ξυμπεπλασμένας. μάλιστα δὲ αὐτοῦ τὰς ἐπιστολὰς τοῦ πολέμου αἰτιωτάτας ἠξίου δεικνύναι πρός τε Ἀλαμούνδαρον καὶ Οὔννους αὐτῷ γεγραμμένας, καθάπερ μοι ἐν τοῖς ἔμπροσθεν [17] λόγοις ἐρρήθη. ἄνδρα μέντοι Ῥωμαῖον ἐς τὴν Περσῶν γῆν ἐσβεβληκέναι ἢ πολέμια ἔργα ἐνδείξασθαι [18] οὔτε λέγειν εἶχεν οὔτε δεικνύναι. οἱ μέντοι πρέσβεις πὴ μὲν τὰς αἰτίας οὐκ ἐς Ἰουστινιανὸν ἀνέφερον, ἀλλ' ἐς τῶν ὑπουργηκότων τινὰς, πὴ δὲ ὡς οὐχ οὕτω [19] γεγονότων ἐπελαμβάνοντο τῶν εἰρημένων. τέλος δὲ χρήματα μέν οἱ πολλὰ ὁ Χοσρόης ἠξίου διδόναι Ῥωμαίους, παρῄνει δὲ μὴ τὰ χρήματα ἐν τῷ παραυτίκα μόνον παρεχομένους τὴν εἰρήνην ἐθέλειν ἐς τὸν πάντα [20] αἰῶνα κρατύνασθαι. τὴν γὰρ ἐπὶ χρήμασι γινομένην ἀνθρώποις φιλίαν ἀναλισκομένοις ἐκ τοῦ ἐπὶ πλεῖστον [21] ξυνδαπανᾶσθαι τοῖς χρήμασι. δεῖν τοίνυν Ῥωμαίους τακτόν τι φέρειν ἐπέτειον Πέρσαις. Οὕτω γὰρ αὐτοῖς ἔφη τὴν εἰρήνην Πέρσαι βέβαιον ἕξουσι, τάς τε Κασπίας αὐτοὶ φυλάσσοντες πύλας καὶ οὐκέτι αὐτοῖς ἀχθόμενοι διὰ πόλιν Δάρας, ὑπὲρ ὧν ἔμμισθοι [22] καὶ αὐτοὶ ἐς ἀεὶ ἔσονται. Οὐκοῦν οἱ πρέσβεις ἔφασαν ὑποτελεῖς Πέρσαι βούλονται Ῥωμαίους [23] ἐς φόρου ἀπαγωγὴν ἔχειν. Οὒκ, ἀλλὰ στρατιώτας οἰκείους ὁ Χοσρόης εἶπεν ἕξουσι τὸ λοιπὸν Πέρσας Ῥωμαῖοι, μισθὸν τῆς ὑπουργίας αὐτοῖς χορηγοῦντες ῥητόν· ἐπεὶ καὶ Οὔννων τισὶ καὶ Σαρακηνοῖς ἐπέτειον χορηγεῖτε χρυσὸν, οὐ φόρου αὐτοῖς ὑποτελεῖς ὄντες, ἀλλ' ὅπως ἀδῄωτον γῆν τὴν ὑμετέραν φυλάξωσιν [24] ἐς τὸν πάντα αἰῶνα. τοιαῦτα Χοσρόης τε καὶ οἱ πρέσβεις πολλὰ πρὸς ἀλλήλους διαλεχθέντες ξυνέβησαν ὕστερον ἐφ' ᾧ Χοσρόην ἐν μὲν τῷ παραυτίκα κεντηνάρια πεντήκοντα πρὸς Ῥωμαίων λαβόντα, πέντε δὲ ἄλλων φερόμενον ἐπέτειον ἐς τὸν πάντα αἰῶνα δασμὸν μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακὸν, ἀλλ' αὐτὸν μὲν ὁμήρους ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρὰ τῶν πρέσβεων κεκομισμένον τὴν ἀποπορείαν παντὶ τῷ στρατῷ ἐς τὰ πάτρια ἤθη ποιήσασθαι, ἐνταῦθα δὲ πρέσβεις παρὰ βασιλέως Ἰουστινιανοῦ στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ ξυνθήκας ἐν βεβαίῳ τὸ λοιπὸν θέσθαι.
[11]
[1] Τότε ὁ Χοσρόης ἐς Σελεύκειαν, πόλιν ἐπιθαλασσίαν, Ἀντιοχείας τριάκοντα καὶ ἑκατὸν σταδίοις διέχουσαν ἦλθεν, ἐνταῦθά τε Ῥωμαίων οὐδένα οὔτε εὑρὼν οὔτε λυμηνάμενος ἀπελούσατο μὲν ἐκ τῆς θαλάσσης τῷ ὕδατι μόνος, θύσας τε τῷ ἡλίῳ καὶ οἷστισιν ἄλλοις ἐβούλετο, πολλά τε ἐπιθειάσας ὀπίσω ἀπήλαυνεν.
[2] ἔς τε τὸ στρατόπεδον ἀφικόμενος ἐπιθυμίαν οἱ ἔφασκέ τινα εἶναι τὴν Ἀπαμέων πόλιν ἐν γειτόνων οὖσαν οὐκ ἄλλου τοῦ ἕνεκα ἢ ἱστορίας θεάσασθαι.
[3] ξυνεχώρουν τε οὐχ ἑκούσιοι καὶ τοῦτο οἱ πρέσβεις, ἐφ' ᾧ μέντοι αὐτὸν θεασάμενόν τε τὴν πόλιν καὶ ἀργύρου χιλίας κομισάμενον ἐνθένδε λίτρας οὐδέν τι [4] ἄλλο λυμηνάμενον ἀπελαύνειν ὀπίσω. ἔνδηλος δὲ ἦν ὁ Χοσρόης τοῖς τε πρέσβεσι καὶ πᾶσι τοῖς ἄλλοις ὅτι δὴ ἐς τὴν Ἀπάμειαν τοῦδε ἕνεκα στέλλοιτο μόνον, ὅπως δή τινος σκήψεως οὐκ ἀξιολόγου λαβόμενος αὐτήν τε καὶ τὴν ἐκείνῃ χώραν ληίσηται. τότε μὲν οὖν ἐς Δάφνην ἀνέβη, τὸ Ἀντιοχείας προάστειον. [5] ἔνθα δὴ τό τε ἄλσος ἐν θαύματι μεγάλῳ ἐποιήσατο καὶ τὰς τῶν ὑδάτων πηγάς· ἄμφω γὰρ ἀξιοθέατα [6] ἐπιεικῶς ἐστι. καὶ θύσας ταῖς νύμφαις ἀπιὼν ᾤχετο, ἄλλο μὲν οὐδὲν λυμηνάμενος, τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ τὸ ἱερὸν καύσας ξὺν ἑτέραις τισὶν οἰκίαις ἐξ [7] αἰτίας τοιᾶσδε. Πέρσης ἀνὴρ ἵππῳ ὀχούμενος, ἔν τε τῷ Περσῶν στρατῷ δόκιμος καὶ Χοσρόῃ βασιλεῖ γνώριμος, ἐς χῶρον κρημνώδη ἀμφὶ τὸν λεγόμενον Τρητὸν ἦλθε ξὺν ἑτέροις τισὶν, οὗ δὴ τοῦ ἀρχαγγέλου Μιχαὴλ [8] νεώς ἐστιν, Εὐάριδος ἔργον. οὗτος ἀνὴρ τῶν τινα Ἀντιοχέων νεανίαν πεζόν τε καὶ μόνον κρυπτόμενον ἐνταῦθα ἰδὼν ἐδίωκε τῶν ἑτέρων χωρίς. ἦν δὲ κρεοπώλης [9] ὁ νεανίας, Ἀείμαχος ὄνομα. ὃς ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἐπιστραφεὶς ἐκ τοῦ αἰφνιδίου λίθῳ τὸν διώκοντα βάλλει, ἐπιτυγχάνει τε τοῦ μετώπου ἐς τὴν παρὰ τὸ οὖς μήνιγγα. καὶ ὁ μὲν ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὁ δὲ αὐτοῦ τὸν ἀκινάκην σπασάμενος [10] κτείνει τὸν ἄνδρα. σκυλεύσας τε αὐτοῦ κατ' ἐξουσίαν τά τε ὅπλα καὶ τὸν χρυσὸν ἅπαντα καὶ εἴ τι ἄλλο ἐτύγχανεν ἀμπεχόμενος, ἐπί τε τὸν ἵππον [11] ἀναθορὼν πρόσω ἤλαυνεν. εἴτε δὲ τύχῃ εἴτε χωρίων ἐμπειρίᾳ χρησάμενος, λαθεῖν τε τοὺς πολεμίους καὶ [12] διαφυγεῖν παντελῶς ἴσχυσε. ταῦτα ὁ Χοσρόης μαθὼν καὶ τοῖς ξυμπεσοῦσι περιαλγήσας τῶν οἱ ἑπομένων τινὰς καῦσαι τὸν τοῦ ἀρχαγγέλου νεὼν, οὗ πρόσθεν [13] ἐμνήσθην, ἐκέλευεν. οἱ δὲ τοῦτον ἐκεῖνον εἶναι ἡγούμενοι ξὺν ταῖς ἀμφ' αὐτὸν οἰκοδομίαις ἐνέπρησαν, ἐπιτελεῖς τε πεποιῆσθαι τὰς Χοσρόου ἐντολὰς ᾤοντο. ταῦτα μὲν δὴ οὕτως ἔσχε.
[14] Χοσρόης δὲ παντὶ τῷ στρατῷ τὴν ἐπὶ Ἀπάμειαν ᾔει. ἔστι δὲ ξύλον πηχυαῖον ἐν Ἀπαμείᾳ τοῦ σταυροῦ μέρος, ἐν ᾧ τὸν Χριστὸν ἐν Ἱεροσολύμοις ποτὲ τὴν κόλασιν οὔτε ἀκούσιον ὑποστῆναι ὁμολογεῖται, κατὰ δὴ τὸν παλαιὸν χρόνον ἐνταῦθα πρὸς Σύρου ἀνδρὸς [15] κομισθὲν λάθρα. καὶ αὐτὸ οἱ πάλαι ἄνθρωποι φυλακτήριον μέγα σφίσι τε αὐτοῖς καὶ τῇ πόλει πιστεύοντες ἔσεσθαι θήκην αὐτοῦ ξυλίνην τινὰ πεποιημένοι κατέθεντο, ἣν δὴ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις ἐκόσμησαν, καὶ τρισὶ μὲν ἱερεῦσι παρέδοσαν, ἐφ' ᾧ ξὺν πάσῃ ἀσφαλείᾳ φυλάξουσιν, ἐξάγοντες δὲ ἀνὰ πᾶν ἔτος πανδημεὶ ἐν ἡμέρᾳ προσκυνοῦσι μιᾷ.
[16] τότε οὖν ὁ τῶν Ἀπαμέων λεὼς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἐπὶ σφᾶς ἐπύθοντο ἰέναι, ἐν δέει μεγάλῳ ἐγένοντο. Χοσρόην δὲ ἀκούοντες ὡς ἥκιστα ἀληθίζεσθαι καὶ παρὰ Θωμᾶν τὸν τῆς πόλεως ἀρχιερέα γενόμενοι ἐδέοντο τὸ τοῦ σταυροῦ ξύλον ἐπιδεῖξαι σφίσιν, [17] ὅπως αὐτὸ ὕστατα προσκυνήσαντες τελευτήσωσιν. ὁ δὲ κατὰ ταῦτα ἐποίει. τότε δὴ θέαμα ξυνηνέχθη λόγου τε καὶ πίστεως κρεῖσσον ἐνταῦθα γενέσθαι. τὸ μὲν γὰρ ξύλον ὁ ἱερεὺς φέρων ἐδείκνυεν, ὕπερθεν δὲ αὐτοῦ σέλας πυρὸς ἐπεφέρετο καὶ τὸ κατ' αὐτὸν τῆς ὀροφῆς [18] μέρος φωτὶ πολλῷ ὑπὲρ τὸ εἰωθὸς κατελάμπετο. βαδίζοντός τε τοῦ ἱερέως πανταχῆ τοῦ νεὼ συμπροῄει τὸ σέλας, φυλάσσον ἀεὶ τὴν ὑπὲρ αὐτοῦ τῆς ὀροφῆς χώραν.
[19] ὁ μὲν οὖν τῶν Ἀπαμέων δῆμος ὑπὸ τῆς τοῦ θαύματος ἡδονῆς ἐθαμβεῖτό τε καὶ ἐγεγήθει καὶ ἔκλαιεν, ἤδη τε ἅπαντες ὑπὲρ τῆς σωτηρίας τὸ θαρσεῖν [20] εἶχον. ὁ δὲ Θωμᾶς, ἐπειδὴ περιῆλθε τὸν νεὼν ἅπαντα, καταθέμενος ἐν τῇ θήκῃ τὸ τοῦ σταυροῦ ξύλον ἐκάλυψε, καὶ τὸ σέλας ἐκ τοῦ αἰφνιδίου ἐπέπαυτο. μαθὼν δὲ τὸν τῶν πολεμίων στρατὸν ἄγχιστά που τῆς πόλεως [21] ἥκειν, σπουδῇ πολλῇ παρὰ τὸν Χοσρόην ἀφίκετο. καὶ ὃς ‹ἐπεὶ› ἀνεπυνθάνετο τοῦ ἱερέως εἰ βουλομένοις τοῖς Ἀπαμεῦσιν εἴη ἀπὸ τοῦ περιβόλου ἀντιτάξασθαι τῷ Μήδων στρατῷ, ἀπεκρίνατο Θωμᾶς οὐδὲν τοῖς [22] ἀνθρώποις τοιοῦτο ἐς ἔννοιαν ἥκειν. Οὐκοῦν ἔφη ὁ Χοσρόης δέξασθέ με τῇ πόλει ξὺν ὀλίγοις τισὶ [23] πάσαις ἀναπεπταμέναις ταῖς πύλαις. ὁ ἱερεὺς εἶπεν Ἐπ' αὐτὸ γὰρ δὴ παρακαλέσων τοῦτο ἀφῖγμαι. ὁ μὲν οὖν στρατὸς ἅπας ἐστρατοπεδεύσαντο διεσκηνημένοι πρὸ τοῦ περιβόλου.
[24] Ὁ δὲ Χοσρόης ἄνδρας τῶν ἐν Πέρσαις ἀρίστων διακοσίους ἀπολεξάμενος ἐς τὴν πόλιν εἰσήλασεν. ἐπεὶ δὲ γέγονεν εἴσω πυλῶν, ἐπελάθετο ἑκών γε εἶναι τῶν αὐτῷ τε καὶ τοῖς πρέσβεσι ξυγκειμένων, καὶ τὸ ἐπίσκοπον ἐκέλευε δοῦναι οὐ χίλια μόνον ἀργύρου σταθμὰ οὐδὲ τούτων δεκαπλάσια, ἀλλὰ ‹καὶ› τὰ κειμήλια ὅσα δὴ ἐνταῦθα ἔτυχε κείμενα, χρυσᾶ τε καὶ ἀργυρᾶ [25] ξύμπαντα, μεγάλα ὑπερφυῶς ὄντα. οἶμαι δ' ἂν αὐτὸν καὶ τὴν πόλιν ὅλην ἀνδραποδίσασθαί τε καὶ ληίσασθαι οὐκ ἂν ἀποκνῆσαι, εἰ μή τι θεῖον αὐτὸν ἐκ τοῦ ἐμφανοῦς [26] διεκώλυσεν. οὕτως αὐτὸν ἥ τε φιλοχρηματία ἐξέπλησσε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν ἡ τῆς [27] δόξης ἐπιθυμία. κλέος γάρ οἱ μέγα τοὺς τῶν πόλεων ἀνδραποδισμοὺς ᾤετο εἶναι, οὐδὲν τὸ παράπαν ποιούμενος εἰ σπονδάς τε καὶ ξυνθήκας ἠλογηκὼς τὰ τοιαῦτα [28] ἐς τοὺς Ῥωμαίους ἐργάζεται. ταύτην τε Χοσρόου δηλώσει τὴν γνώμην ἅ τε ἀμφὶ πόλιν Δάρας ἐν ταύτῃ δὴ ἐνεχείρησε τῇ ἀποπορείᾳ, ἐν πάσῃ ἀλογίᾳ ποιησάμενος τὰ ξυγκείμενα, καὶ ἃ Καλλινικησίους ὀλίγῳ ὕστερον ἐν σπονδαῖς ἔδρασεν, ἅπερ μοι ἐν τοῖς ὄπισθε λελέξεται λόγοις. ἀλλ' ὁ θεὸς, ὥσπερ εἴρηται, [29] Ἀπάμειαν διεσώσατο. ἐπεὶ δὲ τὰ κειμήλια ὁ Χοσρόης ξύμπαντα εἷλε καὶ αὐτὸν μεθύοντα ἤδη τῇ τῶν χρημάτων ἀφθονίᾳ ὁ Θωμᾶς εἶδε, τὸ τοῦ σταυροῦ ξύλον ξὺν τῇ θήκῃ ἐξενεγκὼν ἀνέῳγέ τε τὴν θήκην καὶ τὸ ξύλον ἐνδεικνύμενος Ὦ κράτιστε βασιλεῦ ἔφη ταῦτά [30] μοι ἀπολέλειπται μόνα ἐκ πάντων χρημάτων. θήκην μὲν οὖν τήνδε (χρυσῷ τε γὰρ κεκαλλώπισται καὶ λίθοις ἐντίμοις) φθόνος οὐδεὶς λαβόντα σε ξὺν τοῖς ἄλλοις ἅπασιν ἔχειν, τουτὶ δὲ τὸ ξύλον, σωτήριόν τε ἡμῖν καὶ τίμιόν ἐστι, τοῦτο, ἱκετεύω σε καὶ δέομαι, δός μοι. ὁ μὲν ἱερεὺς τοσαῦτα εἶπε. ξυνεχώρει δὲ Χοσρόης καὶ τὴν δέησιν ἐπιτελῆ ἐποίει.
[31] Μετὰ δὲ φιλοτιμίᾳ πολλῇ χρώμενος τόν τε δῆμον ἐς τὸ ἱπποδρόμιον ἀναβαίνειν ἐκέλευε καὶ τοὺς ἡνιόχους [32] ἀγωνίζεσθαι τὰ εἰωθότα σφίσιν. οὗ δὴ καὶ αὐτὸς ἀναβὰς θεατὴς γενέσθαι τῶν ποιουμένων ἐν σπουδῇ ἐποιεῖτο. ἐπεὶ δὲ ἠκηκόει πολλῷ πρότερον Ἰουστινιανὸν βασιλέα χρώματος τοῦ Βενέτου, ὃ δὴ κυάνεόν ἐστιν, ἐκτόπως ἐρᾶν, ἀπ' ἐναντίας αὐτῷ κἀνταῦθα ἰέναι βουλόμενος ἤθελε τῷ πρασίνῳ τὴν νίκην [33] ἁρμόσαι. οἱ μὲν οὖν ἡνίοχοι ἀπὸ βαλβίδων ἀρξάμενοι ἔργου εἴχοντο, τύχη δέ τις τῷ τὰ Βένετα ἐνδιδυσκομένῳ [34] ἐγένετο παρελάσαντι ἐπίπροσθεν ἰέναι. εἵπετο δὲ αὐτῷ κατὰ τὰς αὐτὰς ἁματροχιὰς ὁ τὸ πράσινον [35] ἀμπεχόμενος χρῶμα. ὅπερ ἐξεπίτηδες ὁ Χοσρόης γεγονέναι οἰόμενος ἠγανάκτει τε καὶ ξὺν ἀπειλῇ ἀνεβόα τὸν Καίσαρα προτερῆσαι τῶν ἄλλων οὐ δέον, ἐκέλευέ τε τοὺς προτέρους ἰόντας ἵππους ἐπέχεσθαι, ὅπως τὸ λοιπὸν κατόπισθεν γενόμενοι ἀγωνίζωνται· ὅπερ ἐπειδὴ οὕτως ἐπέπρακτο ὥσπερ ἐκεῖνος ἐκέλευε, νικᾶν οὕτως [36] ὅ τε Χοσρόης καὶ μέρος τὸ πράσινον ἔδοξεν. ἐνταῦθα τῶν τις Ἀπαμέων Χοσρόῃ ἐς ὄψιν ἥκων ᾐτιᾶτο Πέρσην ἄνδρα ἐς τὴν οἰκίαν τὴν αὐτοῦ ἀναβάντα τὴν [37] παῖδα οὖσαν παρθένον βιάζεσθαι. ὁ δὲ ταῦτα ἀκούσας καὶ τῷ θυμῷ ζέων ἄγεσθαι τὸν ἄνδρα ἐκέλευε. καὶ ἐπεὶ παρῆν ἤδη, ἀνασκολοπισθῆναι αὐτὸν ἐν τῷ [38] στρατοπέδῳ ἐπέστελλε. γνοὺς δὲ ὁ δῆμος παντὶ σθένει ἀνέκραγον ἐξαίσιον οἷον, πρὸς τῆς τοῦ βασιλέως ὀργῆς τὸν ἄνθρωπον ἐξαιτούμενοι. Χοσρόης δὲ ὡμολόγησε μὲν αὐτοῖς τὸν ἄνδρα ἀφήσειν, λάθρα δὲ ἀνεσκολόπισεν οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε διαπεπραγμένος παντὶ τῷ στρατῷ ὀπίσω ἀπήλαυνεν.
[12]
[1] Ἐπεὶ δὲ ἐς Χαλκίδα πόλιν ἀφίκετο, Βεροίας πόλεως τέτρασι καὶ ὀγδοήκοντα σταδίοις διέχουσαν, αὖθις ἐς λήθην τινὰ τῶν ξυγκειμένων ἦλθε, στρατοπεδευσάμενός τε τοῦ περιβόλου οὐ μακρὰν ἄποθεν ἔπεμψε Παῦλον, ἀπειλήσοντα Χαλκιδεῦσι πολιορκίᾳ τὴν πόλιν αἱρήσειν, εἰ μὴ τήν τε σωτηρίαν ὤνιον κτήσονται τὰ λύτρα διδόντες καὶ τοὺς στρατιώτας, ὅσους ἐνταῦθα ξυμβαίνει εἶναι, ξὺν τῷ ἡγεμόνι ἐκδοῖεν [2] σφίσι. Χαλκιδεῖς δὲ ἐς δέος μέγα πρὸς ἑκατέρου βασιλέως ἐμπεπτωκότες στρατιώτας μὲν ἀπώμοσαν ὡς ἥκιστα ἐπιδημεῖν σφίσι, καίπερ ἄλλους τε καὶ Ἀδόναχον τὸν τῶν στρατιωτῶν ἄρχοντα κρύψαντες ἐν οἰκίσκοις τισὶν, ὅπως μὴ τοῖς πολεμίοις ἔνδηλοι ὦσι· χρυσοῦ δὲ κεντηνάρια δύο συλλέξαντες μόλις, ἐπεὶ πόλιν οὐ λίαν εὐδαίμονα ᾤκουν, τῷ τε Χοσρόῃ ζωάγρια δόντες τήν τε πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο.
[3] ἐνθένδε οὐκέτι ὁ Χοσρόης ἐβούλετο τὴν ἀποπορείαν ᾗπερ ἐληλύθει ποιήσασθαι, ἀλλ' Εὐφράτην τε ποταμὸν διαβῆναι καὶ χρήματα ὅτι πλεῖστα ἐκ Μεσοποταμίας [4] ληίζεσθαι. γέφυραν οὖν ζεύξας ἀμφὶ Ὀββάνης τὸ χωρίον, ὅπερ τοῦ ἐν Βαρβαλισσῷ φρουρίου τεσσαράκοντα σταδίους ἀπέχει, αὐτός τε διέβη καὶ παντὶ τῷ στρατῷ ὡς τάχιστα διαβαίνειν ἐπέστελλεν, ὑπειπὼν μὲν τὴν γέφυραν τρίτῃ ἡμέρᾳ λύσεσθαι, τάξας δὲ καὶ [5] τὸν τῆς ἡμέρας καιρόν. καὶ ἐπεὶ παρῆν ἡ κυρία, τινὰς μὲν τοῦ στρατοῦ ἀπολελεῖφθαι μή πω διαβάντας ξυνέβαινεν, ὁ δὲ οὐδ' ὁτιοῦν ὑπολογισάμενος ἔπεμψε [6] τοὺς τὴν γέφυραν διαλύσοντας. οἵ τε ἀπολειπόμενοι, ὡς ἕκαστός πη ἐδύνατο, εἰς τὰ πάτρια ἤθη ἀνέβαινον. τότε δὴ φιλοτιμία τις Χοσρόην ἐσῆλθε πόλιν Ἔδεσσαν [7] ἐξελεῖν. ἐνῆγε γὰρ αὐτὸν ἐς τοῦτο Χριστιανῶν λόγος καὶ ἔδακνεν αὐτοῦ τὴν διάνοιαν, ὅτι δὴ ἀνάλωτον αὐτὴν ἰσχυρίζοντο εἶναι ἐξ αἰτίας τοιᾶσδε.
[8] Αὔγαρος ἦν τις ἐν τοῖς ἄνω χρόνοις Ἐδέσσης τοπάρχης (οὕτω γὰρ τοὺς κατὰ ἔθνος βασιλεῖς τηνικαῦτα ἐκάλουν). ὁ δὲ Αὔγαρος οὗτος ξυνετώτατος ἐγεγόνει τῶν κατ' αὐτὸν ἀνθρώπων ἁπάντων, καὶ ἀπ' αὐτοῦ [9] βασιλεῖ Αὐγούστῳ ἐς τὰ μάλιστα φίλος. ἔνσπονδος γὰρ Ῥωμαίοις εἶναι βουλόμενος ἐς Ῥώμην τε ἀφίκετο, καὶ τῷ Αὐγούστῳ ἐς λόγους ἥκων οὕτω δὴ αὐτὸν τῆς ξυνέσεως τῷ περιόντι ἐξέπληξεν ὥστε οὐκέτι αὐτοῦ μεθίεσθαι Αὔγουστος τῆς ξυνουσίας ἐβούλετο, ἀλλ' ἦν τε αὐτοῦ τῆς ὁμιλίας εὐθὺς διάπυρος ἐραστὴς καὶ ἐπειδὰν ἐντύχοι, ἀπαλλάσσεσθαι αὐτοῦ οὐδαμῆ ἤθελε.
[10] χρόνος οὖν αὐτῷ ἐν ταύτῃ δὴ συχνὸς τῇ ἀποδημίᾳ ἐτρίβη. καί ποτε ἐς ἤθη πάτρια ἐθέλων ἰέναι πείθειν τε τὸν Αὔγουστον μεθεῖναι αὐτὸν ὡς ἥκιστα ἔχων, [11] ἐπενόει τάδε. ἐστάλη μὲν ὡς κυνηγετήσων ἐς τὰ ἐπὶ Ῥώμης χωρία· μελέτην γὰρ περὶ ταῦτα κατεσπουδασμένην τινὰ ἐτύγχανεν ἔχων. περιιὼν δὲ χώραν πολλὴν συχνὰ τῶν ἐκείνῃ θηρίων ζῶντα ἐθήρα, καὶ χοῦν ἐκ τῆς γῆς ξυναμησάμενος ἔφερεν ἐκ χώρας ἑκάστης· οὕτω τε ἐπανῆκεν εἰς Ῥώμην, τόν τε χοῦν [12] καὶ τὰ θηρία ἔχων. ὁ μὲν οὖν Αὔγουστος ἐς τὸν ἱππόδρομον ἀναβὰς ἐκάθητο ᾗπερ εἰώθει, Αὔγαρος δέ οἱ ἐς ὄψιν ἥκων τήν τε γῆν καὶ τὰ θηρία ἐπέδειξε, καταλέγων ἐκ ποίας ποτὲ χώρας ἥ τε γῆ ἑκάστη καὶ [13] τῶν θηρίων τίνα ποτὲ εἴη. ἔπειτα τὴν μὲν γῆν ἄλλην ἄλλῃ τοῦ ἱπποδρομίου ἐκέλευε θέσθαι, πάντα δὲ ἐς [14] ταὐτὸ τὰ θηρία ξυναγαγόντας εἶτα ἀφεῖναι. οἱ μὲν οὖν ὑπηρέται κατὰ ταῦτα ἐποίουν. τὰ δὲ θηρία χωρὶς ἀλλήλων γενόμενα ἐς ἐκείνην ἐχώρει τὴν γῆν, ἣ δὴ [15] ἐκ τῆς χώρας ὅθεν εἴληπτο ἐτύγχανεν οὖσα. καὶ ὁ μὲν Αὔγουστος ἐπὶ πλεῖστον τὰ ποιούμενα ἐς τὸ ἀκριβὲς ἔβλεπε, καὶ ἐθαύμαζέ γε ὅτι δὴ τοῖς ζῴοις ἡ φύσις ἀδίδακτος οὖσα ποθεινὴν ποιεῖται τὴν πάτριον γῆν. Αὔγαρος δὲ αὐτοῦ τῶν γονάτων ἐκ τοῦ [16] αἰφνιδίου λαβόμενος Ἐμὲ δὲ εἶπε τίνα ποτὲ γνώμην ἔχειν, ὦ δέσποτα, οἴει, ᾧ γυνή τέ ἐστι καὶ παιδία καὶ βασιλεία βραχεῖα μὲν, ἀλλ' ἐν γῇ τῇ πατρῴᾳ; [17] καὶ ὃς τῷ ἀληθεῖ τοῦ λόγου ἡσσηθείς τε καὶ βιασθεὶς ἀπιέναι τε ξυνεχώρει οὔτι ἑκούσιος καὶ [18] προσαιτεῖσθαι ἐκέλευεν ὅτου ἂν δέηται. ἐπεὶ δὲ τούτου Αὔγαρος ἔτυχεν, Αὐγούστου ἐδεῖτο ἱπποδρόμιόν οἱ δείμασθαι ἐν πόλει Ἐδέσσῃ. ὁ δὲ ξυνεχώρει καὶ τοῦτο. οὕτω μὲν ἐκ Ῥώμης ἀπαλλαγεὶς Αὔγαρος ἐς [19] Ἔδεσσαν ἦλθε. καὶ αὐτοῦ οἱ πολῖται ἀνεπυνθάνοντο εἴ τι φέρων ἀγαθὸν σφίσιν ἐκ βασιλέως Αὐγούστου ἥκοι. ὁ δὲ ἀποκρινάμενος Ἐδεσσηνοῖς ἐνεγκεῖν ἔφη λύπην τε ἀζήμιον καὶ χαρὰν ἀκερδῆ, τὴν τοῦ ἱπποδρομίου παραδηλῶν τύχην.
[20] Χρόνῳ δὲ ὕστερον πόρρω που ἡλικίας Αὔγαρος ἥκων νόσῳ ποδάγρας χαλεπῆς τινος ὑπερφυῶς ἥλω. ταῖς γοῦν ὀδύναις ἀχθόμενος καὶ τῇ ἐνθένδε ἀκινησίᾳ ἐπὶ τοὺς ἰατροὺς τὸ πρᾶγμα ἦγεν. ἐκ πάσης τε γῆς [21] ξυνέλεγε τοὺς περὶ ταῦτα σοφοὺς ἅπαντας. ὧν δὴ ὕστερον (οὐ γάρ οἱ ἄκεσίν τινα τοῦ κακοῦ ἐξευρεῖν ἴσχυον) ἀπέστη τε καὶ ἐς ἀμηχανίαν ἐμπεσὼν τύχας [22] τὰς παρούσας ὠδύρετο. ὑπὸ δὲ τὸν χρόνον ἐκεῖνον Ἰησοῦς ὁ τοῦ θεοῦ παῖς ἐν σώματι ὢν τοῖς ἐν Παλαιστίνῃ ἀνθρώποις ὡμίλει, τῷ τε μηδὲν τὸ παράπαν ἁμαρτεῖν πώποτε, ἀλλὰ καὶ τὰ ἀμήχανα ἐξεργάζεσθαι διαφανῶς ἐνδεικνύμενος ὅτι δὴ τοῦ θεοῦ παῖς ὡς [23] ἀληθῶς εἴη· νεκρούς τε γὰρ καλῶν ἐξανίστη ὥσπερ ἐξ ὕπνου καὶ πηροῖς τοὺς ὀφθαλμοὺς οὕτω τεχθεῖσιν ἀνέῳγε, σώματός τε ὅλου λεύκας ἐκάθηρε καὶ ποδῶν πήρωσιν ἔλυσε, καὶ ὅσα ἄλλα ἰατροῖς πάθη ἀνίατα [24] ὠνομασμένα ἐστί. ταῦτα ἀπαγγελλόντων Αὔγαρος τῶν ἐκ Παλαιστίνης ἐς τὴν Ἔδεσσαν ἐπιχωριαζόντων ἀκούσας ἐθάρσησέ τε καὶ γράμματα πρὸς τὸν Ἰησοῦν γράψας ἐδεῖτο αὐτοῦ ἀπαλλάσσεσθαι μὲν τῆς Ἰουδαίας καὶ τῶν ἐνταῦθα ἀγνωμόνων ἀνθρώπων, αὐτῷ δὲ τὸ [25] λοιπὸν ξυμβιοτεύειν. ἐπεὶ ταῦτα ὁ Χριστὸς ἀπενεχθέντα εἶδεν, ἀντέγραψε πρὸς τὸν Αὔγαρον, ὡς μὲν οὐκ ἀφίξεται ἄντικρυς ἀπολέγων, τὴν δὲ ὑγίειαν τῷ γράμματι [26] ὑποσχόμενος. φασὶ δὲ καὶ τοῦτο αὐτὸν ἐπειπεῖν, ὡς οὐδὲ ἡ πόλις ποτὲ βαρβάροις ἁλώσιμος ἔσται. τοῦτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον οἱ μὲν ἐκείνου τοῦ χρόνου τὴν ἱστορίαν ξυγγράψαντες οὐδαμῆ ἔγνωσαν· οὐ γὰρ οὖν οὐδέ πη αὐτοῦ ἐπεμνήσθησαν· Ἐδεσσηνοὶ δὲ αὐτὸ ξὺν τῇ ἐπιστολῇ εὑρέσθαι φασὶν, ὥστε ἀμέλει καὶ ἀνάγραπτον οὕτω τὴν ἐπιστολὴν ἀντ' ἄλλου του φυλακτηρίου ἐν ταῖς τῆς πόλεως πεποίηνται πύλαις.
[27] γέγονε μὲν οὖν ὑπὸ Μήδοις χρόνῳ τινὶ ὕστερον, οὐχ [28] ἁλοῦσα μέντοι, ἀλλὰ τρόπῳ τοιῷδε. ἐπειδὴ τὸ γράμμα τοῦ Χριστοῦ Αὔγαρος ἔλαβε, κακῶν μὲν ὀλίγῳ ὕστερον ἀπαθὴς γέγονε, συχνὸν δὲ τῇ ὑγιείᾳ ἐπιβιοὺς χρόνον ἐτελεύτησεν· ὅστις δὲ διεδέξατο τὴν βασιλείαν τῶν αὐτοῦ παίδων, ἀνοσιώτατος γεγονὼς ἁπάντων ἀνθρώπων, ἄλλα τε πολλὰ ἐς τοὺς ἀρχομένους ἐξήμαρτε καὶ τὴν ἐκ Ῥωμαίων δεδιὼς τίσιν προσεχώρησεν ἑκούσιος [29] Πέρσαις. χρόνῳ τε πολλῷ Ἐδεσσηνοὶ ὕστερον ἀνελόντες τῶν βαρβάρων τοὺς σφίσιν ἐνδημοῦντας φρουροὺς ἐνέδοσαν Ῥωμαίοις τὴν πόλιν. αὐτῷ προσποιεῖσθαι ἐπιμελές ἐστι, τεκμαιρόμενος οἷς ἐν τοῖς κατ' ἐμὲ χρόνοις γέγονεν, ἅπερ ἐν τοῖς καθήκουσι [30] λόγοις δηλώσω. καί μοί ποτε ἔννοια γέγονεν ὡς εἰ μὴ ταῦτα, ἅπερ ἐρρήθη, ὁ Χριστὸς ἔγραψεν, ἀλλ' ὅτι ἐς τοῦτο δόξης ἄνθρωποι ἦλθον, φυλάξαι διὰ τοῦτο ἀνάλωτον ἐθέλει τὴν πόλιν, ὡς μήποτε αὐτοῖς πλάνης τινὰ σκῆψιν διδοίη. ταῦτα μὲν οὖν ὅπη τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω.
[31] Χοσρόῃ δὲ τότε προὔργου διὰ ταῦτα ἔδοξεν εἶναι Ἔδεσσαν ἐξελεῖν. καὶ ἐπεὶ ἐς Βάτνην ἀφίκετο, πόλισμα μὲν βραχὺ καὶ λόγου οὐδενὸς ἄξιον, ἡμέρας δὲ ὁδῷ Ἐδέσσης διέχον, ἐνταῦθα μὲν τὴν νύκτα ἐκείνην ηὐλίσατο, ὄρθρου δὲ βαθέος παντὶ τῷ στρατῷ ἐπὶ [32] τὴν Ἔδεσσαν ἤλαυνε. καὶ αὐτοῖς ξυνέβη πλάνῃ περιπεσοῦσι τῇ ὑστεραίᾳ ἐς τὸν αὐτὸν αὐλίζεσθαι χῶρον· [33] ὅπερ αὐτοῖς λέγουσι καὶ δὶς ξυμβῆναι. μόλις δὲ ἄγχιστα Ἐδέσσης γενομένῳ Χοσρόῃ ῥεύματός φασιν ἐς τὸ πρόσωπον ἐπιπεσόντος ἐπῆρθαι τὴν γνάθον. διὸ δὴ τῆς μὲν πόλεως ἀποπειρᾶσθαι οὐδαμῆ ἤθελε, [34] Παῦλον δὲ πέμψας χρήματα Ἐδεσσηνοὺς ᾔτει. οἱ δὲ ἀμφὶ τῇ πόλει μὲν δεδιέναι ἥκιστα ἔφασκον, ὅπως δὲ μὴ τοῖς χωρίοις λυμήνηται, ὡμολόγησαν δύο χρυσοῦ κεντηνάρια δώσειν. καὶ ὃς τά τε χρήματα ἔλαβε καὶ διεσώσατο τὰ ξυγκείμενα.
[13]
[1] Τότε καὶ γράμματα Χοσρόῃ βασιλεὺς Ἰουστινιανὸς ἔγραψεν, ἐπιτελέσειν ὁμολογῶν τά τε αὐτῷ [2] καὶ τοῖς πρέσβεσιν ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα. ἅπερ ἐπεὶ ὁ Χοσρόης ἀπενεχθέντα εἶδε, τούς τε ὁμήρους ἀφῆκε καὶ συνεσκευάζετο ἐς τὴν ἄφοδον, τούς τε Ἀντιοχέων αἰχμαλώτους ἀποδίδοσθαι ἅπαντας ἤθελεν.
[3] ὅπερ Ἐδεσσηνοὶ ἐπειδὴ ἔμαθον, προθυμίαν ἐπεδείξαντο ἀκοῆς κρείσσω. οὐ γὰρ ἦν οὐδεὶς ὃς οὐ τὰ λύτρα ἐν τῷ ἱερῷ φέρων ὑπὲρ τούτων δὴ τῶν αἰχμαλώτων [4] κατὰ λόγον τῆς οὐσίας κατέθετο. εἰσὶ δὲ οἷς καὶ μᾶλλον ἢ κατὰ λόγον ταῦτα ἐπράσσετο. αἵ τε γὰρ ἑταῖραι τὸν κόσμον ἀφελοῦσαι, ὅσος αὐταῖς ἐν τῷ σώματι ἦν, ἐνταῦθα ἐρρίπτουν, καὶ εἴ τῳ γεωργῷ ἐπίπλων ἢ ἀργυρίου σπανίζοντι ὄνος ἢ προβάτιον ἦν, τοῦτο [5] δὴ ἐς τὸ ἱερὸν σπουδῇ πολλῇ ἦγεν. ἀθροίζεται μὲν οὖν χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων χρημάτων πάμπολυ πλῆθος, δέδοται δὲ ὑπὲρ λύτρων οὐδέν.
[6] Βούζης γὰρ ἐνταῦθα παρὼν ἔτυχεν, ὃς διακωλῦσαι τὴν πρᾶξιν ὑπέστη, κέρδος οἱ ἔσεσθαι μέγα τι ἐνθένδε καραδοκῶν. διὸ δὴ ὁ Χοσρόης τοὺς αἰχμαλώτους [7] ἅπαντας ἐπαγόμενος πρόσω ἐχώρει. Καρρηνοὶ δὲ ἀπήντων χρήματα πολλὰ προτεινόμενοι· ὁ δὲ οὐ προσήκειν ἔφασκεν, ὅτι δὴ οἱ πλεῖστοι οὐ Χριστιανοὶ, ἀλλὰ δόξης τῆς παλαιᾶς τυγχάνουσιν ὄντες.
[8] Καὶ μὴν καὶ Κωνσταντινιέων χρήματα διδόντων ἐδέξατο, καίπερ φάσκων οἱ ἐκ πατέρων προσήκειν τὴν πόλιν. ἐπειδὴ γὰρ Καβάδης Ἀμίδαν εἷλεν, Ἔδεσσάν [9] τε καὶ Κωνσταντίναν ἐξελεῖν ἤθελεν. ἀλλ' Ἐδέσσης μὲν ἀγχοῦ γενόμενος τῶν μάγων ἀνεπυνθάνετο εἴ οἱ ἁλώσιμος ἡ πόλις ἔσται, δείξας τῇ δεξιᾷ χειρὶ τὸ [10] χωρίον αὐτοῖς. οἱ δὲ αὐτῷ τὴν πόλιν ἁλώσεσθαι οὐδεμιᾷ μηχανῇ ἔλεγον, τεκμαιρόμενοι, ὅτι δὴ τὴν δεξιὰν αὐτῇ χεῖρα προτείνας, οὐχ ἁλώσεως ταύτῃ οὐδὲ ἄλλου ὁτουοῦν χαλεποῦ ξύμβολον, ἀλλὰ σωτηρίας διδοίη.
[11] καὶ ὃς ταῦτα ἀκούσας, ἐπείθετό τε καὶ ἐπῆγεν ἐπὶ [12] Κωνσταντίναν τὸ στράτευμα. ἐνταῦθα δὲ ἀφικόμενος ἐνστρατοπεδεύεσθαι παντὶ τῷ στρατῷ ὡς πολιορκήσων [13] ἐπέστελλεν. ἦν δὲ Κωνσταντίνης ἱερεὺς τότε Βαράδοτος, ἀνὴρ δίκαιός τε καὶ τῷ θεῷ ἐς τὰ μάλιστα φίλος, καὶ ἀπ' αὐτοῦ ἐνεργοῦσαν ἐς ὅ τι βούλοιτο ἀεὶ τὴν εὐχὴν ἔχων· οὗ καὶ τὸ πρόσωπον ἰδὼν ἄν τις εὐθὺς εἴκασεν ὅτι δὴ τῷ θεῷ ἐνδελεχέστατα κεχαρισμένος [14] ὁ ἀνὴρ εἴη. οὗτος ὁ Βαράδοτος τηνικαῦτα παρὰ τὸν Καβάδην ἐλθὼν οἶνόν τε ἤνεγκε καὶ ἰσχάδας καὶ μέλι καὶ καθαροὺς ἄρτους, καὶ αὐτοῦ ἐδεῖτο μὴ ἀποπειρᾶσθαι πόλεως, ἣ οὔτε λόγου ἀξία ἐστὶ καὶ πρὸς Ῥωμαίων ἀπημέληται λίαν, οὔτε στρατιωτῶν φρουρὰν ἔχουσα οὔτε ἄλλο τι φυλακτήριον, ἀλλὰ τοὺς [15] οἰκήτορας μόνους, ἀνθρώπους οἰκτρούς. ὁ μὲν ταῦτα εἶπε· Καβάδης δὲ αὐτῷ τήν τε πόλιν χαριεῖσθαι ὡμολόγησε καὶ τοῖς σιτίοις ἐδωρήσατο αὐτὸν ἅπασιν, ὅσα οἱ τῷ στρατοπέδῳ ἐς τὴν πολιορκίαν ἡτοίμαστο, μεγάλοις ὑπερφυῶς οὖσιν· οὕτω τε ἀπηλλάσσετο ἐκ γῆς τῆς Ῥωμαίων. διὸ δὴ ὁ Χοσρόης ἐκ πατέρων οἱ προσήκειν ἠξίου τὴν πόλιν.
[16] Ἐς Δάρας τε ἀφικόμενος ἐς πολιορκίαν καθίστατο. ἔνδοθεν δὲ Ῥωμαῖοι καὶ Μαρτῖνος ὁ στρατηγὸς (καὶ γὰρ ἐνταῦθα ὢν ἔτυχε) τὰ ἐς ἀντίστασιν ἐξηρτύοντο.
[17] δύο δὲ ἡ πόλις τείχεσι περιβέβληται, ὧν τὸ μὲν ἐντὸς μέγα τε καὶ ἀξιοθέατον ἀτεχνῶς ἐστιν (ἐς ὕψος γὰρ διήκει πύργος μὲν ἕκαστος ποδῶν ἑκατὸν, τὸ δὲ ἄλλο τεῖχος ἑξήκοντα), τὸ δὲ ἐκτὸς πολλῷ μὲν ἔλασσον συμβαίνει εἶναι, ἄλλως δὲ ἐχυρόν τε καὶ λόγου πολλοῦ [18] ἄξιόν ἐστι. τὸ δὲ μεταξὺ χωρίον εὖρος οὐχ ἧσσον ἢ πεντήκοντα ἔχει ποδῶν· ἐνταῦθα εἰώθασι Δαρηνοὶ τούς τε βόας καὶ τἄλλα ζῷα πολεμίων σφίσιν ἐγκειμένων [19] ἐμβάλλεσθαι. τὰ μὲν οὖν πρῶτα ὁ Χοσρόης προσβολὴν ποιησάμενος ἐς τὰ πρὸς ἑσπέραν τοῦ περιβόλου πλήθει τε βελῶν βιασάμενος, τὰς πύλας τείχους [20] τοῦ βραχέος ἐνέπρησεν. ἐντὸς μέντοι γενέσθαι οὐδεὶς τῶν βαρβάρων ἐτόλμησεν. ἔπειτα δὲ κατώρυχα ποιεῖσθαι λάθρα ἐς τὰ πρὸς ἕω τῆς πόλεως ἔγνω. ταύτῃ γὰρ μόνον ὀρύσσεσθαι ἡ γῆ οἵα τέ ἐστιν, ἐπεὶ τὰ ἄλλα τοῦ περιβόλου ἐπὶ πέτρας τοῖς δειμαμένοις πεποίηται.
[21] οἱ γοῦν Πέρσαι ἀπὸ τῆς τάφρου ἀρξάμενοι ὤρυσσον. ἧς δὴ βαθείας κομιδῆ οὔσης οὔτε καθεωρῶντο πρὸς τῶν πολεμίων οὔτε αὐτοῖς τινα αἴσθησιν [22] τοῦ ποιουμένου παρείχοντο. ἤδη μὲν οὖν ὑπέδυσαν τὰ θεμέλια τοῦ ἐκτὸς τείχους, ἔμελλον δὲ καὶ κατὰ τὴν μεταξὺ χώραν ἑκατέρου περιβόλου γινόμενοι ὀλίγῳ ὕστερον καὶ τὸ μέγα τεῖχος ἀμείψαντες τὴν πόλιν κατὰ κράτος ἑλεῖν, ἀλλ' (οὐ γὰρ αὐτὴν ἔδει Πέρσαις ἁλῶναι) εἷς ἐκ τοῦ Χοσρόου στρατοπέδου ἀμφὶ ἡμέραν μέσην ἄγχιστά πη τοῦ περιβόλου μόνος ἀφίκετο, εἴτε ἄνθρωπος ὢν εἴτε τι ἄλλο ἀνθρώπου κρεῖσσον, δόξαν τε τοῖς ὁρῶσι παρείχετο, ὅτι δὴ τὰ βέλη ξυλλέγοι, ἅπερ ἐκ τοῦ τείχους Ῥωμαῖοι ὀλίγῳ πρότερον ἐπὶ τοὺς [23] ἐνοχλοῦντας βαρβάρους ἀφῆκαν. ταῦτά τε ποιῶν καὶ τὴν ἀσπίδα προβεβλημένος ἐρεσχελεῖν τε τοὺς ἐν ταῖς ἐπάλξεσι καὶ ξὺν γέλωτι τωθάζειν ἐδόκει. εἶτα φράσας αὐτοῖς τὸν πάντα λόγον ἐγρηγορέναι πάντας ἐκέλευε [24] καὶ ὡς ἔνι μάλιστα τῆς σωτηρίας ἐπιμελεῖσθαι. καὶ ὁ μὲν ταῦτα σημήνας ἀπιὼν ᾤχετο, Ῥωμαῖοι δὲ τὰ ἐν μέσῳ τείχους ἑκατέρου θορύβῳ πολλῷ καὶ ταραχῇ ἐκέλευον [25] σκάπτειν. καὶ Πέρσαι μέντοι οὐκ εἰδότες τὰ [26] πρασσόμενα οὐδέν τι ἧσσον ἔργου εἴχοντο. τῶν μὲν οὖν βαρβάρων ὀρθήν τινα ἔνερθεν ποιουμένων ὁδὸν ἐπὶ τὸ τῆς πόλεως τεῖχος, τῶν δὲ Ῥωμαίων [τε] Θεοδώρου γνώμῃ, ἐπὶ σοφία, τῇ καλουμένῃ μηχανικῇ λογίου ἀνδρὸς, ἐγκαρσίαν τε τὴν διώρυχα ἐργαζομένων καὶ βάθους ἱκανῶς ἔχουσαν, ξυνέβη Πέρσας κατὰ μέσον τοῖν περιβόλοιν γεγενημένους ἐκ τοῦ αἰφνιδίου [27] ἐμπεσεῖν ἐς τὴν Ῥωμαίων κατώρυχα. καὶ αὐτῶν τοὺς μὲν πρώτους Ῥωμαῖοι ἔκτειναν, οἱ δὲ ὄπισθεν φυγόντες κατὰ τάχος ἐς τὸ στρατόπεδον διεσώθησαν. διώκειν [28] γὰρ αὐτοὺς ἐν σκότῳ Ῥωμαῖοι οὐδαμῆ ἔγνωσαν. ταύτης οὖν τῆς πείρας ὁ Χοσρόης ἀποτυχὼν ἑλεῖν τε τὴν πόλιν μηχανῇ τὸ λοιπὸν οὐδεμιᾷ ἐλπίσας, τοῖς πολιορκουμένοις ἐς λόγους ἦλθε, χίλιά τε κεκομισμένος [29] ἀργύρου σταθμὰ ἐς τὰ Περσῶν ἤθη ἐχώρει. ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἔμαθεν, οὐκέτι τὰ ξυγκείμενα ἐπιτελῆ ποιήσειν ἤθελεν, ἐπικαλῶν Χοσρόῃ ὅτι δὴ πόλιν Δάρας ἐν σπονδαῖς ἐξελεῖν ἐνεχείρησε. ταῦτα μὲν ἐν τῇ πρώτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις ξυνέβη, καὶ τὸ θέρος μὲν ἐτελεύτα.
[14]
[1] Ὁ δὲ Χοσρόης πόλιν ἐν Ἀσσυρίοις δειμάμενος ἐν χώρῳ Κτησιφῶντος πόλεως διέχοντι ἡμέρας ὁδῷ, Ἀντιόχειάν τε τὴν Χοσρόου αὐτὴν ἐπωνόμασε καὶ Ἀντιοχέων τοὺς αἰχμαλώτους ἐνταῦθα ξυνῴκισεν ἅπαντας, οἷς δὴ βαλανεῖόν τε καὶ ἱπποδρόμιον κατεσκεύαζε [2] καὶ ταῖς ἄλλαις τρυφαῖς ἀνεῖσθαι ἐποίει. τούς τε γὰρ ἡνιόχους καὶ τοὺς τῶν μουσικῶν ἔργων τεχνίτας ἔκ τε Ἀντιοχείας καὶ τῶν ἄλλων Ῥωμαϊκῶν πόλεων [3] ξὺν αὑτῷ ἦγεν. ἔτι μέντοι καὶ δημοσίᾳ τοὺς Ἀντιοχέας τούτους ἐπιμελεστέρως ἢ κατὰ αἰχμαλώτους ἐσίτιζεν ἐς πάντα τὸν χρόνον, καὶ βασιλικοὺς καλεῖσθαι ἠξίου, ὥστε τῶν ἀρχόντων οὐδενὶ ὑποχειρίους εἶναι ἢ βασιλεῖ [4] μόνῳ. εἰ δέ τις καὶ τῶν ἄλλων Ῥωμαίων δραπέτης γεγονὼς ἐς Ἀντιόχειαν τὴν Χοσρόου διαφυγεῖν ἴσχυσε, καί τις αὐτὸν ξυγγενῆ τῶν ταύτῃ ᾠκημένων ἐκάλεσεν, οὐκέτι ἐξῆν τῷ κεκτημένῳ τὸν αἰχμάλωτον τοῦτον ἀπάγειν, οὐδ' ἤν τις τῶν λίαν ἐν Πέρσαις δοκίμων ὁ τὸν ἄνθρωπον ἐξανδραποδίσας τυγχάνοι.
[5] Ἀντιοχεῦσι μέντοι τὸ ξυμβὰν ἐπὶ Ἀναστασίου βασιλεύοντος τέρας ἐς τοῦτο ἀποβὰν ἐτελεύτησε. τότε γὰρ ἀνέμου σκληροῦ Δάφνῃ τῷ προαστείῳ ἐκ τοῦ αἰφνιδίου ἐπιπεσόντος, τῶν κυπαρίσσων αἳ ταύτῃ ὑψηλαὶ ἀτεχνῶς ἦσαν ἐκ ῥιζῶν τῶν ἐσχάτων ἀνατραπεῖσαι εἰς τὴν γῆν ἔπεσον, ἅσπερ ὁ νόμος ἐκτέμνεσθαι οὐδαμῆ [6] εἴα. ὀλίγῳ μὲν οὖν ὕστερον, ἡνίκα Ἰουστῖνος Ῥωμαίων ἦρχε, σεισμός τις ἐπιγενόμενος ἐξαίσιος λίαν τήν τε πόλιν κατέσεισε πᾶσαν καὶ τῶν οἰκοδομημάτων τά τε πλεῖστα καὶ κάλλιστα ἐς τὸ ἔδαφος εὐθὺς ἤνεγκε, καὶ λέγονται τότε τριάκοντα μυριάδες Ἀντιοχέων ἀπολωλέναι.
[7] ἐν ταύτῃ δὲ τῇ ἁλώσει ξύμπασα ἡ πόλις ὥσπερ μοι ἐρρήθη, διέφθαρται. τὸ μὲν οὖν Ἀντιοχέων πάθος τῇδε ἐχώρησε.
[8] Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον ἐξ Ἰταλίας μετάπεμπτος ἦλθε, καὶ αὐτὸν διαχειμάσαντα ἐν Βυζαντίῳ στρατηγὸν ἐπί τε Χοσρόην καὶ Πέρσας ἅμα ἦρι ἀρχομένῳ βασιλεὺς ἔπεμψεν ἄρχοντάς τε τοὺς ἐξ Ἰταλίας ξὺν αὐτῷ ἥκοντας, ὧν δὴ ἕνα Βαλεριανὸν ἡγεῖσθαι [9] τῶν ἐν Ἀρμενίοις καταλόγων ἐκέλευε. Μαρτῖνος γὰρ ἔτυχεν εὐθὺς εἰς τὴν ἑῴαν σταλεὶς, καὶ διὰ τοῦτο Χοσρόης αὐτὸν, ὡς προδεδήλωται, ἐς Δάρας εὗρε.
[10] τῶν δὲ Γότθων Οὐίττιγις μὲν ἐν Βυζαντίῳ ἔμεινεν, οἱ δὲ λοιποὶ ξύμπαντες ἐπὶ Χοσρόην σὺν Βελισαρίῳ [11] ἐστράτευσαν. τότε τῶν Οὐιττίγιδος πρέσβεων ἅτερος μὲν, ὅσπερ τοῦ ἐπισκόπου ὀνόματος ἐπεβάτευεν, ἐν τοῖς Περσῶν ἤθεσι θνήσκει, ὁ δὲ δὴ ἕτερος αὐτοῦ [12] ἔμεινεν. ὅστις δὲ αὐτοῖς ἑρμηνεὺς εἵπετο, ἀνεχώρησεν ἐς Ῥωμαίων τὴν γῆν, καὶ αὐτὸν Ἰωάννης, ὃς τῶν ἐν Μεσοποταμίᾳ στρατιωτῶν ἦρχεν, ἀμφὶ τὰ Κωνσταντίνης ὅρια ξυλλαβὼν ἔς τε τὴν πόλιν εἰσαγαγὼν ἐν δεσμωτηρίῳ καθεῖρξεν, ὅσπερ οἱ ἐνταῦθα ἅπαντα ἀναπυνθανομένῳ [13] τὰ πεπραγμένα ἐξήνεγκε. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. Βελισάριος δὲ ξὺν τοῖς ἑπομένοις κατὰ τάχος ᾔει, προτερῆσαι ἐν σπουδῇ ἔχων, πρίν τινα ὁ Χοσρόης ἐσβολὴν αὖθις ποιήσεται ἐς Ῥωμαίων τὴν γῆν.
[15]
[1] Ἐν τούτῳ δὲ ὁ Χοσρόης ἐπὶ Κολχίδα τὸν στρατὸν ἦγε, Λαζῶν αὐτὸν ἐπαγομένων ἐξ αἰτίας [2] τοιᾶσδε. Λαζοὶ τὰ μὲν πρῶτα γῆν τὴν Κολχίδα ᾤκουν, Ῥωμαίων κατήκοοι ὄντες, οὐ μέντοι ἐς φόρου ἀπαγωγὴν, οὐδέ τι ἄλλο ἐπαγγέλλουσιν αὐτοῖς ἐπακούοντες, πλήν γε δὴ ὅτι, ἐπειδὰν αὐτοῖς ὁ βασιλεὺς τελευτήσειε, ξύμβολα τῆς ἀρχῆς τῷ διαδεξομένῳ τὴν βασιλείαν ὁ [3] Ῥωμαίων βασιλεὺς ἔπεμπε. τὰ δὲ τῆς χώρας ὅρια ξὺν τοῖς ἀρχομένοις ἐς τὸ ἀκριβὲς διεφύλασσεν, ὅπως δὴ μὴ Οὖννοι πολέμιοι ἐξ ὄρους τοῦ Καυκάσου, ὁμόρου σφίσιν ὄντος, διὰ Λαζικῆς πορευόμενοι ἐσβάλλωσιν ἐς [4] γῆν τὴν Ῥωμαίων. ἐφύλασσον δὲ οὔτε αὐτοὶ χρήματα ἢ στρατιὰν πρὸς Ῥωμαίων δεχόμενοι οὔτε Ῥωμαίοις πη ξυστρατεύοντες, ἐπ' ἐμπορίᾳ δὲ τῇ κατὰ θάλασσαν πρὸς Ῥωμαίους ἀεὶ τοὺς ἐν πόντῳ ᾠκημένους ἐργαζόμενοι.
[5] αὐτοὶ μὲν γὰρ οὔτε ἅλας οὔτε σῖτον οὔτε ἄλλο τι ἀγαθὸν ἔχουσι, δέρρεις δὲ καὶ βύρσας καὶ ἀνδράποδα παρεχόμενοι τὰ σφίσιν ἐπιτήδεια ἐκομίζοντο.
[6] ἐπειδὴ δὲ τὰ ἀμφὶ Γουργένει τῷ Ἰβήρων βασιλεῖ γενέσθαι ξυνέπεσεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, στρατιῶται Ῥωμαίων ἐπιχωριάζειν Λαζοῖς ἤρξαντο, οἷς δὴ οἱ βάρβαροι οὗτοι ἤχθοντο, καὶ πάντων μάλιστα Πέτρῳ τῷ στρατηγῷ, ἐπηρεάζειν [7] τοῖς ἐντυγχάνουσιν εὐπετῶς ἔχοντι. ὁ δὲ Πέτρος οὗτος ὥρμητο μὲν ἐξ Ἀρζανηνῆς, ἣ ἐκτὸς Νυμφίου ποταμοῦ ἐστι, Περσῶν κατήκοος ἐκ παλαιοῦ οὖσα, πρὸς Ἰουστίνου δὲ βασιλέως ἔτι παῖς ὢν ἠνδραπόδιστο, ἡνίκα Ἰουστῖνος μετὰ τὴν Ἀμίδης ἅλωσιν ξὺν τῷ Κέλερος στρατῷ ἐσέβαλλεν ἐς τὴν Περσῶν γῆν. φιλανθρωπίᾳ δὲ πολλῇ χρωμένου τοῦ κεκτημένου ἐς αὐτὸν [8] ἐς γραμματιστοῦ ἐφοίτησε. καὶ τὰ μὲν πρῶτα Ἰουστίνου γραμματεὺς γέγονεν, ἐπεὶ δὲ Ἀναστασίου τετελευτηκότος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβε Ῥωμαίων, ὁ Πέτρος στρατηγὸς γεγονὼς ἔς τε φιλοχρηματίαν εἴπερ τις ἄλλος ἐξώκειλε καὶ ἀβελτερίᾳ πολλῇ ἐς ἅπαντας ἐχρῆτο.
[9] Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς ἄλλους τε ἐς Λαζικὴν ἄρχοντας ἔπεμψε καὶ Ἰωάννην, ὃν Τζίβον ἐκάλουν, ἄνδρα ἐξ ἀφανῶν μὲν καὶ ἀδόξων ἀρχὴν γεγονότα, ἐς στρατηγίαν δὲ ἀναβεβηκότα κατ' ἄλλο οὐδὲν ἢ ὅτι πονηρότατός τε ἦν ἀνθρώπων ἁπάντων καὶ πόρους χρημάτων ἀδίκους ἱκανώτατος ἐξευρεῖν. ὃς δὴ ἅπαντα ἔσφηλέ τε καὶ συνετάραξε τὰ Ῥωμαίων [10] τε καὶ Λαζῶν πράγματα. οὗτος καὶ βασιλέα Ἰουστινιανὸν πόλιν ἀνέπεισεν ἐπιθαλασσίαν, Πέτραν ὄνομα, ἐν Λαζοῖς δείμασθαι· ἐνταῦθά τε ὥσπερ ἐν ἀκροπόλει καθήμενος ἦγέ τε καὶ ἔφερε τὰ Λαζῶν πράγματα.
[11] τούς τε γὰρ ἅλας καὶ ὅσα ἄλλα φορτία Λαζοῖς ἀναγκαῖα ἐδόκει εἶναι, οὐκέτι φέρειν ἐς γῆν τὴν Κολχίδα τοῖς ἐμπόροις ἐξῆν, ἢ ἄλλοθι ἐνθένδε ὠνεῖσθαι, ἀλλ' ἐν Πέτρᾳ ξυστησάμενος τὸ δὴ καλούμενον μονοπώλιον αὐτὸς κάπηλός τε καὶ ξυμπάσης τῆς περὶ ταῦτα ἐργασίας ἐπιστάτης ἐγίγνετο, ἅπαντα ὠνούμενός τε καὶ ἀποδιδόμενος Κόλχοις, οὐχ ᾗπερ εἴθιστο, ἀλλ' ᾗπερ [12] ἐξῆν. ἅμα δὲ καὶ ἄλλως οἱ βάρβαροι ἤχθοντο ἐπιχωριάζοντι αὐτοῖς οὐκ εἰωθὸς πρότερον τῷ Ῥωμαίων στρατῷ. ἃ δὴ οὐκέτι φέρειν οἷοί τε ὄντες Πέρσαις τε καὶ Χοσρόῃ προσχωρεῖν ἔγνωσαν, πρέσβεις τε αὐτίκα τοὺς ταῦτα διαπραξομένους κρύφα Ῥωμαίων παρ' [13] αὐτοὺς ἔπεμψαν. οἷς δὴ εἴρητο τὰ πιστὰ πρὸς Χοσρόου λαβοῦσιν, ὅτι γε οὔποτε Λαζοὺς ἄκοντας ἐκδώσει Ῥωμαίοις, οὕτω δὴ αὐτὸν ξὺν τῷ Περσῶν στρατῷ ἐς τὴν χώραν ἐπαγαγέσθαι.
[14] Ἀφικόμενοι τοίνυν ἐς Πέρσας οἱ πρέσβεις καὶ Χοσρόῃ λάθρα ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε Εἴ τινας καὶ ἄλλους ἐκ τοῦ παντὸς χρόνου τῶν μὲν οἰκείων ἀποστάντας ὅντινα δὴ τρόπον, ἀνδράσι δὲ τὸ παράπαν ἀγνῶσι προσκεχωρηκότας οὐ δέον αὖθις εὖ ποιοῦσα ἡ τύχη ὡς μάλιστα ἀσμένους ἐπὶ τοὺς πρὶν ἐπανήγαγεν ἐπιτηδείους, τοιούτους δή τινας καὶ [15] Λαζοὺς, ὦ μέγιστε βασιλεῦ, νόμιζε εἶναι. Κόλχοι γὰρ Πέρσαις σύμμαχοι τὸ ἀνέκαθεν ὄντες πολλά τε εἰργάσαντο αὐτοὺς ἀγαθὰ καὶ αὐτοὶ ἔπαθον· ὧν δὴ ἐν γράμμασι μνημεῖα πολλὰ ἡμεῖς τε ἔχομεν κἀν τοῖς βασιλείοις τοῖς σοῖς ἐς τὸ παρὸν διασώζεται.
[16] χρόνῳ δὲ ὕστερον τοῖς ἡμετέροις προγόνοις τετύχηκεν εἴτε παρ' ὑμῶν ἀμεληθεῖσιν εἴτε ἄλλου του ἕνεκα (οὐ γὰρ ἔχομέν τι σαφὲς περὶ τούτων εἰδέναι) Ῥωμαίοις [17] ἐνσπόνδοις γενέσθαι. καὶ νῦν ἡμεῖς τε καὶ ὁ Λαζικῆς βασιλεὺς δίδομεν Πέρσαις ἡμᾶς τε αὐτοὺς [18] καὶ γῆν τὴν ἡμετέραν ὅ τι βούλοισθε χρῆσθαι. δεόμεθα δὲ ὑμῶν οὑτωσὶ σκοπεῖσθαι περὶ ἡμῶν· εἰ μὲν οὐδὲν πρὸς Ῥωμαίων πεπονθότες δεινὸν, ἀλλ' ἀγνωμοσύνῃ ἐχόμενοι κεχωρήκαμεν εἰς ὑμᾶς, τήνδε ἡμῶν εὐθὺς ἀποσείσασθε τὴν ἱκετείαν, οὐδὲ ὑμῖν ποτε πιστοὺς ἔσεσθαι Κόλχους οἰόμενοι (φιλίας γὰρ διαλελυμένης ὁ τρόπος τῆς μετ' ἐκείνην πρὸς ἑτέρους [19] καθισταμένης ἔλεγχος γίγνεται)· εἰ δὲ λόγῳ μὲν φίλοι Ῥωμαίων, ἔργῳ δὲ ἀνδράποδα γεγονότες πιστὰ, ἔργα πεπόνθαμεν πρὸς τῶν ἐφ' ἡμῖν τετυραννηκότων ἀνόσια, δέξασθε μὲν ἡμᾶς τοὺς πρόσθε ξυμμάχους, κτήσασθε δὲ δούλους οἷς φίλοις ἐχρῆσθε, μισήσατε δὲ τυραννίδα πικρὰν οὕτως ἡμῖν ἐν γειτόνων ἐγηγερμένην, τῆς δικαιοσύνης ἄξια πράσσοντες, ἣν περιστέλλειν [20] ἀεὶ πάτριον Πέρσαις. οὐ γὰρ ὁ μηδὲν αὐτὸς ἀδικῶν γίκαιος, εἰ μὴ καὶ τοὺς ὑφ' ἑτέρων ἀδικουμένους ἔχων ἐν ἐξουσίᾳ ῥύεσθαι πέφυκεν.
[21] ἔνια δὲ εἰπεῖν ὧν τετολμήκασιν οἱ κατάρατοι Ῥωμαῖοι καθ' ἡμῶν ἄξιον. τῷ μὲν γὰρ ἡμετέρῳ βασιλεῖ τὸ σχῆμα μόνον τῆς βασιλείας ἀπολιπόντες αὐτοὶ τὴν ἐξουσίαν ἐπὶ τῶν ἔργων ἀφῄρηνται, καὶ κάθηται βασιλεὺς ἐν ὑπηρέτου μοίρᾳ, τὸν ἐπιτάττοντα στρατηγὸν [22] δεδιώς· στρατιᾶς δὲ ἡμῖν ἐπέστησαν πλῆθος, οὐχ ὅπως τὴν χώραν ἀπὸ τῶν ἐνοχλούντων φρουρήσουσιν (οὐ γὰρ οὐδέ τις τῶν ὁμόρων ἡμᾶς πλήν γε δὴ Ῥωμαίων ἠνώχλησεν), ἀλλ' ὅπως ἡμᾶς ὥσπερ ἐν δεσμωτηρίῳ καθείρξαντες κύριοι τῶν ἡμετέρων γενήσονται.
[23] λογισάμενοι δὲ συντομωτέραν ποιήσασθαι τὴν τῶν ἡμῖν ὑπαρχόντων ἀφαίρεσιν, ὅρα, ὦ βασιλεῦ, [24] ἐς ὁποίαν τινὰ ἔννοιαν ἦλθον· τῶν ἐπιτηδείων ἃ μὲν περιττὰ παρ' ἐκείνοις εἶναι τετύχηκεν, ἀναγκάζουσιν οὐχ ἑκόντας ὠνεῖσθαι Λαζοὺς, ὅσα δὲ αὐτοῖς χρησιμώτατα φέρειν Λαζικὴ πέφυκεν, οἵδε ἀξιοῦσι δῆθεν τῷ λόγῳ παρ' ἡμῶν πρίασθαι, τιμῆς ἑκατέρωθι [25] γνώμῃ τῶν κρατούντων ὁριζομένης. οὕτω τε ξὺν τοῖς ἀναγκαίοις ἅπαν ἀφαιροῦνται τὸ χρυσίον ἡμᾶς, ὀνόματι μὲν τῷ τῆς ἐμπορίας εὐπρεπεῖ χρώμενοι, ἔργῳ δὲ ἡμᾶς ὡς ἔνι μάλιστα βιαζόμενοι. ἐφέστηκέ τε ἡμῖν ἄρχων κάπηλος, τὴν ἡμετέραν ἀπορίαν ἐργασίαν [26] τινὰ τῇ τῆς ἀρχῆς ἐξουσίᾳ πεποιημένος. ἡ μὲν οὖν τῆς ἀποστάσεως αἰτία τοιαύτη τις οὖσα τὸ δίκαιον ἐφ' ἑαυτῆς ἔχει· ὅσα δὲ ὑμῖν αὐτοῖς ξύμφορα ἔσται, [27] δεχομένοις τὴν Λαζῶν δέησιν, αὐτίκα ἐροῦμεν. τῇ Περσῶν ἀρχῇ βασιλείαν ἀρχαιοτάτην προσθήσετε, μηκυνόμενόν τε ἀπ' αὐτῆς ἕξετε τὸ τῆς ἡγεμονίας ἀξίωμα, μετεῖναι δὲ τῆς Ῥωμαίων θαλάσσης ὑμῖν διὰ τῆς ἡμετέρας ξυμβήσεται χώρας, ἐν ᾗ πλοῖά σοι, ὦ βασιλεῦ, ναυπηγουμένῳ βατὸν οὐδενὶ πόνῳ τὸ ἐν Βυζαντίῳ παλάτιον ἔσται. μεταξὺ γὰρ ἐναντίωμα [28] οὐδέν ἐστι. προσθείη δ' ἄν τις ὡς καὶ ληίζεσθαι τοὺς ὁμόρους βαρβάρους τὴν Ῥωμαίων γῆν ἀνὰ πᾶν [29] ἔτος ἐφ' ὑμῖν κείσεται. ὄρεσι γὰρ τοῖς Καυκασίοις ἐπιτείχισμα μέχρι τοῦδε γεγονέναι τὴν Λαζῶν χώραν [30] πάντως που καὶ ὑμεῖς ξυνεπίστασθε. ἡγουμένου τοίνυν τοῦ δικαίου, προσόντος δὲ τοῦ ξυμφέροντος, τὸ μὴ οὐχὶ τοὺς λόγους προσέσθαι οὐδεμιᾶς ἂν εὐβουλίας οἰόμεθα εἶναι. τοσαῦτα μὲν οἱ πρέσβεις εἶπον.
[31] Χοσρόης δὲ τοῖς λόγοις ἡσθεὶς ἀμύνειν τε Λαζοῖς ὡμολόγησε καὶ τῶν πρέσβεων ἐπυνθάνετο εἴ οἱ στρατῷ [32] μεγάλῳ ἐς γῆν τὴν Κολχίδα ἰέναι δυνατὰ εἴη. πολλῶν γὰρ ἀπαγγελλόντων ἔφασκεν ἀκηκοέναι τὰ πρότερα δύσοδον ἐπιεικῶς καὶ ἀνδρὶ εὐζώνῳ τὴν χώραν εἶναι, κρημνώδη τε ὑπερφυῶς οὖσαν καὶ δένδροις συχνοῖς [33] τε καὶ ἀμφιλαφέσιν ἐπὶ μακρότατον συνεχομένην. οἱ δέ οἱ ἰσχυρίζοντο παντὶ τῷ Περσῶν στρατῷ τὴν ἐκείνῃ ὁδὸν εὐπετῆ ἔσεσθαι, τέμνουσι μὲν τὰ δένδρα, ἐς δὲ [34] τῶν κρημνῶν τὰς δυσχωρίας αὐτὰ ἐμβαλλομένοις. καὶ αὐτοὶ ὡμολόγουν τῆς τε ὁδοῦ ἡγεμόνες καὶ τοῦ ἔργου [35] τούτου Πέρσαις ἔσεσθαι [πρόπονοι]. ταύτῃ ὁ Χοσρόης ἐπηρμένος τῇ ὑποθήκῃ στρατιάν τε πολλὴν ἤγειρε καὶ τὰ ἐς τὴν ἔφοδον ἐξηρτύετο, οὔτε τὸ βούλευμα ἐς Πέρσας ἐξενεγκὼν, πλήν γε δὴ οἷς τὰ ἀπόρρητα κοινολογεῖσθαι μόνοις εἰώθει, καὶ τοῖς πρέσβεσιν ἐπαγγείλας ὅπως τὰ πρασσόμενα μηδενὶ φράσωσιν, ἀλλ' ἐς Ἰβηρίαν τῷ λόγῳ ἐστέλλετο, ὡς τὰ τῇδε καταστησόμενος πράγματα· ἔθνος γὰρ Οὐννικὸν ἐνταῦθά πη ἐπισκῆψαι τῇ Περσῶν ἀρχῇ ἐπεφήμιζεν.
[16]
[1] Ἐν τούτῳ δὲ γενόμενος Βελισάριος ἐν Μεσοποταμίᾳ πανταχόθεν τὸν στρατὸν ἤγειρε, καί τινας ἐς [2] τὰ Περσῶν ἤθη ἐπὶ κατασκοπῇ ἔπεμπεν. αὐτὸς δὲ τοῖς πολεμίοις ἐνταῦθα ὑπαντιάσαι βουλόμενος, ἤν τινα ἐσβολὴν ἐς Ῥωμαίων τὴν γῆν αὖθις ποιήσωνται, διεῖπέ τε αὐτοῦ καὶ διεκόσμει τοὺς στρατιώτας, γυμνούς τε καὶ ἀνόπλους ἐπὶ πλεῖστον ὄντας, κατωρρωδηκότας [3] τὸ Περσῶν ὄνομα. οἱ μὲν οὖν κατάσκοποι ἐπανήκοντες οὐδεμίαν τῶν πολεμίων ἰσχυρίζοντο ἐν τῷ παρόντι ἐσβολὴν ἔσεσθαι· πολέμου γὰρ Οὐννικοῦ [4] ἀσχολίαν Χοσρόῃ ἑτέρωθι εἶναι. Βελισάριος δὲ ταῦτα ἀκούσας παντὶ τῷ στρατῷ αὐτίκα ἐσβάλλειν ἐς τῶν [5] πολεμίων τὴν γῆν ἤθελε. καί οἱ Ἀρέθας τε ξὺν πολλῷ στρατῷ Σαρακηνῶν ἦλθε καὶ βασιλεὺς γράμματα γράψας ἐσβάλλειν κατὰ τάχος ἐς τὴν πολεμίων ἐπέστελλε γῆν.
[6] ξυγκαλέσας οὖν ἅπαντας τοὺς ἄρχοντας ἐν Δάρας ἔλεξε τοιάδε Ἅπαντας ὑμᾶς, ὦ ξυνάρχοντες, πολέμων πολλῶν ἐμπείρους οἶδα, ξυνήγαγόν τε ἐν τῷ παρόντι, οὐχ ὅπως ὑπομνήσας ἢ παραίνεσίν τινα ποιησάμενος τὴν ὑμετέραν γνώμην ἐπὶ τοὺς πολεμίους ὁρμήσω (οὐ γὰρ λόγου δεῖσθαι ὑμᾶς τοῦ ἐς εὐτολμίαν ἐνάγοντος οἶμαι), ἀλλ' ὅπως ξυμβουλήν τινα ἔν γε ἡμῖν αὐτοῖς ποιησάμενοι ἑλώμεθα μᾶλλον ἅπερ ἂν δοκῇ βέλτιστά [7] τε καὶ ἄριστα τοῖς βασιλέως πράγμασιν εἶναι. πόλεμος γὰρ εὐβουλίᾳ πάντων μάλιστα κατορθοῦσθαι φιλεῖ. δεῖ δὲ τοὺς ἐς βουλὴν καθισταμένους αἰδοῦς τε καὶ φόβου παντάπασιν ἐλευθέραν ποιεῖσθαι τὴν γνώμην.
[8] ὅ τε γὰρ φόβος, ἀεὶ τοὺς αὐτῷ περιπεπτωκότας ἐκπλήσσων, οὐκ ἐᾷ τὴν διάνοιαν ἑλέσθαι τὰ κρείσσω, ἥ τε αἰδὼς ἐπισκιάζουσα τοῖς δόξασιν εἶναι ἀμείνοσιν [9] ἐπὶ τὴν ἐναντίαν ἐκφέρει τὴν γνῶσιν. εἴ τι τοίνυν ἢ βασιλεῖ τῷ μεγάλῳ ἢ ἐμοὶ βεβουλεῦσθαι ὑπὲρ τῶν [10] παρόντων δοκεῖ, μηδὲν ὑμᾶς τοῦτο εἰσίτω. ὁ μὲν γὰρ μακράν που ἀπολελειμμένος τῶν πρασσομένων [11] οὐκ ἔχει τοῖς καιροῖς ἁρμόσαι τὰς πράξεις· ὥστε φόβος οὐδεὶς ἀπ' ἐναντίας αὐτῷ ἰόντας τὰ ξυνοίσοντα [12] ἐργάζεσθαι τοῖς αὐτοῦ πράγμασιν. ἐμὲ δὲ ἄνθρωπόν τε ὄντα καὶ χρόνῳ μακρῷ ἐκ τῶν ἑσπερίων ἐνταῦθα ἐλθόντα μὴ οὐχὶ διαλαθεῖν τι τῶν δεόντων ἀδύνατον.
[13] ὥστε οὐδὲν τὴν ἐμὴν γνώμην αἰδεσθέντας ὑμᾶς προςήκει διαρρήδην εἰπεῖν ὅσα ἂν ξυνοίσειν ἡμῖν τε [14] αὐτοῖς καὶ βασιλεῖ μέλλῃ. τὸ μὲν οὖν ἐξ ἀρχῆς ἐνθάδε ἥκομεν, ὦ ξυνάρχοντες, ὡς διακωλύσοντες τὸν πολέμιον ἐσβολήν τινα ἐς τὴν ἡμετέραν ποιήσασθαι, νῦν δὲ τῶν πραγμάτων ἡμῖν ἄμεινον ἢ κατ' ἐλπίδας κεχωρηκότων πάρεστι περὶ τῆς ἐκείνου βουλεύεσθαι.
[15] ἐφ' ᾧ δὴ ξυνειλεγμένους ὑμᾶς δίκαιον, οἶμαι, οὐδὲν ὑποστειλαμένους εἰπεῖν ἅπερ ἂν ἄριστά τε δοκῇ καὶ ξυμφορώτατα ἑκάστῳ εἶναι.
[16] Βελισάριος μὲν τοσαῦτα εἶπε. Πέτρος δὲ καὶ Βούζης ἐξηγεῖσθαι τῷ στρατῷ οὐδὲν μελλήσοντα ἐπὶ τὴν πολεμίαν ἐκέλευον. ὧν δὴ τῇ γνώμῃ εἵποντο εὐθὺς [17] ὁ ξύλλογος ἅπας. Ῥεκίθαγγος μέντοι καὶ Θεόκτιστος, οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, ταὐτὰ μὲν τοῖς ἄλλοις ἀμφὶ τῇ ἐσβολῇ βούλεσθαι καὶ αὐτοὶ ἔφασαν, δεδιέναι δὲ μὴ σφῶν ἐκλελοιπότων τά τε ἐπὶ Φοινίκης καὶ Συρίας χωρία κατ' ἐξουσίαν μὲν Ἀλαμούνδαρος ταῦτα ληίζηται, βασιλεὺς δὲ σφᾶς δι' ὀργῆς ἔχοι, ἅτε οὐ φυλάξαντας ἀδῄωτον τὴν χώραν ἧς ἦρχον, καὶ δι' αὐτὸ συνεισβάλλειν τῷ ἄλλῳ στρατῷ οὐδαμῆ [18] ἤθελον. Βελισάριος δὲ τὼ ἄνδρε τούτω ὡς ἥκιστα ἀληθῆ οἴεσθαι ἔλεγε. τοῦ γὰρ καιροῦ τροπὰς θερινὰς εἶναι. ταύτης δὲ τῆς ὥρας δύο μάλιστα μῆνας ἀνάθημα τῷ σφετέρῳ θεῷ Σαρακηνοὺς ἐς ἀεὶ φέροντας ἐν ταύτῃ ἐπιδρομῇ τινι οὔποτε χρῆσθαι ἐς γῆν ἀλλοτρίαν.
[19] διὸ δὴ ἑξήκοντα ἡμερῶν ὁμολογήσας ξὺν τοῖς ἑπομένοις ἄμφω ἀφήσειν, ἐκέλευε καὶ αὐτοὺς ξὺν τῷ ἄλλῳ στρατῷ ἕπεσθαι. Βελισάριος μὲν οὖν τὰ ἐς τὴν ἐσβολὴν σπουδῇ πολλῇ ἐξηρτύετο.
[17]
[1] Χοσρόης δὲ καὶ ὁ Μήδων στρατὸς, ἐπειδὴ τὴν Ἰβηρίαν ἀμείψαντες ἐν τοῖς τῆς Λαζικῆς ὁρίοις, τῶν πρέσβεων σφίσιν ἡγουμένων, ἐγένοντο, τὰ δένδρα οὐδενὸς ἀντιστατοῦντος ἐκτέμνοντες, ἅπερ ἐνταῦθα συχνά τε καὶ δεινῶς ἀμφιλαφῆ τε καὶ ὑψηλὰ ἐν χωρίοις κρημνώδεσιν ὄντα παντάπασιν ἄβατον τῇ στρατιᾷ τὴν χώραν ἐποίει, ταῦτά τε ἐς τὰς δυσχωρίας ἐρρίπτουν [2] καὶ ὅλως εὐπετῆ τὴν ὁδὸν ἀπειργάζοντο. ἀφικομένοις τε αὐτοῖς ἐς μέσην Κολχίδα (οὗ δὴ τά τε ἀμφὶ Μήδειαν καὶ Ἰάσονα οἱ ποιηταὶ γεγενῆσθαι μυθολογοῦσιν) ἐλθὼν Γουβάζης, ὁ Λαζῶν βασιλεὺς, προσεκύνησεν ἅτε δεσπότην Χοσρόην τὸν Καβάδου, αὑτόν τέ οἱ ξὺν τοῖς βασιλείοις καὶ Λαζικὴν ἐνδιδοὺς ἅπασαν.
[3] Ἔστι δὲ Πέτρα πόλις ἐπιθαλασσία ἐν Κόλχοις, πρὸς τῷ Εὐξείνῳ καλουμένῳ πόντῳ, ἣν δὴ φαῦλόν τι χωρίον τὰ πρότερα οὖσαν Ἰουστινιανὸς βασιλεὺς τῷ τε περιβόλῳ καὶ τῇ ἄλλῃ κατασκευῇ ἐχυράν τε καὶ [4] ἄλλως ἐπιφανῆ κατεστήσατο. ἐνταῦθα τὸ Ῥωμαίων στράτευμα εἶναι ξὺν τῷ Ἰωάννῃ μαθὼν ὁ Χοσρόης στρατιάν τε καὶ στρατηγὸν Ἀνιαβέδην ὡς αὐτοβοεὶ [5] ἐξελοῦντας ἐπ' αὐτοὺς ἔπεμψε. γνοὺς δὲ Ἰωάννης τὴν ἔφοδον οὔτε τοῦ περιβόλου τινὰ ἔξω γενέσθαι οὔτε ἀπὸ τῶν ἐπάλξεων φανῆναι τοῖς πολεμίοις ἐκέλευσεν, ἀλλὰ πᾶν ἐξοπλίσας τὸ στράτευμα πλησίον που τῶν πυλῶν ἔστησεν, ἐπιστείλας σιγῇ ἔχεσθαι, [6] μήτε ἦχον μήτε φωνὴν ἀφιέντας τινά. οἱ γοῦν Πέρσαι ἄγχιστά που τοῦ περιβόλου γενόμενοι, ἐπεὶ οὐδὲν σφίσι πολέμιον οὔτε καθεωρᾶτο οὔτ' ἠκούετο, ἔρημον ἀνδρῶν εἶναι τὴν πόλιν, Ῥωμαίων αὐτὴν ἐκλελοιπότων, [7] ἐνόμιζον. διὸ δὴ ἔτι μᾶλλον ἀμφὶ τὸν περίβολον ἦλθον, ὡς κλίμακας εὐθὺς, ἅτε οὐδενὸς [8] ἀμυνομένου, ἐπιθήσοντες. πολέμιόν τε οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες, πέμψαντες παρὰ Χοσρόην τὰ [9] παρόντα σφίσιν ἐδήλουν. καὶ ὃς τὸ μὲν πλεῖστον τοῦ στρατοῦ πέμψας πανταχόθεν ἀποπειρᾶσθαι τοῦ περιβόλου ἐκέλευε, κριῷ τε τῇ μηχανῇ ἀμφὶ τὰς πύλας χρῆσθαι τῶν τινι ἀρχόντων ἐπέστελλεν, ἐν δὲ τῷ λόφῳ καθήμενος, ὃς δὴ τῇ πόλει ὡς ἀγχοτάτω ἐπίκειται, [10] θεατὴς τῶν πρασσομένων ἐγίνετο. αὐτίκα δὲ Ῥωμαῖοι τάς τε πύλας ἀνέκλινον ἐκ τοῦ αἰφνιδίου καὶ ἀπροσδόκητοι ἐπιπεσόντες πλείστους τῶν πολεμίων διέφθειραν, καὶ μάλιστα τοὺς ἀμφὶ τὸν κριὸν τεταγμένους· οἱ δὲ λοιποὶ μόλις ξὺν τῷ στρατηγῷ διαφυγόντες ἐσώθησαν.
[11] θυμῷ τε ὁ Χοσρόης ἐχόμενος Ἀνιαβέδην ἀνεσκολόπισεν, ἅτε καταστρατηγηθέντα πρὸς τοῦ Ἰωάννου, καπήλου [12] τε καὶ ἀπολέμου τὸ παράπαν ἀνδρός. τινὲς δὲ οὐκ Ἀνιαβέδην, ἀλλὰ τὸν ἄρχοντα, ὃς δὴ ἐφειστήκει τοῖς [13] τὸν κριὸν ἐνεργοῦσιν, ἀνασκολοπισθῆναί φασιν. αὐτὸς δὲ ἄρας παντὶ τῷ στρατῷ ἄγχιστά τε τοῦ Πέτρας περιβόλου ἀφίκετο καὶ στρατοπεδευσάμενος ἐς πολιορκίαν [14] καθίστατο. τῇ δὲ ὑστεραίᾳ κύκλῳ περιιὼν τὸν περίβολον, ἐπεὶ οὐ λίαν ἀξιόμαχον αὐτὸν ὑπώπτευσεν εἶναι, τειχομαχεῖν ἔγνω. τό τε στράτευμα ὅλον ἐνταῦθα ἐπαγαγὼν ἔργου εἴχετο, καὶ τοξεύειν ἅπαντας [15] ἐπὶ τὰς ἐπάλξεις ἐκέλευε. Ῥωμαῖοι δὲ ἀμυνόμενοι ταῖς τε μηχαναῖς καὶ πᾶσιν ἐχρῶντο τοξεύμασι. τὰ μὲν οὖν πρῶτα Πέρσαι, καίπερ συχνὰ κομιδῆ βάλλοντες, ὀλίγα τε Ῥωμαίους ἐλύπουν καὶ πολλὰ πρὸς ἐκείνων, [16] ἅτε ἀφ' ὑψηλοῦ βαλλόμενοι, κακὰ ἔπασχον. ἔπειτα δὲ (καὶ γὰρ ἔδει Πέτραν Χοσρόῃ ἁλῶναι) βληθεὶς Ἰωάννης τύχῃ τινὶ ἐς τὸν τράχηλον θνήσκει, καὶ ἀπ' αὐτοῦ οἱ ἄλλοι Ῥωμαῖοι ἐς ὀλιγωρίαν ἁπάντων κατέστησαν.
[17] τότε μὲν οὖν οἱ βάρβαροι ἐς τὸ στρατόπεδον ἀνεχώρησαν· ἤδη γὰρ καὶ ξυνεσκόταζε· τῇ δὲ ὑστεραίᾳ διώρυχα ἐπὶ τὸν περίβολον ἐπενόουν τρόπῳ τοιῷδε.
[18] Πέτρα ἡ πόλις πὴ μὲν ἐκ θαλάσσης ἀπρόσοδός ἐστι, πὴ δὲ ἐκ πετρῶν ἀποτόμων, αἳ ταύτῃ πανταχόθεν ἀνέχουσιν· ἀφ' οὗ δὴ καὶ τὴν προσηγορίαν ἔλαχε [19] ταύτην. μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει, καὶ ταύτην οὐ λίαν εὐρεῖαν· κρημνοὶ γὰρ αὐτῆς ἐφ' ἑκάτερα [20] ἐξαίσιοι ἀποκρέμανται. ἐνταῦθα προορώμενοι τὰ πρότερα οἱ τὴν πόλιν δειμάμενοι, μὴ σφίσι τὸ ἐκείνῃ τοῦ περιβόλου μέρος ἐπίμαχον εἴη, τείχη μακρὰ παρὰ τὸν κρημνὸν ἑκάτερον τῆς εἰσόδου ἐπὶ πλεῖστον πεποίηνται.
[21] τούτων τε τῶν τειχῶν ἑκατέρωθι πύργους ἐτεκτήναντο [22] δύο, οὐχ ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ ἑτέρῳ. κενὸν γὰρ τὸ ἐν μέσῳ τῆς οἰκοδομίας χωρίον οὐδαμῆ εἴασαν, ἀλλ' ὅλους ἐκ γῆς ἄχρι ἐς ὕψος μέγα τοὺς πύργους λίθοις παμμεγέθεσιν ἀλλήλων ἐχομένοις εἰργάσαντο, ὅπως δὴ κριῷ ἢ μηχανῇ ἄλλῃ ὡς ἥκιστα κατασείοιντο. τὰ μὲν [23] οὖν Πέτρας τοῦ περιβόλου ταύτῃ πη ἔχει. Πέρσαι δὲ λάθρα ἐς τὴν γῆν κατώρυχα ποιησάμενοι ἔνερθεν θατέρου τῶν πύργων ἐγένοντο, τῶν τε λίθων ἐνθένδε πολλοὺς ἐκφοροῦντες, ξύλα ἐς τὴν ἐκείνων ἐτίθεντο [24] χώραν, ἅπερ ὀλίγῳ ὕστερον ἔκαυσαν. ἥ τε φλὸξ κατὰ βραχὺ αἰρομένη διέθρυψε μὲν τὴν τῶν λίθων ἰσχὺν, ὅλον δὲ τὸν πύργον κατασείσασα ἐκ τοῦ αἰφνιδίου ἐς [25] τὸ ἔδαφος καθεῖλεν αὐτίκα. Ῥωμαῖοι δὲ, οἳ ἐν τῷ πύργῳ ἦσαν, τοσοῦτον τῶν ποιουμένων ᾔσθοντο πρότερον, ὅσον αὐτῷ μὴ ξυμπεσεῖν ἐς τὸ ἔδαφος, ἀλλὰ φυγόντες ἐντὸς τοῦ τῆς πόλεως περιβόλου γενέσθαι.
[26] παρῆν, τε ἤδη τοῖς πολεμίοις ἐν τῷ ὁμαλεῖ τειχομαχοῦσι πόνῳ [ἐν] οὐδενὶ τὴν πόλιν κατὰ κράτος ἑλεῖν.
[27] διὸ δὴ κατωρρωδηκότες Ῥωμαῖοι τοῖς βαρβάροις ἐς λόγους ἦλθον, καὶ τὰ πιστὰ ὑπέρ τε τῶν σωμάτων καὶ τῶν χρημάτων πρὸς Χοσρόου λαβόντες σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν. οὕτω μὲν [28] Πέτραν Χοσρόης εἷλε. καὶ τὰ μὲν Ἰωάννου χρήματα λίαν ἁδρὰ εὑρὼν αὐτὸς ἔλαβε, τῶν δὲ ἄλλων οὐδενὸς οὔτε αὐτὸς οὔτε τις τῶν Περσῶν ἥψατο, ἀλλὰ Ῥωμαῖοι τὰ σφέτερα αὐτῶν ἔχοντες τῷ Μήδων στρατῷ ἀνεμίγνυντο.
[18]
[1] Ἐν τούτῳ δὲ Βελισάριός τε καὶ ὁ Ῥωμαίων στρατὸς, οὐδέν τι πεπυσμένοι ὧν ταύτῃ ἐπράσσετο, κόσμῳ πολλῷ ἐκ Δάρας πόλεως ἐπὶ Νίσιβιν ᾔεισαν.
[2] ἐπειδὴ δὲ τῆς ὁδοῦ κατὰ μέσον ἐγένοντο, Βελισάριος μὲν ἐν δεξιᾷ τὸ στράτευμα ἦγεν, οὗ δὴ πηγαί τε ὑδάτων διαρκεῖς ἦσαν καὶ πεδίον ἅπασιν ἐνστρατοπεδεύσασθαι [3] ἱκανῶς ἔχον. ἐνταῦθά τε στρατόπεδον ἐκέλευε ποιεῖσθαι ὅσον ἀπὸ σταδίων δύο καὶ τεσσαράκοντα [4] Νισίβιδος πόλεως. οἱ δὲ ἄλλοι ξύμπαντες ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, ὅτι δὴ οὐκ ἄγχιστά πη ἐθέλοι τοῦ περιβόλου στρατοπεδεύεσθαι, τινὲς δὲ ὡς [5] ἥκιστά οἱ ἕπεσθαι ἤθελον. διὸ δὴ Βελισάριος τῶν ἀρχόντων τοῖς ἀμφ' αὐτὸν οὖσιν ἔλεξεν ὧδε Ἐμοὶ μὲν οὐκ ἦν βουλομένῳ ἐς ἅπαντας ὅσα γινώσκω ἐξενεγκεῖν. λόγος γὰρ ἐν στρατοπέδῳ περιφερόμενος οὐκ οἶδε τηρεῖν τὰ ἀπόρρητα, ἐπεὶ κατὰ βραχὺ [6] προϊὼν μέχρι καὶ ἐς τοὺς πολεμίους ἐκφέρεται. ὁρῶν δὲ τούς τε πολλοὺς ὑμῶν ἀταξίᾳ πολλῇ εἴκοντας καὶ αὐτὸν ἕκαστον αὐτοκράτορα τοῦ πολέμου ἐθέλοντα εἶναι, λέξω τανῦν ἐν ὑμῖν ὅσα χρῆν σιωπᾶν, ἐκεῖνο μέντοι πρότερον ὑπειπὼν, ὡς πολλῶν ἐν στρατιᾷ γνώμῃ αὐτονόμῳ χρωμένων γενέσθαι τι τῶν δεόντων [7] ἀδύνατον. οἶμαι τοίνυν Χοσρόην ἐφ' ἑτέρους ἰόντα βαρβάρους ὡς ἥκιστα φυλακῆς τινος αὐτάρκους χωρὶς τὴν οἰκείαν ἀπολιπεῖν γῆν, ἄλλως τε καὶ τήνδε τὴν πόλιν, ἣ πρώτη τε τυγχάνει οὖσα καὶ πάσης τῆς [8] ἐκείνου γῆς προβεβλημένη. ἐν ᾗ στρατιώτας εὖ οἶδα ὅτι τοσούτους τε τὸ πλῆθος καὶ τοιούτους τὴν ἀρετὴν κατεστήσατο ὥστε ἱκανοὺς εἶναι ταῖς παρ' ἡμῶν ἐφόδοις ἐμποδὼν στήσεσθαι. καὶ τὸ παράδειγμα ἐγγύθεν [9] ὑμῖν. Ναβέδην γὰρ στρατηγὸν τούτοις ἐπέστησεν, ὃς δὴ μετά γε τὸν Χοσρόην αὐτὸν δόξῃ τε καὶ τῷ [10] ἄλλῳ ἀξιώματι πρῶτος ἐν Πέρσαις εἶναι δοκεῖ. ὃν ἔγωγε οἶμαι καὶ ἀποπειράσεσθαι τῆς ἡμετέρας δυνάμεως καὶ τὴν πάροδον ἡμῖν οὐδενὶ ἄλλῳ τρόπῳ ἢ [11] μάχῃ τινὶ πρὸς ἡμῶν ἡσσηθέντα ἐνδώσειν. εἰ μὲν οὖν ἄγχιστά που τῆς πόλεως ἡ ξυμβολὴ εἴη, οὐκ ἐκ τοῦ ἀντιπάλου ἡμῖν τε καὶ Πέρσαις ὁ ἀγὼν ἔσται.
[12] αὐτοὶ γὰρ ἐκ τοῦ ἐχυροῦ ἐπεξιόντες εὐημερήσαντές τε, ἂν οὕτω τύχῃ, ἐπὶ πλεῖστον θαρρήσουσιν ἐπιθήσεσθαι καὶ ἡσσηθέντες εὐπετῶς διαφεύξονται τὴν [13] ἡμετέραν ἐπίθεσιν. δι' ὀλίγου γὰρ ἡμῖν ἡ δίωξις ἔσται καὶ τῇ πόλει ἐνθένδε οὐδὲν γενήσεται βλάβος, ἣν τοῖς τειχομαχοῦσιν ἀνάλωτον οὖσαν στρατιωτῶν [14] αὐτῆς ἀμυνομένων ὁρᾶτε δήπου. ἢν δέ γε τῶν πολεμίων ἐνταῦθα ἡμῖν ἐς χεῖρας ἰόντων κρατήσωμεν, τὴν πόλιν ἐξελεῖν πολλήν τινα, ὦ ξυνάρχοντες, ἐλπίδα [15] ἔχω. φεύγουσι γὰρ τοῖς ἐναντίοις πολύν τινα δρόμον ἢ ἀναμιχθέντες εἴσω πυλῶν, ὡς τὸ εἰκὸς, ξυνεισπεσούμεθα, ἢ προτερήσαντες αὐτοὺς μὲν ἐφ' ἑτέρας τινὸς ἀναγκάσομεν τεθράφθαι τε καὶ διαφυγεῖν χώρας, ἡμῖν δὲ αὐτοῖς Νίσιβιν τῶν ἀμυνομένων χωρὶς εὐάλωτον καταστήσομεν.
[16] Ταῦτα Βελισαρίου εἰπόντος οἱ μὲν ἄλλοι πάντες ἐπείθοντό τε καὶ ξὺν αὐτῷ στρατοπεδευσάμενοι ἔμενον. Πέτρος δὲ Ἰωάννην ἑταιρισάμενος, ὃς τῶν ἐν Μεσοποταμίᾳ καταλόγων ἄρχων μοῖραν οὐ φαύλην τινὰ τοῦ στρατοῦ εἶχεν, οὐκ ἄποθεν τοῦ περιβόλου, ἀλλ' [17] ὅσον ἀπὸ σταδίων δέκα ἐλθὼν ἡσυχῆ ἔμενε. Βελισάριος δὲ τούς τε ξὺν αὑτῷ ὡς εἰς παράταξιν ἔστησε καὶ τοῖς ἀμφὶ τὸν Πέτρον ἐπέστελλεν ὡς ἐπὶ ξυμβολῇ παρατάσσεσθαι μέχρι αὐτὸς σημήνῃ, εὖ τε εἰδέναι ὡς οἱ βάρβαροι περὶ μεσημβρίαν ἐπιθήσονται σφίσιν, ἐκεῖνο δηλονότι ἐν νῷ ἔχοντες, ὅτι δὴ αὐτοὶ μὲν τροφῆς ἐς δείλην ὀψίαν μεταλαγχάνειν εἰώθασι, Ῥωμαῖοι [18] δὲ ἀμφὶ μεσημβρίαν. Βελισάριος μὲν ταῦτα παρῄνει· οἱ δὲ ξὺν τῷ Πέτρῳ ἐν οὐδενὶ τὰς ἐντολὰς ποιησάμενοι ἀμφί τε ἡμέραν μέσην τῷ ἡλίῳ ἀχθόμενοι (ἔστι γὰρ τὸ χωρίον ἐπιεικῶς αὐχμῶδες) τά τε ὅπλα κατέθεντο καὶ τῶν πολεμίων ἀφροντιστήσαντες σικύους ἐνταῦθά πη φυομένους κόσμῳ οὐδενὶ περιιόντες κατήσθιον.
[19] ὅπερ κατιδὼν ὁ Ναβέδης δρόμῳ πολλῷ ἐπῆγεν [20] ἐπ' αὐτοὺς τὸ Περσῶν στράτευμα. Ῥωμαῖοι δὲ (οὐ γὰρ ἔλαθον αὐτοὺς ἐκ τοῦ περιβόλου ἐξιόντες οἱ βάρβαροι, ἐπεὶ καθεωρῶντο λαμπρῶς ἅτε ἐν πεδίῳ ὑπτίῳ ἰόντες) παρά τε Βελισάριον ἔπεμπον, ἀμύνειν σφίσι παρακαλοῦντες, καὶ αὐτοὶ τὰ μὲν ὅπλα ἀνελόμενοι, [21] ἀκοσμίᾳ δὲ καὶ θορύβῳ ἐχόμενοι ὑπηντίαζον. οἱ δὲ ἀμφὶ Βελισάριον, οὔπω παρὰ σφᾶς τοῦ ἀγγέλου ἀφικομένου γνόντες διὰ τοῦ κονιορτοῦ τὴν Περσῶν ἔφοδον, [22] ἐβοήθουν δρόμῳ. ἐπελθόντες τε Πέρσαι Ῥωμαίους οὐχ ὑποστάντας τὴν ἔφοδον πόνῳ οὐδενὶ ἐς φυγὴν ἔτρεψαν, ἐπισπόμενοι δὲ πεντήκοντά τε διέφθειραν [23] καὶ τὸ τοῦ Πέτρου σημεῖον ἁρπάσαντες ἔσχον. ἅπαντάς τε ἂν ἐν ταύτῃ δὴ τῇ διώξει ἔκτειναν ἐς οὐδεμίαν ἀλκὴν ὁρῶντας, εἰ μὴ Βελισάριός τε καὶ ὁ ξὺν αὐτῷ [24] στρατὸς καταλαβὼν διεκώλυσε. πρώτους γὰρ ἁπάντων ξὺν δόρασι μακροῖς τε καὶ συχνοῖς Γότθους ἐπιόντας [25] Πέρσαι οὐχ ὑπομείναντες ἐς φυγὴν ὥρμηντο. ἐπισπόμενοί τε Ῥωμαῖοι ξὺν Γότθοις πεντήκοντα καὶ ἑκατὸν ἔκτειναν. δι' ὀλίγου γὰρ τῆς διώξεως γενομένης οἱ [26] λοιποὶ κατὰ τάχος ἐντὸς τοῦ περιβόλου ἐγένοντο. τότε μὲν οὖν Ῥωμαῖοι ξύμπαντες ἐς τὸ Βελισαρίου στρατόπεδον ἀπεχώρησαν, οἱ δὲ Πέρσαι τῇ ἐπιγινομένῃ ἡμέρᾳ ἐν πύργῳ τινὶ ἔστησαν ἀντὶ τροπαίου τὸ Πέτρου σημεῖον, ἀλλᾶντάς τε αὐτοῦ ἀποκρεμάσαντες τοῖς πολεμίοις ξὺν γέλωτι ἐπετώθαζον, ἐπεξιέναι μέντοι οὐκέτι ἐτόλμων, ἀλλὰ τὴν πόλιν ἐν τῷ ἀσφαλεῖ διεφύλασσον.
[19]
[1] Βελισάριός τε Νίσιβιν ὁρῶν ἐχυρὰν ὑπερφυῶς οὖσαν, ἐλπίδα αὐτῆς οὐδεμίαν ἔχων ἁλώσεως πέρι, πρόσω ἰέναι ἠπείγετο, ὅπως τι ἐξ ἐπιδρομῆς τοῖς πολεμίοις [2] λυμήνηται. ἄρας τοίνυν παντὶ τῷ στρατῷ ἐπίπροσθεν ᾔει. ἀνύσαντές τε ἡμέρας ὁδὸν φρουρίῳ [3] ἐνέτυχον, ὃ Σισαυράνων καλοῦσι Πέρσαι. ἐνταῦθα πλῆθός τε οἰκητόρων ἦν καὶ ἱππεῖς ὀκτακόσιοι Περσῶν ἄριστοι φυλακὴν εἶχον, οἷς ἀνὴρ δόκιμος, Βλησχάμης [4] ὄνομα, ἐφειστήκει. Ῥωμαῖοι δὲ ἄγχιστά πη τοῦ φρουρίου στρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, προσβολήν τε τῷ περιβόλῳ ποιησάμενοι ἀπεκρούσθησαν, [5] πολλοὺς τῇ μάχῃ ἀποβαλόντες. τό τε γὰρ τεῖχος ἐς ἄγαν ἐχυρὸν ἐτύγχανεν ὂν καὶ οἱ βάρβαροι καρτερώτατα ἐνθένδε τοὺς ἐπιόντας ἠμύνοντο. διὸ δὴ τοὺς ἄρχοντας ἅπαντας ξυγκαλέσας Βελισάριος ἔλεξε [6] τοιάδε Ἐμπειρία πολέμων πολλῶν, ἄνδρες ἄρχοντες, δέδωκεν ἡμῖν ἐν τοῖς τῶν πραγμάτων ἀπόροις προορᾶν τε τὰ ξυμβησόμενα καὶ δυνατοῖς εἶναι πρὸ [7] τῶν δεινῶν ἑλέσθαι τὰ κρείσσω. ἐπίστασθε τοίνυν πηλίκον ἐστὶ κακὸν στράτευμα ἐς γῆν πολεμίαν, πολλῶν μὲν ὀχυρωμάτων, πολλῶν δὲ μαχίμων ἐν τούτοις [8] ἀνδρῶν ὄπισθεν ἀπολελειμμένων, πορεύεσθαι. ὅπερ καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν. ἐπίπροσθεν γὰρ ἰοῦσιν ἡμῖν ἐνθένδε τε καὶ ἐκ Νισίβιδος πόλεως ἑπόμενοι λάθρα τῶν πολεμίων τινὲς ἐν χωρίοις, ὡς τὸ εἰκὸς, κακουργήσουσιν ἐπιτηδείως αὐτοῖς πρὸς [9] ἐνέδραν ἢ καὶ ἄλλην τινὰ ἐπιβουλὴν ἔχουσιν. ἢν δέ πη καὶ ἄλλος ἀπαντήσῃ στρατὸς εἴς τε μάχην καθιστῶνται, πρὸς ἑκατέρους μὲν ἡμῖν ἀνάγκη τετάξεσθαι, πάθοιμεν δ' ἂν οὕτω πρὸς αὐτῶν τὰ ἀνήκεστα· ἐῶ γὰρ λέγειν ὡς καὶ πταίσαντες ἐν τῇ ξυμβολῇ, ἂν οὕτω τύχοι, ἐπάνοδον ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ [10] μηχανῇ τὸ λοιπὸν ἕξομεν. μὴ τοίνυν ἀλογίστῳ σπουδῇ χρώμενοι [ἐφ'] ἡμᾶς αὐτοὺς ἐσκυλευκότες φαινώμεθα, μηδὲ τῷ φιλονείκῳ τὰ Ῥωμαίων πράγματα βλάψωμεν. τόλμα μὲν γὰρ ἀμαθὴς ἐς ὄλεθρον φέρει, μέλλησις δὲ σώφρων ἐς τὸ σώζειν ἀεὶ τοὺς αὐτῇ χρωμένους [11] ἱκανῶς πέφυκεν. ἡμεῖς μὲν οὖν ἐνταῦθα ἐγκαθεζόμενοι ἐξελεῖν πειρώμεθα τὸ φρούριον τόδε, Ἀρέθας δὲ ξὺν τοῖς ἑπομένοις ἐς τὰ ἐπὶ Ἀσσυρίας χωρία [12] στελλέσθω. Σαρακηνοὶ γὰρ τειχομαχεῖν μέν εἰσιν ἀδύνατοι φύσει, ἐς δὲ τὸ ληίζεσθαι πάντων μάλιστα [13] δεξιοί. συνεισβαλοῦσι δὲ αὐτοῖς καὶ στρατιῶται τῶν μαχίμων τινὲς, ὅπως αὐτοί τε, μηδενὸς μὲν ἐναντιώματος σφίσι φανέντος, τὰ ἀνήκεστα τοὺς προσπεσόντας ἐργάσωνται, ἢν δέ τι ἀπαντήσῃ πολέμιον, εὐπετῶς [14] ἀναχωροῦντες εἰς ἡμᾶς σώζοιντο. καὶ ἡμεῖς ἐξελόντες, ἢν θεὸς θέλῃ, τὸ φρούριον, οὕτω δὴ παντὶ τῷ στρατῷ Τίγρην ποταμὸν διαβαίνωμεν, οὐ δεδιότες μὲν τοὺς ὄπισθεν κακουργήσοντας, εὖ δὲ εἰδότες ὅπη ποτὲ τοῖς Ἀσσυρίοις τὰ πράγματα ἔχει.
[15] Ταῦτα εἰπὼν Βελισάριος εὖ τε λέγειν ἅπασιν ἔδοξε καὶ τὸ βούλευμα εὐθὺς ἐπετέλει. Ἀρέθαν τε ξὺν τοῖς ἑπομένοις ἐπὶ Ἀσσυρίας ἐκέλευεν ἰέναι καὶ αὐτοῖς στρατιώτας διακοσίους τε καὶ χιλίους ξυνέπεμψεν, ὧν δὴ οἱ πλεῖστοι τῶν ὑπασπιστῶν τῶν αὐτοῦ ἦσαν, δορυφόρους αὐτοῖς ἐπιστήσας δύο, Τραϊανόν τε καὶ Ἰωάννην τὸν Φαγᾶν καλούμενον, ἄμφω ἀγαθοὺς τὰ [16] πολέμια. καὶ αὐτοῖς μὲν Ἀρέθᾳ πειθομένοις ἅπαντα πράσσειν ἐπέστελλεν, Ἀρέθαν δὲ ἅπαντα ἐκέλευε τὰ ἐν ποσὶ ληισάμενον οὕτω τε ἐς τὸ στρατόπεδον ἐπανήκοντα ἀπαγγέλλειν σφίσιν ὁποῖά ποτε δυνάμεως [17] πέρι τοῖς Ἀσσυρίοις τὰ πράγματα εἴη. οἱ μὲν οὖν ἀμφὶ τὸν Ἀρέθαν Τίγρην ποταμὸν διαβάντες ἐν [18] Ἀσσυρίοις ἐγένοντο. οὗ δὴ χώραν τε ἀγαθὴν εὑρόντες καὶ μακροῦ χρόνου ἀδῄωτον, ταύτην τε ἀφύλακτον οὖσαν, ἐξ ἐπιδρομῆς πολλὰ ληισάμενοι τῶν ἐκείνῃ [19] χωρίων χρήματα μεγάλα περιεβάλλοντο. τότε δὲ Βελισάριος τῶν τινας Περσῶν ξυλλαβὼν, ἐνδεῖν τοῖς ἐν [20] τῷ φρουρίῳ τὰ ἐπιτήδεια παντελῶς ἔμαθεν. οὐ γὰρ, ὥσπερ ἐν Δάρας τε καὶ Νισίβιδι πόλει, ἐν δημοσίῳ τὰς ἐπετείους τροφὰς ἀποτίθεσθαι νενομίκασιν, ἀλλὰ πολεμίων στρατοῦ ἀπροσδοκήτου σφίσιν ἐπιπεσόντος [21] ἐσκομισάμενοί τι τῶν ἀναγκαίων οὐκ ἔφθησαν. ἄφνω δὲ πολλῶν ἐς τὸ φρούριον καταφυγόντων, τῶν ἐπιτηδείων [22] τῇ ἀπορίᾳ, ὡς τὸ εἰκὸς, ἐπιέζοντο. ἃ δὴ Βελισάριος γνοὺς Γεώργιον ἔπεμψεν, ἄνδρα ξυνετώτατόν τε καὶ τῶν ἀπορρήτων αὐτῷ κοινωνοῦντα, ἀποπειρασόμενον τῶν [ἐν] ταύτῃ ἀνθρώπων, εἴ πως ὁμολογίᾳ [23] τινὶ δύναιτο τὸ χωρίον ἑλεῖν. Γεώργιος δὲ παραίνεσίν τε ποιησάμενος καὶ πολλὰ ἐς αὐτοὺς ἐπαγωγὰ εἰπὼν ἔπεισε τὰ πιστὰ λαβόντας ἀμφὶ τῇ σωτηρίᾳ σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον ἐνδοῦναι Ῥωμαίοις.
[24] οὕτω Βελισάριος τὸ Σισαυράνων ἑλὼν τοὺς μὲν οἰκήτορας ἅπαντας Χριστιανούς τε καὶ Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας, ἀθῴους ἀφῆκε, τοὺς δὲ Πέρσας ξὺν τῷ Βλησχάμῃ ἐς Βυζάντιον ἔπεμψε, καὶ τὸν τοῦ φρουρίου [25] περίβολον ἐς ἔδαφος καθεῖλε. βασιλεύς τε οὐ πολλῷ ὕστερον τούτους τε τοὺς Πέρσας καὶ τὸν Βλησχάμην ἐς Ἰταλίαν Γότθοις πολεμήσοντας ἔπεμψε. τὰ μὲν οὖν ἀμφὶ τῷ Σισαυράνων φρουρίῳ ταύτῃ ἐχώρησεν.
[26] Ἀρέθας δὲ, δείσας μὴ τὴν λείαν πρὸς Ῥωμαίων ἀφαιρεθείη, οὐκέτι ἀναστρέφειν ἐς τὸ στρατόπεδον [27] ἤθελε. πέμψας οὖν τῶν οἱ ἑπομένων τινὰς ἐπὶ κατασκοπῇ δῆθεν τῷ λόγῳ ἐκέλευε λάθρα ὡς τάχιστα ἐπανήκοντας σημῆναι σφίσιν, ὅτι δὴ πολύς τις πολεμίων στρατὸς ἀμφὶ τοῦ ποταμοῦ τὴν διάβασιν εἴη.
[28] διὸ δὴ Τραϊανῷ τε καὶ Ἰωάννῃ παρῄνει ἑτέρᾳ ἰοῦσιν [29] ὁδῷ ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν. παρὰ μὲν οὖν Βελισάριον οὐκέτι ἦλθον, ἔχοντες δὲ ποταμὸν Εὐφράτην ἐν δεξιᾷ οὕτω δὴ ἐς Θεοδοσιούπολιν τὴν πρὸς [30] τῷ Ἀβόρρᾳ ποταμῷ ἵκοντο. Βελισάριος δὲ καὶ ὁ Ῥωμαίων στρατὸς οὐδὲν περὶ τοῦ στρατεύματος τούτου πυθόμενοι ἤσχαλλον, ἔς τε δέος καὶ ὑποψίαν οὔτε [31] φορητήν τινα οὔτε μετρίαν ἐμπίπτοντες. χρόνου τε σφίσιν ἐν ταύτῃ δὴ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ ξυνέβη πολλοῖς τῶν στρατιωτῶν πυρετῷ δυσκόλῳ ἐνταῦθα ἁλῶναι· αὐχμηρὰ γὰρ Μεσοποταμία ἡ Περσῶν [32] κατήκοος ὑπερφυῶς ἐστιν. οὗπερ ἀήθεις ὄντες Ῥωμαῖοι καὶ διαφερόντως οἱ ἐκ Θρᾴκης ὁρμώμενοι, ἐν χωρίῳ ἐκτόπως αὐχμώδει καὶ καλύβαις τισὶ πνιγηραῖς ὥρᾳ θέρους δίαιταν ἔχοντες, ἐνόσησαν οὕτως ὥστε [33] ἡμιθνῆτες τὸ τριτημόριον τοῦ στρατοῦ ἔκειντο. ἅπας μὲν οὖν ὁ στρατὸς ἐνθένδε τε ἀπαλλάσσεσθαι καὶ ὅτι τάχιστα ἐς τὴν οἰκείαν γῆν ἐπανήκειν ἐν σπουδῇ εἶχον, μάλιστα δὲ ἁπάντων οἱ τῶν ἐν Λιβάνῳ καταλόγων ἄρχοντες, Ῥεκίθαγγός τε καὶ Θεόκτιστος, ὁρῶντες ὅτι δὴ καὶ ὁ χρόνος τὸ Σαρακηνῶν ἀνάθημα παρῴχηκεν [34] ἤδη. Βελισαρίῳ γοῦν συχνὰ προσιόντες ἐδέοντο σφᾶς αὐτίκα ἀφεῖναι, μαρτυρόμενοι ὡς Ἀλαμουνδάρῳ τά τε ἐπὶ Λιβάνου καὶ Συρίας χωρία ἐνδόντες κάθηνται αὐτοῦ οὐδενὶ λόγῳ.
[35] Διὸ δὴ Βελισάριος ἅπαντας ξυγκαλέσας τοὺς ἄρχοντας [36] βουλὴν προὔθηκεν. οὗ δὴ ἀναστὰς πρῶτος Ἰωάννης ὁ Νικήτου υἱὸς ἔλεξε τοιάδε Ἄριστε Βελισάριε, στρατηγὸν μὲν οὔτε τὴν τύχην οὔτε τὴν ἀρετὴν ἐκ τοῦ παντὸς χρόνου γεγενῆσθαι τοιοῦτον οἶμαι [37] οἷος αὐτὸς εἶ. δόξα τε αὕτη οὐ Ῥωμαίων κεκράτηκε [38] μόνον, ἀλλὰ καὶ βαρβάρων ἁπάντων. ταύτην μέντοι βεβαιότατα διαφυλάξεις τὴν εὔκλειαν, ἤν γε ζῶντας ἡμᾶς ἐς Ῥωμαίων τὴν γῆν διασώσασθαι δυνατὸς εἴης· ὡς νῦν γε ἡμῖν τὰ τῆς ἐλπίδος οὐκ ἐν καλῷ κεῖται. οὑτωσὶ γάρ μοι περὶ τοῦδε τοῦ στρατοῦ σκόπει.
[39] Σαρακηνοὶ μὲν καὶ οἱ τῶν στρατιωτῶν μαχιμώτατοι Τίγρην ποταμὸν διαβάντες, ἡμέραν οὐκ οἶδα ὁπόστην ἄνω ἐς τοῦτο τύχης ἀφίκοντο ὥστε οὐδὲ ἄγγελον πέμψαι τινὰ παρ' ἡμᾶς ἴσχυσαν· Ῥεκίθαγγός τε καὶ Θεόκτιστος ἀποπορεύσονται, ὡς ὁρᾷς δήπουθεν, αὐτίκα δὴ μάλα τὸν Ἀλαμουνδάρου στρατὸν ἐν Φοίνιξι μέσοις εἶναι οἰόμενοι, ἄγοντά τε καὶ φέροντα [40] ξύμπαντα τὰ ἐκείνῃ χωρία. τῶν δὲ λειπομένων οἱ νοσοῦντές εἰσι τοσοῦτοι τὸ πλῆθος ὥστε τοὺς θεραπεύσοντάς τε καὶ κομιοῦντας ἐς Ῥωμαίων τὴν γῆν [41] ἐλάσσους αὐτῶν παρὰ πολὺ τὸν ἀριθμὸν εἶναι. τούτων δὲ τοιούτων ὄντων, ἤν τι ξυμβαίη πολέμιον ἢ αὐτοῦ μένουσιν ἢ ὀπίσω ἰοῦσιν ἡμῖν ἀπαντῆσαι, οὐδ' ἄν τις ἀπαγγεῖλαι τοῖς ἐν Δάρας Ῥωμαίοις δύναιτο [42] τὸ ξυμπεσὸν πάθος. τὸ γὰρ ἐπίπροσθέ πη ἰέναι οὐδὲ λόγῳ οἶμαι δυνατὸν εἶναι. ἕως οὖν ἔτι λείπεταί τις ἐλπὶς, τὰ ἐς τὴν ἐπάνοδον βουλεύεσθαί τε καὶ [43] πράσσειν ξυνοίσει. τοῖς γὰρ ἐς κίνδυνον ἄλλως τε καὶ τοιοῦτον καθεστηκόσι μὴ τὴν σωτηρίαν διασκοπεῖσθαι, ἀλλὰ τὴν ἐς τοὺς πολεμίους ἐπιβουλὴν [44] πολλὴ ἄνοια. τοσαῦτα Ἰωάννης τε εἶπε καὶ οἱ λοιποὶ πάντες ἐπῄνεσαν, ἔς τε θόρυβον καθιστάμενοι [45] τὴν ἀναχώρησιν κατὰ τάχος ποιεῖσθαι ἠξίουν. διὸ δὴ Βελισάριος πρότερον τοὺς νοσοῦντας ἐν τοῖς ὑποζυγίοις [46] ἐνθέμενος ὑπῆγεν ὀπίσω τὸ στράτευμα. ἐπειδή τε τάχιστα ἐν γῇ τῇ Ῥωμαίων ἐγένοντο, ἅπαντα μὲν τὰ τῷ Ἀρέθα εἰργασμένα ἔγνω, δίκην μέντοι λαβεῖν οὐδεμίαν παρ' αὐτοῦ ἴσχυσεν, ἐπεί οἱ ἐς ὄψιν οὐκέτι ἦλθεν. ἡ μὲν οὖν Ῥωμαίων ἐσβολὴ ἐς τοῦτο ἐτελεύτα.
[47] Χοσρόῃ δὲ Πέτραν ἑλόντι Βελισάριος ἐσβαλὼν ἐς γῆν τὴν Περσίδα ἠγγέλλετο καὶ ἡ ἀμφὶ πόλιν Νίσιβιν ξυμβολὴ, φρουρίου τε τοῦ Σισαυράνων ἡ ἅλωσις, καὶ ὅσα Τίγρην ποταμὸν διαβὰν τὸ ξὺν τῷ Ἀρέθᾳ στράτευμα [48] ἔπρασσεν. αὐτίκα τε φυλακὴν ἐν τῇ Πέτρᾳ καταστησάμενος ξὺν τῷ ἄλλῳ στρατῷ καὶ Ῥωμαίων [49] τοῖς ἁλοῦσιν ἐς τὰ Περσῶν ἤθη ἀπήλαυνε. ταῦτα μὲν ἐν τῇ δευτέρᾳ Χοσρόου ἐσβολῇ ξυνηνέχθη γενέσθαι. Βελισάριος δὲ βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἐλθὼν διεχείμαζεν.
[20]
[1] Ἅμα δὲ ἦρι ἀρχομένῳ Χοσρόης ὁ Καβάδου τὸ τρίτον στρατῷ μεγάλῳ ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, [2] ποταμὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων. Κάνδιδος δὲ, ὁ Σεργιουπόλεως ἱερεὺς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἄγχιστά που ἥκειν ἐπύθετο, δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει, ἐπεὶ χρόνῳ τῷ ξυγκειμένῳ Χοσρόῃ τὰ ὡμολογημένα ὡς ἥκιστα ἐπετέλεσεν, ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ γενόμενος παρῃτεῖτο Χοσρόην μή οἱ [3] διὰ ταῦτα χαλεπῶς ἔχειν. χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι, καὶ διὰ τοῦτο ἀρχὴν οὐδὲ βεβουλῆσθαι Σουρηνοὺς ῥύεσθαι, βασιλέα δὲ Ἰουστινιανὸν ὑπὲρ τούτων πολλὰ ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆσθαι.
[4] Χοσρόης δὲ αὐτὸν ἐν φυλακῇ ἔσχε, καὶ τὸ σῶμα πικρότατα αἰκιζόμενος διπλάσια [τὰ] χρήματα, [5] ᾗπερ ξυνέκειτο, πράττειν ἠξίου. ὁ δὲ αὐτὸν ἐς Σεργιούπολιν τινὰς ἱκέτευε πέμψαι τὰ κειμήλια ξύμπαντα [6] τοῦ ἐνταῦθα ἱεροῦ ληψομένους. καὶ ἐπεὶ κατὰ ταῦτα ὁ Χοσρόης ἐποίει, τῶν οἱ ἑπομένων τινὰς ὁ Κάνδιδος [7] ξὺν αὐτοῖς ἔπεμψεν. οἱ μὲν οὖν Σεργιουπολῖται τοὺς παρὰ Χοσρόου σταλέντας τῇ πόλει δεξάμενοι τῶν κειμηλίων πολλὰ ἔδοσαν, ἄλλο οὐδὲν σφίσιν ἀπολελεῖφθαι [8] ἰσχυριζόμενοι. Χοσρόης δὲ ταῦτά οἱ ἀποχρῆν οὐδαμῆ [9] ἔφη, ἀλλ' ἕτερα τούτων πλείω λαβεῖν ἐδικαίου. πέμπει τοίνυν τινὰς τῷ μὲν λόγῳ διερευνησομένους ἐς τὸ ἀκριβὲς τὰ τῆς πόλεως χρήματα, ἔργῳ δὲ τὴν πόλιν [10] καθέξοντας. καὶ ἐπεὶ οὐκ ἔδει Σεργιούπολιν Πέρσαις ἁλῶναι, τῶν τις Σαρακηνῶν Χριστιανὸς μὲν, ταττόμενος δὲ ὑπὸ Ἀλαμουνδάρῳ, Ἄμβρος ὄνομα, νύκτωρ παρὰ τῆς πόλεως τὸ τεῖχος ἥκων καὶ τὸν πάντα λόγον ἀγγείλας ἐκέλευε Πέρσας τῇ πόλει μηδαμῆ δέξασθαι.
[11] οὕτω τε οἱ παρὰ Χοσρόου σταλέντες ἄπρακτοι ἐς αὐτὸν ἐπανῆλθον, καὶ ὃς τῷ θυμῷ ζέων τὴν πόλιν [12] ἐξελεῖν διενοεῖτο. στράτευμα οὖν ἐς ἑξακισχιλίους στείλας ἐκέλευεν ἔς τε πολιορκίαν καθίστασθαι καὶ [13] προσβολὰς τῷ περιβόλῳ ποιήσασθαι. καὶ οἱ μὲν ἐνταῦθα γενόμενοι ἔργου εἴχοντο, Σεργιουπολῖται δὲ καρτερῶς μὲν τὰ πρῶτα ἠμύνοντο, ἔπειτα ‹δὲ› ἀπειπόντες τε καὶ κατωρρωδηκότες τὸν κίνδυνον ἐβουλεύοντο [14] τοῖς πολεμίοις τὴν πόλιν ἐνδοῦναι. στρατιώτας γὰρ οὐ πλέον ἢ διακοσίους ἔχοντες ἔτυχον. ἀλλὰ Ἄμβρος, αὖθις παρὰ τὸν περίβολον ἐς νύκτα ἥκων, δυοῖν ἡμέραιν τὴν πολιορκίαν διαλύσειν Πέρσας ἔφασκε, τοῦ ὕδατος αὐτοὺς παντάπασιν ἐπιλιπόντος.
[15] διὸ δὴ αὐτοὶ μὲν ἐς λόγους τοῖς πολεμίοις οὐδαμῆ ἦλθον, οἱ δὲ βάρβαροι δίψει ἐχόμενοι ἐξανέστησάν τε καὶ παρὰ Χοσρόην ἀφίκοντο. Κάνδιδον μέντοι Χοσρόης [16] οὐκέτι ἀφῆκε. χρῆν γὰρ, οἶμαι, αὐτὸν τὰ ὀμωμοσμένα ἠλογηκότα ἱερέα μηκέτι εἶναι. ταῦτα μὲν οὖν τῇδε ἐχώρησεν.
[17] Ἐπεὶ δὲ εἰς τὴν Κομμαγηνῶν χώραν ὁ Χοσρόης ἀφίκετο, ἣν καλοῦσιν Εὐφρατησίαν, ἐς λείαν μὲν ἢ χωρίου του ἅλωσιν τρέπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ τὰ ἐν ποσὶ μέχρι ἐς Σύρους τὰ μὲν ἐξελὼν, τὰ δὲ ἀργυρολογήσας πρότερον ἔτυχεν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν [18] λόγοις δεδήλωται. γνώμην δὲ εἶχεν εὐθὺ Παλαιστίνης ἄγειν τὸ στράτευμα, ὅπως τά τε ἄλλα καὶ τὰ ἐν Ἱεροσολύμοις κειμήλια πάντα ληίσηται. χώραν γὰρ ταύτην ἀγαθήν τε διαφερόντως καὶ πολυχρύσων οἰκητόρων [19] εἶναι ἀκοῇ εἶχε. Ῥωμαῖοι δὲ ἅπαντες, ἄρχοντές τε καὶ στρατιῶται, τοῖς μὲν πολεμίοις ὑπαντιάζειν ἢ τῇ παρόδῳ ἐμποδὼν ἵστασθαι τρόπῳ οὐδενὶ διενοοῦντο, τὰ δὲ ὀχυρώματα καταλαβόντες ὡς ἕκαστος ἠδύνατο ἀποχρῆν ᾤοντο ταῦτά τε διαφυλάσσειν καὶ αὐτοὶ σώζεσθαι.
[20] Γνοὺς δὲ τὴν Περσῶν ἔφοδον Ἰουστινιανὸς βασιλεὺς Βελισάριον αὖθις ἐπ' αὐτοὺς ἔπεμψεν. ὁ δὲ ἵπποις τοῖς δημοσίοις ὀχούμενος, οὓς δὴ βερέδους καλεῖν νενομίκασιν, ἅτε οὐ στράτευμα ξὺν αὑτῷ ἔχων, τάχει πολλῷ ἐς Εὐφρατησίαν ἀφίκετο, Ἰοῦστος δὲ, ὁ βασιλέως ἀνεψιὸς, ἐν Ἱεραπόλει ξύν τε τῷ Βούζῃ καὶ [21] ἑτέροις τισὶ καταφυγὼν ἔτυχεν. οἳ δὴ Βελισάριον οὐ μακρὰν ἄποθεν ἥκειν ἀκούσαντες γράμματα πρὸς αὐτὸν [22] ἔγραφον. ἐδήλου δὲ ἡ γραφὴ τάδε Καὶ νῦν ὁ Χοςρόης, ὥσπερ οἶσθά που καὶ αὐτὸς, ἐπὶ Ῥωμαίους ἐστράτευσε, στρατὸν μὲν πολλῷ πλείονα ἢ πρότερον ἄγων, ὅπη ποτὲ δὲ ἰέναι διανοούμενος οὔπω ἔνδηλος ὢν, πλήν γε δὴ ὅτι αὐτὸν ἄγχιστά πη ἀκούομεν εἶναι, χωρίῳ μὲν οὐδενὶ λυμηνάμενον, ὁδῷ δὲ ἀεὶ [23] ἐπίπροσθεν ἰόντα. ἀλλ' ἧκε παρ' ἡμᾶς ὅτι τάχιστα, εἴπερ οἷός τε εἶ λαθεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ὅπως δὴ σῶς τε αὐτὸς βασιλεῖ ἔσῃ καὶ Ἱεράπολιν [24] ἡμῖν ξυμφυλάξῃς. τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Βελισάριος δὲ οὐκ ἐπαινέσας τὰ γεγραμμένα ἐς Εὐρωπὸν τὸ χωρίον ἀφίκετο, ὃ πρὸς Εὐφράτῃ ποταμῷ [25] ἐστιν. ἐνθένδε τε περιπέμπων πανταχόσε τὸν στρατὸν ἤγειρε καὶ αὐτοῦ τὸ στρατόπεδον κατεστήσατο, ἄρχοντάς τε τοὺς ἐν Ἱεραπόλει ἠμείβετο τοῖσδε Εἰ μὲν ἐφ' ἑτέρους ἀνθρώπων τινὰς, ἀλλ' οὐ Ῥωμαίων κατηκόους ὁ Χοσρόης χωρεῖ, εὖ τε καὶ ὡς ἀσφαλέστατα ὑμῖν [26] βεβούλευται ταῦτα· οἷς γὰρ πάρεστιν ἡσυχῆ μένουσιν ἀπηλλάχθαι κακῶν, πολλὴ ἄνοια ἐς κίνδυνον οὐκ ἀναγκαῖόν τινα ἰέναι· εἰ δὲ νῦν ἐνθένδε ἀπαλλαγεὶς ὁ βάρβαρος οὗτος ἑτέρᾳ τινὶ ἐπισκήψει βασιλέως Ἰουστινιανοῦ χώρᾳ, καὶ ταύτῃ διαφερόντως μὲν ἀγαθῇ, φρουρὰν δὲ οὐδαμῆ στρατιωτῶν ἐχούσῃ, εὖ ἴστε ὅτι τὸ ξὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ [27] τῷ παντὶ ἄμεινον. οὐ γὰρ ἂν σωτηρία τοῦτό γε, ἀλλὰ προδοσία δικαίως καλοῖτο. ἀλλ' ἥκετε ὅτι τάχιστα ἐς τὸν Εὐρωπὸν, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον ὅσα ἂν ὁ θεὸς διδῷ ἐλπίδα ἔχω τοὺς [28] πολεμίους ἐργάσασθαι. ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες εἶδον, ἐθάρρησάν τε καὶ Ἰοῦστον μὲν ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔλιπον ἐφ' ᾧ τὴν Ἱεράπολιν φυλάξουσιν, οἱ δὲ λοιποὶ τῷ ἄλλῳ στρατῷ ἐς Εὐρωπὸν ἦλθον.
[21]
[1] Χοσρόης δὲ μαθὼν Βελισάριον παντὶ τῷ Ῥωμαίων στρατῷ ἐστρατοπεδεῦσθαι ἐν Εὐρωπῷ, πρόσω μὲν ἐλαύνειν οὐκέτι ἔγνω, τῶν δὲ βασιλικῶν γραμματέων ἕνα, Ἀβανδάνην ὄνομα, δόξαν ἐπὶ ξυνέσει πολλὴν ἔχοντα, παρὰ Βελισάριον ἔπεμψε, τὸν στρατηγὸν ὁποῖός ποτε εἴη κατασκεψόμενον, τῷ δὲ λόγῳ μεμψόμενον, ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐς Πέρσας ἥκιστα πέμψειεν, ἐφ' ᾧ τὰ ἀμφὶ τῇ εἰρήνῃ κατὰ τὰ ξυγκείμενα πρυτανεύσωσιν. ὅπερ μαθὼν Βελισάριος [2] ἐποίει τοιάδε. αὐτὸς μὲν ἑξακισχιλίους ἀπολεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τὰ σώματα καλοὺς μάλιστα μακράν που ἄποθεν τοῦ στρατοπέδου ὡς κυνηγετήσων ἐστάλη, Διογένην δὲ τὸν δορυφόρον καὶ Ἀδόλιον τὸν Ἀκακίου, ἄνδρα Ἀρμένιον γένος, βασιλεῖ μὲν ἀεὶ ἐν παλατίῳ τὰ ἐς τὴν ἡσυχίαν ὑπηρετοῦντα (σιλεντιαρίους Ῥωμαῖοι καλοῦσιν οἷς ἡ τιμὴ αὕτη ἐπίκειται), τότε δὲ Ἀρμενίων τινῶν ἄρχοντα, τὸν ποταμὸν διαβάντας ξὺν ἱππεῦσι χιλίοις περιιέναι τὴν ἐκείνῃ ἠιόνα ἐκέλευε, δόκησιν ἀεὶ παρεχομένους τοῖς πολεμίοις ὡς, ἢν ἐθέλωσι τὸν Εὐφράτην διαβάντες ἐπὶ τὰ σφέτερα αὐτῶν ὁδῷ ἰέναι, οὐ μήποτε ἐπιτρέψουσι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.
[3] Βελισάριος δὲ, ἐπεὶ τὸν πρεσβευτὴν ἄγχιστά πη ἐπέπυστο εἶναι, καλύβην ἐκ παχειῶν τινῶν σινδόνων πηξάμενος, ἣν δὴ παπυλεῶνα καλεῖν νενομίκασιν, ἐκάθητο ἐκεῖ, ὥσπερ ἐν χωρίῳ ἐρήμῳ, παραδηλῶν ὅτι δὴ οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκοι. τοὺς δὲ στρατιώτας [4] διέταξεν ὧδε. τῆς μὲν καλύβης ἐφ' ἑκάτερα Θρᾷκές τε καὶ Ἰλλυριοὶ ἦσαν, Γότθοι δὲ μετ' αὐτοὺς, καὶ τούτων ἐχόμενοι Ἔρουλοι, μεθ' οὓς Βανδίλοι τε καὶ Μαυρούσιοι ἦσαν. τοῦ τε πεδίου ἐπὶ πλεῖστον διῆκον.
[5] οὐ γὰρ ἑστῶτες ἐπὶ χώρας ἀεὶ τῆς αὐτῆς ἔμενον, ἀλλὰ διεστηκότες τε ἀπ' ἀλλήλων καὶ περιπάτους ποιούμενοι παρέργως τε καὶ ὡς ἥκιστα κατεσπουδασμένως ἐς τὸν [6] Χοσρόου πρεσβευτὴν ἔβλεπον. εἶχε δὲ αὐτῶν οὐδεὶς οὔτε χλαμύδα οὔτε ἄλλην ἐπωμίδα τινὰ, ἀλλὰ χιτῶνας μὲν λινοῦς καὶ ἀναξυρίδας ἀμπεχόμενοι, εἶτα διεζωσμένοι [7] ἐβάδιζον. εἶχε δὲ τὴν τοῦ ἵππου μάστιγα ἕκαστος, ὅπλον δὲ τῷ μὲν ξίφος ἦν, τῷ δὲ πέλεκυς, [8] τῷ δὲ τόξα γυμνά. δόκησίν τε παρείχοντο ἅπαντες ὅτι δὴ ἀφροντιστήσαντες τῶν ἄλλων ἁπάντων κυνηγετήσειν [9] ἠπείγοντο. ὁ μὲν οὖν Ἀβανδάνης Βελισαρίῳ ἐς ὄψιν ἥκων δεινὰ ποιεῖσθαι τὸν βασιλέα Χοσρόην ἔφη, ὅτι δὴ καθὰ ξυνέκειτο πρότερον οὐ πέμψειε παρ' αὐτὸν τοὺς πρέσβεις ὁ Καῖσαρ (οὕτω γὰρ τὸν Ῥωμαίων βασιλέα καλοῦσι Πέρσαι) καὶ ἀπ' αὐτοῦ ὁ Χοσρόης ἠνάγκαστο ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν.
[10] Βελισάριος δὲ οὔτε κατορρωδήσας, ἅτε πη ἄγχιστα ἐστρατοπεδευμένων βαρβάρων τοσούτων τὸ πλῆθος, οὔτε τῷ λόγῳ ἐς ταραχήν τινα καταστὰς, ἀλλὰ γελῶντί τε καὶ ἀνειμένῳ τῷ προσώπῳ ἀμείβεται Οὐ ταύτῃ λέγων ᾗ τῷ Χοσρόῃ τανῦν εἴργασται νενόμισται τοῖς [11] ἀνθρώποις τὰ πράγματα. οἱ μὲν γὰρ ἄλλοι, ἤν τι ἀντιλέγοιτο σφίσι τε καὶ τῶν πέλας τισὶ, πρεσβεύουσι μὲν ἐς αὐτοὺς πρότερον, ἐπειδὰν δὲ τῶν μετρίων μὴ [12] τύχωσιν, οὕτω δὴ πολέμῳ ἐπ' αὐτοὺς ἴασιν. ὁ δὲ γενόμενος ἐν μέσοις Ῥωμαίοις, εἶτα τοὺς ὑπὲρ τῆς εἰρήνης προτείνεται λόγους. ὁ μὲν τοσαῦτα εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο.
[13] Ὁ δὲ παρὰ Χοσρόην γενόμενος παρῄνει οἱ ὅτι τάχιστα [14] ἀπαλλάσσεσθαι. στρατηγῷ τε γὰρ ἐντυχεῖν ἔφη ἀνδρειοτάτῳ τε καὶ ξυνετωτάτῳ ἀνθρώπων ἁπάντων καὶ στρατιώταις οἵους ἄλλους αὐτὸς οὐ πώποτε εἶδεν, ὧν δὴ τὴν εὐκοσμίαν θαυμάσειε μάλιστα πάντων, εἶναί τε οὐκ ἐξ ἀντιπάλου τοῦ κινδύνου αὐτῷ τε καὶ Βελισαρίῳ τὴν ἀγωνίαν, διαφέρειν δὲ, ὅτι νικήσας μὲν αὐτὸς τὸν Καίσαρος νικήσει δοῦλον, ἡσσηθεὶς δὲ, ἂν οὕτω τύχοι, μέγα τι αἶσχος τῇ τε βασιλείᾳ πορίσεται καὶ τῷ Περσῶν γένει, καὶ Ῥωμαῖοι μὲν νενικημένοι ῥᾳδίως ἂν ἔν τε ὀχυρώμασι καὶ γῇ τῇ αὐτῶν διασώζοιντο, αὐτῶν δὲ, ἤν γέ τι ἐναντίωμα ξυμβαίη, οὐδ' [15] ἂν ἄγγελος διαφύγοι ἐς τὴν Περσῶν χώραν. ταύτῃ ὁ Χοσρόης ἀναπεισθεὶς τῇ ὑποθήκῃ ἀναστρέφειν μὲν ἐς τὰ Περσῶν ἤθη ἐβούλετο, ἀμηχανίᾳ δὲ πολλῇ εἴχετο.
[16] τήν τε γὰρ διάβασιν τοῦ ποταμοῦ πρὸς τῶν πολεμίων φυλάσσεσθαι ᾤετο καὶ ὁδῷ τῇ αὐτῇ, ἐρήμῳ ἀνθρώπων παντάπασιν οὔσῃ, ὀπίσω ἀπελαύνειν οὐχ οἷός τε ἦν, ἐπεὶ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἤδη ἐπιλελοίπει, ἅπερ τὸ πρότερον ξὺν αὑτοῖς ἔχοντες ἐς γῆν τὴν Ῥωμαίων [17] ἐσέβαλον. τέλος δὲ πολλὰ λογισαμένῳ ξυμφορώτατόν οἱ ἔδοξεν εἶναι μάχῃ διακινδυνεύσαντι ἐς γῆν τε τὴν ἀντιπέρας ἥκειν καὶ διὰ χώρας πᾶσιν εὐθηνούσης τοῖς [18] ἀγαθοῖς τὴν πορείαν ποιήσασθαι. Βελισάριος δὲ εὖ μὲν ἠπίστατο ὡς οὐδ' ἂν δέκα μυριάδες ἀνδρῶν τὴν διάβασιν Χοσρόῃ ἀναχαιτίζειν ποτὲ ἱκαναὶ εἶεν· (ὅ τε γὰρ ποταμὸς πολλαχῆ τῶν ταύτῃ χωρίων ναυσὶ διαβατὸς ὢν ἐπὶ πλεῖστον τυγχάνει καὶ κρεῖσσον ἦν ἄλλως τὸ Περσῶν στράτευμα ἢ πρὸς πολεμίων ὀλίγων τινῶν τῆς διαβάσεως ἀποκεκλεῖσθαι·) τοῖς δὲ ἀμφὶ Διογένην τε καὶ Ἀδόλιον σὺν τοῖς χιλίοις ἐπέστελλε τὰ πρῶτα περιιέναι τὴν ἐκείνῃ ἀκτὴν, ὅπως δὴ ἐς ταραχὴν [19] ἀφασίᾳ τινὶ τὸν βάρβαρον καταστήσονται. ὅνπερ δεδιξάμενος, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα εἴη ἀπαλλάσσεσθαι ἐκ τῆς Ῥωμαίων γῆς.
[20] λόγου τε οἱ πολλοῦ ἄξιον ἐφαίνετο εἶναι ἐξελάσαι ἐνθένδε τὸν Χοσρόου στρατὸν, οὐδεμιᾷ κινδυνεύσαντι μάχῃ πρὸς μυριάδας βαρβάρων πολλὰς ξὺν στρατιώταις λίαν τε ὀλίγοις οὖσι καὶ ἀτεχνῶς κατεπτηχόσι τὸν Μήδων στρατόν. διὸ δὴ ἐκέλευε Διογένην τε καὶ Ἀδόλιον ἡσυχῆ μένειν.
[21] Ὁ γοῦν Χοσρόης γέφυραν σὺν πολλῷ τάχει πηξάμενος ποταμὸν Εὐφράτην ἐκ τοῦ αἰφνιδίου διέβη παντὶ [22] τῷ στρατῷ. Πέρσαις γὰρ πόνῳ οὐδενὶ διαβατοί εἰσι ποταμοὶ ἅπαντες, ἐπεὶ αὐτοῖς ὁδῷ ἰοῦσιν ἀγκιστροειδῆ σιδήρια ἐν παρασκευῇ ἐστιν, οἷς δὴ ξύλα μακρὰ ἐς ἄλληλα ἐναρμόζοντες γέφυραν αὐτοσχεδιάζουσιν ἐκ τοῦ [23] παραυτίκα ὅπη ἂν σφίσι βουλομένοις εἴη. ἐπεὶ δὲ τάχιστα γέγονεν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, πέμψας παρὰ Βελισάριον αὐτὸς μὲν Ῥωμαίοις κεχαρίσθαι τοῦ Μήδων στρατοῦ τὴν ἀναχώρησιν ἔφασκε, προσδέχεσθαι δὲ τοὺς παρ' αὐτῶν πρέσβεις, οὓς σφίσι παρέσεσθαι οὐκ [24] ἐς μακρὰν ἄξιον εἶναι. Βελισάριος δὲ παντὶ καὶ αὐτὸς τῷ Ῥωμαίων στρατῷ τὸν Εὐφράτην ποταμὸν διαβὰς [25] παρὰ Χοσρόην εὐθὺς ἔπεμψεν. οἳ, ἐπεὶ παρ' αὐτὸν ἵκοντο, πολλὰ τῆς ἀναχωρήσεως ἐπαινέσαντες πρέσβεις ἐς αὐτὸν ἥξειν παρὰ βασιλέως αὐτίκα δὴ μάλα ὑπέσχοντο, οἳ δὴ τὰ ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα πρότερον [26] ἔργῳ ἐπιτελῆ πρὸς αὐτὸν θήσονται. ἠξίουν τε διὰ Ῥωμαίων ἅτε φίλων αὐτῷ τῇ πορείᾳ χρῆσθαι. ὁ δὲ καὶ ταῦτα ὑπεδέχετο ἐπιτελέσειν, εἴ τινά οἱ δοῖεν τῶν δοκίμων ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ, ἐφ' [27] ᾧ τὰ ξυγκείμενα πράξουσιν. οἱ μὲν οὖν πρέσβεις παρὰ Βελισάριον ἐπανήκοντες τοὺς Χοσρόου λόγους ἀπήγγελλον, ὁ δὲ εἰς τὴν Ἔδεσσαν ἀφικόμενος Ἰωάννην τὸν Βασιλείου παῖδα, γένει τε καὶ πλούτῳ πάντων τῶν Ἐδεσσηνῶν διαφανέστατον, ὅμηρον τῷ Χοσρόῃ [28] οὔτι ἑκούσιον εὐθὺς ἔπεμψε. Ῥωμαῖοι δὲ Βελισάριον ἐν εὐφημίαις εἶχον, μᾶλλόν τε σφίσιν ὁ ἀνὴρ ἐν τούτῳ εὐδοκιμῆσαι τῷ ἔργῳ ἐδόκει ἢ ὅτε Γελίμερα δορυάλωτον [29] ἢ τὸν Οὐίττιγιν ἐς Βυζάντιον ἤνεγκεν. ἦν γὰρ ὡς ἀληθῶς λόγου καὶ ἐπαίνου πολλοῦ ἄξιον, πεφοβημένων μὲν κἀν τοῖς ὀχυρώμασι κρυπτομένων Ῥωμαίων ἁπάντων, Χοσρόου δὲ στρατῷ μεγάλῳ ἐν μέσῃ γεγονότος Ῥωμαίων ἀρχῇ, ἄνδρα στρατηγὸν ξὺν ὀλίγοις τισὶ δρόμῳ ὀξεῖ ἐκ Βυζαντίου μεταξὺ ἥκοντα ἀπ' ἐναντίας τοῦ Περσῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδοκήτου, ἢ τὴν τύχην ἢ τὴν ἀρετὴν τοῦ ἀνδρὸς δείσαντα ἢ καί τισιν ἐξαπατηθέντα σοφίσμασιν, ἐπίπροσθεν μηκέτι χωρῆσαι, ἀλλὰ τῷ μὲν ἔργῳ φυγεῖν, λόγῳ δὲ τῆς εἰρήνης ἐφίεσθαι.
[30] Ἐν τούτῳ δὲ Χοσρόης ἀλογήσας τὰ ὡμολογημένα Καλλίνικον πόλιν οὐδενὸς τὸ παράπαν ἀμυνομένου εἷλε. ταύτης γὰρ τὸν περίβολον ὁρῶντες Ῥωμαῖοι σαθρόν τε καὶ εὐάλωτον παντάπασιν ὄντα, μοῖραν αὐτοῦ ἀεὶ καθαιροῦντές τινα, νέᾳ τινὶ ἀνενεοῦντο [31] οἰκοδομίᾳ. τότε γοῦν μέρος τι αὐτοῦ καθελόντες, οὔπω δὲ τὸ λειπόμενον τοῦτο δειμάμενοι, ἐπειδὴ τοὺς πολεμίους ἄγχιστά πη ἐπύθοντο εἶναι, τῶν χρημάτων ὑπεξαγαγόντες τὰ τιμιώτατα, οἱ μὲν εὐδαίμονες αὐτῆς τῶν οἰκητόρων ἐς ἕτερα ἄττα ὀχυρώματα ἀπεχώρησαν, [32] οἱ δὲ λοιποὶ στρατιωτῶν χωρὶς αὐτοῦ ἔμειναν. καὶ γεωργῶν πάμπολύ τι χρῆμα ἐνταῦθα ξυνειλέχθαι συνέβη. οὓς δὴ ὁ Χοσρόης ἀνδραποδίσας ἅπαν ἐς [33] ἔδαφος καθεῖλεν. ὀλίγῳ τε ὕστερον τὸν ὅμηρον Ἰωάννην δεξάμενος ἀπεχώρησεν ἐς τὰ πάτρια ἤθη. [34] Ἀρμένιοί τε οἱ τῷ Χοσρόῃ προσκεχωρηκότες, τὰ πιστὰ πρὸς Ῥωμαίων λαβόντες ξὺν τῷ Βασσάκῃ ἐς Βυζάντιον ἦλθον. ταῦτα μὲν ἐν τῇ τρίτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις γενέσθαι ξυνέβη, καὶ ὁ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, ἐφ' ᾧ ἐς Ἰταλίαν αὖθις σταλήσεται, πονηρῶν ἤδη παντάπασι τῶν ἐκείνῃ πραγμάτων Ῥωμαίοις ὄντων.
[22]
[1] Ὑπὸ δὲ τοὺς χρόνους τούτους λοιμὸς γέγονεν, ἐξ οὗ δὴ ἅπαντα ὀλίγου ἐδέησε τὰ ἀνθρώπεια ἐξίτηλα εἶναι. ἅπασι μὲν οὖν τοῖς ἐξ οὐρανοῦ ἐπισκήπτουσιν ἴσως ἂν καὶ λέγοιτό τις ὑπ' ἀνδρῶν τολμητῶν αἰτίου λόγος, οἷα πολλὰ φιλοῦσιν οἱ ταῦτα δεινοὶ αἰτίας τερατεύεσθαι οὐδαμῆ ἀνθρώπῳ καταληπτὰς οὔσας, φυσιολογίας τε ἀναπλάσσειν ὑπερορίους, ἐξεπιστάμενοι μὲν ὡς λέγουσιν οὐδὲν ὑγιὲς, ἀποχρῆν δὲ ἡγούμενοι σφίσιν, ἤν γε τῶν ἐντυγχανόντων τινὰς τῷ λόγῳ [2] ἐξαπατήσαντες πείσωσι. τούτῳ μέντοι τῷ κακῷ πρόφασίν τινα ἢ λόγῳ εἰπεῖν ἢ διανοίᾳ λογίσασθαι μηχανή τις οὐδεμία ἐστὶ, πλήν γε δὴ ὅσα ἐς τὸν θεὸν [3] ἀναφέρεσθαι. οὐ γὰρ ἐπὶ μέρους τῆς γῆς οὐδὲ ἀνθρώπων τισὶ γέγονεν οὐδέ τινα ὥραν τοῦ ἔτους ἔσχεν, ὅθεν ἂν καὶ σοφίσματα αἰτίας εὑρέσθαι δυνατὰ εἴη, ἀλλὰ περιεβάλλετο μὲν τὴν γῆν ξύμπασαν, βίους δὲ ἀνθρώπων ἅπαντας ἔβλαψε, καίπερ ἀλλήλων ἐς τοὐναντίον παρὰ πολὺ διαλλάσσοντας, οὔτε φύσεώς τινος [4] οὔτε ἡλικίας φεισάμενον. εἴτε γὰρ χωρίων ἐνοικήσει εἴτε νόμῳ διαίτης, ἢ φύσεως τρόπῳ, ἢ ἐπιτηδεύμασιν, ἢ ἄλλῳ ὅτῳ ἀνθρώπων ἄνθρωποι διαφέρουσιν, ἐν ταύτῃ δὴ μόνῃ τῇ νόσῳ τὸ διαλλάσσον οὐδὲν ὤνησεν.
[5] ἐπέσκηψε δὲ τοῖς μὲν ὥρᾳ θέρους, τοῖς δὲ χειμῶνι, τοῖς δὲ κατὰ τοὺς ἄλλους καιρούς. λεγέτω μὲν οὖν ὥς πη ἕκαστος περὶ αὐτῶν γινώσκει καὶ σοφιστὴς καὶ μετεωρολόγος, ἐγὼ δὲ ὅθεν τε ἤρξατο ἡ νόσος ἥδε καὶ τρόπῳ δὴ ὅτῳ τοὺς ἀνθρώπους διέφθειρεν ἐρῶν ἔρχομαι.
[6] Ἤρξατο μὲν ἐξ Αἰγυπτίων οἳ ᾤκηνται ἐν Πηλουσίῳ. γενομένη δὲ δίχα πὴ μὲν ἐπί τε Ἀλεξανδρείας καὶ τῆς ἄλλης Αἰγύπτου ἐχώρησε, πὴ δὲ ἐπὶ Παλαιστίνους τοὺς Αἰγυπτίοις ὁμόρους ἦλθεν, ἐντεῦθέν τε κατέλαβε τὴν γῆν σύμπασαν, ὁδῷ τε ἀεὶ προϊοῦσα καὶ [7] χρόνοις βαδίζουσα τοῖς καθήκουσιν. ἐπὶ ῥητοῖς γὰρ ἐδόκει χωρεῖν καὶ χρόνον τακτὸν ἐν χώρᾳ ἑκάστῃ διατριβὴν ἔχειν, ἐς οὐδένας μὲν ἀνθρώπων παρέργως τῷ φθόρῳ χρωμένη, σκεδαννυμένη δὲ ἐφ' ἑκάτερα μέχρι ἐς τὰς τῆς οἰκουμένης ἐσχατιὰς, ὥσπερ δεδοικυῖα [8] μή τις αὐτὴν τῆς γῆς διαλάθοι μυχός. οὔτε γὰρ νῆσόν τινα ἢ σπήλαιον ἢ ἀκρώρειαν ἐλίπετο ἀνθρώπους οἰκήτορας ἔχουσαν· ἢν δέ πού τινα καὶ παρήλασε χώραν, ἢ μὴ ψαύσασα τῶν ταύτῃ ἀνθρώπων ἢ ἀμωσγέπως αὐτῶν ἁψαμένη, ἀλλὰ χρόνῳ τῷ ὑστέρῳ αὖθις ἐνταῦθα ἐπανιοῦσα τῶν μὲν περιοίκων, οἷς δὴ πικρότατα ἐπέσκηψε πρότερον, οὐδαμῶς ἥψατο, τῆς δὲ χώρας ἐκείνης οὐ πρότερον ἀπέστη ἕως τὸ μέτρον ὀρθῶς καὶ δικαίως τῶν τετελευτηκότων ἀπέδωκεν, ὅπερ καὶ τοῖς ἀμφ' αὐτὴν ᾠκημένοις χρόνῳ τῷ προτέρῳ [9] διεφθάρθαι τετύχηκεν. ἀρξαμένη δὲ ἀεὶ ἐκ τῆς παραλίας ἡ νόσος ἥδε, οὕτω δὴ ἐς τὴν μεσόγειον ἀνέβαινε χώραν. δευτέρῳ δὲ ἔτει ἐς Βυζάντιον μεσοῦντος τοῦ ἦρος ἀφίκετο, ἔνθα καὶ ἐμοὶ ἐπιδημεῖν τηνικαῦτα ξυνέβη.
[10] ἐγίνετο δὲ ὧδε. φάσματα δαιμόνων πολλοῖς ἐς πᾶσαν ἀνθρώπου ἰδέαν ὤφθη, ὅσοι τε αὐτοῖς παραπίπτοιεν, παίεσθαι ᾤοντο πρὸς τοῦ ἐντυχόντος ἀνδρὸς, ὅπη παρατύχοι τοῦ σώματος, ἅμα τε τὸ φάσμα τοῦτο [11] ἑώρων καὶ τῇ νόσῳ αὐτίκα ἡλίσκοντο. κατ' ἀρχὰς μὲν οὖν οἱ παραπεπτωκότες ἀποτρέπεσθαι αὐτὰ ἐπειρῶντο, τῶν τε ὀνομάτων ἀποστοματίζοντες τὰ θειότατα καὶ τὰ ἄλλα ἐξοσιούμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἤνυον μέντοι τὸ παράπαν οὐδὲν, ἐπεὶ κἀν τοῖς ἱεροῖς [12] οἱ πλεῖστοι καταφεύγοντες διεφθείροντο. ὕστερον δὲ οὐδὲ τοῖς φίλοις καλοῦσιν ἐπακούειν ἠξίουν, ἀλλὰ καθείρξαντες αὑτοὺς ἐν τοῖς δωματίοις, ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο, καίπερ ἀρασσομένων αὐτοῖς τῶν θυρῶν, δειμαίνοντες δηλονότι μὴ δαιμόνων τις [13] ὁ καλῶν εἴη. τισὶ δὲ οὐχ οὕτως ὁ λοιμὸς ἐπεγίνετο, ἀλλ' ὄψιν ὀνείρου ἰδόντες ταὐτὸ τοῦτο πρὸς τοῦ ἐπιστάντος πάσχειν ἐδόκουν, ἢ λόγου ἀκούειν προλέγοντος σφίσιν ὅτι δὴ ἐς τῶν τεθνηξομένων τὸν [14] ἀριθμὸν ἀνάγραπτοι εἶεν. τοῖς δὲ πλείστοις οὔτε ὕπαρ οὔτε ὄναρ αἰσθομένοις τοῦ ἐσομένου εἶτα τῇ [15] νόσῳ ξυνέβη ἁλῶναι. ἡλίσκοντο δὲ τρόπῳ τοιῷδε. ἐπύρεσσον ἄφνω, οἱ μὲν ἐξ ὕπνου ἐγηγερμένοι, οἱ δὲ περιπάτους ποιούμενοι, οἱ δὲ ἄλλο ὅ τι δὴ πράσσοντες.
[16] καὶ τὸ μὲν σῶμα οὔτε τι διήλλασσε τῆς προτέρας χροιᾶς οὔτε θερμὸν ἦν, ἅτε πυρετοῦ ἐπιπεσόντος, οὐ μὴν οὐδὲ φλόγωσις ἐπεγίνετο, ἀλλ' οὕτως ἀβληχρός τις ἐξ ἀρχῆς τε καὶ ἄχρις ἑσπέρας ὁ πυρετὸς ἦν ὥστε μήτε τοῖς νοσοῦσιν αὐτοῖς μήτε ἰατρῷ ἁπτομένῳ δόκησιν [17] κινδύνου παρέχεσθαι. οὐ γὰρ οὖν οὐδέ τις τελευτᾶν τῶν περιπεπτωκότων ἀπ' αὐτοῦ ἔδοξεν. ἡμέρᾳ δὲ τοῖς μὲν τῇ αὐτῇ, τοῖς δὲ τῇ ἐπιγενομένῃ, ἑτέροις δὲ οὐ πολλαῖς ὕστερον βουβὼν ἐπῆρτο, οὐκ ἐνταῦθα μόνον, ἔνθα καὶ τὸ τοῦ σώματος μόριον, ὃ δὴ τοῦ ἤτρου ἔνερθέν ἐστι, βουβὼν κέκληται, ἀλλὰ καὶ τῆς μάλης ἐντὸς, ἐνίοις δὲ καὶ παρὰ τὰ ὦτα καὶ ὅπου ποτὲ τῶν μηρῶν ἔτυχε.
[18] Τὰ μὲν οὖν ἄχρι τοῦδε πᾶσιν ὁμοίως σχεδόν τι τοῖς τῇ νόσῳ ἁλισκομένοις ξυνέβαινε· τὰ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν πότερον ἐν τῷ διαλλάσσοντι τῶν σωμάτων καὶ ἡ διαφορὰ τῶν ξυμπιπτόντων ἐγίνετο, ἢ ὅπη ποτὲ βουλομένῳ εἴη τῷ τὴν νόσον ἐπαγαγόντι.
[19] ἐπεγίνετο γὰρ τοῖς μὲν κῶμα βαθὺ, τοῖς δὲ παραφροσύνη ὀξεῖα, ἑκάτεροί τε τὰ πρὸς τὴν νόσον ἐπιτηδείως ἔχοντα ἔπασχον· οἷς μὲν γὰρ τὸ κῶμα ἐπέκειτο, πάντων ἐπιλελησμένοι τῶν εἰωθότων σφίσιν ἐς ἀεὶ καθεύδειν [20] ἐδόκουν. καὶ εἰ μέν τις αὐτῶν ἐπιμελοῖτο, μεταξὺ ἤσθιον, τινὲς δὲ καὶ ἀπημελημένοι ἀπορίᾳ τροφῆς [21] εὐθὺς ἔθνησκον. οἱ μέντοι τῷ τῆς παραφροσύνης ἁλόντες κακῷ ἀγρυπνίᾳ τε καὶ φαντασίᾳ πολλῇ εἴχοντο, καί τινας ὑποπτεύοντες ἐπιέναι σφίσιν ὡς δὴ ἀπολοῦντας ἐς ταραχήν τε καθίσταντο καὶ ἀναβοῶντες [22] ἐξαίσιον οἷον ἐς φυγὴν ὥρμηντο. οἵ τε αὐτοὺς θεραπεύοντες καμάτῳ ἀπαύστῳ ἐχόμενοι τὰ ἀνήκεστα ἐς [23] ἀεὶ ἔπασχον. διὸ δὴ ἅπαντες αὐτοὺς οὐχ ἧσσον ἢ τοὺς πονουμένους ᾠκτίζοντο, οὐχ ὅτι τῷ λοιμῷ ἐπιέζοντο ἐκ τοῦ προσιέναι (οὔτε γὰρ ἰατρῷ οὔτε ἰδιώτῃ μεταλαχεῖν τοῦ κακοῦ τοῦδε τῶν νοσούντων ἢ τῶν τετελευτηκότων ἁπτομένῳ ξυνέβη, ἐπεὶ πολλοὶ μὲν ἀεὶ καὶ τοὺς οὐδὲν σφίσι προσήκοντας ἢ θάπτοντες ἢ θεραπεύοντες ταύτῃ δὴ τῇ ὑπουργίᾳ παρὰ δόξαν ἀντεῖχον, πολλοὶ δὲ τῆς νόσου ἀπροφασίστως αὐτοῖς ἐπιπεσούσης εὐθὺς ἔθνησκον), ἀλλ' ὅτι ταλαιπωρίᾳ [24] πολλῇ εἴχοντο. ἔκ τε γὰρ τῶν στρωμάτων ἐκπίπτοντας καὶ καλινδουμένους ἐς τὸ ἔδαφος ἀντικαθίστων αὖθις καὶ ῥιπτεῖν σφᾶς αὐτοὺς ἐκ τῶν οἰκημάτων ἐφιεμένους [25] ὠθοῦντές τε καὶ ἀνθέλκοντες ἐβιάζοντο. ὕδωρ τε οἷς παρατύχοι, ἐμπεσεῖν ἤθελον οὐ δὴ οὐχ ὅσον τοῦ ποτοῦ ἐπιθυμίᾳ (ἐς γὰρ θάλασσαν οἱ πολλοὶ ὥρμηντο), ἀλλ' [26] αἴτιον ἦν μάλιστα ἡ τῶν φρενῶν νόσος. πολὺς δὲ αὐτοῖς καὶ περὶ τὰς βρώσεις ἐγένετο πόνος. οὐ γὰρ εὐπετῶς προσίεντο ταύτας. πολλοί τε ἀπορίᾳ τοῦ θεραπεύοντος διεφθάρησαν, ἢ λιμῷ πιεζόμενοι, ἢ ἀφ' [27] ὑψηλοῦ καθιέντες τὸ σῶμα. ὅσοις δὲ οὔτε κῶμα οὔτε παραφροσύνη ἐνέπεσε, τούτοις δὴ ὅ τε βουβὼν ἐσφακέλιζε καὶ αὐτοὶ ταῖς ὀδύναις οὐκέτι ἀντέχοντες [28] ἔθνησκον. τεκμηριώσειε δ' ἄν τις καὶ τοῖς ἄλλοις ἅπασι κατὰ ταὐτὰ ξυμβῆναι, ἀλλ' ἐπεὶ ἐν αὑτοῖς ὡς ἥκιστα ἦσαν, ξυνεῖναι τῆς ὀδύνης οὐδαμῆ εἶχον, τοῦ πάθους αὐτοῖς τοῦ ἀμφὶ τὰς φρένας παραιρουμένου τὴν αἴσθησιν.
[29] Ἀπορούμενοι γοῦν τῶν τινες ἰατρῶν τῇ τῶν ξυμπιπτόντων ἀγνοίᾳ τό τε τῆς νόσου κεφάλαιον ἐν τοῖς βουβῶσιν ἀποκεκρίσθαι οἰόμενοι, διερευνᾶσθαι τῶν τετελευτηκότων τὰ σώματα ἔγνωσαν. καὶ διελόντες τῶν βουβώνων τινὰς ἄνθρακος δεινόν τι χρῆμα [30] ἐμπεφυκὸς εὗρον. ἔθνησκον δὲ οἱ μὲν αὐτίκα, οἱ δὲ ἡμέραις πολλαῖς ὕστερον, τισί τε φλυκταίναις μελαίναις, ὅσον φακοῦ μέγεθος, ἐξήνθει τὸ σῶμα, οἳ οὐδὲ μίαν ἐπεβίων ἡμέραν, ἀλλ' εὐθυωρὸν ἅπαντες ἔθνησκον.
[31] πολλοὺς δὲ καί τις αὐτόματος αἵματος ἐπιγινόμενος [32] ἔμετος εὐθὺς διεχρήσατο. ἐκεῖνο μέντοι ἀποφήνασθαι ἔχω, ὡς τῶν ἰατρῶν οἱ δοκιμώτατοι πολλοὺς μὲν τεθνήξεσθαι προηγόρευον, οἳ δὴ κακῶν ἀπαθεῖς ὀλίγῳ ὕστερον παρὰ δόξαν ἐγίνοντο, πολλοὺς δὲ ὅτι σωθήσονται ἰσχυρίζοντο, οἳ δὴ διαφθαρήσεσθαι ἔμελλον [33] αὐτίκα δὴ μάλα. οὕτως αἰτία τις ἦν οὐδεμία ἐν ταύτῃ τῇ νόσῳ ἐς ἀνθρώπου λογισμὸν φέρουσα· πᾶσι γάρ τις ἀλόγιστος ἀπόβασις ἐπὶ πλεῖστον ἐφέρετο, καὶ τὰ λουτρὰ τοὺς μὲν ὤνησε, τοὺς δὲ οὐδέν τι ἧσσον [34] κατέβλαψεν. ἀμελούμενοί τε πολλοὶ ἔθνησκον, πολλοὶ δὲ παρὰ λόγον ἐσώζοντο. καὶ πάλιν αὖ τὰ τῆς θεραπείας ἐφ' ἑκάτερα τοῖς χρωμένοις ἐχώρει, καὶ τὸ ξύμπαν εἰπεῖν οὐδεμία μηχανὴ ἀνθρώπῳ ἐς τὴν σωτηρίαν ἐξεύρητο, οὔτε προφυλαξαμένῳ μὴ πεπονθέναι οὔτε τοῦ κακοῦ ἐπιπεσόντος περιγενέσθαι, ἀλλὰ καὶ τὸ παθεῖν ἀπροφάσιστον ἦν καὶ τὸ περιεῖναι αὐτόματον.
[35] καὶ γυναιξὶ δὲ ὅσαι ἐκύουν προὖπτος ἐγίνετο τῇ νόσῳ ἁλισκομέναις ὁ θάνατος. αἱ μὲν γὰρ ἀμβλίσκουσαι ἔθνησκον, αἱ δὲ τίκτουσαι ξὺν αὐτοῖς εὐθὺς τοῖς τικτομένοις [36] ἐφθείροντο. τρεῖς μέντοι λεχοῦς λέγουσι τῶν παίδων σφίσιν ἀπολομένων περιγενέσθαι, καὶ μιᾶς ἤδη ἐν τῷ τοκετῷ ἀποθανούσης τετέχθαι τε καὶ [37] περιεῖναι τῷ παιδίῳ ξυμβῆναι. ὅσοις μὲν οὖν μείζων τε ὁ βουβὼν ᾔρετο καὶ ἐς πῦον ἀφῖκτο, τούτοις δὴ περιεῖναι τῆς νόσου ἀπαλλασσομένοις ξυνέβαινεν, ἐπεὶ δῆλον ὅτι αὐτοῖς ἡ ἀκμὴ ἐς τοῦτο ἐλελωφήκει τοῦ ἄνθρακος, γνώρισμά τε τῆς ὑγείας τοῦτο ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνετο· οἷς δὲ ὁ βουβὼν ἐπὶ τῆς προτέρας ἰδέας διέμεινε, τούτοις περιειστήκει τὰ κακὰ ὧν ἄρτι [38] ἐμνήσθην. τισὶ δὲ αὐτῶν καὶ τὸν μηρὸν ἀποξηρανθῆναι ξυνέβη, ἐφ' οὗ ὁ βουβὼν ἐπαρθεὶς ὡς ἥκιστα ἔμπυος [39] γέγονεν. ἄλλοις τε οὐκ ἐπ' ἀκεραίῳ τῇ γλώσσῃ περιγενέσθαι τετύχηκεν, ἀλλ' ἢ τραυλίζουσιν, ἢ μόλις τε καὶ ἄσημα φθεγγομένοις βιῶναι.
[23]
[1] Ἡ μὲν οὖν νόσος ἐν Βυζαντίῳ ἐς τέσσαρας [2] διῆλθε μῆνας, ἤκμασε δὲ ἐν τρισὶ μάλιστα. καὶ κατ' ἀρχὰς μὲν ἔθνησκον τῶν εἰωθότων ὀλίγῳ πλείους, εἶτα ἔτι μᾶλλον τὸ κακὸν ᾔρετο, μετὰ δὲ ἐς πεντακισχιλίους ἡμέρᾳ ἑκάστῃ ἐξικνεῖτο τὸ τῶν νεκρῶν μέτρον, καὶ αὖ πάλιν ἐς μυρίους τε καὶ τούτων ἔτι [3] πλείους ἦλθε. τὰ μὲν οὖν πρῶτα τῆς ταφῆς αὐτὸς ἕκαστος ἐπεμελεῖτο τῶν κατὰ τὴν οἰκίαν νεκρῶν, οὓς δὴ καὶ ἐς ἀλλοτρίας θήκας ἐρρίπτουν ἢ λανθάνοντες ἢ βιαζόμενοι· ἔπειτα δὲ πάντα ἐν ἅπασι ξυνεταράχθη.
[4] δοῦλοί τε γὰρ ἔμειναν δεσποτῶν ἔρημοι, ἄνδρες τε τὰ πρότερα λίαν εὐδαίμονες τῆς τῶν οἰκετῶν ὑπουργίας ἢ νοσούντων ἢ τετελευτηκότων ἐστέρηντο, πολλαί τε [5] οἰκίαι παντάπασιν ἔρημοι ἀνθρώπων ἐγένοντο. διὸ δὴ ξυνέβη τισὶ τῶν γνωρίμων τῇ ἀπορίᾳ ἡμέρας πολλὰς ἀτάφοις εἶναι. ἔς τε βασιλέα ἡ τοῦ πράγματος πρόνοια, [6] ὡς τὸ εἰκὸς, ἦλθε. στρατιώτας οὖν ἐκ παλατίου καὶ χρήματα νείμας Θεόδωρον ἐκέλευε τοῦ ἔργου τούτου ἐπιμελεῖσθαι, ὃς δὴ ἀποκρίσεσι ταῖς βασιλικαῖς ἐφειστήκει, ἀεὶ τῷ βασιλεῖ τὰς τῶν ἱκετῶν δεήσεις ἀγγέλλων, σημαίνων τε αὖθις ὅσα ἂν αὐτῷ βουλομένῳ εἴη. ῥεφερενδάριον τῇ Λατίνων φωνῇ τὴν τιμὴν ταύτην καλοῦσι [7] Ῥωμαῖοι. οἷς μὲν οὖν οὔπω παντάπασιν ἐς ἐρημίαν ἐμπεπτωκότα τὰ κατὰ τὴν οἰκίαν ἐτύγχανεν, αὐτοὶ [8] ἕκαστοι τὰς τῶν προσηκόντων ἐποιοῦντο ταφάς. Θεόδωρος δὲ τά τε βασιλέως διδοὺς χρήματα καὶ τὰ οἰκεῖα προσαναλίσκων τοὺς ἀπημελημένους τῶν νεκρῶν [9] ἔθαπτεν. ἐπεὶ δὲ τὰς θήκας ἁπάσας, αἳ πρότερον ἦσαν, ἐμπίπλασθαι τῶν νεκρῶν ἔτυχεν, οἱ δὲ ὀρύσσοντες ἅπαντα ἐφεξῆς τὰ ἀμφὶ τὴν πόλιν χωρία, ἐνταῦθά τε τοὺς θνήσκοντας κατατιθέμενοι, ὡς ἕκαστός πη ἐδύνατο, ἀπηλλάσσοντο, ἔπειτα δὲ οἱ τὰς κατώρυχας ταύτας ποιούμενοι πρὸς τῶν ἀποθνησκόντων τὸ μέτρον οὐκέτι ἀντέχοντες ἐς τοὺς πύργους τοῦ περιβόλου [10] ἀνέβαινον, ὃς ἐν Συκαῖς ἐστί· τάς τε ὀροφὰς περιελόντες ἐνταῦθα ἐρρίπτουν τὰ σώματα οὐδενὶ κόσμῳ, καὶ ξυννήσαντες, ὥς πη ἑκάστῳ παρέτυχεν, ἐμπλησάμενοί τε τῶν νεκρῶν ὡς εἰπεῖν ἅπαντας, εἶτα ταῖς [11] ὀροφαῖς αὖθις ἐκάλυπτον. καὶ ἀπ' αὐτοῦ πνεῦμα δυσῶδες ἐς τὴν πόλιν ἰὸν ἔτι μᾶλλον ἐλύπει τοὺς ταύτῃ ἀνθρώπους, ἄλλως τε ἢν καὶ ἄνεμός τις ἐκεῖθεν ἐπίφορος ἐπιπνεύσειε.
[12] Πάντα τε ὑπερώφθη τότε τὰ περὶ τὰς ταφὰς νόμιμα. οὔτε γὰρ παραπεμπόμενοι ᾗ νενόμισται οἱ νεκροὶ ἐκομίζοντο οὔτε καταψαλλόμενοι ᾗπερ εἰώθει, ἀλλ' ἱκανὸν ἦν, εἰ φέρων τις ἐπὶ τῶν ὤμων τῶν τετελευτηκότων τινὰ ἔς τε τῆς πόλεως τὰ ἐπιθαλάσσια ἐλθὼν ἔρριψεν, οὗ δὴ ταῖς ἀκάτοις ἐμβαλλόμενοι σωρηδὸν [13] ἔμελλον ὅπη παρατύχοι κομίζεσθαι. τότε καὶ τοῦ δήμου ὅσοι στασιῶται πρότερον ἦσαν, ἔχθους τοῦ ἐς ἀλλήλους ἀφέμενοι τῆς τε ὁσίας τῶν τετελευτηκότων κοινῇ ἐπεμέλοντο καὶ φέροντες αὐτοὶ τοὺς οὐ προσήκοντας [14] σφίσι νεκροὺς ἔθαπτον. ἀλλὰ καὶ ὅσοι πράγμασι τὰ πρότερα παριστάμενοι αἰσχροῖς τε καὶ πονηροῖς ἔχαιρον, οἵδε τὴν ἐς τὴν δίαιταν ἀποσεισάμενοι παρανομίαν τὴν εὐσέβειαν ἀκριβῶς ἤσκουν, οὐ τὴν σωφροσύνην μεταμαθόντες οὐδὲ τῆς ἀρετῆς ἐρασταί [15] τινες ἐκ τοῦ αἰφνιδίου γεγενημένοι· ἐπεὶ τοῖς ἀνθρώποις ὅσα ἐμπέπηγε φύσει ἢ χρόνου μακροῦ διδασκαλίᾳ ῥᾷστα δὴ οὕτω μεταβάλλεσθαι ἀδύνατά ἐστιν, ὅτι μὴ θείου τινὸς ἀγαθοῦ ἐπιπνεύσαντος· ἀλλὰ τότε ὡς εἰπεῖν ἅπαντες καταπεπληγμένοι μὲν τοῖς ξυμπίπτουσι, τεθνήξεσθαι δὲ αὐτίκα δὴ μάλα οἰόμενοι, ἀνάγκῃ, ὡς τὸ εἰκὸς, πάσῃ τὴν ἐπιείκειαν ἐπὶ καιροῦ μετεμάνθανον.
[16] ταῦτά τοι, ἐπειδὴ τάχιστα τῆς νόσου ἀπαλλαγέντες ἐσώθησαν ἔν τε τῷ ἀσφαλεῖ γεγενῆσθαι ἤδη ὑπετόπασαν, ἅτε τοῦ κακοῦ ἐπ' ἄλλους ἀνθρώπων τινὰς κεχωρηκότος, ἀγχίστροφον αὖθις τῆς γνώμης τὴν μεταβολὴν ἐπὶ τὰ χείρω πεποιημένοι μᾶλλον ἢ πρότερον τὴν τῶν ἐπιτηδευμάτων ἀτοπίαν ἐνδείκνυνται, σφᾶς αὐτοὺς μάλιστα τῇ τε πονηρίᾳ καὶ τῇ ἄλλῃ παρανομίᾳ νενικηκότες· ἐπεὶ καὶ ἀπισχυρισάμενος ἄν τις οὐ τὰ ψευδῆ εἴποι ὡς ἡ νόσος ἥδε εἴτε τύχῃ τινὶ εἴτε προνοίᾳ ἐς τὸ ἀκριβὲς ἀπολεξαμένη τοὺς πονηροτάτους ἀφῆκεν. ἀλλὰ ταῦτα μὲν τῷ ὑστέρῳ ἀποδέδεικται χρόνῳ.
[17] Τότε δὲ ἀγοράζοντά τινα οὐκ εὐπετὲς ἐδόκει εἶναι ἔν γε Βυζαντίῳ ἰδεῖν, ἀλλ' οἴκοι καθήμενοι ἅπαντες, ὅσοις ξυνέβαινε τὸ σῶμα ἐρρῶσθαι, ἢ τοὺς νοσοῦντας [18] ἐθεράπευον, ἢ τοὺς τετελευτηκότας ἐθρήνουν. ἢν δέ τις καὶ προϊόντι τινὶ ἐντυχεῖν ἴσχυσεν, ὅδε τῶν τινα νεκρῶν ἔφερεν. ἐργασία τε ξύμπασα ἤργει καὶ τὰς τέχνας οἱ τεχνῖται μεθῆκαν ἁπάσας, ἔργα τε ἄλλα ὅσα [19] δὴ ἕκαστοι ἐν χερσὶν εἶχον. ἐν πόλει γοῦν ἀγαθοῖς ἅπασιν ἀτεχνῶς εὐθηνούσῃ λιμός τις ἀκριβὴς ἐπεκώμαζεν. ἄρτον ἀμέλει ἢ ἄλλο ὁτιοῦν διαρκῶς ἔχειν χαλεπόν τε ἐδόκει καὶ λόγου πολλοῦ ἄξιον εἶναι· ὥστε καὶ τῶν νοσούντων τισὶν ἄωρον ξυμβῆναι δοκεῖν ἀπορίᾳ τῶν ἀναγκαίων τὴν τοῦ βίου καταστροφήν.
[20] καὶ τὸ ξύμπαν εἰπεῖν, χλαμύδα οὐκ ἦν ἐνδιδυσκόμενόν τινα ἐν Βυζαντίῳ τὸ παράπαν ἰδεῖν, ἄλλως τε ἡνίκα βασιλεῖ νοσῆσαι ξυνέβη (καὶ αὐτῷ γὰρ ξυνέπεσε βουβῶνα ἐπῆρθαι), ἀλλ' ἐν πόλει βασιλείαν ἐχούσῃ ξυμπάσης τῆς Ῥωμαίων ἀρχῆς ἱμάτια ἐν ἰδιωτῶν λόγῳ [21] ἅπαντες ἀμπεχόμενοι ἡσυχῆ ἔμενον. τὰ μὲν οὖν ἀμφὶ τῷ λοιμῷ ἔν τε τῇ ἄλλῃ Ῥωμαίων γῇ καὶ ἐν Βυζαντίῳ ταύτῃ πη ἔσχεν. ἐπέσκηψε δὲ καὶ ἐς τὴν Περσῶν γῆν καὶ ἐς βαρβάρους τοὺς ἄλλους ἅπαντας.
[24]
[1] Ἐτύγχανε δὲ ὁ Χοσρόης ἐξ Ἀσσυρίων ἐς χωρίον Ἀδαρβιγάνων ἥκων πρὸς βορρᾶν ἄνεμον, ἔνθεν διενοεῖτο ἐς τὴν Ῥωμαίων ἀρχὴν διὰ Περσαρμενίων [2] ἐσβάλλειν. τὸ μέγα πυρεῖον ἐνταῦθά ἐστιν, ὃ σέβονται Πέρσαι θεῶν μάλιστα. οὗ δὴ τὸ πῦρ ἄσβεστον φυλάσσοντες μάγοι τά τε ἄλλα ἐς τὸ ἀκριβὲς ἐξοσιοῦνται καὶ μαντείῳ ἐς τῶν πραγμάτων τὰ μέγιστα χρῶνται. τοῦτό ἐστι τὸ πῦρ, ὅπερ Ἑστίαν ἐκάλουν τε καὶ ἐσέβοντο [3] ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι. ἐνταῦθα σταλείς τις ἐκ Βυζαντίου παρὰ Χοσρόην ἀπήγγελλε Κωνσταντιανόν τε καὶ Σέργιον πρέσβεις ἐς αὐτὸν ἐπὶ τῇ ξυμβάσει [4] αὐτίκα δὴ μάλα ἀφίξεσθαι. ἤστην δὲ τὼ ἄνδρε τούτω ῥήτορέ τε ἄμφω καὶ ξυνετὼ ἐς τὰ μάλιστα, Κωνσταντιανὸς μὲν Ἰλλυριὸς γένος, Σέργιος δὲ ἐξ Ἐδέσσης πόλεως, ἣ ἐν Μεσοποταμίᾳ τυγχάνει οὖσα.
[5] οὓς δὴ ὁ Χοσρόης προσδεχόμενος ἡσυχῆ ἔμενεν. ἐν δὲ τῇ πορείᾳ ταύτῃ Κωνσταντιανοῦ νοσήσαντος καὶ χρόνου τριβέντος συχνοῦ τὸν λοιμὸν ἐπισκῆψαι Πέρσαις [6] ξυνέπεσε. διὸ δὴ Ναβέδης τηνικαῦτα ἐν Περσαρμενίοις τὴν στρατηγίδα ἔχων ἀρχὴν τὸν ἐν Δούβιος τῶν Χριστιανῶν ἱερέα βασιλέως ἐπαγγείλαντος παρὰ Βαλεριανὸν τὸν ἐν Ἀρμενίοις στρατηγὸν ἔπεμψεν, αἰτιασόμενόν τε τὴν τῶν πρέσβεων βραδυτῆτα καὶ Ῥωμαίους ἐς τὴν εἰρήνην ὁρμήσοντα προθυμίᾳ τῇ [7] πάσῃ. καὶ ὃς ξὺν τῷ ἀδελφῷ ἐς Ἀρμενίους ἥκων, τῷ τε Βαλεριανῷ ἐντυχὼν, αὐτός τε Ῥωμαίοις ἅτε Χριστιανὸς ἰσχυρίζετο εὐνοϊκῶς ἔχειν καί οἱ βασιλέα Χοσρόην πείθεσθαι ἀεὶ ἐς βουλὴν πᾶσαν· ὥστε ἢν Ῥωμαίων οἱ πρέσβεις ἐς τὰ Περσῶν ἤθη ξὺν αὐτῷ ἔλθωσιν, οὐκ ἄν τι αὐτοῖς ἐμπόδισμα εἴη τοῦ τὴν εἰρήνην [8] ὅπη βούλονται διαθήσεσθαι. ὁ μὲν οὖν ἱερεὺς τοσαῦτα εἶπεν· ὁ δὲ τοῦ ἱερέως ἀδελφὸς Βαλεριανῷ ἐντυχὼν λάθρα Χοσρόην ἐν μεγάλοις εἶναι κακοῖς ἔφασκε· τόν τε γάρ οἱ παῖδα τυραννίδι ἐπιθέμενον ἐπαναστῆναι καὶ αὐτὸν ὁμοῦ ξὺν παντὶ τῷ Περσῶν στρατῷ τῇ νόσῳ ἁλῶναι· διὸ δὴ καὶ Ῥωμαίοις τανῦν [9] ἐς τὴν ξύμβασιν ἐθέλειν ἰέναι. ταῦτα ἐπεὶ Βαλεριανὸς ἤκουσε, τὸν μὲν ἐπίσκοπον εὐθὺς ἀπεπέμψατο, τοὺς πρέσβεις οὐκ εἰς μακρὰν ὑποσχόμενος παρὰ Χοσρόην ἀφίξεσθαι, αὐτὸς δὲ τοὺς λόγους ἐς βασιλέα Ἰουστινιανὸν, [10] οὕσπερ ἠκηκόει, ἀνήνεγκεν. οἷς δὴ ὁ βασιλεὺς αὐτίκα ἠγμένος αὐτῷ τε καὶ Μαρτίνῳ καὶ τοῖς ἄλλοις ἄρχουσιν ὅτι τάχιστα ἐσβάλλειν εἰς τὴν πολεμίαν ἐπέστελλεν. εὖ γὰρ οἶδεν ὡς αὐτοῖς τῶν πολεμίων [11] οὐδεὶς ἐμποδὼν στήσεται. ἐκέλευε δὲ ξυλλεγέντας ἐς ταὐτὸ ἅπαντας οὕτω τὴν ἐσβολὴν ἐπὶ Περσαρμενίους ποιήσασθαι. ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες τὰ γράμματα εἶδον, ἅπαντες ὁμοῦ τοῖς ἑπομένοις ξυνέρρεον ἐς τὰ ἐπὶ Ἀρμενίας χωρία.
[12] Ἤδη δὲ ὁ Χοσρόης ὀλίγῳ πρότερον τὸ Ἀδαρβιγάνων δέει τῷ ἐκ τῆς νόσου ἀπολιπὼν ἐς τὴν Ἀσσυρίαν παντὶ τῷ στρατῷ ἀπιὼν ᾤχετο, ἔνθα δὴ οὔπω ἐνδεδημήκει τὸ τοῦ λοιμοῦ πάθος. Βαλεριανὸς μὲν οὖν Θεοδοσιουπόλεως ἄγχιστα ἐστρατοπεδεύσατο ξὺν τοῖς ἀμφ' αὐτὸν καταλόγοις, καί οἱ Ναρσῆς ξυνετάττετο Ἀρμενίους τε καὶ Ἐρούλων τινὰς ξὺν αὑτῷ ἔχων.
[13] Μαρτῖνος δὲ ὁ τῆς ἕω στρατηγὸς ξύν τε Ἰλδίγερι καὶ Θεοκτίστῳ ἐς Κιθαρίζων τὸ φρούριον ἀφικόμενος ἐνταῦθά τε πηξάμενος τὸ στρατόπεδον αὐτοῦ ἔμεινε· διέχει δὲ Θεοδοσιουπόλεως ὁδῷ τεττάρων ἡμερῶν τὸ φρούριον τοῦτο· ἵνα καὶ Πέτρος οὐκ εἰς μακρὰν ξύν [14] τε Ἀδολίῳ καὶ ἄλλοις τισὶν ἄρχουσιν ἦλθεν. ἡγεῖτο δὲ τῶν ταύτῃ καταλόγων Ἰσαάκης ὁ Ναρσοῦ ἀδελφός. Φιλημοὺθ δὲ καὶ Βῆρος ξὺν Ἐρούλοις τοῖς σφίσιν ἑπομένοις ἐς τὰ ἐπὶ Χορζιανηνῆς χωρία ἦλθον, τοῦ [15] Μαρτίνου στρατοπέδου οὐ πολλῷ ἄποθεν. Ἰοῦστός τε ὁ βασιλέως ἀνεψιὸς καὶ Περάνιος καὶ Ἰωάννης ὁ Νικήτου παῖς ξύν τε Δομνεντιόλῳ καὶ Ἰωάννῃ τῷ Φαγᾷ τὴν ἐπίκλησιν ἐστρατοπεδεύσαντο πρὸς τῷ Φισῶν καλουμένῳ φρουρίῳ, ὅπερ ἄγχιστά πη τῶν [16] Μαρτυροπόλεως ὁρίων ἐστίν. οὕτω μὲν οὖν ἐστρατοπεδεύσαντο οἱ Ῥωμαίων ἄρχοντες ξὺν τοῖς ἑπομένοις, [17] ξυνῄει δὲ ὁ στρατὸς ἅπας ἐς τρισμυρίους. οὗτοι ἅπαντες οὔτε ἐς ταὐτὸ ξυνελέγησαν οὐ μὴν οὔτε ἀλλήλοις ἐς λόγους ἦλθον. πέμποντες δὲ παρ' ἀλλήλους οἱ στρατηγοὶ τῶν σφίσιν ἑπομένων τινὰς ὑπὲρ τῆς [18] ἐσβολῆς ἐπυνθάνοντο. ἄφνω δὲ Πέτρος, οὐδενὶ κοινολογησάμενος, ξὺν τοῖς ἀμφ' αὐτὸν ἀνεπισκέπτως ἐς τὴν πολεμίαν ἐσέβαλλεν. ὅπερ ἡμέρᾳ τῇ ἐπιγινομένῃ γνόντες Φιλημούθ τε καὶ Βῆρος, οἱ τῶν Ἐρούλων [19] ἡγούμενοι, εὐθὺς εἵποντο. ἐπεί τε ταῦτα οἵ τε ἀμφὶ Μαρτῖνον καὶ Βαλεριανὸν ἔμαθον, τῇ ἐσβολῇ κατὰ [20] τάχος ἐχρῶντο. ἅπαντες δὲ ἀλλήλοις ὀλίγῳ ὕστερον ἀνεμίγνυντο ἐν τῇ πολεμίᾳ, πλὴν Ἰούστου τε καὶ τῶν ξὺν αὐτῷ, οἳ δὴ μακράν τε ἄποθεν, ὥσπερ ἐρρήθη, ἐστρατοπεδευμένοι τοῦ ἄλλου στρατοῦ, καὶ χρόνῳ ὕστερον τὴν ἐκείνων ἐσβολὴν γνόντες, καὶ αὐτοὶ μὲν ἐσέβαλλον ὡς τάχιστα ἐς τὴν κατ' αὐτοὺς πολεμίαν, [21] ἀναμίγνυσθαι δὲ τοῖς ξυνάρχουσιν οὐδαμῆ ἔσχον. οἱ μέντοι ἄλλοι ξύμπαντες ἐπορεύοντο εὐθὺ Δούβιος, οὔτε ληιζόμενοι οὔτε τι ἄλλο ἄχαρι πράσσοντες ἐς τὴν Περσῶν χώραν.
[25]
[1] Ἔστι δὲ τὸ Δούβιος χώρα τις τά τε ἄλλα ἀγαθὴ καὶ ἀέρων τε καὶ ὑδάτων εὐεξίαν τινὰ διαρκῶς ἔχουσα, Θεοδοσιουπόλεως δὲ ὁδῷ ἡμερῶν ὀκτὼ διέχει.
[2] καὶ πεδία μὲν ἐνταῦθα ἱππήλατά ἐστι, κῶμαι δὲ πολλαὶ πολυανθρωπότατοι ᾤκηνται ἀγχοτάτω ἀλλήλαις καὶ πολλοὶ ἔμποροι κατ' ἐργασίαν ἐν ταύταις οἰκοῦσιν.
[3] ἔκ τε γὰρ Ἰνδῶν καὶ τῶν πλησιοχώρων Ἰβήρων πάντων τε ὡς εἰπεῖν τῶν ἐν Πέρσαις ἐθνῶν καὶ Ῥωμαίων τινῶν τὰ φορτία ἐσκομιζόμενοι ἐνταῦθα ἀλλήλοις ξυμβάλλουσι.
[4] τόν τε τῶν Χριστιανῶν ἱερέα Καθολικὸν καλοῦσι τῇ Ἑλλήνων φωνῇ, ὅτι δὴ ἐφέστηκεν εἷς ὢν [5] ἅπασι τοῖς ταύτῃ χωρίοις. Δούβιος δὲ ἄποθεν ὅσον εἴκοσι καὶ ἑκατὸν σταδίων ἐν δεξιᾷ ἰόντι ἐκ Ῥωμαίων τῆς γῆς ὄρος ἐστὶ δύσβατόν τε καὶ ἄλλως κρημνῶδες, καὶ κώμη τις ἐν δυσχωρίᾳ στενοτάτη κειμένη, Ἀγγλὼν [6] ὄνομα. οὗ δὴ ὁ Ναβέδης, ἐπειδὴ τάχιστα τῶν πολεμίων τὴν ἔφοδον ἔγνω, παντὶ τῷ στρατῷ ἀποχωρήσας [7] χωρίου τε ἰσχύϊ θαρσήσας καθεῖρξεν αὑτόν. καὶ ἡ μὲν κώμη ἐς τοῦ ὄρους τὰ ἔσχατα κεῖται, φρούριον δὲ ἐχυρὸν τῇ κώμῃ ταύτῃ ὁμώνυμον ἐν τῷ κρημνώδει [8] ἐστίν. ὁ γοῦν Ναβέδης λίθοις μὲν καὶ ἁμάξαις τὰς ἐπὶ τὴν κώμην ἀποφράξας εἰσόδους δυσπρόσοδον ἔτι [9] μᾶλλον εἰργάσατο ταύτην. ἐπίπροσθε δὲ τάφρον τινὰ ὀρύξας ἐνταῦθα τὸ στράτευμα ἔστησε, προλοχίσας οἰκίσκους τινὰς παλαιοὺς ἐνέδραις πεζῶν. ἐς τετρακισχιλίους δὲ ἄνδρας ἅπαν ξυνῄει τὸ Περσῶν στράτευμα.
[10] Ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς χῶρον ἡμέρας ὁδῷ Ἀγγλῶν διέχοντα, τῶν τινα πολεμίων ἐπὶ κατασκοπῇ ἰόντα λαβόντες ἐπυνθάνοντο ὅπη ποτὲ τανῦν ὁ Ναβέδης εἴη. καὶ ὃς ἀνακεχωρηκέναι τὸν ἄνδρα ἐξ Ἀγγλῶν παντὶ τῷ Μήδων [11] στρατῷ ἔφασκεν. ὃ δὴ ὁ Ναρσῆς ἀκούσας δεινὰ ἐποιεῖτο, καὶ τοῖς ξυνάρχουσι τὴν μέλλησιν ὀνειδίζων [12] ἐλοιδορεῖτο. ταὐτὸ δὲ τοῦτο καὶ ἄλλοι ἐποίουν, ἐς ἀλλήλους ὑβρίζοντες, καὶ τὸ λοιπὸν μάχης τε καὶ κινδύνου ἀφροντιστήσαντες ληίζεσθαι τὰ ἐκείνῃ χωρία [13] ἐν σπουδῇ ἐποιοῦντο. ἄραντες τοίνυν ἀστρατήγητοί τε καὶ ἄτακτοι κόσμῳ οὐδενὶ ἐπίπροσθεν ᾔεσαν, οὔτε τι ἔχοντες σύμβολον ἐν σφίσιν αὐτοῖς, ᾗπερ ἐν τοῖς τοιούτοις ἀγῶσιν εἴθισται, οὔτε πη διακεκριμένοι ἐν [14] τάξει. τοῖς γὰρ σκευοφόροις οἱ στρατιῶται ἀναμιγνύμενοι ἐπορεύοντο ὡς ἐπὶ ἁρπαγὴν ἑτοιμοτάτην ἰόντες [15] χρημάτων μεγάλων. ἐπεὶ δὲ Ἀγγλῶν ἀγχοῦ ἐγένοντο, πέμπουσι κατασκόπους, οἳ δὴ αὐτοῖς ἐπανιόντες ἀπήγγελλον [16] τὴν τῶν πολεμίων παράταξιν. οἱ δὲ στρατηγοὶ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες ἀναστρέφειν μὲν ξὺν στρατῷ τοσούτῳ τὸ πλῆθος αἰσχρόν τε καὶ ἄνανδρον ὅλως ᾤοντο εἶναι, τάξαντες δὲ ὡς ἐκ τῶν παρόντων εἰς τὰ τρία τέλη τὸ στράτευμα εὐθὺ τῶν πολεμίων [17] ἐχώρουν. Πέτρος μὲν οὖν κέρας τὸ δεξιὸν εἶχε, Βαλεριανὸς δὲ τὸ εὐώνυμον, εἰς δὲ τὸ μέσον οἱ ἀμφὶ Μαρτῖνον ἐτάσσοντο. γενόμενοι δὲ ἄγχιστά πη τῶν ἐναντίων ἡσύχαζον, τὴν τάξιν σὺν ἀκοσμίᾳ φυλάσσοντες.
[18] αἴτιον δὲ ἦν ἥ τε δυσχωρία κρημνώδης ὑπερφυῶς οὖσα καὶ τὸ ἐξ ὑπογύου διαταχθέντας ἐς τὴν μάχην [19] καθίστασθαι. ἔτι μέντοι καὶ οἱ βάρβαροι σφᾶς αὐτοὺς ἐς ὀλίγον ξυναγαγόντες ἡσυχῆ ἔμενον, περισκοπούμενοι τῶν ἐναντίων τὴν δύναμιν, προειρημένον αὐτοῖς πρὸς Ναβέδου χειρῶν μὲν ὡς ἥκιστα ἄρχειν, ἢν δέ πη ἐπισκήψωσιν οἱ πολέμιοι, κατὰ τὸ δυνατὸν σφίσιν ἀμύνασθαι.
[20] Πρῶτος δὲ Ναρσῆς ξύν τε τοῖς Ἐρούλοις καὶ Ῥωμαίων τοῖς ἑπομένοις ἐς χεῖρας τοῖς πολεμίοις ἦλθεν, ὠθισμοῦ τε γενομένου ἐτρέψατο τοὺς κατ' αὐτὸν Πέρσας.
[21] φεύγοντές τε οἱ βάρβαροι ἐς τὸ φρούριον ἀνέβαινον δρόμῳ, ἔνθα δὴ ἀλλήλους ἔργα ἀνήκεστα ἐν [22] τῇ στενοχωρίᾳ εἰργάζοντο. καὶ τότε Ναρσῆς τε αὐτὸς τοῖς ἀμφ' αὐτὸν ἐγκελευσάμενος πολλῷ ἔτι μᾶλλον τοῖς πολεμίοις ἐνέκειτο καὶ Ῥωμαίων οἱ λοιποὶ ἔργου [23] εἴχοντο. ἐξελθόντες δὲ ἐκ τοῦ αἰφνιδίου ἐκ τῶν κατὰ τοὺς στενωποὺς οἰκίσκων οἱ προλοχίζοντες, ὥσπερ ἐρρήθη, τῶν τε Ἐρούλων τινὰς κτείνουσιν, ἀπροσδόκητοι ἐπιπεσόντες, καὶ Ναρσῆν κατὰ κόρρης αὐτὸν παίουσι.
[24] καὶ αὐτὸν Ἰσαάκης ὁ ἀδελφὸς καιρίαν τυπέντα ὑπεξήγαγε τῶν μαχομένων. ὃς δὴ ὀλίγῳ ὕστερον ἐτελεύτησεν, ἀνὴρ ἀγαθὸς ἐν τῷ πόνῳ τούτῳ γενόμενος.
[25] ταραχῆς δὲ, ὡς τὸ εἰκὸς, ἐνθένδε πολλῆς ἐς τὸν Ῥωμαίων στρατὸν ἐμπεσούσης, ἅπαν ὁ Ναβέδης ἐπαφῆκε [26] τοῖς ἐναντίοις τὸ Περσῶν στράτευμα. οἱ δὲ βάλλοντες ἐν τοῖς στενωποῖς ἐς πολεμίων πάμπολυ πλῆθος πολλούς τε ἄλλους εὐπετῶς ἔκτεινον καὶ διαφερόντως Ἐρούλους, οἳ ξὺν τῷ Ναρσῇ τὰ πρῶτα τοῖς ἐναντίοις ἐπιπεσόντες ἀφύλακτοι ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμάχοντο.
[27] οὔτε γὰρ κράνος οὔτε θώρακα οὔτε ἄλλο τι φυλακτήριον Ἔρουλοι ἔχουσιν, ὅτι μὴ ἀσπίδα καὶ τριβώνιον ἁδρὸν, ὃ δὴ διεζωσμένοι ἐς τὸν ἀγῶνα καθίστανται.
[28] δοῦλοι μέντοι Ἔρουλοι καὶ ἀσπίδος χωρὶς ἐς μάχην χωροῦσιν, ἐπειδὰν δὲ ἄνδρες ἐν πολέμῳ ἀγαθοὶ γένωνται, οὕτω δὴ ἀσπίδας αὐτοῖς ἐφιᾶσιν οἱ δεσπόται προβάλλεσθαι ἐν ταῖς ξυμβολαῖς. τὰ μὲν τῶν Ἐρούλων ταύτῃ πη ἔχει.
[29] Ῥωμαῖοι δὲ οὐκ ἐνεγκόντες τοὺς πολεμίους ἀνὰ κράτος ἅπαντες ἔφευγον, οὔτε ἀλκῆς μεμνημένοι οὔτε [30] τινὰ αἰδῶ ἢ ἄλλο τι ἐν νῷ ἀγαθὸν ἔχοντες. Πέρσαι δὲ αὐτοὺς ὑποπτεύοντες οὐκ ἐς φυγὴν ἀναίσχυντον οὕτω τετράφθαι, ἄλλ' ἐνέδραις τισὶν ἐς αὐτοὺς χρῆσθαι, ἄχρι ἐς τὰς δυσχωρίας διώξαντες εἶτα ἀνέστρεφον, οὐ τολμῶντες ἐν τῷ ὁμαλεῖ ὀλίγοι πρὸς πολλοὺς [31] διαμάχεσθαι. Ῥωμαῖοι μέντοι, καὶ διαφερόντως οἱ στρατηγοὶ πάντες, δίωξιν ἐπὶ σφᾶς ἀεὶ ποιεῖσθαι τοὺς πολεμίους οἰόμενοι ἔφευγον ἔτι μᾶλλον, οὐδένα ἀνιέντες καιρὸν, θέουσι μὲν τοῖς ἵπποις ἐγκελευόμενοι μάστιγι καὶ κραυγῇ, τοὺς δὲ θώρακας καὶ τὰ ἄλλα ὅπλα [32] ῥιπτοῦντες σπουδῇ τε καὶ θορύβῳ ἐς ἔδαφος. οὐ γὰρ ἀντιτάξασθαι καταλαμβάνουσιν αὐτοὺς ἐθάρσουν Πέρσαις, ἀλλ' ἐν μόνοις τοῖς τῶν ἵππων ποσὶ τὰς τῆς σωτηρίας ἐλπίδας εἶχον καὶ, τὸ ξύμπαν εἰπεῖν, τοιαύτη γέγονεν ἡ φυγὴ ὥστε τῶν ἵππων σχεδόν τι αὐτοῖς οὐδεὶς διεβίω, ἀλλ' ἡνίκα τοῦ δρόμου ἐπαύσαντο, [33] πεσόντες εὐθὺς διεφθάρησαν. καὶ πάθος τοῦτο μέγα Ῥωμαίοις οἷον οὔποτε πρότερον γέγονε. πολλοί τε γὰρ αὐτῶν ἔθανον καὶ πλείους ἔτι ὑπὸ τοῖς πολεμίοις [34] ἐγένοντο. ὅπλα τε αὐτῶν οἱ πολέμιοι καὶ ὑποζύγια ἔλαβον τοσαῦτα τὸ πλῆθος, ὥστε πλουσιώτερα δοκεῖν ἐκ τούτου γενέσθαι τοῦ ἔργου τὰ Περσῶν πράγματα.
[35] Ἀδόλιος δὲ διὰ φρουρίου ἐν ταύτῃ δὴ τῇ ὑπαγωγῇ παριὼν ἐν Περσαρμενίοις κειμένου λίθῳ τε τὴν κεφαλὴν πρός του τῶν ταύτῃ ᾠκημένων πληγεὶς αὐτοῦ διεφθάρη, οἵ τε ἀμφὶ τὸν Ἰοῦστον καὶ Περάνιον ἐσβαλόντες ἐς τὰ ἐπὶ Ταραύνων χωρία καὶ ὀλίγα ἄττα ληισάμενοι εὐθὺς ἐπανῆλθον.
[26]
[1] Τῷ δὲ ἐπιγινομένῳ ἔτει Χοσρόης ὁ Καβάδου τὸ τέταρτον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλεν, ἐπὶ τὴν [2] Μεσοποταμίαν τὸ στράτευμα ἄγων. αὕτη δὲ ἡ ἐσβολὴ τῷ Χοσρόῃ τούτῳ οὐ πρὸς Ἰουστινιανὸν τὸν Ῥωμαίων βασιλέα πεποίηται, οὐ μὴν οὐδὲ ἐπ' ἄλλων ἀνθρώπων οὐδένα, ὅτι μὴ ἐπὶ τὸν θεὸν ὅνπερ Χριστιανοὶ σέβονται [3] μόνον. ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ ἐφόδῳ Ἐδέσσης ἀποτυχὼν ἀνεχώρησε, πολλή τις ἐγεγόνει αὐτῷ τε καὶ μάγοις, ἅτε πρὸς τοῦ τῶν Χριστιανῶν θεοῦ ἡσσημένοις, [4] κατήφεια. ἣν δὴ παρηγορῶν ὁ Χοσρόης ἐν τοῖς βασιλείοις Ἐδεσσηνοὺς μὲν ἀνδραποδιεῖν ἠπείλησεν ἅπαντας ἐς τὰ Περσῶν ἤθη, τὴν δὲ πόλιν μηλόβοτον [5] καταστήσεσθαι. παντὶ γοῦν τῷ στρατῷ ἀγχοῦ Ἐδέσσης γενόμενος Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπὶ τὸν τῆς πόλεως περίβολον ἔπεμψεν, ὃς δὴ τοῦ ἱπποδρόμου καθύπερθέν ἐστιν, ἄλλο μὲν οὐδὲν κακουργήσοντας, πρόβατα δὲ ἁρπασομένους, ἅπερ οἱ ποιμένες πολλὰ ἐνταῦθά πη παρὰ τὸ τείχισμα στήσαντες ἔτυχον, χωρίου τε ἰσχύϊ θαρσοῦντες, ὅτι δὴ ἄναντες ὑπερφυῶς ἦν, καὶ οὔποτε τολμήσειν τοὺς πολεμίους οἰόμενοι [6] οὕτω πη ἄγχιστα τοῦ τείχους ἰέναι. οἱ μὲν οὖν βάρβαροι τῶν προβάτων ἥπτοντο ἤδη, οἱ δὲ ποιμένες [7] καρτερώτατα [ἀμυνόμενοι] διεκώλυον. Περσῶν τε τοῖς Οὔννοις ἐπιβεβοηθηκότων πολλῶν, ἀγέλην μὲν ἐνθένδε ἀφελέσθαι τινὰ οἱ βάρβαροι ἴσχυσαν, Ῥωμαίων δὲ στρατιωτῶν τε καὶ τῶν ἀπὸ τοῦ δήμου ἐπεξελθόντων τοῖς πολεμίοις ἡ μὲν μάχη ἐκ χειρὸς γέγονεν, ἡ δὲ ἀγέλη αὐτόματος ἐς τοὺς ποιμένας ἐπανῆκεν αὖθις.
[8] τῶν τέ τις Οὔννων πρὸ τῶν ἄλλων μαχόμενος μάλιστα [9] πάντων ἠνώχλει Ῥωμαίους. καί τις αὐτὸν ἀγροῖκος ἐς γόνυ τὸ δεξιὸν σφενδόνῃ ἐπιτυχὼν βάλλει, ὁ δὲ πρηνὴς ἀπὸ τοῦ ἵππου ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, ὃ [10] δὴ Ῥωμαίους ἔτι μᾶλλον ἐπέρρωσεν. ἥ τε μάχη πρωὶ ἀρξαμένη ἐτελεύτα ἐς μέσην ἡμέραν, ἐν ᾗ ἑκάτεροι τὸ [11] πλέον ἔχειν οἰόμενοι διελύθησαν. καὶ Ῥωμαῖοι μὲν ἐντὸς τοῦ περιβόλου ἐγένοντο, οἱ δὲ βάρβαροι ἀπὸ σταδίων τῆς πόλεως ἑπτὰ διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες.
[12] Τότε ὁ Χοσρόης εἴτε τινὰ ὄψιν ὀνείρου εἶδεν ἤ τις αὐτῷ ἔννοια γέγονεν, ὡς δὶς ἐγχειρήσας ἢν μὴ δυνατὸς εἴη Ἔδεσσαν ἐξελεῖν, πολλήν οἱ αἰσχύνην τινὰ [13] περιβαλέσθαι ξυμβήσεται. διὸ δὴ πολλῶν χρημάτων [14] ἀποδόσθαι τὴν ἀναχώρησιν Ἐδεσσηνοῖς ἔγνω. τῇ γοῦν ἐπιγινομένῃ ἡμέρᾳ Παῦλος ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων ἔφασκε Ῥωμαίους χρῆναι παρὰ Χοσρόην [15] σταλῆναι τῶν δοκίμων τινάς. οἱ δὲ κατὰ τάχος τέσσαρας ἀπολεξάμενοι τῶν ἐν σφίσιν αὐτοῖς ἐπιφανῶν [16] ἔπεμψαν. οἷς δὴ ἐς τὸ Μήδων ἀφικομένοις στρατόπεδον ἐντυχὼν γνώμῃ βασιλέως ὁ Ζαβεργάνης ἀπειλαῖς τε πολλαῖς δεδιξάμενος ἀνεπυνθάνετο αὐτῶν ὁπότερα σφίσιν αἱρετώτερα τυγχάνει ὄντα, πότερον τὰ ἐς τὴν [17] εἰρήνην, ἢ τὰ ἐς τὸν πόλεμον ἄγοντα. τῶν δὲ τὴν εἰρήνην ἑλέσθαι ἂν πρὸ τῶν κινδύνων ὁμολογούντων, Οὐκοῦν ἔφη ὁ Ζαβεργάνης ὠνεῖσθαι ὑμᾶς ταύτην [18] ἀνάγκη χρημάτων πολλῶν. οἵ τε πρέσβεις ἔφασαν τοσαῦτα δώσειν ὅσα παρέσχοντο πρότερον, ἡνίκα τὴν [19] Ἀντιόχειαν ἐξελὼν ἐπ' αὐτοὺς ἦλθε. καὶ ὁ Ζαβεργάνης αὐτοὺς ξὺν γέλωτι ἀπεπέμψατο, ἐφ' ᾧ ἐνδελεχέστατα βουλευσάμενοι ἀμφὶ τῇ σωτηρίᾳ οὕτω δὴ αὖθις [20] παρ' αὐτοὺς ἔλθωσιν. ὀλίγῳ τε ὕστερον μεταπεμψάμενος αὐτοὺς ὁ Χοσρόης, ἐπειδὴ παρ' αὐτὸν ἵκοντο, κατέλεξε μὲν ὅσα τε πρότερον καὶ ὅντινα τρόπον ἐξηνδραπόδισε Ῥωμαίων χωρία, ἠπείλησε δὲ τὰ δεινότερα Ἐδεσσηνοῖς πρὸς Περσῶν ἔσεσθαι, εἰ μὴ πάντα σφίσι τὰ χρήματα δοῖεν ὅσα τοῦ περιβόλου ἐντὸς ἔχουσιν· οὕτω γὰρ μόνως ἐνθένδε ἀπαλλαγήσεσθαι [21] τὸν στρατὸν ἔφασκε. ταῦτα οἱ πρέσβεις ἀκούσαντες ὡμολόγουν μὲν παρὰ Χοσρόου τὴν εἰρήνην ὠνήσεσθαι, ἤν γε σφίσι μὴ τὰ ἀδύνατα ἐπαγγείλειε· τοῦ δὲ κινδύνου τὸ πέρας οὐδενὶ τῶν πάντων ἔφασαν πρὸ τῆς [22] ἀγωνίας ἔνδηλον εἶναι. πόλεμον γὰρ τοῖς αὐτὸν διαφέρουσιν ἐπὶ τοῖς ὁμολογουμένοις οὐ μή ποτε εἶναι. τότε μὲν οὖν ξὺν ὀργῇ ὁ Χοσρόης τοὺς πρέσβεις ἐκέλευεν ὅτι τάχιστα ἀπαλλάσσεσθαι.
[23] Ἡμέρᾳ δὲ ἀπὸ τῆς προσεδρείας ὀγδόῃ λόφον ἐπαναστῆσαι χειροποίητον τῷ τῆς πόλεως περιβόλῳ βουλόμενος, ἐπεὶ τὰ δένδρα ἐκτεμὼν αὐτοῖς φύλλοις πολλὰ ἐκ χωρίων ἐγγύς πη ὄντων πρὸ τοῦ τείχους ἐν τετραγώνῳ ξυνέθηκεν, οὗ δὴ βέλος ἐκ τῆς πόλεως ἐξικνεῖσθαι ἀδύνατα ἦν, χοῦν τε πολύν τινα ἀτεχνῶς ὕπερθεν τῶν δένδρων ξυναμησάμενος μέγα τι χρῆμα λίθων ἐπέβαλλεν, οὐκ ἐχόντων εἰς οἰκοδομίαν ἐπιτηδείως, ἀλλ' εἰκῆ τμηθέντων, ἐκείνου μόνου ἐπιμελούμενος, ὅπως δὴ ὁ λόφος ὅτι τάχιστα ἐς ὕψος μέγα ἐπαίροιτο.
[24] καὶ ξύλα μακρὰ τοῦ τε χοῦ καὶ τῶν λίθων μεταξὺ ἐς ἀεὶ ἐμβαλλόμενος ἔνδεσμον ἐποιεῖτο τοῦ ἔργου, [25] ὅπως μὴ ὑψηλὸν γενόμενον ἀσθενὲς εἴη. Πέτρος δὲ ὁ Ῥωμαίων στρατηγὸς (ἐνταῦθα γὰρ ξὺν Μαρτίνῳ καὶ Περανίῳ ἐτύγχανεν ὢν) τοὺς ταῦτα ἐργαζομένους ἀναστέλλειν ἐθέλων Οὔννων τῶν οἱ ἑπομένων τινὰς [26] ἐπ' αὐτοὺς ἔπεμψεν. οἱ δὲ πολλοὺς ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀνεῖλον, καὶ πάντων μάλιστα τῶν τις δορυφόρων, [27] Ἀργὴκ ὄνομα. μόνος γὰρ ἑπτὰ καὶ εἴκοσιν ἔκτεινε. τῶν μέντοι βαρβάρων φυλακὴν ἀκριβῆ τὸ λοιπὸν ποιουμένων οὐκέτι ἐπεξιέναι τινὲς ἐπ' αὐτοὺς [28] ἔσχον. ἐπεὶ δὲ προϊόντες ἐντὸς βέλους οἱ τεχνῖται τοῦ ἔργου τούτου ἐγένοντο, καρτερώτατα ἤδη ἀμυνόμενοι ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι τάς τε σφενδόνας ἐπ' αὐτοὺς καὶ τὰ τόξα ἐνήργουν. διὸ δὴ οἱ βάρβαροι [29] ἐπενόουν τάδε. προκαλύμματα ἐκ τραγείων τριχῶν, ἃ δὴ καλοῦσι Κιλίκια, πάχους τε καὶ μήκους διαρκῶς ἔχοντα, ἀρτήσαντες ἐκ ξύλων μακρῶν ἐπίπροσθεν ἀεὶ τὴν ἄγεσταν ἐργαζομένων ἐτίθεντο (οὕτω γὰρ τὸ ποιούμενον τῇ Λατίνων φωνῇ ἐκάλουν Ῥωμαῖοι).
[30] ἐνταῦθα γὰρ οὔτε πυρφόροι οἰστοὶ οὔτε τὰ ἄλλα βέλη ἐξικνεῖσθαι εἶχον, ἀλλ' αὐτοῦ ἐπὶ τῶν [31] προκαλυμμάτων ἀποκρουόμενα ξύμπαντα ἔμενε. καὶ τότε Ῥωμαῖοι ἐς δέος μέγα ἐμπεπτωκότες τοὺς πρέσβεις παρὰ Χοσρόην σὺν θορύβῳ πολλῷ ἔπεμπον καὶ Στέφανον σὺν αὐτοῖς, ἔν γε τοῖς κατ' αὐτὸν ἰατροῖς λόγιον, ὃς δὴ Καβάδην τὸν Περόζου νοσοῦντά ποτε ἰασάμενος κύριος χρημάτων μεγάλων πρὸς αὐτοῦ [32] γέγονεν. ὃς δὴ, ἐπεὶ παρὰ Χοσρόην ξὺν τοῖς ἄλλοις ἐγένετο, ἔλεξεν ὧδε Βασιλέως τὴν φιλανθρωπίαν ἀγαθοῦ γνώρισμα πάντες ἐκ παλαιοῦ νενομίκασιν.
[33] οὐκοῦν, ὦ κράτιστε βασιλεῦ, φόνους σοι καὶ μάχας ἐργαζομένῳ καὶ πόλεων ἀνδραποδισμοὺς τῶν μὲν ἄλλων ἴσως ὀνομάτων παρέσται τυχεῖν, τὸ δὲ ἀγαθῷ [34] εἶναι δοκεῖν οὐ μήποτε ἔσται. καίτοι πασῶν γε ἥκιστα χρῆν τῇ Ἐδεσσηνῶν πόλει παρὰ σοῦ τι ξυμβῆναι [35] φλαῦρον. ἐντεῦθεν γὰρ ἔγωγε ὥρμημαι, ὅσπερ σε τῶν ἐσομένων οὐδὲν προειδὼς ἐξέθρεψά τε καὶ τῷ πατρὶ τῷ σῷ ξύμβουλος γεγονὼς, ἐφ' ᾧ σε τῆς ἀρχῆς διάδοχον καταστήσεται, σοὶ μὲν τῆς Περσῶν βασιλείας αἰτιώτατος γέγονα, τῇ δὲ πατρίδι τῶν παρόντων [36] κακῶν. οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ τῶν ἀτυχημάτων σφίσιν αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον τῶν ξυμβησομένων [37] προστρίβονται. ἀλλ' εἴ τίς σε τῆς τοιαύτης εὐεργεσίας εἰσέρχεται μνήμη, μηδὲν ἡμᾶς ἐργάσῃ περαιτέρω κακὸν, ταύτην διδούς μοι τὴν ἀμοιβὴν, ἐξ ἧς σοι, ὦ βασιλεῦ, τὸ μὴ δοκεῖν ὠμοτάτῳ εἶναι ξυμβήσεται.
[38] Στέφανος μὲν τοσαῦτα εἶπε. Χοσρόης δὲ οὐ πρότερον ἀπαλλαγήσεσθαι ὡμολόγει ἐνθένδε, εἰ μὴ Πέτρον τε καὶ Περάνιον αὐτῷ παραδοῖεν Ῥωμαῖοι, ὅτι δή οἱ, δοῦλοί γε ὄντες πατρῷοι, τετολμήκασιν ἀντιτάξασθαι.
[39] τοῦτο δὲ ἢν μὴ δρᾶν Ῥωμαίοις ἐν ἡδονῇ ἐστιν, ἀλλὰ δυοῖν αὐτοὺς ἐπάναγκες ἑλέσθαι τὸ ἕτερον ἢ πεντακόσια κεντηνάρια χρυσοῦ σφίσι διδόναι, ἢ δέξασθαι τῇ πόλει τῶν οἱ ἐπιτηδείων τινὰς, οἳ τὰ χρήματα διερευνησάμενοι ἅπαντα τὸν μὲν χρυσόν τε καὶ ἄργυρον, ὅσον δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, κομίζοντες ἐς αὐτὸν ἥξουσι, τἄλλα δὲ τοὺς κυρίους ἐάσουσιν ἔχειν.
[40] ταῦτα μὲν ὁ Χοσρόης ἀπέρριψεν, Ἔδεσσαν ἐξελεῖν πόνῳ οὐδενὶ ἐλπίδα ἔχων. οἱ δὲ πρέσβεις (ἅπαντα γὰρ σφίσιν ἀδύνατα ἔδοξεν εἶναι ὅσα ἐκεῖνος ἀπήγγελλε) διαπορούμενοί τε καὶ λίαν ἀσχάλλοντες ἐπὶ τὴν πόλιν [41] ἐβάδιζον. ἐπεί τε ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰ παρὰ Χοσρόου ἀπήγγελλον, θορύβου τε καὶ θρήνων ἡ πόλις ἔμπλεως ἐγένετο.
[42] Ἡ μὲν οὖν τοῦ λόφου κατασκευὴ ἐπί τε ὕψος ᾔρετο μέγα καὶ σπουδῇ πολλῇ ἐπίπροσθεν ᾔει. Ῥωμαῖοι δὲ οὐκ ἔχοντες ὅ τι καὶ δράσουσι πάλιν τοὺς [43] πρέσβεις παρὰ Χοσρόην ἀπέστελλον. οἵπερ ἐπειδὴ ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ ἐγένοντο, περί τε τῶν αὐτῶν δεησόμενοι ἔφασκον ἥκειν, λόγου μὲν οὐδ' ὁπωστιοῦν πρὸς Περσῶν ἔτυχον, ὕβρει δὲ καὶ θορύβῳ πολλῷ ἐνθένδε ἐξελαυνόμενοι ἐς τὴν πόλιν ἐχώρουν.
[44] τὰ μὲν οὖν πρῶτα Ῥωμαῖοι τὸ κατὰ τὸν λόφον τεῖχος ἑτέρᾳ ἐνεχείρουν οἰκοδομίᾳ τινὶ ὑπερβαλέσθαι· ὡς δὲ καὶ ταύτης τὸ Περσῶν ἔργον πολλῷ καθυπέρτερον ἐγίνετο ἤδη, τῆς μὲν οἰκοδομίας ἀπέστησαν, Μαρτῖνον δὲ πείθουσι τὰ ἀμφὶ τῇ ξυμβάσει τρόπῳ δὴ ὅτῳ βούλοιτο διοικήσασθαι. καὶ ὃς ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου γενόμενος τῶν τισιν ἐν Πέρσαις ἀρχόντων [45] ἐς λόγους ἦλθεν. οἱ δὲ τὸν Μαρτῖνον ἐξαπατῶντες εἰρηναῖα μὲν σφῶν τὸν βασιλέα βούλεσθαι ἔφασαν, αὐτὸν δὲ ὡς ἥκιστα οἷόν τε εἶναι τὸν Ῥωμαίων αὐτοκράτορα πείθειν τῆς πρὸς Χοσρόην φιλονεικίας ἀφέμενον [46] τὴν εἰρήνην ποτὲ πρὸς αὐτὸν θήσεσθαι· ἐπεὶ καὶ Βελισάριον, ὅνπερ τῇ τε δυνάμει καὶ τῷ ἀξιώματι πολὺ Μαρτίνου προὔχειν οὐδ' ἂν αὐτὸς ἀντείποι, πεῖσαι μὲν ἔναγχος τὸν Περσῶν βασιλέα, ὄντα δή που ἐν μέσοις Ῥωμαίοις, ἐνθένδε ἀπαλλάσσεσθαι ἐς τὰ Περσῶν ἤθη, ὑποσχόμενον πρέσβεις τε παρ' αὐτὸν οὐκ εἰς μακρὰν ἐκ Βυζαντίου ἀφίξεσθαι καὶ τὴν εἰρήνην ἐν τῷ βεβαίῳ κρατύνασθαι, πρᾶξαι δὲ τῶν ὡμολογημένων οὐδὲν, ἀδύνατον γεγονότα τὴν Ἰουστινιανοῦ βασιλέως βιάσασθαι γνώμην.
[27]
[1] Ἐν τούτῳ δὲ Ῥωμαῖοι ἐποίουν τοιάδε. διώρυχα ἐκ τῆς πόλεως ἔνερθεν τῶν πολεμίων τοῦ χώματος ἐργασάμενοι ἐκέλευον τοὺς ὀρύσσοντας μὴ μεθίεσθαι τοῦ ἔργου τούτου, ἕως ὑπὸ τὸν λόφον γένωνται μέσον. ταύτῃ γὰρ καῦσαι τὸ χῶμα τοῦτο διενοοῦντο.
[2] προϊούσης δὲ τῆς διώρυχος κατὰ τὸν λόφον μάλιστα μέσον πάταγός τις ἐς τῶν Περσῶν τοὺς ὕπερθεν [3] ἑστῶτας ἦλθεν. αἰσθόμενοί τε τοῦ ποιουμένου καὶ αὐτοὶ ἄνωθεν ἀρξάμενοι ἐφ' ἑκάτερα τοῦ μέσου ὤρυσσον, ὅπως λάβοιεν τοὺς ἐκείνῃ κακουργοῦντας [4] Ῥωμαίους. ὃ δὴ γνόντες Ῥωμαῖοι τούτου μὲν ἀπέσχοντο, χοῦν ἐπὶ τὸν κενωθέντα χῶρον ἐπιβαλόντες, ἐκ δὲ ἄκρου χώματος κάτωθεν, ὃ πρὸς τῷ τείχει ἐτύγχανεν ὂν, ξύλα τε καὶ λίθους καὶ χοῦν ἐκφορήσαντες καθάπερ οἰκίσκου σχῆμα εἰργάσαντο, πρέμνα τε δένδρων τῶν ῥᾷστα καιομένων ξηρὰ ἐνταῦθα ἐσέβαλλον, ἐλαίῳ τε καταβεβρεγμένα τῷ ἐκ κέδρου πεποιημένῳ καὶ θείῳ [5] τε καὶ ἀσφάλτῳ πολλῇ. καὶ οἱ μὲν ταῦτα ἐν παρασκευῇ εἶχον, οἱ δὲ Περσῶν ἄρχοντες πολλάκις ἐντυχόντες Μαρτίνῳ τοιαῦτα μὲν οἷά πέρ μοι εἴρηται διελέχθησαν, δόκησιν παρεχόμενοι ὡς τοὺς ἀμφὶ τῇ [6] εἰρήνῃ ἐνδέξονται λόγους. ἐπεὶ δὲ ὁ λόφος αὐτοῖς ἐτετέλεστο ἤδη, καὶ πλησιάζων μὲν τῷ περιβόλῳ τῆς πόλεως, ὕψει δὲ αὐτὸν πολλῷ ὑπεραίρων ἐπὶ μέγα ἐπῆρτο, Μαρτῖνον μὲν ἀπεπέμψαντο διαρρήδην ἀπειπόντες τὴν ξύμβασιν, ἔργου δὲ ἔχεσθαι τὸ λοιπὸν ἔμελλον.
[7] Διὸ δὴ Ῥωμαῖοι τῶν δένδρων τὰ πρέμνα εὐθὺς ἔκαυσαν, ἅπερ ἐς τοῦτο ἡτοίμαστο. τοῦ δὲ πυρὸς μοῖραν μὲν τοῦ χώματός τινα καύσαντος, οὔπω δὲ διὰ παντὸς ἐξικνεῖσθαι ἰσχύσαντος, τὰ ξύλα δεδαπανῆσθαι πάντα ἔτυχεν. ἀεὶ γὰρ ἐσέβαλον ἐς τὴν διώρυχα ξύλα [8] ἕτερα, οὐδένα ἀνιέντες καιρόν. ἤδη δὲ τοῦ πυρὸς ἅπαν ἐνεργοῦντος τὸ χῶμα, καπνός τις ὕπερθεν πανταχῆ τοῦ λόφου ἐφαίνετο νύκτωρ, Ῥωμαῖοί τε οὔπω ἐθέλοντες αἴσθησιν τοῦ ποιουμένου Πέρσαις παρέχειν [9] ἐπενόουν τάδε. ἀνθράκων τε καὶ πυρὸς ἀγγεῖα μικρὰ ἐμπλησάμενοι ταῦτά τε καὶ πυρφόρους οἰστοὺς τοῦ χώματος πανταχόσε συχνὰ ἔπεμπον· ἃ δὴ οἱ Πέρσαι, ὅσοι φυλακὴν ἐνταῦθα εἶχον, ξὺν πάσῃ σπουδῇ περιιόντες ἐσβέννυον καὶ ἀπ' αὐτοῦ φύεσθαι τὸν καπνὸν [10] ᾤοντο. προϊόντος δὲ τοῦ κακοῦ πλήθει μὲν πολλῷ ἐβοήθουν οἱ βάρβαροι, βάλλοντες δὲ αὐτοὺς ἀπὸ τοῦ [11] περιβόλου Ῥωμαῖοι πολλοὺς ἔκτειναν. οὗ δὴ καὶ Χοσρόης ἀμφὶ ἡλίου ἀνατολὰς ἦλθε, καί οἱ τὸ πλεῖστον τοῦ στρατοῦ εἵπετο, ἔς τε τὸν λόφον ἀναβὰς πρῶτος [12] ἔλαβε τοῦ κακοῦ αἴσθησιν. ἔνερθεν γὰρ ἀπεφήνατο τοῦ καπνοῦ τὸ αἴτιον εἶναι, οὐκ ἀφ' ὧν ἐσηκόντιζον οἱ πολέμιοι, βοηθεῖν τε κατὰ τάχος ἐκέλευε τὸ στράτευμα [13] ὅλον. καὶ Ῥωμαῖοι θαρσοῦντες ἐς αὐτοὺς ὕβριζον, τῶν δὲ βαρβάρων οἱ μέν τινες χοῦν, οἱ δὲ καὶ ὕδωρ ἐπιβάλλοντες ᾗ ὁ καπνὸς διεφαίνετο, περιέσεσθαι τοῦ δεινοῦ ἤλπιζον, ἀνύειν μέντοι οὐδὲν οὐδαμῆ [14] εἶχον. ᾗ τε γὰρ ὁ χοῦς ἐπιβληθείη, ταύτῃ μὲν ὁ καπνὸς, ὡς τὸ εἰκὸς, ἀνεστέλλετο, ἑτέρωθι δὲ οὐκ εἰς μακρὰν ἀνεδίδοτο, αὐτὸν τοῦ πυρὸς καὶ βιάζεσθαι τὴν ἔξοδον ὅπη δύναιτο ἀναγκάζοντος· τό τε ὕδωρ ᾗ μάλιστα ἐπισκήψειε, πολλῷ ἔτι μᾶλλον τήν τε ἄσφαλτον καὶ τὸ θεῖον ἐνεργεῖν ἴσχυεν ἐπί τε τὴν ἐν ποσὶν ὕλην ἀκμάζειν ἐποίει, καὶ τὸ πῦρ ἐπὶ τὰ πρόσω ἀεὶ ἐνῆγεν, ἐπεὶ τοῦ χώματος ἐντὸς οὐδαμῆ τοσοῦτον ἐξικνεῖσθαι τοῦ ὕδατος εἶχεν ὅσον τῷ ὑπερβάλλοντι [15] κατασβέσαι τὴν φλόγα οἷόν τε εἶναι. ὁ δὲ καπνὸς ἀμφὶ δείλην ὀψίαν τοσοῦτος ἐγίνετο ὥστε καὶ τοῖς Καρρηνοῖς καὶ ἄλλοις τισὶ πολλῷ ἐπέκεινα ᾠκημένοις [16] ἔνδηλος εἶναι. Περσῶν δὲ καὶ Ῥωμαίων πολλῶν ὕπερθεν ἀναβεβηκότων τοῦ χώματος, μάχης τε καὶ ὠθισμοῦ [17] ἐνταῦθα ξυστάντος, ἐνίκων Ῥωμαῖοι. τότε καὶ ἡ φλὸξ λαμπρῶς ἐκδοθεῖσα ὑπὲρ τὸ χῶμα ἐφαίνετο, Πέρσαι δὲ τοῦ μὲν ἔργου τούτου ἀπέσχοντο.
[18] Ἕκτῃ δὲ ἀπὸ ταύτης ἡμέρᾳ, ὄρθρου βαθέος, μοίρᾳ τινὶ τοῦ περιβόλου λάθρα ἐπέσκηψαν κλίμακας ἔχοντες, [19] οὗ δὴ τὸ φρούριον ἐπωνόμασται. τῶν δὲ φυλακὴν ἐνταῦθα ἐχόντων Ῥωμαίων πρᾷόν τινα καθευδόντων ὕπνον, ἅτε τῆς νυκτὸς πρὸς πέρας ἰούσης, ἡσυχῆ τὰς [20] κλίμακας τῷ τείχει ἐρείσαντες ἀνέβαινον ἤδη. τῶν δέ τις ἀγροίκων μόνος ἐγρηγορὼς ἐν Ῥωμαίοις ἅπασιν ἔτυχεν, ὃς δὴ ξὺν βοῇ τε καὶ θορύβῳ πολλῷ ἅπαντας ἤγειρε.
[21] καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Πέρσαι, ἔς τε τὸ στρατόπεδον ἀνεχώρησαν, αὐτοῦ λιπόντες τὰς κλίμακας, [22] ἅσπερ κατ' ἐξουσίαν Ῥωμαῖοι ἀνεῖλκον. Χοσρόης δὲ ἀμφὶ ἡμέραν μέσην πολλήν τινα τοῦ στρατοῦ μοῖραν ἐπὶ τὴν μεγάλην καλουμένην πύλην ὡς τειχομαχήσοντας [23] ἔπεμψεν. οἷς δὴ Ῥωμαῖοι ὑπαντιάσαντες οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ ἀγροῖκοι καὶ τοῦ δήμου τινὲς καὶ μάχῃ νικήσαντες παρὰ πολὺ τοὺς βαρβάρους [24] ἐτρέψαντο. ἔτι τε Περσῶν διωκομένων Παῦλος ἑρμηνεὺς παρὰ Χοσρόου ἥκων ἐς μέσους Ῥωμαίους ἀπήγγελλε Ῥεκινάριον ἐπὶ τῇ εἰρήνῃ ἐκ Βυζαντίου ἥκειν, οὕτω [25] τε ἀμφότεροι διελύθησαν. ἤδη δέ τισι πρότερον ἡμέραις ὁ Ῥεκινάριος ἐς τὸ τῶν βαρβάρων στρατόπεδον [26] ἀφῖκτο. ἀλλὰ τοῦτο ἐς Ῥωμαίους ὡς ἥκιστα ἐξήνεγκαν Πέρσαι, καραδοκοῦντες δηλονότι τὴν ἐς τὸ τεῖχος ἐπιβουλὴν, ὅπως, ἢν μὲν αὐτὸ ἐξελεῖν δύνωνται, μηδαμῆ ἐς τὰς σπονδὰς παρανομεῖν δόξωσιν, ἡσσηθέντες δὲ, ὅπερ ἐγένετο, τὰ ἐς τὴν ξύμβασιν, Ῥωμαίων προκαλουμένων [27] πρὸς αὐτὰς, θήσονται. ἐπεὶ δὲ Ῥεκινάριος ἐγένετο εἴσω πυλῶν, Πέρσαι μὲν ἠξίουν τοὺς τὴν εἰρήνην διοικησομένους παρὰ Χοσρόην αὐτίκα δὴ μάλα ἰέναι, Ῥωμαῖοι δὲ σταλήσεσθαι πρέσβεις ἡμέραις τρισὶν ὕστερον ἔφασαν· τανῦν γὰρ σφίσι κακῶς τοῦ σώματος Μαρτῖνον τὸν στρατηγὸν ἔχειν.
[28] Εἶναί τε ὑποτοπάζων οὐχ ὑγιᾶ τὸν λόγον Χοσρόης τὰ ἐς τὴν παράταξιν ἐξηρτύετο. καὶ τότε μὲν πλίνθων πάμπολύ τι χρῆμα ἐπὶ τὸ χῶμα ἐπέβαλε, δυοῖν δὲ ὕστερον ἡμέραιν παντὶ τῷ στρατῷ ὡς τειχομαχήσων [29] ἐπὶ τὸν τῆς πόλεως περίβολον ἦλθεν. ἔν τε πύλῃ ἑκάστῃ τῶν τινας ἀρχόντων καὶ μέρος τι τοῦ στρατεύματος καταστησάμενος ἅπαν τε τὸ τεῖχος ταύτῃ περιβαλὼν [30] κλίμακάς τε αὐτῷ καὶ μηχανὰς προσῆγεν. ὄπισθεν δὲ τοὺς Σαρακηνοὺς ἅπαντας ξὺν τῶν Περσῶν τισιν ἔταξεν, οὐκ ἐφ' ᾧ τῷ περιβόλῳ προσβάλωσιν, ἀλλ' ὅπως ἁλισκομένης τῆς πόλεως αὐτοὶ τοὺς φεύγοντας [31] σαγηνεύσαντες λάβωσι. τοιαύτῃ μὲν γνώμῃ τὸ στράτευμα ὁ Χοσρόης οὕτω διέταξε. τῆς δὲ μάχης πρωὶ ἀρξαμένης κατ' ἀρχὰς μὲν τὰ Περσῶν καθυπέρτερα [32] ἦν. πολλοὶ γὰρ πρὸς λίαν ὀλίγους ἐμάχοντο, ἐπεὶ τῶν Ῥωμαίων οἱ πλεῖστοι ἀνήκοοί τε τῶν ποιουμένων [33] καὶ ἀπαράσκευοι παντάπασιν ἦσαν. προϊούσης δὲ τῆς ξυμβολῆς θορύβων τε καὶ ταραχῆς ἔμπλεως ἡ πόλις ἐγίνετο, καὶ ξύμπαντες ἤδη αὐταῖς γυναιξὶ καὶ [34] παιδαρίοις ἐπὶ τὸ τεῖχος ἀνέβαινον. οἱ μὲν οὖν ἐν ἡλικίᾳ ξὺν τοῖς στρατιώταις καρτερώτατα τοὺς πολεμίους ἠμύνοντο, καὶ τῶν ἀγροίκων πολλοὶ ἐς τοὺς [35] βαρβάρους ἔργα θαυμαστὰ ἐπεδείκνυντο. παῖδες δὲ καὶ γυναῖκες ξὺν τοῖς γεγηρακόσι λίθους τε τοῖς μαχομένοις [36] ξυνέλεγον καὶ τἄλλα ὑπούργουν. τινὲς δὲ καὶ λέβητας ἐλαίου πολλοὺς ἐμπλησάμενοι πυρί τε αὐτοὺς πανταχῆ τοῦ τείχους ἐς διαρκῆ θερμήναντες χρόνον καὶ ζέον ὑπεράγαν τὸ ἔλαιον περιρραντηρίοις τισὶν ἐπιχέοντες ἔτι μᾶλλον τοὺς πολεμίους τοὺς τῷ περιβόλῳ [37] προσιόντας ἐλύπουν. ἤδη μὲν οὖν ἀπειπόντες οἱ Πέρσαι τὰ ὅπλα ἐρρίπτουν, τῷ τε βασιλεῖ ἐς ὄψιν ἐλθόντες πρὸς τὸν πόνον ἀντέχειν οὐκέτι ἔφασκον οἷοί [38] τε εἶναι. θυμῷ δὲ πολλῷ ὁ Χοσρόης ἐχόμενος καὶ ξὺν ἀπειλῇ ἐγκελευόμενος ἅπασιν ἐπὶ τοὺς πολεμίους [39] ἐνῆγεν. οἱ δὲ κραυγῇ καὶ θορύβῳ πολλῷ τούς τε πύργους καὶ τὰς ἄλλας μηχανὰς τῷ τείχει προσῆγον καὶ τὰς κλίμακας ἐπετίθεντο, ὡς τὴν πόλιν αὐτοβοεὶ [40] ἐξαιρήσοντες. τῶν δὲ Ῥωμαίων συχνά τε βαλλόντων καὶ παντὶ σθένει ἀμυνομένων, τρέπονται μὲν κατὰ κράτος οἱ βάρβαροι, ἀναχωροῦντα δὲ τὸν Χοσρόην ἐτώθαζον Ῥωμαῖοι, ἐς τειχομαχίαν παρακαλοῦντες.
[41] μόνος δὲ Ἀζαρέθης ἀμφὶ πύλας τὰς Σοΐνας καλουμένας ξὺν τοῖς ἑπομένοις ἐμάχετο, οὗ δὴ Τριπυργίαν [42] καλοῦσι τὸν χῶρον. τῶν δὲ ταύτῃ Ῥωμαίων οὐκ ὄντων σφίσιν ἀξιομάχων, ἀλλὰ καὶ πρὸς τὰς προσβολὰς ἀπειπόντων, ἤδη τὸ ἐκτὸς τεῖχος, ὃ δὴ καλοῦσι προτείχισμα, πολλαχῆ διελόντες οἱ βάρβαροι ἰσχυρότατα τοῖς ἐκ τοῦ μεγάλου περιβόλου ἀμυνομένοις ἐνέκειντο, ἕως αὐτοῖς Περάνιος ξύν τε στρατιώταις πολλοῖς καὶ τῶν Ἐδεσσηνῶν τισιν ἐπεξῆλθε μάχῃ τε νικήσας ἐξήλασε.
[43] καὶ ἡ τειχομαχία πρωὶ ἀρξαμένη ἐτελεύτα εἰς δείλην ὀψίαν, ἀμφότεροί τε τὴν νύκτα ἐκείνην ἡσυχῆ ἔμενον, Πέρσαι μὲν περί τε τοῖς χαρακώμασι δεδιότες καὶ σφίσιν αὐτοῖς, Ῥωμαῖοι δὲ λίθους τε ξυλλέγοντες ἐς τὰς ἐπάλξεις καὶ τἄλλα ἐν παρασκευῇ τῇ πάσῃ ποιούμενοι, ὡς τῇ ὑστεραίᾳ μαχούμενοι τοῖς πολεμίοις [44] ἐπὶ τὸ τεῖχος προσβαλοῦσιν. ἡμέρᾳ μὲν οὖν τῇ ἐπιγινομένῃ τῶν βαρβάρων οὐδεὶς ἐπὶ τὸν περίβολον ἦλθε, τῇ δὲ μετ' ἐκείνην μοῖρα μὲν τοῦ στρατοῦ Χοσρόου ἐγκελευομένου ταῖς Βαρλαοῦ καλουμέναις πύλαις ἐπέσκηψεν, ὑπαντιασάντων δὲ Ῥωμαίων αὐτοῖς ἡσσήθησάν τε παρὰ πολὺ τῇ μάχῃ καὶ δι' ὀλίγου ἐς τὸ στρατόπεδον [45] ἀνεχώρησαν. καὶ τότε Παῦλος ὁ Περσῶν ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων Μαρτῖνον ἐκάλει, ἐφ' ᾧ τὰ [46] ἐς τὴν ξύμβασιν διοικήσηται. οὕτω τε Μαρτίνου τοῖς Περσῶν ἄρχουσιν ἐς λόγους ἐλθόντος ξυνέβησαν, καὶ πέντε κεντηνάρια πρὸς τῶν Ἐδεσσηνῶν ὁ Χοσρόης λαβὼν ἐν γράμμασιν αὐτοῖς τὴν ὁμολογίαν ἀπέλιπε τοῦ μηδὲν Ῥωμαίοις περαιτέρω λυμήνασθαι, τά τε χαρακώματα πάντα ἐμπρήσας ἐπ' οἴκου ἀνεχώρησε παντὶ τῷ στρατῷ.
[28]
[1] Ὑπὸ τὸν χρόνον τοῦτον Ῥωμαίων τετελευτήκασι στρατηγοὶ δύο, Ἰοῦστός τε ὁ βασιλέως ἀνεψιὸς καὶ Περάνιος ὁ Ἴβηρ, Ἰοῦστος μὲν νόσῳ διαφθαρεὶς, Περανίῳ δὲ συνέβη ἐν κυνηγεσίῳ τοῦ ἵππου ἐκπεπτωκότι [2] διαρραγῆναι. διὸ δὴ ἀντ' αὐτῶν βασιλεὺς ἑτέρους καταστησάμενος ἔπεμψε Μάρκελλόν τε, τὸν ἀδελφιδοῦν τὸν αὑτοῦ ἄρτι γενειάσκοντα, καὶ Κωνσταντιανὸν, ὃς δὴ ὀλίγῳ πρότερον ἅμα Σεργίῳ παρὰ Χοσρόην πρεσβεύων [3] ἐστάλη. ἔπειτα δὲ Ἰουστινιανὸς βασιλεὺς πρέσβεις παρὰ Χοσρόην ἐπὶ τῇ ξυμβάσει Κωνσταντιανόν τε καὶ [4] Σέργιον ἔπεμψεν. οἱ δὲ αὐτὸν καταλαμβάνουσιν ἐν Ἀσσυρίοις, οὗ δὴ πολίσματα δύο Σελεύκειά τε καὶ Κτησιφῶν ἐστι, Μακεδόνων αὐτὰ δειμαμένων, οἳ μετὰ τὸν Φιλίππου Ἀλέξανδρον Περσῶν τε ἦρξαν καὶ τῶν [5] ταύτῃ ἐθνῶν. ἄμφω δὲ ταῦτα Τίγρης ποταμὸς διορίζει· [6] οὐ γὰρ ἄλλην χώραν μεταξὺ ἔχουσιν. ἐνταῦθα ἐντυχόντες Χοσρόῃ οἱ πρέσβεις ἠξίουν μὲν τὰ ἐπὶ τῆς Λαζικῆς χωρία Ῥωμαίοις ἀποδοῦναι, βεβαιότατα δὲ [7] πρὸς αὐτοὺς τὰ ἀμφὶ τῇ εἰρήνῃ κρατύνασθαι. Χοσρόης δὲ οὐ ῥᾴδιον αὐτοὺς ἔφασκεν εἶναι ἀλλήλοις ξυμβῆναι, ἢν μή τινα ἐκεχειρίαν θέμενοι πρότερον οὕτω τε ἀδεέστερον ἀεὶ ἐς ἀλλήλους φοιτῶντες τά τε διάφορα διαλύσουσι καὶ τὰ τῆς εἰρήνης ἐν τῷ ἀσφαλεῖ [8] τὸ λοιπὸν θήσονται. χρῆναι δὲ ὑπὲρ τῆς ἀεὶ ἐκεχειρίας χρήματά τέ οἱ τὸν Ῥωμαίων αὐτοκράτορα δοῦναι καί τινα Τριβοῦνον ὄνομα ἰατρὸν πέμψαι, ἐφ' [9] ᾧ οἱ ξυνδιατρίψει τακτόν τινα χρόνον. ἐτύγχανε γὰρ ὁ ἰατρὸς οὗτος νόσου τε αὐτὸν ἀπαλλάξας χαλεπῆς πρότερον καὶ ἀπ' αὐτοῦ φίλος τε καὶ ποθεινὸς ἐς τὰ [10] μάλιστα ὤν. ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, τόν τε Τριβοῦνον καὶ τὰ χρήματα εὐθὺς ἔπεμψε [11] ξυνιόντα ἐς κεντηνάρια εἴκοσιν. οὕτω τε αἱ σπονδαὶ γεγόνασι Ῥωμαίοις τε καὶ Πέρσαις ἐς ἐνιαυτοὺς πέντε, δέκατόν τε καὶ ἔνατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
[12] Ὀλίγῳ δὲ ὕστερον Ἀρέθας τε καὶ Ἀλαμούνδαρος οἱ τῶν Σαρακηνῶν ἄρχοντες πόλεμον πρὸς ἀλλήλους κατὰ μόνας διέφερον, οὔτε Ῥωμαίων οὔτε Περσῶν [13] ἀμυνόντων σφίσι. καὶ Ἀλαμούνδαρος μὲν ἕνα τῶν Ἀρέθα παίδων ἵππους νέμοντα ἐξ ἐπιδρομῆς ἑλὼν τῇ Ἀφροδίτῃ εὐθὺς ἔθυσε, καὶ ἀπ' αὐτοῦ ἐγνώσθη οὐ καταπροΐεσθαι τὰ Ῥωμαίων πράγματα Πέρσαις Ἀρέθαν.
[14] μετὰ δὲ ξυνίασι μὲν ἐς μάχην ἑκάτεροι παντὶ τῷ στρατῷ, νικῶσι δὲ κατὰ κράτος οἱ ξὺν τῷ Ἀρέθᾳ, τρεψάμενοί τε τοὺς πολεμίους πολλοὺς ἔκτειναν. καὶ παρ' ὀλίγον Ἀρέθας ἦλθε δύο τῶν Ἀλαμουνδάρου παίδων ζῶντας ἑλεῖν, οὐ μέντοι γε εἷλε. τὰ μὲν οὖν [15] Σαρακηνῶν ταύτῃ πη εἶχεν. Χοσρόης δὲ, ὁ Περσῶν βασιλεὺς, ἔνδηλος γέγονε τὴν ἐκεχειρίαν νῷ δολερῷ πρὸς Ῥωμαίους πεποιημένος, ἐφ' ᾧ δὴ αὐτοὺς διὰ τὴν εἰρήνην ἀναπεπτωκότας λαβὼν ἀνήκεστόν τι ἐργάσεται.
[16] τρίτῳ γὰρ τῆς ἐκεχειρίας ἐνιαυτῷ μηχανᾶται τοιάδε· ἤστην ἐν Πέρσαις ἀδελφοὶ δύο, Φάβριζός τε καὶ Ἰσδιγούσνας, ἀρχὰς μὲν περιβεβλημένω ἐνταῦθα μεγίστας καὶ ἄλλως λογισμῷ πονηροτάτω Περσῶν ἁπάντων καὶ δόξαν ἐπὶ τῇ δεινότητι καὶ κακοτροπίᾳ πολλὴν [17] ἔχοντε. βουλευσάμενος οὖν πόλιν Δάρας καταλαβεῖν ἐξ ἐπιδρομῆς καὶ Λαζικῆς ἐξοικίσαι Κόλχους ἅπαντας, Πέρσας δὲ ἀντ' αὐτῶν οἰκήτορας καταστήσασθαι, τὼ ἄνδρε τούτω ἐς ἄμφω τὰ ἔργα ὑπηρετήσοντας εἵλετο· [18] ἕρμαιον γὰρ καὶ λόγου πολλοῦ ἄξιον ἐφαίνετο εἶναι γῆν τὴν Κολχίδα σφετερισαμένῳ ἐν τῷ βεβαίῳ τῆς κτήσεως ἔχειν, ξύμφορον λογισαμένῳ τῇ Περσῶν ἀρχῇ [19] κατὰ πολλὰ ἔσεσθαι τοῦτό γε. τήν τε γὰρ Ἰβηρίαν ἐν τῷ ἀσφαλεῖ ἐς τὸ ἔπειτα ἕξειν, οὐκ ἂν ἔτι ἐχόντων Ἰβήρων ἐφ' οὕστινας ἀνθρώπων ἀποστάντες σωθήσονται· [20] ἐπειδὴ γὰρ οἱ τούτων δὴ λογιμώτατοι τῶν βαρβάρων ὁμοῦ Γουργένῃ τῷ βασιλεῖ ἐς ἀπόστασιν εἶδον, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθε λόγοις ἐρρήθη, οὔτε βασιλέα σφίσι καταστήσεσθαι τὸ ἐνθένδε ξυνεχώρουν Πέρσαι οὔτε αὐτογνωμονοῦντες Περσῶν κατήκοοι Ἴβηρες ἦσαν, ἀλλ' ὑποψίᾳ τε καὶ ἀπιστίᾳ ἐς ἀλλήλους [21] πολλῇ εἴχοντο. ἔνδηλοί τε Ἴβηρες ἦσαν δυσανασχετοῦντές τε ἰσχυρότατα καὶ νεωτεριοῦντες οὐ πολλῷ ὕστερον, [22] ἤν τινός ποτε καιροῦ λαβέσθαι δυνατοὶ εἶεν. καὶ πρὸς Οὔννων τῶν Λαζικῇ προσοίκων ἀδῄωτον μὲν τὴν Περσῶν ἀρχὴν ἐς ἀεὶ ἔσεσθαι, ῥᾷον δὲ καὶ ἀπονώτερον αὐτοὺς τῇ Ῥωμαίων ἀρχῇ ἐπιπέμψειν, ἡνίκα ἂν αὐτῷ βουλομένῳ εἴη. οὐ γὰρ ἄλλο οὐδὲν τοῖς ἐν Καυκάσῳ [23] οἰκοῦσι βαρβάροις ἢ ἐπιτείχισμα Λαζικὴν εἶναι. μάλιστα δὲ πάντων κατὰ τοῦτο ξυνοίσειν πρὸς Λαζικῆς ἐπικράτησιν ἤλπιζε Πέρσαις, ὅτι δὴ ἐξ αὐτῆς ὁρμώμενοι δυνήσονται οὐδενὶ πόνῳ καταθέοντες καὶ πεζῇ καὶ ναυσὶ τὰ ἐπὶ τοῦ Εὐξείνου καλουμένου πόντου χωρία Καππαδόκας μὲν καὶ τοὺς αὐτῶν ἐχομένους Γαλάτας καὶ Βιθυνοὺς παραστήσεσθαι, ἐξ ἐπιδρομῆς δὲ Βυζαντίους [24] αἱρήσειν, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. τούτων μὲν δὴ ἕνεκα προσποιεῖσθαι Χοσρόης Λαζικὴν ἤθελεν, ἐπὶ Λαζοῖς δὲ τὸ θαρσεῖν ὡς ἥκιστα εἶχεν.
[25] ἐπειδὴ γὰρ Ῥωμαῖοι ἐκ τῆς Λαζικῆς ἀνεχώρησαν, Λαζῶν τὸ πλῆθος τῇ Περσῶν ἀρχῇ ἐπιεικῶς ἤχθετο. μονότροποι γὰρ, εἴπερ ἄλλοι τινὲς, οἱ Πέρσαι εἰσὶ [26] καὶ τὰ ἐς τὴν δίαιταν ὑπεράγαν σκληροί. καὶ αὐτοῖς οἵ τε νόμοι δυσπρόσοδοί εἰσι πρὸς πάντων ἀνθρώπων καὶ τὰ ἐπιτάγματα οὐδαμῆ ἀνεκτά. πρὸς μέντοι Λαζοὺς καὶ διαφερόντως τὸ διαλλάσσον τῆς τε γνώμης ἀεὶ καὶ τῆς διαίτης παρὰ πολὺ διαφαίνεται, ἐπεὶ Λαζοὶ μὲν Χριστιανοί εἰσι πάντων μάλιστα, Πέρσαις δὲ ἀπ' [27] ἐναντίας αὐτῶν τὰ ἐς τὸ θεῖον ἅπαντα ἔχει. χωρὶς δὲ τούτων ἅλες μὲν τῆς Λαζικῆς οὐδαμῆ γίνονται, οὐ μὴν οὔτε σῖτος οὔτε οἶνος οὔτε τι ἄλλο ἀγαθὸν [28] φύεται. ἐκ δὲ Ῥωμαίων τῶν παραλίων ἅπαντα ταῖς ναυσὶν ἐπεισέρχεται σφίσι, καὶ ταῦτα οὐ χρυσίον τοῖς συμβάλλουσι προϊεμένοις, ἀλλὰ δέρρεις τε καὶ ἀνδράποδα καὶ εἴ τι ἄλλο ἐνταῦθα κατὰ πολὺ περιεῖναι [29] ξυμβαίνει· τούτου τε, ὡς τὸ εἰκὸς, ἀποκεκλεισμένοι τὸ λοιπὸν ἤσχαλλον. ὧν δὴ ὁ Χοσρόης αἰσθόμενος προτερῆσαι ξὺν τῷ ἀσφαλεῖ, πρίν τι ἐς αὐτὸν νεωτερίσειαν, [30] ἐν σπουδῇ εἶχε. καί οἱ βουλευομένῳ ξυμφορώτατον ἔδοξεν εἶναι Γουβάζην τὸν Λαζῶν βασιλέα ἐκποδὼν ὅτι τάχιστα ποιησαμένῳ Λαζοὺς ἐνθένδε πανδημεὶ ἀναστήσειν, οὕτω τε Πέρσας καὶ ἄλλα ἄττα ἔθνη ξυνοικιεῖν ἐν ταύτῃ τῇ χώρᾳ.
[31] Ταῦτα ὁ Χοσρόης βεβουλευμένος Ἰσδιγούσναν, ὡς ἐπὶ πρεσβείᾳ δῆθεν τῷ λόγῳ, ἐς Βυζάντιον στέλλει. καί οἱ Περσῶν ἀριστίνδην ἀπολεξάμενος πεντακοσίους ξυνέπεμψεν, ἐπιστείλας σφίσι γενέσθαι μὲν ἐν πόλει Δάρας, ἐν οἰκίαις δὲ καταλῦσαι πολλαῖς, ταύτας τε νύκτωρ ἁπάσας ἐμπρῆσαι, καὶ Ῥωμαίων ἀμφὶ τὸ πῦρ τοῦτο ἠσχολημένων, ὡς τὸ εἰκὸς, ἁπάντων ἀνοιγνύναι μὲν τὰς πύλας εὐθὺς, τῇ δὲ πόλει τὸ ἄλλο Περσῶν [32] στράτευμα δέξασθαι. προείρητο γὰρ τῷ Νισίβιδος πόλεως ἄρχοντι στρατιωτῶν πλῆθος ἄγχιστά πη ἐγκρυφιάζοντι ἐν παρασκευῇ ἔχειν. οὕτω γὰρ αὐτοὺς ᾤετο Χοσρόης οὐδενὶ πόνῳ Ῥωμαίους τε ἅπαντας διαχρήσεσθαι καὶ τὴν πόλιν Δάρας ἐν βεβαίῳ καταλαβόντας [33] σχήσειν. ἀλλά τις εὖ εἰδὼς τὰ πρασσόμενα, Ῥωμαῖος μὲν ἀνὴρ, αὐτόμολος δὲ ὀλίγῳ πρότερον ἐς Πέρσας ἥκων, τὸν πάντα λόγον Γεωργίῳ φράζει, ἐνταῦθα τότε διατριβὴν ἔχοντι, οὗ δὴ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἅτε Περσῶν ἀναπείσαντος τοὺς ἐν τῷ Σισαυράνων πολιορκουμένους φρουρίῳ σφᾶς αὐτοὺς ἐνδοῦναι [34] Ῥωμαίοις. Γεώργιος οὖν ἐν τοῖς Ῥωμαίων τε καὶ Περσῶν ὁρίοις ἀπαντήσας τῷ πρεσβευτῇ τούτῳ ἔφασκεν οὐ κατὰ πρεσβείαν τὰ ποιούμενα εἶναι, καὶ οὔ ποτε Πέρσας τοσούτους τὸ πλῆθος ἐν πόλει Ῥωμαίων [35] αὐλίσασθαι. χρῆν γὰρ τοὺς μὲν ἄλλους ἅπαντας ἐν χωρίῳ Ἀμμώδιος ἀπολιπεῖν, αὐτῷ δὲ ξὺν ὀλίγοις [36] τισὶν ἐς πόλιν Δάρας ἐσιτητὰ εἶναι. ὁ μὲν οὖν Ἰσδιγούσνας ἠγανάκτει τε καὶ δυσφορουμένῳ ἐῴκει, ἅτε περιυβρισμένος οὐ δέον, καίπερ ἐπὶ πρεσβείᾳ παρὰ [37] τὸν Ῥωμαίων βασιλέα στελλόμενος. Γεώργιος δέ οἱ οὐ προσέχων τὸν νοῦν ἠγριωμένῳ διεσώσατο τὴν πόλιν Ῥωμαίοις. ξὺν γὰρ ἀνδράσιν εἴκοσι μόνοις τῇ πόλει τὸν Ἰσδιγούσναν ἐδέξατο.
[38] Ταύτης οὖν τῆς πείρας ἀποτυχὼν ὁ βάρβαρος οὗτος ὡς πρεσβεύων ἐς Βυζάντιον ἦλθε, τήν τε γυναῖκα καὶ θυγατέρας ἐπαγόμενος δύο (τοῦτο γὰρ ἦν αὐτῷ τὸ παραπέτασμα τοῦ ξυνεληλυθότος ὁμίλου), τῷ τε βασιλεῖ ἐς ὄψιν ἥκων ἀμφὶ μὲν τῶν σπουδαίων τινὶ οὐ μέγα οὐ μικρὸν ἴσχυσεν εἰπεῖν, καίπερ οὐχ ἧσσον ἢ [39] μῆνας δέκα κατατρίψας ἐν Ῥωμαίων τῇ γῇ. τὰ μέντοι δῶρα παρὰ Χοσρόου, ᾗπερ εἴθισται, καὶ γράμματα βασιλεῖ ἔδωκε, δι' ὧν ὁ Χοσρόης Ἰουστινιανὸν βασιλέα σημῆναι ἠξίου εἴ οἱ τὸ σῶμα ὑγιείας πέρι ὡς ἄριστα [40] ἔχοι. τοῦτον μέντοι τὸν Ἰσδιγούσναν Ἰουστινιανὸς βασιλεὺς μάλιστα πρέσβεων ἁπάντων ὧν ἡμεῖς ἴσμεν ξύν τε πολλῇ φιλοφροσύνῃ εἶδε καὶ διὰ τιμῆς ἱκανῶς [41] ἤγαγεν. ὥστε καὶ, ἡνίκα δὴ αὐτὸν ἑστιῴη, Βραδούκιον, ὅσπερ αὐτῷ ἑρμηνεὺς εἵπετο, ξὺν αὐτῷ ἐπὶ τῆς στιβάδος κατέκλινε, πρᾶγμα πώποτε οὐ γεγονὸς πρότερον [42] ἐκ τοῦ παντὸς χρόνου. ἑρμηνέα γὰρ οὐδὲ τῶν τινι καταδεεστέρων ἀρχόντων, μή τί γε δὴ βασιλεῖ [43] ὁμοτράπεζον γεγονότα οὐδείς ποτε εἶδεν. ἀλλὰ καὶ μεγαλοπρεπέστερον ἢ κατὰ πρεσβευτὴν τὸν ἄνδρα τοῦτον ἐδέξατό τε καὶ ἀπεπέμψατο, καίπερ ἐπ' οὐδενὶ ἔργῳ τὴν πρεσβείαν, ὥσπερ μοι εἴρηται, πεποιημένον.
[44] ἢν γάρ τις τάς τε δαπάνας διαριθμήσαιτο καὶ τὰ δῶρα, ὅσα ἐνθένδε κεκομισμένος Ἰσδιγούσνας ἀπιὼν ᾤχετο, πλέον αὐτὰ κατατείνοντα ἢ ἐς χρυσοῦ κεντηνάρια δέκα εὑρήσει. τὰ μὲν οὖν τῆς ἐς Δάρας πόλιν ἐπιβουλῆς τῷ Χοσρόῃ ἐς τοῦτο ἐτελεύτα.
[29]
[1] Ἔς τε Λαζικὴν πρῶτα μὲν ξύλα παμπληθῆ ἐς νηῶν ποίησιν ἐπιτηδείως ἔχοντα ἔπεμψεν, οὐδενὶ φράσας ἐφ' ὅτῳ δὴ αὐτὰ πέμψειεν, ἀλλὰ τῷ λόγῳ μηχανὰς ἐν Πέτρας τῷ περιβόλῳ καταστησόμενος ταῦτα [2] ἔστελλεν. ἔπειτα δὲ Περσῶν μαχίμους τριακοσίους ἀπολεξάμενος, Φάβριζόν τε, οὗπερ ἀρτίως ἐπεμνήσθην, αὐτοῖς ἐπιστήσας ἐνταῦθα στέλλει, ᾧ δὴ ἐπήγγελλε Γουβάζην ὡς λαθραιότατα διαχρήσασθαι· τὸ γὰρ ἐνθένδε [3] αὐτῷ μελήσειν. τὰ μὲν οὖν ξύλα ταῦτα ἐπεὶ ἐς Λαζικὴν ἐκομίσθη, κεραυνόβλητα ἐξαπιναίως γενόμενα τετεφρῶσθαι ξυνέβη· Φάβριζος δὲ ξὺν τοῖς τριακοσίοις ἐς Λαζικὴν ἀφικόμενος ἔπρασσεν ὅπως δὴ ἀμφὶ Γουβάζῃ τὰ πρὸς τοῦ Χοσρόου ἐπηγγελμένα ὑποτελοίη.
[4] ἐτύγχανε δὲ τῶν τις ἐν Κόλχοις λογίμων, Φαρσάνσης ὄνομα, τῷ Γουβάζῃ προσκεκρουκὼς ἐς μέγα τέ οἱ ἀπ' αὐτοῦ ἐμπεπτωκὼς ἔχθος καὶ ὡς ἥκιστα θαρσῶν τῷ [5] βασιλεῖ ἐς ὄψιν ἥκειν. ὅπερ ἐπεὶ ὁ Φάβριζος ἔγνω, τὸν Φαρσάνσην μεταπεμψάμενος ἐκοινολογεῖτό τε καὶ τὸν ἅπαντα λόγον ἐξενεγκὼν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου [6] ὅπη οἱ ἐπιχειρητέα ἐς τὴν πρᾶξιν εἴη. ἔδοξε τοίνυν σφίσιν ἐπὶ κοινῆς βουλευσαμένοις Φάβριζον μὲν ἐν Πέτρᾳ τῇ πόλει γενέσθαι, μεταπέμψασθαι δὲ Γουβάζην ἐνταῦθα, ὅπως οἱ ἀγγέλλοι ὅσα δὴ βασιλεῖ [7] ἀμφὶ τῷ ξυνοίσοντι Λαζοῖς δοκοῦντα εἴη. ἀλλ' ὁ Φαρσάνσης κρύφα τῷ Γουβάζῃ ἐσήμηνε τὰ πρασσόμενα. διὸ δὴ Γουβάζης παρὰ μὲν Φάβριζον οὐδαμῆ [8] ἦλθεν, ἐκ δὲ τοῦ ἐμφανοῦς ἐς ἀπόστασιν εἶδε. Φάβριζος δὲ Πέρσαις μὲν τοῖς ἄλλοις τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἐπιμελεῖσθαι πάσῃ δυνάμει ἐπέστελλε καὶ τὰ ἐς πολιορκίαν ὡς ἀσφαλέστατα ἐξαρτύεσθαι, αὐτὸς δὲ ξὺν τοῖς τριακοσίοις ἐπ' οἴκου ἄπρακτος ἀνεχώρησε.
[9] Γουβάζης δὲ ἀνενεγκὼν ἐς Ἰουστινιανὸν βασιλέα τὰ παρόντα σφίσι τῶν μὲν τὰ πρότερα πεπραγμένων Λαζοῖς ἐδεῖτο συγγνώμονα εἶναι, ἀμῦναι δὲ σφίσι δυνάμει τῇ πάσῃ ἀπαλλαξείουσι τῆς Μήδων ἀρχῆς. οὐ γὰρ κατὰ μόνας δυνήσεσθαι Κόλχους ἀποκρούσασθαι τὴν Περσῶν δύναμιν.
[10] Ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, περιχαρὴς γενόμενος ἄνδρας ἑπτακισχιλίους καὶ Δαγισθαῖον ἄρχοντα καὶ Τζάνους χιλίους ἐς ἐπικουρίαν Λαζοῖς [11] ἔπεμψεν. οἳ δὴ ἐν γῇ τῇ Κολχίδι γενόμενοι ἅμα Λαζοῖς τε καὶ τῷ Γουβάζῃ ἐνστρατοπεδευσάμενοι ἀμφὶ [12] τὸν Πέτρας περίβολον ἐς πολιορκίαν καθίσταντο. Περσῶν δὲ τῶν ἐνταῦθα ὄντων καρτερώτατα ἐκ τοῦ περιβόλου ἀμυνομένων, χρόνον τῇ προσεδρείᾳ πολὺν τετρίφθαι ξυνέβη, ἐπεὶ καὶ τὰ ἐδώδιμα ἐναποθέμενοι [13] σφίσιν οἱ Πέρσαι διαρκῶς ἔτυχον. τούτοις δὲ ὁ Χοσρόης ξυνταραχθεὶς στρατιὰν πολλὴν ἱππέων τε καὶ πεζῶν ἐπ' αὐτοὺς ἔστελλεν, οἷς δὴ ἄρχοντα Μερμερόην ἐπέστησεν. ὧνπερ ὁ Γουβάζης αἰσθόμενος τῷ Δαγισθαίῳ ἐπίκοινα βουλευσάμενος ἐποίει τάδε.
[14] Βόας ὁ ποταμὸς ἔξεισιν ἄγχιστά πη τῶν Τζανικῆς ὁρίων ἐν Ἀρμενίοις, οἳ δὴ ἀμφὶ τὸ Φαράγγιον ᾤκηνται. καὶ τὰ μὲν πρῶτα ἐν δεξιᾷ ἐπὶ πλεῖστον χωρεῖ, βραχύς τε ἰὼν καὶ πόνῳ οὐδενὶ γινόμενος ἐσβατὸς ἅπασιν ἄχρι ἐς χῶρον, οὗ δὴ ἐν δεξιᾷ μὲν Ἰβήρων τὰ ὅριά [15] ἐστι, καταντικρὺ δὲ τελευτᾷ ὄρος ὁ Καύκασος. ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ καὶ Ἀλανοί τε καὶ Ἀβασγοὶ ᾤκηνται Χριστιανοί τε καὶ Ῥωμαίοις φίλοι ἐκ παλαιοῦ ὄντες, Ζῆχοί τε καὶ μετ' αὐτοὺς Οὖννοι, οἳ Σάβειροι [16] ἐπικαλοῦνται. ἐπειδὰν δὲ ὁ ποταμὸς οὗτος ἀφίκηται ἵνα δὴ τοῦ τε Καυκάσου καὶ Ἰβηρίας τὰ ὅριά ἐστιν, ἐνταῦθα ἐπιγινομένων οἱ καὶ ἄλλων ὑδάτων μείζων τε παρὰ πολὺ γίνεται καὶ Φᾶσις ἀντὶ Βόα τὸ ἐνθένδε καλούμενος φέρεται, ναυσίπορος γεγενημένος ἄχρι ἐς τὸν Εὔξεινον καλούμενον πόντον, οὗ δή οἱ καὶ τὰς ἐκβολὰς ξυμβαίνει εἶναι, καὶ αὐτοῦ ἐφ' ἑκάτερα Λαζική [17] ἐστιν. ἀλλ' ἐν δεξιᾷ μὲν ξύμπασα ἐπὶ πλεῖστον ἡ χώρα πρὸς τῶν τῇδε ἀνθρώπων οἰκεῖται μέχρι τῶν [18] Ἰβηρίας ὁρίων. κῶμαί τε γὰρ αἱ Λαζῶν πᾶσαι τοῦ ποταμοῦ ἐντὸς ἐνταῦθά εἰσι καὶ πολίσματα ἐκ παλαιοῦ σφίσι ταύτῃ πεποίηνται, ἐν τοῖς Ἀρχαιόπολις, ἐχυρωτάτη οὖσα, Σεβαστόπολίς τε ἐνταῦθα καὶ τὸ Πιτιοῦντος φρούριόν ἐστι Σκάνδα τε καὶ Σαραπανὶς πρὸς τοῖς Ἰβηρίας ὁρίοις. πόλεις μέντοι ἀξιολογώταται ἐνταῦθά [19] εἰσι Ῥοδόπολις καὶ Μοχήρησις. τοῦ δὲ ποταμοῦ ἐν ἀριστερᾷ Λαζικῆς μὲν τὰ ὅριά ἐστι μέχρι ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρὶ, ἔρημον δὲ ξυμβαίνει ἀνθρώπων τὴν χώραν εἶναι. ταύτην προσοικοῦσι Ῥωμαῖοι τὴν [20] χώραν, οἳ Ποντικοὶ ἐπικαλοῦνται. ἐν μὲν οὖν τοῖς Λαζικῆς ὁρίοις, ἔνθα δὴ ἄνθρωποι οὐδαμῆ ᾤκηντο, Πέτραν Ἰουστινιανὸς [ὁ] βασιλεὺς τὴν πόλιν ἐν τοῖς [21] κατ' ἐμὲ χρόνοις ἐδείματο. οὗπερ Ἰωάννης, ὁ Τζίβος ἐπικαλούμενος, τὸ μονοπώλιον καταστησάμενος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, αἴτιος τῆς [22] ἀποστάσεως Λαζοῖς γέγονεν. ἐκ δὲ Πέτρας πόλεως ἰόντι εὐθὺς πρὸς ἄνεμον νότον οἱ Ῥωμαίων ὅροι ἐκδέχονται, χωρία τε πολυάνθρωπα ἐνταῦθά ἐστι, τό τε Ῥιζαῖον καλούμενον καὶ Ἀθῆναι ἄλλα τε ἄττα [23] μέχρι Τραπεζουντίων. ἡνίκα μὲν οὖν ἐπηγάγοντο Χοσρόην Λαζοὶ Βόαν ποταμὸν διαβάντες τόν τε Φᾶσιν ἐν δεξιᾷ ἔχοντες ἐς Πέτραν ἦλθον, τῷ μὲν λόγῳ προνοήσοντες ὡς μὴ χρόνῳ τε καὶ πόνῳ πολλῷ διαπορθμεύεσθαι ἀναγκάζωνται ποταμὸν Φᾶσιν, οὐ βουλόμενοι [24] δὲ τὰ σφέτερα οἰκία Πέρσαις ἐνδείκνυσθαι. καίτοι δύσοδος πανταχόθι Λαζική ἐστιν ἐντός τε καὶ ἐκτὸς [25] ποταμοῦ Φάσιδος. σκόπελοι γὰρ ὑπερφυεῖς ἐφ' ἑκάτερα τῆς χώρας ὄντες στενωποὺς ἐπὶ μακρότατον ἐνταῦθα ποιοῦνται· κλεισούρας ἑλληνίζοντες τὰς τοιαύτας [26] ὁδοὺς Ῥωμαῖοι καλοῦσιν. ἀλλ' ἐπεὶ τότε Λαζικὴ ἀφύλακτος ἐτύγχανεν οὖσα, ῥᾷστα δὴ ἐν Πέτρᾳ ξὺν τοῖς ἡγεμόσι Λαζοῖς ἐγένοντο Πέρσαι.
[27] Νῦν δὲ ὁ Γουβάζης μαθὼν τὴν Περσῶν ἔφοδον τῷ Δαγισθαίῳ ἐπέστελλε πέμψαι μέν τινας, οἳ φυλάξουσι τὸν στενωπὸν ἰσχυρότατα, ὃς ἐκτὸς Φάσιδος ποταμοῦ ἐστι, τὴν μέντοι προσεδρείαν ὡς ἥκιστα λύειν, ἕως τήν τε Πέτραν καὶ Πέρσας τοὺς ἐνταῦθα [28] ἐξελεῖν δύνωνται. αὐτὸς δὲ παντὶ τῷ Κόλχων στρατῷ ἐς τὰ Λαζικῆς ἔσχατα ἦλθεν, ὡς τὸν ἐνταῦθα στενωπὸν [29] διαφυλάξων δυνάμει τῇ πάσῃ. ἐτύγχανε δὲ πολλῷ πρότερον Ἀλανούς τε καὶ Σαβείρους ἐς ξυμμαχίαν ἐπαγόμενος, οἵπερ ὡμολόγησαν κεντηναρίων τριῶν οὐχ ὅσον ἀδῄωτον Λαζοῖς ξυμφυλάξειν τὴν γῆν, ἀλλὰ καὶ Ἰβηρίαν οὕτω καταστήσεσθαι ἀνδρῶν ἔρημον ὡς μηδὲ Πέρσαις ἐνθένδε τὸ λοιπὸν ἰέναι δυνατὰ ἔσεσθαι. ταῦτά τε σφίσι τὰ χρήματα βασιλέα Γουβάζης ὑπέσχετο [30] δώσειν. αὐτὸς μὲν οὖν ἀνενεγκὼν ἐς βασιλέα Ἰουστινιανὸν τὰ ξυγκείμενα τοῖς τε βαρβάροις τὰ χρήματα ταῦτα ἱκέτευε πέμπειν καὶ Λαζοῖς ἄγαν κεκακωμένοις [31] παραψυχὴν προέσθαι τινά. ἔφασκε δὲ καί οἱ αὐτῷ τὸ δημόσιον τὰς συντάξεις ὀφείλειν ἐνιαυτῶν δέκα, ἐπεὶ ἐν τοῖς σιλεντιαρίοις ἐν παλατίῳ τασσόμενος οὐδὲν κεκομισμένος ἐνθένδε εἴη, ἐξ οὗ δὴ ἐς γῆν τὴν [32] Κολχίδα Χοσρόης ἦλθε. βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπιτελέσειν μὲν διενοεῖτο τὴν αἴτησιν, ἐπιγενομένης δέ οἱ ἀσχολίας τινὸς οὐκ ἔπεμψε τῷ καθήκοντι χρόνῳ τὰ χρήματα. Γουβάζης μὲν οὖν ταῦτα ἐποίει.
[33] Δαγισθαῖος δὲ (ἦν γάρ τις νεανίας πόλεμόν τε διενεγκεῖν Μηδικὸν οὐδαμῆ ἀξιόχρεως) τοῖς παροῦσιν [34] οὐκ ἐπιτηδείως ἐχρῆτο. δέον οὖν ἀμέλει τὸ πλεῖστον τοῦ στρατοῦ ἐς τὸν στενωπὸν στεῖλαι, τάχα δ' ἄν που καὶ αὐτὸν τῷ ἔργῳ τούτῳ παραγενέσθαι, ἐς ἑκατὸν ἄνδρας, ὥσπερ τι πάρεργον διαχειρίζων, ἔπεμψε μόνους· αὐτὸς δὲ Πέτραν πολιορκῶν παντὶ τῷ στρατῷ οὐδὲν ἤνυσε, καίπερ τῶν πολεμίων ὀλίγων ὄντων. κατ' ἀρχὰς μὲν γὰρ οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ χίλιοι ἦσαν, [35] πρὸς Ῥωμαίων δὲ καὶ Λαζῶν ἐν χρόνῳ πολλῷ τειχομαχούντων βαλλόμενοί τε καὶ ἀρετὴν ἐπιδεικνύμενοι μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν, θνήσκουσί τε πολλοὶ καὶ σφίσιν ἐς ὀλίγους κομιδῆ ἀποκεκρίσθαι ξυνέπεσε.
[36] Πέρσαι μὲν οὖν ἐς ἀπόγνωσίν τε καὶ ἀπορίαν ἐμπεπτωκότες ἡσυχῆ ἔμενον, Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος διώρυχα ἐν χώρῳ ὀλίγῳ πεποίηνται, ὅ τε ταύτῃ περίβολος [37] εὐθὺς ἔπεσεν. ἀλλὰ ξυνέβη τούτου δὴ τοῦ χώρου ἐντὸς οἴκημα εἶναι οὐδὲν τοῦ περιβόλου διεστηκὸς, [38] ὃ δὴ ἐξικνεῖτο ἐς τὸ πεπτωκὸς ἐφεξῆς ὅλον· καὶ ἀντὶ τοῦ τείχους πολιορκουμένοις γενόμενον ἐν τῷ ἀσφαλεῖ [39] οὐδέν τι ἧσσον αὐτοὺς καθίστη. ὅπερ Ῥωμαίους ξυνταράξαι οὐδαμῆ ἔσχεν. εὖ γὰρ εἰδότες ὡς αὐτὸ δὴ τοῦτο ἑτέρωθι ἐργαζόμενοι τὴν πόλιν ῥᾷστα αἱρήσουσιν, [40] εὐέλπιδες πολλῷ ἔτι μᾶλλον ἐγένοντο. διὸ δὴ ὁ Δαγισθαῖος βασιλεῖ μὲν τὰ ξυνενεχθέντα ἐδήλου, ἆθλα δέ οἱ τῆς νίκης ἐν παρασκευῇ εἶναι προὐτείνετο, σημήνας ὅσοις δὴ αὐτόν τε καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ χρῆν βασιλέα δωρήσασθαι· Πέτραν γὰρ αἱρήσειν οὐ [41] πολλῷ ὕστερον. Πέρσαι μὲν οὖν Ῥωμαίους τε καὶ Τζάνους καρτερώτατα τειχομαχοῦντας παρὰ δόξαν [42] ὑφίσταντο, καίπερ ὀλίγοι ἀπολελειμμένοι ἐς ἄγαν. ἐπεὶ δὲ Ῥωμαῖοι τειχομαχοῦντες οὐδὲν ἤνυον, ἐπὶ τὸ διορύσσειν αὖθις ἐτράποντο. ἐς τόσον τε τοῦ ἔργου τούτου ἀφίκοντο, ὡς μηκέτι ἐπ' ἐδάφους τὰ τοῦ περιβόλου θεμέλια εἶναι, ἀλλ' ἐπὶ κενοῦ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑστάναι, πεσούμενα, ὡς τὸ εἰκὸς, αὐτίκα δὴ μάλα.
[43] καὶ εἰ μὲν Δαγισθαῖος εὐθὺς ἤθελε πῦρ τοῖς θεμελίοις ἐνάψαι, οἶμαι εὐθυωρὸν σφίσι τὴν πόλιν ἁλῶναι· νῦν δὲ τὰς ἐκ βασιλέως καραδοκῶν ἐλπίδας μέλλων τε ἀεὶ καὶ τρίβων τὸν χρόνον ἡσυχῆ ἔμενε. ταῦτα μὲν οὖν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐπράσσετο τῇδε.
[30]
[1] Μερμερόης δὲ, ἐπεὶ τοὺς Ἰβηρίας ὅρους παντὶ τῷ Μήδων στρατῷ ἤμειψε, πρόσω ἐχώρει, ποταμὸν Φᾶσιν ἐν δεξιᾷ ἔχων· διὰ γὰρ τῶν ἐπὶ Λαζικῆς χωρίων ἰέναι οὐδαμῆ ἤθελε, τοῦ μή τί οἱ ταύτῃ ἐμπόδισμα [2] ὑπαντιάσαι. Πέτραν γὰρ πόλιν καὶ Πέρσας τοὺς ἐνταῦθα διασώσασθαι ἐν σπουδῇ εἶχε, καίτοι καὶ μοῖρά [3] τις τοῦ περιβόλου καταπεπτώκει ἐξαπιναίως. ᾐώρητο γὰρ, ὥσπερ μοι εἴρηται· ἄνδρες τε τοῦ Ῥωμαίων στρατοῦ ἐς πεντήκοντα ἐθελούσιοι ἐν τῇ πόλει γενόμενοι [4] βασιλέα Ἰουστινιανὸν ἀνεβόων καλλίνικον. ἡγεῖτο δὲ αὐτῶν νεανίας τις Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, [5] Θωμᾶ υἱὸς, ὅνπερ Γούζην ἐπίκλησιν ἐκάλουν. οὗτος ὁ Θωμᾶς πολλὰ τῶν ἀμφὶ τὴν Λαζικὴν ὀχυρωμάτων ἐδείματο, βασιλέως οἱ ἐπαγγείλαντος, καὶ τῶν ἐκείνῃ στρατιωτῶν ἦρξεν, ἔμφρων τε βασιλεῖ ἔδοξεν εἶναι.
[6] ὁ μὲν οὖν Ἰωάννης, Περσῶν σφίσιν ἐς χεῖρας ἐλθόντων, πληγεὶς αὐτίκα ξὺν τοῖς ἑπομένοις ἐς τὸ στρατόπεδον ἀνεχώρησεν, ἐπεὶ οὐδείς οἱ τῶν ἐκ τοῦ Ῥωμαίων [7] στρατοῦ ἕτερος ἀμύνων ἦλθε· Πέρσης δὲ ἀνὴρ, Μιρράνης ὄνομα, ὅσπερ τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἦρχεν, ἀμφὶ τῇ πόλει δείσας, Πέρσαις μὲν πᾶσιν ἐπέστελλε τῆς φυλακῆς ἐς τὸ ἀκριβὲς μάλιστα ἔχεσθαι, αὐτὸς δὲ παρὰ Δαγισθαῖον σταλεὶς θῶπάς τε καὶ ἀπατηλοὺς προὐτείνετο λόγους, οὐδενὶ πόνῳ ὁμολογῶν οὐ πολλῷ ὕστερον ἐνδώσειν τὴν πόλιν. ταύτῃ τε παρακρούσασθαι ἴσχυσεν, ὡς μὴ ἐς τὴν πόλιν αὐτίκα τῷ Ῥωμαίων στρατῷ ἐσιτητὰ εἶναι.
[8] Οἱ δ' [οἱ] ἀμφὶ Μερμερόην ἐπειδὴ ἀφίκοντο ἐς τὸν στενωπὸν, ἐνταῦθα σφίσι τὸ Ῥωμαίων φυλακτήριον ὑπηντίαζον ἐς ἑκατὸν ὄντες, καρτερῶς τε ἠμύνοντο, καὶ [9] τοὺς τῆς εἰσόδου ἀποπειρωμένους ἀνέστελλον. Πέρσαι δὲ οὐδαμοῦ ὑπεχώρουν, ἀλλὰ τοὺς κτεινομένους ἀεὶ ἕτεροι ἐκδεχόμενοι πρόσω ἐχώρουν, παντὶ σθένει τὴν [10] εἴσοδον βιαζόμενοι. θνήσκουσι μὲν Πέρσαι πλέον ἢ χίλιοι, κτείνοντες δὲ Ῥωμαῖοι ἀπεῖπον, τοῦ τε ὁμίλου σφᾶς βιαζομένου ὑπεχώρησάν τε καὶ ἐς τῶν ἐκείνῃ [11] ὀρῶν τὰς ὑπερβολὰς ἀναδραμόντες ἐσώθησαν. ταῦτα Δαγισθαῖος μαθὼν αὐτίκα τὴν προσεδρείαν διέλυσεν, οὐδὲν τῷ στρατῷ ἐπιστείλας, ἐπὶ Φᾶσιν τε ποταμὸν ἤλαυνε· καί οἱ Ῥωμαῖοι ξύμπαντες εἵποντο, τὰ σφέτερα [12] αὐτῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπόντες. Πέρσαι δὲ τὰ ποιούμενα κατιδόντες τάς τε πύλας ἀνέῳγον καὶ ἐπεξελθόντες ἀμφὶ τὰς καλύβας τῶν πολεμίων ἦλθον, ὡς [13] τὸ στρατόπεδον ἐξαιρήσοντες. Τζάνοι δὲ (οὐ γὰρ Δαγισθαίῳ ἐπισπόμενοι ἔτυχον) ἐβοήθουν ἐνταῦθα δρόμῳ, τρεψάμενοί τε πόνῳ οὐδενὶ τοὺς πολεμίους [14] πολλοὺς ἔκτειναν. Πέρσαι μὲν οὖν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, Τζάνοι δὲ ληισάμενοι τὸ Ῥωμαίων στρατόπεδον εὐθὺ τοῦ Ῥιζαίου ἐχώρησαν. ἔνθεν δὲ ἐς Ἀθήνας ἐλθόντες διὰ Τραπεζουντίων ἐπ' οἴκου ἀπεκομίσθησαν.
[15] Μερμερόης δὲ καὶ ὁ Μήδων στρατὸς ἐνταῦθα ἦλθον ἡμέρᾳ μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν ἐνάτῃ· οὗ δὴ ἀπολελειμμένους ἐκ τοῦ Περσῶν φυλακτηρίου τραυματίας μὲν καὶ ἀπομάχους γεγενημένους πεντήκοντα καὶ τριακοσίους εὗρον, ἀκραιφνεῖς δὲ πεντήκοντα καὶ ἑκατὸν μόνους· οἱ γὰρ ἄλλοι ἅπαντες ἐτεθνήκεσαν.
[16] ὧνπερ τὰ σώματα οἱ περιόντες τοῦ περιβόλου ἐκτὸς οὐδαμῆ ἔρριψαν, ἀλλὰ τῷ τῆς ὀσμῆς δυσώδει ἀποπνιγόμενοι παρὰ δόξαν ἀντεῖχον, ὡς μή τινα ἐς τὸ πολιορκεῖν προθυμίαν τοῖς πολεμίοις, ἅτε τῶν πλείστων [17] ἀπολωλότων σφίσι, παρέχωνται. ὅ τε Μερμερόης ἐπιτωθάζων δακρύων τε καὶ θρήνων ἀξίαν Ῥωμαίων τὴν πολιτείαν ἔφασκεν εἶναι, οἷς γε δὴ ἐς τοῦτο ἀσθενείας περιεστήκει τὰ πράγματα, ὡς πεντήκοντά τε καὶ ἑκατὸν ἀτειχίστους Πέρσας μηδεμιᾷ μηχανῇ ἐξελεῖν δεδυνῆσθαι.
[18] καὶ τοῦ μὲν περιβόλου ἀνοικοδομήσασθαι ὅσα καταπεπτώκει ἐν σπουδῇ ἐποιεῖτο· ἐπεὶ δὲ οὔτε τίτανον ἐν τῷ παραυτίκα οὔτε τι ἄλλο τῶν ἐς τὴν οἰκοδομίαν [19] ἐπιτηδείων ἐν παρασκευῇ εἶχεν, ἐπενόει τάδε. θυλάκους λινοῦς, οἷς δὴ Πέρσαι τὰ ἐπιτήδεια σφίσιν ἐσεκομίσαντο ἐς γῆν τὴν Κολχίδα, ψάμμου ἐμπλησάμενος ἐς τῶν λίθων τὴν χώραν ἐτίθετο, οἳ δὴ ἐνταῦθα βαλλόμενοι [20] ἀντὶ τοῦ τοίχου ἐγίνοντο. καὶ τρισχιλίους μὲν τῶν μαχίμων ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷσπερ τὰ ἐδώδιμα οὐκ ἐς χρόνου κατέθετο μῆκος, ἐπιστείλας τοῦ περιβόλου τῆς οἰκοδομίας ἐπιμελεῖσθαι· αὐτὸς δὲ [21] παντὶ τῷ ἄλλῳ στρατῷ ὀπίσω ἀπήλαυνεν. ἐπεί τέ οἱ ὁδῷ τῇ αὐτῇ ἐνθένδε ἰόντι οὐδεὶς τῶν ἀναγκαίων ἐγίνετο πόρος, ἅπαντα ἐν Πέτρᾳ λιπόντι, ἅπερ ἐπιφερόμενος ἐξ Ἰβηρίας ὁ στρατὸς ἔτυχεν, ἄλλην τινὰ πορείαν ἰέναι διὰ τῶν ταύτῃ ὀρῶν διενοεῖτο, ἵνα δὴ ἀνθρώπους οἰκεῖν ἔμαθεν, ὅπως ληιζόμενοι ἀποζῆν δύνωνται.
[22] ἐν ταύτῃ τῇ πορείᾳ τῶν τις ἐν Λαζοῖς λογίμων, Φούβελις ὄνομα, Πέρσας αὐλιζομένους ἐνήδρευσε, Δαγισθαῖον ἅμα Ῥωμαίων δισχιλίοις ἐπαγόμενος, οἳ δὴ τῶν Περσῶν ἐξ ἐπιδρομῆς ἵππους νέμοντάς τινας ἔκτειναν, ἵππους τε ληισάμενοι δι' ὀλίγου τὴν ἀναχώρησιν ἐποιήσαντο. οὕτω μὲν ὁ Μερμερόης τῷ Μήδων στρατῷ ἐνθένδε ᾔει.
[23] Ὁ δὲ Γουβάζης, μαθὼν ὅσα δὴ Ῥωμαίοις ἔν τε τῇ Πέτρᾳ καὶ τῷ στενωπῷ ξυνηνέχθη γενέσθαι, οὐδ' ὣς ἔδεισεν, οὐδὲ τὴν ἐν τῷ κατ' αὐτὸν στενωπῷ φυλακὴν εἴασεν, ἐνταῦθα σφίσι τὴν κεφαλὴν τῆς ἐλπίδος οἰόμενος [24] εἶναι. ἐξηπίστατο γὰρ ὡς, ἢν καὶ Ῥωμαίους ἐκτὸς Φάσιδος ποταμοῦ βιασάμενοι Πέρσαι τὸν στενωπὸν διαβῆναι καὶ ἐν Πέτρᾳ γενέσθαι δεδύνηνται, οὐδὲν ἂν ἐνθένδε Λαζῶν τῇ χώρᾳ προστρίψαιντο βλάβος, Φᾶσιν διαβῆναι οὐδεμιᾷ μηχανῇ ἔχοντες, ἄλλως τε καὶ [25] νηῶν οὐ παρουσῶν σφίσιν. ὁ γὰρ ποταμὸς οὗτος βάθους μὲν εἴπερ τις ἄλλος ἱκανώτατα ἔχει, εὔρους [26] δὲ ἐπὶ πλεῖστον διήκει. τῆς μέντοι ῥύμης αὐτῷ τοσοῦτον περίεστιν ὥστε δὴ ἐς τὴν θάλασσαν ἐκβαλὼν ἐπὶ μακρότατον κατὰ μόνας χωρεῖ, οὐδαμῆ ταύτῃ ἐπιμιγνύμενος. ὕδωρ ἀμέλει πότιμον τοῖς ἐκείνῃ ναυτιλλομένοις [27] ὑδρεύεσθαι πάρεστιν ἐν μέσῳ πελάγει. καὶ φυλακτήρια μέντοι τοῦ ποταμοῦ ἐντὸς πεποίηνται πανταχόθι Λαζοὶ, τοῦ μηδὲ ναυσὶ διαπορθμευομένοις τοῖς [28] πολεμίοις ἀπόβασιν ἐς τὴν γῆν εἶναι. βασιλεὺς δὲ Ἰουστινιανὸς Σαβείρων μὲν τῷ ἔθνει τὰ ξυγκείμενα χρήματα ἔπεμψε, Γουβάζην δὲ καὶ Λαζοὺς χρήμασιν [29] ἄλλοις δεδώρηται. ἐτύγχανε δὲ πολλῷ πρότερον καὶ ἄλλο στράτευμα λόγου ἄξιον ἐς Λαζικὴν πέμψας, οἳ οὔπω ἀφικόμενοι ἐνταῦθα ἔτυχον. ἦρχε δὲ αὐτῶν Ῥεκίθαγγος ἐκ Θρᾴκης, ἀνὴρ ξυνετός τε καὶ ἀγαθὸς τὰ πολέμια. ταῦτα μὲν οὖν ταύτῃ πη εἶχε.
[30] Γενόμενος δὲ ὁ Μερμερόης ἐν τοῖς ὄρεσιν, ὥσπερ μοι εἴρηται, Πέτραν ἐνθένδε τῶν ἐπιτηδείων ἐμπιπλάναι ἐν σπουδῇ εἶχεν. ἐπαρκέσειν γὰρ τῷ ἐνταῦθα φυλακτηρίῳ ἐς τρισχιλίους ὄντι τὰ ἐδώδιμα οὐδαμῆ ᾤετο, [31] ἅπερ εἰσκομισάμενοι ξὺν αὐτοῖς ἔτυχον. ἀλλ' ἐπεὶ τὰ ἐν ποσὶ σφίσι γινόμενα μόλις ἀπέχρη ἐς τὴν δαπάνην τῇ στρατιᾷ ταύτῃ, οὐχ ἧσσον ἢ τρισμυρίοις οὖσι, καὶ ἀπ' αὐτοῦ οὐδὲν ὅ τι καὶ λόγου ἄξιον πέμπειν ἐς τὴν Πέτραν οἷοί τε ἦσαν, λογισάμενος εὕρισκε σφίσιν ἄμεινον εἶναι τὸ μὲν πλέον τοῦ στρατοῦ ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς Κολχίδος, ὀλίγους δέ τινας ἐνταῦθα μεῖναι, οἳ δὴ ἔμελλον τῶν ἐπιτηδείων, οἷς ἂν ἐντύχοιεν, πολλὰ μὲν ἐς τὸ ἐν Πέτρᾳ φυλακτήριον ἐσκομίζεσθαι, τοῖς δὲ ἄλλοις αὐτοὶ διαρκῶς χρῆσθαι· [32] ἄνδρας οὖν ἐς πεντακισχιλίους ἀπολεξάμενος αὐτοῦ εἴασεν, οἷς δὴ ἄρχοντας ἄλλους τε τρεῖς καὶ Φάβριζον [33] κατεστήσατο. πλείους γὰρ ἐνταῦθα λείπεσθαι οὔ οἱ ἔδοξεν ἐπάναγκες εἶναι, πολεμίων οὐδαμῆ ὄντων. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς τὴν Περσαρμενίαν ἐλθὼν ἡσύχαζεν ἐν τοῖς ἀμφὶ Δούβιος χωρίοις.
[34] Οἱ δὲ πεντακισχίλιοι, ἐπεὶ ἐγγυτέρω τῶν Λαζικῆς ἐσχάτων ἦλθον, παρὰ ποταμὸν Φᾶσιν ἐστρατοπεδεύσαντο ἅπαντες, ἔνθεν τε κατ' ὀλίγους περιιόντες ἐληίζοντο [35] τὰ ἐκείνῃ χωρία. ὧν δὴ ὁ Γουβάζης αἰσθόμενος τῷ Δαγισθαίῳ ἐπέστελλε βοηθεῖν ἐνταῦθα σπουδῇ· δράσειν γὰρ σφίσι τοὺς πολεμίους κακόν τι [36] μέγα δυνατὰ ἔσεσθαι. ὁ δὲ κατὰ ταῦτα ἐποίει, παντί τε τῷ Ῥωμαίων στρατῷ ἐπίπροσθεν ᾔει, ἐν ἀριστερᾷ ἔχων ποταμὸν Φᾶσιν, ἕως ἐς χῶρον ἀφίκετο ἵνα δὴ οἱ Λαζοὶ ἐστρατοπεδεύοντο ἐν τῇ ἑτέρᾳ τοῦ ποταμοῦ [37] ὄχθῃ. ἐτύγχανε δὲ ταύτῃ ὁ Φᾶσις διαβατὸς ὢν, ὅπερ Ῥωμαῖοι μὲν καὶ Πέρσαι ἀπειρίᾳ τῶν ἐκείνῃ χωρίων ὡς ἥκιστα ὑπετόπαζον, Λαζοὶ μέντοι ἐξεπιστάμενοι ἐνταῦθα διέβησαν ἐξαπιναίως καὶ ἀνεμίγνυντο τῷ Ῥωμαίων στρατῷ· Πέρσαι δὲ ἄνδρας χιλίους τῶν ἐν σφίσι δοκίμων ἀπολεξάμενοι ἔπεμψαν, ὡς μή τις ἐπὶ [38] τὸ στρατόπεδον κακουργήσων ἴοι. ὧνπερ δύο ἐπὶ κατασκοπῇ προτερήσαντες καὶ παρὰ δόξαν ἐς τοὺς πολεμίους ἐμπεπτωκότες τὸν πάντα λόγον ἐσήγγειλαν.
[39] διὸ δὴ Ῥωμαῖοί τε καὶ Λαζοὶ τοῖς χιλίοις ἐξαπιναίως ἐπέστησαν, οὐδείς τε αὐτῶν διαφυγεῖν ἔσχεν, ἀλλ' οἱ μὲν πολλοὶ διεφθάρησαν, τινὰς δὲ αὐτῶν καὶ ζωγρήσαντες οἵ τε ἀμφὶ Γουβάζην καὶ Δαγισθαῖον τό τε μέτρον τοῦ Μήδων στρατοῦ καὶ τὸ τῆς ὁδοῦ μῆκος μαθεῖν ἴσχυσαν, καὶ ὅπη ποτὲ αὐτοῖς τὰ παρόντα [40] ἔχοι. ἄραντες οὖν παντὶ τῷ στρατῷ ἐπ' αὐτοὺς ᾔεσαν, διαριθμούμενοι ὅπως πόρρω που τῶν νυκτῶν ἐπιπέσοιεν [41] σφίσι· τετρακισχίλιοι δὲ καὶ μύριοι ἦσαν. οἱ μὲν οὖν Πέρσαι πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες μακρόν τινα ὕπνον ἐκάθευδον· τόν τε γὰρ ποταμὸν ἀπόρευτον ᾤοντο εἶναι καὶ τοὺς χιλίους, οὐδενὸς σφίσιν ὑπαντιάσαντος, [42] ἐπὶ μακρότατόν πη ὁδῷ ἰέναι. Ῥωμαῖοι δὲ αὐτοῖς καὶ Λαζοὶ ὄρθρου βαθέος ἀπροσδόκητοι ἐπιπεσόντες τοὺς μὲν ἔτι ὕπνον αἱρουμένους εὗρον, τοὺς δὲ ἄρτι ἐξ ὕπνου ἐγηγερμένους καὶ γυμνοὺς ἐπὶ τῶν [43] στρωμάτων κειμένους. διὸ δὴ αὐτῶν οὐδενὶ ἐς ἀλκὴν ἰδεῖν ξυνηνέχθη, ἀλλ' οἱ μὲν πλεῖστοι καταλαμβανόμενοι ἔθνησκον, τινὰς δὲ καὶ ἐζώγρησαν οἱ πολέμιοι, ἐν τοῖς καὶ τῶν ἀρχόντων ἕνα τετύχηκεν εἶναι, ὀλίγοι [44] δέ τινες ἐν σκότῳ διαφεύγοντες ἐσώθησαν. τό τε στρατόπεδον Ῥωμαῖοι καὶ Λαζοὶ αἱροῦσι καὶ τὰ σημεῖα πάντα, ὅπλα τε πολλὰ καὶ χρήματα μεγάλα ἐληίσαντο, [45] καὶ ἵππων τε καὶ ἡμιόνων μέγα τι χρῆμα. ἐπὶ μακρότατον δὲ τὴν δίωξιν ποιησάμενοι καὶ Ἰβηρίας πόρρω ἀφίκοντο. ἔνθα δὴ καὶ ἄλλοις τισὶ Περσῶν [46] ἐντυχόντες πολλοὺς ἔκτειναν. οὕτω μὲν ἐκ Λαζικῆς Πέρσαι ἀπήλλαξαν, Ῥωμαῖοι δὲ καὶ Λαζοὶ τά τε ἄλλα ἐπιτήδεια καὶ ἄλευρα παμπληθῆ ἐνταῦθα εὑρόντες ἅπαντα ἔκαυσαν ἅπερ ἐξ Ἰβηρίας οἱ βάρβαροι ἐπηγάγοντο, [47] ἐφ' ᾧ ἐς Πέτραν ἐσκομίσονται. Λαζῶν τε πολλοὺς ἐλίποντο ἐν τῷ στενωπῷ, ὡς μηκέτι Πέρσαις ἐς Πέτραν τὰ ἐπιτήδεια ἐσκομίζεσθαι δυνατὰ εἴη, ξύν τε τῇ ἄλλῃ λείᾳ καὶ τοῖς αἰχμαλώτοις ἀνέστρεφον.
[48] καὶ τέταρτον ἔτος ἐτελεύτα Ῥωμαίοις τῆς ἐς Πέρσας ἐκεχειρίας, τρίτον καὶ εἰκοστὸν ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
[49] Ἰωάννης δὲ ὁ Καππαδόκης ἐνιαυτῷ πρότερον βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθε. τηνικάδε γὰρ Θεοδώρᾳ τῇ βασιλίδι ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ [50] βίου. τῶν μέντοι πρόσθεν ἀξιωμάτων ἀνασώσασθαι οὐδ' ὁτιοῦν ἔσχεν, ἀλλ' ἐπὶ τῆς ἀκουσίου τιμῆς ἱερεὺς ἔμεινε· καίτοι φάντασμα τῷ ἀνθρώπῳ ἐγεγόνει πολλάκις [51] ὡς εἰς βασιλείαν ἀφίξεται. φιλεῖ γὰρ τὸ δαιμόνιον, ὅπερ ἐς τοὺς ἀνθρώπους ὡραΐζεσθαι πέφυκεν, ἀπὸ μειζόνων τε καὶ ὑψηλοτέρων ἐλπίδων κρεμᾶν οἷς δὴ οὐκ ἐπὶ στερρᾶς φύσεως τὴν διάνοιαν ἑστάναι [52] ξυμβαίνει. καὶ τούτῳ γοῦν τῷ Ἰωάννῃ ἄλλας τε πολλὰς τερατολόγοι φαντάσεις ἐς ἀεὶ προὔλεγον καὶ ὡς χρῆν αὐτὸν τὸ τοῦ Αὐγούστου ἀμπίσχεσθαι σχῆμα.
[53] ἦν δέ τις ἱερεὺς ἐν Βυζαντίῳ, Αὔγουστος ὄνομα, ὃς δὴ τῶν κειμηλίων τοῦ τῆς Σοφίας ἱεροῦ φυλακὴν [54] εἶχεν. ἡνίκα τοίνυν Ἰωάννης ἀποθριξάμενος τῆς ἱερωσύνης ἠξίωτο βίᾳ, οὐ γὰρ ἦν αὐτῷ ἐσθὴς ἱερεῖ πρέπουσα, τούτου δὴ τοῦ Αὐγούστου, ἐγγύς πη ὄντος, τόν τε φαινόλην καὶ τὸν χιτῶνα ἐνδιδύσκεσθαι πρὸς τῶν τῷ ἔργῳ ἐφεστώτων ἠνάγκαστο, ἐς τοῦτό τε αὐτῷ ἀπεκρίθη, οἶμαι, ἡ πρόρρησις.