5475 351 0 1 1 0 IV d. C. Retorica Libanius XLIV Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 129

Libanius - Declamatio XLIV

Νόμος τὸν ἐπὶ τῆς ἐκκλησίας ὀφθέντα ξένον ἀποθνήσκειν ὑπὸ τοῦ στρατηγοῦ. ξένος ὀφθεὶς ἀπαγόμενος ἔφη τι μηνύειν ἔχειν ἀπόρρητον. ἀπέκτεινεν αὐτὸν ὁ στρατηγός. μετὰ ταῦτα ἡ πόλις ἐτυραννήθη. καταλυθέντος τοῦ τυράννου κρίνεται ὡς συνειδώς.

[1]

Ἡ μελέτη.

[1]    Τὰ μὲν ἀπὸ τῆς τυραννίδος, ὦ ἄνδρες, κακὰ καὶ τὸ πάντων τῶν ἐν ἀνθρώποις δεινῶν ταύτην εἶναι χαλεπωτάτην ἱκανῶς ὁ κατήγορος ἐνδεδεῖχθαί μοι δοκεῖ καὶ τὸν λόγον ἐξισωκέναι ταῖς συμφοραῖς· τὸ δ' ὡς ἐγώ τι τούτων ἐφ' ὑμῖν συμπαρεσκεύασα καὶ ἦν μοι βουλομένῳ δεσπότην ἐπιστῆναι τῇ πόλει, τοῦτο δὲ οὐδενὶ λόγῳ, μὰ τοὺς θεούς, ἐφαίνετό μοι δεικνύειν ἔχειν.

[2] ὑμεῖς δ' εἰ μὲν τὴν φύσιν τοῦ πράγματος ἔγκλημα ἐμὸν ποιεῖσθε καὶ ὧν ὑπὸ τοῦ τυράννου πεπόνθατε παρὰ τῶν οὐδὲν ὑμᾶς ἠδικηκότων οἴεσθε δεῖν δίκην λαβεῖν, χρήσασθε ὅ τι βούλεσθε· εἰ δὲ χωρίς ἐστιν ἅ τε ὑπ' ἐκείνου πεπόνθατε καὶ τὸ πονηρὸν ἐμὲ περὶ τὴν πόλιν γεγονέναι, μή με περιίδητε τοῖς κατὰ τῆς τυραννίδος ἀπολλύμενον λόγοις μηδὲ τὴν ἀπ' ἐκείνης ὀργὴν εἰς ἕνα τῶν ὑφ' ὑμῶν πεπιστευμένων ἐφῆτε.

[3] ἔοικα δὲ πάντων τῶν ἐν τῇ πόλει δυστυχέστατος εἶναί τις, εἰ τῶν μὲν ἄλλων ἕκαστος εὐθυμεῖ τε καὶ στεφανηφορεῖ καὶ τῆς τῶν πραγμάτων μεταστάσεως ἀπολαύει, μόνος δ' ἐγὼ καὶ τῶν τῆς τυραννίδος ἐπειρώμην δυσχερῶν καὶ τῶν τῆς ἐλευθερίας καλῶν ἀπεστέρημαι.

[4] καί μοι δοκοῦσιν οἱ πάνυ φάσκοντες τήν τε δημοκρατίαν ἀγαπᾶν καὶ τῇ τυραννίδι πολεμεῖν τὰ μὲν τῆς τυραννίδος ἐπιτείνειν χαλεπά, τοῖς δ' ἀπὸ τῆς ἐλευθερίας ἐναντιοῦσθαι καλοῖς. τὸ γὰρ ἐπηρεάζειν καὶ ψευδέσιν αἰτίαις ὃν τύχοι τῶν πολιτῶν ἀποκτεῖναι ζητεῖν ψήφῳ δικαστῶν ἠπατημένων τοσούτῳ δεινότερον τοῦ παθεῖν τι τοιοῦτον ἐξ ἐπιτάγματος, ὅσῳ τὸ μὲν τῷ καιρῷ συμβαίνει καὶ τὸ τῶν ἀδίκων ὑπομεῖναί τι τὸν δουλεύοντα σύνηθες, ἐν δὲ νόμοις δοκοῦσιν ἰσχύειν καὶ δημοκρατίας σχήματι τὸ παρὰ τοὺς νόμους ἀποθανεῖν τῷ τε ἀποθνήσκοντι μεῖζον εἰς συμφορὰν καὶ τοῖς ψηφιζομένοις αἰσχύνη, εἰ τὰ τῆς τυραννίδος ἐπὶ τῆς ἐλευθερίας οἱ μὲν πάσχοιεν, οἱ δὲ μιμοῖντο. ὥστ' εἴπερ ὑμῖν μέλει τοῦ καθαρῶς ἐπανήκειν τὴν πολιτείαν, καὶ τὸν τοῦ φεύγοντος λόγον μετ' εὐνοίας ἀκούσατε.

[5]    Οἶμαι δ' οὐχ ἁμαρτεῖν εἰπὼν ὡς ἐγὼ μὲν κινδυνεύω περὶ τοῦ σώματος, κοινῇ δὲ ἡ πόλις περὶ τῆς δόξης καὶ τοῦ πότερον αὑτὴν δεῖ δοκεῖν εὖ φρονεῖν ἢ νοῦν οὐκ ἔχειν. ἐπειδὴ γὰρ οὐχ ὥσπερ τὸ λέγειν οὕτω καὶ τὸ στρατηγεῖν ἐπὶ τοῖς βουλομένοις ἐστίν, ἀλλ' ὃν ἂν ὑμεῖς ἕλησθε κρίναντες ἐπιτήδειον εἶναι τὰ μέγιστα τῶν ὑμετέρων διοικεῖν, οὗτος ἀποδέδεικται τῶν δυνάμεων κύριος, εἰ μὲν ἐμοῦ τὰ δίκαια παρεχομένου μὴ τὰ παρ' ὑμῶν ἐναντιωθείη, τῷ κρινομένῳ μὲν ἡ σωτηρία, τῇ πόλει δὲ εὐδοκιμεῖν ἀπὸ τοῦ χρηστοῖς αὑτὴν ἐπιτρέπειν διοικεῖν συμβήσεται· εἰ δ' ὑμεῖς τὰς τῶν συκοφαντούντων βλασφημίας τῆς ὀρθῆς ἀπολογίας προθήσετε, τεθνήξομαι μὲν ἐγώ, δόξετε δὲ ὑμεῖς πάντας ἀνοίᾳ νικᾶν, εἰ οὓς ὡς πονηροτάτους ἀποκτείνειν ἐμέλλετε, τούτους ἐπὶ τὸ στρατηγεῖν ἤγετε.

[6]    Ἀναμνῆσαι δ' ὑμᾶς, ὦ ἄνδρες, βούλομαι τῆς ἡμέρας ἐκείνης ἐν ᾗ ποιούμενοι τὰς ἀρχαιρεσίας ὑμεῖς πολλοὺς ὑπερβάντες ἐμὲ τῶν δυνάμεων ἡγεῖσθαι κατεστήσατε. συνείλεκτο μὲν γὰρ ὁ δῆμος, ἡ βουλὴ δὲ ἦν περὶ στρατηγῶν αἱρέσεως, θόρυβος δ' οὐ μικρὸς καὶ λόγων πλῆθος καὶ φωναὶ τοιαῦται ῥητόρων· ἐν τοῖς ὅπλοις ἐστὶν ἡ σωτηρία, τῶν δὲ ὅπλων αὐτῶν ἐν τῷ στρατηγῷ τὸ πλεῖστον. καὶ προσήκει τοῦτον οὐ τῶν τυχόντων, τῶν δ' ἐξητασμένων εἶναί τινα.

[7] ὁ δεῖνα μὲν τὸν δεῖνα ἐπῄνεσεν, ὑμεῖς δ' οὐ προσείχετε. ἕτερος ἕτερον ἐθαύμασεν, ὑμεῖς δ' οὐκ ἀπεδέχεσθε. καὶ περὶ τρίτον καὶ τέταρτον, οἶμαι, ταὐτὸ ἦν, οἱ ἐπαινοῦντες, οἱ μὴ πειθόμενοι. τῶν μὲν γὰρ τοὺς προγόνους ᾐτιᾶσθε, τοὺς δὲ οὐ καλῶς τεθράφθαι, τοὺς δὲ ἀπείρως ἀγώνων ἔχειν, τοὺς δὲ βραδεῖς εὑρεῖν τὸ δέον, τοὺς δὲ οὐκ ἀρκεῖν ἐπιτελέσαι τὸ δόξαν.

[8] ἐπεὶ δ' ἐμοῦ τις ἐμνήσθη, πάντες, ὦ ἄνδρες, καὶ γὰρ εἰ φορτικώτερον εἰπεῖν, οὐ σιωπήσομαι, ἀπεδέξασθε. ἅπας οὖν ὁ δῆμος ἀνεθορύβησε καὶ ὡς ἂν ἀκούσας ὃν ἐζήτει πάλαι διετέθη καὶ σὺν ἡδονῇ καὶ χρησταῖς ἐλπίσιν ᾑρεῖτο.

[9] παραλαβὼν δ' οὖν ἐγὼ τὰ πράγματα καὶ πειρώμενος μὴ ψεῦσαι τῆς προσδοκίας τοὺς ἑλομένους οὐχ ὅπως ἂν εὐπαθήσαιμι τῇ δυνάμει καὶ μείζω ποιήσαιμι τὴν οὐσίαν ἐσκόπουν, ἀλλ' ὅπως δι' ὧν ἂν γένοιτο τὰ κοινὰ βελτίω μηδὲ ἓν παροφθείη, τοῦτο φροντίζων διετέλουν. ἴσασιν οἱ στρατιῶται τοὺς ἐμοὺς πόνους, τὰς ἐμὰς ἀγρυπνίας, ἐν ὅσαις μὲν αὐτοὺς ἤσκουν μελέταις, ὅπως δ' ἐτίμων τοὺς ἀγαθούς, ὅπως δ' ἐπηνώρθουν τοὺς μὴ τοιούτους καιροὺς παρατάξεων ζητῶν, χωρίων καταλήψεις, φυλακὴν τοῦ μὴ παθεῖν, ἐπίνοιαν τοῦ δρᾶσαι, ἐνέδρας, βουλεύματα, παρακλήσεις, μάχας, τὰς εἰς τὸ νικᾶν ἀφορμάς.

[10] νομίζων δὲ δεῖν τὸν ἄριστον στρατηγὸν μὴ τοῦ μὲν ἔξω κρατεῖν ἔχειν πρόνοιαν, τῶν δὲ εἴσω τείχους ἠμεληκέναι, τοὺς νόμους οὐδὲ πρότερον ἀγνοῶν τότ' ἄμεινον ἔσπευδον εἰδέναι καὶ τούτων πλέον ὅσοι διὰ τῶν στρατηγούντων ἐθέλουσι βεβαιοῦσθαι. ᾔδειν γὰρ ὡς ἡ πόλις τῶν μὲν πολεμίων κρείττων ἐστὶ δι' ὧν διοικεῖται νόμων, τούτων ‹δὲ› ἀτακτεῖ κινουμένων. διὸ δεῖ νικᾶν τοὺς πολεμίους οὐκ ἐν τῷ ἀπελαύνειν, τῷ δὲ τοὺς νόμους ἰσχύειν.

[11] πάντας μὲν οὖν ἔγωγε συμφέροντάς τε ἑώρων καὶ φυλάττειν ἀξίους, μάλιστα δὲ τὸν ὡς οὐ χρὴ ξένον τῶν ἡμετέρων ἐκκλησιῶν μετέχειν ἀγορεύοντα. διὰ τί; ὅτι, ὦ ἄνδρες, μεγάλη ῥοπὴ τὸ τὰ βεβουλευμένα λανθάνειν καὶ τὸ αὐτὸ ψήφισμα κρυφθὲν μὲν κέρδος τοῖς ἐψηφισμένοις, πρὸ δὲ τῶν ἔργων κηρυχθὲν μάταιον, τὰ δὲ καὶ αὐτοὺς τοὺς βεβουλευμένους ἔβλαψεν.

[12] εἰδὼς οὖν ὅτι τούτου μὲν τοῦ νόμου κρατοῦντος ἔνι τι καὶ τῶν ὅπλων ὄφελος, ἀνῃρημένου δὲ πρᾶγμα ἀνόνητον αἱ μάχαι, παρετήρουν ἐν ταῖς ἐκκλησίαις, ὅπως αὐτῶν ᾖ τῶν πολιτῶν, οἷς ἀναγκαία ἡ πρὸς τὴν ἐνεγκοῦσαν εὔνοια, καθαρὸς ὁ σύλλογος καὶ μηδεὶς τῶν ῥᾳδίως ἂν ἐξαγγειλάντων τοῖς ἐναντίοις τὰ τῇδε νικῶντα παρείη, καὶ αὐτός τε πανταχοῖ τοὺς ὀφθαλμοὺς περιῆγον καὶ οἷς αὐτὸ τοῦτο προσετέτακτο ποιεῖν, ἦσαν δὲ οὐκ ὀλίγοι. τὰς γὰρ ἐλπίδας τῶν τροπαίων ἐν ταῖς ἐκκλησίαις εἶχον, καὶ συμμάχων, ὡς ἄν τις εἴποι, χρησιμώτερον ἔργον τὸ μηδένα τῶν ἔξωθεν εἰδέναι τὰ ἡμέτερα ἀπόρρητα. διὰ τοῦτο γάρ μοι δοκεῖ καὶ τὸν στρατηγόν, ἀλλ' οὐ τὰς ἄλλας ἀρχὰς ἐπὶ τὸν ξένον παρακαλεῖν ὁ νομοθέτης εἰδὼς ὅτι τούτῳ μάλιστα μελήσει τῆς περὶ ταῦτα ἀκριβείας, ᾧ μάλιστα συμφέρει μὴ ταῦτα παραβαίνεσθαι.

[13]

   Τὸν μὲν οὖν ἄλλον χρόνον εἶκον οἱ ξένοι τοῖς ἡμετέροις νόμοις καὶ οὐδεὶς θρασύτερος ἑωρᾶτο τοῦ φόβου, πρῴην δὲ συγκαθημένων ἡμῶν καὶ πολλῆς οὔσης φροντίδος καὶ περὶ τῶν μεγίστων τῆς σκέψεως καὶ τοῦ κήρυκος ἐρωτῶντος τίς ἀγορεύειν βούλεται; καὶ τῶν ἐσκεμμένων ἀνισταμένων ἐγὼ μὲν ἔβλεπον εἰς ἕκαστον ὑπηρετῶν τῷ νόμῳ, περιεφοίτων δὲ οἷς τοῦτο προσέκειτο.

[14] βοὴ δὲ ἐξαίφνης καὶ ταραχή· ξένος οὗτος εἰσβιάζεται καὶ καταμανθάνει τί μὲν εἴρηται, τί δὲ κέκριται, τί μὲν ἔδοξε, τί δὲ οὐκ ἔδοξε καὶ τὰ τῆς πόλεως οὐκ οἶδ' ὁπόθεν ἥκων εἰδὼς ἄπεισιν. ὁ στρατηγὸς δὲ ἡσυχάζει, τιμωρία δ' οὐ φαίνεται, ξίφος δὲ οὐδαμοῦ.

[15] τοιούτων πεφηνότων τε καὶ λεγομένων τί ἐχρῆν με ποιεῖν; ἐπαινέσαι τὸν ἄνθρωπον καὶ στεφανῶσαι καὶ κελεῦσαι ῥήματα ἄλλως ἡγεῖσθαι τὸν νόμον καὶ τοῖς ξένοις ἀνοῖξαι τὰς ἐκκλησίας; ἀλλ' οὐδεὶς ἐρεῖ. τί οὖν λοιπόν; ἀπάγειν, ἔργῳ κυροῦν τὸν νόμον. οὐκοῦν ἐγὼ μὲν ἃ μὴ ποιῶν ἂν παρηνόμουν ἔπραττον, ὁ δὲ ἐφθέγγετο ταῦτα δὴ τὰ τοῖς ἐπὶ θανάτῳ συνειλημμένοις εἰωθότα, ὧν κοινῇ πᾶσιν ὑπερορᾶν δοκοῦν ἔπαθεν ἃ δὴ παθεῖν ἐπὶ τούτοις ἐτέτακτο.

[16] μετὰ ταῦτα τοίνυν ἐμοῦ θαυμαζομένου παρ' ὑμῶν ὡς ἐπιμελῶς καὶ φιλοπόνως βασανίζοιμι τοὺς συλλόγους καὶ ὡς ἐρρωμένως ἀμυνοίμην τοὺς καταφρονοῦντας τῆς πόλεως ἐπεισέρχεταί ποθεν ἡ θεοῖς ἐχθρὰ τυραννίς. ἣν ὅτι μεθ' ὑμῶν ἐδυσχέραινον ἴστε. ὅσα γοῦν ἔδει παρ' ἐμοῦ λεχθῆναι καὶ δοκιμασθῆναι καὶ βουλευθῆναι καὶ πραχθῆναι τοῦ παύσασθαι τὰ δεινά, πάντα ὑμῖν προθύμως, ὥς γ' ἐμαυτὸν πείθω, εἰσενηνέχθαι οἴομαι.

[17]    Καὶ παρῆλθε τὰ τῆς ἀνομίας καὶ δημοκρατούμεθα πάλιν καὶ θύετε καὶ σπένδετε καὶ πλὴν ἐμοῦ πάντες ἐν εὐθυμίαις, ὁ στρατηγὸς δὲ κρίνεται, καὶ τὸ πάντων ἀτοπώτατον, ὡς συναράμενος τῷ τυράννῳ τοῦ καταλῦσαι τοὺς νόμους. τίς οὖν ὁ παρ' ἐμοῦ λόγος; ἁπλοῦς καὶ δίκαιος. συνειδέναι με φῂς καὶ συνεφῆφθαι τῆς τυραννίδος; καλῶς. οὐκοῦν ὅστις τοῦτο οἶδε φανήτω, μαρτυρησάτω, δειξάτω τοῖς δικασταῖς αὑτόν, πεισάτω τοὺς ὀμωμοκότας ὅτι με ἀποκτείναντες οὐκ ἐπιορκήσονται. τοῦτο γάρ ἐστιν ὀρθὴ κατηγορία. οὑτοσὶ κέκλοφε. τίς ἡ πίστις; ὁ δεῖνα μαρτυρεῖ. μεμοίχευκεν ὁ κρινόμενος. πόθεν πεισθῶμεν; ἀπὸ τῶν μαρτυριῶν.

[18] τοῦτο δή, τοῦτο καὶ νῦν ἐμοὶ σωθήτω. συνῄδει ταῦτα τῷ μέλλοντι τυραννεῖν ὁ στρατηγός. γέγραφε τοῦτο. κάλει τοίνυν ἐπὶ τῇ γραφῇ καὶ τοὺς μάρτυρας, εἴτ' ἐλευθέρων εἴτε δούλων, ὁντινοῦν ἔστι σοι καλεῖν, εἰ τῶν τοξοτῶν, εἰ τῶν ὁπλιτῶν, εἰ τῶν ἱππέων, εἰ σφενδονητῶν, εἰ πολιτῶν, εἰ ξένων. τούτῳ γὰρ διαφέρει δημοκρατία τυραννίδος ὅτι ἐκεῖ μὲν ἀρκεῖ κελεῦσαι τὸν δεσπότην καὶ δεῖ τελευτᾶν, ἐνταῦθα δὲ πρὶν ἄξια θανάτου δειχθῆναι τετολμηκότα τὸν ἐν ταῖς αἰτίαις οὐκ ἔστι ζημιοῦσθαι θανάτῳ.

[19]

σὺ δ' ἀξιῶν ἀπ' αἰτίας με ψιλῆς ἀποθνήσκειν μέτρια νομίζεις ἀξιοῦν; εἰ γὰρ ὕβρεως ἐνεκάλεις, εἰ γὰρ αἰκίας, εἰ γὰρ κακηγορίας, οὐκ ἂν δικαίως καὶ τότε ἤκουες τίνος παρόντος ἠσέλγαινον, τίνος παρόντος ἔτυπτον, τίς παρῆν, ὅτε ἔλεγον κακῶς; σὺ δὲ τὸ μέγιστον τῶν ἀδικημάτων καὶ ὃ πάντα τὰ ἐν ἀνθρώποις παρέρχεται, τί γὰρ ἂν γένοιτο τυραννίδος ἀσεβέστερον; τοιαύτην δὴ γραφὴν εἰσάγων σημεῖα καὶ σκιὰς προφέρων πείσειν οἴει τοὺς ψηφιζομένους; [20] τῶν ἀδικημάτων, ὦ ἄνδρες, τὰ μὲν αὐτοῦ δεῖται μόνου τοῦ κακουργοῦντος, τὰ δὲ ἐν κοινωνίᾳ πλήθους ἔχει τὴν ἰσχύν. οἷον ἐπεβούλευσέ τις ἀποκτεῖναι τὸν ἐχθρὸν ἑσπέρας ἀπιόντα ἀπὸ τοῦ δείπνου. τοῦτο καὶ μόνος πράξειεν ἂν καὶ οὐδὲν δέοιτο πρὸς τὸν φόνον συνεργοὺς παρακαλεῖν οὐδὲ προλέγειν ὃ δράσει τούτοις ὧν οὐκ ἂν δέοιτο. πάλιν ἰατρὸς φαρμάκῳ τὸν δεῖνα διέφθειρεν ἢ μισῶν αὐτὸς ἢ μισθὸν τοῦ φόνου λαβών. οὗτος οὐκ ἂν ἐξ εἰκότων κρινόμενος εἰκότως ἀγανακτοίη φάσκων παρεῖναι δεῖν τὸν καταμαρτυροῦντα. διὰ τί; ὅτι ἤρκουν εἰς τὸ ἀδίκημα αἱ χεῖρες αὐτῷ καὶ ἡ τέχνη, ὥσπερ ἐκείνῳ τῷ τὸν ἐχθρὸν ἀποσφάξαντι μετὰ τῶν χειρῶν ἤρκει τὸ ξίφος.

[21] καίτοι κἀκείνους ὁρῶμεν βοῶντας· ἄνευ μαρτύρων οὖν ἀπολλύμεθα; καὶ πολλοῖς γε δοκοῦντας εἰκότως ἀγανακτεῖν. ἀλλ' οὐχ ἡ τυραννὶς τοιοῦτον, ἀλλὰ καὶ τὸν ἐρῶντα τοῦ πράγματος πολλοῖς ἀνάγκη κοινῶσαι τὴν διάνοιαν. καὶ τὸν συνειδότα, ὦ ἄνδρες, μετὰ πολλῶν ἀνάγκη συνειδέναι, τὸν δὲ δὴ στρατηγὸν τῷ μὲν συνειδέναι, τοὺς δ' ἄλλους ὅτι σύνοιδε λανθάνειν πάντων μάλιστα ἀμήχανον.

[22] σκοπεῖτε γάρ· ἐκεῖνος ἐμοὶ φράζων ἃ ποιεῖν ἐγνώκει καὶ τὴν ἐπιθυμίαν ἐκφέρων οὐ τοῦτ' αὐτὸ νομίζων αὑτῷ λυσιτελεῖν τὸ μηδὲν ἐμὲ τῶν πραττομένων ἀγνοεῖν προὔλεγεν ἄν, ἀλλ' ὠνούμενος τὸ μηδὲν αὑτῷ κώλυμα παρὰ τῶν ὑπ' ἐμοὶ τεταγμένων, εἴ τις αἴσθησις συμβαίη, γενέσθαι.

[23] οὐκοῦν ἐχρῆν τὸν ἐκείνῳ συμπράττοντα στρατηγὸν μάλιστα μὲν ὅλῃ τῇ δυνάμει περὶ τοῦ δεῖν ἐᾶν τὸν δεῖνα καταλύειν τοὺς νόμους διαλέγεσθαι καὶ διδάσκειν ὡς ἀρέσκει μοι τὸ τόλμημα, εἰ δὲ μὴ τοῦτο, τοῖς ταξιάρχοις, τοῖς φυλάρχοις, τοῖς ἄλλοις δι' ὧν ἂν ἦν τοὺς στρατιώτας ἐν ἀκμῇ τῶν καιρῶν κατέχειν. εἰ δὲ ἐγὼ μὲν ᾔδειν, οἱ δὲ ἠγνόουν καὶ διεκώλυον ἄν, εἴπερ ᾐσθάνοντο, τί πλέον ἂν ἦν τῷ τυράννῳ τῆς ἐμῆς κοινωνίας ἄνευ τῆς τῶν ὑπ' ἐμοῦ στρατηγουμένων;

[24]    Τοῦ χάριν δὴ ταῦτα διῆλθον; ἵν' ὑμῖν, ὦ ἄνδρες, γένηται φανερὸν ὡς, εἴπερ ἦν τι τούτων ἀληθές, αὐτὴ τοῦ πράγματος ἡ φύσις πολλοὺς ἂν τούτῳ παρέσχε τοὺς μάρτυρας, οἵ, εἰ καὶ τότε ἐσίγων, τὴν λαμπρότητα καὶ τὸ τιμᾶσθαί με παρ' ὑμῶν ὑφορώμενοι νῦν ἐν τῇ κρίσει καὶ ταῖς βλασφημίαις ἐπέθεντ' ἂν ὑπὸ τοῦ καιροῦ παρακληθέντες. λυπηρὸν δὲ ὁ στρατηγὸς πολλαχῆ τοῖς ἀκολουθοῦσι πονεῖν ἐπιτάττων, μεμφόμενος τοῖς ὀκνοῦσιν ἐν ταῖς μάχαις, ἐν ταῖς διανομαῖς τοὺς τοιούτους ἀνιῶν.

[25] τούτων δή τινας ἐχρῆν τούτῳ παρεστάναι καὶ μαρτυρεῖν ὡς τἀληθῆ γέγραπται καί, νὴ Δία γε, καὶ τῶν ἐμῶν οἰκετῶν οὐκ ὀλίγους. ὅτι μὲν γὰρ πρᾶγμα τοσοῦτον πολλῶν μὲν ἂν ἐδεήθη λόγων, πολλοῦ δὲ χρόνου καὶ καθ' ἑκάστην ἡμέραν ἢ συνιόντας αὐτοὺς ἔδει κοινολογεῖσθαι καὶ σκοπεῖν ἢ δι' ἑτέρων ἀλλήλοις διαλέγεσθαι καὶ ῥήματα περὶ τοῦ πράγματος πέμπειν τε καὶ δέχεσθαι δῆλον οἶμαι πᾶσι· τοὺς δὲ ταῦτα διακονοῦντας, εἰ μὲν τῶν οἰκετῶν εἶναί τινάς φησι, τί μὴ τούτους καλεῖ; εἰ δὲ τῶν ἐπιτηδείων, τί μὴ τούτοις χρῆται;

[26] ὁρᾶτε τοὺς συγκατασχόντας τῷ τυράννῳ τὴν ἀρχήν, ὧν οἱ μὲν αὐτῷ τὸ σῶμα ἐφύλαττον, οἱ δὲ τὴν ἀκρόπολιν ἐφρούρουν, οἱ δ' ὅ τι κελεύσειεν ὑπούργουν; τούτους ἂν ἔρησθε περὶ ἀλλήλων εἰ πρὸ τῆς τυραννίδος ἀλλήλους ᾔδεσαν, φήσουσιν ὡς ᾔδεσαν. οὐ γὰρ ἂν ἕκαστος μὴ βλέπειν ἔχων εἰς συνεργοὺς ἐτόλμα.

[27] οὐκοῦν εἴπερ καὶ αὐτὸς ἐν τοῖς κοινωνοῦσιν ἦν καὶ τοῦτ' ᾔδεσαν ὥσπερ ἀλλήλους, τί οὖν μή, ὡς καὶ τῶν ἄλλων, καὶ τούτων εὐπορεῖς; ὅτι, ὦ ἄνδρες, τὰ μὴ πεπραγμένα μάρτυρας οὐκ ἂν ἔχοι. τοῦτο δὲ τῷ διώκοντι μὲν οὐκ εἶναι θαυμαστὸν οὐδέν, ἐμὲ δὲ ἀπαιτεῖν εὔλογον, ὑμᾶς δὲ μετὰ μὲν ἐμοῦ ζητεῖν, τὸν δὲ ἀναγκάζειν παρέχεσθαι. ἐμὲ μὲν γὰρ ἡ περὶ τοὺς μάρτυρας σπουδὴ διασώσει, τῆς δὲ ἀρᾶς ὑμᾶς ἐξαιρήσεται.

[28] φέρε, εἴ τισιν ἀργύριον οὑτοσὶ δοὺς ἔπειθεν ἐνταυθοῖ βοᾶν ὡς συνῄδειν, ὡς ἐκοινώνουν, ἆρ' ἂν ὑμῖν ἐξήρκει καὶ καταγινώσκειν ᾤεσθε δεῖν; ἀλλ' οὐκ ἂν ἐσκέπτεσθε τίνες ὄντες ταῦτα λέγουσιν; εἰ δυσμενεῖς ἐμοὶ πολλάκις τῷ τὰ ψευδῆ μαρτυρεῖν; εἶθ' οἱ μάρτυσιν ἀπιστήσαντες ἂν παροῦσιν τούτων ἀπόντων τοῖς ῥήμασι τοῦ διώκοντος πιστεύσετε;

[29] πολλὴν ἄρα ἀφθονίαν ποιήσετε τῶν ἐθελόντων συκοφαντεῖν, οἳ νῦν μὲν τῷ δεῖν εἰσιέναι μετὰ μαρτύρων ἢ δοκεῖν φλυαρεῖν ἔσθ' ὅτε καὶ ἀποκνήσουσιν, εἰ δὲ γνοῖεν ὡς οὐδὲν ἐλέγχων δεῖ, ταῖς δ' αἰτίαις ἡ τιμωρία προσκείσεται, τῶν πολιτῶν ἀεί τις ἀπολεῖται. ῥᾷστον γὰρ ἁπάντων γραψάμενον ἀναισχυντῆσαι. λοιπὸν οὖν τοῖς μὲν ἐγκαλεῖν, ὑμῖν δὲ καταψηφίζεσθαι, τῶν δὲ φευγόντων ἀποφεύγειν μηδένα.

[30]    Ἤδη τοίνυν τις ἀπορῶν μαρτύρων ἐπὶ τὴν γνώμην τοῦ κρινομένου τραπόμενος καὶ δείξας δεχομένην τὰς μέμψεις ἔδοξέ τι λέγειν. αὕτη δὲ νῦν λύει μᾶλλον ἢ βεβαιοῖ τὴν γραφὴν καὶ διχόθεν ἀφεῖμαι τῆς αἰτίας τῷ τε τοῦτον ἀπορεῖν μαρτύρων καὶ τῷ προσήκειν ἐκ τῶν εἰκότων εὔνουν εἶναί με τῇ πόλει. τίς γὰρ οὐκ οἶδεν ὡς οὗτοι κινοῦσι τὴν οὖσαν πολιτείαν καὶ τῆς ἀπούσης ἐπιθυμοῦσιν, οἵτινες ἐν μὲν τῇ καθεστώσῃ φέρονται χεῖρον, ἐλπίδας δὲ ἔχουσιν ἐν τῇ μεταβολῇ βελτίους;

[31] οἷον ὁ τυραννουμένης πόλεως ἀπερριμμένος ποθεῖ τοὺς νόμους καὶ τὴν ἰσηγορίαν καὶ ταῦτα ἐπανάγειν πειρᾶται. πάλιν ὅτῳ τοὺς νόμους ἰσχύειν οὐ συμφέρει, λύειν ἐπιχειρεῖ τοὺς νόμους. τίνες οὖν οἱ πολεμοῦντες τοῖς νόμοις; ὧν οἱ πατέρες κατ' ἐκείνους ἐκολάσθησαν, οἷς ὀφλήματα πρὸς τὸ δημόσιόν ἐστιν, ὧν ἀτιμία κατέγνωσται, οὓς ἐξείργει τὰ βεβιωμένα τοῦ βήματος, ὅσοι πολλὰ κεκακουργηκότες ἴσασιν ὡς μενόντων τῶν νόμων οὐκ ἔστι μὴ δίκην ὑποσχεῖν.

[32]    Ποῦ τοίνυν με τίθης, ὦ συκοφάντα; τί με πεποίηκεν ἐχθρὸν τῇ πολιτείᾳ; τὸ δεσμωτήριον ᾤκουν; ἐν τοῖς ὀφείλουσιν ἦν; ψήφῳ τῆς παρρησίας ἐστερήμην; δεδήμευτό μοι τὰ ὄντα; πονηρὸς εἰλήμμην καὶ τὸ πείσεσθαί τι δεινὸν ἐνῆγε πάντα κινεῖν; ἢ τοιοῦτον μὲν οὐδέν, χρηστὸς δὲ ὢν ἐν ἀγνώμοσιν ἐπεδεικνύμην τὸν τρόπον; οὐκ ἐπῃνούμην; οὐκ ἐθαυμαζόμην; οὐ τοῖς ὅπλοις ἐφειστήκειν; οὐ τῶν δυνάμεων ἦρχον; οὐ ζηλωτὸς ἦν, οὐκ εὐδαίμων; οὐ παρ' ὑμῖν λαμπρός; οὐ τοῖς ἐχθροῖς φοβερός;

[33] ἔστιν οὖν ὅστις ἂν τοσούτων αὑτὸν ἀγαθῶν ἀποστεροίη; νὴ Δία, ὅ γε οὐκ ὢν αὑτοῦ. διὰ τί γὰρ ἂν σωφρονῶν; τί ζητῶν ἀντὶ τῶν ὄντων; ἐγὼ στρατηγίας παρ' ὑμῶν ἠξιωμένος ἐπῆγον τῇ πολιτείᾳ δεσπότην ἐν ᾗ τοσοῦτος ἐγεγόνειν; καὶ ὅπως ἄλλος ἐξουσίαν ἄδικον κτήσαιτο, πάντα ποιεῖν ἕτοιμος ᾑρούμην καὶ γενέσθαι καὶ νομισθῆναι;

[34] εἰ γὰρ αὐτὸς ἔμελλον τυραννήσειν, ἐδεξάμην ἂν τύραννος ἀντὶ στρατηγοῦ καταστῆναι, πρᾶγμα δυσσεβὲς ἀντ' ἐννόμου καὶ πολιτικοῦ; τίνος ἐπιθυμῶν; τοῦ τιμᾶσθαι; καὶ τί κάλλιον τῶν παρὰ τοῦ δήμου τιμῶν, ὧν ἄπεστιν ἀνάγκη, ἃς μόνας ἄξιον τιμὰς προσειπεῖν; τύραννος δὲ κολακεύεται μέν, τιμᾶται δὲ ἥκιστα. ᾧ γὰρ ὁ προσκυνῶν καταρᾶται, ποῦ τοῦτον ἐν τοῖς τιμωμένοις θήσει τις; ἀλλ' ὅπως ἐξείη μοι τρυφᾶν καὶ γυναῖκας ὑβρίζειν καὶ χρήματα ἁρπάζειν; ἀλλ' οὐκ ἐν τούτοις ἐτράφην τοῖς ἤθεσιν οὐδ' ἐπαιδεύθην τοιούτων κακῶν ἐρᾶν.

[35] μάρτυρες δ' ὑμεῖς διὰ τῆς στρατηγίας. ἑνὶ γὰρ δὴ τούτῳ χρηστόν τε εἶναι καὶ ἐκ τοιούτων καὶ κρείττονα ἡδονῶν καὶ διὰ πάντων ἀρετὴν ἠσκηκέναι καὶ ταῖς καλλίσταις ἐσχολακέναι μελέταις καὶ πάντα ἅ τις ἂν αὑτῷ συνεύξαιτο καὶ παισὶν ἐμαρτυρεῖτε. τοῦ μὲν οὖν ἐκ παιδὸς ἐπιτηδεύειν με τὰ βελτίω σύμβολον εὐμέγεθες ἡ στρατηγία, ταύτην δὲ τίς ἤδη ἔχων καὶ τοῖς μεγίστοις τετιμημένος ἐξ αὐτῶν ἂν τῶν μισθῶν τῆς ἀρετῆς εἰς τὸ κακὸς εἶναι μετέστη καὶ τὰ ἆθλα τῆς καλοκἀγαθίας ἀρχὴν ἐποιήσατο πονηρίας; ἀλλ' οὐ ταῦτα ποιεῖν αἱ τιμαὶ πεφύκασιν, ἀλλὰ μᾶλλον ἂν τοὺς φαύλους ἀποφήνειαν ἀγαθοὺς ἢ τρέψειαν ἐπὶ θάτερα τὸν βελτίω.

[36] οὕτως ἡ στρατηγία τῶν τε ἔμπροσθεν βεβιωμένων ἆθλον ἦν καὶ παράκλησις τοῦ μᾶλλον ἔχεσθαι τῆς ἀρετῆς. ὁ δὴ τυραννεῖν αὐτὸς οὐκ ἂν δεξάμενος ἐν ἐφολκίου μοίρᾳ τυράννῳ προσκεῖσθαι δοκεῖ ποτ' ἂν ἑλέσθαι; καὶ πότερον κρεῖττον ἦν ἡγεῖσθαι τοσούτων γενναίων ἢ δουλεύειν ἑνὶ διεφθαρμένῳ; καὶ στεφανοῦσθαι μετὰ νίκας ἢ πληροῦν αἰσχρὰς ἡδονὰς ἀνθρώπῳ μεθύοντι; καὶ κηρυγμάτων τυγχάνειν ἢ προκυλινδεῖσθαι δεσπότου;

[37] σὺ δέ, ὦ ῥᾳδίως τοὺς ἄλλους κρίνων, ἆρ' ἂν ὧνπερ ἐγὼ παρὰ τοῦ δήμου τετυχηκὼς ἐξήμαρτες εἰς τούτους ἃ φῂς ἐμέ; καλῶς γε ποιῶν ἐδυσχέρανας τὸ ῥῆμα. μὴ τοίνυν σαυτῷ μὲν οἴου προσήκειν εἶναι δικαίῳ περὶ τοὺς τετιμηκότας, ἐμὲ δὲ ἐν μέσαις ταῖς τιμαῖς τοὺς πιστεύσαντας προδεδωκέναι.

[38]

   Ἠκούετε τοίνυν αὐτοῦ πάντων εὐηθέστατον λέγοντος λόγον ὡς πλείστου τὴν ἐμὴν προσθήκην ἐπρίατ' ἂν ὁ τύραννος καὶ ὡς ἦν μοι δύναμις βουλομένῳ συνάρασθαι. τίς γὰρ οὐκ οἶδεν ὅτι πάντες οἱ πολεμοῦντες οἱστισινοῦν πρίαιντ' ἂν ἡδέως τοὺς τῶν ἐναντίων στρατηγούς; ἆρ' οὖν πάντες οἱ στρατηγοὶ διὰ τοῦτο προδόται, πάντες δωροδόκοι, πάντες τοὺς οἰκείους προδιδόντες; οὐκ ἔστιν, ἀλλ' οἱ μὲν φύσει πονηροὶ πωλοῦσιν αὑτούς, τὰς δὲ τῶν ἀγαθῶν γνώμας οἱ διαφθείραντες ἂν ἡδέως οὐ μεταβάλλουσιν, ἀλλ' οἱ μὲν εὔχονται γενέσθαι χείρονας, οἱ δὲ μένουσιν ἐπὶ τοῦ κρείττονος.

[39] καὶ οὐ δήπου τὴν ἐκείνων βούλησιν ἐν ἐλέγχῳ δεῖ λαμβάνειν κατὰ τῶν ἀγαθῶν. εἴ τις, ὅτε πρὸς τοὺς ἐχθροὺς παρεταττόμην ἀμέμπτως, αὐτομόλους ἐκεῖθεν παράγων ἔκρινέ με προδοσίας εἰδέναι λέγων τοὺς αὐτομόλους πολλάκις τοῦτο παρὰ τοῖς αὑτῶν εἰρημένον· τὸν στρατηγὸν τῶν ἐναντίων εἴ τις ἔπεισε γενέσθαι προδότην, ἑτοίμως ἂν ἤνεγκεν, εἰ ταῦτα λέγων ἠξίου με δοῦναι δίκην, ἔστιν ὅντινα ἔπειθεν ἄν; οὐχ οὕτω γέ τις ἀνόητος.

[40] ὃς οὖν οὐκ ἂν ἔδοξε τοὺς πολεμίους φιλεῖν τῷ περὶ πολλοῦ τοῦτ' ἂν ἐκείνους ποιεῖσθαι, κεκοινωνηκέναι δόξει τῆς τυραννίδος, ἐπειδὴ τῷ τυράννῳ μέγα τοῦτ' ἂν ὑπῆρξε τὸ προσλαβεῖν ἐμέ; ἀλλ' οὐδ' ὅστις γυναικὸς ἐρᾷ σώφρονος, ἀπὸ ψιλῆς τῆς ἐπιθυμίας ᾔσχυνε τὴν οὐδ' ἐπισταμένην τὸν ἐραστήν.

[41] μὴ οὖν ὡς ἐκεῖνος ἠβούλετ' ἂν μεθ' ἡμῶν ἀδικεῖν λέγε, ἀλλ' εἰ συναδικεῖν εἱλόμεθ' ἂν ἡμεῖς ἐκείνῳ δείκνυε. μηδὲ κρῖνε μὲν ἐμέ, κατηγόρει δ' ἐκείνου. νῦν γὰρ οὐκ ἐν ταῖς ἑτέρων βουλήσεσι δεῖ κριθῆναι τὴν ἐμὴν πονηρίαν, ἀλλ' αὐτὴν ἐφ' ἑαυτῆς τὴν γνώμην τοῦ στρατηγοῦ, ἣν οὐκ ἔχων δεῖξαι φαύλην μὴ συκοφάντει τῇ τοῦ τυράννου.

[42]    Ἀλλὰ μὴν πρός γε τὸ φάσκειν εἶναί μοι δύναμιν βραχὺς ἐξαρκεῖ λόγος. εἰ μὲν γὰρ ὧν ἐστιν ἀνθρώποις δύναμις, ταῦτα καὶ δὴ πράττουσιν εὐθύς, συμβέβλημαί τι τῷ τυράννῳ, πεπονήρευμαι, δίκην ὀφείλω, λαμβάνετε· εἰ δὲ μὴ τὸ βούλεσθαι τῶν ἔργων ἡγήσεται, τοῦ γε δύνασθαι πλέον οὐδέν. ὁ μὴ βουληθεὶς οὐκ ἠδίκηκεν. ὥστε ποῦ δίκαιος εὐθύνεσθαι ὅ γε μόνον δυνάμενος;

[43] τῷ κυβερνήτῃ ῥᾷστον τὴν αὑτοῦ ναῦν περὶ τοῖς προβόλοις διαφθεῖραι. ἆρ' οὖν ταῦτα οἱ κυβερνῆται ποιοῦσιν; οὔ. διὰ τί; ὅτι μὴ βούλονται. τοῖς ἱερεῦσι ῥᾷστον ἁπάντων ἐκ τῶν ἀναθημάτων τρυφᾶν. ἆρ' οὖν ταῦτ' ἀδικοῦσιν οἵ γε οὐ πονηροὶ κατ' αὐτὸ τὸ δύνασθαι. ἥκιστά γε. τοῖς δικασταῖς γνῶναι τὰ μὴ δίκαια ῥᾷστον, διὰ δὲ τὸ τὰ δίκαια τιμᾶν τοιαύτην τὴν ψῆφον τίθενται.

[44] καὶ τί δεῖ τἄλλα λέγειν; ἀλλὰ τὸ τὸν οἰκέτην ἀποκτεῖναι καθεύδοντα καὶ τὸν υἱὸν ἀποπνῖξαι καὶ πρός γε αὑτὸν ἀποσφάξαι πόνων πολλῶν ἂν χρῄζοι καὶ πραγματείας; καὶ τί τούτου, ὦ ἄνδρες, ῥᾷον; ἕκαστος οὖν ἡμῶν ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο πεποίηκεν, ὁ δὲ πάντα ἐφεξῆς; καίτοι γε χρῆν, εἰ τὸ δύνασθαι πράττειν ἔπειθεν. ἀλλ' οὐχ αἱ δυνάμεις ἐμποιοῦσιν ἀνθρώπῳ τὸ βούλεσθαι, τῷ βούλεσθαι δὲ ὑπηρετεῖ πανταχοῦ τὸ δύνασθαι.

[45]    Καὶ νῦν ὁ πονηρὸν οὐκ ἔχων ἐμὲ προσειπεῖν ληρήσει περὶ τὴν δύναμιν, οὐ μὴν οἷς γε ἐμαυτὸν ἐξαιροῦμαι τῆς αἰτίας ταῦτα λῆρος, ἀλλ' ἀλήθεια πραγμάτων. τί γὰρ τῶν ἐπειδὴ κατέσχεν ἐκεῖνος τὰ πάντα πεπραγμένων ἐμοὶ τὸ τοῖς τετολμημένοις ἥδεσθαί με μαρτυρεῖ; τὴν ἀκρόπολιν ᾤκουν; δορυφόροις ἐχρώμην; συνειστιώμην τῷ τυράννῳ; βουλῆς ἐκοινώνουν; φροντίδων; ἀπορρήτων; λόγων; ἔργων; τὰ μὲν ἔπειθον, τὰ δ' ὑπήκουον; ἐξέπεσέ τις τῆς πόλεως δι' ἐμέ; χρημάτων ἐγυμνώθη; γυναικὸς ἐστερήθη; κώνειον ἔπιεν; εἶπέ τις τῶν φερόντων ἄνωθεν ἐπιτάγματα τοῦτο τοῦ τυράννου, τοῦτο τοῦ στρατηγοῦ; τοὺς ὁπλίτας αὐτῷ παρέδωκα, τῶν τοξοτῶν τινας; ἐκαρπωσάμην τὴν ἐν τῇ τυραννίδι παρανομίαν;

[46] ἔστιν οὖν οὕτω τις ἄθλιος ὅστις τῆς ἐκ τοῦ πράγματος ἀσεβείας μετασχὼν ἐν ᾧ τῶν ἡδίστων ἦν ἀπολαύειν τὴν κοινωνίαν ἔφυγεν ἄν, ὥσπερ ἄν, εἴ τις τοῖχον σὺν ἄλλῳ διορύξας καὶ τῶν φόβων τὸ μέρος ὑποστὰς εἶτ' ἐνὸν ἐπὶ τῆς ἀσφαλείας νέμεσθαι τῶν ἐπίπλων, ἐφ' ᾧ πάντα ἐκινδυνεύετο, μὴ βούλοιτο;

[47] τί οὖν, ὦ κακόδαιμον, τηνάλλως ἐκακούργεις; τί δ' ἐν τοῖς χαλεποῖς ἵστης τὴν κοινωνίαν, ἀλλ' οὐκ ἐκτείνεις μέχρι τοῦ κέρδους; τοὺς δὲ κοινωνούς, ὦ ἄνδρες, τῶν ἐμποριῶν οὕτως ὁρᾶτε ποιοῦντας; τὴν θάλαττάν τις ὑπομείνας καὶ τὰ τῆς θαλάττης κακὰ καὶ τῶν ὅρμων ἐπιλαβόμενος ἀπῆλθεν οἴκαδε κεναῖς ταῖς χερσὶ τῶν καρπῶν ἄλλῳ παραχωρῶν;

[48]

ἀλλ' ἐγὼ μόνος ἀνθρώπων τύραννον ἐποίουν ἐπὶ τῷ μηδὲν εἶναί μοι μέρος τῶν τῆς τυραννίδος ἡδέων; καὶ τίς ἂν πιστεύσειε; πολὺ γὰρ μᾶλλον εἶχε λόγον οὐ συγκαταπράξαντα τὴν δυναστείαν καρποῦσθαι γεγονυῖαν ἐθέλειν ἢ τοὺς ὑπὲρ τοῦ γενέσθαι πεπονηκότα πόνους ἐν τῷ καιρῷ τῆς ἀπολαύσεως φυγεῖν τὴν μετουσίαν.

[49] νῦν δὲ τῇ μὲν στρατηγίᾳ ἐφ' ἧς ἦν ἔβλαπτον τὴν τυραννίδα, τοῖς δ' ἀπὸ τῆς τυραννίδος οὐκ ἐχρώμην ἀντὶ τῆς στρατηγίας. ἐκεῖνο δὲ πῶς οὐκ ἄτοπον τοὺς μὲν τῷ τυράννῳ συνόντας ἐπ' αὐτῷ τούτῳ τετιμωρῆσθαι, τὸν δ' ἀποδράντα τὴν συνουσίαν μὴ τούτῳ χρηστὸν ὑπειληφέναι, ἀλλὰ τοῖς τἀναντία τετολμηκόσιν ὁμοίας ἀξιῶσαι τῆς δόξης;

[50]    Τί οὖν τοῦ συνειδέναι τὸ τεκμήριον; ἄλλος, φησίν, ἧκε μηνύσων τὴν τυραννίδα καὶ οὗτος ξένος, σὺ δ' ἐσίγησας. οὐ γὰρ ἐνῆν, ὦ θαυμάσιε, τὸν οὐ προαισθόμενον βοᾶν. αὐτὸ δὲ τὸ μὴ λαβεῖν αἴσθησιν τῶν τεχνικῶς κακουργούντων, οὐ τῶν ἀγνοησάντων ἀδίκημα. εἰ δ' ἐμὸν ἀδίκημα τοῦτο, διὰ τί μόνου, πρὸς θεῶν; μόνῳ γὰρ προσήκει μοι κήδεσθαι τῆς πόλεως, τοὺς δ' ἄλλους πολίτας ἀφίεσθαι τῆς προνοίας;

[51]

καὶ τί λέγω τοὺς πολίτας; οἱ λέγοντες οὗτοι καὶ παριόντες καὶ γράφοντες καὶ πείθοντες καὶ τὴν τῶν ὅλων φυλακὴν ἐν ταῖς αὑτῶν φωναῖς εἶναι λέγοντες καὶ εἰ μὴ λήψονται στεφάνους ἀγανακτοῦντες διὰ τί νῦν οὐκ ἐπὶ τοῖς αὐτοῖς κρίνονται; καὶ γὰρ αὐτοὶ τῶν οὐκ αἰσθομένων μέν εἰσιν, ἐν δυνάμει δὲ παρ' ὑμῖν.

[52] ἀλλ' ἐῶ καὶ τοὺς ῥήτορας, ὁ δὲ ἄρχων οὑτοσὶ καὶ οἱ πρυτάνεις καὶ ἡ τὰ πλεῖστα διοικοῦσα βουλὴ τί μὴ πρὸς τὰς αὐτὰς αἰτίας ἄγονται; ἀλλ' οὐχ οὗτοι κακῶς ἔξω τῆς αἰτίας εἰσίν, οὐ μὰ τοὺς θεούς, ἀλλ' οὐ καλῶς ἐν ταῖς αἰτίαις ἐγώ. πόσοι γάρ, ἐξ ὅτου πόλεις οἰκοῦνται, μεῖζον φρονήσαντες τῶν ἄλλων ἐπέθεντο τοῖς νόμοις; οὐδ' ἂν ἀριθμήσαι τις. πόσοι πρὶν ἐπιτελέσαι τὴν γνώμην ἑάλωσαν; οὐκ ὀλίγοι. πάντας οὖν οἱ στρατηγοὶ πρὸ τῶν ἄλλων εἶδον; οὐκ ἔστιν, ἀλλὰ τὸν δεῖνα μὲν ὁ στρατηγός, τὸν δεῖνα δὲ ὁ ῥήτωρ, τὸν δέ τις τῶν ἐργαζομένων ἐπ' ἀγορᾶς, τὸν δὲ οἰκέτης, τὸν δὲ γυνή, τὸν δὲ ὅπως ἄν, οἶμαι, τὰ τῆς τύχης συμπέσῃ. ὥσπερ γὰρ τοῖς θησαυροῖς ἐντυγχάνουσιν οὐχ οὓς ἄξιον πλουτεῖν, ἀλλ' οἷς ἂν ὁ δαίμων διδῷ, οὕτω καὶ τὰς τοιαύτας παρασκευὰς πρὸ τῶν ἐν ἀξιώματι τῶν πολλῶν τις εὑρεῖν εὐτύχησεν.

[53] ἔχει δέ πως καὶ λόγον τοῖς οὐ πολλοῦ τινος ἀξίοις ἢ τοῖς ἐν σχήματι τὰ τοιαῦτα παρέχειν αἴσθησιν. τὸ μὲν γὰρ φοβοῦν ὁ κακουργῶν πειρᾶται λανθάνειν, οὗ δὲ καταφρονῆσαι πρόσεστι, πρὸς τοῦτον ἀνίησί τι τῆς ἀκριβείας. ἂν ἀκούσῃ τὸν στρατηγόν, ἔφριξεν, ἂν τῶν ἀνωνύμων ὁντινοῦν, ἐθάρρησεν. οὐκοῦν ἐκεῖ μὲν ἐφυλάξατο, ἐνταῦθα δέ τι καὶ παρημέλησεν. εἶθ' οὕτω παρεγυμνώθη τι τῶν κεκαλυμμένων.

[54] τοιοῦτό τι καὶ περὶ τοὺς κακουργοῦντας τῶν οἰκετῶν συμβαίνει. οἱ γὰρ ὑφαιρεῖσθαι τὰ τῶν δεσποτῶν ἐπιχειροῦντες ὑφ' ὧν οὐκ ἄν τις ᾠήθη πολλάκις ἐμηνύθησαν, ὁ δὲ ταμίας οὐκ ᾔσθετο. καί, νὴ Δία γε, τῶν γειτόνων τις ἔγνω τὴν ἐπιβουλὴν πρὸ τῶν ὁμοδούλων. τί οὖν θαυμαστὸν εἰ κἀν τοῖς κοινοῖς τῆς πόλεως ἴσον τι γίγνεται καί τις ἐπιβουλεύων τοῖς νόμοις ὃν ᾤετο κωλύσειν λαθὼν ᾧ μελήσειν οὐκ ἐνόμιζε, τούτῳ κατέστη δῆλος.

[55]    Ξένος ἧκεν ἐρῶν. εἰκότως. οὐ γάρ, εἴ τις ἐπιβουλεύει πόλει, καὶ τὴν παρασκευὴν δι' ἧς ἡγεῖται κρατήσειν, ἐν ταύτῃ ποιεῖται τῇ πόλει. τουτὶ γὰρ ἂν εἴη θανατῶντος, οὐ τυραννίδος ἐρῶντος. τίς γὰρ οὐκ ἂν ὑπείδετο πλῆθος ὁρῶν σωμάτων ἀθροιζομένων, πλῆθος ὅπλων κατασκευαζομένων, συμπόσια, συλλόγους, τοὺς διαθέοντας, τοὺς κολακεύοντας, πάντα ἁπλῶς ὧν δεῖ τοῖς περιεσομένοις τοῦ δήμου;

[56] διὰ δὴ ταῦτα νόμοις μὲν ἐπιβουλεύουσιν, ἑτέρωθι δὲ ὧν δεῖ πρὸς τὸ ἔργον ἑτοιμάζουσι καὶ τοὺς μὲν ἔλαθον ὧν ἐπιθυμοῦσι γεγονέναι δεσπόται, τοῖς δὲ καταφανεῖς ἐγένοντο παρ' ὧν ὥρμηντο. μὴ τοίνυν ἃ τῇ τοῦ πράγματος φύσει συμβαίνειν εἴωθε, ταῦτ' ἐπὶ τοὺς στρατηγοὺς δῷς ἰσχύειν.

[57]    Καὶ τὸν ξένον, φησίν, ἀπέσφαξας φέροντά τι πρὸς ἡμᾶς ἀπόρρητον. πρόσθες ὅτι τοῦ νόμου τοῦτο κελεύοντος. καὶ τούτους ἐρώτησον, πότεροι τυραννίδα ποιοῦσιν, οἱ τοὺς ὄντας ὑμῖν νόμους βεβαιοῦν οἰόμενοι δεῖν ἢ οἵτινες τοὺς βεβαιοῦντας κρίνουσι; γένοιτ' ἄν τι τούτου καινότερον; ἡ μὲν γραφὴ τυραννίδι με συνάρασθαί φησιν, ἡ δὲ ἀπόδειξις τὸ πεπεῖσθαί με τοῖς νόμοις ἐστί. καὶ τὸν αὐτὸν τυράννου τε σύμμαχον καλοῦσι καὶ φύλακα τῶν νόμων. τότ' ἂν εἰκότως ἐκρινόμην, τότ' ἂν ἐμισούμην δικαίως, εἰ τόν τε νόμον εἰδὼς καὶ τὸν ξένον ὁρῶν τὴν τοῦ ξένου φωνὴν ἔμπροσθεν ἦγον τοῦ νόμου.

[58] ὅλως δὲ τί δεῖ γράφειν τοὺς νόμους, εἰ τῶν πραγμάτων ἡκόντων ὑπὲρ ὧν ἐτέθησαν εὐχερῶς αὐτοὺς ὑπερβησόμεθα; πῶς δὲ οὐ γελοῖον ἐν τοῖς αὐτοῖς δικαστηρίοις τοὺς μὲν ὡς ὑπεριδόντας τῶν νόμων, τοὺς δὲ ὡς ἀκολουθήσαντας τοῖς νόμοις δοῦναι δίκην; εἶπέ τι φέρειν ἀπόρρητον; ὁμολογῶ. ἐγὼ δ' οὐ προσεῖχον; ὁμολογῶ.

[59] πρῶτον μὲν γὰρ ἡ πρὸς τὸν νόμον αἰδώς, ἔπειτα ὁ πρὸς τὴν ὄψιν θυμός, τὸ ξένον ἐν μέσοις ὑμῖν τὰ ὑμέτερα ἐκμανθάνειν τῷ κολάζειν προσῆγε μᾶλλον ἢ τοῖς ἐκείνου προσέχειν ῥήμασιν. ἔπειτά με καὶ τοιαύτη τις ὑπόνοια, νὴ τοὺς θεούς, εἰσῄει· ὁ ἄνθρωπος οὗτος ἥκει μὲν ἐχθροῦ γνώμῃ καὶ παρεκινδύνευσεν ἐπὶ τῷ τὰ τῆς πόλεως εἰδὼς ἀπελθεῖν, ἁλοὺς δὲ πλάττει τὸ τῶν πολλῶν. τί δὲ τοῦτο ἔστιν; ὁ σαφῶς ἐγνωκὼς ὅτι τεθνήξεται πλάττει λόγους ἐπὶ τῷ τὸ παρὸν διακρούσασθαι καὶ ταράττει τοὺς ἑλόντας αἰτίαις ψευδέσιν ἐφ' ἑαυτούς.

[60]

ἐκ μέσων οὖν ἁρπάσαντες οἱ δυσμενῶς τισιν ἔχοντες δέουσι, στρεβλοῦσι, βασανίζουσι, πᾶσαν ἰδέαν κακῶν προσάγουσιν ἐξ ὧν στάσεις ἐθέλουσι φύεσθαι καὶ ὅσα φέρουσιν αἱ στάσεις. ἡγοῦνται γὰρ ἐν τοῖς κοινοῖς θορύβοις ἢ τὴν σωτηρίαν ἥξειν ἢ βραδυτέραν τὴν τελευτήν. καί πως καὶ τὸ συνεπισπᾶσθαι τοὺς ἔξω τῆς αἰτίας ἔχει τινὰ τοῖς δικαίως ἀπολουμένοις ἡδονήν.

[61] ἕνα τούτων ἐνόμιζον καὶ τὸν ξένον ἐκεῖνον καὶ τῇ πρὸς τὴν πόλιν προνοίᾳ τῇ παρὰ τῶν νόμων ὀξέως ἐχρησάμην, μή τι ῥῆμα ψευδὲς ἐμπεσὸν ἀνατρέψῃ τὰ πάντα. εἰ δ' οὐκ ὀρθῶς ἐδόξαζον, ἥμαρτον, οὐκ ἠδίκουν. πολὺ δέ, οἶμαι, διέστηκε κακῶς ὑπολαβεῖν ἢ τύραννον ἀγαπᾶν καὶ οὐ ταὐτὸν δήπου στρατηγὸς εὔνους καὶ μάντις. ὁ μὲν οὖν φόβος ὃν ἐφοβήθην εὐνοίας ἦν, τὸ δὲ μηδὲν ἀγνοῆσαι τῶν ἐσομένων ἄλλης ἐδεῖτο τέχνης.

[62]    Ἔτι τοίνυν αὐτὸς ἐκεῖνος παρεῖχε τὰς ὑποψίας, ὃς ἀφεὶς ἐμὲ καὶ τοὺς πρυτάνεις καὶ τὰς ἄλλας ἀρχὰς τὴν ἐκκλησίαν τὸν νόμον ὑπερβαίνων ἑώρα καὶ τῶν λεγομένων καὶ κυρουμένων ἠκροᾶτο. τοῦ δὲ μηνύοντος οὐ σκευωρουμένου τί ποτ' ἦν; ἐλθεῖν ἐπὶ τὸ στρατήγιον, εἰπεῖν ὅτι βούλοιτο συγγενέσθαι τῷ στρατηγῷ, καταμόνας ἐντυχεῖν, διαλεχθῆναι, διηγήσασθαι, διδάξαι πῶς ἔφυ τὸ κακόν, ποῖ πρόεισι, τίς ὁ τύραννος, τίνες οἱ συνεργοί, μὴ πρὶν ὀνῆσαι τὸν δῆμον, βλάψαι τῇ τῶν νόμων ὑπεροψίᾳ μηδὲ φάσκοντα κήδεσθαι τῶν νόμων ἄρξασθαι τῆς εὐεργεσίας ἀπὸ τοῦ καταλῦσαι τὸν νόμον, ὃν ᾔδει δήπουθεν κείμενον, εἰ μή, νὴ Δία, τῆς πολιτείας ἧς ἐφρόντιζε ξένος ὢν ἄπειρος ἦν.

[63] ἀλλ' ἤδη συνειλεγμένων ἧκεν. ἀναμεινάτω μικρὸν ἐπισχών. προσίτω τοῖς ἄρχουσιν. οὐ γὰρ εἰς τὴν ἐκκλησίαν ἔμελλε δήπου βοήσεσθαι τὸ ἀπόρρητον. τοῦτο γὰρ ἦν οὐ καλῶς ἡμῖν παραδιδόντος τὴν θήραν οὐδ' ὅπως κωλυθείη τὸ κακὸν πράττοντος, ἀλλ' ὅπως εὐθέως ἐν ταραχαῖς εἴημεν.

[64] ἃ καὶ ὑμεῖς ἐνθυμούμενοι καὶ ταὐτά μοι περὶ τοῦ ξένου φρονοῦντες ὁρῶντες ἀγόμενον παρὸν ἀντιλαβέσθαι καὶ κελεῦσαι μὴ κτεῖναι εἰάσατε, ἐπετρέψατε, τῷ μὴ παῦσαι τὴν σφαγὴν ἐπῃνέσατε τὸν φόνον, τῷ μὴ μέμψασθαι τὸν ἄγοντα τὸν ἀγόμενον δεῖν ταῦτα παθεῖν ἐκρίνατε. εἰ δ' ἦν ὑμῖν βουλομένοις σώζειν, τί ἂν ἦν ἐμποδών; οὐκ ἤρκει δύο ῥήματα φῆσαι καὶ τοσοῦτον εἰπεῖν· ἔα τὸν ἄνθρωπον; οὐ γὰρ δὴ τοῦ δήμου παντὸς ἰσχυρότερος ὁ στρατηγός. οἷς οὖν εἰάσατε κτεῖναι, τὸ γοῦν καθ' ὑμᾶς, οὐ κακὸν τὸν φόνον ὡμολογεῖτε.

[65]    Μὴ τοίνυν, εἰ πᾶσιν ἤρεσκεν, ἀπὸ τούτων ἐγὼ φεύγω μόνος, οὗ τὴν γνώμην ἄνευ τῶν τε πρὸ τῆς τυραννίδος χρόνων καὶ τῶν παρ' αὐτὴν ἔργων δείκνυσιν οὖσαν δημοτικὴν ἃ καθῃρημένης ἤδη φαίνομαι πεποιηκώς. οὐ γάρ, ὅπερ ἦν τοῦ πάλαι συνειδότος, φεύγων ᾠχόμην οὐδὲ ἔδεισα μὴ κριθείην μένων. οὐδεμίαν ἡγησάμην ἀσφάλειαν μεταστῆναι.

[66] καίτοι προσβαλλόντων ἤδη τῷ τυράννῳ καὶ τὴν ἐλευθερίαν ἀνακτωμένων καὶ τοῦ πράγματος ζέοντος ῥᾷστον ἦν ἤδη που τὸ γυναῖκα λαβόντα καὶ παῖδας ἐλθεῖν ἑτέρωσε καὶ ζῆν ἔξω τῶν ὑμετέρων νόμων ἐπὶ πάσης ἀδείας. ἀλλ' ἐμοὶ τῷ μηδὲν ὑμᾶς ἠδικηκότι τῆς πατρίδος οὐδὲν ἥδιον. ἔμενον οὖν θαρρῶν οὐδενὸς ἐξελαύνοντος φόβου.

[67] μὴ οὖν, ὦ ἄνδρες, τὸν μεθ' ὑμῶν κατ' ἄγνοιαν τοῦ μέλλοντος ἔννομον φόνον μᾶλλον οἰηθῆτε πονηρίας σημεῖον ἢ τὸ μὴ ταραχθῆναι τῇ καθαιρέσει τοῦ τυράννου τῆς τοῦ στρατηγοῦ δικαιοσύνης σύμβολον μηδὲ τοσούτων ὄντων τῶν τὴν αἰτίαν λυόντων, σπουδῆς ἐν στρατηγίᾳ, μίσους πρὸς ἀντιπάλους, τῆς ἐπιμελείας τῶν νόμων ἣν ἐποιησάμην ὑπὲρ ὑμῶν, αὐτοῦ τοῦ μεμενηκέναι παρ' ὑμῖν ἐν τῇ μεταβολῇ τῶν πραγμάτων, ὑμεῖς τῇ τῶν κατηγόρων δεινότητι πλέον ἢ τῇ τῶν ἔργων ἀληθείᾳ δότε.

[68] μιαρὸν ἔθνος, ὦ ἄνδρες, τὸ τῶν συκοφαντῶν ἐν ταῖς πόλεσι τρέφεται κατὰ τῶν κειμένων νόμων, κατὰ τῶν ἐπιεικῶν ἀνθρώπων, κατὰ τῶν ὀμωμοκότων δικαστῶν. τοὺς μὲν γὰρ οὐδὲν ἀδικοῦντας σπαράττουσι, τοὺς δὲ νόμους, ὅταν τοῦτο ποιῶσιν, ἀναιροῦσι, τοὺς δ' ἐπὶ τοῖς ὅρκοις καθημένους μετὰ τῶν κρινομένων εἰς τὰ μέγιστα ζημιοῦσιν. οἱ μὲν γὰρ ἀποθνήσκουσιν, οἱ δὲ μετὰ ἀρᾶς ζῶσι καὶ παραπέμπουσιν εἰς παῖδας τὴν βλάβην.

[69] ὥσπερ οὖν τοὺς πολεμίους κοινῇ τοῖς ὅπλοις ἀναστέλλομεν, οὕτω δεῖ καὶ τὴν τῶν συκοφαντῶν ἀναίδειαν καὶ βίαν ὑπὸ τῶν ἀεὶ δικαζόντων ἀνείργεσθαι. δι' οὓς τὸ μηδὲν ἀδικεῖν ἴσους ἔχει κινδύνους τῷ πονηρεύεσθαι καὶ παραπλησίως ὑπὸ τὰς ψήφους ὅ τ' ἐπιεικέστατος καὶ ὁ μιαρώτατος ἄγεται. καὶ πλείους γε τῶν χρηστῶν ἢ τῶν φαυλοτέρων ἀπόλλυνται. οἱ μὲν γὰρ ἅμα τοῖς ἀδικήμασιν ὅ τι ἐροῦσι μεριμνῶσι, τοὺς δὲ τὸ πιστεύειν τοῖς βεβιωμένοις ἀπαρασκεύους παραδίδωσι τοῖς μελετῶσι λέγειν.

[70] οἷς ὑμεῖς, ὦ ἄνδρες, ποιήσατε τὴν μελέτην ταύτην μάταιον καὶ τὴν δεινότητα ἀσθενῆ καὶ τὴν ἀναισχυντίαν ἄκαρπον. ὡς νῦν γε τὰς ἄλλας ἀφέντες ἐργασίας ἐν αἷς οἱ βέλτιστοι τῶν πολιτῶν βιοῦσι καρποῦνται τὰ δικαστήρια τὰς γλώττας ἀντὶ ξιφῶν ἀκονῶντες. ἔδωκέ τις φοβηθείς. βέλτιστος, ἐπιεικής, ἐπαίνων ἄξιος. οὐκ ἠξίωσε προέσθαι μηδὲν ἀδικῶν. πονηρός, τυραννικός, πάντα ἡδίκηκε.

[71] τῶν οὖν δικαζόντων ἕκαστος πιστευέτω ταχέως εἷς τῶν φευγόντων ἔσεσθαι καὶ τὴν αὑτοῦ ψῆφον περὶ τῶν ἄλλων τοῖς ὕστερον αὑτῷ δικάσουσιν εἰς παράδειγμα καταλιμπανέτω παιδεύων μὴ προστίθεσθαι τούτοις τοῖς θηρίοις οἳ πείθουσιν ὑμᾶς ὃν πρῴην ἐπῃνεῖτε καὶ τοῖς ὅλοις ἐφίστατε, τοῦτον παραδοῦναι τῷ δημίῳ. καὶ τί γένοιτ' ἂν αἴσχιον πόλει ἢ ὅταν αὐτοὶ οἱ στρατηγοὶ ψήφῳ δικαστῶν ἀπίωσιν, οἷς ἔρως ἐν ὅπλοις ἀποθανεῖν; οὐκ ἴστε ὅτι πρὸς τῷ μὴ δίκαιον εἶναι κτεῖναι τοὺς ἀναμαρτήτους καὶ παρασκευάζει τοὺς ἐχθροὺς τῶν ὑμετέρων στρατηγῶν καταφρονεῖν ὡς οὐκ ἀπ' ἀρετῆς ἐπὶ ταύτην ἀγομένων τὴν τάξιν;

[72] νῦν μὲν οὖν ὑμᾶς παρώξυγκε τὸ τῆς τυραννίδος ὄνομα παρὰ τῶν κατηγόρων ἄνω καὶ κάτω στρεφόμενον, χρὴ δ' ἐννοεῖν ὡς ἤδη τινὲς θάνατον τοῦ κρινομένου καταγνόντες αὑτῶν ἐπελάβοντο μηκέτ' οὔσης ἐπανορθώσεως τῷ κακῷ, μόνου δ' ἑνὸς λειπομένου τοῦ μέμφεσθαι σφίσιν αὐτοῖς. ὃ μὴ πάθοιτε νῦν ὑμεῖς. καὶ γάρ, εἰ μὲν ἐμέλλετε στρατηγοῦ στερήσεσθαι μόνον, τάχ' ἂν ἦν οὐ μέγα· νῦν δ' ὑμῖν, ὦ ἄνδρες, περὶ τῶν νόμων ὁ λόγος.

[73] πῶς νόμον ἐγὼ τηρήσας κρίνομαι, νόμον τὸν ἐν τῷ κρύπτειν τὰς ὑμετέρας βουλὰς διδόντα τῶν πολεμίων κρατεῖν; ἂν οὖν ταύτης τῆς φυλακῆς δῶ δίκην, τίς οὐ καταλύσει τοὺς ἱερούς, τοὺς στρατιωτικούς, τοὺς περὶ τῶν προδοτῶν, τοὺς περὶ τῆς σωφροσύνης, τοὺς περὶ τῶν ἱεροσύλων καὶ τυμβωρύχων; ἐῶ τἄλλα, ὦ ἄνδρες.

[74] τὰς ἐκκλησίας τίς ἔτι φοβήσεται ξένος, τίς οὐχ ἥξει; τίς οὐ τολμήσει; τίς οὐ παραδὺς καθεδεῖται συλλέγων τὰ νικῶντα παρ' ὑμῖν τοῖς τὰ λυσιτελοῦντα ζητοῦσι; τί δὲ τῶν ψηφισμάτων οὐ πανταχοῖ γῆς καὶ θαλάττης ἐξενεχθήσεται; ποῖον δὲ ἀπόρρητον ἔτι, πρὸς Διός, κρείττω ποιήσει τῶν πολεμίων τὴν πόλιν, ὅταν εἰδῶσι μεθ' οἵων βουλευμάτων ἐπ' αὐτοὺς ἴμεν μαχούμενοι;

[75] οὐκοῦν οἱ μὲν πέμποντες δεῦρο τοὺς κατασκόπους ἔσονται πολλοί, οἱ δὲ ταῦτα διακονοῦντες οὐκ ὀλίγοι, ὁ δὲ κολάζων τοὺς ἁλισκομένους οὐδείς. ἢ τίς, εἰπέ μοι, στρατηγὸς πάνυ γε πρὸς τὴν ἐμὴν τιμωρίαν βλέπων οὐκ εἴσεται τοῦτο, ὅστις ἂν ᾖ, ὅτι τῷ μὲν ἁλόντι ῥᾷστον εἰπεῖν ὡς ὑπὲρ τῆς πόλεως ἥκοι, τῷ δὲ τὸν νόμον βεβαιοῦντι ταὐτὰ ἅπερ ἐμοὶ προσβαλεῖ, κατήγορος καὶ γραφή; τίς οὖν οὕτως ἀνόητος ὃς ὑπὸ τούτων οὓς εὖ πειρᾶται ποιεῖν κεῖσθαι βούλοιτ' ἄν;

[76]    Ἃ τοίνυν πρὸς τοὺς ἐπιτηδείους, ὅτε μοι παρῄνουν τοῖς δάκρυσι τῶν παιδίων ἐμαυτὸν ἐξαιτεῖσθαι, διείλεγμαι, ταῦτα καὶ πρὸς ὑμᾶς ἐρῶ. εἰσί μοι παῖδες, ὦ ἄνδρες, παιδευόμενοι κατὰ τοὺς ὑμετέρους νόμους καὶ τοῦτ' ἀκούοντες ἀεὶ παρ' ἐμοῦ, ζῆν ὡς ἐκεῖνοι κελεύουσι. τούτους ἀπεῖπον μηδένα ἄγειν ἐπὶ τὸ βῆμα. μὴ γὰρ σώζοιτο παρ' ὑμῖν στρατηγὸς διὰ παῖδας ἐλεούμενος ἢ γυναῖκα κλαίουσαν ἢ μητέρα δακρύουσαν ἢ πατρὸς δακρύοντος πολιὰν ἢ φίλους παρεστῶτας. ἐκ τῶν πεπραγμένων ἕκαστος ἀποφευγέτω καὶ κολαζέσθω, κἂν ἄπαις τις ᾖ δίκαιος, ἀθῷος ἀπίτω, κἂν πολλῶν πατὴρ πονηρός, ἀποθνησκέτω.

[77] τίσιν οὖν ὑμᾶς ἀντὶ τῶν παίδων ἀξιώσαιμ' ἂν προσέχειν; τῇ τῶν στρατιωτῶν εὐταξίᾳ, ταῖς ἐξόδοις, ταῖς μάχαις, τοῖς στρατηγήμασι, τοῖς ἔργοις. πέμψατε λάθρα παρὰ τοὺς πολεμίους. εἰ μισοῦμαι παρ' ἐκείνοις ζητήσατε καὶ νομίσατε τῆς αὐτῆς εἶναι ψυχῆς μήτε τοῖς ἔξω μήτε τοῖς εἴσω τῆς πόλεως ἐχθροῖς ἐπὶ τῇ πόλει διαλέγεσθαι.

[78]    Τί σκυθρωποὶ καὶ κατηφεῖς ταξίαρχοι καὶ λοχαγοὶ καὶ στρατιῶται; μνήμη τις ὑμᾶς εἰσέρχεται πεζομαχιῶν ἐκείνων καὶ ὅσα δι' ἵππων νενικήκαμεν καὶ ποθεῖτε τὸν ἡγούμενον, ἀναμιμνήσκεσθε φροντίδων καὶ σκεμμάτων καὶ λύπης οἷς ἐχρώμεθα τῆς τυραννίδος ἐπικειμένης, ἱερῶν ἐν οἷς [ἡμεῖς] ηὐχόμεθα, πομπῶν ἃς ἐπομπεύομεν, μυστηρίων ὧν ἐκοινωνοῦμεν, πόνων οὓς ὑπεμένομεν, ἐλπίδων ἃς ἠλπίζομεν;

[79] ἀλλὰ φέρετε, ὦ ἄνδρες, φέρετε τὴν παροῦσαν κρίσιν. οὐκ ἔστι πόλις ἥπερ καθαρεύει συκοφάντου. κἂν ἀποθάνω τῇ ψήφῳ, καὶ τοῦτο φέρετε. νομίσατέ με βέλει πολεμίων πεπτωκέναι. στρατηγὸς ὑμᾶς ἕτερος παραλήψεται τὰ μὲν ἄλλα ἴσως οὐ βελτίων, εὐτυχέστερος δέ.

[80] ἔχων τι πρὸς τὴν τελευτὴν παραμύθιον ἄπειμι. εἶδον τὴν πόλιν ἐλευθέραν, εἶδον ἰσχύοντας νόμους, εἶδον συνιόντα δῆμον. ὁρῶ πρὸς ὕδωρ ἀγῶνας. ἐπὶ ταύτης τῆς ἀσφαλείας τοὺς παῖδας καταλιπὼν ἀπέρχομαι. ἑνὶ ταράττομαι μόνῳ, μὴ τοῖς στρατηγοῖς ἀμέλειά τις ἐγγένηται περὶ τοὺς νόμους τῷ φόβῳ καὶ κρίνωσι συμφορώτερον τούτῳ χαρίζεσθαι μᾶλλον ἢ τῶν δικαίων εἶναι.

[81]    Ἀλλ', ὦ τῆς ἐμῆς τάξεως διάδοχοι, μὴ γὰρ δὴ τῶν ἀδίκων κρίσεων γένοισθε, μηδεμίαν γραφὴν φοβερωτέραν τοῦ γενέσθαι κακοὶ περὶ τοὺς νόμους ἡγήσησθε μηδ' ἀναπετάσητε τὰς ἐκκλησίας τοῖς ξένοις, δυοῖν δὲ τούτοιν μάλιστα σώζετε τὴν πόλιν, τῇ τ' ἐν τοῖς ὅπλοις ἰσχύι καὶ τῷ τηρεῖν τοὺς κειμένους νόμους.