Τὰ μὲν δὴ Μαξιμίνῳ πραχθέντα μετὰ τὴν Γορδιανοῦ τελευτήν, ἥ τε εἰς Ἱταλίαν ἄφιξις αὐτοῦ, Λιβύης τε ἀπόστασις καὶ ἡ ἐν Ῥώμῃ τῶν στρατιωτῶν πρὸς τὸν δῆμον διαφορὰ ἐν τοῖς πρὸ τούτων λέλεκται· ὁ δὲ Μαξιμῖνος ἐπιστὰς τοῖς ὅροις προύπεμψε σκοποὺς τοὺς ἐρευνήσοντας μή τινες ἐνέδραι ἐν κοιλάσιν ὀρῶν ἢ λόχμαις [2] ὕλαις τε κρύφιοι εἶεν. αὐτὸς δὲ καταγαγὼν ἐς τὸ πεδίον τὸν στρατόν, τὰς μὲν τῶν ὁπλιτῶν φάλαγγας ἐς τετράγωνα ἔταξε σχήματα, ἐπιμήκεις μᾶλλον ἢ βαθείας, ὡς ἂν πλεῖστον τοῦ πεδίου διαλάβοιεν· τὰ δὲ σκευοφόρα πάντα κτήνη τε καὶ ὀχήματα ἐν μέσῳ τάξας, αὐτὸς [3] ἅμα τοῖς δορυφόροις ὀπισθοφυλακῶν εἵπετο. ἑκατέρωθεν δὲ παρέθεον αἵ τε τῶν καταφράκτων ἱππέων ἶλαι καὶ Μαυρούσιοι ἀκοντισταὶ τοξόται τε οἱ ἀπὸ τῆς ἀνατολῆς. καὶ Γερμανῶν ἱππέων μέγα τι πλῆθος ἐπήγετο συμμάχους· ἐκείνους γὰρ μάλιστα προυβάλλετο, ἵν' ἐκδέχωνται τῶν πολεμίων τὰς πρώτας ἐμβολάς, θυμοειδεῖς ὄντες καὶ εὔτολμοι ἐν ἀρχομένῃ μάχῃ, εἰ δ' ἄρα καὶ [4] κινδυνεύειν δέοι, εὐκαταφρόνητοι ὡς βάρβαροι. ὡς δὲ πᾶν τὸ πεδίον διῆλθεν ὁ στρατὸς μετ' εὐκοσμίας τε καὶ εὐταξίας, ἐπέστησαν πρώτῃ Ἰταλίας πόλει ἣν καλοῦσιν Ἡμᾶν οἱ ἐπιχώριοι· πρόκειται δὲ αὕτη ἐπ' ἀκροτάτῳ πεδίῳ ἱδρυμένη πρὸ τῆς ὑπωρείας τῶν Ἄλπεων. ἔνθα ὑπαντώμενοι τῷ Μαξιμίνῳ οἱ προφύλακες καὶ σκοποὶ τοῦ στρατοῦ ἤγγειλαν κενὴν ἀνθρώπων εἶναι τὴν πόλιν πανδημεί τε πεφευγέναι ἐμπρήσαντας τὰς θύρας ἱερῶν τε καὶ οἰκιῶν, πάντα τε, ὅσα ἦν ἐν τῇ πόλει ἢ τοῖς ἀγροῖς, ἃ μὲν ἐκφορήσαντας ἃ δὲ καταπρήσαντας, καὶ μήτε ὑποζυγίοις μήτε ἀνθρώποις καταλελεῖφθαι τροφάς.
[5] ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ, ἐλπίζων πάντας τοὺς δήμους τοῦτο ποιήσειν οὐχ ὑπομένοντας τὴν ἔφοδον αὐτοῦ· ὁ δὲ στρατὸς ἤχθετο εὐθὺς ἐν ἀρχῇ λιμοῦ πειρώμενος. διανυκτερεύσαντες οὖν οἳ μὲν ἐν τῇ πόλει ἐν ἀθύροις καὶ κεναῖς πάντων οἰκίαις, οἳ δ' ἐν τῷ πεδίῳ, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπὶ τὰς Ἄλπεις ἠπείγοντο, ἅπερ ὄρη ὑπερμήκη ὥσπερ τεῖχος Ἰταλίας ἡ φύσις ἤγειρεν, ὑπερνεφῆ μὲν τὸ ὕψος, ἐπιμηκέστατα δέ, ὡς πᾶσαν Ἰταλίαν διειληφότα καθήκειν ἐν μὲν τοῖς δεξιοῖς Ἰταλίας μέρεσιν ἐς τὸ Τυρρηναῖον πέλαγος, [6] ἐν δὲ τοῖς λαιοῖς ἐς τὸν Ἰόνιον κόλπον. σκέπεται δὲ ὕλαις δασείαις καὶ πυκναῖς, τὰς δὲ διεξόδους ἐστένωται ἢ διὰ κρημνοὺς ἐς βάθος μέγιστον ἀπερρωγότας ἢ διὰ πετρῶν τραχύτητα· στενωποὶ γάρ εἰσι χειροποίητοι, μετὰ πολλοῦ καμάτου τοῖς πάλαι Ἰταλιώταις εἰργασμένοι. μετὰ δέους οὖν πολλοῦ διῄει ὁ στρατός, ἐλπίζοντες τάς τε ἄκρας κατειλῆφθαι πεφράχθαι τε τὰς διόδους ἐς κωλύμην τῆς αὐτῶν διαβάσεως. ἤλπιζον δὲ καὶ ἐδεδοίκεσαν εἰκότα, τῶν χωρίων τεκμαιρόμενοι τὴν [2] [1] φύσιν. ὡς δὲ διέβησαν ἀκωλύτως μηδενὸς ἐμποδὼν γενομένου, καταβαίνοντες ἐς τὸ πεδίον ἤδη ἀνεθάρρησάν τε καὶ ἐπαιάνισαν· ῥᾷστά τε αὑτῷ πάντα προχωρήσειν ὁ Μαξιμῖνος ἤλπισεν Ἰταλῶν μηδὲ ταῖς δυσχωρίαις τεθαρρηκότων, ἔνθα ἢ κρύπτειν ἑαυτοὺς καὶ σώζειν ἠδύναντο ἢ δι' ἐνέδρας ἐπιβουλεῦσαι, μάχεσθαί τε ἄνωθεν [2] ἐξ ὑπερκειμένων χωρίων. γενομένων δὲ αὐτῶν ἐν τῷ πεδίῳ, οἱ σκοποὶ ἀπήγγειλαν πόλιν Ἰταλίας τὴν μεγίστην, Ἀκυληίαν δὲ καλουμένην, κεκλεῖσθαι, τὰς δὲ προπεμφθείσας φάλαγγας τῶν Παιόνων προθύμως μὲν τειχομαχῆσαι, πολλάκις δὲ προσβαλούσας ἀνύειν οὐδέν, ἀπαγορεύειν δὲ καὶ ἀναχωρεῖν βαλλομένους λίθοις τε καὶ δόρασι τόξων τε πλήθει. ὁ δὲ Μαξιμῖνος ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς τῶν Παιόνων ὡς ἀμελέστερον μαχομένους, αὐτὸς σὺν τῷ στρατῷ ἠπείγετο, ἐλπίζων ῥᾷστα αἱρήσειν τὴν πόλιν.
[3] ἡ δὲ Ἀκυληία καὶ πρότερον μέν, ἅτε μεγίστη πόλις, ἰδίου δήμου πολυάνθρωπος ἦν, καὶ ὥσπερ τι ἐμπόριον Ἰταλίας ἐπὶ θαλάττῃ προκειμένη καὶ πρὸ τῶν Ἰλλυρικῶν ἐθνῶν πάντων ἱδρυμένη τά τε ἀπὸ τῆς ἠπείρου διὰ γῆς ἢ ποταμῶν κατακομιζόμενα παρεῖχεν ἐμπορεύεσθαι τοῖς πλέουσι, τά τε ἀπὸ θαλάττης τοῖς ἠπειρώταις ἀναγκαῖα, ὧν ἡ παρ' ἐκείνοις χώρα διὰ χειμῶνας οὐκ ἦν εὔφορος, ἀνέπεμπεν ἐς τὴν ἄνω γῆν· πρὸς οἶνόν τε μάλιστα πολύγονον χώραν γεωργοῦντες ἀφθονίαν ποτοῦ παρεῖχον [4] τοῖς ἄμπελον μὴ γεωργοῦσιν. ἔνθεν πολύ τι πλῆθος ἐπεδήμει οὐ πολιτῶν μόνον ἀλλὰ ξένων τε καὶ ἐμπόρων. τότε δὲ μᾶλλον ἐπολυπλασιάσθη τὸ πλῆθος, τῶν ὄχλων πάντων ἐξ ἀγρῶν ἐκεῖσε συρρυέντων, πολίχνας τε καὶ κώμας τὰς περικειμένας καταλιπόντων, πιστευσάντων δὲ αὑτοὺς τῷ τε μεγέθει τῆς πόλεως καὶ τῷ προβεβλημένῳ τείχει, ὃ παλαιότατον ‹ὂν› ἐκ τοῦ πλείστου μέρους πρότερον μὲν κατερήριπτο, ἅτε μετὰ τὴν Ῥωμαίων ἀρχὴν μηκέτι τῶν ἐν Ἰταλίᾳ πόλεων ἢ τειχῶν ἢ ὅπλων δεηθεισῶν, μετειληφυιῶν δὲ ἀντὶ πολέμων εἰρήνην βαθεῖαν καὶ τῆς παρὰ Ῥωμαίοις πολιτείας κοινωνίαν· [5] πλὴν τότε ἡ χρεία ἤπειξε τὸ τεῖχος ἀνανεώσασθαι τά τ' ἐρείπια ἀνοικοδομῆσαι, πύργους τε καὶ ἐπάλξεις ἐγεῖραι. τάχιστα οὖν φράξαντες τῷ τείχει τὴν πόλιν, τάς τε πύλας κλείσαντες, πανδημεὶ ἐπὶ τῶν τειχῶν νύκτωρ τε καὶ μεθ' ἡμέραν ἱδρυμένοι τοῖς προσιοῦσιν ἀπεμάχοντο. ἐστρατήγουν δὲ αὐτῶν καὶ πάντα εἶχον διὰ φροντίδος ἄνδρες δύο, ἀπὸ ὑπατείας μέν, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου· ὧν ὃ μὲν Κρισπῖνος ὃ δὲ Μηνίφιλος ἐκαλεῖτο.
[6] καὶ μετὰ πολλῆς προνοίας τά τε ἐπιτήδεια πάμπλειστα εἰσεκομίσαντο, ὡς ἐκτένειαν εἶναι, εἰ καὶ ἐπιμηκεστέρα γένοιτο πολιορκία. ἦν δὲ καὶ ὕδατος ἀφθονία φρεατιαίου· πολλὰ γὰρ τὰ ὀρύγματα ἐν τῇ πόλει· ποταμός τε παραρρεῖ τὸ τεῖχος, ὁμοῦ παρέχων τε προβολὴν τάφρου καὶ χορηγίαν ὕδατος.
[3]
[1] τὰ μὲν οὖν ἐν τῇ πόλει οὕτω παρεσκεύαστο· τῷ δὲ Μαξιμίνῳ ἐπειδὴ ἀπηγγέλη φρουρουμένη καὶ κεκλεισμένη γενναίως ἡ πόλις, ἔδοξε πέμψαι ἐν σχήματι πρεσβείας τοὺς κάτωθεν διαλεξομένους, εἰ ἄρα πείσαιεν αὐτοὺς ἀνοῖξαι τὰς πύλας. ἦν δὲ ἐν τῷ στρατῷ χιλίαρχος ᾧ πατρὶς μὲν ἡ Ἀκυληία ἦν, τέκνα τε καὶ γυνὴ οἰκεῖοί τε [2] πάντες ἔνδον ἀποκέκλειντο. τοῦτον οὖν ἔπεμψε σὺν ἑτέροις ἑκατοντάρχαις, ἐλπίσας ῥᾷστα πείσειν ὡς πολίτην. ἀφικόμενοι δὲ οἱ πρέσβεις ἔλεγον ὅτι ἄρα κελεύει Μαξιμῖνος ὁ κοινὸς βασιλεὺς ὅπλα μὲν αὐτοὺς καταθέσθαι ἐν εἰρήνῃ, φίλον δὲ ἀντὶ πολεμίου δέχεσθαι, σπονδαῖς δὲ μᾶλλον καὶ θυσίαις σχολάζειν ἢ φόνοις, μηδὲ περιορᾶν πατρίδα μέλλουσαν ἄρδην καὶ ἐκ θεμελίων ἀπόλλυσθαι, ἐνὸν αὐτοῖς τε σώζεσθαι καὶ τὴν πατρίδα σώζειν, διδόντος αὐτοῖς χρηστοῦ βασιλέως ἀμνηστίαν συγγνώμην τε τῶν ἁμαρτηθέντων· οὐ γὰρ [3] αὐτοὺς αἰτίους γεγενῆσθαι ἀλλ' ἄλλους. οἱ μὲν οὖν πρέσβεις τοιαῦτά τινα κάτω παρεστῶτες ἐβόων, ὡς ἐξάκουστα εἴη· ὁ δὲ πλεῖστος δῆμος τῷ τείχει καὶ τοῖς πύργοις ἐφεστώς, πλὴν τῶν τὰ λοιπὰ μέρη φρουρούντων, [4] ἐπήκουεν ἡσυχάζων τῶν λεγομένων. ὁ δὲ Κρισπῖνος φοβηθεὶς μή πως ἅτε ὄχλος ταῖς ὑπνοσχέσεσιν ἀναπεισθείς, εἰρήνην τε ἀντὶ πολέμου ἑλόμενος, ἀνοίξῃ τὰς πύλας, περιθέων τὸ τεῖχος ἐδεῖτο καὶ ἐλιπάρει μένειν τε θαρραλέως καὶ ἀντέχειν γενναίως, μηδὲ προδιδόναι τὴν πρὸς τὴν σύγκλητον καὶ Ῥωμαίων δῆμον πίστιν, σωτῆρας δὲ καὶ προμάχους Ἰταλίας πάσης ἀναγραφῆναι, μὴ πιστεύειν δὲ ὑποσχέσεσι τυράννου ἐπιόρκου τε καὶ ἀπατεῶνος, μηδὲ χρηστοῖς λόγοις δελεασθέντας ὀλέθρῳ προύπτῳ παραδοθῆναι, ἐνὸν πιστεῦσαι πολέμου ἀμφιβόλῳ [5] τύχῃ· πολλάκις γὰρ καὶ ὀλίγοι πλειόνων περιεγένοντο, καὶ δοκοῦντες ἀσθενέστεροι καθεῖλον τοὺς ἐν ὑπολήψει ἀνδρείας μείζονος· μηδ' ἐκπλήττεσθαι τῷ πλήθει τοῦ στρατοῦ. οἱ μὲν γὰρ ὑπὲρ ἄλλου μαχόμενοι καὶ τῆς παρ' ἑτέρῳ ἐσομένης εὐδαιμονίας, εἴπερ γένοιτο, μετριάζουσιν ἐν τῷ προθύμῳ τῆς μάχης, εἰδότες ὡς τῶν μὲν κινδύνων αὐτοὶ μεθέξουσι, τὰ δὲ μέγιστα [6] καὶ κορυφαῖα τῆς νίκης ἄλλος καρπώσεται· τοῖς δὲ ὑπὲρ τῆς πατρίδος μαχομένοις καὶ παρὰ τῶν θεῶν ἐλπίδες κρείττους, ἐπειδὴ οὐ τὰ ἄλλων λαβεῖν ἀλλὰ τὰ αὑτῶν σώζειν εὔχονται. τό τε ἐς τὰς μάχας πρόθυμον οὐκ ἐξ ἄλλου κελεύσεως ἀλλ' ἐξ οἰκείας ἀνάγκης ἔχουσιν, ἐπεὶ καὶ τῆς νίκης πᾶς ὁ καρπὸς αὐτοῖς περιγίνεται.
[7] τοιαῦτά τινα λέγων ὁ Κρισπῖνος καὶ πρὸς ἑκάστους καὶ κοινῇ, φύσει μὲν καὶ ἄλλως αἰδέσιμος ὤν, ἔν τε τῇ Ῥωμαίων φωνῇ εὐπρόσφορος ἐν λόγοις, ἐπιεικῶς τε αὐτῶν προεστώς, ἔπεισε μένειν ἐν τοῖς προκειμένοις, τούς τε πρέσβεις ἀπράκτους ἀπιέναι ἐκέλευσεν. ἐλέγετο δὲ τῇ ἐνστάσει τοῦ πολέμου. ἐμμεμενηκέναι πολλῶν ἔνδον ὄντων περὶ θυτικήν τε καὶ ἡπατοσκοπίαν ἐμπείρων, τά τε ἱερὰ αἴσια ἀπαγγελλόντων· μάλιστα γὰρ τῇ [8] σκέψει ταύτῃ πιστεύουσιν Ἰταλιῶται. καὶ χρησμοὶ δέ τινες ‹δι›εδίδοντο ὡς δὴ τοῦ ἐπιχωρίου θεοῦ νίκην ὑπισχνουμένου· Βέλεν δὲ καλοῦσι τοῦτον, σέβουσί τε ὑπερφυῶς, Ἀπόλλωνα εἶναι ἐθέλοντες. οὗ καὶ τὴν εἰκόνα ἔλεγόν τινες τῶν Μαξιμίνου στρατιωτῶν φανῆναι πολλάκις [9] ἐν ἀέρι ὑπὲρ τῆς πόλεως μαχομένην. ὅπερ εἴτε ἀληθῶς ἐφαντάσθη τισίν, ἢ καὶ βουλομένοις μὴ ἀσχημονεῖν τοσοῦτον στρατὸν πρὸς ὄχλον δημοτῶν πολὺ ἐλάττονα μὴ ἀντισχόντα, δοκεῖν δὲ ὑπὸ θεῶν ἀλλὰ μὴ ὑπὸ ἀνθρώπων νενικῆσθαι, εἰπεῖν οὐκ ἔχω· τὸ δὲ παράδοξον τῆς ἀποβάσεως ποιεῖ πάντα πιστεῦσαι.
[4]
[1] πλὴν τῶν πρέσβεων ἀπράκτων πρὸς Μαξιμῖνον ἐπανελθόντων, ὀργῇ καὶ θυμῷ χρώμενος πλείονι μᾶλλον ἠπείγετο. ἐπεὶ δὲ ἐγένετο πρός τινι ποταμῷ μεγίστῳ, ἀπέχοντι τῆς πόλεως σημεῖα ἑκκαίδεκα, τὸ ῥεῖθρον εὗρε [2] διά τε μεγίστου βάθους καὶ πλάτους φερόμενον· τῶν γὰρ ὑπερκειμένων ὀρῶν τὰς δι' ὅλου τοῦ χειμῶνος παγείσας χιόνας λύουσα ἡ τοῦ ἔτους ὥρα παμμεγέθη τὸν χειμάρρουν εἰργάζετο. ἄπορος οὖν ἦν ‹ἡ› διάβασις τῷ στρατῷ· τὴν γὰρ γέφυραν, ἔργον μέγα καὶ κάλλιστον ὑπὸ τῶν πάλαι βασιλέων γεγενημένον ἐκ τετραπέδων λίθων, στυλίσι κατ' ὀλίγον αὐξανομέναις ὑπειλημμένον, διῃρήκεσαν καὶ καταλελύκεσαν οἱ Ἀκυλήσιοι. οὔτε οὖν γεφύρας οὔσης οὔτε νεῶν ὁ στρατὸς ἐν ἀφασίᾳ καθειστήκει.
[3] Γερμανοὶ δέ τινες οὐκ εἰδότες τῶν Ἰταλιωτῶν ποταμῶν τὰ σφοδρὰ καὶ καταρρηγνύμενα ῥεύματα, οἰόμενοι δὲ σχολαίτερα ἐπινήχεσθαι τοῖς πεδίοις ὥσπερ παρ' αὐτοῖς (διὸ καὶ πήγνυται ῥᾳδίως, μὴ σφοδρῶς κινουμένου τοῦ ῥεύματος), ἐπεισπηδήσαντες ἅμα τοῖς ἵπποις διανήχεσθαι εἰθισμένοις, παρενεχθέντες ἀπώλοντο.
[4]
δύο μὲν οὖν ἢ τριῶν ἡμερῶν σκηνοποιησάμενος ὁ Μαξιμῖνος, τάφρου τῷ στρατῷ περιβληθείσης μή τινες ἐπέλθοιεν, ἔμεινεν ἐπὶ τῇ καθ' ἑαυτὸν ὄχθῃ, σκεψόμενος ὅπως τὸν ποταμὸν γεφυρώσῃ. ἐπεὶ δὲ ξύλων ἦν ἀπορία καὶ νεῶν, ἃς ἔδει ζευχθείσας γεφυρῶσαι τὸ ῥεῖθρον, ὑπέβαλόν τινες τῶν τεχνιτῶν πολλὰ εἶναι κενὰ οἰνοφόρα σκεύη περιφεροῦς ξύλου ἐν τοῖς ἐρήμοις ἀγροῖς, οἷς ἐχρῶντο μὲν πρότερον οἱ κατοικοῦντες ἐς ὑπηρεσίαν ἑαυτῶν, ὡς παραπέμπειν τὸν οἶνον ἀσφαλῶς τοῖς δεομένοις· ἅπερ ὄντα κοῖλα δίκην νεῶν, ἀλλήλοις συνδεθέντα ἐπινήξεσθαι μὲν ἔμελλεν ὥσπερ σκάφη, μὴ παρενεχθήσεσθαι δὲ διά τε τοῦ δεσμοῦ τὸ ἐπάλληλον, φρυγάνων τε ἄνωθεν ἐπιβληθέντων, χοῦ τε τῆς γῆς μετρίως ἐς αὐτὰ σωρευθέντος χειρὶ πολλῇ καὶ σπουδῇ.
[5] ἐφεστῶτος οὖν αὐτοῦ διαβὰς ὁ στρατὸς ἐπὶ τὴν πόλιν ἐχώρει. τὰ μὲν οἰκοδομήματα τῶν προαστείων ἔρημα εὕρισκον, ἀμπέλους μέντοι καὶ δένδρα πάντα ἐξέκοπτον, ἃ δὲ ἐνεπίμπρασαν, καὶ τὴν πρότερον τοῖς χωρίοις ὑπάρχουσαν ὥραν κατῄσχυνον. δένδρων γὰρ στοίχοις ἴσοις ἀμπέλων τε πρὸς ἀλλήλας δέσει πανταχόθεν ἠρτημένων ἐν ἑορτῆς σχήματι, στεφάνῳ ἄν τις τὴν χώραν κεκοσμῆσθαι ἐτεκμήρατο· ἅπερ πάντα ῥιζόθεν ἐκκόψας [6] ὁ στρατὸς ἐπὶ τὰ τείχη ἠπείγετο. κεκμηκότι δὲ αὐτῷ προσβαλεῖν εὐθέως οὐκ ἔδοξε· μείναντες δὲ ἔξω τοξεύματος καὶ διαιρεθέντες κατὰ λόχους καὶ φάλαγγας περὶ πᾶν τὸ τεῖχος, ὡς ἑκάστοις κατὰ μέρος προστέτακτο, μιᾶς ἡμέρας ἀναπαυσάμενοι, τοῦ λοιποῦ εἴχοντο τῆς πολιορκίας.
μηχανάς τε οὖν παντοίας προσέφερον, καὶ τειχομαχοῦντες παντὶ σθένει οὐδὲν παρέλειπον εἶδος πολιορκίας.
[7] πολλῶν δὲ καὶ σχεδὸν ἑκάστης ἡμέρας γινομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ σαγηνεύσαντος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης τειχομαχοῦντες ἀντεῖχον οἱ Ἀκυλήσιοι, νεὼς μὲν καὶ οἰκίας ἀποκλείσαντες, πανδημεὶ δὲ ἅμα παισὶ καὶ γυναιξὶν ἄνωθεν ‹ἐξ› ἐπάλξεών τε καὶ πύργων ἀπομαχόμενοι. οὐδέ τις οὕτως ἦν ἄχρηστος ἡλικία ὡς μὴ μετέχειν τῆς [8] ὑπὲρ τῆς πατρίδος μάχης. τὰ μὲν γὰρ προάστεια, καὶ εἴ τι τῶν πυλῶν ἔξωθεν ἦν, ὑπὸ τοῦ Μαξιμίνου στρατοῦ κατέστραπτο, τῇ τε ξυλείᾳ τῶν οἰκοδομημάτων ἐς τὰς μηχανὰς κατεκέχρηντο. ἐβιάζοντο δὲ τοῦ τείχους κἂν μέρος τι καθελεῖν, ἵν' ἐπεισελθὼν ὁ στρατὸς πάντα τε διαρπάσῃ καὶ κατασκάψας τὴν πόλιν μηλόβοτον καὶ ἔρημον τὴν χώραν καταλίπῃ· οὐδὲ γὰρ ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώμην ὁδὸν εὐπρεπῆ καὶ ἔνδοξον ἔσεσθαι, μὴ τῆς πρώτης ἐν Ἰταλίᾳ πόλεως ἀντιστάσης καθαιρεθείσης.
[9] ὑποσχέσεσί τε οὖν δωρεῶν καὶ δεήσεσιν αὐτός τε καὶ ὁ υἱὸς αὐτοῦ, ὃν πεποιήκει Καίσαρα, περιθέοντες ἵπποις ἐποχούμενοι, τὸν στρατὸν ἀνέπειθον λιπαροῦντες ἐς προθυμίαν τε ἐγείροντες. οἱ δὲ Ἀκυλήσιοι λίθοις τε ἔβαλλον ἄνωθεν, καὶ κιρνῶντες θείῳ τε καὶ ἀσφάλτῳ πίσσαν ἔλαιόν τε, κοίλοις σκεύεσιν ἐμβαλόντες λαβὰς ἐπιμήκεις ἔχουσι καὶ πυρώσαντες, ἅμα τῷ προσπελάζειν τοῖς τείχεσι τὸν στρατὸν κατεσκεδάννυσαν, καταχέοντες [10] ὄμβρου δίκην ὁμοθυμαδόν. φερομένη δὲ ἡ πίσσα σὺν οἷς προείρηται, δυομένη τε διὰ τῶν γεγυμνωμένων μερῶν τοῦ σώματος, ἐς πᾶν ἐχεῖτο, ὥστε τοὺς θώρακας αὐτοὺς πεπυρωμένους ἀπορρίπτειν καὶ τὰ λοιπὰ ὅπλα, ὧν ὁ σίδηρος ἐθερμαίνετο, τά τε ἐκ βυρσῶν τε καὶ ξύλων ἐφλέγετο καὶ συνείλκετο. ἦν γοῦν ἰδεῖν γεγυμνωμένους τοὺς στρατιώτας αὐτοὺς ὑφ' ἑαυτῶν, καὶ σκύλων ὄψιν ὅπλα παρεῖχεν ἐρριμμένα, σοφίᾳ τέχνης ἀλλ' οὐκ ἀνδρείᾳ μάχης περιῃρημένα. ἔκ τε τοῦ τοιούτου πάμπλειστον πλῆθος τοῦ στρατοῦ τάς τε ὄψεις ἐπηροῦντο καὶ τὸ πρόσωπον ἠκρωτηριάζετο, τὰς χεῖρας καὶ εἴ τι γυμνὸν ἦν τοῦ σώματος. ἀλλὰ μὴν καὶ ταῖς μηχαναῖς προσαγομέναις δᾷδας ἐπέβαλλον ὁμοίως πίσσῃ καὶ ῥητίνῃ δεδευμένας ἐπί τε τῷ ἄκρῳ βελῶν ἀκίδας ἐχούσας· αἳ ἀναφθεῖσαι φερόμεναι, ἐμπαγεῖσαι ταῖς μηχαναῖς καὶ προσπεφυκυῖαι ῥᾳδίως αὐτὰς κατέφλεγον.
[5]
[1] τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης· χρόνου δὲ ἐγγενομένου ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγίνετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο· οὓς γὰρ ἠλπίκεσαν μηδεμίαν ὑπομενεῖν προσβολήν, τούτους εὕρισκον οὐκ [2] ἀντέχοντας μόνον ἀλλὰ καὶ ἀνθεστῶτας. οἱ δὲ Ἀκυλήσιοι ἐπερρώννυντό τε καὶ προθυμίας πάσης ἐνεπίμπλαντο, τῇ τε συνεχείᾳ τῆς μάχης πεῖραν καὶ θάρσος ὁμοῦ προσλαμβάνοντες κατεφρόνουν τῶν στρατιωτῶν, ὡς καὶ ἀποσκώπτειν ἐς αὐτούς, ἐνυβρίζειν τε τῷ Μαξιμίνῳ περινοστοῦντι, ἔς τε αὐτὸν καὶ τὸν παῖδα ἀπορρίπτειν δυσφήμους καὶ αἰσχρὰς βλασφημίας, ἐφ' αἷς ἐκεῖνος κενούμενος [3] ὀργῆς μᾶλλον ἐνεπίμπλατο. χρῆσθαι δὲ κατὰ τῶν πολεμίων οὐ δυνάμενος, ἐκόλαζε τοὺς πλείστους τῶν ἡγουμένων τῶν ἰδίων στρατιωτῶν ὡς ἀνάνδρως καὶ ῥᾳθύμως προσφερομένους τῇ τειχομαχίᾳ. ὅθεν αὐτῷ περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργή, παρὰ δὲ τῶν ἀντιπάλων πλείων ἡ καταφρόνησις.
συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πάντα ὑπάρχειν ἔκπλεα καὶ ἐπιτηδείων ἀφθονίαν, ἐκ πολλῆς παρασκευῆς ἐς τὴν πόλιν πάντων σεσωρευμένων ὅσα ἦν ἀνθρώποις καὶ κτήνεσιν ἐς τροφὰς καὶ ποτὰ ἐπιτήδεια· ὁ δὲ στρατὸς πάντων ‹ἦν› ἐν σπάνει, τῶν τε καρποφόρων δένδρων [4] ἐκκεκομμένων καὶ τῆς γῆς ὑπ' αὐτοῦ δεδῃωμένης. μένοντες δὲ ὑπὸ σκηναῖς αὐτοσχεδίοις, οἱ δὲ πλεῖστοι ὑπὸ γυμνῷ τῷ ἀέρι, ὄμβρων τε καὶ ἡλίου ἠνείχοντο, λιμῷ τε διεφθείροντο, μηδὲ ἐπεισάκτου τροφῆς αὐτοῖς τε καὶ ὑποζυγίοις εἰσκομιζομένης. πανταχόθεν γὰρ τὰς τῆς Ἰταλίας ὁδοὺς παραφράξαντες ἦσαν οἱ Ῥωμαῖοι τειχίων [5] τε ἐγέρσεσι καὶ πυλίδων ἀσκήσεσιν. ἄνδρας τε ὑπατευκότας ἐξέπεμψεν ἡ σύγκλητος σὺν ἐπιλέκτοις καὶ λογάσιν ἀπ' Ἰταλίας πάσης ἀνδράσιν, ἵν' αἰγιαλοί τε πάντες καὶ λιμένες φρουρῶνται καὶ μηδενὶ ἔκπλους συγχωρῆται, ὡς ἄπυστα καὶ ἄγνωστα εἶναι Μαξιμίνῳ τὰ ἐν Ῥώμῃ πραττόμενα· αἵ τε λεωφόροι ὁδοὶ καὶ ἀτραποὶ πᾶσαι ἐφυλάττοντο ὡς μηδένα διαβαίνειν. συνέβαινε δὲ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν αὐτὸν πολιορκεῖσθαι, ἐπεὶ μήτε τὴν Ἀκυληίαν ἑλεῖν ἐδύνατο, μήτε ἀποστὰς ἐκεῖθεν ἐπὶ τὴν Ῥώμην χωρῆσαι διά τε νηῶν καὶ ὀχημάτων ἀπορίαν· ἅπαντα γὰρ προκατείληπτο καὶ συνεκέκλειστο.
[6] φῆμαι δὲ ἐξ ὑποψίας μείζους ἀληθείας διεδίδοντο, ὅτι πᾶς ὁ δῆμος ὁ Ῥωμαίων ἐν ὅπλοις εἴη, Ἰταλία τε πᾶσα συμπεπνεύκοι, πάντα τε ἔθνη Ἰλλυρικὰ καὶ βάρβαρα τά τε ὑπ' ἀνατολαῖς καὶ μεσημβρίαις στρατὸν ἀγείρει, μιᾷ τε γνώμῃ καὶ ψυχῇ ὁμοίως Μαξιμῖνος μεμίσηται. ὅθεν ἐν ἀπογνώσει ἦσαν καὶ πάντων σπάνει [7] οἱ στρατιῶται, σχεδὸν καὶ ὕδατος αὐτοῦ. ὃ γὰρ ἦν μόνον ἐκ τοῦ παραρρέοντος ποταμοῦ ποτόν, αἵματι καὶ φόνοις μεμιασμένον ἐπίνετο· οἵ τε γὰρ Ἀκυλήσιοι τοὺς ἐν τῇ πόλει τελευτῶντας οὐκ ἔχοντες ὅπως θάψωσιν, ἐς τὸν ποταμὸν ἀπερρίπτουν, οἵ τε ἐν τῷ στρατῷ φονευόμενοι ἢ διαφθειρόμενοι νόσῳ ἐδίδοντο τῷ ῥεύματι, οὐκ ἐχόντων αὐτῶν τὰ πρὸς ταφὰς ἐπιτήδεια.
[8] παντοδαπῆς οὖν ἀπορίας καὶ δυσθυμίας τὸν στρατὸν κατεχούσης, αἰφνιδίως ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων ἐς τὰς σκηνὰς καὶ τὰ ἐγκεχειρισμένα τῆς φρουρᾶς χωρία ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον ὄρος Ἀλβανόν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο μὲν χρονίου καὶ ἀπεράντου πολιορκίας, μηκέτι δὲ πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου [9] κατεγνωσμένου καὶ μεμισημένου. τολμήσαντες οὖν ἐπίασι τῇ σκηνῇ αὐτοῦ περὶ μέσην ἡμέραν, συναραμένων δὲ αὐτοῖς καὶ τῶν φρουρούντων δορυφόρων τάς τε εἰκόνας ἐκ τῶν σημείων κατασπῶσι, καὶ αὐτὸν σὺν τῷ παιδὶ προελθόντα τῆς σκηνῆς, ὡς δὴ ἄρα διαλέξαιτο αὐτοῖς, οὐκ ἀνασχόμενοι ἀναιροῦσι. φονεύουσι δὲ καὶ τὸν ἔπαρχον τοῦ στρατοῦ πάντας τε τοὺς ἐκείνῳ θυμήρεις φίλους· ῥίψαντές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν καὶ πατεῖν εἴασαν κυσί τε καὶ ὄρνισι βοράν. τοῦ δὲ Μαξιμίνου καὶ τοῦ παιδὸς τὰς κεφαλὰς ἐς τὴν Ῥώμην ἔπεμψαν.
τοιούτῳ μὲν δὴ τέλει ‹ὁ› Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ [6] [1] ἐχρήσαντο, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες· ὁ δὲ στρατὸς πᾶς ὡς ἐπύθετο τὰ γενόμενα, ἔν τε ἀφασίᾳ ἦσαν καὶ οὐ πάνυ τι τῷ πραχθέντι πάντες ἠρέσκοντο, καὶ μάλιστά γε οἱ Παίονες καὶ ὅσοι βάρβαροι Θρᾷκες, οἳ καὶ τὴν ἀρχὴν αὐτῷ ἐγκεχειρίκεσαν. πλὴν τοῦ ἔργου ἅπαξ γεγονότος ἄκοντες μέν, ἔφερον δέ· ἀνάγκη τε ἦν [2] συνήδεσθαι τοῖς πραχθεῖσιν ὑποκρινομένους. καταθέμενοί τε τὰ ὅπλα ἐν εἰρηνικῷ σχήματι προσῄεσαν τοῖς τείχεσι τοῖς Ἀκυλησίων, ἀγγέλλοντες τὸν φόνον τοῦ Μαξιμίνου· τὰς δὲ πύλας ἀνοίγειν ἠξίουν, δέχεσθαι τε φίλους τοὺς χθὲς ἐχθρούς. οἱ δὲ τῶν Ἀκυλησίων στρατηγοὶ τὰς μὲν πύλας ἀνοῖξαι οὐκ ἐπέτρεψαν, προθέντες δὲ τὰς εἰκόνας Μαξίμου καὶ Βαλβίνου Γορδιανοῦ τε Καίσαρος στεφάνοις καὶ δάφναις κεκοσμημένας αὐτοί τε εὐφήμουν, καὶ τοὺς στρατιώτας ἠξίουν γνωρίσαι καὶ ἀνειπεῖν εὐφημῆσαί τε τοὺς ὑπὸ Ῥωμαίων καὶ συγκλήτου [3] ἀναδειχθέντας αὐτοκράτορας. Γορδιανοὺς δὲ ἔλεγον ἐκείνους ἐς οὐρανὸν καὶ θεὸν ἀνακεχωρηκέναι. προύθεσάν τε ὑπὲρ τῶν τειχῶν ἀγοράν, ὤνιον παρέχοντες πάντων τῶν ἐπιτηδείων τροφῶν τε παντοδαπῶν καὶ ποτῶν ἀφθονίαν, ἐσθῆτός τε καὶ ὑποδημάτων, καὶ ὅσα ἐδύνατο παρέχειν ἐς χρῆσιν ἀνθρώποις [4] πόλις εὐδαιμονοῦσα καὶ ἀκμάζουσα. ὅθεν καὶ μᾶλλον ἐξεπλάγη ὁ στρατός, συνεὶς ὅτι τοῖς μὲν πάντα αὐτάρκη ἦν, εἰ καὶ ἐπὶ πλέον πολιορκοῖντο, αὐτοὶ δὲ ἐν σπάνει πάντων τῶν ἐπιτηδείων θᾶττον ‹ἂν› διεφθάρησαν ἢ εἷλον πάντα ἔχουσαν πόλιν. ὁ δὲ στρατὸς ἔμενε περὶ τοῖς τείχεσιν, ἔχων τὰ χρειώδη, ἅπερ ἀπὸ τῶν τειχῶν ἐλάμβανον, ὅσα ἕκαστος ἐβούλετο· διελέγοντό τε ἀλλήλοις. καὶ ἦν εἰρήνης μὲν καὶ φιλίας διάθεσις, σχῆμα δὲ ἔτι πολιορκίας, τῶν τειχῶν κεκλεισμένων καὶ τοῦ στρατοῦ περὶ αὐτὰ διαιτωμένου.
[5] τὰ μὲν οὖν κατὰ τὴν Ἀκυληίαν ἐν τούτοις ἦν· οἱ δ' ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες ἀπὸ τῆς Ἀκυληίας μετὰ πάσης ἐπείξεως ὡδοιπόρησάν τε, καὶ ἐπιφοιτῶσιν αὐτοῖς τὰς λοιπὰς πόλεις ‹αἱ› πύλαι ἀνεῴγνυντο, καὶ δαφνηφοροῦντες αὐτοὺς οἱ δῆμοι ὑπεδέχοντο. ὡς δὲ διέπλευσαν τάς τε λίμνας καὶ τὰ τενάγη ‹τὰ› μεταξὺ Ἀλτίνου καὶ Ῥαβέννης, περιέτυχον Μαξίμῳ αὐτοκράτορι διατρίβοντι ἐν Ῥαβέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ τῆς Ἰταλίας λογάδας [6] ἤθροιζεν. ἀφῖκτο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ ὀλίγη συμμαχία, πεμφθεῖσα ὑπ' αὐτῶν κατ' εὔνοιαν ἣν εἶχον πρὸς αὐτὸν ἄνωθεν, ἐξ οὗπερ ἦν αὐτῶν ἐπιμελῶς ἄρξας. παρασκευάζοντι οὖν αὐτῷ τὴν δύναμιν ὡς πολεμήσουσαν τῷ Μαξιμίνου στρατῷ προσίασιν οἱ ἱππεῖς τὴν κεφαλὴν τοῦ τε Μαξιμίνου καὶ τοῦ παιδὸς φέροντες, νίκην τε καὶ εὐπραγίαν ἀγγέλλοντες, ὅτι τε ἄρα ὁ στρατὸς τὰ Ῥωμαίων φρονεῖ, καὶ σέβει αὐτοκράτορας οὓς ἡ [7] σύγκλητος ἐποίησε. τούτων δὲ παρ' ἐλπίδα ἀγγελθέντων θυσίαι τε βωμοῖς εὐθὺς προσήγοντο, καὶ νίκην ἐπαιάνιζον πάντες ἣν ἀκονιτὶ ἐνίκησαν· ὁ δὲ Μάξιμος καλλιερήσας ἐκπέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην ἀγγελοῦντάς τε τὰ πραχθέντα τῷ δήμῳ καὶ τὴν κεφαλὴν κομιοῦντας. ἐπεὶ δὲ ἀφίκοντο εἰσέπεσόν τε ἐς τὴν πόλιν δεικνύντες τὴν κεφαλὴν τοῦ πολεμίου ἀνεσκολοπισμένην, ὡς πᾶσι περίοπτος εἴη, οὐδ' εἰπεῖν ἔστι [8] λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν. οὔτε γὰρ ἡλικία τις ἦν ἣ μὴ πρὸς τοὺς βωμούς τε καὶ τὰ ἱερὰ ἠπείγετο, οὔτε τις ἔμενεν οἴκοι, ἀλλ' ὥσπερ ἐνθουσιῶντες ἐφέροντο συνηδόμενοί τε ἀλλήλοις καὶ ἐς τὸν ἱππόδρομον συνθέοντες ὥσπερ ἐκκλησιάζοντες ‹ἐν ἐκείνῳ τῷ› χωρίῳ. ὁ δὲ Βαλβῖνος καὶ αὐτὸς ἑκατόμβας ἔθυεν, ἀρχαί τε πᾶσαι καὶ σύγκλητος, ἕκαστός τε ὥσπερ ἀποσεισάμενος πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον ὑπερευφραίνοντο· ἔς τε τὰ ἔθνη ἄγγελοι καὶ κήρυκες δαφνηφόροι διεπέμποντο.
[7]
[1] καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην [ἑορτῆς] εἶχεν οὕτως, ὁ δὲ Μάξιμος ἀπὸ τῆς Ῥαβέννης ‹ἀπ›άρας ἐπέστη Ἀκυληίᾳ, διαβὰς τὰ τενάγη, ἃ ὑπό τε Ἠριδανοῦ ποταμοῦ πληρούμενα καὶ τῶν περικειμένων ἑλῶν ἑπτὰ στόμασιν ἐς θάλασσαν ἐκχεῖται· ἔνθεν καὶ τῇ ... φωνῇ καλοῦσιν οἱ [2] ἐπιχώριοι Ἑπτὰ πελάγη τὴν λίμνην ἐκείνην. εὐθὺς οὖν οἱ Ἀκυλήσιοι τὰς πύλας ἀνοίξαντες ὑπεδέχοντο, αἵ τε [ἀπὸ] Ἰταλίας πόλεις πρεσβείας ἔπεμπον τῶν πρωτευόντων παρ' αὐτοῖς ἀνδρῶν, οἳ λευχειμονοῦντες καὶ δαφνηφόροι θεῶν πατρίων ἕκαστοι προσεκόμιζον ἀγάλματα καὶ εἴ τινες ἦσαν στέφανοι χρυσοῦ ἐξ ἀναθημάτων, εὐφήμουν τε καὶ ἐφυλλοβόλουν τὸν Μάξιμον. ὁ δὲ στρατὸς ὁ τὴν Ἀκυληίαν πολιορκήσας προῄει καὶ αὐτὸς ἐν εἰρηνικῷ σχήματι δαφνηφόρος, οὐκ ἐξ ἀληθοῦς μὲν διαθέσεως πᾶς, προσποιήτῳ δὲ εὐνοίᾳ καὶ τιμῇ διὰ τὴν παροῦσαν [3] ἐξ ἀνάγκης τῆς βασιλείας τύχην. οἱ πλεῖστοι γὰρ αὐτῶν ἠγανάκτουν καὶ λανθανόντως ἤλγουν ‹ὁρῶντες› τὸν μὲν ὑπ' αὐτῶν ἐπιλεχθέντα βασιλέα καθῃρημένον, κρατοῦντας δὲ τοὺς ὑπὸ συγκλήτου ᾑρημένους. ὁ δὲ Μάξιμος ἐν τῇ Ἀκυληίᾳ γενόμενος πρώτης μὲν καὶ δευτέρας ἡμέρας ἱερουργίαις ἐσχόλαζε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν συγκαλέσας ἐς τὸ πεδίον πάντα τὸν στρατόν, βήματός τε αὐτῷ κατασκευασθέντος, ἔλεξε τοιάδε·
[4] ὅσον μὲν ὑμᾶς ὤνησε μεταγνόντας τε καὶ τὰ Ῥωμαίων φρονήσαντας, πείρᾳ μεμαθήκατε, ἀντὶ πολέμου μὲν εἰρήνην ἔχοντες, πρὸς ‹δὲ› θεοὺς οὓς ὀμωμόκατε, [καὶ] νῦν φυλάσσοντες τὸν στρατιωτικὸν ὅρκον, ὅς ἐστι τῆς Ῥωμαίων ἀρχῆς σεμνὸν μυστήριον. χρὴ δ' ὑμᾶς καὶ τοῦ λοιποῦ διὰ παντὸς τούτων ἀπολαύειν, τὰ πιστὰ τηροῦντας Ῥωμαίοις τε καὶ συγκλήτῳ καὶ αὐτοκράτορσιν ἡμῖν, οὓς ἐξ εὐγενείας καὶ πολλῶν πράξεων [καὶ] μακρὰς διαδοχῆς ὥσπερ κατ' ἀκολουθίαν ἐπὶ τοῦτο ἀναβάντας [5] κρίναντες ὁ δῆμος καὶ ἡ σύγκλητος ἐπελέξαντο. οὐ γὰρ ἑνὸς ἀνδρὸς ἴδιον κτῆμα ἡ ἀρχή, ἀλλὰ κοινὸν τοῦ Ῥωμαίων δήμου ἄνωθεν, καὶ ἐν ἐκείνῃ τῇ πόλει ἡ τῆς βασιλείας ἵδρυται τύχη· ἡμεῖς δὲ διοικεῖν καὶ διέπειν τὰ τῆς ἀρχῆς σὺν ὑμῖν ἐγκεχειρίσμεθα. ταῦτα δὲ μετ' εὐταξίας τε καὶ κόσμου τοῦ πρέποντος, αἰδοῦς τε καὶ τιμῆς πρὸς τοὺς ἄρχοντας, ὑμῖν μὲν εὐδαίμονα καὶ πάντων ἀνενδεῆ παρέξει βίον, τοῖς δ' ἄλλοις πᾶσιν ἀνθρώποις κατά τε ἔθνη καὶ κατὰ πόλεις εἰρήνην καὶ πρὸς τοὺς ἡγουμένους πειθώ. βιώσεσθαί τε ... καὶ κατὰ γνώμην ἐν τοῖς οἰκείοις, οὐκ ἐν ἀλλοδαπῇ κακοπαθοῦντες.
[6] ὑπὲρ δὲ τοῦ καὶ τὰ βάρβαρα ἡσυχάζειν ἔθνη, διὰ φροντίδος ἡμεῖς ἕξομεν. δύο μὲν γὰρ ὄντων βασιλέων εὐμαρέστερον καὶ τὰ ἐν τῇ Ῥώμῃ διοικήσεται καὶ εἴ τι ἐπὶ τῆς ἀλλοδαπῆς ἐπείγοι, πρὸς τὴν χρείαν ἀεὶ τοῦ πρὸς τὰ καλοῦντα ῥᾳδίως παρόντος. μηδέ τις ὑμῶν οἰέσθω τῶν πεπραγμένων εἶναί τινα μνήμην, εἴτε ὑφ' ἡμῶν (ἐκελεύεσθε γὰρ) εἴτε ὑπὸ Ῥωμαίων ἢ τῶν ἄλλων ἐθνῶν, οἳ ἀδικούμενοι ἀπέστησαν· ἀλλὰ γὰρ ἔστω πάντων ἀμνηστία, καὶ σπονδαὶ φιλίας βεβαίου, εὐνοίας τε καὶ εὐκοσμίας πίστις αἰώνιος.
[7] τοιαῦτά τινα εἰπὼν ὁ Μάξιμος, νομάς τε χρημάτων μεγαλοφρόνως αὐτοῖς ἐπαγγείλας, ὀλίγων ἡμερῶν διατρίψας ἐν τῇ Ἀκυληίᾳ τὴν ἐς Ῥώμην ἐπάνοδον συγκροτεῖ. καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν ἔς τε τὰ ἔθνη καὶ τὰ οἰκεῖα στρατόπεδα, αὐτὸς δὲ ἐπανῆλθεν ἐς τὴν Ῥώμην σύν τε τοῖς δορυφόροις, οἳ τὴν βασίλειον φρουροῦσιν αὐλήν, σύν τε τοῖς ὑπὸ Βαλβίνῳ στρατευομένοις.
[8] ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμμαχοι· ἐθάρσει γὰρ αὐτῶν τῇ εὐνοίᾳ ἅτε καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε ἰδιώτευεν. εἰσιόντι δὲ αὐτῷ ἐς τὴν Ῥώμην ὅ τε Βαλβῖνος ὑπήντετο, ἐπαγόμενος Γορδιανὸν Καίσαρα, ἥ τε σύγκλητος καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ θριαμβεύοντα ὑπεδέχοντο.
[8]
[1] ἦρχον δὲ τοῦ λοιποῦ τῆς πόλεως μετὰ πάσης εὐκοσμίας τε καὶ εὐταξίας, ἰδίᾳ τε καὶ δημοσίᾳ πανταχοῦ εὐφημούμενοι· ἔχαιρέ τε ὁ δῆμος αὐτοῖς, σεμνυνόμενος εὐπατρίδαις καὶ ἀξίοις τῆς βασιλείας αὐτοκράτορσιν. οἱ μέντοι στρατιῶται διοίδαινον τὰς ψυχάς, καὶ οὔτε ταῖς εὐφημίαις τοῦ δήμου ἠρέσκοντο, ἐβαροῦντό τε αὐτῶν αὐτὴν τὴν εὐγένειαν, καὶ ἠγανάκτουν ὅτι ἄρα ἔχοιεν ἐκ [2] συγκλήτου βασιλέας. ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερμανοὶ παρόντες τῷ Μαξίμῳ ἔν τε τῇ Ῥώμῃ διατρίβοντες· ἀντιπάλους γὰρ ἕξειν ἤλπιζον, εἴ τι τολμῷεν, καὶ ἐφεδρεύειν αὑτοῖς ὑπώπτευον, εἴ τινι δόλῳ ἀποζωσθεῖεν, ἐκεῖνοι δὲ ἅτε παρόντες ῥᾳδίως ὑποκατασταῖεν· τό τε Σεβήρου ὑπόδειγμα, ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέζωσεν, εἰσῄει αὐτούς.
[3] ἐπιτελουμένου δὲ ἀγῶνος τοῦ τῶν Καπετωλίων, πάντων τε περὶ τὴν πανήγυριν καὶ τὰς θέας ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν ἐξέφηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες, ὁρμῇ δὲ ἀλόγῳ χρησάμενοι, ἀνῆλθον ὁμοθυμαδὸν ἐς τὰ βασίλεια, τοῖς τε πρεσβύταις [4] βασιλεῦσιν ἐπεισῆλθον. συνέβαινε δὲ κἀκείνους μὴ πάνυ τι ἀλλήλοις ὁμονοεῖν, ἀλλ' οἷα περ μοναρχίας ἐπιθυμία καὶ τὸ ἀκοινώνητον ἐν ταῖς ἐξουσίαις ‹εἴωθε ποιεῖν,› ἕκαστος πρὸς αὑτὸν τὴν δύναμιν ἀνθεῖλκεν, ὁ μὲν Βαλβῖνος κατ' εὐγένειαν καὶ διπλῆν προάγουσαν ὑπατείαν πρωτεύειν ἀξιῶν, ὁ δὲ Μάξιμος διά τε τὸ ἔπαρχος τῆς πόλεως γεγονέναι καὶ ἔχειν ὑπολήψεις ἐμπειρίας πραγμάτων· ἑκατέρωθέν τε εὐγενεῖς καὶ εὐπατρίδαι καὶ γένους πλῆθος αὔταρκες ἐς ἐπιθυμίαν [5] μοναρχίας ἔπειθεν. ὅπερ αὐτοῖς καὶ μάλιστα γέγονεν ἀπωλείας αἴτιον. ὡς γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖσθαι ἐπ' ὀλέθρῳ αὐτῶν τοὺς πραιτωριανοὺς καλουμένους, ἐβούλετο μεταπέμψασθαι τοὺς Γερμανοὺς συμμάχους, ὄντας ἐν Ῥώμῃ, αὐτάρκεις ἐσομένους ἀντιστῆναι τοῖς ἐπιβουλεύουσιν. ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι καθ' αὑτοῦ καὶ σόφισμα (ᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντας) ἐκώλυε, φάσκων οὐκ ἐς κωλύμην οὐδ' ἐς ἀντίστασιν αὐτοὺς τῶν πραιτωριανῶν ἀφίξεσθαι, ἀλλ' ἐς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν [6] μοναρχίαν. ἐν ᾧ δὲ περὶ τούτων διαφέρονται, εἰσδραμόντες οἱ στρατιῶται ὁμοθυμαδὸν ἅπαντες, ἐκστάντων αὐτοῖς τῶν περὶ τὰς αὐλείους εἰσόδους φυλασσόντων, ἁρπάζουσι τοὺς πρεσβύτας, περιρρήξαντες δὲ ἃς εἶχον περὶ τοῖς σώμασιν ἐσθῆτας λιτὰς ἅτ' οἴκοι διατρίβοντες, γυμνοὺς τῆς βασιλείου αὐλῆς ἐξέλκουσι μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως· παίοντές τε καὶ ἀποσκώπτοντες τοὺς ἀπὸ συγκλήτου βασιλέας, γενείων τε καὶ ὀφρύων σπαραγμοῖς καὶ πάσαις τοῦ σώματος λώβαις ἐμπαροινοῦντες, διὰ μέσης τῆς πόλεως ἐπὶ τὸ στρατόπεδον ἀπῆγον, οὐ θελήσαντες οὐδ' ἐν τοῖς βασιλείοις ἀποκτεῖναι ἀλλὰ ζῶσιν ἐνυβρίσαι, ἵν' ἐπὶ πλέον ὧν πάσχουσιν [7] αἴσθοιντο. ἐπεὶ δὲ ταῦτα πυθόμενοι οἱ Γερμανοί, λαβόντες ὅπλα, ἠπείγοντο ὡς ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνουμένους φονεύουσιν ἤδη πᾶν τὸ σῶμα λελωβημένους τοὺς βασιλέας. καὶ καταλιπόντες τὰ σώματα ἐρριμμένα ἐπὶ τῆς λεωφόρου, ἀράμενοι δὲ τὸν Γορδιανὸν Καίσαρα ὄντα, αὐτοκράτορά τε ἀναγορεύσαντες, ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον, βοῶντές τε πρὸς τὸν δῆμον ὅτι ἄρα εἴησαν ἀπεκτονότες οὓς ὁ δῆμος ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορδιανόν τε ἐπελέξαντο ἐκείνου τε ἀπόγονον καὶ ὃν αὐτοὶ Ῥωμαῖοι ἐξεβιάσαντο, ἔχοντες αὐτὸν ἀπελθόντες ἐς τὸ στρατόπεδον, κλείσαντες τὰς πύλας ἡσύχαζον. οἱ δὲ Γερμανοὶ μαθόντες ἀνῃρημένους τε καὶ ἐρριμμένους ὧν χάριν ἠπείγοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ ἀνδρῶν τεθνηκότων, ἐπανῆλθον, ἐς τὸ ἑαυτῶν καταγώγιον.
[8] τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο ἀναξίῳ τε ἅμα καὶ ἀνοσίῳ σεμνοὶ καὶ λόγου ἄξιοι πρεσβῦται, εὐγενεῖς τε καὶ κατ' ἀξίαν ἐπὶ τὴν ἀρχὴν ἐληλυθότες· ὁ δὲ Γορδιανὸς περὶ ἔτη που γεγονὼς τρισκαίδεκα αὐτοκράτωρ τε ἀνεδείχθη καὶ τὴν Ῥωμαίων ἀρχὴν ἀνεδέξατο.