Ἁδριανὸς δὲ ὑπὸ μὲν Τραϊανοῦ οὐκ ἐσεποιήθη· ἦν μὲν γὰρ πολίτης αὐτοῦ καὶ ἐπετροπεύθη ὑπ' αὐτοῦ, γένους θ' οἱ ἐκοινώνει καὶ ἀδελφιδῆν αὐτοῦ ἐγεγαμήκει, τό τε σύμπαν συνῆν αὐτῷ καὶ [2] συνδιῃτᾶτο, τῇ τε Συρίᾳ ἐπὶ τῷ Παρθικῷ πολέμῳ προσετάχθη, οὐ μέντοι οὔτ' ἄλλο τι ἐξαίρετον παρ' αὐτοῦ ἔλαβεν οὔθ' ὕπατος ἐν πρώτοις ἐγένετο, ἀλλὰ καὶ Καίσαρα αὐτὸν καὶ αὐτοκράτορα τοῦ Τραϊανοῦ ἄπαιδος μεταλλάξαντος ὅ τε Ἀττιανὸς πολίτης αὐτοῦ ὢν καὶ ἐπίτροπος γεγονώς, καὶ ἡ Πλωτῖνα ἐξ ἐρωτικῆς φιλίας, πλησίον [3] τε ὄντα καὶ δύναμιν πολλὴν ἔχοντα ἀπέδειξαν. ὁ γὰρ πατήρ μου Ἀπρωνιανός, τῆς Κιλικίας ἄρξας, πάντα τὰ κατ' αὐτὸν ἐμεμαθήκει σαφῶς, ἔλεγε δὲ τά τε ἄλλα ὡς ἕκαστα, καὶ ὅτι ὁ θάνατος τοῦ Τραϊανοῦ ἡμέρας τινὰς διὰ τοῦτο συνεκρύφθη ἵν' ἡ ποίησις προεκφοιτήσοι.
[4] ἐδηλώθη δὲ τοῦτο καὶ ἐκ τῶν πρὸς τὴν βουλὴν γραμμάτων αὐτοῦ· ταῖς γὰρ ἐπιστολαῖς οὐκ αὐτὸς ἀλλ' ἡ Πλωτῖνα ὑπέγραψεν, ὅπερ ἐπ' οὐδενὸς ἄλλου ἐπεποιήκει.
[2]
[1] ἦν δέ, ὅτε ἀνηγορεύθη αὐτοκράτωρ, Ἁδριανὸς ἐν τῇ μητροπόλει Συρίας Ἀντιοχείᾳ, ἧς ἦρχεν· ἐδόκει δὲ ὄναρ πρὸ τῆς ἡμέρας ἐκείνης πῦρ ἐκ τοῦ οὐρανοῦ, ἔν τε αἰθρίᾳ καὶ ἐν εὐδίᾳ πολλῇ, ἐς τὴν ἀριστερὰν αὐτοῦ σφαγὴν ἐμπεσεῖν, ἔπειτα καὶ ἐπὶ τὴν δεξιὰν [2] παρελθεῖν, μήτε ἐκφοβῆσαν αὐτὸν μήτε βλάψαν. ἔγραψε δὲ πρὸς τὴν βουλὴν ὁ Ἁδριανὸς ἀξιῶν βεβαιωθῆναι αὑτῷ τὴν ἡγεμονίαν καὶ παρ' ἐκείνης, καὶ ἀπαγορεύων μηδὲν αὐτῷ μήτε τότε μήτε ἄλλοτε τιμὴν δή τινα φέρον, οἷα εἰώθει γίγνεσθαι, ψηφισθῆναι, πλὴν [3] ἄν τι αὐτός ποτε ἀξιώσῃ. τὰ δὲ τοῦ Τραϊανοῦ ὀστᾶ ἐν τῷ κίονι αὐτοῦ κατετέθη, καὶ αἱ θέαι αἱ Παρθικαὶ ὀνομασθεῖσαι ἐπὶ πολλὰ ἔτη ἐγένοντο· ὕστερον γὰρ καὶ αὕτη, ὥσπερ καὶ ἄλλα πολλά, κατελύθη. Xiph. 242, 8243, 5 R. St.
ὅτι ὁ Ἁδριανὸς ἐν ἐπιστολῇ τινι ἔγραψε τά τε ἄλλα μεγαλοφρονησάμενος, καὶ ἐπομόσας μήτε τι ἔξω τῶν τῷ δημοσίῳ συμφερόντων ποιήσειν μήτε βουλευτήν τινα ἀποσφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ, ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προσεπαρασάμενος· (ἀλλ' ὅμως διεβλήθη ἐς πολλά. 14 5.) Exc. Val. 2934a (p. 713), inde Suidas s. v. Ἀδριανός gl. 2.
[5] Ἁδριανὸς δέ, καίτοι φιλανθρωπότατα ἄρξας, ὅμως διά τινας φόνους ἀρίστων ἀνδρῶν, οὓς ἐν ἀρχῇ τε τῆς ἡγεμονίας καὶ πρὸς τῇ τελευτῇ τοῦ βίου ἐπεποίητο, διεβλήθη, καὶ ὀλίγου διὰ ταῦτ' οὐδὲ ἐς τοὺς ἥρωας ἀνεγράφη. καὶ οἱ μὲν ἐν τῇ ἀρχῇ φονευθέντες Πάλμας τε καὶ Κέλσος Νιγρῖνός τε καὶ Λούσιος ἦσαν, οἱ μὲν ὡς ἐν θήρᾳ δῆθεν ἐπιβεβουλευκότες αὐτῷ, οἱ δὲ ἐφ' ἑτέροις δή τισιν ἐγκλήμασιν, [6] οἷα μεγάλα δυνάμενοι καὶ πλούτου καὶ δόξης εὖ ἥκοντες· ἐφ' οἷς Ἁδριανὸς οὕτω τῶν λογοποιουμένων ᾔσθετο ὥστε καὶ ἀπελογήσατο καὶ ἐπώμοσε μὴ κεκελευκέναι ἀποθανεῖν αὐτούς. οἱ δὲ ἐν τῇ τελευτῇ Σερουιανός τε ὑπῆρχον καὶ ὁ ἔγγονος αὐτοῦ Φοῦσκος. Xiph. 243, 515 R. St.
[6a] ὅτι Ἀδριανὸς ἦν ἡδὺς μὲν ἐντυχεῖν, καὶ ἐπήνθει τις αὐτῷ χάρις. Joann. Antioch. fr. 113 Muell. (v. 1. 2).
[3]
[a] ἦν δὲ Ἁδριανὸς γένος μὲν βουλευτοῦ πατρὸς ἐστρατηγηκότος Ἁδριανοῦ Ἄφρου (οὕτω γὰρ ὠνομάζετο), φύσει δὲ φιλολόγος ἐν ἑκατέρᾳ τῇ γλώσσῃ· καί τινα καὶ πεζὰ καὶ ἐν ἔπεσι ποιήματα παντοδαπὰ [b] καταλέλοιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήστῳ ἐχρῆτο, καὶ κατὰ τοῦτο καὶ τἆλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλασσε καὶ ἔγραφε καὶ οὐδὲν ὅ τι οὐκ εἰρηνικὸν καὶ πολεμικὸν [c] καὶ βασιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺς ἀνθρώπους ἔβλαπτεν, ὁ δὲ δὴ φθόνος αὐτοῦ δεινότατος ἐς πάντας τούς τινι προέχοντας ὢν πολλοὺς μὲν καθεῖλε συχνοὺς δὲ καὶ ἀπώλεσε. βουλόμενος γὰρ πάντων ἐν πᾶσι περιεῖναι ἐμίσει [d] τοὺς ἔν τινι ὑπεραίροντας. κἀκ τούτου καὶ τὸν Φαουωρῖνον τὸν Γαλάτην τόν τε Διονύσιον τὸν Μιλήσιον τοὺς σοφιστὰς καταλύειν ἐπεχείρει τοῖς τε ἄλλοις καὶ μάλιστα τῷ τοὺς ἀνταγωνιστάς σφων ἐξαίρειν, τοὺς μὲν μηδενὸς τοὺς δὲ βραχυτάτου τινὸς ἀξίους [e] ὄντας· ὅτε Διονύσιος πρὸς τὸν Ἀουίδιον Ἡλιόδωρον, τὸν τὰς ἐπιστολὰς αὐτοῦ διαγαγόντα, εἰπεῖν λέγεται ὅτι "Καῖσαρ χρήματα μέν σοι καὶ τιμὴν δοῦναι δύναται, ῥήτορα δέ σε ποιῆσαι οὐ δύναται", [f] καὶ ὁ Φαουωρῖνος μέλλων παρ' αὐτῷ περὶ τῆς ἀτελείας ἣν ἐν τῇ πατρίδι ἔχειν ἠξίου δικάσασθαι, ὑποτοπήσας καὶ ἐλαττωθήσεσθαι καὶ προσυβρισθήσεσθαι, ἐσῆλθε μὲν ἐς τὸ δικαστήριον, εἶπε δὲ οὐδὲν ἄλλο ἢ ὅτι "ὁ διδάσκαλός μου ὄναρ τῆς νυκτὸς ταύτης ἐπιστάς μοι ἐκέλευσε λειτουργεῖν τῇ πατρίδι ὡς καὶ ἐκείνῃ γεγεννημένον". Xiph. 243, 15-244, 1 R. St., et (usque ad ὄντας v. 4) Exc. Val. 2934b (p. 713), inde Suid. s. v. Ἀδριανός, gl. 1.
[4]
[1] Ἁδριανὸς δὲ τούτων μέν, καίπερ ἀχθεσθείς σφισιν, ἐφείσατο, μηδεμίαν εὔλογον ὀλέθρου κατ' αὐτῶν ἀφορμὴν λαβών· τὸν δ' Ἀπολλόδωρον τὸν ἀρχιτέκτονα τὸν τὴν ἀγορὰν καὶ τὸ ᾠδεῖον τό τε γυμνάσιον, τὰ τοῦ Τραϊανοῦ ποιήματα, ἐν τῇ Ῥώμῃ κατασκευάσαντα [2] τὸ μὲν πρῶτον ἐφυγάδευσεν, ἔπειτα δὲ καὶ ἀπέκτεινε, λόγῳ μὲν ὡς πλημμελήσαντά τι, τὸ δ' ἀληθὲς ὅτι τοῦ Τραϊανοῦ κοινουμένου τι αὐτῷ περὶ τῶν ἔργων εἶπε τῷ Ἁδριανῷ παραλαλήσαντί τι ὅτι "ἄπελθε καὶ τὰς κολοκύντας γράφε· τούτων γὰρ οὐδὲν ἐπίστασαι". ἐτύγχανε δὲ ἄρα τότε ἐκεῖνος τοιούτῳ τινὶ γράμματι [3] σεμνυνόμενος. αὐτοκρατορεύσας οὖν τότε ἐμνησικάκησε καὶ τὴν παρρησίαν αὐτοῦ οὐκ ἤνεγκεν. αὐτὸς μὲν γὰρ τοῦ τῆς Ἀφροδίτης τῆς τε Ῥώμης ναοῦ τὸ διάγραμμα αὐτῷ πέμψας, δι' ἔνδειξιν ὅτι καὶ ἄνευ ἐκείνου μέγα ἔργον γίγνεσθαι δύναται, ἤρετο εἰ εὖ ἔχοι τὸ [4] κατασκεύασμα· ὁ δ' ἀντεπέστειλε περί τε τοῦ ναοῦ [καὶ] ὅτι καὶ μετέωρον αὐτὸν καὶ ὑπεκκεκενωμένον γενέσθαι ἐχρῆν, ἵν' ἔς τε τὴν ἱερὰν ὁδὸν ἐκφανέστερος ἐξ ὑψηλοτέρου εἴη καὶ ἐς τὸ κοῖλον τὰ μηχανήματα ἐσδέχοιτο, ὥστε καὶ ἀφανῶς συμπήγνυσθαι καὶ ἐξ οὐ προειδότος ἐς τὸ θέατρον ἐσάγεσθαι, καὶ περὶ τῶν ἀγαλμάτων ὅτι μείζονα [5] ἢ κατὰ τὸν τοῦ ὕψους τοῦ μεγάρου λόγον ἐποιήθη· "ἂν γὰρ αἱ θεαί" ἔφη "ἐξαναστήσεσθαί τε καὶ ἐξελθεῖν ἐθελήσωσιν, οὐ δυνηθήσονται". ταῦτα γὰρ ἄντικρυς αὐτοῦ γράψαντος καὶ ἠγανάκτησε καὶ ὑπερήλγησεν ὅτι καὶ ἐς ἀδιόρθωτον ἁμαρτίαν ἐπεπτώκει, καὶ οὔτε τὴν ὀργὴν οὔτε τὴν λύπην κατέσχεν, ἀλλ' ἐφόνευσεν αὐτόν.
[6] καὶ οὕτω γε τῇ φύσει τοιοῦτος ἦν ὥστε μὴ μόνον τοῖς ζῶσιν ἀλλὰ καὶ τοῖς τελευτήσασι φθονεῖν· τὸν γοῦν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντ' αὐτοῦ ἐσῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπίσταντο.
[5]
[1] ᾐτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲς τό τε περίεργον καὶ τὸ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺς ὄντας παῦσαι, μήτε τινὸς χρήματα ἀδίκως ἀφελέσθαι, καὶ πολλοῖς πολλά, καὶ δήμοις [2] καὶ ἰδιώταις καὶ βουλευταῖς τε καὶ ἱππεῦσι, χαρίσασθαι. οὐδὲ γὰρ ἀνέμενεν αἰτηθῆναί τι, ἀλλὰ πάνυ πάντα πρὸς τὴν ἑκάστου χρείαν ἐποίει. καὶ τά τε στρατιωτικὰ ἀκριβέστατα ἤσκησεν, ὥστ' ἰσχύοντα μήτ' ἀπειθεῖν μήτε ὑβρίζειν, καὶ τὰς πόλεις τάς τε συμμαχίδας καὶ [3] τὰς ὑπηκόους μεγαλοπρεπέστατα ὠφέλησε. πολλὰς μὲν γὰρ καὶ εἶδεν αὐτῶν, ὅσας οὐδεὶς ἄλλος αὐτοκράτωρ, πάσαις δὲ ὡς εἰπεῖν ἐπεκούρησε, ταῖς μὲν ὕδωρ ταῖς δὲ λιμένας σῖτόν τε καὶ ἔργα καὶ χρήματα καὶ τιμὰς ἄλλαις ἄλλας διδούς. Xiph. 244, 1245, 6 R. St., et (p. 226 v. 15p. 227 v. 2) Exc. Val. 294 (p. 713), inde Suidas s. v. Ἀδριανὸς gl. 4.
[6]
[1] ἦγε δὲ καὶ τὸν δῆμον τῶν Ῥωμαίων ἐμβριθῶς μᾶλλον ἢ θωπευτικῶς· καί ποτε ἰσχυρῶς αἰτοῦντί ‹τι› ἐν ὁπλομαχίᾳ οὔτε ἔνειμε, καὶ προσέτι ἐκέλευσε τοῦτο δὴ τὸ τοῦ Δομιτιανοῦ κηρυχθῆναι [2] "σιωπήσατε". οὐκ ἐλέχθη μὲν γάρ· ὁ γὰρ κῆρυξ ἀνατείνας τὴν χεῖρα καὶ ἐξ αὐτοῦ τούτου ἡσυχάσας, ὥσπερ εἰώθασι ποιεῖν (οὐ γὰρ ἔστιν ὁπότε ὑπὸ κηρύγματος σιγάζονται), ἐπειδὴ ἐσιώπησαν, ἔφη "τοῦτ' ἐθέλει". καὶ οὐχ ὅτι τινὰ ὀργὴν τῷ κήρυκι ἔσχεν, ἀλλὰ καὶ ἐτίμησεν αὐτὸν ὅτι τὴν δυσχέρειαν τοῦ κελεύσματος οὐκ ἐξέφησεν.
[3] ἔφερε γὰρ τὰ τοιαῦτα, καὶ οὐκ ἠγανάκτει εἴ τι καὶ παρὰ γνώμην καὶ πρὸς τῶν τυχόντων ὠφελοῖτο. ἀμέλει γυναικὸς παριόντος αὐτοῦ ὁδῷ τινι δεομένης, τὸ μὲν πρῶτον εἶπεν αὐτῇ ὅτι "οὐ σχολάζω", ἔπειτα ὡς ἐκείνη ἀνακραγοῦσα ἔφη "καὶ μὴ βασίλευε", ἐπεστράφη τε καὶ λόγον αὐτῇ ἔδωκεν.
[7]
[1] ἔπραττε δὲ καὶ διὰ τοῦ βουλευτηρίου πάντα τὰ μεγάλα καὶ ἀναγκαιότατα, καὶ ἐδίκαζε μετὰ τῶν πρώτων τοτὲ μὲν ἐν τῷ παλατίῳ τοτὲ δὲ ἐν τῇ ἀγορᾷ τῷ τε Πανθείῳ καὶ ἄλλοθι πολλαχόθι, ἀπὸ βήματος, ὥστε δημοσιεύεσθαι τὰ γιγνόμενα. καὶ τοῖς ὑπάτοις ἔστιν ὅτε δικάζουσι συνεγίγνετο, ἔν τε ταῖς ἱπποδρομίαις αὐτοὺς [2] ἐτίμα. καὶ οἴκαδε ἀνακομιζόμενος ἐν φορείῳ ἐφέρετο, ὅπως μηδένα συνακολουθοῦντά οἱ ἐνοχλοίη. ἐν δὲ ταῖς μήτε ἱεραῖς μήτε δημοσίοις ἡμέραις οἴκοι ἔμενε, καὶ οὐδένα οὐδ' ὅσον ἀσπάσασθαι προσεδέχετο, [3] εἰ μή τι ἀναγκαῖον εἴη, ἵνα μὴ πάνυ ταλαιπωροῖντο. ἀεί τε περὶ ἑαυτὸν καὶ ἐν τῇ Ῥώμῃ καὶ ἔξω τοὺς ἀρίστους εἶχε, καὶ συνῆν σφισι καὶ ἐν τοῖς συμποσίοις, καὶ διὰ τοῦτο καὶ τέταρτος πολλάκις ὠχεῖτο. ἐθήρα δὲ ὁσάκις ἐνεδέχετο, καὶ ἠρίστα ἄνευ οἴνου· καὶ πλείονα ἐσιτεῖτο· πολλάκις δὲ καὶ δικάζων μεταξὺ τροφῆς μετελάμβανεν· ἔπειτα μετὰ πάντων τῶν πρώτων καὶ ἀρίστων ἐδείπνει, [4] καὶ ἦν αὐτῷ τὸ συσσίτιον παντοδαπῶν λόγων πλῆρες. τούς τε πάνυ νοσοῦντας φίλους ἐπεσκέπτετο, καὶ ἑορτάζουσί σφισι συνδιῃτᾶτο, τοῖς τε ἀγροῖς καὶ ταῖς οἰκίαις αὐτῶν ἡδέως ἐχρῆτο· ὅθεν καὶ εἰκόνας πολλοῖς μὲν ἀποθανοῦσι πολλοῖς δὲ καὶ ζῶσιν ἐς τὴν ἀγορὰν ἔστησεν. οὐ μέντοι οὔτε ἐξύβρισέ τις αὐτῶν οὔτ' ἀπέδοτό τι οὔθ' ὧν ἔλεγεν οὔθ' ὧν ἔπραττεν, οἷα οἵ τε Καισάρειοι καὶ οἱ ἄλλοι οἱ περὶ τοὺς αὐτοκράτορας ἔχοντες ποιεῖν εἰώθασι.
[8]
[1] ταῦτα περί γε τοῦ τρόπου, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, προείρηκα· λέξω δὲ καὶ τὰ καθ' ἕκαστον, ὅσα ἀναγκαῖόν ἐστι μνημονεύεσθαι. Xiph. 245, 6246, 8 R. St., et (v. 1013) Petr. Patr. exc. Vat. 107 (p. 221 Mai. 6 p. 203, 813 Dind.)
[1a] ὅτι Ἀλεξανδρέων στασιασάντων οὐκ ἄλλως ἐπαύσαντο, ἕως οὗ ἐπιστολὴν Ἀδριανοῦ ἐδέξαντο ἐπιτιμῶσαν αὐτοῖς· οὕτω που πλέον ἰσχύσει αὐτοκράτορος λόγος τῶν ὅπλων. Petr. Patr. exc. Vat. 108 (p. 221 Mai. 6 p. 203, 1417 Dind.)
[1] ἐλθὼν γὰρ ἐς τὴν Ῥώμην ἀφῆκε τὰ ὀφειλόμενα τῷ τε βασιλικῷ καὶ τῷ δημοσίῳ τῷ τῶν Ῥωμαίων, ἑκκαιδεκαετῆ ὁρίσας χρόνον ἀφ' [2] οὗ τε καὶ μέχρις οὗ τηρηθήσεσθαι τοῦτ' ἔμελλεν. ἔν τε τοῖς ἑαυτοῦ γενεθλίοις προῖκα τῷ δήμῳ τὴν θέαν ἀπένειμε καὶ θηρία πολλὰ ἀπέκτεινεν, ὥστε ἐφάπαξ καὶ λέοντας ἑκατὸν καὶ λεαίνας ἴσας πεσεῖν, καὶ δῶρα διὰ σφαιρίων καὶ ἐν τῷ θεάτρῳ καὶ ἐν τῷ ἱπποδρόμῳ χωρὶς μὲν τοῖς ἀνδράσι χωρὶς δὲ ταῖς γυναιξὶ διέρριψε· καὶ γὰρ ‹καὶ› λοῦσθαι χωρὶς ἀλλήλων αὐτοῖς προσέταξεν.
[3] ἐν μὲν τῷ ἔτει ἐκείνῳ ταῦτά τε ἐγένετο καὶ ὁ Εὐφράτης ὁ φιλόσοφος ἀπέθανεν ἐθελοντής, ἐπιτρέψαντος αὐτῷ καὶ τοῦ Ἁδριανοῦ [9] [1] κώνειον καὶ διὰ τὸ γῆρας καὶ διὰ τὴν νόσον πιεῖν. Ἁδριανὸς δὲ ἄλλην ἀπ' ἄλλης διαπορευόμενος ἐπαρχίαν, τάς τε χώρας καὶ τὰς πόλεις ἐπισκεπτόμενος, καὶ πάντα τὰ φρούρια καὶ τὰ τείχη περισκοπῶν τὰ μὲν ἐς ἐπικαιροτέρους τόπους μεθίστη, τὰ δὲ ἔπαυε, τὰ δὲ [2] προσκαθίστατο, αὐτὸς πάντα ἁπλῶς, οὐχ ὅπως τὰ κοινὰ τῶν στρατοπέδων, ὅπλα λέγω καὶ μηχανὰς καὶ τάφρους καὶ περιβόλους καὶ χαρακώματα, ἀλλὰ καὶ τὰ ἴδια ἑνὸς ἑκάστου, καὶ τῶν ἐν τῷ τεταγμένῳ στρατευομένων καὶ τῶν ἀρχόντων αὐτῶν, τοὺς βίους τὰς οἰκήσεις τοὺς τρόπους, καὶ ἐφορῶν καὶ ἐξετάζων· καὶ πολλά γε ἐς τὸ ἁβρότερον ἐκδεδιῃτημένα καὶ κατεσκευασμένα καὶ μετερρύθμισε [3] καὶ μετεσκεύασεν. ἐγύμναζέ τε αὐτοὺς πρὸς πᾶν εἶδος μάχης, καὶ τοὺς μὲν ἐτίμα τοὺς δὲ ἐνουθέτει, πάντας δὲ ἐδίδασκεν ἃ χρὴ ποιεῖν. καὶ ὅπως γε καὶ ὁρῶντες αὐτὸν ὠφελοῖντο, σκληρᾷ τε πανταχοῦ τῇ διαίτῃ ἐχρῆτο, καὶ ἐβάδιζεν ἢ καὶ ἵππευε πάντα, οὐδ' ἔστιν [4] ὁπότε εἴτε ὀχήματος τότε γε εἴτε τετρακύκλου ἐπέβη· οὐδὲ τὴν κεφαλὴν οὐκ ἐν θάλπει, οὐκ ἐν ῥίγει ἐκαλύφθη, ἀλλὰ καὶ ἐν ταῖς χιόσι ταῖς Κελτικαῖς καὶ ἐν τοῖς καύμασι τοῖς Αἰγυπτιακοῖς γυμνῇ αὐτῇ περιῄει. συνελόντι τε εἰπεῖν, οὕτω καὶ τῷ ἔργῳ καὶ τοῖς παραγγέλμασι πᾶν τὸ στρατιωτικὸν δι' ὅλης τῆς ἀρχῆς ἤσκησε καὶ κατεκόσμησεν ὥστε καὶ νῦν τὰ τότε ὑπ' αὐτοῦ ταχθέντα νόμον [5] σφίσι τῆς στρατείας εἶναι. καὶ διὰ τοῦτο καὶ μάλιστα ἐν εἰρήνῃ τὸ πλεῖστον πρὸς τοὺς ἀλλοφύλους διεγένετο· τήν τε γὰρ παρασκευὴν αὐτοῦ ὁρῶντες, καὶ μήτε τι ἀδικούμενοι καὶ προσέτι καὶ [6] χρήματα λαμβάνοντες, οὐδὲν ἐνεόχμωσαν. οὕτω γὰρ καλῶς ἤσκητο τὸ στρατιωτικὸν αὐτῷ ὥστε καὶ τὸ ἱππικὸν τῶν καλουμένων Βατάουων τὸν Ἴστρον μετὰ τῶν ὅπλων διενήξαντο· ἃ ὁρῶντες οἱ βάρβαροι τοὺς μὲν Ῥωμαίους κατεπλήττοντο, τρεπόμενοι δὲ ἐπὶ σφᾶς αὐτοὺς ἐχρῶντο αὐτῷ διαιτητῇ τῶν πρὸς ἀλλήλους διαφορῶν.
[10]
[1] ἐποίει δὲ καὶ θέατρα καὶ ἀγῶνας, περιπορευόμενος τὰς πόλεις, ἄνευ τῆς βασιλικῆς μέντοι παρασκευῆς· οὐδὲ γὰρ ἔξω τῆς Ῥώμης ἐχρήσατό ποτε αὐτῇ. τὴν δὲ πατρίδα καίπερ μεγάλα τιμήσας καὶ [2] πολλὰ καὶ ὑπερήφανα αὐτῇ δούς, ὅμως οὐκ εἶδε. περὶ μέντοι τὰς θήρας ἐσπουδακέναι λέγεται· καὶ γὰρ καὶ τὴν κλεῖν ἐν ταύταις κατέαξε καὶ τὸ σκέλος μικροῦ ἐπηρώθη, καὶ πόλιν ἐν τῇ Μυσίᾳ οἰκίσας Ἁδριανοῦ θήρας αὐτὴν ὠνόμασεν. οὐ μέντοι τι παρὰ τοῦτ' ἄπρακτον τῶν τῇ ἀρχῇ προσηκόντων κατέλιπε. τῆς δὲ περὶ τὰς θήρας σπουδῆς αὐτοῦ καὶ ὁ Βορυσθένης ὁ ἵππος, ᾧ μάλιστα θηρῶν ἠρέσκετο, σημεῖόν ἐστιν· ἀποθανόντι γὰρ αὐτῷ καὶ τάφον κατεσκεύασε [2] καὶ στήλην ἔστησε καὶ ἐπιγράμματα ἐπέγραψεν. ὅθεν οὐ θαυμαστὸν εἰ καὶ τὴν Πλωτῖναν ἀποθανοῦσαν, δι' ἧς ἔτυχε τῆς ἀρχῆς ἐρώσης αὐτοῦ, διαφερόντως ἐτίμησεν, ὡς καὶ ἐπὶ ἡμέρας ἐννέα μελανειμονῆσαι καὶ ναὸν αὐτῇ οἰκοδομῆσαι καὶ ὕμνους τινὰς ἐς αὐτὴν ποιῆσαι. Xiph. 246, 8247, 28 R. St.
[3a] ὅτι τῆς Πλωτίνης ἀποθανούσης ἐπῄνει αὐτὴν Ἀδριανός, λέγων ὅτι "πολλὰ παρ' ἐμοῦ αἰτήσασα οὐδενὸς ἀπέτυχεν". τοῦτο δὲ οὐκ ἄλλως ἔλεγεν, ἀλλ' ὅτι τοιαῦτα ᾔτει οἷα οὔτε ἐβάρει με οὔτε συνεχώρει ἀντειπεῖν. Petr. Patr. exc. Vat. 109 (p. 221 Mai. 6 p. 203, 1821 Dind.)
[2] οὕτω δὲ περὶ τὴν θήραν ἐπιδέξιος ἦν ὡς καὶ μέγαν ποτὲ σῦν μιᾷ πληγῇ καθελεῖν.
[11]
[1] ἀφικόμενος δὲ ἐς τὴν Ἑλλάδα ἐπώπτευσε τὰ μυστήρια.
διὰ δὲ τῆς Ἰουδαίας μετὰ ταῦτα ἐς Αἴγυπτον παριὼν καὶ ἐνήγισε τῷ Πομπηίῳ· πρὸς ὃν καὶ τουτὶ τὸ ἔπος ἀπορρῖψαι λέγεται
τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου.
[2] καὶ τὸ μνῆμα αὐτοῦ διεφθαρμένον ἀνῳκοδόμησεν. ἐν δὲ τῇ Αἰγύπτῳ καὶ τὴν Ἀντινόου ὠνομασμένην ἀνῳκοδόμησε πόλιν. ὁ γὰρ Ἀντίνοος ἦν μὲν ἐκ Βιθυνίου πόλεως Βιθυνίδος, ἣν καὶ Κλαυδιούπολιν καλοῦμεν, παιδικὰ δὲ αὐτοῦ ἐγεγόνει, καὶ ἐν τῇ Αἰγύπτῳ ἐτελεύτησεν, εἴτ' οὖν ἐς τὸν Νεῖλον ἐκπεσών, ὡς Ἁδριανὸς [3] γράφει, εἴτε καὶ ἱερουργηθείς, ὡς ἡ ἀλήθεια ἔχει· τά τε γὰρ ἄλλα περιεργότατος Ἁδριανός, ὥσπερ εἶπον, ἐγένετο, καὶ μαντείαις μαγγανείαις τε παντοδαπαῖς ἐχρῆτο. καὶ οὕτω γε τὸν Ἀντίνοον, ἤτοι διὰ τὸν ἔρωτα αὐτοῦ ἢ ὅτι ἐθελοντὴς ἐθανατώθη (ἑκουσίου γὰρ ψυχῆς πρὸς ἃ ἔπραττεν ἐδεῖτο), ἐτίμησεν ὡς καὶ πόλιν ἐν τῷ χωρίῳ, ἐν ᾧ τοῦτ' ἔπαθε, καὶ συνοικίσαι καὶ ὀνομάσαι ἀπ' αὐτοῦ.
[4] καὶ ἐκείνου ἀνδριάντας ἐν πάσῃ ὡς εἰπεῖν τῇ οἰκουμένῃ, μᾶλλον δὲ ἀγάλματα, ἀνέθηκε. καὶ τέλος ἀστέρα τινὰ αὐτός τε ὁρᾶν ὡς καὶ τοῦ Ἀντινόου ὄντα ἔλεγε, καὶ τῶν συνόντων οἱ μυθολογούντων ἡδέως ἤκουεν ἔκ τε τῆς ψυχῆς τοῦ Ἀντινόου ὄντως τὸν ἀστέρα γεγενῆσθαι καὶ τότε πρῶτον ἀναπεφηνέναι.
διὰ ταῦτά τε οὖν ἐσκώπτετο, καὶ ὅτι Παυλίνῃ τῇ ἀδελφῇ ἀποθανούσῃ παραχρῆμα μὲν οὐδεμίαν τιμὴν ἔνειμεν ... Xiph. 247, 28-248, 17 R. St. et (14 3. 4) Exc. Val. 295 (p. 714), cf. Suid. s. v. Ἀδριανός gl. 5 et παιδικά.
[12]
[1] ἐς δὲ τὰ Ἱεροσόλυμα πόλιν αὐτοῦ ἀντὶ τῆς κατασκαφείσης οἰκίσαντος, ἣν καὶ Αἰλίαν Καπιτωλῖναν ὠνόμασε, καὶ ἐς τὸν τοῦ ναοῦ τοῦ θεοῦ τόπον ναὸν τῷ Διὶ ἕτερον ἀντεγείραντος πόλεμος [2] οὔτε μικρὸς οὔτ' ὀλιγοχρόνιος ἐκινήθη. Ἰουδαῖοι γὰρ δεινόν τι ποιούμενοι τὸ ἀλλοφύλους τινὰς ἐς τὴν πόλιν σφῶν οἰκισθῆναι καὶ τὸ ἱερὰ ἀλλότρια ἐν αὐτῇ ἱδρυθῆναι, παρόντος μὲν ἔν τε τῇ Αἰγύπτῳ καὶ αὖθις ἐν τῇ Συρίᾳ τοῦ Ἁδριανοῦ ἡσύχαζον, πλὴν καθ' ὅσον τὰ ὅπλα τὰ ἐπιταχθέντα σφίσιν ἧττον ἐπιτήδεια ἐξεπίτηδες κατεσκεύασαν ὡς ἀποδοκιμασθεῖσιν αὐτοῖς ὑπ' ἐκείνων [3] χρήσασθαι, ἐπεὶ δὲ πόρρω ἐγένετο, φανερῶς ἀπέστησαν. καὶ παρατάξει μὲν φανερᾷ οὐκ ἐτόλμων διακινδυνεῦσαι πρὸς τοὺς Ῥωμαίους, τὰ δὲ τῆς χώρας ἐπίκαιρα κατελάμβανον καὶ ὑπονόμοις καὶ τείχεσιν ἐκρατύνοντο, ὅπως ἀναφυγάς τε ὁπόταν βιασθῶσιν ἔχωσι καὶ παρ' ἀλλήλους ὑπὸ γῆν διαφοιτῶντες λανθάνωσι, διατιτράντες ἄνω τὰς ὑπογείους ὁδοὺς ἵνα καὶ ἄνεμον καὶ φέγγος [13] [1] ἐσδέχοιντο. καὶ τὸ μὲν πρῶτον ἐν οὐδενὶ αὐτοὺς λόγῳ οἱ Ῥωμαῖοι ἐποιοῦντο· ἐπεὶ δ' ἥ τε Ἰουδαία πᾶσα ἐκεκίνητο, καὶ οἱ ἁπανταχοῦ γῆς Ἰουδαῖοι συνεταράττοντο καὶ συνῄεσαν, καὶ πολλὰ κακὰ ἐς τοὺς Ῥωμαίους τὰ μὲν λάθρᾳ τὰ δὲ καὶ φανερῶς ἐνεδείκνυντο, [2] πολλοί τε ἄλλοι καὶ τῶν ἀλλοφύλων ἐπιθυμίᾳ κέρδους σφίσι συνελαμβάνοντο, καὶ πάσης ὡς εἰπεῖν κινουμένης ἐπὶ τούτῳ τῆς οἰκουμένης, τότε δὴ τότε τοὺς κρατίστους τῶν στρατηγῶν ὁ Ἁδριανὸς ἐπ' αὐτοὺς ἔπεμψεν, ὧν πρῶτος Ἰούλιος Σεουῆρος ὑπῆρχεν, [3] ἀπὸ Βρεττανίας ἧς ἦρχεν ἐπὶ τοὺς Ἰουδαίους σταλείς. ὃς ἄντικρυς μὲν οὐδαμόθεν ἐτόλμησε τοῖς ἐναντίοις συμβαλεῖν, τό τε πλῆθος καὶ τὴν ἀπόγνωσιν αὐτῶν ὁρῶν· ἀπολαμβάνων δ' ὡς ἑκάστους πλήθει τῶν στρατιωτῶν καὶ τῶν ὑπάρχων, καὶ τροφῆς ἀπείργων καὶ κατακλείων, ἠδυνήθη βραδύτερον μὲν ἀκινδυνότερον δὲ κατατρῖψαι [14] [1] καὶ ἐκτρυχῶσαι καὶ ἐκκόψαι αὐτούς. ὀλίγοι γοῦν κομιδῇ περιεγένοντο. καὶ φρούρια μὲν αὐτῶν πεντήκοντα τά γε ἀξιολογώτατα, κῶμαι δὲ ἐνακόσιαι καὶ ὀγδοήκοντα καὶ πέντε ὀνομαστόταται κατεσκάφησαν, ἄνδρες δὲ ὀκτὼ καὶ πεντήκοντα μυριάδες ἐσφάγησαν ἔν τε ταῖς καταδρομαῖς καὶ ταῖς μάχαις (τῶν τε γὰρ λιμῷ καὶ νόσῳ [2] καὶ πυρὶ φθαρέντων τὸ πλῆθος ἀνεξερεύνητον ἦν), ὥστε πᾶσαν ὀλίγου δεῖν τὴν Ἰουδαίαν ἐρημωθῆναι, καθάπερ που καὶ πρὸ τοῦ πολέμου αὐτοῖς προεδείχθη· τὸ γὰρ μνημεῖον τοῦ Σολομῶντος, ὃν ἐν τοῖς σεβασμίοις οὗτοι ἄγουσιν, ἀπὸ ταὐτομάτου διελύθη τε καὶ συνέπεσε, καὶ λύκοι ὕαιναί τε πολλαὶ ἐς τὰς πόλεις αὐτῶν ἐσέπιπτον [3] ὠρυόμεναι. πολλοὶ μέντοι ἐν τῷ πολέμῳ τούτῳ καὶ τῶν Ῥωμαίων ἀπώλοντο· διὸ καὶ ὁ Ἁδριανὸς γράφων πρὸς τὴν βουλὴν οὐκ ἐχρήσατο τῷ προοιμίῳ τῷ συνήθει τοῖς αὐτοκράτορσιν, ὅτι "εἰ αὐτοί τε καὶ οἱ παῖδες ὑμῶν ὑγιαίνετε, εὖ ἂν ἔχοι· ἐγὼ καὶ τὰ στρατεύματα ὑγιαίνομεν".
[4] τὸν δὲ Σεουῆρον ἐς Βιθυνίαν ἔπεμψεν, ὅπλων μὲν οὐδέν, ἄρχοντος δὲ καὶ ἐπιστάτου καὶ δικαίου καὶ φρονίμου καὶ ἀξίωμα ἔχοντος δεομένην· ἃ πάντα ἐν ἐκείνῳ ἦν. καὶ ὁ μὲν διήγαγε καὶ διῴκησε καὶ τὰ ἴδια καὶ τὰ κοινὰ αὐτῶν οὕτως ὥσθ' ἡμᾶς καὶ ἐς δεῦρο ἀεὶ αὐτοῦ μνημονεύειν, τῇ δὲ δὴ βουλῇ καὶ τῷ κλήρῳ ἡ Παμφυλία ἀντὶ τῆς Βιθυνίας ἐδόθη. Xiph. 248, 17-249, 27 7 251, 2427 R. St. [cf. vol. 2 p. VIII], et (14 4) Exc. Val. 296 (p. 714).
[15]
[1] ὁ μὲν οὖν τῶν Ἰουδαίων πόλεμος ἐς τοῦτο ἐτελεύτησεν, ἕτερος δὲ ἐξ Ἀλανῶν (εἰσὶ δὲ Μασσαγέται) ἐκινήθη ὑπὸ Φαρασμάνου, καὶ τὴν μὲν Ἀλβανίδα καὶ τὴν Μηδίαν ἰσχυρῶς ἐλύπησε, τῆς δ' Ἀρμενίας τῆς τε Καππαδοκίας ἁψάμενος, ἔπειτα τῶν Ἀλανῶν τὰ μὲν δώροις ὑπὸ τοῦ Οὐολογαίσου πεισθέντων, τὰ δὲ καὶ Φλάουιον Ἀρριανὸν τὸν τῆς Καππαδοκίας ἄρχοντα φοβηθέντων, ἐπαύσατο. Xiph. 251, 27-252, 1 R. St., Exc. U4R 17 (p. 414).
[2] ὅτι πρεσβευτὰς πεμφθέντας παρὰ τοῦ Οὐολογαίσου καὶ παρὰ τῶν Ἰαζύγων, ἐκείνου μὲν κατηγοροῦντός τινα Φαρασμάνου, τούτων δὲ τὴν εἰρήνην πιστουμένων, ἐς τὸ βουλευτήριον ἐσήγαγε, καὶ παρ' αὐτοῦ τὰς ἀποκρίσεις ποιήσασθαι ἐπιτραπεὶς συνέγραψέ τε αὐτὰς καὶ ἀνέγνω σφίσιν. Exc. U4G 55 (p. 407).
[16]
[1] Ἁδριανὸς δὲ τό τε Ὀλύμπιον τὸ ἐν ταῖς Ἀθήναις, ἐν ᾧ καὶ αὐτὸς ἵδρυται, ἐξεποίησε, καὶ δράκοντα ἐς αὐτὸ ἀπὸ Ἰνδίας κομισθέντα ἀνέθηκε· τά τε Διονύσια, τὴν μεγίστην παρ' αὐτοῖς ἀρχὴν [2] ἄρξας, ἐν τῇ ἐσθῆτι τῇ ἐπιχωρίῳ λαμπρῶς ἐπετέλεσε. τόν τε σηκὸν τὸν ἑαυτοῦ, τὸ Πανελλήνιον ὠνομασμένον, οἰκοδομήσασθαι τοῖς Ἕλλησιν ἐπέτρεψε, καὶ ἀγῶνα ἐπ' αὐτῷ κατεστήσατο, χρήματά τε πολλὰ καὶ σῖτον ἐτήσιον τήν τε Κεφαλληνίαν ὅλην τοῖς Ἀθηναίοις ἐχαρίσατο. ἐνομοθέτησε δὲ ἄλλα τε πολλά, καὶ ἵνα μηδεὶς βουλευτὴς [3] μήτ' αὐτὸς μήτε δι' ἑτέρου τέλος τι μισθῶται. ἐς δὲ τὴν Ῥώμην ἐλθών, ἐπεὶ ἔν τινι θέᾳ βοῶν ὁ δῆμος ἁρματηλάτην τινὰ ἐλευθερωθῆναι ἐδεῖτο, ἀντεῖπε διὰ πινακίου γραφῆς, εἰπὼν ὅτι "οὐ προσήκει ὑμῖν οὔτε παρ' ἐμοῦ αἰτεῖν ἵνα ἀλλότριον δοῦλον ἐλευθερώσω, οὔτε τὸν δεσπότην αὐτοῦ βιάζεσθαι τοῦτο ποιῆσαι".
[17]
[1] ἀρξάμενος δὲ νοσεῖν (αἷμα γὰρ εἰώθει μὲν αὐτῷ καὶ πρότερον διὰ τῆς ῥινὸς προχεῖσθαι, τότε δὲ ἰσχυρῶς ἐπλεόνασεν) ἀπεγνώσθη μὲν βιώσεσθαι, καὶ διὰ τοῦτο Κόμμοδον μὲν Λούκιον, καίτοι αἷμα ἐμοῦντα, Καίσαρα Ῥωμαίοις ἀπέδειξε, Σερουιανὸν δὲ καὶ Φοῦσκον τὸν ἔγγονον αὐτοῦ ὡς καὶ ἀγανακτήσαντας ἐπὶ τούτῳ ἐφόνευσε, τὸν [2] μὲν ἐνενηκοντούτην ὄντα τὸν δὲ ὀκτωκαιδεκέτην. πρὶν δὲ ἀποσφαγῆναι, ὁ Σερουιανὸς πῦρ ᾔτησε, καὶ θυμιῶν ἅμα "ὅτι μὲν οὐδὲν ἀδικῶ" ἔφη "ὑμεῖς ὦ θεοὶ ἴστε· περὶ δὲ Ἁδριανοῦ τοσοῦτον μόνον εὔχομαι, ἵνα ἐπιθυμήσας ἀποθανεῖν μὴ δυνηθῇ". καὶ μέντοι καὶ διετέλεσεν Ἁδριανὸς ἐπὶ πλεῖστον νοσῶν, πολλάκις μὲν ἀποσβῆναι [3] εὐξάμενος, πολλάκις δὲ καὶ ἀποκτανεῖν ἑαυτὸν ἐθελήσας. ἔστι γε αὐτοῦ καὶ ἐπιστολὴ αὐτὸ τοῦτο ἐνδεικνυμένη, ὅσον κακόν ἐστιν ἐπιθυμοῦντά τινα ἀποθανεῖν μὴ δύνασθαι. τὸν δὲ Σερουιανὸν τοῦτον Ἁδριανὸς καὶ τῆς αὐταρχίας ἄξιον ἐνόμισεν εἶναι· εἰπὼν γοῦν ποτε ἐν συμποσίῳ τοῖς φίλοις ἵνα αὐτῷ δέκα ἄνδρας μοναρχεῖν δυναμένους ὀνομάσωσιν, εἶτ' ὀλίγον ἐπισχὼν ἔφη ὅτι "ἐννέα δέομαι μαθεῖν· τὸν γὰρ ἕνα, τοῦτ' ἔστι Σερουιανόν, ἔχω". Xiph. 252, 130 R. St.
[18]
[1] γεγόνασι δὲ καὶ ἄλλοι τότε ἄριστοι ἄνδρες, ὧν ἐπιφανέστατοι Τούρβων τε καὶ Σίμιλις ἤστην, οἳ καὶ ἀνδριᾶσιν ἐτιμήθησαν, Τούρβων μὲν στρατηγικώτατος ἀνήρ, ὃς καὶ ἔπαρχος γεγονώς, εἴτ' οὖν ἄρχων τῶν δορυφόρων, οὔτε τι ἁβρὸν οὔτε τι ὑπερήφανον ἔπραξεν, [2] ἀλλ' ὡς εἷς τῶν πολλῶν διεβίω. τά τε γὰρ ἄλλα καὶ τὴν ἡμέραν πᾶσαν πρὸς τῷ βασιλείῳ διέτριβε, καὶ πολλάκις καὶ πρὸ μέσων νυκτῶν πρὸς αὐτὸ ᾔει, ὅτε τινὲς τῶν ἄλλων καθεύδειν ἤρχοντο.
[3] ἀμέλει καὶ Κορνήλιος Φρόντων ὁ τὰ πρῶτα τῶν τότε Ῥωμαίων ἐν δίκαις φερόμενος, ἑσπέρας ποτὲ βαθείας ἀπὸ δείπνου οἴκαδε ἐπανιών, καὶ μαθὼν παρά τινος ᾧ συνηγορήσειν ὑπέσχετο δικάζειν αὐτὸν ἤδη, ἔν τε τῇ στολῇ τῇ δειπνίτιδι, ὥσπερ εἶχεν, ἐς τὸ δικαστήριον αὐτοῦ ἐσῆλθε καὶ ἠσπάσατο, οὔτι γε τῷ ἑωθινῷ προσρήματι [4] τῷ χαῖρε, ἀλλὰ τῷ ἑσπερινῷ τῷ ὑγίαινε χρησάμενος. οἴκοι δὲ ὁ Τούρβων οὔποτε ἡμέρας, οὐδὲ νοσήσας, ὤφθη, ἀλλὰ καὶ πρὸς τὸν Ἁδριανὸν συμβουλεύοντα αὐτῷ ἀτρεμῆσαι, εἶπεν ὅτι τὸν ἔπαρχον [19] [1] ἑστῶτα ἀποθνήσκειν δεῖ. ὁ δὲ δὴ Σίμιλις ἡλικίᾳ μὲν καὶ τάξει προήκων αὐτοῦ ἐν τρόποις οὐδενὸς τῶν πάνυ, ὥς γε ἐγὼ νομίζω, δεύτερος ἦν. ἔξεστι δὲ καὶ ἐξ ὀλιγιστῶν τεκμήρασθαι. τῷ τε γὰρ Τραϊανῷ ἑκατονταρχοῦντα ἔτι αὐτὸν ἐσκαλέσαντί ποτε εἴσω πρὸ τῶν ἐπάρχων ἔφη "αἰσχρόν ἐστι, Καῖσαρ, ἑκατοντάρχῳ σε τῶν ἐπάρχων [2] ἔξω ἑστηκότων διαλέγεσθαι", καὶ τὴν τῶν δορυφόρων ἀρχὴν ἄκων τε ἔλαβε καὶ λαβὼν ἐξίστατο, μόλις τε ἀφεθεὶς ἐν ἀγρῷ ἥσυχος ἐπτὰ ἔτη τὰ λοιπὰ τοῦ βίου διήγαγε, καὶ ἐπί γε τὸ μνῆμα αὑτοῦ τοῦτο ἐπέγραψεν ὅτι "Σίμιλις ἐνταῦθα κεῖται βιοὺς μὲν ἔτη τόσα, ζήσας δὲ ἔτη ἑπτά". Xiph. 252, 30-253, 23 R. St., et (p. 237 v. 13p. 238 v. 4) Exc. Val. 297, (c. 19, 1) Exc. Val. 298, (c. 19, 2) Exc. Val. 299.
[23]
[4] ὅτι ὁ Φάβιος Ἰούλιος μὴ φέρων τὴν τοῦ υἱέος μαλακίαν, ῥῖψαι ἑαυτὸν ἐς τὸν ποταμὸν ἠθέλησεν. Exc. Val. 300 (p. 714).
[20] Ἁδριανὸς δὲ φθόῃ τε ἐκ τῆς πολλῆς τοῦ αἵματος ῥύσεως ἐχρῆτο, καὶ ἀπ' αὐτῆς καὶ ὑδρωπίασεν. ἐπεὶ δὲ συνέβη τὸν Λούκιον τὸν Κόμμοδον ἐξαίφνης ἐγκαταλειφθῆναι ὑπὸ τοῦ αἵματος πολλοῦ τε καὶ ἀθρόου ἐκπεσόντος, συνεκάλεσε τοὺς πρώτους καὶ ἀξιολόγους [5] τῶν βουλευτῶν οἴκαδε, καὶ κατακείμενος εἶπεν αὐτοῖς τάδε· "ἐμοί, ὦ ἄνδρες φίλοι, γόνον μὲν οὐκ ἔδωκεν ἡ φύσις ποιήσασθαι, νόμῳ δὲ ὑμεῖς ἐδώκατε. διαφέρει δὲ τοῦτο ἐκείνου, ὅτι τὸ μὲν γεννώμενον, ὁποῖον ἂν δόξῃ τῷ δαιμονίῳ, γίγνεται, τὸ δὲ δὴ ποιούμενον [6] αὐθαίρετόν τις αὐτὸς ἑαυτῷ προστίθεται, ὥστε παρὰ μὲν τῆς φύσεως ἀνάπηρον καὶ ἄφρονα πολλάκις δίδοσθαί τινι, παρὰ δὲ τῆς κρίσεως καὶ ἀρτιμελῆ καὶ ἀρτίνουν πάντως αἱρεῖσθαι. καὶ διὰ τοῦτο πρότερον μὲν τὸν Λούκιον ἐξ ἁπάντων ἐξελεξάμην, οἷον οὐδ' [7] ἂν εὔξασθαι παῖδα ἠδυνήθην ἐμαυτῷ γενέσθαι· ἐπεὶ δὲ ἐκεῖνον τὸ δαιμόνιον ἡμῶν ἀφείλετο, εὗρον ἀντ' ἐκείνου αὐτοκράτορα ὑμῖν, ὃν δίδωμι, εὐγενῆ πρᾷον εὔεικτον φρόνιμον, μήθ' ὑπὸ νεότητος προπετὲς μήθ' ὑπὸ γήρως ἀμελὲς ποιῆσαί τι δυνάμενον, ἠγμένον κατὰ τοὺς νόμους, ἡγεμονευκότα κατὰ τὰ πάτρια, ὥστε μήτε τι ἀγνοεῖν τῶν ἐς τὴν ἀρχὴν φερόντων καὶ πᾶσιν αὐτοῖς καλῶς δύνασθαι χρήσασθαι.
[8] λέγω δὲ Αὐρήλιον Ἀντωνῖνον τουτονί· ὃν εἰ καὶ τὰ μάλιστα οἶδα ἀπραγμονέστατόν τε ἀνδρῶν ὄντα καὶ πόρρω τοιαύτης ἐπιθυμίας καθεστηκότα, ἀλλ' οὔτι γε καὶ ἀφροντιστήσειν οἴομαι οὔτε ἐμοῦ οὔτε ὑμῶν, ἀλλὰ καὶ ἄκοντα τὴν ἀρχὴν ὑποδέξεσθαι".
[21]
[1] οὕτω μὲν ὁ Ἀντωνῖνος αὐτοκράτωρ ἐγένετο· ἐπεὶ δὲ ἦν ἄπαις ἀρρένων παίδων, τόν τε Κομμόδου υἱὸν Κόμμοδον ἐσεποίησεν αὐτῷ καὶ ἔτι πρὸς τούτῳ Μᾶρκον Ἄννιον Οὐῆρον, βουληθεὶς ἐπὶ πλεῖστον καὶ τοὺς μετὰ ταῦτα αὐταρχήσοντας ἀποδεῖξαι. ἦν δὲ οὗτος ὁ Ἄννιος [ὁ] Μᾶρκος, ὁ Κατίλιος πρότερον ὀνομαζόμενος, Ἀννίου [2] Οὐήρου τοῦ τρὶς ὑπατεύσαντος καὶ πολιαρχήσαντος ἔγγονος. καὶ ἀμφοτέρους μὲν ἐσποιήσασθαι τῷ Ἀντωνίνῳ ἐκέλευε, προετίμησε δὲ τὸν Οὐῆρον διά τε τὴν συγγένειαν αὐτοῦ καὶ διὰ τὴν ἡλικίαν, καὶ ὅτι φύσιν ψυχῆς ἐρρωμενεστάτην ἤδη ὑπέφαινεν· ἀφ' οὗ καὶ Οὐηρίσσιμον αὐτόν, πρὸς τὴν τοῦ Ῥωμαϊκοῦ ῥήματος ἔννοιαν κομψευόμενος, ἀπεκάλει.
[22]
[1] Ἁδριανὸς δὲ μαγγανείαις μέν τισι καὶ γοητείαις ἐκενοῦτό ποτε τοῦ ὑγροῦ, πάλιν δ' αὐτοῦ διὰ ταχέος ἐπίμπλατο. ἐπεὶ οὖν πρὸς τὸ χεῖρον ἀεὶ ἐπεδίδου καὶ καθ' ἑκάστην τρόπον τινὰ ἡμέραν ἀπώλλυτο, ἀποθανεῖν ἐπεθύμησε, καὶ ᾔτει μὲν πολλάκις καὶ φάρμακον [2] καὶ ξίφος, ἐδίδου δὲ οὐδείς. ὡς δ' οὖν οὐδεὶς αὐτῷ καίτοι χρήματα καὶ ἄδειαν ὑπισχνουμένῳ ὑπήκουε, μετεπέμψατο Μάστορα ἄνδρα βάρβαρον Ἰάζυγα, ᾧ αἰχμαλώτῳ γενομένῳ πρὸς τὰς θήρας διά τε ἰσχὺν καὶ δι' εὐτολμίαν ἐκέχρητο, καὶ τὰ μὲν ἀπειλῶν αὐτῷ τὰ δὲ ὑπισχνούμενος ἠνάγκασεν αὐτὸν ἐπαγγείλασθαι τὴν σφαγήν.
[3] καί τι καὶ χωρίον ὑπὸ τὸν μαστόν, πρὸς Ἑρμογένους τοῦ ἰατροῦ ὑποδειχθέν, χρώματί τινι περιέγραψεν, ὅπως κατ' αὐτὸ πληγεὶς καιρίαν ἀλύπως τελευτήσῃ. ἐπεὶ δ' οὐδὲ τοῦτο αὐτῷ προεχώρησεν (ὁ γὰρ Μάστωρ φοβηθεὶς τὸ πρᾶγμα καὶ ἐκπλαγεὶς ὑπεχώρησε), πολλὰ μὲν ἑαυτὸν ἐπὶ τῇ νόσῳ ὠδύρατο πολλὰ δὲ καὶ ἐπὶ τῇ οὐκ [4] ἐξουσίᾳ, ὅτι μὴ οἷός τ' ἦν ἑαυτὸν ἀναχρήσασθαι, καίτοι τοὺς ἄλλους ἔτι καὶ τότε δυνάμενος· καὶ τέλος τῆς τε ἀκριβείας τῆς κατὰ τὴν δίαιταν ἀπέσχετο, καὶ ταῖς μὴ προσηκούσαις ἐδωδαῖς καὶ ποτοῖς χρώμενος ἐτελεύτησε, λέγων καὶ βοῶν τὸ δημῶδες, ὅτι πολλοὶ ἰατροὶ βασιλέα ἀπώλεσαν.
[23]
[1] ἔζησε δὲ ἔτη μὲν δύο καὶ ἑξήκοντα μῆνας δὲ πέντε καὶ ἡμέρας ἐννεακαίδεκα, καὶ ἐμονάρχησεν ἔτη εἴκοσι καὶ μῆνας ἕνδεκα. ἐτάφη δὲ πρὸς αὐτῷ τῷ ποταμῷ, πρὸς τῇ γεφύρᾳ τῇ Αἰλίᾳ· ἐνταῦθα γὰρ τὸ μνῆμα κατεσκευάσατο. τὸ γὰρ τοῦ Αὐγούστου ἐπεπλήρωτο, καὶ οὐκέτι οὐδεὶς ἐν αὐτῷ ἐτέθη. Xiph. 253, 23-255, 13 R. St.
[2] οὗτος ἐμισήθη μὲν ὑπὸ τοῦ δήμου, καίτοι τἆλλα ἄριστα αὐτῶν ἄρξας, διά τε τοὺς πρώτους καὶ τοὺς τελευταίους φόνους ἅτε καὶ ἀδίκως καὶ ἀνοσίως γενομένους, ἐπεὶ οὕτω γε ἥκιστα φονικὸς ἐγένετο ὥστε καὶ προσκρουσάντων αὐτῷ τινων ἀρκοῦν νομίζειν τὸ ταῖς πατρίσιν αὐτῶν αὐτὸ τοῦτο γράψαι, ὅτι αὐτῷ οὐκ ἀρέσκουσιν.
[3] εἴ τέ τινα τῶν τέκνα ἐχόντων ὀφλῆσαι πάντως τι ἔδει, ἀλλ' οὖν πρός γε τὸν ἀριθμὸν τῶν παίδων καὶ τὰς τιμωρίας αὐτῶν ἐπεκούφιζεν. οὐ μέντοι ἀλλ' ἡ γερουσία ἐπὶ πολὺ ἀντέσχε, τὰς τιμὰς μὴ ψηφίσασθαι ἐθέλουσα, καὶ αἰτιωμένη τινὰς τῶν ἐπ' αὐτοῦ πλεονασάντων καὶ διὰ τοῦτο τιμηθέντων, οὓς καὶ κολασθῆναι ἔδει. Xiph. 255, 1419 R. St., et Exc. Val. 301 (p. 714).
[15] ὅτι Φαρασμάνῃ τῷ Ἴβηρι ἐς τὴν Ῥώμην μετὰ τῆς γυναικὸς ἐλθόντι τήν τε ἀρχὴν ἐπηύξησε καὶ θῦσαι ἐν τῷ Καπιτωλίῳ ἐφῆκεν, ἀνδριάντα τε ἐπὶ ἵππου ἐν τῷ Ἐνυείῳ ἔστησε, καὶ γυμνασίαν αὐτοῦ τε καὶ τοῦ υἱέος τῶν τε ἄλλων πρώτων Ἰβήρων ἐν ὅπλοις εἶδεν. Exc. U4G 56 (p. 407).
[2] οὐ σώζεται δὲ οὐδὲ τοῦ μετὰ Ἀντωνῖνον ἄρξαντος Μάρκου Βήρου τὰ πρῶτα τῶν ἱστορουμένων, ὅσα περὶ τὸν Λούκιον τὸν τοῦ Κομόδου υἱόν, ὃν ὁ Μάρκος γαμβρὸν ἐποιήσατο, ἔπραξεν οὗτος αὐτός, καὶ ὅσα οὗτος εἰς τὸν κατὰ Οὐολογαίσου πόλεμον ὑπὸ τοῦ πενθεροῦ πεμφθεὶς ἔδρασε. διὸ βραχέα περὶ τούτων ἐξ ἑτέρων ἀναλεξάμενος βιβλίων ἐρῶ· εἶθ' οὕτως ἐπὶ τὰ ἑξῆς τοῦ Δίωνος μεταβήσομαι.