3530 238 0 4 0 0 IV d. C. Retorica Libanius L Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 71

Libanius - Declamatio L

Ἐγράψατό τις τὸν ἑαυτοῦ παῖδα βουλεύσεως. ὁ παῖς ἀκρίτως ἀποθανεῖν ἀξιοῖ κατὰ τὸν περὶ τῶν ἀκρίτων νόμον.

[1]   Τὸ μὲν οὖν εὐτυχέστερον, ὦ πολῖται, μὴ πρὶν εἶναί μοι καιρὸν ἐπὶ τοῦτ' ἀναβῆναι τὸ βῆμα μηδ' αὖ περὶ τούτων ὁποίων νῦν ἐρῶν ἀφῖγμαι μηδέποτε λόγους ἐν ὑμῖν ποιήσασθαι· ἐπεὶ δὲ εὔξασθαι μὲν ἅ τις βούλεται ῥᾴδιον, πράττεται δὲ τὰ τῆς ἀνάγκης καὶ ταύτην οὐκ ἔνι διαφυγεῖν οὔτε νέοις οὔτε γέρουσιν, ἥκω δεησόμενος ὑμῶν ἄνθρωπος οὐδ' ἱκανῶς εἰς ὑμᾶς βλέψαι δυνάμενος, τῷ μὲν ἥττων εἶναι τῶν ἐν ταῖς ἐκκλησίαις θορύβων καὶ τῇ τῶν ἐνταυθοῖ πραγμάτων ἀπειρίᾳ νομίζων οὐδαμῶς ἂν ὧν ἐσπούδακα τυχεῖν, τῷ δ' ὑμᾶς εἶναι φιλανθρώπους καὶ τῷ πεπαιδεῦσθαι τοὺς ἀτυχοῦντας ἐλεεῖν ἐλπίζων ὅτι με τῆς κρίσεως ἐξελόμενοι τῷ πατρὶ παραδώσετε πρὸς φόνον.

[98] εἰ μὲν οὖν ἠξίουν ὑμᾶς διαλλάξαι μοι τὸν πατέρα καὶ ποιῆσαι πρᾷον καὶ πεῖσαι τὴν οὐδὲ μέχρι ῥήματος ἐμοὶ φορητὴν ταύτην δόξαν ἀποθέσθαι, τάχα μὲν οὐδ' οὕτως ἂν οὔτε τῶν ὑμετέρων ἀλλότρια τρόπων ἐζήτουν οὔτ' ἐναντία τῇ φύσει τῇ παῖδας καὶ γονέας οἰκείως ἔχειν ἀλλήλοις ἐθελούσῃ, ἴσως δ' ἄν τις ἠγανάκτησε τῶν οὐδ' ἐν τοῖς πολλοῖς ὑμῖν ἐοικότων, εἰ τοιαύτην αἰτίαν ἐγὼ λαβὼν ὅπως μήτε λόγον μηδένα μήτε δίκην μηδεμίαν τῷ πατρὶ δοίην διεπραττόμην· ἐπεὶ δέ, ὃ τῆς κρίσεώς ἐστιν, ἂν ἁλῶ, πέρας, τοῦτ' ἂν βουλοίμην ὑπομεῖναι σιωπῇ τοῦ πατρὸς αὐτοῦ τὰ τῆς ψήφου ποιοῦντος, οὐκ οἶδα εἰς τί τις βλέπων ἢ τί τῶν ἁπάντων ὑφορώμενος οὐκ ἂν δοίη τὴν χάριν.

[99] εἰ μὲν οὖν ἑώρων καὶ νῦν τὸν πατέρα ἐφεστηκότα καὶ τοὺς ἐναντίους ἐμοὶ παρεσκευασμένον πρὸς ὑμᾶς εἰπεῖν λόγους, οὐδὲν ἂν ὧν διανοοῦμαι φράσας εὐθὺς ἂν ἀποπηδήσας ᾠχόμην εὖ τοῦτο εἰδώς, ὡς ἅπαντα ἂν ἐλέγετο μάτην ἀντιλέγοντός τε καὶ χαλεπαίνοντος ἐκείνου· ἐπεὶ δέ, εἰ μηδὲν ἄλλο, τοῦτό γε ἡμῖν ἡ Τύχη κεχάρισται τὸ τὸν μὲν ἀπεῖναι τῆς ἐκκλησίας ἐπ' ἄλλοις διατρίβοντα, τῶν δ' ἄλλων τινάς, ὧν οὐδ' αὐτῶν μὲν ἔνι μοι καταφρονεῖν, οὐ τοσοῦτος δὲ ὅσος ἐκείνου φόβος, τοὺς ἐναντιωσομένους εἶναι, ἔχω τινὰς ἐλπίδας πλέον οἴσεσθαι τῆς τούτων φιλονεικίας τὰς τοῦ τοιαῦτα ἀτυχοῦντος ἐμοῦ δεήσεις.

[100]    Ἀνάγκη μὲν οὖν μετὰ δακρύων, ὦ πολῖται, γίγνεσθαί μοι τοὺς λόγους, ἐπεὶ καὶ ὅλως νῦν ἐν δάκρυσι διάγω καὶ οὔτε ἡμέρα οὔτε νὺξ οὔτε τῶν οἰκείων οὔτε τῶν φίλων οὐδεὶς ἐπεῖδέ με μετὰ τὴν ὀργὴν τοῦ πατρὸς ἢ φθεγξάμενον ἢ σιγήσαντα ἀδακρυτί.

[101] καὶ τί θαυμαστὸν εἰ αὐτὸς ἠνάγκασμαι πενθεῖν, ὅπου γε καὶ τοὺς ἐμοὶ συνήθεις ἴδοι τις ἂν ταὐτὸν ἐμοὶ ποιοῦντας; ὁ γὰρ δὴ πονηρότατος ἐγὼ περὶ τοὺς ἐμαυτοῦ τοὺς ἐκ παλαίστρας καὶ διδασκαλείων ἑταίρους ἅπαντας ἔχω συμπενθοῦντας καὶ οὐδὲν τῇ λύπῃ τοῦ κινδυνεύοντος ἐμοῦ διαφέροντας. οἶμαι δὲ καὶ ὑμῶν πολλοὺς εἰς δάκρυα πεσεῖσθαι τῶν κακῶν τῶν ἡμετέρων ἀκούοντας. ἔστω οὖν τις κἀμοὶ συγγνώμη μὴ συνεχῶς ἅπαντα δυναμένῳ λέγειν.

[102]    Ἔγημεν ὁ πατὴρ τὴν μητέρα τὴν ἐμήν, ὡς οὐκ ἔδει. γενόμενος ηὐξόμην οὐδὲ τοῦτο ἔδει. καὶ διέφυγον πολλὰς νόσους, ὑφ' ὧν ἔδει με τεθνάναι. ἐφιλούμην ὑπὸ τοῦ πατρός, ἠγαπώμην. πάντα ἦν ὁ παῖς ἐκείνῳ. καὶ σπουδῆς οὐδὲν ἀπῆν, ἀλλὰ παιδαγωγοί, διδάσκαλοι, μισθοί, φροντίδες, εὐχαὶ πρὸς θεούς, πλῆθος θυσιῶν, ἔπαινοι πρὸς ἑτέρους πατέρας.

[103] εἴ τι προσπέσοι δυσχερές, τοῦτ' ἐκ τῶν ἐλπίδων τῶν παρ' ἐμοῦ τὴν παραμυθίαν ἐλάμβανε κἀν τοῖς διδασκαλείοις οὐκ οἶδα μᾶλλον ἑτέρους εὐδαιμονίσας ἢ μακαρισθεὶς ὑπ' ἄλλων. ὁρῶν δὲ τὸν πατέρα τῆς οὐσίας ἐπιμελούμενον καὶ πλείω τὰ ὄντα ποιούμενον καὶ ὅπως εὖ πράττοντά μοι παραδοίη τὸν οἶκον, πάντας ὑπομένοντα πόνους καὶ οὐκ ὄντα χαλεπὸν οὐδ' ἀκριβολογούμενον, εἴ τι φανείην ἀναλίσκων, ἔχαιρον καὶ εἰς ἱερὰ βαδίζων ἀπὸ τοῦ πατρὸς ἠρχόμην τῶν εὐχῶν.

[104] οὕτω δὲ ἡμῖν τῶν πραγμάτων χωρούντων, εἴπω τὰ λοιπὰ μετὰ παρρησίας; ἀλλ' οὐκ ἐβουλόμην μὲν οὐδὲν δυσχερὲς περὶ οὐδενὸς λέγειν νέος τε ὢν ἔτι καὶ εἴπερ τις ἄλλος τῶν ἡλικιωτῶν εὐφημεῖν περὶ ἁπάντων, καὶ πολιτῶν καὶ μετοίκων καὶ ξένων, μεμελετηκώς, καρτερεῖν δὲ οὐκ ἔστιν ἀδικούμενον.

[105] εἰσί τινες, ὦ πολῖται, τοῖς ἑτέρων ἀγαθοῖς ἀχθόμενοι καὶ νομίζοντες ἐν ταῖς τῶν πολλῶν εὐτυχίαις αὐτοὶ δυστυχεῖν. καὶ τούτων οἱ μὲν ἡσυχῆ στένουσιν, οἱ δὲ καταρῶνται καὶ διαμέμφονται τὴν Τύχην, οἱ δ' αὖ τούτων ἀνδρειότεροι εἰ μὴ μεταστήσαιεν ἐπὶ τἀναντία τὰς οὕτως ἐχούσας οἰκίας οὐ φέρουσι καὶ ποιοῦσι δὴ τὰ τῶν πολεμίων λόγοις ψευδέσι καὶ πεπλασμέναις αἰτίαις ἀνθ' ὅπλων καὶ μηχανημάτων χρώμενοι.

[106] καὶ νῦν μὲν ἄνδρα πρὸς γυναῖκα, νῦν δὲ θεῖον πρὸς ἀδελφιδοῦν, νῦν δὲ ἀδελφοὺς πρὸς ἀλλήλους, νῦν δέ, οἷόν τι τὸ παρόν, πατέρα πρὸς υἱὸν ἐξεπολέμωσαν κἂν λάβωσί τινα χρηστὸν καὶ οὐδὲν ἑαυτοῖς ἐοικότα, διεπράξαντο ῥᾳδίως. ὁ γὰρ ἥκιστ' ἂν αὐτὸς τοιαῦτα ἑτέροις ἐπιβουλεύσας ῥᾷστα ἂν ὑπὸ τῶν τὰ τοιαῦτα μηχανωμένων διαπραχθείη.

[107]

ἆρα ἄν μοι δοίητε εἰπεῖν ὅτι τούτων εἷς ὑπὸ τῶν τοιούτων ἠπατημένων καὶ ὁ πατήρ μοι γεγένηται καὶ νῦν ἐγὼ θανατῶ διὰ τὴν ἐκείνου χρηστότητα; εἰ γὰρ ἃ συνῄδει μοι παρὰ πάντα τὸν χρόνον ἰσχυρότερα ὧν χθὲς ὡς εἰπεῖν ἤκουσεν ἐπεποίητο, τῶν παρόντων οὐδὲν ἂν ἡμᾶς ἤλαυνε. νῦν δ' ὁ πατὴρ πατὴρ ἡμῖν οἴκοθεν ἐξελθὼν ἐπανῆλθεν ἐξαίφνης πολέμιος καὶ δεινὸν ἔβλεπε καὶ τὸν μηρὸν ἔπληττε καὶ βοῆς ἐνεπίμπλα τὴν οἰκίαν τότε πρῶτον τοιαῦτα ποιῶν.

[108] ἐρωτῶντος δέ μου τί τὸ ταῦτα ἀναγκάζον καὶ ποιεῖν καὶ λέγειν; σύ, φησίν, ὃν ἐμαυτοῦ φονέα βόσκων οὐκ ᾔδειν. ἀνεβόησα, ὦ πολῖται, καὶ ταῖν χεροῖν τὸ πρόσωπον ἔτυπτον καὶ θεοὺς καὶ δαίμονας ἐκάλουν καὶ μὴ τοιαῦτα ἀσεβεῖν ἐδεόμην.

[109] τοῦ δὲ καὶ σφόδρα ταῦτα πεπεῖσθαι λέγοντος καὶ οὐδένα ἂν αὐτὸν μεταπεῖσαι ῥήτορα προσπεσὼν πρὸς τὰ γόνατα λαμβάνειν ἠξίουν δίκην παρ' ἐμοῦ τὴν ἐσχάτην. οὗτος, ἔφην, αὐχήν σοι γυμνός, αὕτη κλείς, τουτὶ στῆθος, πάντα ἕτοιμα δέχεσθαι ξίφος. μὴ μέλλε χεῖρα ἔχων καὶ νόμον.

[110] ὁ δὲ τὸ μὲν αὐτὸς κατεργάσασθαι τὸν υἱὸν ὤκνει, δικαστηρίου δὲ ἐμέμνητο καὶ γραφῆς καὶ ἑτέρου νόμου τοῦ τῆς βουλεύσεως. καὶ ᾤμην γε αὐτὸν ἐνταυθοῖ λήξειν καὶ ὧν εἶπεν ἐπιλήσεσθαι, ἀλλ' οἱ τὸν σπινθῆρα, ὡς ἔοικεν, ἐμβαλόντες τὸ πρῶτον ἐρρίπιζον τὸν θυμόν. ὁ γὰρ μισθὸς οὐ μικρὸς ἀνθ' ἡμῶν τὰ ἡμέτερα ἔχειν. τί δεῖ τὰ πολλὰ λέγειν; διώκει τὸν παῖδα βουλεύσεως ὁ πατήρ.

[111] οὐ μὴν ἔγωγε ἀποδρὰς ᾠχόμην καίτοι τῶν οἰκείων παραινούντων ὡς τοῦ χρόνου παύσοντος τὴν ὀργὴν καὶ οὐ διὰ τέλους τῶν κακουργούντων ἡμῖν τὴν οἰκίαν κλεισόντων. ἀλλ' οὐκ ἔγωγε ἠνεσχόμην αἰσχρῶς σωθῆναι οὐδὲ ἐλθὼν μετὰ τοιαύτης αἰτίας παρ' ἑτέροις οἰκεῖν οὐδὲ παρασχεῖν τοῖς ἅπαν τὸ πρᾶγμα κατεσκευακόσι λέγειν ἃ μάλιστα ἦν βουλομένοις, ἀλλὰ μένω καὶ δίδωμι τῆς ὑποψίας δίκην καὶ φέρω κατ' ἐμαυτοῦ τὴν ψῆφον. καὶ τί ἂν δέοι δικαστήριον ἀνοίγειν καὶ ὕδωρ μετρεῖν ἐμοῦ τὸ ξίφος ἐπισπωμένου καὶ δεομένου τὸν πατέρα με παρ' ὑμῶν λαβόντα ἀποκτεῖναι;

[112]    Ἀλλ' οὐκ εἰωθότα, φησί, ζητεῖς τὸν κρῖναι βουλόμενον ἀναγκάζων ἄκριτον τὸν αὑτοῦ σφάττειν. οὐδὲ γὰρ εἰωθότα, ὦ πολῖται, ἐγκέκλημαι, οἷον πίνειν τοῦ μετρίου πλέον, διάγειν ἐν κώμοις, [16] προσκεῖσθαι κύβοις, ἑταίραν λελύσθαι, ταῦτα δὴ τὰ πολλοὺς τῶν νέων καταδεδουλωμένα. ἀλλ' ἐκεῖνα διαφυγὼν ἃ μὴ ῥᾴδιον μόνος ἐγκέκλημαι ταῦτα ἃ μηδεὶς ἄλλος νέων. τί οὖν θαυμαστὸν εἰ ὑπὸ καινῶν ἐγκλημάτων ἐπὶ καινοὺς προῆγμαι λόγους;

[17] χωρὶς δὲ τούτων οὐκ ἐπιτάττω τῷ πατρὶ τήμερον οὐδὲ ἐφεστηκὼς λέγω· τοῦτο μὲν οὐδ' εἰ βούλει, ποιήσεις, ἐκεῖνο δέ, κἂν εἰ μὴ βούλοιο, καὶ κρῖναι μὲν οὐκ ἐπιτρέψω, κτεῖναι δὲ ἐπαναγκάσω, ἀλλ' ἐφ' ὑμᾶς ἥκω τὸν δῆμον τὸν φιλάνθρωπον, τὸν κοινὸν πατέρα τῶν νέων. καὶ τὸ μὲν ἐμόν ἐστιν ἱκετεία, τὸ δὲ παρ' ὑμῶν ἐσόμενον πειθώ.

[18] διαφέρει δὲ πολὺ πεισθέντα δοῦναι χάριν ἢ μὴ βουλόμενον βιασθῆναι. καὶ τὸ μέν ἐστι δημοκρατίᾳ πρέπον, τὸ δὲ εἰς τυράννους ἔρχεται. οὐδὲ γάρ, εἰ τῶν συγγενῶν τινας τῷ πατρὶ προσέπεμπον ὑπὲρ τούτων διαλεξομένους, ἀνάγκη τοῦτ' ἂν ἦν. ὅπου γὰρ ἦν ἅψασθαι γενείου καὶ γονάτων καὶ δακρύσαι καὶ εἰπεῖν· εἶξον, ἐλέησον, αὐτὸς ἀπόκτεινον, πρὸς θεῶν, πρὸς ἑστίας, τίς ἐνταῦθα χώρα τῷ τῆς ἀνάγκης ὀνόματι;

[19] εἰ μὲν οὖν ἐκείνους ἀποχρήσειν ἡγούμην, οὐκ ἂν ὑμῖν ἠνώχλουν οὐδ' ἂν φορτίον μεῖζον ἢ κατ' ἐμαυτὸν ἀνῃρούμην δήμῳ διαλεγόμενος· ἐπεὶ δὲ ἐλάττους εἰσὶ τοῦ πράγματος, ὑμᾶς ὁ καιρὸς ζητεῖ τοὺς τῶν ὅλων κυρίους, ὑφ' ὧν εὔξαιτο ἄν τις αἰτηθῆναι χάριν.

[20]    Γραφὴν οὖν, φησίν, ἀπενεχθεῖσαν διαγράψεις; οὐκ ἐγώ. πόθεν; οὐδ' αὖ ὁ δῆμος. ἀλλ' ὅσπερ ἀπήνεγκεν, εἰ πείθοιτο τῷ δήμῳ. πείσεται δὲ παρ' οὗπερ οὐκ ὀλιγάκις τετίμηται. τίς οὖν αὕτη τοῦ πατρὸς ἀτιμία, εἰ ἄκοντος μὲν οὐδεὶς λύσει τἀκείνου, τὰ αὑτοῦ δὲ αὐτὸς ἑκών; οὐδὲ γὰρ χαίρειν εἰπόντες ἐκείνῳ τὸν ἄρχοντα καλέσαντες μὴ ἐξέστω δὲ τῷ πατρὶ τὸν παῖδα διώκειν ἐροῦσιν, ἀλλ' αὐτὸν τὸν πατέρα καλέσαντες τοιαῦτα πρὸς ἐκεῖνον ἐροῦσιν· ὦ φίλτατε, ἐπειδὴ μόνος οἴει πατέρων ὑπὸ τοῦ παιδὸς μεμισῆσθαι καὶ τὸ μῖσος εἰς βουλὴν φόνου προβεβηκέναι καὶ τοῦτο ἐδυνήθης πεισθῆναι, λάμβανε μὲν τὴν δίκην, οὐ παραιτούμεθα, λάμβανε δὲ κατὰ τὸν νόμον, ὃς ποιεῖ σε κύριον τοῦ 'κείνου σώματος. ταῦτα γάρ, ταῦτα ὁ παῖς ἱκετεύει πραγμάτων σε πολλῶν ἀπαλλάττων καὶ τούτων τῶν λογογράφων.

[21] ἂν ταῦτα ὁ πατὴρ προσέμενος ἀποστῇ τῆς κρίσεως, τίς ἠδίκηται νόμος; τίς ἀνθρώπων ὕβρισται; τίς βεβίασται τῶν πολιτῶν; οὐδείς. ἀλλ' εἷς οὗτος βεβαιοῦται νόμος τήμερον ὁ περὶ τῶν ἀκρίτων φόνων.

[22] εἰ μὲν οὖν ἢ μηδεμίαν ἢ μικρὰν ἀντὶ μείζονος ὑποσχεῖν ἠξίουν δίκην, οἷον εἰ ταῦτα ἔλεγον παρελθών· ἄνδρες πολῖται, πονηρῶν καὶ κακοήθων ἀνδρῶν συμμορία τὴν οἰκίαν ἡμῖν κεκύκλωκε καὶ πολιορκεῖ. βοηθήσατε, πρὶν αὐτὴν ἐξέλωσιν. ὁ πατὴρ ἀναπέπεισται. διανενόηταί με τὴν ψυχὴν αὐτὸς ἀφελέσθαι, ὃ οὔτε ἐγένετο μήτε γένοιτο. πῶς γὰρ ἂν ἐγὼ γεγονὼς ἐξ ἐκείνου καὶ τοῦτο ἀκριβῶς εἰδὼς καὶ τραφεὶς οὐδενὸς φαυλότερον καὶ παιδείας μετασχών, ἣ τοὺς ἀναισθήτους ἀμείνους ποιεῖν δύναται καὶ δικαίους καὶ καλῶν ἔργων ἐπιθυμητάς, πῶς οὖν ἐγὼ τὸν πατέρα εἶναί μοι δεινὸν ἡγησάμην τῆς ὀρφανίας μεγίστης εἶναι συμφορᾶς ὁμολογουμένης; ἢ οὐχ ἡδὺ πατέρα γηραιὸν ὥσπερ τινὰ δαίμονα θεραπεύειν κἀν ταῖς εἰς ἐκεῖνον ἐπιμελείαις κτᾶσθαι τὰς ἀμείνους ἐλπίδας; οὐκ ἂν ἔδεισα τοὺς ἐνταῦθα νόμους; οὐκ ἂν ἔδεισα τοὺς ἐν Ἅιδου φόβους; ποιήσατε τοίνυν ἥμερόν μοι τὸν πατέρα καὶ κρατήσατε τῶν διασειόντων ἡμῖν τὸ γένος. εἰ ταῦτα ἐδεόμην, εἰκότως ἂν ἠγανάκτεις.

[23] ἠγανάκτεις δ' ἂν εἰκότως κἀκεῖνά μου λέγοντος· ὀργιζέσθω μὲν καὶ λαμβανέτω δίκην, ἐπειδήπερ βούλεται, ἀλλὰ παίων, ἀλλὰ μαστίζων, ἀλλ' ἀποκηρύττων, ἀλλ' ἐξελαύνων τῆς οἰκίας, εἰ δὲ οὐκ ἀρκεῖ τοῦτο, τῆς πόλεως. ζῆν μόνον ἐπιτρεψάτω. ταῦτ' ὀργὴν ἂν ἐποίει δικαίαν, ἐπὶ τούτοις ἄν τις εἰκότως ἠγανάκτει.

[24]

νῦν δ' ὁρᾷς ὡς ὅτου δεινότερον οὐδὲν εἰς τιμωρίας λόγον εὑρῆσθαι δοκεῖ, τί γὰρ ἂν εἴη δεινότερον τοῦ μηκέτ' εἶναι μηδ' ἀπολαύειν ἡλίου τε καὶ τῶν ἄλλων ὧν ὁ θεὸς ἐδημιούργησεν ἀγαθῶν; ὑπὸ τοίνυν τοῦτο τὸ δεινότατον ἑκὼν ἔρχομαι. ἀποτεμνέτω μου τὴν κεφαλὴν ὁ πατήρ. εἰ οὖν ὅπερ ‹ἂν› ἁλοὺς ἔπασχον, τοῦτο ἕτοιμος καὶ πρὸ τῆς δίκης παθεῖν, τίνος, εἰπέ μοι, τὸν πατέρα ἀποστερῶ;

[25]    Νόμος, φησίν, ἐστὶ τῷ πατρὶ διδοὺς τὸν αὑτοῦ κτείνειν ἄκριτον, εἰ βούλοιτο, μὴ βουλόμενον δὲ οὐκ ἐπαναγκάζει. καλῶς. οὐκοῦν οὐδὲ νῦν ὁ νόμος ἀναγκάσει, ἀλλ' ὃ μὲν ὁ νόμος αὐτός, †βουληθῆναι δὲ ὁ παῖς διὰ τοῦ δήμου παρακαλεῖ· τίς οὖν γένοιτ' ἂν ὠμότερος τῶν ἀντιλέγειν πειρωμένων, οἳ φθονοῦσί μοι ταχείας τελευτῆς;

[26]    Ἀλλὰ μανία, φησί, προέμενον τὸ τῆς κρίσεως ἄδηλον ἐπὶ φανερὰν σφαγὴν ἑκόντα δραμεῖν. καὶ τί δέδοικας, φησίν, εἰ μηδὲν ἀδικεῖς, τὴν κρίσιν; πολλά, ὦ πολῖται, πολλά. καὶ πρῶτον μὲν τὸ πάντων ὑμῶν ἀκουόντων εἰπεῖν ὅτι ψεύδεται ὁ πατὴρ καὶ συκοφαντεῖ καὶ τὰ μηδαμοῦ γεγενημένα πλάττει.

[27] ἤδη δέ τις τοιαῦτα καὶ περὶ μικρῶν τινων ἀγωνιζόμενος εἴρηκεν. ὅτῳ δὲ ὁ λόγος περὶ θανάτου καὶ ἐπ' αἰτίᾳ τοιαύτῃ καὶ τὴν ζημίαν ἡ χείρων δόξα παρέρχεται, πῶς ἂν τούτων ἀνέχεσθαι δύναιτο; εἰ μὲν γὰρ ἀξιοῖ μέ τις εἰσελθόντα σιωπᾶν καὶ πολλῶν ὄντων τῶν κατ' ἐμοῦ ῥεόντων ἄφωνον ἑστάναι καθάπαξ, τί μοι τῆς κρίσεως τὸ κέρδος; τί δ' ὑμῖν τηνάλλως παραναλίσκεται δικαστήριον; εἰ δὲ δεήσει με λέγειν τι καὶ μὴ δέχεσθαι τὴν αἰτίαν, ἀνάγκη πολλὴ τὰ τῶν ἀλγούντων καὶ τὰ τῶν ὀδυρομένων, ἐν οἷς ἂν ἐκδράμοι τι τοιοῦτον, ὃ σιωπᾶσθαι βέλτιον.

[28] ἐγὼ οὖν καλέσω τὸν πατέρα μου συκοφάντην; ἐγώ τι πικρότερον εἴπω πρὸς αὐτόν; μίμησαι, πάτερ, τὰ θηρία. κἀκεῖνα κήδεται τῶν τέκνων. ἀλλὰ πρῶτον μὲν ἀσεβές τε καὶ δεινὸν καὶ θεοῖς καὶ δαίμοσιν ἐχθρὸν καὶ μυρίων ἐμοὶ θανάτων βαρύτερον.

[29] ἔπειτα πόσην εἰκὸς ἔσεσθαι βοήν, πόσον δὲ θόρυβον ἐν τῷ δικαστηρίῳ καὶ τῶν καθημένων καὶ τῶν περιεστηκότων; ἐξελήλεγκται τἀδίκημα, δέδεικται τὸ σκευώρημα. τοῦ τοιαῦτα λέγοντός ἐστι τὸ κἀκεῖνο τετολμηκέναι καὶ τῆς αὐτῆς ψυχῆς καὶ τὰ ῥήματα καὶ τὰ ἔργα. εἰ γὰρ ἐν μέσῳ ταῦτα, τί λάθρα; οὐ βαλεῖ τις, οὐκ ἀποκτενεῖ τὸν φονέα τοῦ πατρός; εἰ οὖν ἥ τε σιωπὴ τῆς αἰτίας ὁμολογία σαφὴς καὶ ἡ φωνὴ ταὐτὸν ἂν ποιοίη, τίς ὄνησις τῷ φεύγοντι τοῦ δικαστηρίου;

[30] ἀλλὰ θῶμεν βούλεσθαι πᾶσαν ἄδειαν ἅπαντος ἔσεσθαί μοι λόγου καὶ μηδένα ἐπιστομίσειν μήτε διακωλύσειν μηδ' ἐπὶ μηδενὶ τῶν λεγομένων δυσχερανεῖν, ἀλλ' ἄπειρος ὤν, ὦ πολῖται, δικαστηρίων καὶ νέος καὶ ἡλίκον ὁρᾶτε καὶ μόνος πῶς οἴσω γῆρας πατρὸς καὶ προσηγορίαν καὶ ἐμπειρίαν πραγμάτων καὶ πλῆθος ῥητόρων καὶ οἷς λυσιτελεῖ τὸ ἐμὲ τεθνάναι;

[31] τίς μοι παρέσται, τίς ἀμυνεῖ, τίς συλλήψεται, εἰ μήτε τῶν πρεσβυτέρων ἐθελήσει μηδεὶς μήτε τῶν νέων δυνήσεται; οἱ μὲν γὰρ τιμῇ τῆς αὐτῆς ἡλικίας συνοργιοῦνται τῷ πατρί, οἱ δ' οὐδ' ἂν παρακύψαι θαρροῖεν εἰς τὸ δικαστήριον. πῶς γάρ, οἳ κἂν ἐν τοῖς στενωποῖς πλείοσιν ὑμῶν συντύχωσιν, ἰλιγγιῶσιν;

[32]

ἀλλ' ἀργύριόν τις ἐλπίσας παρέσται μοι; πόθεν; ἀλλ' εὖ τι πεπονθὼς καὶ χάριν ἀποδιδούς; ποίαν; ἐγὼ γάρτοι φιλῶ μὲν ὑμᾶς ἅπαντας, ὦ πολῖται, καὶ τοὺς ὑμετέρους παῖδας, ὡς ἴσασιν οἱ θεοί, τὸ δὲ εὐεργετηκέναι μεγάλα τινὰς ἀνθρώπων οὐχ ἡμῶν τῶν νέων. οἰκέται, νὴ Δία, μεθ' ἡμῶν ἔσονται; πάνυ γε, οἱ τοῦ πατρός, οἱ τὰς πέδας εἰδότες καὶ τὸν μύλωνα. πῶς οὖν; πρὸς τίνας βλέψω; τίνας ἱκετεύσω; τίνας ἐρήσομαι; τίσιν ἀποκρινοῦμαι; πῶς διαφεύξομαι τοσαύτας τρικυμίας;

[33]    Ἀλλὰ ‹τίς› δίκαια λέγων ἡττήθη; πολλάκις ἐν τοῖς δικαστηρίοις ἤδη τις δίκην ὀφείλων οὐκ ἔδωκεν, ἕτερος οὐκ ὀφείλων ἐκολάσθη. καὶ ὥσπερ οἱ χείμαρροι πολλάκις ἀποφέρουσι τὰ πρὸς φυλακὴν πεποιημένα τῶν ἀγρῶν, οὕτω παρασύρεται τῶν δικαίων ἡ μερὶς ὑπὸ στάσεως κολάκων καὶ σεμνοτέρων ὀνομάτων, ὁποῖόν τι καὶ τὸ τοῦ πατρός. εἰ γὰρ τἄλλα πάντα ἔχων εἰσῄειν ὧν οὐδὲν ἔστι μοι νῦν, οὐκ ἂν ἐξήρκουν αἱ ὀφρύες τῷ πατρὶ καὶ τὰ νεύματα καὶ μικρὰ φωνὴ καὶ πρόσωπον κατηφὲς καὶ τό, ὦ θεοί, τί γὰρ ἐγάμουν; [34] οὐδὲν οὖν ἕτερον ἢ ἐν σχήματι κρίσεως ἀπολοῦμαι καὶ δοκῶν τῶν ἴσων μετέχειν εἰς ἄνισον ἀγῶνα ἐμπεσοῦμαι. ᾧ τοίνυν ἅπαν δικαίωμα πρὸς σωτηρίαν ἄχρηστον καὶ τὸ πάντως ἁλώσεσθαι πρόδηλον, πῶς οὐκ ἂν ἀνόητος εἴην μὴ φθάνων τοὺς δικαστάς;

[35]    Ὅτι, φησίν, ὀμοῦνται καὶ οὐδ' εἰ σφόδρα βούλοιντο, χαρίσαιντ' ἂν θατέρῳ. κωλύσει γὰρ ὁ φόβος. ἐγὼ δὲ ἀμελήσειν μὲν ὅρκων οὐκ ἂν αἰτιασαίμην τοὺς ψηφιουμένους, οἶδα δὲ πολλοὺς πολλάκις τῶν δικαστῶν καὶ ταῦτα οὐκ ὀλίγην πεποιημένους τοῦ μὴ παρακρουσθῆναι πρόνοιαν ἠπατημένους.

[36] πῶς δὴ τοῦτο γίγνεται; παρὰ τῶν δικαζομένων ἔρχεται μαθησόμενος ὁ δικαστὴς περὶ ὧν ψηφιεῖται. οὗτοι δὲ ποτὲ μὲν ἱκανῶς ἐδίδαξαν, ποτὲ δὲ οὔ. τούτων δὲ πολλάκις οἱ μὲν δεινοὶ λόγῳ διαστρέψαι τἀληθές, οἱ δὲ οὐ δύνανται δηλῶσαι περὶ ὧν ἔχουσιν ἱκανῶς. ἐνταῦθ' οὖν ὁμοῦ τε τὸ δίκαιον ἡττᾶται καὶ ὁ ὅρκος οὐ παραβαίνεται. ὁ γὰρ ἄκων ἁμαρτὼν τοῦ προσήκοντος αἰτίας ἔξω.

[37] καὶ τούτου μάρτυς ὁ νομοθέτης ἀπομνησθείς τε ἀπάτης καὶ καταρώμενος ἀντὶ τῶν παρηγμένων τοῖς φενακίζουσιν. εἰ δὲ πανταχοῦ τὸ δίκαιον ᾔδει νικῆσον, οὐκ ἂν ἦν ἐν τοῖς νόμοις οὔτε τὸ τῶν ἀπατώντων οὔτε τὸ τῶν ἀπατωμένων ὄνομα. ἀλλ' εἰδὼς μὲν ὡς οὐκ ἔστιν ὅλως ἀπάτης δικαστήρια καθαρεύειν, βουλόμενος δὲ αὐτὸ κωλύσαι τῶν μὲν ἄλλων ἐπὶ τοῦτο εὕρισκεν οὐδέν, τὴν ἀρὰν δὲ μόνην ᾤετο δεῖν ἔσεσθαι. βραχὺς δὲ ἄρα ταύτης ὁ λόγος τοῦ ἴσου καὶ τοῦ δικαίου.

[38] ἂν οὖν οἱ μὲν τὰ τῶν δεινῶν καὶ σοφιστῶν ποιῶσιν, ἐγὼ δὲ ἐκπεπληγμένος ἑστήκω καὶ σκοτοδινιῶ καὶ τὰ μὲν ‹μηδ'› εὑρίσκω, τῶν δὲ ἐπιλανθάνωμαι, μικρὸν δὲ φαίνωμαι τῶν ἀνδριάντων διαφέρειν, τοῦτ' ἤδη κατηγορία τῶν δικαστῶν; τί γάρ; ἢν ἐκεῖνοι μὲν ἐρωτῶσι· τί πρὸς ταῦτα φῄς, ὦ παῖ; πῶς συκοφαντεῖσθαι λέγεις; ἐμοὶ δὲ τὸ πρόσωπον τοῦ πατρὸς ἀποστρέφῃ τὴν γλῶτταν, ἡ τοῦ φεύγοντος αἰδὼς κακία ἂν εἴη τοῦ δικαστοῦ; ποία; μὴ τοίνυν με τῶν δικασόντων νομιζέτω τις κατηγορεῖν, ὅταν ἀπεγνωκέναι λέγω τὴν ἀφιεῖσαν ψῆφον. οὐ γὰρ ἐκείνους ὑφορώμενος, ἐμαυτὸν δὲ καταμεμφόμενος ταῦτα εἰκάζειν ἔχω.

[39] ἀλλ' εἰ δεῖ με καὶ τοῦτο συγχωρῆσαι καὶ ταῦτα οὐδαμοῦ γενησόμενα δοῦναι γενήσεσθαι ἀνωμολογημένως, ‹ὡς› ψευδεῖς ἡγήσονται τὰς αἰτίας καὶ συκοφαντίαν οὐ γεγενῆσθαι πώποτε ταύτης φανερωτέραν, καὶ τοῖς μὲν περὶ τὸν κατήγορον ἐπιτιμήσειν, τὴν ἐμὴν δὲ ἐλεήσειν ἐρημίαν, εὖ τοίνυν ἴστε ὡς καὶ τοῦτο ἐγὼ δέδοικα. καὶ νῦν ἐμοὶ τῷ ταλαιπώρῳ ἁλῶναί τε ἡ μεγίστη συμφορὰ καὶ ἀποφυγεῖν οὐ μικρά τις καὶ τὸ φυγεῖν ἐφ' οὕτως ἀτόποις ἀφόρητον.

[40] οἷον στρατηγὸς εὔνους μὲν τοῖς πεπιστευκόσι, βαρὺς δὲ τοῖς πολεμίοις ὡς τἀκείνων αὔξων ἐκρίθη καὶ κριθεὶς ἀπέφυγε. τοῦτον οὐ τὸ μὴ ἁλῶναι παραμυθεῖται, τὸ δὲ κεκρίσθαι λυπεῖ καὶ οὐδὲ ζῆν ὅ γε τοιοῦτος βούλοιτ' ἄν. ἰατρὸς κατὰ ταὐτὰ πάσαις μὲν ἐπινοίαις ὑπὲρ τῶν καμνόντων παρὰ πάντα τὸν χρόνον χρησάμενος, κρίσιν δὲ ὑπομείνας ὡς προστιθεὶς τοῖς νοσήμασιν ἑκὼν κέρδος ἂν ἡγοῖτο, κἂν ἀποφύγῃ τὸν θάνατον;

[41] ἧς γάρ τις ὡς πλεῖστον ἀφέστηκεν αἰτίας, ταύτην εἰ λάβοι, καὶ κρατοῦντι τὸ πρᾶγμα ἀφόρητον. μένει γάρ πως τὸ τῆς αἰσχύνης, κἂν ὁ θάνατος λυθῇ, καὶ δεῖ τὸν ταύτῃ πεπληγμένον ἢ κύπτειν εἰς τὴν γῆν ὥσπερ τινὰ ἄτιμον ἢ φθεγγόμενον ἐλευθερωθέντα πρέπον τῶν ἐκ τῆς γραφῆς ὀνειδῶν ἀνέχεσθαι.

[42] οὐ τοίνυν οὐδ' αὐτῷ μοι ζῆν ὑπὸ τοιαύταις ὑποψίαις ἀνεκτόν. οἶδα γὰρ οἷα καὶ περιὼν ἀκούσομαι· ὁ τοῦ πατρὸς φονευτής, ὁ τοσοῦτον εἰς τὸν οἶκον ἐμβαλόμενος κακόν, τοῦτον δ' εἰς ἱερὰ φοιτᾶν; τοῦτον δὲ ἀγορᾶς ἐπιβαίνειν; τοῦτον δὲ μετέχειν ἐκκλησιῶν;

[43]

ἀλλὰ γὰρ ἐπελαθόμην ἐμαυτοῦ προσδοκῶν σωτηρίαν καὶ οἷά με μένει ῥήματα νενικηκότα. πόθεν γὰρ ἐμοὶ νίκη; τί ποιήσει παῖδα πατρὸς ἐν δικαστηρίῳ δυνατώτερον; ποία τύχη;

[44]    Ἀλλ' ἀκούσεται, φησίν, ὁ πατὴρ κακῶς ἀποκτείνας ἄκριτον. ὁ γὰρ λοιδορεῖν βουλόμενος τὸν οὐδὲν ἠδικηκότα φήσει παῖδα τεθνάναι. κρίνας δέ, ὦ τάν, ταῦτα διαφεύξεται; οὐ γὰρ καὶ τότε οἱ λέγοντες ἔσονται; ἀνηρπάσθη νέος ἐκ συκοφαντίας. κατέχωσεν ὁ πατὴρ βλασφημίαις τὸν υἱόν. ἐπέκλυσε φωναῖς ῥητόρων γεγυμνασμένων τὸν οὐδὲ οὗ γῆς εἱστήκει καλῶς εἰδότα. οἴεσθε, ὦ πολῖται, παῖδα πατρὸς ἐν δικαστηρίῳ ἡττημένον δόξειν ποτὲ δικαίως ἡττῆσθαι; οὐκ ἔστιν οὕτω μικρὸν ὄνομα ὁ πατήρ.

[45] τῆς οὖν αὐτῆς ἐξ ἑκατέρου περιστησομένης δόξης χαρίζομαι τῷ πατρὶ τὰ πολλά, τὸ μήτε εἰσαγωγέων μήτε δικαστῶν μήτε λόγων τῶν ἵνα τι λάβωσιν ἅπαντα ποιούντων δεῖσθαι μηδέν. φθείρονται παρ' αὐτὸν καθ' ἑκάστην ἡμέραν καὶ στένουσι δὴ καὶ τὸν κατάρατον καὶ τὸν δυσσεβῆ καὶ πάντα τὰ τοιαῦτα καλοῦσιν ἐμέ. καὶ οἶδα ὡς ἀνθ' ἑκάστου τούτων τῶν ῥημάτων φέρων τι τούτων ἕκαστος τῶν ἀνθρώπων ἀπέρχεται. τούτων ἐλευθερῶ τὸν ἐμαυτοῦ πατέρα μεθιστὰς ἐπ' ἔργον αὐτὸν τὰ πολλὰ ταῦτα περικόπτον. τί γὰρ ἂν γένοιτο συντομώτερον τοῦ ξίφος ἀνελόμενον πλῆξαι τὸν οὐ μαχόμενον;

[46]    Ἀλλὰ χαλεπόν, φησί, τοῦτο πατρὶ καὶ ἴσως οὐδὲ δυνατόν. οὐδὲ γὰρ ὑφ' ὅτου παρακαλοῖτ' ἂν παραδείγματός ἐστιν. οὐδαμοῦ γὰρ ὁ νόμος οὗτος ἔργον φαίνεται προσλαβών. πρόσθες, εἰ βούλει, καὶ ταῦτα τὰ πανταχοῦ τε καὶ παρὰ πάντων θρυλλούμενα, ὅτι ὁ νόμος οὗτος ὁ λέγων ἀκρίτων εἶναι παίδων σφαγὰς δεδοικέναι μὲν τοὺς παῖδας τὴν ἐξουσίαν ταύτην καὶ κατὰ τοῦτο σωφρονεῖν βούλεται, σφάττειν δὲ οὐδένα δίδωσιν οὐδὲ μύσους οὗ οὐδεὶς ἂν ἐκνίψειεν ἐμπιπλᾶν τὴν πόλιν. ἤκουσα ταῦτα πολλάκις, ἀλλ' ὅμως ὁ ἐμὸς πατὴρ σφαττέτω μόνος, ἐπειδὴ καὶ μόνος ἐστὶ παιδὸς πατὴρ οὕτως ἐπιθυμοῦντος ἀποθανεῖν.

[47]    Ἀλλ' ἐμποδών, φησίν, ἡ φύσις ἔσται. ποία φύσις; ἣν ἐγὼ σαθράν, ὡς αὐτός φησιν, ἀπέφηνα; πάλαι ταῦτα ἦν κοσμεῖν τὴν φύσιν καὶ θεὸν καὶ θεῶν μεγίστην ἀποκαλεῖν, ἣ καὶ δι' αὐτῶν ἀφικνεῖται τῶν ἑρπετῶν τὴν αὑτῆς ἐπιδεικνυμένη ῥώμην, ἣ πείθει πατέρας μὲν προκινδυνεύειν παίδων, τῶν πατέρων δὲ τούτους. καὶ παρατάξεις καὶ μάχας καὶ φόνους καὶ τὸν τοῦ θνήσκειν ἐν τοῖς ὅπλοις ἔρωτα ἥδε ἐστὶν ἡ ποιοῦσα. αὕτη διδάσκει τοὺς μὲν τῶν ψυχῶν ὠνεῖσθαι τοῖς ἐγγόνοις τὴν ἐλευθερίαν, τοὺς δὲ ἐκείνοις ἐξ ὧν ἔφυσαν αὐτοί.

[48] τούτους ἀλύτους μέχρι τῆς ἐμῆς τόλμης ἐτήρησεν ὁ χρόνος τοὺς νόμους, ἀλλ' αὐτὸς τοσαύτην ἰσχύν, ὡς αὐτὸς βοῶν λέγει, ἐξήλεγξα καὶ διέφθειρα καὶ κατεπάτησα τὸν θεσμόν. καὶ ὅτε δὴ πρὸς αὐτὸν ἐμνήσθην οἴκοι τῆς φύσεως, διεφαύλισεν. αὐτὸς τοίνυν ὁμολογείτω καὶ μὴ νῦν μὲν αὐτὴν τὸ μηδέν, νῦν δὲ μέγα τι νομιζέτω.

[49] ἀποστήτω τῆς τοῦ παιδὸς ἐννοίας καὶ λεγέτω πρὸς αὑτόν· οὐ παῖδα κτενεῖς. οὔ, ἀλλ' ἐχθρόν, δυσμενῆ, πολέμιον. εἰ μὲν γὰρ οὐ ταῦτα πέπεισται, τί πρὸς τὴν κρίσιν αὐτὸν ὠθεῖ; τί ἀποστερεῖ τὸν οἶκον παιδὸς οὐδὲν ἠδικηκότος; εἰ δ' οὐδεὶς ἂν αὐτοῦ τοῦτο ἐξέλοι τῆς γνώμης, τῷ τρόπῳ κρινέτω τὸν υἱόν, μὴ τῷ σπέρματι.

[50]    Καλεῖτε δὴ τὸν πατέρα καὶ τὴν χάριν ἐπαγγέλλετε· παραλαμβανέτω με παρ' ὑμῶν καθάπερ τινὰ αἰχμάλωτον. εἴτ' ἐνταῦθα βούλοιτο σφάττειν ἐν ὀφθαλμοῖς τοῦ δήμου παντός, σφαττέτω· εἴτ' ἐν τῷ βουλευτηρίῳ τῆς βουλῆς καθημένης, κτεινέτω· εἴτε πρὸ τοῦ δικαστηρίου, πληττέτω· εἴτ' ἐπὶ μέσης τῆς ἀγορᾶς, παιέτω. τάχα δ' ἂν πρέποι τῷ ἔργῳ τῆς οἰκίας ὁ ἀνδρών, οὗ τῷ πατρὶ συσσιτῶν οὐδὲ αὐτὴν ᾐδέσθην τὴν τράπεζαν. καλεσάτω μὲν τὴν συγγένειαν ἅπασαν, περιστήσας δέ μου τῷ σώματι καὶ ἄνδρας καὶ γυναῖκας ἀνίσχοντος ἡλίου πολλὰ κατ' ἐμοῦ διαλεχθεὶς πρὸς αὑτὸν οὕτω κατακοπτέτω.

[51]    Ἀλλ' οὐδὲν ἂν τούτων δύναιτο. καλῶς. ἀλλ' ἐκεῖνό γε ῥᾷστον τοῖς πρώτοις τουτὶ περὶ ἐμοῦ πρὸς αὐτὸν φθεγξαμένοις παραδοῦναί με πρὸς σφαγήν. οἴσω κἀκείνους ἐπιφέροντας τὸ ξίφος. εἰ δὲ κἀκεῖνοι φύγοιεν ἂν τὸν φόνον, ὅπερ ἐγὼ θαυμάσαιμ' ἄν, ἕξει τινὰ τῶν οἰκετῶν ἀνθ' αὑτοῦ. οὐκ ἀπορήσει παντάπασι σφαγέως. ἐπειδὰν οὖν ὧδε ᾖ τῷ θυμῷ κεχαρισμένος, σπεισάσθω πρὸς τὸν νεκρὸν καὶ καταλυσάτω τὴν ὀργὴν καὶ δότω τινὰ τῷ τεθνεῶτι χάριν. πολλοὶ δὲ οἷς ζῶσιν ἐπολέμουν, τούτους ἐδάκρυσαν κειμένους.

[52] οἴεσθέ με μνῆμα ἐρεῖν καὶ κολωνὸν ἤ τι τῶν τοιούτων ἃ παραμυθεῖσθαι δύναιτ' ἂν τὴν οὕτως ἀπελθοῦσαν ψυχήν; οὐδαμῶς. τοιγάρτοι τοὐναντίον αἰτῶ. μηδεὶς ἐμὸς φαινέσθω τάφος μηδὲ ἐχέτω τις ἐπιστὰς λέγειν· ὁ δεῖνα τοῦ δεῖνος ἐνθάδε κεῖται, ἀλλ' ἀγνοείσθω μὲν οὗ κέκρυμμαι, γεωργὸς δὲ ἄνωθεν ἀρούτω καὶ σπειρέτω. μᾶλλον δὲ ἄταφόν με ὁ πατὴρ ἐκριψάτω. βέλτιον δὲ ἴσως, εἰ καταποντίσειε.

[53]    Πρὸς δὲ τοὺς ἡλικιώτας τοὺς ἐμαυτοῦ τοσοῦτον εἰπὼν παύσομαι· ὦ κοινωνοὶ παιδείας καὶ τῶν καλλίστων διατριβῶν, ὅτι μὲν ἐστὲ καὶ χρηστοὶ καὶ δίκαιοι καὶ φιλοπάτορες εὖ οἶδα, δεῖ μέντοι δεδοικέναι μὴ τουτί που τὸ κακὸν ἀρξάμενον ἀπ' ἐμοῦ πολλοὺς τῶν νῦν ἐπαινουμένων εἰς ὁμοίαν δόξαν ἐμβάλῃ. φυλάττετ' οὖν ἅπαντα καὶ παρατηρεῖτε καὶ ὅπως μὴ λαθόν τι τὴν παροῦσαν ὑμῖν εὐδαιμονίαν ἀνατρέψῃ σκοπεῖσθε. τουτὶ δὲ οὐχ ὑμῶν μᾶλλον ἢ ὅλης τῆς πόλεως ὄφελος.

[54]    Ὁ πατὴρ δέ, εἰ σφόδρα ἐπιθυμεῖ δικαστηρίου καὶ κρίσεως, νῦν μὲν ἀποκτεινάτω με, μετὰ δὲ ταῦτα ἐν Ἅιδου τεθνεὼς τεθνεῶτα παρὰ τοῖς ἐκεῖ δικασταῖς διωκέτω, οὗ μία πλεονεξία μόνη τῶν δικαίων ἡ ῥοπή.