3415 233 1 18 4 0 IV d. C. Retorica Libanius XIX Declamationes Foerster, R., Leipzig, Teubner, 1922 Rist. 1997, Hildesheim, Olms. 62

Libanius - Declamatio XIX

Μετὰ τὰ ἐν Χαιρωνείᾳ Φίλιππος ἐξῄτησε Δημοσθένην. ὁ δῆμος ᾔτησε πέντε ἡμέρας εἰς σκέψιν. ἐν ταύταις ὁ Δημοσθένης ἀποθνήσκειν ἀξιοῖ.

Δημοσθένης.

[1]   Μάτην, ὦ ἄνδρες Ἀθηναῖοι, τὰς πέντε ταύτας ἡμέρας ᾐτήσατε παρὰ τῶν ἐκ Μακεδονίας ἡκόντων ὡς ἂν ἐν αὐταῖς ἄμεινόν τι βουλευσόμενοι περὶ τοὐμοῦ σώματος. ἐγὼ γὰρ ὑμῖν τὸν μακρὸν τουτονὶ συντέμνω χρόνον, ἵνα μηδὲ τούτου χάριν ἔχητε μηδεμίαν τοῖς τοῦ Φιλίππου πρέσβεσι, καὶ τὰς ἀποκρίσεις ἀνθ' ὑμῶν ἔργῳ δίδωμι. δέομαι δέ, ὦ ἄνδρες Ἀθηναῖοι, μεταδοῦναί μοι τοῦ κωνείου καὶ τοὺς πρέσβεις ἐκπέμπειν τὸν ἥδιστον τῷ δεσπότῃ φέροντας λόγον ὅτι τέθνηκε Δημοσθένης.

[2]    Ὃ μὲν οὖν ἤλπιζον, ὦ φιλανθρωπότατοι πάντων, ὑμεῖς ἐποιήσατε, περὶ τῆς τελευτῆς ἀκούσαντες τῆς ἐμῆς ἠθυμήσατε, τοιοῦτος γὰρ ὁ ὑμέτερος δῆμος, ἐλεεῖ τοὺς ἀτυχοῦντας, κἂν πρότερον ὦσί τι λελυπηκότες, μή τί γε συνεχῆ τὴν εὔνοιαν πρὸς τὸν δῆμον ἐπιδεδειγμένοι· ἐγὼ δὲ ἄνευ τῶν ἄλλων λογισμῶν καὶ δι' αὐτὸν τὸν νῦν ὑμῶν ἐπὶ τοῖς εἰρημένοις οἶκτον οἶμαι δεῖν ἀποθανεῖν. πολὺ γὰρ βέλτιον ἐνταῦθά μου τελευτῶντος κλαῦσαι τὸν δῆμον ἢ διὰ τῶν πρέσβεων ἐμοῦ τε καὶ ὑμῶν παρὰ τὸν ἐχθρὸν ἑλκομένου. εἰ γὰρ οὐδὲ τοῦτο φέρετε ‹τὸ› μετριώτερον, οὐ γὰρ μικρὰ παραμυθία ταφῆς οἴκοι τυχεῖν, πῶς ἐκεῖνό γε οἴσετε τὸ πάντων ἐλεεινότατον;

[3]    Μηδεὶς ‹δ'› ὑμῶν, ἂν μεταξύ μου λέγοντος ἐπεισέλθῃ δάκρυα τοῖς λόγοις, φιλοψυχοῦντά με καὶ δεδοικότα τὸν θάνατον ἡγείσθω τοῦτο πεπονθέναι, πᾶν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ‹καὶ› τὸ δεινότατον, ἂν ὑπὲρ ὑμῶν δέῃ παθεῖν, κοῦφον ἐμοί, ἀλλ' ἀπ' ἐκείνης τῆς ἡμέρας ἐν ᾗ κακῶς ἔκρινεν ὁ δαίμων τὴν μάχην οὔτε νυκτὸς οὔθ' ἡμέρας ὀδυρόμενος πέπαυμαι θαυμάζων τε τὴν τῶν παραταξαμένων ἀρετὴν καὶ μεμφόμενος τῇ τύχῃ. καὶ νῦν ἀπό τε δακρύων καὶ βουλῆς τῆς ὑπὲρ τῶν ἠτυχηκότων ἥκω. ἐβουλευόμην γάρ, εὖ ἴστε, τίς ἂν ἐπανόρθωσις τοῖς συμβᾶσι γένοιτο. θαυμαστὸν ‹οὖν› οὐδὲν εἰ μνησθεὶς Χαιρωνείας πάθοιμί τι παραπλήσιον.

[4]    Ὅτε μὲν οὖν εὐθὺς ἤκουσα πρεσβείαν ἐκ Μακεδονίας ἀφῖχθαι, τοιοῦτός μοί τις παρίστατο λογισμός, ὅτι Φίλιππος οὐ σφόδρα ὢν ἀναίσθητος ἄνθρωπος ἀπιστεῖ τοῖς πεπραγμένοις καὶ τοιαῦτα, ὡς εἰκός, ‹πρὸς ἑαυτὸν› διείλεκται· ἐγὼ παῖς ὢν Ἀμύντου τοῦ φόρους Ἀθηναίοις φέροντος καὶ μόλις σωθεὶς ὑπὸ τῆς Ἰφικράτους τοῦ 'κείνων στρατηγοῦ φιλανθρωπίας, μικρὸς ὢν καὶ ταπεινὸς καὶ δεδιὼς τοὺς πέριξ βαρβάρους καὶ μετὰ μὲν Θηβαίων ἐλπίζων Ἀθηναίους λυπήσειν, ἄνευ δὲ ἐκείνων πείσεσθαί τι κακὸν οὐ μικρὸν νῦν Ἀθηναίους ὁμοῦ καὶ Θηβαίους ἐνίκων πληγεὶς μὲν τῇ προτέρᾳ μάχῃ, πληγεὶς δὲ τῇ δευτέρᾳ, τῇ τύχῃ δὲ περὶ τὴν τρίτην χρησάμενος.

[5] τί οὖν εὖ φρονοῦντός ἐστι; μὴ βέβαιον ἡγεῖσθαι τὴν ταύτης συμμαχίαν, ἧς ἔργον μεταπηδᾶν ἐπὶ τοὺς ἡττημένους ἀπὸ τῶν κεκρατηκότων καὶ τοὺς αὐτοὺς αὔξειν καὶ καθαιρεῖν. δέος γὰρ μὴ οὓς νῦν αἰχμαλώτους ἔχω, τούτους ἴδω μικρὸν ὕστερον τὴν Μακεδονίαν ἔχοντας.

[6] ἤκουε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῆς ἡμετέρας πόλεως καὶ οὐ λέληθεν αὐτὸν ὡς οὐδὲν πταῖσμα αὐτὴν οὐδεπώποτε τελείως κατήνεγκεν, ἀλλ' ἐξ αὐτῶν τῶν ἐναντιωμάτων ἀνέδραμε. πολλάκις ἤκουεν Ἀμφίπολιν καὶ τοὺς ἐκεῖ νεκρούς, ἤκουε Δήλιον καὶ τοὺς ἐκεῖ πεσόντας, τὸ μέγιστον, ἤκουε Σικελίαν καὶ ‹τὰς› τέσσαρας μυριάδας, αὐτὸν ἤκουε τὸν Ἑλλήσποντον καὶ τοὺς τριάκοντα τυράννους, μεθ' οὓς Κνίδος καὶ ναυμαχία καὶ πάλιν τείχη τὰ Κόνωνος. ταῦτ' αὐτὸν ἡγούμην ἐγὼ καὶ πεπυσμένον καὶ μεμνημένον ἐθέλειν τὴν εὐημερίαν φιλίᾳ κατακλεῖσαι καὶ μὴ βούλεσθαι δευτέρᾳ πείρᾳ παραδοῦναι τὰ πεπραγμένα καὶ τοὺς πρέσβεις ἥκειν ἡμῖν διαλεξομένους τι συμβατικόν.

[7] ὡς δὲ εἶπέ μοί τις παραστὰς Ἀθηναίων τινὰ τοὺς ἐκεῖθεν ἥκειν ἀπάξοντας, οὐκ ἐμοῦ γε, ἔφην, ζῶντος. παρελθὼν γὰρ ἀναγνώσομαι μὲν τοὺς νόμους τοὺς Σόλωνος οἳ τὸν Ἀθηναῖον Ἀθήνησι κρίνουσιν, οὐκ ἄκριτον ἐγχειρίζουσιν ἀνομίᾳ τυράννων, διαλέξομαι δὲ περὶ τοῦ τῆς πόλεως ἤθους, ὅτι τοῦτον μέντοι τὸν δῆμον οὐ ‹κατήνεγκεν› καιροῦ χαλεπότης, οὐ Θηβαίων ἰσχύς, οὐ ῥώμη Λακεδαιμονίων, οὐχ ἡ πάντα κινήσασα τοῦ βαρβάρου στρατιὰ καὶ πλεύσασα μὲν διὰ γῆς, πεζεύσασα δὲ διὰ θαλάττης ἣν ἔδησεν, ἐκβαλοῦσα δὲ καὶ πόλεως καὶ χώρας τοὺς Ἀθηναίους τοῦ μηδὲν ἀνάξιον ὑπομεῖναι δόξης. καὶ ταῦτα ᾔδει καλῶς ὁ τούτου πρόγονος Ἀλέξανδρος ὃς τοσοῦτον ἀπέσχε τοῦ λαβεῖν τι παρ' ὑμῶν ὥστε φέρων τὰς μεγάλας βασιλέως δωρεὰς μόλις ἐσώζετο.

[8] τοιούτοις καὶ πολλοῖς ἑτέροις διενοούμην λόλοις τῷ κινδυνεύοντι συνειπεῖν, ᾤμην γὰρ ὁ μάταιος ἐγὼ τὸ κακὸν ἐφ' ἕτερον φέρεσθαι. καίτοι μ' ἐχρῆν εὐθὺς ἀκούσαντα τί ποτ' ἔσθ' ὃ ζητοῦντες ἥκουσιν ἐμαυτὸν ἐλπίσαι. πολλὰ γὰρ ἦν τὰ ποιοῦντα ταύτην τὴν ἐλπίδα, πόλεμος ῥήτορος καὶ τυράννου, μακροὶ λόγοι καὶ λυπηροί, ψηφίσματα μαχόμενα ταῖς ἐπιβουλαῖς, πρεσβεῖαι πολλαί, χρυσίον ὑπεροφθέν, τῶν εἰληφότων κρίσεις, δημηγορίαι δῆμον ἀργοῦντα ἐπεγείρουσαι.

[9] πῶς οὖν ‹ἂν› ἐμὲ παραλιπὼν ἐκεῖνος ἐπ' ἄλλον ἧκε; τί δεῖ τὰ πολλὰ λέγειν; εἶπον οἱ πρέσβεις πρὸς ὑμᾶς· ἥκομεν, ὦ ἄνδρες Ἀθηναῖοι, Δημοσθένην τὸν ἐχθρὸν τοῦ Φιλίππου ληψόμενοι παρ' ὑμῶν. δότε. ταῦτ' ἀκούσας ἐγὼ τοὺς μὲν λόγους οἷς ἂν ἄλλον ἔσωζον ἀφθόνους ὄντας ‹χαίρειν› εἴων φορτικὸν ἡγούμενος ὑπὲρ ἐμαυτοῦ με λέγειν, σιγῇ δ' ἐκαθήμην ἀναμένων ὅ τι τῷ δήμῳ δόξοι νομίζων ἐξεῖναι πρεπούσας ἐλευθέροις ποιεῖσθαι τὰς ἀποκρίσεις. πῶς οὖν ὑμεῖς; ὦ Χαιρώνεια, πονηρὸν χωρίον, ὡς γενναῖόν τε δῆμον καὶ δεινὸν ἀκαιρίας ἐνεγκεῖν ἐθορύβησας; τῆς ἐκεῖ δυστυχίας ἦν καὶ τὰ νῦν. ᾐτήσατε πέντε ἡμέρας εἰς βουλήν. καὶ οἱ Μακεδόνες μόλις μέν, ἐπένευσαν δέ.

[10]    Ἀλλ', ὦ βέλτιστοι πρέσβεων, οὐδὲν δεῖ διατριβῆς οὐδὲ δεῖται τοιαύτης ὁ δῆμος χάριτος. οὐκ ἐῶ τοσοῦτον αὐτοὺς κατατρίψαι χρόνον. τήμερον τό γε ἐμὸν ἀναστρέψατε μέρος. οὗτοι μὲν γὰρ παρ' ὑμῶν πέντε ᾔτησαν ἡμέρας, ἐγὼ ‹δὲ› παρ' ὑμῶν φάρμακον. νόμος δ' ἐστὶ παρ' ἡμῖν τὸν οὐ βουλόμενον ζῆν ἀποθνήσκειν, ὃν οὔπω λέλυκε Φίλιππος. ἕως οὖν κρατεῖ, τοῦδε τῆς βοηθείας ἀπολαύσω.

[11] τοῖς ἀνίατόν τι νοσοῦσι, φησί, τὴν ἐπὶ τὸν νόμον εἶναι καταφυγὴν καὶ τοῖς τέκνα ἀποβαλοῦσιν ἢ τὴν οὐσίαν ἤ τι τοιοῦτον ἕτερον πεπονθόσιν. εἰ δὲ ὁ δῆμος δεῖται μακροτέρας περὶ σοῦ βουλῆς, πῶς τοῦτ' ἄξιον θανάτου; τοῖς ἰδιώταις τις ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, λεγέτω, ὧν αἱ τύχαι τοῖς ἰδίοις κρίνονται πράγμασι. ῥήτορα δὲ καὶ τοῦτον Δημοσθένην τὸν ζηλωτὴν Ἀριστείδου καὶ Νικίου καὶ Περικλέους μὴ πρὸς τὸ σῶμα καὶ τὴν οὐσίαν βλέπων ἐξέταζε.

[12] οὐ γὰρ τούτων ἐπιμελούμενος οὐδ' ὑπὲρ τούτων εὐχόμενος διαγέγονα τοῖς θεοῖς, ἀλλ' ἀπολέσθαι μὲν τὸν ἐπίορκον Φίλιππον, ὃ πάντως ἔσται, κἂν ἀποθάνῃ Δημοσθένης, τὸν δῆμον δὲ εἰς ὕψος ἆραι τῶν Ἀθηναίων μάχαις καὶ νίκαις καὶ τροπαίοις οὐδὲν ἐλάττοσι τῶν θαυμαστῶν ἐκείνων ὧν τὸ μὲν ἕστηκε παρ' ἡμῖν Μαραθῶνι, τὸ δὲ Πλαταιᾶσι, τὰ δὲ ἐν ταῖς πλησίον ταυταισὶ νήσοις, Εὐβοίᾳ καὶ Σαλαμῖνι.

[13] ταῦτ' εὐχόμην, τούτων ἐπεθύμουν κληρονόμους τε ὑμᾶς ὁρᾶν τοῦ προγονικοῦ φρονήματος. ἡ μὲν οὖν προαίρεσις καλὴ καὶ τῇ τῶν εἰς Μαραθῶνα δραμόντων ἴση, ἐδράμετε καὶ ὑμεῖς πρὸς τὰ τέρματα τῆς Βοιωτίας ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἔπεσόν τινες ὑμῶν ὡς ὁ Κυναίγειρος ἐκεῖνος, ὡς ὁ Καλλίμαχος, ὡς οἱ τὸν ἐκεῖ πεπληρωκότες τάφον· τὰ δὲ ἐπὶ τῆς ἐκκλησίας ταύτης σμικρὰ καὶ ταπεινὰ καὶ ἀνάξια τῆς ἐξόδου.

[14] δεδυστυχήκαμεν γάρ, ὁμολογῶ. τί οὖν θαυμαστὸν εἰ οὓς ἐβουλόμην εὐτυχεῖν ἀτυχοῦντας ὁρῶν οὐ φέρω; ἐπὶ τῆς Ἀττικῆς ἐκκλησίας, ὦ Ζεῦ, Μακεδόνων ἐδεήθησαν οἱ Ἀθηναῖοι μὴ ταχείας δοῦναι τὰς ἀποκρίσεις. ἐν τούτοις, ὦ ἄνδρες δικασταί, τοῖς ὀλίγοις ῥήμασιν ἐν οἷς ἐκείνας ἀνεβάλεσθε Δημοσθένει συνεβουλεύσατε θνήσκειν. εἶδον τὸν φοβοῦντα δῆμον Ἕλληνας καὶ βαρβάρους συνεσταλμένον, οὗ τοὐναντίον εὐχόμην. ὦ Γῆ καὶ Ἥλιε, σπουδῆς μεγάλης καὶ καλῆς διήμαρτον. οὐ δύναμαι ζῆν οὕτως ὑμῶν ἐκκλησιαζόντων.

[15]

πολλοὶ πολλάκις αὑτοὺς ἐπαπέκτειναν ‹τοῖς› ἐρωμένοις. ὁρῶ κἀγὼ τὸν ἐρώμενον τὸν ἐμαυτοῦ τὸν δῆμον τῶν Ἀθηναίων οὐκέθ' ὁμοίως ἀνθοῦντα. ἵν' οὖν ἀπαλλαγῶ τοῦ τοιαύτας ὁρᾶν ἐκκλησίας, ἄπειμι τήμερον καλὸν τέλος ἐπιθεὶς τοῖς πεπολιτευμένοις.

[16] οὐκ ἐκκέκομμαι τὼ ὀφθαλμώ, λέγεις. εἴθε τοῦτο ἐπεπόνθειν ὑμῶν ὄντων μεγάλων. οὐκ ἀποκέκομμαι ‹τὸ› σκέλος. εἴθε ἀμφότερα τοῦ προσήκοντος ὑμῖν φυλαττομένου. οὐ καταρρεῖ μοι τὸ σῶμα. μικρὸν τὸ κακὸν τῆς ὑμετέρας ἐρρωμένης τάξεως. ὁρᾶτε καὶ τὸν Φίλιππον οὐ φεύγοντα τὴν τοιαύτην εἰσφοράν, ἀλλὰ τοῖς μέρεσι τοῦ σώματος τὴν δόξαν ὠνούμενον.

[17] ἐβουλόμην χρῆσαι τὸν θεὸν ἀπολεῖσθαι Φίλιππον, εἰ Δημοσθένης ὑπὲρ τῆς πόλεως ἐπιδοίη τὴν παῖδα. οὐ γὰρ ἂν εἴδετέ με ζητοῦντα τότε φάρμακον, ἀλλὰ τὸν Ἐρεχθέα μιμούμενον. νῦν δέ, ὃ πολλάκις ὑμῖν εἶπον, οὐ φέρω καὶ ἅμα σκοπῶ, πῶς ἂν ὑμᾶς καὶ ἐκ τῶν παρόντων ὀνήσαιμι. δεῖ γάρ μου καὶ τὴν τελευτὴν ὥσπερ καὶ τὸν βίον κέρδος γενέσθαι τῇ πόλει. πῶς οὖν τοῦτο ἔσται; θεωρήσατε.

[18]    Νῦν δεδέησθε πέντε ἡμερῶν εἰς βουλήν. οὐκοῦν ἐν ταύταις ἢ δώσετε ἢ οὔ. ἐὰν μὲν τοίνυν ἐκδῶτε καὶ παρὰ τῆς ὑμετέρας με γνώμης λαβόντες ἀπάγωσι, πολλοὺς μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παραβήσεσθε νόμους, ἀλλότριοι δὲ τῶν πατέρων φανεῖσθε, διδάξετε δὲ τὸν Φίλιππον ἄλλον μετ' ἐμὲ ζητεῖν καὶ μετ' ἐκεῖνον ἕτερον καὶ πάντας ἑξῆς τοὺς τῆς ἐμῆς τάξεως, ἕως ἂν μόνον γένηται τὸ βῆμα τῶν ὑπὲρ ἐκείνου λεγόντων, οἱ δὲ γράψουσι ῥᾳδίως πλεῖν τε Φιλίππῳ τὰς τριήρεις καὶ στρατιώτας ἀκολουθεῖν καὶ στρατηγὸν ὑμέτερον ἕπεσθαι.

[19] ταυτὶ μὲν εἰς βλάβην τηλικαῦτα, ἕτερον δέ, διαβεβλήσεσθε πρὸς ἅπαντας ἀνθρώπους ὡς οὐ καλῶς τοῖς εὔνοις ἀποδιδόντες τὰς χάριτας. ἀτύχημα δὲ ὡς ἐν τοῖς παροῦσιν οὐ μικρὸν τὸ πάνυ γνώριμον εἶναι τὸν δῆμον. διὰ γὰρ τὰς πολλάς, ὦ ἄνδρες Ἀθηναῖοι, πρεσβείας οὐ μόνον ἐν τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν βαρβάρων οὐκ ὀλίγοις ἔγνωσθε.

[20] πρὸς οὓς εἰ πέμποιτε πρεσβείας παρακαλοῦντες ἐπὶ τὸν Φίλιππον, ἥξει γάρ, ἥξει καὶ τούτου καιρός, οὐκ οἴεσθε πάντας εὐθέως ἐρεῖν; θαυμαστοί γέ ἐστε φιλίας μεμνημένοι πρὸς ἡμᾶς. ὑμεῖς Δημοσθένην, ῥήτορα ἄυπνον καὶ φιλόπονον καὶ τῶν Φιλίππου παρ' ἡμῖν ἀεὶ κεκρατηκότα πρέσβεων, ἐξέδοτε τοῖς ἐχθροῖς οὐ θεοὺς δείσαντες, οὐκ ἀνθρώπους αἰσχυνθέντες, οὐκ αὐτὸ τὸ βῆμα τὸ παρ' ὑμῖν ἐφ' οὗ τοὺς πολλοὺς ἐκείνους καὶ καλοὺς διεξῄει λόγους. τί οὖν χρὴ παρ' ὑμῶν προσδοκᾶν; ὑμῖν συμπολεμήσομεν ἀνθρώποις οὐκ εἰδόσι μεμνῆσθαι χάριτος;

[21]    Ὁρᾶθ' ὅπως ὑμῖν κλείει τὰς πόλεις τὸ παρ' ὑμῶν ἐμὲ τοῖς Μακεδόσι δοθῆναι; ποιεῖ δὲ καὶ τῶν πολιτευομένων τοὺς βελτίστους, ὦ ἄνδρες Ἀθηναῖοι, ἀφώνους. τίς γὰρ ἀναστήσεται τοῦ κήρυκος καλοῦντος; τίς ἐρεῖ λόγους ὑμῖν μὲν συμφέροντας, αὑτῷ δὲ ἐπιζημίους; τίς εὑρήσει πόρους χρημάτων; τίς ξένους, τίς συμμάχους αὐτοὺς γράψοντας εἶναι †χρείαν· αἰτίαν, ἂν καθαρεύητε, σχῆτε.

[22] διὰ τοῦτο ἐπ' ἐμαυτὸν ἀφ' ὑμῶν μεθίστημι τὴν μέμψιν, μᾶλλον δὲ ὑμᾶς μὲν ἀπαλλάττω μέμψεως, ἐμαυτῷ δὲ κτῶμαι δόξαν ἀθάνατον ἐκ τοῦ μηδὲν ὑμᾶς ἁμαρτεῖν ἐᾶσαι. μὴ γὰρ ἐχέτω τοῦτο Φίλιππος λέγειν μήτε παίζων μήτε σπουδάζων μήτε πρὸς τοὺς ὡς αὐτὸν ἐρχομένους μήτε πρὸς τοὺς Ἕλληνας διὰ πρέσβεων· Ἀθηναῖοί μοι τὸν δημαγωγὸν ἐξέδωκαν. οὐ βούλομαι τοιούτων τὸν ἄνθρωπον ἐκεῖνον εὐπορῆσαι ῥημάτων. εἰ γὰρ καὶ νῦν συκοφαντῶν τὴν πόλιν οὐκ ὀλίγα παρεσπᾶτο, τίς ἔσται κατηγορῶν ἀληθῆ; λεγέσθω πανταχοῦ τῆς οἰκουμένης· ὑπὲρ τῆς κοινῆς δόξης ἐπέδωκεν, ὡς ὁ Λεὼς τὰς θυγατέρας, ὡς ὁ Κόδρος αὑτόν, ὡς πάλαι ποτὲ τὴν χορηγίαν, οὕτως ἐπέδωκε Δημοσθένης τὴν ψυχήν.

[23]    Εἶεν. ἐκδοθέντος μέν μου παρ' ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τοσαῦτα καὶ ἔτι πλείω κακὰ περιστήσεται τὴν πόλιν, ἂν δὲ δόξῃ βουλευομένοις ὑμῖν ἀντειπεῖν τῷ Φιλίππῳ καὶ τὸ δίκαιον δεῖσαι μᾶλλον ἢ τὸ πταῖσμα τὸ συμβάν, πάλιν αὐτὸ τοῦτο ἄξιόν μοι θανάτου τὸ δεῖν με μακρὰν οὕτως ἀναμεῖναι βουλήν. ἐπὶ τί γὰρ δεῖσθε τῶν πέντε τούτων ἡμερῶν; εἰπέ μοι. ἵνα πύθησθε παρὰ τοῦ δεῖνος, εἰ χρήσιμος οὑτοσὶ Δημοσθένης καὶ σωτηρίας Ἀθηναίοις ἄξιος; καὶ τί ζῶ μετὰ πολλὴν οὕτω πολιτείαν ἀγνοούμενος; οὐκ ἔστι. κωλύω πονηρὰς ἐκκλησίας θανάτῳ καλῷ. οὐ δώσω κατηγορίας ἀφορμὰς ὡς ὁ δῆμος Ἀθηναίων ὁ πάντων ὀξύτατος εὑρεῖν τὸ δέον πέντε ἡμέρας ἐν τοῖς οὕτω προδήλοις ἀνάλωσεν.

[24]    Ἔτι τοίνυν ἐνθυμεῖσθε οἷον ἔσται τὸ πρᾶγμα. πληρώσετε τὴν ἐκκλησίαν καθ' ἑκάστην ἡμέραν, παρελθόντες δὲ οἱ τῆς Φιλίππου προαιρέσεως τὸν πολεμοποιόν, τὸν ταράττοντα τὴν πόλιν, τὰ τοιαῦτα ἐροῦσι καὶ κελεύσουσιν ἐκδοῦναι. οὐκοῦν ἐπὶ τούτοις οἱ δημοτικοὶ βοήσονται; ψεύδῃ. Δημοσθένης ἔλυσε τὴν εἰρήνην; [ναί]. τί ποιῶν; σώζων Χερρόνησον, Πέρινθον, Βυζάντιον, τὴν σιτοπομπίαν, κωλύων διορύττεσθαι Πελοπόννησον, μεμφόμενος τὸν τὰ πλοῖα συλῶντα; τὸ δὲ ἐχρῆν ἐᾶν; θαυμαστή γε εἰρήνη τὸν μὲν τὰ τῆς πόλεως ἁρπάζειν, τὴν πόλιν δὲ συνθήκας ἔχειν. οὐδεὶς εἰρήνην λύει ἀμυνόμενος, λύει δὲ ὁ ταῦτα ποιῶν ἀφ' ὧν ἕξει τοὺς ἀμυνομένους.

[25] τοιαῦτα ἀπολογούμενοι, μετὰ ταῦτα πολλά μου ψηφίσματα φέροντες ἐν ταῖς χερσὶν ἀνθ' ἱκετηρίας ἀναγνώσονται, καθ' ἃ πρέσβεις ἐξῆλθον, καθ' ἃ τριήρεις ἔπλευσαν, καθ' ἃ τῶν μὲν οὐκ ἐξεπέσετε, τὰ δὲ ἐκομίσασθε. ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, καθ' ἑκάστην ἡμέραν[, ταῦτα] πεντάκις, ταῦτα, ἕως ἐπιτρέπουσιν οἱ πρέσβεις. καὶ ἔτι πρὸς τούτοις θρῆνος δημοτῶν, δάκρυα φυλετῶν, οἰκείων, συγγενῶν, τῶν ἐκ Μακεδονίας ὑπ' ἐμοῦ λελυμένων, οἷς τὸ χρέος ἐποίησα δωρεάν. ἄξουσι καὶ τὴν θυγατέρα πρὸς τὰς ἐκκλησίας δεησομένην ὑμῶν· σώσατε, ἐλεήσατέ μου τὸν πατέρα.

[26] τί οὖν ὁ δῆμος; καμφθήσεται καὶ ποιήσει τοῦτο πρὸς ἐμὲ ὃ πρὸς Ἄδραστον οἱ πρόγονοι καὶ Οἰδίπουν τὸν Θηβαῖον καί, τὸ Εὐριπίδου δρᾶμα, πρὸς τοὺς Ἡρακλείδας καί, τὸ Φρυνίχου, τὴν Μίλητον καὶ ἀποκρινεῖται ‹τοῖς› πρέσβεσι θορυβῶν ὁμοῦ καὶ δακρύων· οὐκ ἐκδίδομεν Δημοσθένην. οὔπω πεπτώκαμεν, οὔπω τοσοῦτον οὐδὲν πεπόνθαμεν. ἡττήθημεν μέν, ἀλλ' ἴσως κρατήσομεν. τότε λήψεται Δημοσθένην, ὅτε τὴν πόλιν.

[27] ἂν οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, σωθῶ τῶν μὲν ἐμῶν φίλων ἱκετευόντων, ὑμῶν δὲ ἐλεούντων, τίς ὁ λοιπὸς ἔσται μοι βίος; τί διατελέσω ποιῶν; ἀργὸς καθεδοῦμαι λεγόντων ἑτέρων ἀκούων μετὰ τοσαύτην, ὦ ἄνδρες Ἀθηναῖοι, πολιτείαν; καὶ τοῦθ' ὑμῖν καλόν; ἀλλ' ἐρῶ καὶ γράψω πάλιν ἐκεῖνα τὰ συνήθη· ἐξίωμεν, εἰσφέρωμεν, νουθετῶμεν τοὺς Ἕλληνας, ἀναμαχώμεθα τὴν ἧτταν, ἀντεχώμεθα τῆς ἀρχῆς. ὑμεῖς τούτου τοῦ καλοῦ κληρονόμοι.

[28] καὶ τίς οὐχὶ τούτων τῶν ἐμοὶ προσκεκρουκότων, οὓς ἀνιῶ λέγων, ἐπαναστὰς ὑβριστικῶς ἐκβαλεῖ με τοῦ βήματος; τὸν δὲ ἔκδοτον, τὸν δὲ ἄτιμον, τὸν ἐλέῳ σεσωσμένον, τὸν δοῦλον τῶν ὑπὲρ αὐτοῦ δεδακρυκότων, τοῦτον δεῖ ἀναβαίνειν ἐπὶ τὸ βῆμα καὶ σεμνότερον εἶναι τοῦ δέοντος; πάλιν σὺ θρασύς; ἐπιθυμεῖν ἔοικας δευτέρων κακῶν. μή με, ὦ ἄνδρες Ἀθηναῖοι, τοιούτοις φυλάξητε λόγοις, ἀλλ' ἕως ἐπὶ τῆς ἔμπροσθεν ἑστήκατε δόξης, ἀποκτείνατε.

[29]    Καὶ πῶς, φησίν, οὐ μανικὸν ἤδη βούλεσθαι τελευτᾶν ἐξὸν ἀναμεῖναι τὴν Φιλίππου γνώμην, ἂν ἄρα λάβῃ; ὁ δ' ἴσως φείσεται λαβών, οἷα πολλὰ πρὸς πολλοὺς ἐφιλανθρωπεύσατο. φείσεται Φίλιππος Δημοσθένους; οὐκ ἀποκτενεῖ; καὶ τίνος ἀναμνησθείς; τῶν ὑπὲρ Ὀλυνθίων λόγων; ποίων; τῶν πρώτων ἢ τῶν δευτέρων ἢ τῶν τρίτων; ἀλλὰ τῶν ὑπὲρ Φωκέων, ὧν τοὺς μὲν ὁ δῆμος ἤκουσε, τοὺς δὲ τὸ δικαστήριον; οἷς οἶδεν ὅτι τὸ μὲν ἐμὸν μέρος ἐστὲ μὲν ἐπὶ Θρᾴκης [Χαλκίδος], σώζονται δὲ Φωκεῦσιν αἱ πόλεις, διὰ δὲ τοὺς λαμπροὺς τούτους οὐκ ἀνέξεται Φίλιππος ἠδικῆσθαι.

[30] ταῦτα πρῶτα παροξύνει τὸν ἄνθρωπον. ἔπειτα οἷς ἐλέγχων αὐτὸν οὐκ ἐπαυσάμην, τοὺς ξένους, τοὺς πεζεταίρους, περὶ ὧν τὴν αὐτὴν ἔχω δόξαν, εἰ καὶ νενικήκασιν, εὑρηκέναι μοι δοκῶ δι' ἃ ἐμοῦ φείσεται; τῷ Πύθωνι ῥέοντι καὶ θυμὸν πολὺν ἀντιφέροντι πρὸς τὸ πῦρ συνηγώνισμαι; τὸ ναυτικὸν νόμῳ πονηρῷ κατέλυσα; κατειλημμένης Ἐλατείας τὴν ἡσυχίαν ἐπῄνουν;

[31] οὐκ οἴεσθέ με, ὦ ἄνδρες Ἀθηναῖοι, καθ' ἕκαστον τούτων ὀφείλειν αὐτῷ θάνατον; οὐκ οἴεσθε πολλάκις αὐτὸν εἰρηκέναι πρὸς αὑτόν; ἆρά γε λάβω τὸν καλοῦντά με βάρβαρον, τὸν λοιδοροῦντα τὴν Πέλλαν, τὸν νενικηκότα μου τὰς πρὸς Θηβαίους εὐεργεσίας τοῖς λόγοις; ἐγὼ μὲν αὐτοὺς ἀπήλλαξα πολέμου, Δημοσθένης δέ μοι τὴν πόλιν ἐπήγαγε καὶ διὰ ταῦτα Χαιρώνεια τὴν μάχην ἀντ' Ἐλευσῖνος ἐδέξατο.

[32]    Τί οὖν; στεφανώσει με λαβὼν καὶ ἐπὶ δεῖπνον καλέσει; πάνυ γε, οὕτω μικρὰ πέπονθεν. οὐ γὰρ ἐπινίκια θύσει Δημοσθένην ἔχων; οὐ γὰρ φρονήσει μεῖζον ἢ τῇ περὶ τὴν μάχην τύχῃ; οὐ γὰρ ἀθροίσει τοὺς προδότας, τὸν Δάοχον, τὸν Ἱερώνυμον, τὸν Μνασέαν, τὸν Εὐξίθεον; Δημάδης μὲν γὰρ ὄψεταί με ἀγόμενον, ἀλλ' ἐκείνοις γε οὐκ ἐπιστελεῖ; ἥκετε θεασόμενοι τὸν ἀδιάφθορον, τὸν ἀνάλωτον. εἴληπται καὶ γέγονεν ἐμός, οὐκ ἐκ παρατάξεως, ἀλλ' ἀπὸ τῆς ἐκκλησίας. περίστητε, πατάξατε, πλήξατε, μαστιγώσατε, νείμασθε τὰ μέλη, γεύσασθε τῶν σαρκῶν. οὗτος ὑμᾶς ἐκάλει τοὺς ἐμοὺς φίλους κακοδαίμονας. διασπάσασθε τὸν εὐδαίμονα ὑμεῖς οἱ κακοδαίμονες.

[33]    Βούλεσθε ‹θῶ›, ὦ ἄνδρες Ἀθηναῖοι, φείσεσθαί μου τὸν ἄνθρωπον, πρᾶγμα ἀμήχανον; ἔστω, δοκείτω. βούλεσθε θῶ καὶ τιμὰς ἔσεσθαί μοι παρ' αὐτοῦ; ἔστω [δὲ] καὶ τοῦτο. καὶ τί γένοιτ' ἄν μοι τῇ Φιλίππου φιλανθρωπίᾳ, ὅταν ἀποκτεῖναι κύριος ὢν πολλὰ ὀνειδίσας ζῆν ἀφῇ; οὐ φοβερώτερόν μοι τὸ κώνειον τῆς παρ' ἐκείνου φιλοτησίας. εἰ γὰρ τὰ βασιλέως πρὸς Θεμιστοκλέα μιμήσαιτο γῆν διδοὺς πολλὴν περὶ τὴν Βόλβην, εἰ γὰρ πᾶσαν τὴν Μυγδονίαν, εἰ γὰρ Ἀνθεμοῦντα ὅλον, τὸ τῶν ταλαιπώρων Ὀλυνθίων δέλεαρ, ἐνέγκαιμ' ἂν ζῆν ἐν Μακεδονίᾳ, ‹ἐν› τοῖς Μακεδόνων ἔθεσι καὶ νόμοις μετὰ τοὺς Δράκοντος, ὦ θεοί, καὶ Σόλωνος, μετὰ δημοκρατίαν ἐν τυραννίδι, μετὰ τῶν ἀσελγῶν καὶ μεθυόντων, μετὰ τῶν μίμων καὶ τῶν κακῶς ὀρχουμένων, σκωπτόμενος καὶ τωθαζόμενος; οὗτός ἐστι Δημοσθένης ὁ δύσκολος, ὁ δύστροπος, ὁ τὸ ὕδωρ πίνων, ὁ διακωμῳδῶν τὴν ἡμετέραν εὐπάθειαν.

[34] ἐγὼ καὶ τέμνεσθαι καὶ καίεσθαι μᾶλλον ἂν καθ' ἡμέραν δεξαίμην ἢ τῷ Φιλίππῳ συνειπεῖν ἐν ταῖς τιμαῖς Παρμενίωνος. τί δ', ἂν κελεύῃ με πρεσβεύειν εἰς τὰς πόλεις καὶ παλινῳδίαν ᾄδειν, ὅτι ἐκεῖνα μὲν ἦν ἃ πρότερον ὑμῖν ἔλεγον συκοφάντου, ταυτὶ δὲ ἀπὸ τῆς ἀληθείας. Φίλιππος ἀπόγονος μέν ἐστιν αὐτοῦ τοῦ Διός, χρηστὸς δὲ τὸν τρόπον, τὴν δὲ δύναμιν ἀνυπόστατος, δίκαιος πρὸς τοὺς φίλους, θεῶν ἐπιμελής; ταύτας ἀφήσει Δημοσθένης τὰς φωνὰς ἐν Ἀργείοις καὶ Μεσσηνίοις καὶ τοῖς ἄλλοις Ἕλλησι;

[35]    Μὴ εἴη μοι σώζεσθαι καθ' ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, μηδ' οὕτω ποτὲ μέγα ἡγησαίμην τὴν ψυχὴν ὥστε πόθῳ τοῦ ζῆν βλάψαι τὴν ἐνέγκασαν. βλάψαιμι δ' ἄν, εἰ ψήφισμα τοιοῦτο νικήσειε παρ' ὑμῖν. ἀλλ' οὐ νικήσει, μέχρις ἂν ᾖ κώνειον, οὐδὲ γράψει τις Ἀθήνησιν· ἔδοξε τῇ βουλῆ καὶ τῷ δήμῳ τῶν Ἀθηναίων Δημοσθένη ‹τὸν› Παιανιέα Φιλίππῳ τῷ Μακεδόνι δεδόσθαι ὅ τι βούλεται χρῆσθαι. μὴ γὰρ δέξαιτο τοιαῦτα τὸ Μητρῷον γράμματα μηδὲ ἀναμιχθείη τοῖς Ὑπερίδῃ καὶ Δημομέλει περὶ ἐμοῦ ‹γεγραμμένοις› ἕτερα ἐκείνοις ἐναντία, αἰσχρὸν γάρ, αἰσχρὸν ἐν ταὐτῇ πόλει τὸν αὐτὸν ἄνθρωπον νῦν μὲν ἀρετῆς ἕνεκα ἐστεφανῶσθαι, μικρὸν δὲ ὕστερον τοῖς ἐχθροῖς ἐκδίδοσθαι. ἀλλ' ἔστω τὸ τελευταῖον σύμφωνον τοῖς προλαβοῦσι ψηφίσμασιν. ἐστεφανώθη ὁ Δημοσθένης ὑπ' Ἀθηναίων. ταῦτα κρατείτω καὶ τριβέτω τις τὸ φάρμακον.

[36]    Ἀλλ' ὀργιεῖται Φίλιππος, ἐρεῖ τις τῶν παρ' ἐκείνου πλουτούντων, οὕτως ἀποθανόντος ἐμοῦ. βούλεται γὰρ αὐτὸς τῆς ψυχῆς καταστῆναι κύριος. ἥδιον μὲν ἐκεῖνο τῷ Φιλίππῳ, καὶ αὐτὸς οὐκ ἀγνοῶ, μικρὸν δὲ οὐδὲ τοῦτο. καὶ γὰρ εἰ νόσῳ με τελευτῆσαι συνέβη, μέγα ἂν ἦν ἐκείνῳ. καὶ νῦν μὲν ἐπιθυμεῖ με κατακόψαι λαβών, ἡσθήσεται δὲ καὶ τεθνεῶτος πυθόμενος. καὶ γὰρ οὐχ οὕτω τῶν ἔμπροσθεν μὴ δίκην ἐθέλει λαβεῖν ὡς ἀπηλλάχθαι πρὸς τὸν ἔπειτα χρόνον τῆς ἐμῆς πολιτείας. τρία γὰρ ταῦτα, ὦ ἄνδρες Ἀθηναῖοι, μάλιστα Φίλιππος δέδοικε, τὰς τῶν θεῶν ὑπὲρ τῆς πόλεως μαντείας, τὴν ἔμφυτον ὑμῶν πρὸς τοὺς κινδύνους ἀνδρείαν, τὴν ἐμὴν ἐπὶ τοῦ βήματος παρρησίαν. ἀκούει μὲν γὰρ τῶν χρησμῶν ἀσκὸν ἀβάπτιστον ᾀδόντων τὴν πόλιν, ἔγνω δὲ τὰς ὑμετέρας φύσεις ἐν τοῖς πεσοῦσι καλῶς, οἶδε δὲ τὴν ἐμὴν προθυμίαν οὐκ ἐνδιδοῦσαν καιρῷ δυσκόλῳ.

[37] βούλετ' οὖν με τεθνάναι καὶ μὴ τὴν εὐψυχίαν ὑμῶν καὶ τὴν τύχην ἔχειν τὸ τρίτον, τὴν Δημοσθένους εὔνοιαν, τοῦτο μὲν ἀκούων Θεμιστοκλέα γνώμῃ τῆς τοῦ Μήδου κρατήσαντα δυνάμεως ἐκείνης, τοῦτο δὲ Κόνωνα, ἄνδρα φυγάδα, Λακεδαιμονίους ἐξελάσαντα τῆς θαλάσσης. οὐκοῦν ὃ ἐζήτει μάλιστα, τοῦτο ἕξει. Δημοσθένης οἴχεται. εἰ δ' οὐ ξίφει Μακεδονικῷ, κατὰ δὲ τὸν παρ' ὑμῖν νόμον, τὸ μὲν ἐκείνῳ χαρίσασθε τὸ μηκέτ' εἶναί με, τὸ δὲ ὑμῖν αὐτοῖς, τὸ μὴ παρ' ἐκείνου με πεσεῖν, ἤ, εἰ βούλεσθε, τοῦτό γε καὶ ἐμοὶ χαρίσασθε. πάντως γε ἄξιος ὑμῖν ταύτης ἐγὼ τῆς χάριτος, ἄλλως θ' ὅτε καὶ διὰ πρεσβείας ἔξεστιν αὐτὸν πραῦναι λέγοντας ὅτι τὸν ἄνθρωπον ὃν ἐμίσεις σὺ σπουδαῖον ἐν τοῖς ἡμετέροις ἡμεῖς εὑρήκαμεν καὶ οὐχ οἷοί τε γεγενήμεθα μὴ τοσοῦτον αὐτῷ χαρίσασθαι. συγγνώμην οὖν ἔχειν, εἰ τὸ πρᾶγμα τεμόντες σὲ μὲν ἐτιμήσαμεν τῷ θανάτῳ, τὸν δὲ τῷ ἐνταῦθ' ἀρκέσαι πρὸς ἐκεῖνον, ἄλλως τε ὅτε καὶ Δημάδης ἐλθὼν παραιτεῖται καὶ πείθει φίλος σαυτῷ καὶ συνήθης ἄνθρωπος.

[38]    Μέλλων δὲ τελευτᾶν ἐρῶ πρὸς ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, τίσι τε λυπούμενος καὶ τίσι χαίρων ἀπέρχομαι. χαίρω μὲν ὅτι πολλῶν ἐπ' ἐμὲ συστάντων καὶ κατὰ τὴν ἡμέραν ἑκάστην κρινόντων, εἰσαγγελλόντων, γραφομένων ζῶ καὶ πολιτεύομαι καὶ κατήγορος ἅπας ἀπῆλθεν ἐρυθριῶν· ἀλγῶ δὲ ὅτι τοὺς γονέας τῶν ἐν Χαιρωνείᾳ πεσόντων οὐκ ἔσχον ὡς ἐβουλόμην παραμυθήσασθαι. ἐγὼ μὲν γάρ, ὦ πατέρες παίδων γενναίων, ἐσκόπουν πῶς ἂν ἐκπέμψαιμι νῦν, πῶς ἂν δείξαιμι Μακεδόνων πλείους μὲν νεκρούς, πλείους δὲ αἰχμαλώτους, κωλύει δὲ ἑσπέρα, ὡς ὁρᾶτε, ταῦτα ὑπ' ἐμοῦ πραχθῆναι.

[39] ἀλλ' ὑμεῖς γε ὑμῖν αὐτοῖς ἀντ' ἐμοῦ γένεσθε. καὶ τοῦ μὲν πένθους ὕφετε, πατέρες δὲ τῶν παίδων γεγενημένοι τῆς πόλεως, τουτὶ δέομαι, καὶ τὸν ἐπ' ἐκείνοις ῥηθησόμενον λόγον σεμνύνατε. χειροτονεῖτε τὸν ἐροῦντα ἐκ τῶν ὡς ἀληθῶς λυπουμένων, ἀλλὰ μὴ τῶν προσποιουμένων. ἐπειδὰν δὲ ἀπολοφύρησθε τοὺς ἀγαθοὺς ἐκείνους, ζητεῖτε τιμωρίαν ὧν πεπόνθατε λόγους γενναίους, ψήφισμα καλόν, πρᾶξιν ὠφέλιμον.

[40]    Ὑπερίδη καὶ Πολύευκτε καὶ Μοιρόκλεις, μηδὲν ὑμᾶς τὸ πρᾶγμα τοῦτο τὸ κατ' ἐμὲ ποιείτω χείρονας. ἀλλ' ἕως μὲν ἂν ἐξῇ, πολιτεύεσθε τὴν πολιτείαν ταύτην τὴν ἐπικίνδυνον, καλὴ γάρ, εἰ καὶ κινδύνους ἔχει μεγάλους, ἢν δὲ αἴσθησθε πρέσβεις ἐφ' ὑμᾶς ἐκ Μακεδονίας ἐφ' ὁμοίοις τρέχοντας, φθάσατε τοὺς λόγους αὐτῶν τῷ θανάτῳ. καὶ πλέον τί μου τῇ πόλει χαρίσασθε τὸ μὴ ῥηθῆναι παρ' Ἀθηναίοις ὑπὲρ ἐκδόσεως λόγους.

[41]    Περὶ δὲ τῆς θυγατρός, κἂν μηδὲν ἐπισκήψω, θαρρῶ. πολλοὺς αὐτῇ καταλείπω πατέρας τοὺς ἐνταυθοῖ, τοὺς παρὰ τοῖς ἄλλοις ἔθνεσιν. οὐ γὰρ δὴ τὸν μὲν πατέρα αὐτῆς ἐστεφάνουν, αὐτῆς δ' ἀμελήσουσι. καὶ τί δεῖ λέγειν τοὺς καθ' ἕκαστον; ὁ δῆμος ἅπας ἐπιμελήσεται τροφῆς, νυμφίου, γάμων. κἂν ἄρρεν τέκῃ, Δημοσθένης ἴσως ὄνομα αὐτῷ τεθήσεται. θυγατριδοῦς δὲ εἰ γένοιτο, τύχῃ μέν, ὦ θεοί, διενέγκοι τοῦ πάππου, τὰ δ' ἄλλα ὅμοιος γένοιτο.

[42]    Ἆρ' ἔστι τι ὑπόλοιπον ἄξιον εἰρῆσθαι; ναί. μικρά γε δεῖ τοὺς πρέσβεις ἀκούσαντας ἀπελθεῖν. ὦ διάκονοι τυράννου παρὰ τὴν ἀξίαν εὖ πράξαντος, ὡς μεγάλης τε καὶ λαμπρᾶς ἐλπίδος ἡμάρτετε. ὑμεῖς μὲν ᾤεσθέ με δεδεμένον ἄξειν παρὰ τοῦ δήμου λαβόντες διὰ τῆς ἀγορᾶς, διὰ τῆς Ἐλευσῖνος, διὰ Πλαταιέων, διὰ Θηβαίων, διὰ Φωκέων, διὰ Πυλῶν, διὰ Λαρίσσης ἐλέγχοντες ἐν ἐμοὶ τοῦ δήμου τὸν τρόπον, ἄπιτε δὲ κεναῖς χερσὶν ἰδόντες εὐψυχίαν ῥήτορος.

[43] ἀγγέλλετε δὴ τῷ δεσπότῃ τἀληθῆ, ὅτι ὁ μὲν δῆμος οὔπω δῆλος ἦν ὃ ποιήσει, σκέψεσθαι γὰρ ἔφησεν, ὁ δὲ Δημοσθένης τηρῶν ἐκείνῳ τὴν δόξαν πιὼν ‹τὸ› κώνειον ἀπέθανε. τοιούτοις ἴστω πολεμῶν ἀνδράσιν οἷς πᾶν αἰσχρὸν θανάτου φοβερώτερον.